Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Θ'

Ερμηνευτική προσέγγιση του νιπτήρα ως υποδείγματος ταπεινοφροσύνης, της αποκάλυψης του προδότη, της παραβολής της αμπέλου και του γεωργού, και της υποστατικής ενότητας της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 13

ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν· ὁ Πατὴρ δ᾽ αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. <Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω· καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτως λαλῶ.> ΕΙΣ ἀνάμνησιν ἄγει τὸν τῶν Ἰουδαίων λαὸν τῶν διὰ Μωυσέως προκεκηρυγμένων περὶ αὐτοῦ, ὑποπλήττει δὲ διὰ τούτων εὐφυῶς καὶ, τὴν ἐνοῦσαν αὐτοῖς ἀνοσιότητα παραδεικνὺς, ἀπελέγχει σαφῶς, ὡς οὐδεὶς αὐτοῖς λόγος τοῦ καὶ εἰς αὐτὸν ἐμπαροινῆσαι τὸν νόμον, καίτοι δεδόσθαι πιστευθέντα παρὰ Θεοῦ. τί γὰρ ἔφη διὰ Μωυσέως περὶ Χριστοῦ, γνώριμον μὲν ἅπασιν, ἐρῶ δ᾽ οὖν ὅμως διὰ τὴν τοῦ νοήματος χρείαν “Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελ- ”φῶν αὐτοῦ ὥσπερ σέ·” τουτέστι νομοθέτην καὶ μεσίτην Θεοῦ καὶ ἀνθρώπων· “καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ ”στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι “αὐτῷ. καὶ ὁ ἄνθρωπος ἐκεῖνος, ὃς ἂν μὴ ἀκούσῃ ὅσα ἂν ”λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ “αὐτοῦ.”

ἐν ταὐτῷ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν ἀλαζόνα τῶν Ἰουδαίων εὐθύνει δῆμον, ὡς καὶ αὐτῷ μαχόμενον τῷ Θεῷ καὶ Πατρὶ, καὶ δι᾽ ὧν ἐντολὴν εἰληφέναι λέγει παρ᾽ αὐτοῦ καὶ ἀφ᾽ ἑαυτοῦ μὴ λαλεῖν, ἑαυτὸν ὄντα τὸν προφήτην ἐπιδεικνύει σαφῶς, τὸν διὰ νόμου προβοώμενον, καὶ διὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς φωνῆς ἐκ πολλῶν ἄνωθεν χρόνων προκεκηρυγμένον. καλεῖ δέ πως πρὸς ἀνάμνησιν, καίτοι νωθεῖς ὄντας αὐτοὺς, ὡς εἰ μὴ βούλοιντο τοῖς παρ᾽ αὐτοῦ καταπείθεσθαι λόγοις, ὑποκείσονται πάντως ἀδιαφύκτῳ κολάσει, καὶ ὑπομενοῦσιν ἅπερ ἔφη Θεός. οἱ γὰρ τὴν θείαν ἐντολὴν τοῦ Θεοῦ καὶ Πατρὸς παρατρέχοντες, καὶ τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον ἐξωθούμενοι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, πῶς οὐκ ἐν τοῖς ἐσχάτοις κείσονται κακοῖς, ἢ πῶς οὐκ ἀμέτοχοι μενοῦσι τῆς παρ᾽ αὐτοῦ ζωῆς, εὐλόγως ἀκούοντες τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς “Γῆ, γῆ, ἄκουε, ἄκουε λόγον Κυρίου· ἰδοὺ ἐγὼ ”ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς “αὐτῷ, ὅτι τῷ νόμῳ μου οὐ προσέσχον, καὶ τὸν λόγον μου ”ἀπώσατε.”

διττῷ γὰρ ἐνόχους ὄντας ἐγκλήματι τοὺς Ἰουδαίους εὑρήσομεν· οὔτε γὰρ αὐτὸν καίτοι σεπτὸν εἶναι δοκοῦντα καὶ φίλον τετιμήκασι τὸν νόμον, τὸν δι᾽ αὐτοῦ κηρυχθέντα μὴ προσηκάμενοι, οὔτε μὴν προσεσχήκασι τοῖς λόγοις τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καίτοι βοῶντος ἀναφανδὸν, ὡς αὐτὸς εἴη σαφῶς ὁ προφήτης ὁ διὰ νόμου χρησμῳδούμενος, δι᾽ ὧν ἔφασκε τοῖς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς διακονεῖσθαι λόγοις.

Καὶ μή τις οἰέσθω τὸ φάναι τὸν Κύριον, ὡς ἀφ᾽ ἑαυτοῦ μὲν οὐδὲν, λαλεῖται δὲ παρὰ Πατρὸς, ἀδικεῖν αὐτὸν δύνασθαι κατά τι γοῦν ὅλως, ἢ κατὰ τὸν τῆς οὐσίας αὐτῆς, ἤγουν εἰς ἀξίας λόγον τῆς θεοπρεποῦς· ἀλλὰ πρῶτον μὲν ἐκεῖνο διενθυμείσθω τε πάλιν, καὶ λεγέτω ἐρομένοις ἡμῖν Ἆρα γὰρ πρέπειν οἰήσεταί τις τῷ γε ὅλως ὄντι τε καὶ νοουμένῳ κατὰ φύσιν Θεῷ τὸ τῆς προφητείας ὄνομά τε καὶ πρᾶγμα; καίτοι παστισοῦν οἶμαι καὶ τῶν λίαν εὐχερῶν ἀποφήσειεν ἂν, ἀπίθανον εἶναι λέγων ἀποκαλεῖσθαι προφήτην τὸν ἐν προφήταις λαλοῦντα Θεόν· αὐτὸς γὰρ ὁράσεις ἐπλήθυνε κατὰ τὸ γεγραμμένον, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθη. ἐπειδὴ τοίνυν τὸ τῆς δουλείας ὄνομα καὶ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιότητος ἀναλαβὼν, καθ᾽ ἡμετέραν ὁμοίωσιν ἐκλήθη προφήτης, ἀναγκαίως αὐτῷ καὶ τὰ τῷ προφήτῃ πρέποντα περιτέθεικεν ὁ νόμος, τουτέστι, τὸ πυθέσθαι τι παρὰ τοῦ Πατρὸς, ἐντολήν τε εἰληφέναι τί εἴπῃ καὶ τί λαλήσῃ. πρὸς δέ γε τούτῳ κἀκεῖνο εἰπεῖν οἰήσομαι δεῖν· ἐν πολλῇ προλήψει γεγονότες Ἰουδαῖοι περὶ τὸν νόμον, λελαλῆσθαι παρὰ τοῦ Θεοῦ πιστεύοντες αὐτὸν, οὐκ ἂν παρεδέξαντο τοῦ Σωτῆρος τοὺς λόγους, εἰς πνευματικὴν λατρείαν μεταπλάττοντος τὰ πάλαι διωρισμένα.

Καὶ τίς ἡ πρόφασις τοῦ μὴ θέλειν αὐτοὺς παραδέξασθαι τὸν εἰς ἀλήθειαν τῶν τύπων μεταπλασμόν; οὐκ ᾔδεσαν κατὰ φύσιν ὄντα Θεὸν, ἀλλ᾽ οὐδὲ εἶχον εἰς νοῦν, ὅτι Λόγος ὢν τοῦ Πατρὸς ὁ Μονογενὴς τὴν ἡμετέραν δι᾽ ἡμᾶς πεφόρεκε σάρκα· ἢ γὰρ ἂν εὐθὺς ὑποπεσόντες Θεῷ, πρὸς πᾶν ὁτιοῦν ἀμελλητὶ μεθιστάμενοι, τὴν αὐτῷ πρέπουσαν διετήρησαν δόξαν. ᾤοντο δὲ μᾶλλον τῶν καθ᾽ ἡμᾶς οἱ δείλαιοι ὑπάρχειν ἕνα, καὶ ἄνθρωπον ὄντα ψιλὸν φρονῆσαι τοσοῦτον, ὡς καὶ αὐτοὺς ἐπιχειρεῖν τοὺς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς παραλύειν νόμους. καὶ γοῦν ἀνέδην ἔφασκον πρὸς αὐτόν “Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφη- ”μίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.” διὰ πολλῆς τοίνυν καὶ ἀκριβοῦς οἰκονομίας ὁ Κύριος ἡμῶν Ἰησοῦς τῆς ἐνούσης αὐτοῖς ὑπονοίας μεθιστὰς τοὺς ἀκροωμένους, ὡς ἀπὸ ψιλοῦ καὶ μόνου τοῦ ἀνθρωπίνου προσώπου μετακομίζει τὸν λόγον ἐπὶ τὸν ἀναντιῤῥήτως τε καὶ ὁμολογουμένως προσκυνούμενον, φημὶ δὴ τὸν Θεὸν καὶ Πατέρα, διὰ παντὸς χρῆναι τρόπου τὴν ἀπαίδευτον τῶν Ἰουδαίων καρδίαν ἐκδυσωπεῖν οἰόμενος, καὶ μεταχειρίζεσθαι ποικίλως τοὺς ἀσυνέτους ἐπιχειρῶν εἰς τὸ βούλεσθαι μαθεῖν τὰ ἀληθῆ καὶ πρεπωδέστερα.

τοιούτοις μὲν οὖν ἀποχρήσαιτ᾽ ἄν τις λόγοις τε καὶ θεωρήμασι, τὰς τῶν ἀνοσίων αἱρετικῶν φιλοψογίας διακρουόμενος οἰομένων, ὅτι μεῖον ἕξει κατά τι γοῦν ὁ Υἱὸς, ὡς πρὸς τὸν ἑαυτοῦ γεννήτορα, διὰ τὸ φάναι λαλεῖν μὲν ἀφ᾽ ἑαυτοῦ μηδὲν, δεδόσθαι γεμὴν ἐντολὴν, λαλεῖν τε οὕτω καθάπερ ἠκροάσατο.

Καὶ ἀρκέσειν μὲν οἶμαι καὶ ταῦτα, πλὴν ἐρῶ τι καὶ ἕτερον τῆς ἐκείνων ἀθυρογλωττίας τὴν ὕβριν ἀπογυμνοῦν. φέρε γὰρ, εἰ δοκεῖ, βραχὺ περιστείλαντες τῆς μετὰ σαρκὸς οἰκονομίας ἔν γε τῷ παρόντι τὸν λόγον, ἐπ᾽ αὐτοῦ δεικνύωμεν τοῦ Μονογενοῦς ὀρθῶς τε καὶ καλῶς εἰρημένον τό Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω. αὐτὸς γὰρ ὢν ὁ ζῶν τε καὶ ἐνυπόστατος Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναγκαίως διερμηνεύει τὰ ἐν αὐτῷ, καὶ τὸ ὡς ἐν θελήσει δοκοῦν τῷ ἰδίῳ γεννήτορι ἐξάγων εἰς φῶς, ὡς ἐντολῆς δύναμιν εἰληφέναι φησίν· ἴδοι δ᾽ ἄν τις καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ἀληθὲς τὸ πρᾶγμα, καὶ οὐχ ἑτέρως ἔχον. λόγος γὰρ ὁ προφορικὸς, ὁ ἐν συνθέσει λέξεων καὶ ῥημάτων, διά τε φωνῆς τῆς ἐνάρθρου πρὸς τὸ ἔξω διακτυπούμενος, ἐντελλομένης ὥσπερ αὐτῷ τῆς ἡμετέρας διανοίας, ἐκκαλύπτει τὰ ἐν αὐτῇ, καὶ εἰ μὴ ἐν χρόνῳ μακρῷ τὸ πρᾶγμα γίνεται· ἅμα γάρ τι συνῆκεν ὁ νοῦς, καὶ παρέθετο τῇ φωνῇ· ἡ δὲ πρὸς τὸ ἔξω βαδίζουσα τὰ ἐν τῷ βάθει, τὰ ἐν τῷ νοῒ διερμηνεύει παραλλάττουσα μηδὲν τῶν ἐντεταλμένων αὐτῇ. τί τοίνυν τὸ ξένον, ὦ οὗτοι, φήσειεν ἄν τις εὖ μάλα πρὸς ἐκείνους, εἰ Λόγος ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ὥσπερ ὁ ἡμέτερος· μείζω γὰρ παντὸς παραδείγματος τὰ περὶ Θεοῦ· τὴν τοῦ τεκόντος αὐτὸν διερμηνεύει βουλήν;

ἢ γὰρ οὐχὶ καὶ ὄνομά φησιν ὁ προφήτης αὐτῷ πρεπωδέστατον, καλεῖσθαι “Μεγάλης βου- ”λῆς ἄγγελον;” ἀλλ᾽ οἶμαι καὶ τοῦτο ὑπάρχειν σαφές. οὐδὲν τοιγαροῦν εἰς τὸν τῆς οὐσίας λόγον, ἤτοι τῆς ἀξίας, ὑπομενεῖ τὸ βλάβος ὁ Μονογενὴς, κἂν ἐντολὴν εἰληφέναι λέγηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός· ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἑτέροις ἐντελλόμεθά τι καὶ δρᾶν ἐπιτάττομεν, ἀλλ᾽ οὐ ταύτης ἕνεκα τῆς αἰτίας τὴν πρὸς ἡμᾶς ὁμοιότητα φυσικὴν ἀρνήσονται, οὐδὲ τὸ εἶναι καθ᾽ ἡμᾶς ἀποβαλοῦνται, ἧττον ὄντες ὁμοούσιοι, καὶ πρὸ τῆς ἐντολῆς, καὶ μετὰ τὴν ἐντολήν.

Ἀλλ᾽ ἐρεῖς ὅτι μένουσι μὲν ὁμοούσιοι, ἡττώμενοι δὲ τῆς ἀξίας ὑπηρετοῦσι τῆς παρ᾽ ἡμῖν. Κἀγὼ δέ σοι πρὸς τοῦτό φημι περὶ τοῦ Μονογενοῦς Εἰ μὲν γὰρ οὐκ ἐγράφη περὶ αὐτοῦ, ὅτι “ἐν μορφῇ Θεοῦ ”ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ “ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ σχήματι ”εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν,” εἶχεν ἄν σοι καὶ οὐκ ἀπίθανον λόγον τῆς ἀντιλογίας τὸ σχῆμα· ἐπειδὴ δὲ τῆς ὑποταγῆς καὶ ταπεινώσεως ἐναργὴς ὁ τρόπος, τί ῥιψοκινδύνως ἐπιτιμᾷς τῷ δι᾽ ἡμᾶς καὶ τοῦτο παθεῖν ὑπομείναντι; πανταχόθεν τοιγαροῦν εἰς ὀρθότητα δογμάτων περιιστάντες τὸν λόγον, οἰκονομικῶς εἰρηκέναι φαμὲν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὰ ἐν τῷ προκειμένῳ ῥητῷ. <Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ τούτῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.> Ἀσυμφανέστερόν ἐστι τοῖς πολλοῖς τὸ ἐν τοῖς προκειμένοις θεώρημα, καὶ οὐ σφόδρα τρανὲς εἰς ἐξήγησιν, ἀλλ᾽ οὐδὲ ἁπλοῦν ἔχον, ὥσπερ ἄν τις οἰηθείη, τὸν νοῦν. τοῦ γὰρ δὴ χάριν ἐπισημαίνεται νῦν ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ὥσπερ τι τῶν ἀναγκαίων ἐπιτηρεῖ, λέγων Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα;

τί δὲ αὖ πάλιν ἐστὶ τό Ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς; ἔχοντος τοίνυν οὐ μέτριον τοῦ λόγου τὸ ἀσαφὲς, βούλεσθαί τι τοιοῦτον οἶμαι λέγειν αὐτὸν, ὅτι πρὸ τοῦ σωτηρίου πάθους, καίτοι γινώσκων, φησὶν, ὁ Σωτὴρ, ὅτι λοιπὸν ἐπὶ θύραις γέγονεν ὁ καιρὸς τῆς εἰς οὐρανοὺς μεταστάσεως, τελειοτάτην ἐπεδείξατο τὴν ἀγάπησιν τὴν περὶ τοὺς ἰδίους ὄντας ἐν τῷδε τῷ κόσμῳ. καὶ εἰ χρή πως πλατυτέραν τοῖς προκειμένοις ἐπινοῆσαι θεωρίαν, ὅπερ ἔφην ἀρτίως, καὶ εἰσαῦθις ἐρῶ. ἴδιον μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰ πάντα δι᾽ αὐτοῦ γεγονότα, λογικὰ καὶ νοερὰ κτίσματα, δυνάμεις αἱ ἄνω, καὶ θρόνοι, καὶ κυριότητες, καὶ εἴ τι τούτοις ὁμογενὲς, ὅσον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον· ἴδιον δὲ αὖ πάλιν αὐτοῦ καὶ τὰ ἐπὶ τῆς γῆς λογικὰ, καθὸ πάντων ἐστὶ Δεσπότης, καὶ εἰ μή τινες προσκυνοῦσιν ὡς δημιουργόν. ἠγάπησε τοίνυν τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ. “οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται,” κατὰ τὴν Παύλου φωνὴν, οὐδὲ διὰ τὴν τῶν ἀγγέλων φύσιν, “ἐν μορφῇ Θεοῦ καὶ ”Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “Θεῷ,” δι᾽ ἡμᾶς δὲ μᾶλλον τοὺς ὄντας ἐν τῷ κόσμῳ, κεκένωκεν ἑαυτὸν, καὶ μορφὴν ἀνεδέξατο τὴν οἰκετικὴν ὁ πάντων Κύριος, ἀγάπῃ τῇ περὶ ἡμᾶς κεκλημένος εἰς τοῦτο.

ἀγαπήσας τοίνυν τοὺς ἐν τῷδε τῷ κόσμῳ ἠγάπησεν αὐτοὺς εἰς τέλος, καίτοι καὶ πρὸ τῆς ἑορτῆς καὶ πρὸ τοῦ πάσχα εἰδὼς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα. τοῦ μὲν γὰρ μὴ εἰς τέλος ἀγαπήσαντος ἦν, τὸ γενέσθαι μὲν ἄνθρωπον, μὴ μὴν ἐθελῆσαι καὶ τῆς ἁπάντων προκινδυνεῦσαι ζωῆς, ἀλλ᾽ ἠγάπησεν εἰς τέλος, καὶ τοῦτο παθεῖν οὐ παραιτησάμενος, καίτοι προειδὼς ὅτι πείσεται. οὐ γὰρ ἄποπτον ἦν τῷ Σωτῆρι τὸ πάθος. ἐξὸν οὖν, φησὶ, διαδρᾶναι τῶν Ἰουδαίων τὰς παροινίας καὶ τὴν τῶν σταυρούντων ἀνοσιότητα, τελεωτάτην ἐπεδείξατο τὴν ἀγάπησιν τὴν εἰς τοὺς ἰδίους τοὺς ὄντας ἐν τῷ κόσμῳ, παρῃτήσατο γὰρ οὐδαμῶς τὸ καὶ τῆς ἁπάντων ὑπερτεθῆναι ζωῆς. ὅτι γὰρ ἐν τούτῳ μάλιστα τελεώτατόν ἐστι τῆς ἀγάπης τὸ μέτρον ἰδεῖν, αὐτὸν παροίσω μάρτυρα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῖς ἁγίοις λέγοντα μαθηταῖς “Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ”ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. μείζονα “γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ ”θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.”

καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἀεί πως ἐστὶ διὰ σπουδῆς γεγονὸς τοῖς ἁγίοις εὐαγγελισταῖς, προειδότα δεικνύειν τὸν τοῦ πάθους καιρὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· ἵνα μή τις τῶν ἑτεροδοξεῖν εἰωθότων τῆς θείας αὐτοῦ δόξης κατεπαίρηται, λέγων, ὡς ἥλω μὲν δι᾽ ἀσθένειαν, βρόχοις δὲ τοῖς Ἰουδαίων ἀνεθελήτως περιπεσὼν, τὸν οὕτω πάνδεινον ὑπέστη θάνατον. οἰκονομικὸς τοιγαροῦν καὶ ὠφέλιμος τῶν ἁγίων ὁ λόγος. <Καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος τοῦ Ἰσκαριώτου, ἵνα παραδῷ αὐτόν· εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.> Πρόῤῥιζον ὁ Σωτὴρ ἐκ τῶν ἡμετέρων διανοιῶν, ὡς νοσημάτων αἴσχιστον, καὶ τῆς ἁπάντων ἀνωτάτω βδελυρίας ἄξιον, καταστρέφει τὴν ὑπεροψίαν. οἶδε γὰρ οὕτως οὐδὲν ἀδικεῖν εἰωθὸς τὴν ἀνθρώπου ψυχὴν, ὡς τοῦτο μάλιστα τὸ μιαρὸν καὶ ἀπόπτυστον πάθος, ᾧ καὶ αὐτὸς ὁ πάντων Δεσπότης, ὡς ἐν τάξει πολεμίου, δικαίως ἀντανίσταται· “Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται,” κατὰ τὴν τοῦ Σολομῶντος φωνήν.

ἔδει τοίνυν τοῖς ἁγίοις μάλιστα μαθηταῖς μετρίου τε καὶ καθυφειμένου φρονήματος, καὶ διακένου τιμῆς οὐ σφόδρα φροντίζοντος λογισμοῦ· οὐ μικρὰς γὰρ ἔχοντες τὰς τοῦ τοιαῦτα νοσεῖν ἀφορμὰς, κατώλισθον ἂν εὐκόλως, εἰ μὴ πολλῆς ἔτυχον τῆς ἐπικουρίας. φιλεῖ γάρ πως ἀεὶ τοῖς ἔχουσι τὸ περιφανὲς τὸ πικρὸν τῆς ἀλαζονείας ἐπιτρέχειν θηρίον. εἶτα τί τῶν ἁγίων ἀποστόλων φαιδρότερον; ἢ ποῖον τῆς πρὸς Θεὸν φιλίας τὸ ἀξιολογώτερον; τὸν μὲν γὰρ οὐδὲν ὄντα κατὰ τὸν βίον οὐκ ἂν εἰσέλθοι τὸ πάθος. φεύγει γάρ πως ἀεὶ τὸν οὐδὲν ἔχοντα ζηλωτὸν, καὶ τῶν ἐν τῷ μηδενὶ τεταγμένων ἀνεπίβατον· πῶς γὰρ ἂν ἐπέλθοι τῶν τοιούτων τινὶ τὸ κατά τι γοῦν ὅλως ἀλαζονεύεσθαι; φιλεῖ δέ τις τὴν ὑπεροψίαν ἀξιοζήλωτος ὢν, ἑαυτόν τε διὰ τοῦτο τοῦ πέλας προτιθεὶς, καὶ πολὺ τῶν ἄλλων διενεγκεῖν ἀσυνέτως ὑπολαβὼν, ὡς ἐξαίρετόν τινα καὶ ὑπερφυεστάτην ἀρετὴν κατορθώσαντα, καὶ πολιτείας ὁδὸν ἀήθη τε τοῖς ἄλλοις καὶ ἀστιβῆ διανύσαντα. ὅτε τοίνυν παραπέπηγέ πως τοῖς ἔχουσί τι λαμπρὸν, τὸ νοσεῖν ἔσθ᾽ ὅτε τὴν ὑπεροψίαν, πῶς οὐκ ἔδει τοῖς ἁγίοις ἀποστόλοις μετρίου φρονήματος ὑπογραμμὸν γενέσθαι Χριστὸν, ἵνα τύπον ἔχοντες καὶ εἰκόνα τὸν ἁπάντων Κύριον, καὶ αὐτοὶ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τὸν οἰκεῖον μεταπλάσσοιεν νοῦν;

ἦν οὖν ἄρα τὴν νόσον οὐχ ἑτέρως ἐξελεῖν, εἰ μὴ διὰ τοῦ διδάξαι σαφῶς τοσοῦτον οἴεσθαι τῶν ἄλλων ἡττᾶσθαι κατὰ τὴν δόξαν, ὡς καὶ ἐν δούλου τάξει κατατάττεσθαι δεῖν, οὐδὲ αὐτὴν καταφρίττοντα τὴν οἰκέτῃ πρέπουσαν λειτουργίαν ἀποπληροῦν, διὰ τοῦ καὶ ἀπονίζειν τῶν ἀδελφῶν τοὺς πόδας, καὶ λέντιον περιθέσθαι διὰ τὴν χρείαν. ἄθρει γὰρ ὅπως ἀνδραποδῶδες τὸ χρῆμά ἐστιν, ὅσον εἰς ἔθη φημὶ τὰ ἐν κόσμῳ καὶ τὰς ἔξω τριβάς. ὑπογραμμὸς τοιγαροῦν μετρίου τε καὶ συνεσταλμένου φρονήματος ἅπασι τοῖς κατὰ τὸν βίον· οὔτε γὰρ μόνοις τοῖς μαθηταῖς· γέγονεν ὁ Χριστός. διὰ τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος, αὐτὸν εἰκόνα παραλαβὼν, εἰς τοῦτο προτρέπει λέγων “Τοῦτο φρονείτω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ”ἐν Χριστῷ Ἰησοῦ·” καὶ πάλιν “Τῇ ταπεινοφροσύνῃ ”ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.” θεσμὸς γὰρ ἀγάπης καὶ ὁμοψυχίας ἐν φρονήματι γίνεται ταπεινῷ. ἵνα δὲ τὴν τοῦ πράγματος ὑπόληψιν εἰς ὕψος ἐξάρῃ μέγα, καὶ μή τι τῶν τυχόντων δεδρᾶσθαι νομίσωμεν παρὰ Χριστοῦ, πάλιν ἀναγκαίως ὁ θεσπέσιος Εὐαγγελιστὴς προκαταπλήττεται τὴν ἐνοῦσαν αὐτῷ δόξαν τε καὶ ἐξουσίαν, καὶ τὸ κατὰ πάντων κράτος, δι᾽ ὧν φησιν Εἰδὼς ὅτι παρέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας.

καίτοι γὰρ, φησὶν, οὐκ ἠγνοηκὼς, ὅτι πάντων ἔχοι τὴν ἐξουσίαν, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν, τουτέστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς Θεὸν ὑπάγει, τουτέστι, πάλιν ἀνίησιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν διαζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίζειν τοὺς πόδας. ἔχοντες τοίνυν ἐντεῦθεν ἄριστον τῆς εὐλαβείας ὑπογραμμὸν, καὶ τῆς εἰς ἀλλήλους ἀγάπης περιφανεστάτην εἰκόνα, μέτρια μὲν φρονῶμεν, ἀγαπητοὶ, ἡγώμεθα δὲ τοὺς ἀδελφοὺς τὰ μείζω κεκτῆσθαι τῶν ἐν ἡμῖν πλεονεκτημάτων, κἂν ὑπάρχωμεν ἀγαθοί. τοῦτο γὰρ ἡμᾶς ὁ μέγας οὗτος ὑπογραμμὸς ἀναπείθει φρονεῖν τε καὶ βούλεσθαι. <Ἔρχεται οὖν εἰς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.> Θερμότερόν πως ἀεὶ τοῦ Πέτρου τὸ κίνημα, καὶ πολὺ γοργότερον εἰς εὐλάβειαν, θεωρήσαι τις ἂν ἐν ὅλοις, ὡς ἔπος εἰπεῖν, τοῖς συγγράμμασι. τοιγάρτοι καὶ νῦν ἔθει τῷ ἰδίῳ κατακολουθήσας καὶ τρόπῳ, τὸ σεσωσμένον δὴ τοῦτο τῆς εἰς ἄκρον ἡκούσης ταπεινοφροσύνης τε καὶ ἀγάπης παρωθεῖται μάθημα, τίς μὲν αὐτὸς εἴη κατὰ φύσιν ἐννοῶν, τίς δ᾽ αὖ πάλιν ὁ τὸν νιπτῆρα παρακομίζων αὐτῷ, καὶ τὴν οἰκέτου χρείαν ἀποπληροῦν οὐ παραιτούμενος.

θορυβεῖ γὰρ οὐ μετρίως αὐτὸν ἀπαράδεκτόν πως εἰς πίστιν ὑπάρχον τὸ πρᾶγμα, καὶ εἰ πολλοῖς ὁρῷτο τυχὸν ὀφθαλμοῖς. τίς γὰρ ἂν οὐκ ἔφριξε μαθὼν, ὡς ὁ τῶν ὅλων μετὰ Πατρὸς ὑπάρχων Κύριος, οἰκτροτάτην οὕτω τὴν δουλείαν πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐπεδείξατο, ὡς καὶ ὅπερ εἶναι δοκεῖ παρὰ τοῖς οἰκέταις τὴν ἐσχάτην ἐπέχον τάξιν, τοῦτο καὶ μάλα προθύμως ἐθελῆσαι δρᾶν αὐτὸν, εἰς ὑπογραμμὸν καὶ τύπον μετρίου φρονήματος; δέδιε τοιγαροῦν ὁ θεσπέσιος μαθητὴς τὸ ἐκ τοῦ πράγματος ἄχθος, καὶ τῆς συνήθους καὶ τετριμμένης εὐλαβείας αὐτῷ καρπὸν ποιεῖται τὴν παραίτησιν, συνεὶς δὲ οὔπω τὴν αἰτίαν τοῦ πράγματος, οἴεταί τι δρᾶν εἰκῇ τὸν Κύριον, καὶ ψιλὴν αὐτοῖς τοῦ σώματος ἐπινοῆσαι τὴν ἀνάπαυσιν· τὸ γὰρ ἀπονίζεσθαι τοὺς πόδας συντελεῖ πως εἰς τοῦτο, καὶ μετρίως ἀποχαλᾷ τὴν ἐκ τοῦ βαδίσματος στάσιν· διὰ τοῦτο καὶ σφόδρα θερμῶς ἐνείργει λέγων Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἔδει γὰρ ἔδει, φησὶ, τοὺς κατὰ φύσιν οἰκέτας τοῦτο πράττειν ἡμᾶς, οὐχί σε τὸν ἁπάντων Κύριον. ἀλλ᾽ ὑπερτίθεται μὲν τοῦ πράγματος τὴν ἐξήγησιν εἰς καιρὸν ὁ Χριστὸς, ὅτι γεμὴν ἀξιολογωτέραν ἔχοι τὴν αἰτίαν, τὸ παρ᾽ αὐτοῦ γεγονὸς συνήσειν φησὶ μετὰ ταῦτα, ὅταν δηλονότι πλατυτέραν περὶ αὐτοῦ ποιεῖται τὴν ἐξήγησιν.

Ὀνήσει δὲ λίαν καὶ τοῦτο πάλιν ἡμᾶς μετὰ τῶν ἄλλων οὐ μικρῶς. θέα γὰρ ὅπως καιροῦ καλοῦντος εἰς ἔργον, ὑπερτίθεται τὸν λόγον, καιροῦ δὲ αὖ πάλιν ἐπείγοντος εἰς λόγον ἀναδύεται τὸ δρᾶν· πάντα γὰρ καιροῖς ἀπονέμων τοῖς ἐοικόσι καὶ πρέπουσιν ἦν. ἀνανεύοντος τοίνυν τοῦ Πέτρου, καὶ ἀποφάσκοντος ἐναργῶς οὐκ ἂν αὐτοῦ νίψαι τοὺς πόδας εἰς τὸν αἰῶνα, τὴν ἐσομένην ζημίαν ἐντεῦθεν φανερὰν ὁ Σωτὴρ καθίστησι λέγων· <Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.> Ὅσον μὲν οὖν ἧκεν εἰς τὸν ἐμφανῆ καὶ πρόχειρον τοῦ προκειμένου σκοπόν Εἰ μὴ καταδέξαιο, φησὶ, τὸ ξένον τοῦτο καὶ ἄηθες τῆς ταπεινοφροσύνης μάθημα, μερίδα καὶ κλῆρον οὐκ ἂν εὕροις μετ᾽ ἐμοῦ. ἐπειδὴ δὲ πολλάκις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ μικρὰς τῶν λόγων λαβὼν ἀφορμὰς, γενικὴν ποιεῖται τὴν ἐξήγησιν, καὶ εἰς πλάτος ἐξέλκων τὰ ἐφ᾽ ἑνὸς πράγματος, ἤγουν εἴς τι μέρος ἰδίως εἰρημένα, πλουσίαν τοῖς ὁρωμένοις εἰσφέρει τὴν ὄνησιν, οἰησόμεθά πως κἀν τούτῳ λέγειν αὐτὸν, ὡς εἰ μή τις ἀπονίψαιτο διὰ τῆς αὐτοῦ χάριτος τὸν ἐκ τῆς ἁμαρτίας καὶ τοῦ πλημμελεῖν μολυσμὸν, ἀμέτοχος ἔσται τῆς παρ᾽ αὐτοῦ ζωῆς, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄγευστος ἀπομενεῖ.

οὐ γὰρ τοῖς ἀκαθάρτοις εἰς τὰς ἄνω μονὰς εἰσιέναι θέμις, ἀλλὰ τοῖς διὰ τῆς εἰς Χριστὸν ἀγάπης καθαρὸν ἔχουσι τὸ συνειδὸς, καὶ ἡγιασμένοις ἐν Πνεύματι διὰ τοῦ ἁγίου βαπτίσματος. <Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.> Ὁ τοσαύτην ἡμῖν ἀρτίως ἐπιδείξας τὴν ἔνστασιν, καὶ ἀπαυδήσας ἐναργῶς τοῖν ποδοῖν τὴν ἀπόνιψιν, οὐχ ὅπως αὐτοὺς παρατίθησι μόνους, ἀλλὰ καὶ χεῖρας καὶ κεφαλήν. εἰ γὰρ μέλλοιμι, φησὶν, ἀποπεσεῖσθαι διὰ τοῦτο τῆς πρὸς σὲ κοινωνίας, καὶ μακράν που κεῖσθαι τῶν ἐν ἐλπίσιν ἀγαθῶν, εἰ μή σοι καὶ τοῦτο δρᾶν ἐθέλοντι καὶ προελομένῳ κατανεύσαιμι καὶ ἀπονίψαιμι τοὺς πόδας, παραθήσω καὶ τὰ λοιπὰ, τὴν οὕτω φρικωδεστάτην ζημίαν παραιτούμενος. εὐλαβείας οὖν ἦν ἄρα καρπὸς ἡ ἐν ἀρχαῖς παραίτησις, καὶ τὸ δυσαχθὲς δεδιότος τοῦ πράγματος, οὐχὶ δὴ πάντως ἀντιπράττοντος τοῖς δεσποτικοῖς ἐπιτάγμασιν. ἐννοῶν τε γὰρ, ὡς ἔφην, τήν τε τοῦ Σωτῆρος ἀξίαν, καὶ τῆς ἑαυτοῦ φύσεως τὸ σμικροπρεπὲς, ἠρνεῖτο μὲν ἐν ἀρχαῖς· μαθὼν δὲ τὸ βλάβος, εὐθὺς μετατρέχει πρὸς τὸ βούλεσθαι τὸ τῷ κρατοῦντι δοκοῦν.

Ἐπιτήρει δὲ πάλιν καὶ δέχου τὸ πεπραγμένον εἰς ὠφελείας ὑπογραμμόν· καίτοι γὰρ εἰρηκώς “Οὐ μὴ νίψῃς μου τοὺς ”πόδας εἰς τὸν αἰῶνα,” μεθίσταται παραχρῆμα τοῦ πρὸς τοῦτο βλέποντος νοῦ, οὐκ ἐκεῖνο μάλιστα ἐννοήσας, ὅτι προσήκοι τοῖς ἰδίοις αὐτὸν ἐμμένοντα λόγοις ἀληθῆ φαίνεσθαι παρ᾽ ἡμῖν, ἀλλ᾽ ὅτι μείζονα καὶ χαλεπωτέραν εὑρήσει ζημίαν, τὴν ἐκ τοῦ τηρῆσαι τὸ εἰρημένον. παραφυλακτέον τοιγαροῦν τὸ προαλῶς τι καὶ προχείρως εἰπεῖν, μήτε μὲν ἀγρίοις ἐπειγέσθω τις τόνοις ...... τὸ ἐκ προπετείας ἀποπτυσθὲν, ἀλλὰ κἄν τι λέγεσθαι συμβῇ παρά τινων, εἶτά τι τῶν ἀγαθῶν καὶ ἀναγκαιοτέρων ἀφανίζηται διὰ τῆς ἐνστάσεως, ἐπαθρείτω διὰ τῶν προκειμένων, ὅτι πολὺ λίαν ἐν ἀμείνοσι τὸ μὴ λέγειν ἁπλῶς καὶ διατείνεσθαι μάτην, ὅτι δεδωκὼς εἴη λόγον, πράττειν δὲ μᾶλλον ἐπείγεσθαι τὸ λυσιτελές. κρεῖττον γὰρ οἶμαι πᾶς τις ἐρεῖ, ἐν λόγοις ἡμᾶς ὑπομεῖναι γραφὴν, ἢ πραγμάτων ἀναγκαίων ζημίαν ὑφίστασθαι. ἀπέστω δὲ γλώττης τῆς ἡμετέρας τὸ ὀμνύναι παντελῶς, διὰ τὰς προχείρους τε καὶ ἐξ ἀκρίτου διανοίας φωνὰς, καὶ τὰς ἔσθ᾽ ὅτε συμβαινούσας ὡς ἐξ ἀνάγκης μεταβολάς. ἄξιον μὲν γὰρ καὶ ἀξιοζήλωτον ὄντως ἐρεῖ τις τὸ γλῶτταν ἔχειν ἐπιστήμονα, καὶ εἰς ἃ μὴ προσῆκεν ὀλιγάκις διολισθαίνουσαν.

ἐπειδὴ δὲ τὸ πρᾶγμα δυσκαταγώνιστον καὶ αὐτὸς ἡμῖν ὁ θεῖος παρέδειξε λόγος· “τὴν γὰρ γλῶτταν ”οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι,” κατὰ τὸ εἰρημένον· ὅρκων ἐλευθέραν τὴν τῶν λόγων ποιώμεθα προφοράν. τότε γὰρ εἴ τι καὶ παρελθεῖν ἀναγκάσαι καιρὸς, μεῖον ἔσται τὸ κατηγόρημα, καὶ μετριωτέραν ἕξει τὸ πταῖσμα τὴν γραφήν. εὐκόλως δ᾽ ἂν οἶμαι καὶ τῆς παρὰ Θεοῦ τις συγγνώμης τεύξεται, διὰ τὴν ἀεί πως ἡμῖν παρεπομένην τῶν λογισμῶν ἐλαφρίαν. “Παραπτώματα γὰρ τίς συνήσει,” κατὰ τὸ γεγραμμένον, ἢ πῶς οὐκ ἂν διαπταίσῃ γήϊνος ἄνθρωπος, λειοτάτην ἔχοντος τοῦ λόγου τὴν εἰς ὁτιοῦν ἀποδρομήν; γλῶττα γὰρ ἡ ἐν ἡμῖν οὐ λίαν εὐκάτοχος. <Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες· ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε.> Δέχεται μὲν ἐκ τῶν καθ᾽ ἡμᾶς ἀπὸ κοινοῦ πράγματος τὸ παράδειγμα, εὐαφόρμως τε διαπράττει τῷ προδότῃ τὸν ἔλεγχον, μεταβούλεσθαί τε διδάσκων καὶ μετατίθεσθαι εἰς ἕξιν τὴν ἀμείνω τὸν ἄνθρωπον. εἰ γὰρ καὶ οὔπω γυμνῶς τῆς ἐνούσης αὐτῷ δυσβουλίας ἀπελέγχει τὰ ἐγκλήματα, ἀλλ᾽ οὖν γε δριμεῖαν ὁ λόγος ἔχει τὴν ἔμφασιν. δι᾽ ὧν γὰρ τοῖς ἄλλοις τὴν εἰς ὁλόκληρον καθαρότητα μαρτυρεῖ, ὕποπτον δηλονότι τὸν μὴ τοιοῦτον καθίστησι, καὶ μεμολυσμένον ἀποδεικνύει.

τοῖς μὲν γὰρ ἑτέροις αὐτοῦ μαθηταῖς, καὶ τὸ τῆς ἀπερισπάστου προσεδρείας καύχημα, καὶ τὸν τῆς ἀκολουθήσεως πόνον, καὶ τὸ βέβαιον ἐν πίστει, καὶ τὸ πλῆρες ἐν ἀγάπῃ τῇ περὶ Χριστὸν, τὴν καθαρότητα προξενεῖ· τῷ γεμὴν ἑτέρῳ, καὶ αὐτὸ τῆς ἀπλήστου φιλοχρηματίας τὸ ἔγκλημα, καὶ τὸ ἀσθενὲς εἰς διάθεσιν τὴν περὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, τὴν ἀνέκπλυτον κηλῖδα προστρίβεται, καὶ τῆς ἀσυγκρίτου δυσβουλίας τὸν μολυσμὸν ἐμποιεῖ. ὅταν τοίνυν λέγῃ Χριστός Ἤδη ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες, κεκρυμμένον μέν ἐστι, πλὴν ἐπωφελῆ τῷ προδότῃ ποιεῖται τὸν ἔλεγχον. εἰ γὰρ καὶ μὴ ἔφη σαφῶς, καθάπερ ἀρτίως εἰρήκαμεν, ἀλλ᾽ ἦν ἐν ἑκάστῳ δικάζον τὸ συνειδὸς, καὶ διακεντοῦν τὸν ἡμαρτηκότα, καὶ τὴν τῶν εἰρημένων δύναμιν καθάπερ ἐξ ἀνάγκης καλοῦν ἐπὶ τὸν ὑπαίτιον.

Ἐννόει δὲ ὅπως οἰκονομίας τινὸς καὶ θεοπρεποῦς ἀνεξικακίας τὸ πρᾶγμα πεπλήρωται· εἰ γὰρ ἔφη σαφῶς, τίς ὁ προδώσων αὐτὸν, πολεμίους ἂν αὐτῷ τοὺς ἄλλους ἐξειργάσατο, καὶ τάχα τι τῶν ἀνηκέστων συνέβη παθεῖν, καὶ πρόωρον ἂν ὑπομείναι δίκην, ζήλῳ τῷ πρὸς εὐσέβειαν διατεθηγμένου τινὸς, καὶ προανελεῖν τοῦ Δεσπότου τὸν προδότην ἐπιχειρήσαντος. ὑπαινιξάμενος τοίνυν, καὶ τῷ συνειδότι δριμὺν τὸν ἔλεγχον ἀφεὶς, ἀναμίλλητον ἔδειξε τῆς ἐνούσης αὐτῷ ἀνεξικακίας τὸ μέγεθος. καίτοι γὰρ εἰδὼς οὐκ ἀγαθὸν ὄντα περὶ αὐτὸν οὐδὲ εὐγνώμονα μαθητὴν, ἀλλ᾽ ὠδίνοντα μὲν τὸν ἐκ τῆς διαβολικῆς πικρίας ἰὸν, περισκεπτόμενον δὲ τίνα τρόπον αὐτὸν παραδῷ, τετίμηκεν ἐν ἴσῳ τοῖς ἄλλοις, ἀπονίζοι δὲ αὐτοῦ καὶ τοὺς πόδας, μέχρι παντὸς τὰ ἐκ τῆς ἰδίας ἀγάπης τηρῶν, καὶ πρὶν εἰς τέλος ἐλάσαι τὰ ἐγκλήματα, τὴν ὀργὴν οὐκ ἐπιτιθείς. ἴδοις γὰρ ἂν ἴδιον ὅπως ὑπάρχον καὶ τοῦτο τῆς ἰδίας θείας φύσεως τὸ πλεονέκτημα. οὐ γὰρ ἐπείπερ οἶδεν ὁ Θεὸς τὰ ἐσόμενα, διὰ τοῦτο πρόωρον ἐπιφέρει τισὶ τὴν κόλασιν· ἀνεξικακήσας δὲ μᾶλλον ὅσον ἔδει καιρὸν, ὅταν ὠφελουμένους ἴδῃ μηδὲν, ἐμμένοντας δὲ μᾶλλον τοῖς αἱρεθεῖσι κακοῖς, κολάζει λοιπὸν, τῆς δυσβουλίας τὸ πρᾶγμα δεικνὺς, καὶ οὐκ ἔργον ὄντως τῆς ἰδίας βουλῆς, ἤτοι θελήσεως.

καὶ γοῦν διὰ τοῦτό φησιν Ἰεζεκιήλ “Ζῶ ἐγὼ λέγει Κύριος, ὅτι οὐ θέλω τὸν θάνατον ”τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.” μακροθύμως τοιγαροῦν καὶ ἀνεξικάκως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς συναναμιγνὺς ἔτι τοῖς ἄλλοις αὐτοῦ μαθηταῖς τὸν προδότην, καίτοι “τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα ”αὐτὸν παραδῷ·” ἀναγκαίως γὰρ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπισημήνασθαι τὸν Εὐαγγελιστὴν ἐν ἀρχαῖς· καὶ αὐτοῦ πόδας ἔνιψεν, ἀπροφάσιστον αὐτοῦ τὴν δυσσέβειαν ἀποτελῶν, ἵνα καρπὸς τῆς ἐνούσης αὐτῷ πονηρίας ἡ ἀπόστασις φαίνηται. <Ὅτε οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσε πάλιν, εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν; ὑμεῖς φωνεῖτέ με Ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν ἵνα καθὼς ἐποίησα ὑμῖν ἐγὼ καὶ ὑμεῖς ποιῆτε.> Ἀναφανδὸν ἤδη φησὶ τὴν τοῦ πράγματος αἰτίαν, καὶ τῆς ἀσυγκρίτου ταπεινοφροσύνης τὸ ὑπόδειγμα, τῆς εἰς ἡμᾶς ἕνεκεν ὠφελείας πεποιῆσθαί φησιν· ἀναπολόγητον δὲ τὸ ἐκ τῆς ὑπεροψίας ἔγκλημα τιθεὶς, ἀναγκαίως εἰσφέρει τοῦ ἰδίου προσώπου τὸ περιφανές. ἐν γὰρ δὴ τῷ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος.

τὸ μὲν γὰρ ἐξ ἑαυτοῦ χαμαιριφὲς, ἢ καὶ ἐν τῷ μηδενὶ τεταγμένον, κατὰ ποῖον ἂν κατασμικρυνθείη τρόπον, ἢ ὅποι χωρήσει τὸ κάτω κείμενον; θεωρήσαι γὰρ τοῦτο καὶ εἰ μή τι τὸ καταβιβάζειν ἄνωθεν πεφυκός. τὸ δὲ ἐν ὕψει θεωρούμενον, ἐν ταπεινῷ γεγονὸς θαυμάζεται· κατέβη γὰρ εἰς ὅπερ οὐκ ἦν. ἀναγκαίως τοιγαροῦν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς, μᾶλλον δὲ δι᾽ ἐκείνων τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, τὸ τῆς ταπεινοφροσύνης μάθημα διδοὺς, οὐχ ἁπλῶς φησιν, ὅτι ὥσπερ ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ποιεῖν· προεξηγεῖται δὲ μᾶλλον τὸ ἴδιον ἀξίωμα, καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ φυσικὴν εὔκλειαν παρατιθεὶς δυσωπεῖ τῷ πράγματι τὸν φιλόδοξον. ὑμεῖς γάρ φησιν αὐτοὶ καλεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος καὶ καλῶς λέγετε, εἰμὶ γάρ. ἐπιτήρει δὲ ὅπως καὶ μεταξὺ τοῦ λόγου τῆς τῶν πιστευόντων προενόησεν οἰκοδομῆς, καὶ τὰς τῶν ἀνοσίων αἱρετικῶν οὐκ ἠγνόησε γλωσσαλγίας. ἐπειδὴ γὰρ ἔφη πρὸς τοὺς ἑαυτοῦ μαθητάς Ὑμεῖς καλεῖτέ με Ὁ Κύριος καὶ ὁ διδάσκαλος, ἵνα μή τις οἴηται φύσει μὲν αὐτὸν οὐκ εἶναι κύριον, οὐδὲ διδάσκαλον, ἔχειν γεμὴν ὡς ἐν τάξει τιμῆς παρὰ τῶν ἐσομένων αὐτῷ τὴν ἐπωνυμίαν, ἀναγκαίως προστέθεικε τὰς ἐκείνων ἀναιρῶν ὑπονοίας Καὶ καλῶς λέγετε, εἰμὶ γάρ.

οὐ γὰρ ψιλὸν ὄνομα κέκτηται τιμῆς τό Κύριος, καθάπερ ἡμεῖς οἰκέται μένοντες τὴν φύσιν, λελαμπρυσμένοι γεμὴν κατὰ χάριν τοῖς ὑπὲρ φύσιν τε καὶ ἀξίαν ὀνόμασιν· ἀλλ᾽ ἔστι τῇ φύσει Κύριος, κατεξουσιάζων τῶν ὅλων, ὡς Θεὸς, πρὸς ὃν εἴρηταί που διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Ὅτι ”τὰ σύμπαντα δοῦλά σου.” ἔστι δὲ τῇ φύσει καὶ διδάσκαλος· “Πᾶσα γὰρ σοφία παρὰ Κυρίου,” καὶ πᾶσα σύνεσις δι᾽ αὐτοῦ. σοφοῖ γὰρ ὡς σοφία τὰ νοητὰ, καὶ πάσῃ κτίσει τῇ λογικῇ, ἐπουρανίῳ τε καὶ ἐπιγείῳ, τὴν αὐτῇ πρέπουσαν ἐνσπείρει σύνεσιν. ὅνπερ γὰρ τρόπον αὐτὸς ὑπάρχων ἡ κατὰ φύσιν ζωὴ ζωογονεῖ τὰ πάντα τὰ ζωῆς δεκτικὰ, οὕτως ἐπείπερ αὐτός ἐστιν ἡ σοφία τοῦ Πατρὸς, πᾶσιν ἐντίθησι τὰ σοφίας δῶρα, φρόνησιν δηλονότι καὶ πᾶσαν εἴδησιν ἀγαθῶν. φύσει τοιγαροῦν τῶν ὅλων Κύριός ἐστι καὶ διδάσκαλος ὁ Υἱός. ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω σμικροπρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐ κατοκνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας· πῶς ἂν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτῆσθε ἀλλήλοις ποιεῖν; διδάσκει δὲ διὰ τούτων, τὸ μὴ τῆς ἑτέρων τιμῆς καταλαζονεύεσθαι φιλεῖν, ἀλλ᾽ ὑπερφέρειν αὐτοῦ καὶ προτετάχθαι κατὰ πᾶν ὁτιοῦν οἴεσθαι τὸν ὁμόδουλον.

καλόν γε σφόδρα τὸ μάθημα· φρονήματος γὰρ ἀφιλοκομπεῖν εἰωθότος οὐκ ἂν οἶμαί τις ἐπιδείξαι τὸ ἴσον· οὐδέν τε οὕτω διίστησι καὶ ἀδελφοὺς καὶ φίλους, ὡς ἡ τῶν ἀθλίων δοξαρίων ἀκρατὴς ἐπιθυμία. ἀεὶ γάρ πως τὸ μεῖζον αἱρούμεθα, καὶ τοῖς λαμπροτέροις ἐπιπηδᾶν αἱ διάκενοι τοῦ βίου τιμαὶ τὸν εὐόλισθον ἡμῶν ἀναπείθουσι νοῦν. ἵνα τοίνυν τῆς τοιαύτης καταλήξωμεν νόσου, καὶ τῆς οὕτω βδελυρᾶς ἀποπαυσώμεθα ἐπιθυμίας· ἀπάτη γὰρ καὶ ἕτερον οὐδὲν τὸ φιλόδοξον πάθος· αὐτὸν εἰς οἰκεῖον δεχώμεθα νοῦν τὸν ἁπάντων βασιλέα Χριστὸν, διὰ τοῦτο νίψαντα τῶν μαθητῶν τοὺς πόδας, ἵνα καὶ ἡμεῖς τοὺς ἀλλήλων. διὰ γὰρ τούτου κολασθήσεται μὲν ἅπας ἀλαζονείας τρόπος, ἅπαν δὲ εἶδος κοσμικῆς φιλοδοξίας ἐκποδὼν οἰχήσεται. εἰ γὰρ ὁ φύσει Κύριος, ὡς οἰκέτης, πῶς τὸ δοῦλον οὐκ ἂν ἕλοιτό τι παθεῖν τῶν αὐτῷ πρεπωδεστάτων, καὶ οὐχὶ λοιπὸν τὴν ἁπασῶν ἐσχάτην ἀποτίσῃ δίκην; <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.> Νόμοις ὥσπερ ἀναγκαίοις ὀχυροῦν ἕπεται Χριστὸς τοῦ πεπραγμένου τὴν δύναμιν, καὶ σφαλερωτάτην παντελῶς ἀποφαίνει τὴν παράβασιν τῆς σωτηριώδους ἐντολῆς. τὸ γὰρ ὅρκῳ βεβαιωθὲν, οὐκ ἀνέγκλητον ἔχει τὴν παραδρομήν.

κατηγόρημα τοίνυν φησὶν ἀπροφάσιστον τοῖς οἰκέταις, εἰ μὴ τὰ ἴσα φρονεῖν ἐθέλοιεν τοῖς ἰδίοις δεσπόταις· πλεονεξία γὰρ ἤδη, καὶ ἕτερον οὐδὲν, τὸ τοῦ μείζονός τε καὶ ὑπὲρ ἀξίαν ἐρᾶν· ἀποστόλοις τε ὁμοίως τὴν αὐτὴν ἂν εἰκότως ἐποίσαι γραφὴν, τὸ ἐν ἀμείνοσιν εἶναι ζητεῖν, ἢ ἐν οἷς ἐστιν ὁ ἀποστείλας αὐτούς. ἀρκέσει γὰρ αὐτοῖς εἰς εὐκλείας ἁπάσης μέτρον, τοῦ πεπομφότος τὸ φρόνημα. τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἢ ἐκεῖνο πάντως εἰπεῖν· ὅτι γελασθήσεσθε δικαίως ἐπὶ τοῦ θείου βήματος, εἰ ταῦτα δρᾶν εἰς ἀλλήλους αὐτοὶ παραιτεῖσθε δι᾽ ὑπεροψίαν, καίτοι τὸ τῆς δουλείας ὄνομα λαχόντες κοινὸν, ἅπερ εἰς ὑμᾶς ἐγὼ, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς καὶ Κύριος. ἄτοπον γὰρ ἀληθῶς, μᾶλλον δὲ ἤδη τῆς ἀνωτάτω μανίας οὐκ ἀμοιροῦν, οἰκέτας ὄντας ἐν ἐλάττοσι τοῦ καὶ δεσπότου καὶ ἀποστείλαντος, ἐπερυθριᾶν ἀτόπως τῇ πρὸς ἀλλήλους δουλείᾳ.

Εἰ ταῦτα τοίνυν ἴστε, φησὶ, τουτέστιν, εἰ νοεῖν δύνασθε σαφῶς ὅ φημι, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. οὐ γὰρ τὸ εἰδέναι τὴν ἀρετὴν, ἀλλὰ τὸ ἐργάζεσθαι μᾶλλον ἀξιέραστόν τε καὶ ἀξιοζήλωτον φαίη τις ἄν. οἶμαι δὲ ὅτι τάχα πως καὶ ἄμεινον τὸ μηδ᾽ ὅλως μαθεῖν, ἢ μαθόντας ὄκνῳ πεδῆσαι τὸν νοῦν καὶ, ἅπερ ἄν τις ἄριστά τε καὶ ὀρθῶς ἔχειν εἰδείη, μὴ βούλεσθαι κατορθοῦν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν “Ὁ ”μὴ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, “δαρήσεται ὀλίγας, ὁ δὲ εἰδὼς καὶ μὴ ποιήσας, δαρήσεται ”πολλάς.” τῷ μὲν γὰρ ἠγνοηκότι παντελῶς, εἰ καὶ εὐθύνοιτό πως ἐπὶ τῇ ῥᾳστώνῃ τυχὸν, τὸ γοῦν μετρίαν αἰτῆσαι συγγνώμην οὐ λίαν ἀνάρμοστον· τῷ γεμὴν εἰδότι τὸ χρῆμα γένοιτ᾽ ἂν δυσαχθὲς εἰς κατάκρισιν ἡ γνῶσις. κατεφρόνησε γὰρ, οὐδενὸς αὐτῷ λείποντος εἰς τὸ δύνασθαι δρᾶν τὰ αὐτῷ πρεπωδέστερα. χρὴ τοίνυν εἰδότας ἐργάζεσθαι· τέλειον γὰρ τότε τῆς ἐν Χριστῷ πολιτείας τὸ καύχημα περικείμενοι, πληρεστάτην κατὰ καιροὺς ἀποληψόμεθα τὴν ἀντίδοσιν. καὶ γοῦν ὁ Σωτὴρ τὸν ποιήσαντα καὶ διδάξαντα μέγαν ἔφη κληθήσεσθαι, καὶ μάλα δικαίως, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· τί γὰρ αὐτῷ τὸ λεῖπον εἰς εὐσέβειαν; ᾧ δ᾽ ἂν φαίνοιτο προσὸν τὸ ἐξ ἔργων ἀγαθῶν ἐν ὁλοκλήρῳ καυχᾶσθαι τῷ μέτρῳ, πῶς οὐκ ἂν γένοιτο παρὰ Θεοῦ τὸ τελειοτάταις ἐπαυχεῖν δωρεαῖς;

σύνδρομος οὖν ἄρα τοῖς ἔργοις ὅταν ἡ γνῶσις γένηται, τότε δὴ πάντως ὀνίνησιν οὐ μικρῶς· ἐλλελοιπότος δὲ ὁποτέρου, χωλὸν δὴ πάντως τὸ ἕτερον ἔσται· γέγραπται δὲ, ὅτι “καὶ ἡ πίστις χωρὶς τῶν ἔργων ”νεκρά ἐστι.” καίτοι τὸ εἰδέναι Θεὸν τὸν ἕνα καὶ φύσει, καὶ ὁμολογεῖν ἀδόλως τε καὶ ἀληθῶς, τοῦτό ἐστιν ἡ πίστις, ἀλλὰ καὶ τοῦτο νεκρὸν, μὴ παρεπομένης αὐτῷ τῆς ἐξ ἔργων φαιδρότητος. πῶς οὖν οὐκ ἀνόνητον παντελῶς τὸ εἰδέναι μὲν τυχὸν τί ἂν εἴη τὸ ἀγαθὸν, μὴ μὴν ἐθέλειν ἔτι καὶ ἐπιτηδεύειν αὐτό; διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν μακαρίους ἔσεσθαί φησι τοὺς ἑαυτοῦ μαθητὰς, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, οὐ μόνον ἑλόντας τῶν παρ᾽ αὐτοῦ λαλουμένων τὴν εἴδησιν, ἀλλ᾽ εἰ καὶ δρῷεν αὐτά. <Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ γὰρ οἶδα τίνας ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ.> Οὐ μικρὰν ὁ λόγος ἔχει τὴν ἀσάφειαν ἐν τούτοις. μακαρίους γὰρ ἔσεσθαι λέγων τοὺς ἐν γνώσει μὲν ἔχοντας τὸ ἀγαθὸν, ἔργῳ δὲ τοῦτο πληροῦν σπουδάζοντας· ἐπήγαγεν εὐθύς Οὐ περὶ πάντων λέγω, τὸν προδότην αἰνιττόμενος, κατά γε τὸ πολλοῖς τε καὶ ἐμοὶ δοκοῦν· οὐ γὰρ ἐν τοῖς ζηλωτοῖς ὁ θεομισὴς, οὐδ᾽ ἂν ἐν τοῖς μακαρίοις καταταχθείη ποτὲ τῇ τοσαύτῃ δυσσεβείᾳ τὴν τοιαύτην ἔνοχον καταστήσας ψυχήν.

καὶ μία μὲν αὕτη τοῦ προκειμένου διάνοια τετριμμένη παρὰ τοῖς πλείοσιν· ἑτέρα δὲ αὖ πάλιν πρὸς ταύτῃ. τοιάδε μέλλων γὰρ ἐρεῖν ὁ Χριστὸς, ὅτι κατὰ τὴν τελείαν τε καὶ ἱερωτάτην γραφήν· ὁ τρώγων μου τὸν ἄρτον ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμὸν, ἤτοι ἐπῆρεν ἐπ᾽ ἐμὲ πτέρναν αὐτοῦ, προαπολογεῖται τρόπον τινὰ, καὶ τὸν γνήσιον τῶν ἑτέρων μαθητῶν θεραπεύει χορὸν, ἑνὶ καὶ μόνῳ τὴν τοῦ κατηγορήματος δύναμιν ἀναθείς. ἐπειδὴ γὰρ πάντες ἤσθιον τὸν ἄρτον αὐτοῦ, συνεστιώμενοι δηλονότι καὶ συνδαπανῶντες τὰ δι᾽ αὐτοῦ συγκομιζόμενα, διὰ τοῦτο χρησίμως εἰκαίοις συντρίβεσθαι δείμασιν οὐκ ἐᾷ τῶν ἐλευθέρων τὸν νοῦν, καὶ τὸ τῆς ὑποψίας δριμὺ προανακόπτει λέγων Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ γὰρ οἶδα τίνας ἐξελεξάμην· ἀλλ᾽ ἵνα φησὶν ἡ γραφὴ πληρωθῇ Ὁ ἐσθίων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ, ἤτοι ἐμεγάλυνε πτερνισμὸν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οἶμαί τι τοιοῦτον ὑποδηλοῦν. ἐκδοθείσης ἡμῖν τοιγαροῦν ἐν τούτοις θεωρίας διπλῆς, δοκιμαζέτω τὴν ἀμείνω καὶ ἀληθῶς ἔχουσαν ὁ φιλομαθὴς, πλὴν εἰς τὸ ῥητὸν ἔτι λέγωμεν, τὸν τῶν ἁπλουστέρων ἀσφαλιζόμενοι νοῦν.

Ἐπαπορήσειε γὰρ ἄν τις ἐν τούτοις κατὰ δύο τρόπους. καὶ πρῶτον μὲν ἡμῖν ὑπαντήσει λέγων Εἰ πάντα εἰδέναι Χριστὸν πιστεύομεν, τί τὸν Ἰούδαν ἐξελέξατο, καὶ τί τοῖς ἑτέροις ἀνέμιξε μαθηταῖς, οὐκ ἀγνοήσας, ὅτι καὶ προδοὺς ἁλώσεται, καὶ τῶν τῆς φιλοκερδείας εἴσω πεσεῖται βρόχων; ἐρεῖ δὲ πρὸς τούτοις Εἰ δὲ διὰ τοῦτο τὴν πτέρναν ἐπῆρε κατὰ Χριστοῦ, καθάπερ φησὶν αὐτὸς, ἵνα πληρωθῇ ἡ γραφὴ, οὐκ αὐτὸς ἂν νοοῖτο τοῦ γεγονότος ὑπαίτιος, ἀλλ᾽ ἡ ἀναγκάζουσα δύναμις πληροῦσθαι τὴν γραφήν.

Δεῖ δὲ ἡμᾶς πρὸς ἕκαστα τῶν εἰρημένων ἀντανίστασθαι γοργῶς, καὶ τὴν ἑκατέρῳ πρέπουσαν ἀπολογίαν τοῖς κατὰ δύναμιν ἐξυφᾶναι λογισμοῖς, πρὸς οἰκοδομὴν καὶ παράκλησιν τῶν οὐκ ἐπαρκούντων οἴκοθεν σφίσιν αὐτοῖς εἰς τὸ δύνασθαι νοεῖν τὰ ἐν τῇ θείᾳ γραφῇ. καὶ πρῶτον μὲν ἐκεῖνό φαμεν, ὡς εἰ μέλλοιμεν ἐφ᾽ ἑκάστῳ τῶν γεγονότων παρὰ Θεοῦ τοῖς τοιούτοις ἀποκεχρῆσθαι λόγοις, καταλήξομεν οὐδαμῶς ἐπιτιμῶντες τῷ ποιητῇ, διαλοιδορούμενοί τε τῷ πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα καλοῦντι Θεῷ, καὶ τὴν ἄμετρον αὐτοῦ φιλανθρωπίαν διασύροντες ἀμαθῶς. τί γὰρ, εἰπέ μοι, καὶ ἑτέρους διακωλύει τυχὸν ἐγκαλέσαι λέγοντας Τί τὸν Σαοὺλ ἀπελέξω, καὶ εἰς βασιλέα κέχρικας ἐπὶ τὸν Ἰσραὴλ, εἰδὼς ὅτι πάντως ἀθετήσει τὴν χάριν; καὶ τί τοῦτο λέγω; ἀναβήσεται γὰρ τῆς αἰτίας ἡ πρόφασις ἐπὶ τὸν τοῦ γένους καθηγητὴν, τουτέστιν, Ἀδάμ. ἐρεῖ δέ τις τυχὸν τῶν ἐκεῖνα διεσκεμμένων Τί τὸν πρῶτον ἄνθρωπον ἔπλασας ἀπὸ γῆς ὁ τὰ πάντα εἰδώς; οὐ γὰρ ἠγνόεις ὅτι πεσεῖται τὴν δοθεῖσαν αὐτῷ παρελάσας ἐντολήν. κατὰ τὸν αὐτὸν τοῦτον λόγον καὶ ἐπὶ τοῖς ἀνωτέρω καὶ μείζοσιν ἔτι κατηγορεῖ βοῶν Διατί τὴν ἀγγέλων δεδημιούργηκας φύσιν, οὐκ ἀγνοήσας, ὡς Θεὸς, τὴν ἐσομένην τινῶν ἀπόνοιαν εἰς ἀπόστασιν; τετηρήκασι γὰρ οὐ πάντες τὴν οἰκείαν ἀρχήν. εἶτα τί τὸ ἐντεῦθεν;

ἡ τοῦ Θεοῦ πρόγνωσις οὐκ ἂν αὐτὸν συγκεχώρηκεν ὀφθῆναι δημιουργὸν, ἀλλ᾽ οὐδ᾽ ἂν ἡ λογικὴ κτίσις παρῆλθεν ὅλως εἰς γένεσιν, ἵνα μόνης τῆς ἀλόγου καὶ ἀναισθήτου φύσεως βασιλεύῃ Θεὸς, μηδὲ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ γινωσκόμενος. χρῆναι δὲ οἶμαι μάλιστα δὴ πάντων ἐκεῖνο διασκεπτομένους ὁρᾶν, ὅτι τοῖς λογικοῖς τῶν κτισμάτων ἰδίας προαιρέσεως ἀπένειμε τὰς ἡνίας ὁ πάντων Δημιουργὸς, καὶ αὐτοκελεύστοις ἀφῆκεν ἰέναι ῥοπαῖς, ἐφ᾽ ὅπερ ἂν ἕκαστος βούλοιτο τυχὸν ἔχειν ἄριστα δοκιμάσας τὸν τρόπον. οἱ μὲν οὖν τοῖς ἀμείνοσι προσνενευκότες ὀρθῶς, τὴν ἰδίαν διασώζουσι δόξαν, καὶ ἐν μεθέξει μένουσι τῶν ἀπονεμηθέντων αὐτοῖς ἀγαθῶν, ἀμετάπτωτόν τε τὴν εὐθυμίαν εὑρίσκουσιν· οἱ δὲ τοῖς ἰδίοις καταφθειρόμενοι λογισμοῖς, καὶ ἐφ᾽ ἃ μὴ θέμις ἀκαθέκτοις ὥσπερ ῥεύμασιν ἐπιθυμιῶν κατασυρόμενοι, τὴν αὐτοῖς πρέπουσαν ὑπομένουσι δίκην, καὶ τὴν ἐπὶ ταῖς ἀχαριστίαις εἰκότως ὑπομένοντες γραφὴν, τὴν ἀπηνῆ καὶ ἀπέραντον ὑποστήσονται κόλασιν. ἐπὶ τούτοις τοῖς ὁρισμοῖς γενομένην εὑρήσεις καὶ τὴν τῶν ἀγγέλων φύσιν. οἱ μὲν γὰρ διατηρήσαντες τὴν οἰκείαν ἀρχὴν, ἀναπόβλητον ἔχουσι τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἵδρυσίν τε καὶ στάσιν· οἱ δὲ τοῖς ἐπὶ τὰ χείρω νεύμασι τῆς ἀρχαίας ἐκείνης εὐκλείας διολισθήσαντες, σειραῖς ζόφου τεταρταρωμένοι, κατὰ τὸ γεγραμμένον, εἰς κρίσιν μεγάλης ἡμέρας τετήρηνται.

οὕτως πεποίηται κατὰ τὴν ἀρχὴν ὁ πρῶτος ἄνθρωπος, τουτέστιν ὁ Ἀδάμ. ἦν μὲν γὰρ ἐν παραδείσῳ, καὶ ἐν ταῖς ἀνωτάτω τρυφαῖς, πνευματικαῖς δηλονότι καὶ δόξῃ τῇ παρὰ Θεῷ. καὶ διέμεινεν ἂν ἐν τοῖς ἀρχαίοις τῆς φύσεως ἀγαθοῖς, εἰ μὴ τέτραπτο πρὸς ἀπόστασιν καὶ παρακοὴν, ἀβουλότατα παρελθὼν τὴν διορισθεῖσαν ἐντολὴν ἄνωθεν. οὕτω κέχρικε τὸν Σαοὺλ εἰς βασιλέα· ἦν μὲν γὰρ ἐν ἀρχαῖς οὐ φαῦλος ἀνὴρ, ὀφθέντα γεμὴν οὐκέτι τοιοῦτον μεθίστη τῆς δόξης καὶ τῆς βασιλίδος τιμῆς.

Οὕτως ἐπελέξατο τὸν Ἰούδαν, καὶ τοῖς ἁγίοις αὐτὸν ἀνέμιξε μαθηταῖς, ἐπιτηδείως ἔχοντα δηλονότι πρὸς ἀκολούθησιν ἐν ἀρχαῖς. ἐπειδὴ δὲ κατὰ βραχὺ πειράζων ὁ Σατανᾶς ταῖς αἰσχροκερδίαις προσεχειρώσατο, νικηθέντα τῷ πάθει, καὶ προδότην δι᾽ αὐτὸ γεγονότα, λοιπὸν ἀπεώσατο. οὐδὲν οὖν ἄρα πρὸς τὸν ἐπιλεξάμενον. ἦν γὰρ ἐν ἐκείνῳ τὸ δύνασθαι μὴ διαπεσεῖν, ἑλομένῳ δηλονότι τὰ πρεπωδέστερα, ὅλην τε τὴν ἰδίαν μετατιθέντι διάνοιαν εἰς τὸ χρῆναι γνησίως ἀκολουθῆσαι Χριστῷ.

Εἰς δέ γε τῶν προκειμένων τὸ ἕτερον ἐκεῖνό φαμεν Μὴ γάρ τις οἰέσθω, κατὰ τὴν τινῶν ἀβουλίαν, διὰ τοῦτο διεξάγεσθαι πρὸς πέρας τὰ ἔργα τὰ κεχρησμῳδημένα διὰ τῶν ἁγίων προφητῶν, ἵνα πληρωθεῖεν αἱ γραφαί. εἰ γὰρ τοῦτό ἐστιν ἀληθὲς, οὐδὲν ὅλως διακωλύσει τοὺς τοῖς γεγραμμένοις ἀναγκαίως ὑπηρετήσαντας, οὐκ ἀπροφάσιστον ἔχειν τὴν ἁμαρτίαν, μᾶλλον δὲ οὐδ᾽ ὅλως πεπλημμεληκέναι. εἰ γὰρ ἔδει πληρωθῆναί φησιν, ἐρεῖ τις, ἐπληροῦτο δὲ διὰ τούτων, οἱ δι᾽ ὧν ἄρα πεπλήρωνται πάσης ἂν εἶεν εὐθύνης ἐλεύθεροι. ἄλλως τε καὶ “διάκονος ἁμαρτίας” ἡ θεία δὴ πάντως κατεφαίνετο γραφὴ, καλοῦσα καθάπερ ἐκ βίας εἰς ἐκεῖνά τινας, ἃ ἐλαλεῖτο δι᾽ αὐτῆς, ἵνα καὶ εἰς πέρας ἥκοι τὸ πάλαι πεφωνημένον. ἀλλ᾽ οἶμαι πολὺς ἐπὶ τούτῳ τῆς δυσφημίας ὁ λόγος. τίς γὰρ ἂν εἴη τοῦ καθήκοντος λογισμοῦ τοσοῦτον ἐστερημένος, ὡς τὸν τοῦ Ἁγίου Πνεύματος οἴεσθαι λόγον ἁμαρτίας τισὶ γίνεσθαι πρόξενον; οὐκοῦν οὐ διὰ ταύτην πιστεύομεν τὴν αἰτίαν δεδράσθαι τὰ ἔργα παρά τινων, ἵνα πληρωθεῖεν αἱ γραφαί· ὅτι δὲ πάντως ἔσται τὰ συμβησόμενα προειδὸς τὸ Πνεῦμα λελάληκεν, ἵν᾽ ὅταν γίνεσθαι συμβῇ, πίστεως ἐνέχυρον λαβόντες τὴν πρόῤῥησιν, τὴν ἐφ᾽ ᾧ γέγραπται ταῦτα, λοιπὸν ἀραρότως ἐπιγινώσκωμεν.

πολλοῦ δὲ ἡμῖν γεγονότος τοῦ λόγου περὶ τῶν τοιούτων ἐν ἑτέρῳ βιβλίῳ, τὸ μακροῖς ἔτι περὶ αὐτῶν ἐνδιατρίψαι διηγήμασι, περιττὸν εἶναί πως δοκεῖ. <Ἀπάρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.> Ἀναγκαιοτάτην πεποίημαι, φησὶ, τῶν ὅσον οὐδέπω παρεσομένων καὶ πρὸ καιροῦ τὴν ἐξήγησιν· ᾐσθήσει γὰρ τοὺς ἀκροωμένους, καὶ οὐ μικρὸν οἴσει τὸ κέρδος, εἰ τὸν ἐκ τοῦ πράγματος εἰδεῖεν σκοπόν. εἰκαίοις μὲν γὰρ τὴν τοῦ λόγου χρείαν δαπανᾶν διηγήμασιν, ἀσύνηθές τε καὶ οὐ φίλον ἐμοί· οἷς δ᾽ ἂν φαίνηται προσὸν τὸ λυσιτελὲς οὐ μικρὸν εἶναι πρὸς γνῶσιν ἴοι τὴν ὑμετέραν, ταῦτα δεῖν ὑπολαμβάνω ταῖς ὑμετέραις ἐνηχεῖν ἀκοαῖς. λέγω τοιγαροῦν ἀπάρτι φησὶν ὑμῖν τὰ ἐπὶ θύραις μὲν ἤδη, τετελεσμένων δὲ οὔπω τὴν γνῶσιν ἐντίθημι, ἵν᾽ ὅταν γενέσθαι συμβῇ συναρμόττοντες τοῖς παρ᾽ ἐμοῦ προηγορευμένοις τῶν πραγμάτων τὸ τέλος, ἐκεῖνον αὐτὸν εἶναί με πιστεύσητε, περὶ οὗ τὰ τοιαῦτα κεχρησμῴδηκεν ἡ θεία γραφή. ἐν ταὐτῷ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ τὸν προδότην ἐπανορθοῦν εὐπεριστόλως ἐπιχειρεῖ, κεκρυμμένον ἐπὶ μικραῖς ἀσαφείαις προκομίζων τὸν ἔλεγχον, καὶ τὴν τῆς προδοσίας ἔκβασιν εἰς σημεῖον ἔσεσθαί φησι καὶ εἰς σαφεστάτην ἀπόδειξιν τοῦ αὐτὸν εἶναι Χριστόν.

ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, ὁ τὰ διὰ τῶν ἱερῶν γραμμάτων προκεκηρυγμένα τοῖς τοῦ προδότου συμβαλὼν τολμήμασιν, εὐσυνοπτοτάτην ἂν οἶμαι καὶ ἀταλαίπωρον κομιδῇ τὴν ἐπ᾽ αὐτῷ κατάληψιν ἀληθῆ, καὶ μάλα ῥᾳδίως, ἕλοιτο ἄν. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν ἀποστείλαντά με.> Προαποδείξας χρησίμως ἑαυτὸν ὄντα Χριστὸν καὶ δι᾽ ὧν ἔμελλεν ὁ προδότης ἐμπαροινήσειν ἐν αὐτῷ, χρήσιμόν τι πάλιν ἐπινοεῖ πρὸς ἀνατροπὴν τῆς ἐκείνου κακοβουλίας. ὡς ἀμυδρότερός πως αὐτῷ πρόεισι καὶ νῦν ὁ λόγος· συγκρύπτειν γὰρ ἔτι πειρᾶται τὸ τόλμημα, καὶ ἀναφανδὸν οὔπω φησὶ τίς ὁ προδώσων αὐτόν. ἀπελέγχει τοιγαροῦν, καὶ μάλα χρησίμως μετὰ σαφοῦς παραδείγματος, ὡς ἀνάγκη πᾶσα καὶ εἰς τὸ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναθεῖν πρόσωπον, τῆς εἰς αὐτὸν γινομένης ἀγάπης τε καὶ τιμῆς τὸ πέρας· καὶ οὐχὶ δήπου τοῦτο κυρίως αὐτῷ δεικνύειν σκοπὸς, τάχα δὲ μᾶλλον τὸ ἐναντίως ἔχον κατὰ τὴν δόξαν. ἀφεὶς γὰρ, ὡς ἔοικε, τὸ φάναι γυμνότερον, ὅπερ εἴρηκεν ἐν ἑτέροις, τουτέστιν “Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ·” κεχώρηκε μᾶλλον ἐπὶ τὸ εὐφημότερον, ἐπιτρέπων τοῖς ἀκροωμένοις τὸ νοεῖν ἐκ τούτου τὸ ἐναντίον, ἐπεί τοι καὶ ἀπειλῆς μᾶλλον ἢ προτροπῆς ἦν ὁ καιρὸς, ἐπὶ θύραις ὄντος τοῦ τολμήματος, καὶ ἤδη μελετωμένης τῆς ἐπ᾽ αὐτῷ παροινίας.

βεβλήκει γὰρ ἤδη τὴν σκέψιν ὁ Σατανᾶς εἰς τὴν τοῦ προδότου καρδίαν. ὥσπερ τοίνυν, φησὶν, ἐμὲ δὴ πάντως αὐτὸν καὶ οὐχ ἕτερον ὑποδέξαιτό τις, τὸν παρ᾽ ἐμοῦ ἀπεσταλμένον εἰ λάβοι· οὕτως ὁ τὸν παρὰ Θεοῦ καὶ Πατρὸς ἀποσταλέντα δεξάμενος, αὐτὸν ἂν εἰκότως δέχοιτο τὸν Πατέρα. ἀλλ᾽ ἐν τούτοις μὲν αὐτοῦ τοῖς ῥήμασι τὸ διὰ τῆς εὐφημίας δηλούμενον κατίδοι τις ἄν. μετατιθεὶς δὲ τὸ ἐναντίον πρὸς τὴν θεωρίαν, τὴν τοῦ προδότου δυσσέβειαν οὐκ εἰς μόνον ὄψεται διαβαίνουσαν τὸν Υἱὸν, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν Πατέρα. τρόπος τοιγαροῦν ἀπειλῆς τὸ εἰρημένον ἐστὶν, εὐφημοτέροις δὲ ῥήμασι προκεκομισμένος, παριστάς τε ὥσπερ διὰ τῶν ἀριστερῶν τὸ δηλούμενον. ὅνπερ γὰρ τρόπον τὸν ἀπεσταλμένον παρὰ Θεοῦ δέξεταί τις τῶν καθ᾽ ἡμᾶς, τοῖς παρ᾽ αὐτοῦ συναινέσας λόγοις, καὶ διὰ τοῦ τηρῆσαι τὸ θεσπισθὲν, τιμήσας τὸν κηρυττόμενον· κατ᾽ αὐτὸν οἶμαι τὸν λόγον ὑποδέξαιτό τις ἂν τὸν Κύριον, καὶ δι᾽ αὐτοῦ τὸν Πατέρα, πιστεύων εἰς Υἱόν. συνειστρέχει γὰρ τῷ γεννήματι τοῦ τεκόντος ἡ δήλωσις. ὁ γὰρ ὅλως Υἱὸν εἶναι πιστεύσας αὐτὸν, ὁμολογήσει δὴ πάντως τὸν φύσαντα. φρικτὸν οὖν ἄρα τοῦ προδότου τὸ κρῖμα, καὶ εἰς αὐτὸν ἐξυβρίσαντος τὸν Θεὸν καὶ Πατέρα διὰ τῆς εἰς τὸν Υἱὸν δυσσεβείας.

ἢ γὰρ ἂν παρεδέξατο καὶ τετίμηκε, γνήσιον ὑποθεὶς ὡς Κυρίῳ τὸ φρόνημα, εἰ ἀνενδοιάστῳ τῇ πίστει Θεὸν ὑπάρχειν ἐκ Θεοῦ καθωμολόγησε τὸν Υἱὸν, αἰσχρῶν τε λημμάτων κρείττονα τὴν εἰς αὐτὸν ἀγάπην ὁ δείλαιος ἐποιήσατο, ἀλλ᾽ οὐδ᾽ ἂν οἶμαι προδότης ἁλοὺς, ἄμεινον ἑαυτῷ τὸ μηδόλως γενέσθαι παρεσκεύασεν. <Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.> Καὶ τίνι τῶν ὄντων οὐκ ἂν γένοιτο σαφὲς, ὡς οὔτε διανοίας, οὔτε μὴν λόγων ἡ ἡμετέρα φύσις εὐπορεῖ, δι᾽ ὧν ἂν δύναιτο τυχὸν ἀνεγκλήτως τε καὶ ἀδιαπτώτως εἰπεῖν τὰ τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως ἴδια; διὰ τοῦτο τοῖς καθ᾽ ἑαυτὴν ὑπηρετεῖται λόγοις πρὸς μετρίαν ἐξήγησιν τῶν ὑπὲρ νοῦν. πῶς γὰρ ἄν τι καὶ φράσαι σαφῶς, ὃ καὶ αὐτὴν ἡμῶν ὑπερανίσχει τὴν ἔννοιαν; δεῖ τοιγαροῦν ἡμᾶς, καθάπερ τινὰ τύπον τῶν νοημάτων τὴν τῶν ἀνθρωπίνων ῥημάτων παχύτητα δεχομένους, ἐπ᾽ αὐτὰ πειρᾶσθαι βαδίζειν, κατά γε τὸν ἐγχωροῦντα τρόπον, τὰ τῆς θεότητος ἴδια. δεινὸν τοιγαροῦν εἰς ἐλέγχους τὸ θεῖον, καὶ ἀκράτῳ μισοπονηρίᾳ κινούμενον, καθ᾽ ὧν ἂν τοῦτο γενέσθαι πρέποι ψήφῳ τῇ παρ᾽ αὐτοῦ, εἰ καὶ ὑπὲρ λόγον ἀνεξικακεῖ.

ὅταν οὖν ἡ θεία γραφὴ κατασημῆναι βούληται τὸ κατὰ τῶν δυσσεβούντων οἱονεὶ κίνημα, πάλιν ἐκ τῶν καθ᾽ ἡμᾶς λαμβάνουσα, καὶ τοῖς ἀνθρωπίνοις ἀποχρησαμένη ῥήμασιν, ὀργὴν ὀνομάζει καὶ θυμὸν, καίτοι τῆς θείας οὐσίας καὶ καθ᾽ ὁμοιότητα τὴν ἡμῶν τῶν τοιούτων παθῶν ὑπομενούσης οὐδὲν, κινουμένης δὲ μόνον εἰς ἀγανάκτησιν, ὡς οἶδέ τε καὶ πέφυκεν αὐτή· παντελῶς γὰρ ἀπόῤῥητα τὰ περὶ Θεοῦ· ἀπὸ δὲ τῶν ἡμετέρων ἐθῶν, καθάπερ ἀρτίως εἰρήκαμεν, τὰ ὑπὲρ ἡμᾶς καταγράφειν ἔθος τῇ θείᾳ γραφῇ. τεταράχθαι τοιγαροῦν κἀνθάδε φησὶν ὁ θεσπέσιος Εὐαγγελιστὴς τὸν Χριστὸν τῷ πνεύματι, τὸ μισόκακον τοῦ Πνεύματος κίνημα ταραχὴν ὀνομάσας· οὐ γὰρ ἦν, ὡς ἔοικεν, ἑτέρως εἰπεῖν. εἰκὸς δὲ δήπου καὶ τὴν τῆς θεότητος κίνησιν οὐκ ἐνεγκοῦσαν τὴν σάρκα, βραχύ τι καὶ ὑποφρίξαι καὶ θορύβου σχῆμα παθεῖν, καὶ σημεῖον ὀργῆς ἐπιδεῖξαι, καθάπερ οὖν ἀμέλει καὶ ἐπὶ Λαζάρῳ γέγραπται, ὅτι “ἐμβριμώ- ”μενος ἑαυτῷ ὁ Ἰησοῦς εἰς τὸ μνημεῖον” ἐνεβάδιζεν. ὅνπερ γὰρ τρόπον ἐν ἐκείνοις τὴν κατὰ τοῦ θανάτου δριμεῖαν ἀπειλὴν ἐμβρίμησιν ἔφη, οὕτω κἀνθάδε τὸ κατὰ τοῦ δυσσεβοῦς προδότου κίνημα τῷ τῆς ταραχῆς ὀνόματι κατεσήμαινεν. ἐταράχθη δὲ εἰκότως, ἐπὶ ταῖς Ἰούδα δυστροπίαις ἀγανακτῶν.

τί γὰρ ἂν γένοιτο τῆς ἐκείνου δυσσεβείας τὸ ἐπέκεινα, ὅς γε τοῖς ἄλλοις ἐν ἴσῳ μαθηταῖς τετιμημένος τε ὑπερφυῶς, καὶ ἐν τοῖς ἀπολέκτοις κατατεταγμένος, ὀλίγῳ ἀργυρίῳ παντελῶς τὴν εἰς Χριστὸν ἀγάπην ἠλλάξατο, καὶ ἐσθίων τὸν ἄρτον αὐτοῦ τὴν πτέρναν ἐπῆρεν, οὐ τιμὴν, οὐ δόξαν, οὐ τῆς ἀγάπης τὸν νόμον, οὐ τὸ χρεωστούμενον ὡς Θεῷ σέβας, οὐχ ἕτερόν τι τῶν εἰς αὐτὸν γενομένων ὑπολογισάμενος, εἰς μόνα δὲ βλέπων τὰ περὶ τῶν Ἰουδαίων μυσαρὰ δηνάρια, καὶ ὀλίγων ἀργυρίων κομιδῆ τὴν ἑαυτοῦ πωλήσας ψυχὴν, καὶ τὸ ἀθῷόν τε καὶ δίκαιον αἷμα ταῖς τῶν μιαιφονώντων χερσὶν ἐγχειρισάμενος. εὐλογωτάτη τοιγαροῦν ἡ τοῦ τεταράχθαι πρόφασις. ἐπακολουθεῖ δὲ δριμὺς ὁ ἔλεγχος, οὕτω μὲν εἰς πρόσωπον ἰδικῶς τὸ ἑνὸς τῶν δώδεκα, περιιστὰς γεμὴν εἰς μόνους αὐτοὺς τὸ οὕτω φρικωδέστατον κατηγόρημα, καὶ μονονουχὶ παρεγγυώμενος τῶν ἀκροωμένων ἑκάστῳ τὴν ἰδίαν φυλάξαι ψυχὴν, μὴ ἄρα πως ἐκ ῥᾳθυμίας τοῖς οὕτω δεινοῖς ἁλώσηται βρόχοις, καὶ τῆς τοῦ διαβόλου πικρίας γλυκὺ γένοιτο θήραμα. ἐπωφελὴς οὖν ἄρα τῶν ἐλέγχων ἡ δύναμις, ἣν παρ᾽ οὐδὲν ποιησάμενος τοῦ προδόντος ὁ νοῦς, τῶν οἰκείων εἴχετο σπουδασμάτων. ἐμφαντικώτατα τοίνυν ὁ Χριστὸς τό Εἷς ἐξ ὑμῶν παραδώσει μέ φησιν.

ἢ γὰρ τῆς τοῦ τολμῶντος ἀχαριστίας διὰ τούτου κατηγορεῖ, ἢ τῆς τοῦ διαβόλου κακίας δεικνύει τὸ μέγεθος, ὡς τοσοῦτον δυνηθείσης, ὡς καὶ αὐτῶν ἕνα τῶν ἀποστόλων ἁρπάσαι. <Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ διαπορούμενοι περὶ τίνος λέγει.> Ἔκπληξίς τε ὁμοῦ καὶ δέος εἰστρέχει τοὺς μαθητὰς, καὶ ἀλλήλοις ἐνορῶσι, διπλοῦν ἐκ τῶν εἰρημένων ὠδίνοντες θόρυβον. ἕκαστος μὲν γὰρ κατὰ τὸ εἰκὸς τῆς ἰδίας ὑπερτρέχων ψυχῆς, οὐκ ἐν ὀλίγῳ γέγονε δείματι, ἀλλὰ καὶ τῆς εἰς τὸ κοινὸν ὁρώσης ὑπολήψεως χάριν, οὐκ ἐλάττονα τῆς ἑτέρας τὴν ἀγωνίαν ἐδέχοντο. ὅτι μὲν γὰρ ἀληθὲς ἔσται πάντως τὸ εἰρημένον πιστεύουσιν. ἴσασι γὰρ ὡς οὐκ ἂν διαπέσοι κενὸς τοῦ Σωτῆρος ὁ λόγος, τό τε γεμὴν εἰς τοῦτο δυσσεβείας κατωλισθηκέναι τῶν ἐν μαθηταῖς ἀπηριθμημένων τινὰ, δεινὸν καὶ ἀφόρητον εἶναι λογιζόμενοι, τὸ μὲν ἴδιον ἑκάστου συνειδὸς ἀνακρίνουσι, καὶ περιαθροῦσι δεινῶς ἐπὶ τίνα τῆς ἀπωλείας ὁ κλῆρος πεσεῖται, καὶ πόθεν, ἢ πῶς ἰσχύσει τοσοῦτον ὁ σατανᾶς, ὡς καὶ αὐτῶν ἐκκλέψαι τῶν γνησίων τινά. <Ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. ἀναπεσὼν δὲ ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε, τίς ἐστιν;

ἀποκρίνεται οὖν ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον δώσω αὐτῷ.> Θαυμάσαιμεν ἂν εἰκότως καὶ ἐν τούτῳ δὴ πάλιν τῶν ἁγίων μαθητῶν τὸ γοργὸν εἰς φιλοθεΐαν, καὶ τὸ λίαν ἀκριβὲς εἰς εὐλάβειαν· οὐ γὰρ ἔχοντες ἐξ ἑαυτῶν εἰδέναι ὑπαίτιόν τινα, ἀλλ᾽ οὐδὲ ταῖς ἐκ στοχασμῶν ἀπάταις ἐπιθαρσήσαντες, φιλοπευστοῦσι πάλιν, καὶ μανθάνειν ἐπείγονται δι᾽ ἑνὸς τοῦ προὔχοντος, Πέτρος δὲ οὗτός ἐστιν, ὃς προσεκόμισε μὲν οὐδαμῶς δι᾽ ἑαυτοῦ τὴν πεῦσιν, τῷ δὲ πλησίον καὶ ἀγαπωμένῳ διὰ τὸ τῆς ἁγνείας λαμπρότερον τὸ διερωτᾶν ἐφίησιν· Ἰωάννης δὲ οὗτός ἐστιν ὁ τοῦ προκειμένου βιβλίου συγγραφεὺς, ὃς, ἐπείπερ ἠγαπῆσθαί φησιν ἑαυτὸν, τὸ οἰκεῖον κατέκρυψεν ὄνομα, σιγῇ παραδοὺς, ἵνα μή τῳ δόξαι φιλοκομπεῖν. ἐλεύθερος γὰρ φιλοδοξίας τῶν ἁγίων ὁ νοῦς. ἠρέμα τοίνυν τῷ διδασκάλῳ προσκεκλιμένος, διαψιθυρίζει λάθρα, καὶ μανθάνειν ἀξιοῖ τὸν τῆς ἀπωλείας υἱόν· ἀλλ᾽ οὐχ ἕτερόν τι σημεῖον αὐτῷ δίδωσιν ὁ Σωτὴρ τοῦ πράγματος, ἢ τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς καὶ πάλαι προκεκηρυγμένον “Ὁ ἐσθίων ἄρτους μου, ἐμεγά- ”λυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν.”

βάψας γὰρ ἐπιδίδωσι τὸ ψωμίον, δεικνὺς διὰ τούτου τὸν ἐσθίοντα τὸν ἄρτον αὐτοῦ· καὶ τὸν μὲν τῶν ἁγίων μαθητῶν ἐξίστησι φόβον, ἄγει δέ πως αὐτοὺς εἰς ἀνάμνησιν προφητείας ἑτέρας διαγορευούσης ὡδί “Σὺ δὲ ὦ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ ”μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ “τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.” ἰσόψυχος μὲν γὰρ γνωστός τε καὶ ὁμοτράπεζος, καὶ τί γὰρ οὐχὶ τῶν τελούντων εἰς γνησιότητα γέγονέ ποτε τῷ Σωτῆρι καὶ αὐτὸς ὁ προδότης, ἅτε δὴ τοῖς ἑτέροις ἐγκατειλεγμένος ἁγίοις μαθηταῖς, οἳ τὸν αὐτὸν ἔχοντες τῷ Σωτῆρι σκοπὸν, καὶ τὴν τῶν Ἰουδαίων συμπεριθέοντες χώραν, ὑπηρέται γοργοὶ τῶν θαυμάτων ἐγίνοντο, καὶ πάντα πράττειν ἠπείγοντο τὰ εἰς τιμὴν καὶ δόξαν αὐτοῦ· ἀλλ᾽ ὁ γνωστὸς καὶ ἰσόψυχος, αἰσχρῶν λημμάτων ἠλλάξατο τὴν τοῦ τιμήσαντος χάριν.

Ἐπιτήρει δὲ πάλιν, ὅπως ἡμᾶς παραθήγει καλῶς ὁ σοφώτατος Εὐαγγελιστὴς εἰς τὸ βιοῦν ἐθέλειν ὅτι μάλιστα λογικώτατα, καὶ τῆς διανοίας ἐπασκεῖν τὴν ὀξύτητα πρὸς τὸ δύνασθαι καὶ λίαν εὐπετῶς τῶν θείων καθικνεῖσθαι θεωρημάτων, καὶ τῆς θεοπτίας ἐξακριβοῦν ὅσον ἔνι τοὺς λόγους ἐπείγεσθαι. τὰ διαπρεπῆ τετιμῆσθαι καὶ ἠγαπῆσθαί φησιν ἑαυτὸν παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὡς καὶ ἀνακεῖσθαι πλησίον, καὶ αὐτῷ τῷ κόλπῳ τῷ δεσποτικῷ, δεῖγμα τῆς εἰς αὐτὸν ὑπερφυοῦς ἀγαπήσεως τὸ πρᾶγμα ποιούμενος. πλησίον οὖν ἄρα Θεοῦ καὶ ἐν πρώτοις ὥσπερ ἔσονται τόποις τοῖς παρ᾽ αὐτῷ μάλιστα δὴ πάντων οἱ τὴν καρδίαν ἔχοντες καθαρὰν, οἷς καὶ ἐξαίρετον ἀπονέμει γέρας καὶ αὐτὸς ὁ Σωτὴρ, μακαρίους ἔσεσθαι λέγων τοὺς καθαροὺς “τῇ ”καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.” καὶ παροίσομεν εἰς ἀπόδειξιν τοῦ ἀληθῶς εἰρῆσθαι τὸν λόγον, αὐτὸν δὴ τουτονὶ τὸν σοφώτατον Εὐαγγελιστήν. τεθέαται γὰρ τὴν δόξαν Χριστοῦ, κατὰ τὴν αὐτοῦ φωνήν “Τεθέαμαι γὰρ τὴν δόξαν ”αὐτοῦ, φησὶ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης “χάριτος καὶ ἀληθείας.” οὐ γὰρ δὴ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐπαθρήσαι τις ἂν τὴν ὅλῃ κτίσει παντελῶς ἀθέατον φύσιν. οὐ γὰρ “ἑώρακέ τις τὸν Πατέρα,” κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, “εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ·” τουτέστιν ὁ Υἱός· “οὗτος ἑώρακε τὸν Πατέρα.”

τοῖς γεμὴν κηλῖδος τῆς κοσμικῆς καὶ φροντίδος εἰκαίας, τῆς ἐν τῷδε τῷ βίῳ φημὶ, τὸν νοῦν ἔχουσιν ἀπηλλαγμένον, διὰ λεπτῆς ἄρα καὶ τάχα τῆς ὑπὲρ νοῦν θεωρίας τὴν οἰκείαν δόξαν ἀποκαλύπτει Χριστὸς, δεικνὺς ἐν αὐτῇ καὶ τὴν τοῦ Πατρός. διὰ γὰρ τοῦτο ἔφασκεν “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.” <Βάψας οὖν τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ, καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς.> Ἐναργέστατον μὲν τοῖς ἑαυτοῦ μαθηταῖς τὸ τοῦ προδιδόντος σημεῖον ἔδειξεν ὁ Σωτήρ. βάψας γὰρ ἐπιδέδωκε τὸ ψωμίον, τὸν ἐσθίοντα τὸν ἄρτον αὐτοῦ διὰ τούτου καθιστὰς ἐμφανῆ, καὶ τὸν ἐπαίρειν μέλλοντα τὴν πτέρναν αὐτοῦ. τὸν γεμὴν τῆς εἰς Χριστὸν δυσσεβείας τε καὶ μιαιφονίας ἡγεμόνα καὶ πρύτανιν, καὶ τῶν ὅλων κατασκευαστὴν εἰσπεπηδηκέναι φησὶν ὁ σοφώτατος Εὐαγγελιστὴς εἰς τὴν τοῦ προδότου καρδίαν, καὶ ὅλον ἐν αὐτῷ γενέσθαι τὸν σατανᾶν μετὰ τὴν ἐπίδοσιν τοῦ ψωμίου. καὶ μήτις οἰέσθω πάλιν, τοῦ δεδέχθαι τὸν σατανᾶν τὸ ψωμίον τῷ προδότῃ γενέσθαι παραίτιον.

οὐ γὰρ εἰς τοσοῦτον ἀποπληξίας ἥξομεν μέτρον, ἀλλ᾽ οὐδὲ τῆς καθηκούσης ἔρημοι γεγονότες φρενὸς, εἰσόδου πρόφασιν δεδόσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοήσομεν, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν οὐκ ἔξω τῆς ἀληθείας τὸν ἐπ᾽ αὐτῷ καθιστάντες λόγον Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς αὐτὸν τετελεσμένης, καὶ οὐδενὸς τὸ παράπαν ἐλλείψαντος τῶν τελούντων εἰς τιμὴν καὶ διάθεσιν, τῶν αὐτῶν εἴχετο σπουδασμάτων, οὐ ταῖς μεταγνώσεσι τὸ κακῶς δόξαν ἐπανορθούμενος, οὐ μεθίσταται τὴν καρδίαν ἐκ τῆς ἀθέσμου βουλῆς, οὐ δακρυῤῥοήσας ὅλως ἐφ᾽ οἷς καὶ μόνον ἐνθυμηθῆναι τετόλμηκεν, ἀλλ᾽ ἔτι χειρόνως διψήσας τῆς δυσσεβείας τὸ πέρας, διὰ τολμημάτων ἡττῆσθαι κακῶν, εἰσῆλθε λοιπὸν ὁ σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάττοντος ἐρήμην νήψεως ἀναπετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν, θερμόν τε ἤδη πρὸς τὸ βούλεσθαι δρᾶν ἅπερ ἂν ἐθέλῃ καὶ διασκέψηται.

Τετριμμένον δὲ ὥσπερ τοῦτο τῷ πονηρῷ, διὰ πάσης ὥσπερ ἰόντες τῆς θεοπνεύστου γραφῆς εὑρήσομεν. πρόσεισι μὲν γὰρ ἐν ἀρχαῖς τὴν τῶν σεβομένων τὸν Θεὸν δοκιμάζων καρδίαν, καὶ πονηροὺς ἐν πρώτοις κατασπείρει λογισμοὺς, καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς πρὸς πᾶν εἶδος ἡμᾶς ἐρεθίζει πταισμάτων· μάλιστα δὲ πρὸς ἐκεῖνο πίπτει βαρὺς, πρὸς ὅπερ ἂν βλέπῃ προπεπονθότας ἤδη καὶ προηττωμένους. συνεργάτην γὰρ ὥσπερ ταῖς ἑαυτοῦ δυστροπίαις ἀεί πως δέχεται τὴν ἡμετέραν ἀσθένειαν, καὶ τὸ προαδικῆσαν πάθος τὸν ἡμέτερον νοῦν· οἷον φέρε εἰπεῖν, παρενοχλεῖ μὲν τῷ δεῖνι τυχὸν καὶ θερμὴν ἐπάγει τὴν αἴσθησιν τὸ τῆς σαρκικῆς ἡδονῆς βδελυρώτατον κίνημα· ἑτέρῳ δὲ τὸ κερδῶν ἡττᾶσθαι κακῶν, καὶ ἀνοσίων χρημάτων πορισμὸν ἄριστον εἶναι δοκεῖ πως καὶ τοῦτο τετίμηται. ὅταν οὖν προσίῃ μαχόμενος, σύνοπλον ποιεῖται τὸ προκρατῆσαν ἐν ἡμῖν καὶ προπολεμῆσαν πάθος, καὶ δι᾽ ἐκείνου πάντως ἡμῖν τὸν τῆς ἀπωλείας μηχανᾶται τρόπον.

ὥσπερ γὰρ εἴ τις τῶν ἄριστα πολεμαρχεῖν εἰωθότων, πόλιν τινὰ κύκλῳ περισχὼν, καὶ διὰ πάσης μηχανῆς εἰσελθεῖν ἐπειγόμενος ἐπὶ τὰ τοῦ τείχους ἠσθενηκότα μέρη, προσκομίζεσθαι κελεύει τὰς ἑλεπόλεις, εὐκαίρως αἱρήσειν ἐντεῦθεν εἰδώς· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ὁ σατανᾶς, ὅτε τὴν ἀνθρώπου ψυχὴν ἐκπολιορκῆσαι βούλεται, πρὸς τὸ ἀτονῆσαν μέρος ἐν αὐτῇ χωρεῖ, καταστρέψειν οὕτως εὐκόλως οἰόμενος, ὅταν ἴδῃ μάλιστα μηδεμίαν ἐπιδεχομένην τὴν ὄνησιν, δι᾽ ὧν ἦν εἰκὸς ἀδικεῖσθαι τὸ πάθος, οἷον εἰσηγήσεις ἀγαθὰς, τοὺς ἐπ᾽ ἀνδρείᾳ παροξυσμοὺς, τὰς εἰς εὐσέβειαν ὑπομνήσεις, καὶ τὴν μυστικὴν εὐλογίαν. καταργεῖ γὰρ μάλιστα δὴ τοῦτο τοῦ διαβόλου τὸν ἀνδροκτόνον ἰόν.

Οὐκοῦν ὁ προδότης οὐκ ἐλέγχους ἐδυσωπήθη τοὺς ἔτι λεληθότως καὶ ἐν παραβύστῳ προκεκομισμένους, ἀλλ᾽ οὐδὲ τὴν ἄμαχον τῆς ἀγάπης ἰσχὺν, οὐ τιμὴν καὶ δόξαν καὶ χάριν, οὐ τὴν εὐλογίαν τὴν παρὰ Χριστοῦ· ἀπερισκέπτως δὲ ὥσπερ καὶ ἀπερικλάστῳ τόνῳ πρὸς ἐκεῖνο καὶ μόνον ὁρῶν, εἰς ὅπερ ἤδη προήττητο, τῆς φιλοκερδείας νόσημά φημι, λοιπὸν ὁλοκλήρως ἥλω τε καὶ πέπτωκεν. οὐ γὰρ ἔτι σύμβουλον ἔχει τὸν σατανᾶν, ἀλλ᾽ ὅλης ἤδη τῆς καρδίας δεσπότην καὶ κατεξουσιαστὴν ποιεῖται τῆς ἑαυτοῦ διάνοιας, τὸν ἐν ἀρχαῖς ψιθυρίζοντα. εἰσῆλθε γὰρ εἰς αὐτὸν, κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν.

Φυλακτέον οὖν ἄρα, καὶ παντὶ σθένει παραιτητέον τὰς ἐκ τῶν προπαθειῶν ζημίας· χρῆναι δὲ δεῖν διαμεμνῆσθαι τοῦ λέγοντος “Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, ”τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας “μεγάλας.” ἀνάγκη μὲν γὰρ ἀνακτίζεσθαί πως ἐν δυνάμει λογισμῶν ταῖς ἡμετέραις καρδίαις τὸ τοῦ ἐξουσιάζοντος πνεῦμα. εἰ γὰρ ἐν ἡμῖν τὸ δύνασθαι διακωλύειν, τοῦτό γε πλὴν ἐν ἡμῖν, τὸ κολάζειν παραχρῆμα τὸ ἀνελθὸν, καὶ μὴ ἐπιτρέπειν ῥιζοῦσθαι ταῖς ἐκ ῥᾳθυμίας ἐνδόσεσιν, ἀλλ᾽ ὥσπερ τινὰ πικρίας ἀρχὴν ἀποτέμνειν ἐπείγεσθαι, καὶ ἀπαρενόχλητον ἰέναι θελῆσαι τὸν νοῦν· ἤγουν εἰδέναι σαφῶς, ὅτι νικήσει κατὰ βραχὺ κολακεύων ὁ σατανᾶς, καὶ πάθοιμεν ἂν τοιοῦτον, ὁποῖον ὁ ψάλλων φησί “Πρὸ τοῦ με ταπεινω- ”θῆναι ἐγὼ ἐπλημμέλησα.” πρὸ γὰρ τοῦ παθεῖν τελείως τὴν ἁμαρτίαν, προπλημμελοῦμεν ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν, τιμῶντές τε αὐτὴν καὶ καταδεχόμενοι καὶ τόπον εἰσόδου διδόντες διὰ τούτου τῷ σατανᾷ. ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. <Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.> Ἀπᾷδον μὲν ἴσως καὶ οὐ σφόδρα συμβαῖνον τοῖς ἤδη προειρημένοις δόξειεν ἂν εἶναί τῳ τυχὸν τὸ προκείμενον.

ἀνθ᾽ ὅτου γὰρ δὴ, φήσειεν ἂν καὶ οὐκ ἀπὸ σκοποῦ, διελέγχων, κεκρυμμένως δὲ καὶ οὐκ ἐναργῶς ἀποτρέπων ὁ Κύριος τῆς εἰς αὐτὸν μιαιφονίας τὸν προδιδόναι σπουδάζοντα, νῦν πρὸς αὐτὴν παραθήγων ὁρᾶται, ἀμελλητὶ δὲ βαδίζειν πρὸς τὸ οὕτω μυσαρόν τε καὶ ἀνόσιον διακελεύεται σπούδασμα; καίτοι τί μᾶλλον τὸν οἴκοθεν ἔδει νοσοῦντα παροτρῦναι, φησὶ, πρὸς τοῦτο καὶ τεθηγμένον ἐξ ἑαυτοῦ, καὶ οὐχὶ μᾶλλον ἀνασειράζειν ταῖς νουθεσίαις ἐπὶ τὸ ἄμεινον, καὶ τῆς προτεθείσης αὐτὸν ἀνακόψαι βουλῆς; καὶ δοίη μὲν ἄν τις σφόδρα τοῦ πρέποντος διαμαρτεῖν λογισμοῦ τὴν ἐπὶ τούτῳ καταβοὴν, ὀξυωπέστερον γεμὴν τοῖς ἐν τῷ προκειμένῳ θεωρήματι ἐνείρας τὸν νοῦν, ἀτόπως μὲν οὐδὲν εἰρημένον εὑρήσει, δριμεῖαν δὲ μᾶλλον αὐτοῖς ἐνυπάρχουσαν σύνεσιν, ἣν καὶ ὅπως ἂν δύνωμαι διὰ βραχέων εἰπεῖν πειράσομαι.

Προνοητικώτατα τοίνυν ἐν τοῖς προλαβοῦσιν ὁ σοφὸς Εὐαγγελιστὴς προεισπηδῆσαι καὶ εἰσελθεῖν εἰς τὴν τοῦ προδότου καρδίαν αὐτὸν ἔφη τὸν σατανᾶν, ἵνα φαίνηται λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς αὐτῷ μᾶλλον, ἤπερ ὄντως τε καὶ ἀληθῶς τῷ παρ᾽ αὐτοῦ δι᾽ ἀπροσεξίαν κεκρατημένῳ Ὃ ποιεῖς ποίησον τάχιον. ὅμοιον γὰρ, ὡς εἰ λέγοι σαφῶς Τὸ σὸν ἔργον ὅπερ οἶσθα μόνον, καὶ δρᾶν ἀεί σοι φίλον, ὦ σατανᾶ, ποίησον τάχιον· ἀπέκτεινας τοὺς προφήτας· ἐστρατήγεις γὰρ εἰς ἀσέβειαν Ἰουδαίοις· καὶ τότε καταλευσθῆναι παρασκευάσας τοὺς τὸν σωτήριον τοῦ Ἰσραὴλ πρεσβεύοντας λόγον, οὐδενὸς ἐφείσω τῶν ἀπεσταλμένων παρὰ Θεοῦ· πᾶσαν εἰς αὐτοὺς ἐπεδείξω τὴν ὑπὲρ λόγον ὠμότητα καὶ μανίας ὑπερβολήν. ἥκω τοιγαροῦν μετ᾽ ἐκείνους ἐγὼ, τοῖς μὲν ἔτι πλανωμένοις τὸ μηκέτι πλανᾶσθαι διδοὺς, τοῖς ἐν σκότει κατορθῶν τὸ ἐν φωτὶ γενέσθαι τῷ θείῳ, τοῖς εἰς τὴν σὴν παγίδα κατολισθήσασι καὶ θήραμα τῆς σῆς γενομένοις ὠμότητος, τὸ ἔξω βρόχων γενέσθαι δωρούμενος. ἥκω τῆς διὰ σὲ τυραννούσης ἁμαρτίας καταλύσων τὸ κράτος, καὶ τίς ὁ φύσει Θεὸς ἐπιδείξων ἀνθρώπῳ παντί· ἀλλ᾽ οἶδα λοιπὸν οὐ μετρίως τὴν σὴν ἀτίθασον φρένα. ὅπερ οὖν ἔθος σοι τολμᾶν ἐπὶ τοῖς τὰ τοιαῦτα κατορθοῦν ἐθέλουσι, πράττε καὶ νῦν. ἀνιάσεις γὰρ οὐδαμῶς ἐπιπίπτων ὀξὺς, καὶ σφόδρα δριμὺς ἐγκείμενος, ὅσον ἂν ἔσται τὸ πάθος δι᾽ ἐμοῦ βαδίσαν ἐν ἀρχῇ.

Καὶ ταυτὶ μὲν ἔγωγε τοῦ Σωτῆρος τὰ ῥήματα τὴν τοῦ προκειμένου δύναμιν ὑπαινίττεσθαί πως ὑπολαμβάνω· ἐπιταχύνεσθαι δὲ διὰ τί προστάττει τὰ τολμήματα, φέρε δὴ πάλιν διασκεπτώμεθα. καίτοι πάνδεινον μὲν τὸ τῶν ἀνοσίων εὑρίσκεται θράσος, ἐμπαροινεῖν ἀκαθέκτως ἑλομένων αὐτῷ· προσδοκᾶν γὰρ ἦν αἰκίσματα, καὶ δυσφημιῶν ὄχλον οὐ φορητὸν, πληγὰς καὶ ἐμπτύσματα, καὶ τὸ τελευταῖον ἐλεεινὸν τὸν ἐπὶ ξύλῳ θάνατον, ἥλους καὶ σταυρὸν, ὄξος καὶ χολὴν καὶ τὰ ἐκ λόγχης τραύματα· τί τοιγαροῦν ἐπισπεύδει, φησὶ, καὶ ἀμελλητὶ δρᾶσθαι βούλεται παρὰ τοῦ διαβόλου τὰ ἐπὶ τῷ πάθει τολμήματα; καὶ γὰρ ὑπηρέται γεγόνασιν Ἰουδαῖοι καὶ ὑπουργοὶ τῶν κακῶν, ἀλλ᾽ ἐκείνῳ τὸ πᾶν ἐπιθήσομεν στρατηγοῦντι πρὸς μιαιφονίαν, καὶ ἀπ᾽ ἀρχῶν ἐξάρχοντι τῶν κακῶν· ἀλλ᾽ εἰ καὶ σφόδρα δεινὰ τὰ εἰς Χριστὸν τῶν ἀνοσίων Ἰουδαίων τολμήματα, καὶ ἀφόρητος τῶν σταυρωσάντων ἡ ὕβρις, ἀλλ᾽ ᾔδει τοῦ πάθους τὸ πέρας, καὶ τί τὸ ἐντεῦθεν ἀποβησόμενον.

ἔμελλε γὰρ διὰ τοῦ τιμίου σταυροῦ πεσεῖσθαι μὲν εἰς τὸ παντελὲς ἡ τοῦ διαβόλου τυραννὶς, καταργεῖσθαι καὶ θάνατος, καὶ τὸ τῆς φθορᾶς ἀφανίζεσθαι κράτος, ἀπολύεσθαί τε τῆς ἀρχαίας ἐκείνης ἀρᾶς τὸ ἀνθρώπινον γένος, ἀργήσειν προσεδοκᾶτο λοιπὸν ἐκ φιλανθρωπίας καὶ χάριτος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τό “Γῆ εἶ καὶ εἰς ”γῆν ἀπελεύσῃ·” ἔμελλεν “ἀνομία πᾶσα,” κατὰ τὴν τοῦ προφήτου φωνὴν, “ἐμφράξειν τὸ στόμα αὐτῆς,” καὶ κατηγορεῖν μὲν οὐκέτι τῶν ὑπ᾽ αὐτὴν γεγονότων, ἀφανίζεσθαι δὲ παντελῶς ἔμελλον οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν ἀληθῶς φύσει καὶ μόνον οὐκ εἰδότες Θεὸν, οἳ τῇ εἰς Χριστὸν δεδικαίωνται πίστει, ἀνοιχθήσεσθαι λοιπὸν ἡ τοῦ παραδείσου προσεδοκᾶτο πύλη· ἔμελλε τοῖς ἀνωτάτω τὰ κάτω συνάπτεσθαι, καὶ ἀνοίγεσθαι μὲν οὐρανοὺς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· τὰ δὲ τῶν ἁγίων ἀγγέλων τάγματα ἀναβαίνειν καὶ καταβαίνειν ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. εἶτα τοσούτων εἰπέ μοι προσδοκωμένων ἀγαθῶν, καὶ λαμπρᾶς οὕτως ἐλπίδος ἀνατικτομένης ἡμῖν διὰ τοῦ σωτηρίου σταυροῦ· πῶς οὐκ ἔδει τὸν τὴν ἡμετέραν διψήσαντα σωτηρίαν, διά τε τοῦτο καθ᾽ ἡμᾶς γεγονότα χωρὶς ἁμαρτίας, τὸν οὕτω τριπόθητον ἐπείγεσθαι βλέπειν ἤδη παρόντα καιρόν; πῶς δὲ οὐκ ἐχρῆν τὸν οὐδὲν εἰδότα κακὸν καταφρονῆσαι μὲν τῶν ἐκ διαβολικῆς κακουργίας ἐσκευασμένων, ἐπείγεσθαι δὲ μᾶλλον ἐλθεῖν εἰς τὸν τριπόθητον καιρὸν τῆς οὕτω λαμπρᾶς ἑορτῆς;

Οὐκ εἰδότι τοιγαροῦν τῷ σατανᾷ, ὅτι τῆς ἑαυτοῦ καταστρατεύεται κεφαλῆς, ἀγνοήσαντί τε παντελῶς, ὅτι κατὰ κρημνοῦ τρέχει, τὸν ἐπὶ τοῦ σταυροῦ διαπήξας θάνατον, ἔφασκεν ὁ Σωτήρ Ὃ ποιεῖς ποίησον τάχιον· ἀπειλοῦντος γὰρ μᾶλλον ἢ προτρέποντος ὁ λόγος ἐστίν. ὥσπερ γὰρ νεανίας πρὸ ἥβης καὶ καλὸς καὶ σφριγῶσαν ἔχων ἐν τῷ σώματι δύναμιν, ὁρᾷ μὲν ἐφ᾽ ἑαυτῷ δρομαῖον ἰόντα τινὰ, ὀξεῖ δὲ πελέκει τὴν δεξιὰν ἐναρμόσας, καὶ εἰδὼς ὅτι τεθνήξεται πάντως ἐλθὼν, ἀναφθέγγοιτο τυχόν Ὃ ποιεῖς ποίει τάχιον· ὄψει γὰρ τῆς ἐμῆς δεξιᾶς τὴν δύναμιν· καὶ οὐ δήπου τεθνάναι σπουδάζοντος ἐρεῖ τις τὸ ῥῆμα, προειδότος δὲ μᾶλλον ὅτι νικήσει καὶ περιέσται τοῦ κακοῦν ἐθέλοντος αὐτόν· οὕτως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὀξυτέρῳ τρόπον τινὰ κεχρῆσθαι κελεύει δρόμῳ τὸν σατανᾶν εἰς τὰ ἐπ᾽ αὐτῷ τολμήματα. δείξει γὰρ ἤδη πεσόντα γελᾶσθαι τὸν ἀλιτήριον, ἐλευθέραν τε τὴν οἰκουμένην ἰδεῖν τοῦ πάλαι κρατήσαντος ἐκ πλεονεξίας καὶ νενικηκότος, ὡς ἐξ ἀπάτης, ὡς καὶ τῆς εἰς Θεὸν ἀποστῆσαι πίστεως. ἀγνοοῦσι γεμὴν οἱ μαθηταὶ τοῦ λόγου τὴν δύναμιν, οἰκονομικῶς, ὡς εἰκὸς, οὐκ ἀποκαλύψαντος αὐτοῖς τοῦ Χριστοῦ, ἐπεὶ καὶ ἐν ἑτέροις φαίνεται προδιδάσκων μὲν, ὅτι παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ ὅτι σταυρωθήσεται, καὶ ἀποκτανθήσεται, καὶ ἀναστήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ· παρεγγυώμενος δὲ μηδενὶ τὸ παράπαν τοιαῦτα λαλεῖν.

σκοπὸς γὰρ ἦν αὐτῷ λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τίς ἀληθῶς κατὰ φύσιν ἐστὶν, ἵνα καὶ ἐλθὼν σταυρωθῇ, καὶ σταυρωθεὶς ἀνέλῃ τὸν θάνατον, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι κατορθώσῃ τὴν σωτηρίαν. κατακρύπτει τοιγαροῦν οἰκονομικῶς τὰ πλεῖστα τῶν λεγομένων· πάντα γὰρ οἶδεν ὡς Θεὸς τὰ συμφέροντα. <Τινὲς δὲ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.> Οὐ συνιέντες οἱ μαθηταὶ τοῦ λόγου τὴν δύναμιν, ἐπὶ τὰς συνήθεις ὑπονοίας εὐπετέστερον τρέχουσι, καὶ ἅπερ ἦν ἔθος τῷ Σωτῆρι προστάττειν, ταῦτα πάλιν αὐτὸν οἴονται δηλοῦν. ἐγγὺς γὰρ οὔσης τῆς ἑορτῆς, προσεδόκησάν τι τῶν εἰς αὐτὴν ἐπιτηδείων ἐκπρίασθαι κελεύειν αὐτῷ τῷ γλωσσόκομον ἔχοντι, ἤγουν μάλιστα τὸ αὐτῷ περισπούδαστον ἐξανῦσαι προστάττειν, τουτέστι, τὰ τοῖς δεομένοις ἐπαρκέσαι δυνάμενα, κατά γε τὸ τῶν προσκομιζομένων μέτρον. χρηστὸς γὰρ καὶ ἐλεήμων ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. ἄριστος δὲ σφόδρα καὶ ἡμῖν αὐτοῖς ὁ τοῦ πράγματος εὑρεθήσεται τύπος. χρῆναι γὰρ οἶμαι τοὺς ἑορτάζειν ἐθέλοντας, καθαρῶς τε καὶ ἀρεσκόντως Θεῷ, οὐχὶ μόνης τῆς σφῶν αὐτῶν εὐθυμίας ποιεῖσθαι λόγον, οὐδὲ ὅπως ἂν αὐτοὶ καὶ μόνοι διατελοῖεν ἱλαρῶς προνοεῖν, συναναπλέκειν δὲ μᾶλλον τῇ οἰκείᾳ φροντίδι καὶ τὴν ἐπὶ τοῖς δεομένοις φειδώ.

τότε γὰρ τότε τὸν τῆς εἰς ἀλλήλους ἀγάπης ἀποπληροῦντες θεσμὸν, ἑορτὴν ὄντως πνευματικὴν ἐπιτελέσομεν τῷ Σωτῆρι Χριστῷ. τοιγάρτοι καὶ ὁ πάλαι τοῖς Ἰουδαίοις διακελευσθεὶς νόμος ἐν τῇ τοῦ μάννα συγκομιδῇ, οὐ μόνοις αὐτοῖς ἐφίησι συλλέγειν τοὺς τοῦτο πράττειν ἰσχύοντας· “Ἕκαστος γὰρ, φησὶ, καὶ ”τοῖς συσκήνοις ὑμῶν συλλέξατε.” εἰ γάρ τις ἠτόνησε τῶν ὁμοσκήνων αὐτοῖς, οἱ μὴ τοῦτο πεπονθότες, κιχρῶντες ὥσπερ αὐτῷ τὴν ἰδίαν ἰσχὺν, συνεκόμιζον τῷ οἰκείῳ μέτρῳ καὶ τὸ τοῖς ἑτέροις ἀρκοῦν, ἵνα κατὰ τὸ γεγραμμένον, ὁ μὲν τὸ πολὺ μὴ πλεονάσῃ, ὁ δὲ τὸ ἔλαττον μὴ ἐλαττωθῇ. οὕτω γὰρ ἦν, ἀνακράσεως ὥσπερ τινὸς γενομένης, τὸν τῆς ἰσότητος ἅπασι σώζεσθαι λόγον. ἀδικεῖ τοιγαροῦν τὸν ταῖς ἁγίαις ἑορταῖς πρέποντα τύπον, ὁ μὴ τῇ οἰκείᾳ φροντίδι τὴν τῶν δεομένων συναναμιγνύς. εἴη γὰρ ἂν ὄντως ἑορτὴ τελεία τὸ σύναμμα. <Λαβὼν δὲ τὸ ψωμίον εὐθὺς ἐξῆλθεν ἐκεῖνος. ἦν δὲ νύξ.> Δρομαῖος ἄπεισιν ἐπὶ τὸ τῷ διαβόλῳ δοκοῦν, καὶ καθάπερ οἰστρῶν καὶ δεδονημένος τῆς μὲν ἑστίας ἐξάλλεται· κρεῖττον δὲ ὅλως οὐδὲν τῆς φιλοκερδείας ὁρᾷ, καὶ τό γε παράδοξον, οὐδὲν ἐκ τῆς εὐλογίας ὠφελημένον εὑρήσομεν, διὰ τὴν ἐνοῦσαν αὐτῷ δηλονότι δυσκάθεκτον εἰς τὸ χρηματίζεσθαι ῥοπήν. προκεκρατημένος γὰρ τῷ πάθει, καὶ ὁλόκληρον ἑαυτῷ τὸν ἁπάσης ἀνομίας ὠδίνων πατέρα, οὐδὲ ὅποι ποτὲ τρέχει λοιπὸν ὁ δείλαιος διασκέπτεται.

νύκτα γὰρ οὖν ὥσπερ τινὰ καὶ ζοφώδη διαλογισμῶν ἀνοσίων ἐσμὸν ἐν στέρνοις ἑλὼν, εἰς ᾅδου πυθμένα καὶ εἰς πέταυρον καταντᾷ, καὶ κατὰ τὸν ἐν παροιμίαις λόγον, ὡς ἔλαφος ἐπισπεύδει “πεπληγὼς εἰς τὸ ἧπαρ τοξεύματι,” ἢ ὡς κύων ἐπὶ δεσμοὺς “οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.” καί μοι δοκεῖ μὴ μάτην εἰπεῖν ὁ θεσπέσιος Εὐαγγελιστὴς, ὅτι λαβὼν τὸ ψωμίον ἐξῆλθεν εὐθύς. δεινὸς γὰρ ὁ σατανᾶς εἰς τὸ τοῖς ἅπαξ ἁλοῦσι καὶ ὑπ᾽ αὐτὸν γεγονόσι προστάττειν εὐθὺς ἐξανύειν τὰ πονηρὰ, καὶ μελλήσεως ἁπάσης δίχα τὸ δοκοῦν αὐτῷ κατεργάζεσθαι καὶ οὐχ ἑκόντας ἀναγκᾶσαι. δέδιεν ἴσως, πικρόνους τε ὑπάρχων ἀεὶ καὶ δριμὺς εἰς κακουργίαν, μὴ ἄρα τις ἐν ταῖς ὑπερθέσεσι παρεισδραμοῦσα μετάγνωσις μεταβουλεύσασθαί τι τῶν ἀγαθῶν παρασκευάσῃ τὸν ἄνθρωπον, καὶ καθάπερ τινὰ μέθην ἀποθέσθαι τοῦ νοῦ τὴν εἰς ἁμαρτίαν ἡδονὴν, ἔξω τε παγίδος ἑλκύσῃ τῆς παρ᾽ αὐτοῦ τὸν ἤδη κατειλημμένον. διὰ ταύτην οἶμαι τὴν αἰτίαν ἐπικεῖσθαι τὸν ἀλιτήριον τοῖς ὑπ᾽ αὐτὸν γεγονόσιν, εἰς τὸ δρᾶν ἐπείγεσθαι καὶ μάλα γοργῶς τὸ ἀρέσκον αὐτῷ.

καὶ γοῦν τὸν Ἰούδαν μετὰ τὸ ψωμίον εὐθὺς ἀναγκάζει λοιπὸν, ὡς ὑπὸ χεῖρα λαβὼν, ἐπὶ τὴν οὕτως ἀνόσιον ἰέναι πρᾶξιν, δεδιὼς κατά γε τὸ εἰκὸς ὁμοῦ τῇ μεταγνώσει καὶ τὴν ἐκ τῆς εὐλογίας δύναμιν, μὴ ἄρα πως ἐν τῇ τοῦ ἀνθρώπου καρδίᾳ φωτὸς ἀναλάμψασα δίκην, ἀγαθουργεῖν ἀναπείσῃ προελέσθαι μᾶλλον αὐτὸν, ἤγουν τὸ φρόνημα τὸ γνήσιον ἐντέκῃ, τῷ καὶ προδοῦναι λοιπὸν ἀναπεπεισμένῳ.

Ὅτι γὰρ ἔθος τοῦτο πράττειν ἀεὶ καθ᾽ ἡμῶν τῷ δαίμονι, καὶ διὰ τῶν ἐν τύπῳ γεγονότων γνωσόμεθα. ἐποιήσατο μὲν γὰρ ὑπὸ χεῖρα τοὺς Ἰουδαίους ὁ Φαραὼ κατ᾽ Αἰγύπτον ὄντας ἔτι, πηλῷ δὲ καὶ πλινθείᾳ καὶ ταῖς τῶν ἔργων ἀνάγκαις ἐγκατατρύχεσθαι πικρῶς ἐπιτάξας αὐτοὺς, οὐδένα τε ταῖς πρὸς Θεὸν ἱκετείαις ἐδίδου καιρόν. καὶ γοῦν πρὸς τοὺς τῶν ἔργων ἐπιστάτας “Βαρυνέσθω, φησὶ, τὰ ἔργα τῶν ἀνθρώπων ”τούτων, καὶ μὴ μεριμνάτωσαν λόγοις κενοῖς·” λόγους κενοὺς ὀνομάζων τὴν εἰς ἐλευθέραν ἕξιν ἀναδρομὴν καὶ τὴν ἐπὶ τούτῳ διάπυρον ἐπιθυμίαν, καὶ τὸν ἐπὶ τῇ δουλείᾳ θρῆνον, καὶ τὴν ἐπὶ τῶν καλλίστων προσευχήν. οὐκ ἠγνόει γὰρ διὰ τῆς ἐν τούτοις σχολῆς οὐ μικρὰν εὑρήσοντας ὄνησιν. ἀπὸ δὴ τῶν τύπων ἐπὶ τὴν τῶν ἀληθεστέρων θεωρημάτων ἰόντες ἐπίγνωσιν, κατεπείγοντα σφόδρα τὸν σατανᾶν εὑρήσομεν πρὸς τὸ χρῆναι πράττειν τὰ πονηρὰ τοὺς εἴσω πεσόντας τῶν παρ᾽ αὐτοῦ δικτύων, καὶ ὁλοκλήρως ἤδη κεκρατημένους εἰς ὑπουργίαν τῶν ἀρεσκόντων αὐτῷ. <Ὅτε οὖν ἐξῆλθε, λέγει ὁ Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. καὶ αὐτὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.> Ἔξεισι μὲν ὁ προδότης τοῖς τοῦ διαβόλου στρατηγήμασιν ὑπηρετήσων· ἄρχεται δὲ τοῦ λόγου Χριστὸς, οὐκ εἰς τὰς πάντων ἀκοὰς τὰ μόνοις πρέποντα τοῖς γνησίοις λαλεῖσθαι δεῖν ὡς ἐν τύπῳ καὶ διὰ τούτου διδάσκων.

οὐ γὰρ διδόναι προσήκει τὸ ἅγιον τοῖς κυσὶ, κατὰ τὴν αὐτοῦ φωνὴν, ἀλλ᾽ οὐδὲ τοῖς ὑῶν ἐνυβρίζεσθαι ποσὶ τοὺς μαργαρίτας ἐᾶν. ὅπερ οὖν ἔφη καὶ πρότερον, ὡς ἐν εἴδει παραβολῆς, τοῦτο πειρᾶται διδάσκειν καιροῦ καλοῦντος εἰς ἔργον καὶ σαφεστέραν ἐπίδειξιν. μετὰ τοίνυν τοῦ προδότου τὴν ἀπόστασιν καὶ τῆς ἑστίας τὴν ἀποδρομὴν, ἀνακοινοῦται λοιπὸν, ὡς ἐν καιρῷ τῷ πρέποντι, τοῖς γνησίοις τῶν μαθητῶν τὰ μυστήρια καί φησι Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ σημαίνει μὲν διὰ τούτου τὸ σωτήριον πάθος, ὡς ὂν ἐπὶ θύραις τε καὶ ἤδη παρεσόμενον μετὰ βραχύ. δεδοξάσθαι γεμὴν τὸν υἱὸν τοῦ ἀνθρώπου φησὶν, οὐχ ἕτερόν τινα λέγων παρ᾽ ἑαυτὸν, οὐ διῃρημένως, καθάπερ ἔδοξέ τισιν· εἷς γὰρ Υἱὸς ὁ Χριστὸς, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ πρὶν ἄνθρωπος γένηται καθ᾽ ἡμᾶς, καὶ ὅτε γέγονεν ἄνθρωπος. τὸ δὲ ὅπως δεδοξάσθαι διισχυρίζεται, ζητητέον· φαῖεν γὰρ ἴσως τινές Ἢ γὰρ οὐχὶ καὶ πρότερον τερατοποιεῖν ἐδοξάζετο; καίτοι θάλασσαν μὲν ἀγριαίνουσαν ἑνὶ δυσωπήσας λόγῳ, καὶ βιαιοτάτων πνευμάτων ἀνακόψας φορὰν, προσεκυνήθη μὲν παρὰ τῶν ἐν τῷ πλοίῳ τότε, ἤκουσε δὲ ὅτι “Ἀληθῶς Θεοῦ υἱὸς εἶ.”

καὶ μὴν καὶ τὸν ἐν τῇ Βηθανίᾳ Λάζαρον παλινδρομῆσαι προστάξας εἰς ζωὴν, διαβόητον ἔσχε τὸ θαῦμα, ὡς καὶ ἀναβαίνοντι κατὰ τὸν τῆς ἑορτῆς καιρὸν εἰς Ἱεροσόλυμα προυπαντῆσαι σύμπαντας ὁμοῦ τοῖς νηπίοις, καὶ ἀξιάγαστον αὐτῷ τὴν εὐφημίαν ἀναπλέκειν λέγοντας “Εὐλογημένος ὁ ”ἐρχόμενος ἐν ὀνόματι Κυρίου.” ἀλλὰ καὶ πέντε διακλάσας ἄρτους ποτὲ καὶ ὀψάρια δύο, κορεσθῆναι παρεσκεύασε τὴν τῶν ἐπ᾽ αὐτὸν συνδεδραμηκότων πληθὺν, δίχα νηπίων καὶ γυναικῶν, εἰς πέντε συντείνουσαν χιλιάδας ἀνδρῶν. ἐδόκει δὲ οὕτως εὐκλεὲς τὸ τερατουργούμενον εἶναί τισιν, ὡς τὴν τοῦ πράγματος καταπεπληγμένους ὑπεροχὴν, ζητεῖν αὐτὸν ἀναδεῖξαι καὶ βασιλέα· τοῦτο γὰρ αὐτὸς ἡμῖν ὁ Εὐαγγελιστὴς διεμαρτύρατο. χαλεπὸν δὲ οὐδὲν καὶ δι᾽ ἑτέρων ὅσων καὶ σφόδρα πλατὺν ἰέναι τὸν λόγον, τῶν ἀρτίως ἡμῖν ἀπηριθμημένων πραγμάτων κατ᾽ οὐδὲν ἡττωμένην τὴν δόξαν ἐχόντων. πῶς οὖν ἄρα λοιπὸν ὁ καὶ πάλαι δεδοξασμένος, ἑαυτὸν νυνὶ δεδοξάσθαι φησί; δεδόξασται γὰρ καὶ δι᾽ ἑτέρων, καὶ θεοπρεποῦς ἐξουσίας ὑπόληψιν ἔχων ἐφαίνετο· τὸ γεμὴν τῆς δόξης τέλειον καὶ τῆς εὐκλείας τὸ πλῆρες ἐν ἐκείνῳ πάντως ἦν, ἐν τῷ παθεῖν αὐτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ δι᾽ ἑαυτοῦ τῆς ἁπάντων ἀναστάσεως καινοτομῆσαι τὸν τρόπον.

βασανίζοντες γὰρ ὡς ἔνι καλῶς τοῦ κατ᾽ αὐτὸν μυστηρίου τὸν λόγον, οὐχ ἑαυτῷ τυχὸν, οὐδὲ κυρίως δι᾽ ἑαυτὸν τεθνεῶτα κατοψόμεθα, ἀλλ᾽ ὑπὲρ ἁπάσης τῆς ἀνθρωπότητος παθεῖν τε καὶ δρᾶσαι, τό τε πάθος αὐτὸ, καὶ μετ᾽ ἐκεῖνο τὴν ἀνάστασιν. τέθνηκε μὲν γὰρ κατὰ τὴν σάρκα τῆς ἁπάντων ζωῆς ἀντίῤῥοπον τὴν ἰδίαν ἀποδεικνὺς, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποπληρῶν ἀρᾶς ἐν ἑαυτῷ τὴν δύναμιν ὁ πάντων ἀντάξιος. ἐγήγερται δὲ πάλιν ἐκ νεκρῶν εἰς ἀκήρατόν τινα καὶ ἀκατάληκτον ζωὴν, ὅλην ἐν ἑαυτῷ διανιστὰς τὴν φύσιν. ἅπαξ γὰρ ἀποθανὼν, κατὰ τὸ γεγραμμένον, “οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. ὃ γὰρ ”ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ “Θεῷ.” τοῦτο καὶ ἐφ᾽ ἡμῖν αὐτοῖς ἀληθὲς ἔσται διὰ Χριστόν. ἐγερθησόμεθα γὰρ ἔτι εἰς θάνατον οὐχὶ, ἀλλ᾽ εἰς ζωὴν τὴν ἀπέραντον, εἰ καὶ πολλὴ μετὰ τοῦτο τῶν ἀνισταμένων ἡ διαφορὰ, κατά γε τὸ ἐν δόξῃ φημὶ, καὶ τὴν τοῖς ἑκάστου τρόποις χρεωστουμένην ἀντίδοσιν. γενόμενος τοίνυν “ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ ”σταυροῦ,” κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὑπερυψώθη πάλιν λαβὼν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.

ὁ γὰρ νομισθεὶς ἄνθρωπος εἶναι ψιλὸς, ὑπερεδοξάσθη λίαν, Θεὸς ὄντως καὶ Υἱὸς τοῦ Θεοῦ κατὰ ἀλήθειαν ἀναδεδειγμένος, οὐκ εἰς καινὸν ἀξίωμα κεκλημένος τὸ εἶναι φύσει Θεὸς, ἀλλ᾽ εἰς ὅπερ ἦν καὶ πρὸ σαρκὸς, εἰς τοῦτο δὴ πάντως καὶ μετ᾽ αὐτῆς ἀναδραμὼν τῆς σαρκὸς, κατὰ τοῦτο δεδοξάσθαι νομιοῦμεν αὐτὸν, καίτοι τῆς δόξης ὄντα διὰ παντὸς Κύριον. καινὸν γὰρ οὐδὲν ἐν Χριστῷ τῶν θεοπρεπῶν ἀξιωμάτων εὑρίσκεται, ἔχων δὲ πάντα φυσικῶς, ὡς Θεὸς, καὶ πρὸ τῆς λεγομένης κενώσεως· ἀλλὰ καὶ τῆς ληφθείσης τοῦ δούλου μορφῆς, ἐπειδήπερ ἑαυτὸν ἀνεβίβασεν εἰς ἐκεῖνα πάλιν, καὶ ὅτε γέγονεν ἄνθρωπος, δεδοξάσθαι νοεῖται, καὶ εἰληφέναι λέγεται. δεδοξασμένῳ τοιγαροῦν τῷ Χριστῷ συνδεδόξασται πάντως καὶ ὁ Θεὸς καὶ Πατήρ. ἐδοξάσθη δὲ ἐν Υἱῷ, οὐ δόξης τινὰ προσθήκην λαβὼν παρὰ τοῦ ἰδίου γεννήματος· ἀνενδεὴς γὰρ τοιούτου παντὸς ἡ θεία τε καὶ ἄῤῥητος φύσις· ἀλλ᾽ ἐπείπερ ἐγνώσθη τίνος ἐστὶ Πατήρ. ὅνπερ γὰρ τρόπον δόξα καὶ καύχημα τῷ Υἱῷ τὸ τοιοῦτον ἔχειν κατὰ φύσιν γεννήτορα, τὸν αὐτὸν οἶμαι τρόπον καὶ αὐτῷ τῷ Πατρὶ δόξα καὶ καύχημα, τὸ τοιοῦτον ἔχειν ἐξ ἑαυτοῦ τὸν ἴδιον Υἱόν. διὰ τοῦτό φησιν Καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ καὶ εὐθὺς δοξάσει αὐτόν· ἅμα γὰρ ἐδοξάσθη Πατὴρ διὰ τὸν Υἱὸν, καὶ ἀντεδόξασεν εὐθὺς τὸν Υἱόν. ἐπ᾽ ἄμφω γὰρ δι᾽ ἀμφοῖν τὸ τῆς δόξης ὄνομα τρέχει.

Πλὴν ἵνα καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς τὴν τοῦ λόγου καταβιβάσωμεν δύναμιν, ὠφελείας τοῖς ἀκροωμένοις τίκτοντες ἀφορμὴν, ἐκεῖνο τούτοις ἐποίσομεν. εἰ δοξάζομεν ἐν ἑαυτοῖς τὸν Θεὸν, προσδοκήσωμεν ὅτι δοξασθησόμεθα παρ᾽ αὐτοῦ. ζῶ γὰρ ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ οὐκ ἐξουδενωθήσονται. δοξάζεται δὲ δι᾽ ἡμῶν καὶ ἐν ἡμῖν ὁ Θεὸς, ὅταν τὸν ἐκ τῆς ἁμαρτίας παρωσάμενοι ῥύπον, διὰ πάσης ἀγαθοεργίας τὸν οἰκεῖον καταφαιδρύνωμεν βίον. ζῶμεν γὰρ οὕτως εἰς δόξαν αὐτοῦ. <Τεκνία, ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι.> Ἐν τῇ τῶν τεκνίων τάξει, καὶ ἐν τοῖς ἀρτιτόκοις βρέφεσι κατατάττει τοὺς μαθητὰς, καίτοι πρὸς τοσοῦτον ἀρετῆς ἀναπηδήσαντας μέτρον, καὶ σύνεσιν ἔχοντας τὴν ὀλίγοις κατωρθωμένην· δεικνὺς διὰ τούτου, καὶ μάλα σαφῶς, ὅτι καὶ ὁ σφόδρα τέλειος ἐν ἀνθρώποις ὑποπτευθεὶς, νήπιός ἐστι παρὰ τῷ Θεῷ, καὶ βραχὺς τὰς φρένας. τί γὰρ ἡ ἀνθρώπου σύνεσις ὡς πρὸς τὴν τῶν ὅλων τεχνῖτιν σοφίαν; διὰ τοῦτό τις ψάλλων ἔλεγε πρὸς Θεόν “Κτηνώδης ἐγενή- ”θην παρὰ σοί.” καὶ οὐχὶ πάντως ἐρεῖ τις εἴ γε νοῦν ἔχοι, διὰ τοῦ κεκολλῆσθαι τῷ Θεῷ κτηνώδη λέγεσθαι τὸν ψάλλοντα· εἴη γὰρ ἂν τοῦτο πικρὸν τῆς θείας φύσεως κατηγόρημα, καὶ πολλὴν ἂν ἔχον ὁρῷτο τὴν ἀτοπίαν.

ὁ μὲν γὰρ ἀνθρώπῳ κολλώμενος σοφῷ καὶ παρ᾽ αὐτῷ γινόμενος· δεῖ γὰρ οἶμαι τὴν λέξιν τοῦ ψαλμοῦ συναρμόσασθαι διὰ τὴν χρείαν· κτηνώδης οὐκ ἂν γένοιτό ποτε, ἀγχίνους δὲ μᾶλλον καὶ συνετὸς καὶ δριμὺς εἰς φρόνησιν. εἰ δὲ δὴ τοῦτο φαίη τις ἂν καὶ μάλα δικαίως ὑπάρχειν ἀληθὲς, πῶς οὐκ ἂν οἴοιτο ληρεῖν, τὸν ᾧ γε πάρεστι φρονεῖν, ὅτι κτηνώδης ἔσται καὶ ἄνους ὁ παρ᾽ αὐτοῦ γενόμενος τῇ σοφίᾳ τοῦ Θεοῦ; τί οὖν ἄρα, φησὶν, ὅτι καὶ ὁ λίαν σοφὸς ἐν ἀνθρώποις, εἰ τῇ τοῦ Θεοῦ σοφίᾳ συγκρίνοιτο, κτηνώδης τε ὢν ὀφθήσεται, καὶ ἐν τοῖς οὐκ ἔχουσι νοῦν λογισθήσεται; ὅνπερ γὰρ τρόπον ὁ μικρότατος τῶν ἀστέρων οὐκ ἂν ταῖς ἡλίου φιλονεικοίη βολαῖς, ἀλλ᾽ οὐδὲ λίθος ὁ βαρὺς ὄρει τῷ πάντων ὑπερφερεῖ, οὕτως ἀνθρώπων σύνεσις οὐκ ἂν δύναιτό ποτε τῇ τοῦ Θεοῦ σοφίᾳ συγκρίνεσθαι, μᾶλλον δὲ οὐδὲν ὅλως ἔσται πρὸς ἐκείνην παντελῶς. τεκνίον οὖν ἄρα καὶ ὁ τέλειος.

Μικρὸν γεμὴν ἔτι χρόνον συνέσεσθαι τοῖς ἑαυτοῦ μαθηταῖς ἔφη Χριστὸς, οὐχ ὡς ἀφεστήξων παντελῶς, οὐδὲ εἰς ἅπαν καὶ ὁλοκλήρως ἀλλοτριούμενος· μεθ᾽ ἡμῶν γάρ ἐστι “πάσας ”τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος,” κατὰ τὴν αὐτοῦ φωνήν· ἀλλ᾽ ὅτι μετὰ σαρκὸς οὐ συνέσται, καθάπερ ἐχθὲς καὶ τρίτην· ἦν δὲ καὶ ἐπὶ θύραις, μᾶλλον δὲ εἴσω θυρῶν, ὁ καιρὸς τῆς ἐντεῦθεν ἀποδημίας πρὸς τὸν Πατέρα καὶ τῆς ἀνόδου τῆς εἰς οὐρανόν. διακεῖσθαι δὲ δεῖν ἀναγκαῖον εἶναί φημι, τοὺς οἵ γε φρονοῦσιν ὀρθῶς καὶ ἱδρυμένην ἔχουσι τὴν πίστιν, ὡς εἰ καὶ ἄπεστιν ἡμῶν τῇ σαρκὶ, τὴν πρὸς Θεὸν καὶ Πατέρα στειλάμενος ἀποδημίαν, ἀλλ᾽ οὖν τῇ θείᾳ δυνάμει περιέπει τὰ σύμπαντα, καὶ συμπάρεστι τοῖς ἀγαπῶσιν αὐτόν. διὰ γάρ τοι τοῦτο καὶ ἔφασκεν “Ἀμὴν ”ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ “ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.” ὥσπερ γὰρ ἀνθρώποις ἔτι συνδιαιτώμενος, καὶ ἐπὶ γῆς ὑπάρχων μετὰ σαρκὸς, ἐπλήρου μὲν οὐρανοὺς, συνῆν δὲ τότε τοῖς ἁγίοις ἀγγέλοις, οὐκ ἀπελείπετό τε τῶν ἄνω χώρων· οὕτω καὶ νῦν ὑπάρχων ἐν οὐρανοῖς μετὰ τῆς ἰδίας σαρκὸς, πληροῖ μὲν τὴν γῆν, σύνεστι δὲ τοῖς ἑαυτοῦ γνωρίμοις.

ἐπιτήρει δὲ ὅπως, καίτοι κατὰ μόνην τὴν σάρκα χωρίζεσθαι προσδοκῶν· σύνεστι γὰρ ἡμῖν τῇ δυνάμει τῆς θεότητος διὰ παντός· ἔτι μικρὸν χρόνον μεθ᾽ ἡμῶν ἔσεσθαί φησι, τελείως τε καὶ ὁλοκλήρως ἑαυτὸν ἀπὸ τοῦ μέρους σημαίνων, ἵνα μήτις εἰς υἱῶν δυάδα διατέμνειν ἐπιχειρῇ τὸν ἕνα Χριστὸν, ἀλλ᾽ ὡς ἕν τι νοῇ καὶ δέχοιτο, καὶ τὸν ἐκ Θεοῦ Πατρὸς γεννηθέντα Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ληφθέντα ναὸν, οὐχ ὅτι τῆς αὐτῆς οὐσίας εἰσὶν, ἀλλ᾽ ὅτι μετὰ τὴν ἄῤῥητον ἕνωσιν, ὁ τοῦ διακόπτειν λόγος οὐκ εὐσεβής· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. <Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν ἄρτι λέγω.> Οὐκ ἀζήμιον παντελῶς ἔσεσθαι τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἀποδημίαν φησὶ, τὴν ἑαυτοῦ δηλονότι. πρῶτον μὲν, ὅτι λύπῃ τῇ ἐπὶ τούτῳ κατατακήσονται, καὶ δύσοιστον ἕξουσι τῆς ἐντεῦθεν πικρίας τὸ βάρος. συνεῖναι γὰρ δὴ καὶ πάλιν αὐτῷ διψήσειν, οὐκ ἀμφίβολον, καὶ συνδιαιτᾶσθαι διὰ παντὸς ἐθέλειν αὐτοὺς, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος, καὶ αὐτῆς προτιθεὶς τῆς ἐνθάδε ζωῆς τὸ συνεῖναι Χριστῷ, κρεῖττον ἔφασκεν εἶναι “τὸ ἀναλῦσαι καὶ σὺν ”Χριστῷ εἶναι.”

ταῦτα συνεωρακὼς ὁ Χριστὸς, καὶ τὰς τῶν ἀγαπώντων αὐτὸν οὐκ ἀγνοήσας καρδίας, οὐ δίχα λύπης ἔσεσθαι τοῖς μαθηταῖς ἔφη τὴν ἑαυτοῦ ἄνοδον· ἀλλ᾽ ἦν τις ἐπὶ τούτῳ καὶ ἑτέρα πρόφασις ἀληθὴς, ζητεῖν ἀναγκάζουσα τὸ συνεῖναι Χριστῷ τοὺς ἁγίους μαθητάς. ὁμιλήσειν μὲν γὰρ ὅσον οὐδέπω κινδύνοις ἔμελλον οὐ μικροῖς, καὶ ταῖς Ἰουδαίων ἀκαθέκτοις ἀπονοίαις κατασφενδονᾶσθαι συχνῶς, ἀλλὰ καὶ ταῖς ἐξ ἑτέρων τινῶν περιπεσεῖσθαι μανίαις, ὅλην περιθέοντες τὴν οἰκουμένην, καὶ τοῖς ἔτι πλανωμένοις τὸν τοῦ Σωτῆρος διακηρύττοντες λόγον, ὡς δεσμωτηρίων πειρᾶσθαι, ὕβρεώς τε καὶ αἰκίας οὐκ ἀμοιρεῖν, καὶ ἑτέρων οὐδὲν ἧττον στρεβλώσεων εἰς πεῖραν ἐλθεῖν· καίτοι τῶν τοιούτων οὐδενὸς πεπειραμένοι πρότερον ἐν τῷ συνεῖναι Χριστῷ. ζητήσετε, φησὶ, τότε τοίνυν τὴν ἐμὴν μάλιστα συνουσίαν, ὅταν ὑμᾶς τὰ πολύτροπα τῶν πειρασμῶν ἐκταράττῃ κύματα. τοῦτο δὲ ἦν, οὐ πρὸς δειλίαν ἄγοντος, ἢ προκατακλῶντος τῷ φόβῳ τοὺς μαθητάς· ἐπαλείφοντος δὲ μᾶλλον εἰς εὐτονίας ἀνάληψιν, καὶ οἱονεὶ πρὸς τὴν τῶν ἔσεσθαι προσδοκωμένων ὑπομονὴν προευτρεπισθῆναι διδάσκοντος. οὐ γὰρ εὑρήσομεν ἀκερδὲς, μᾶλλον δὲ πολλὴν ἄν τις ἴδοι τὴν ὄνησιν ἔχον τὸ ἐν ψαλμοῖς ᾀδόμενον “Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην.”

τὸ μὲν γὰρ ὅλως οὐκ ἐλπισθὲν τῶν ἀδικεῖν εἰωθότων, δεινὸν εἰς θορύβους, καὶ ἀδόκητόν πως ἔχει τὴν ἔφοδον· τὸ δὲ ταῖς προσδοκίαις, καὶ τὸ τῷ προεγνῶσθαί τισι προδαπανῆσαν ἤδη τοῦ φόβου τὸ πλέον, οὐκ ἄκρατον ἔχει καθ᾽ ὧν ἂν ἐπίοι δύναμιν, προμελετησάσης αὐτὸ τῆς διανοίας, καὶ ὡς ἤδη παρὸν δεξαμένης πολλάκις, ὅσον εἰς ἐννοίας δύναμιν. ὥσπερ γὰρ εἴ τις αἱμοβόρος καὶ ἄγριος θὴρ, ἐκ μέσου ἀναδὺς εὐδένδρου τε καὶ δασείας τῆς λόχμης, ἐφάλλοιτό τινι τῶν οὐχ ὁρώντων αὐτὸν, σπαράττει μὲν λίαν οὐ προσδοκῶντα τὴν ἔφοδον, ἀναιρεῖ δὲ πρὸς μάχην οὐκ εὐτρεπισθέντα λαβών· ὁ δὲ πόῤῥωθεν ὀφθεὶς, καὶ ὅτι παρέσται διεγνωσμένος, ὡπλισμένῳ συμβαλὼν, ἢ ἔλαττον ἀδικήσει τυχὸν, ἢ καὶ μηδὲν ἰσχύσας οἰχήσεται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τῶν πειρασμῶν, ὁ μηδόλως ἔσεσθαι προσδοκηθεὶς τοῦ προσδοκηθέντος ἤδη θερμότερόν τε καὶ ἀγριώτερον ἡμῖν προσβαλεῖ. χρησίμως τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, διὰ τοῦ φάναι Ζητήσετέ με, τὰ ἐκ τοῦ μηκέτι συνεῖναι τοῖς ἑαυτοῦ συμβησόμενα μαθηταῖς, καὶ θορύβους ὑπαινίττεται, τοὺς ἐκ τῶν πολεμησόντων, αὐτοὺς προετοιμάζων διὰ τοῦ προειπεῖν εἰς ἀνδρείας ἀνάληψιν· ἐπιλέγει δὲ τούτοις χρησίμως καὶ τί παρὰ πόδας κείσεται κωλύον ἀκολουθεῖν εἰς τὸ παρὸν αὐτούς.

ὅπερ γὰρ ἔλεγον τοῖς Ἰουδαίοις, φησὶ, τοῦτο καὶ πρὸς ὑμᾶς ἄρτι φημί Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· οὐ γάρ πω παρῆν ὁ καιρὸς τοῦ πρὸς τὰς ἄνω γενέσθαι μονὰς τοὺς ἁγίους ἀποστόλους οὔπω λελειτουργηκότας. ἐτηρεῖτο γὰρ μάλιστα τὸ καὶ εἰς τοῦτο παρελθεῖν αὐτοὺς καιρῷ τῷ καθήκοντι.

Ἐπιτηρητέον γεμὴν ἐκεῖνο πάλιν, ὅτι τοῖς μὲν Ἰουδαίοις προσλαλῶν καὶ αὐτὸ δὴ τοῦτο σημαίνων ἔφασκε Ζητήσετέ με, καὶ οὐχ εὑρήσετέ με· τοῖς γεμὴν ἑαυτοῦ μαθηταῖς, τό Ζητήσετέ με μόνον φησὶν, ἀποσιωπᾷ δὲ πρεπόντως τό Οὐχ εὑρήσετε· καὶ διὰ ποίαν αἰτίαν; ἁρμόσει μὲν γὰρ ἐκείνοις τὸ μὴ εὑρίσκειν αὐτὸν, διά τε τὴν ἄμετρον ἀπιστίαν καὶ τῆς εἰς αὐτὸν δυσσεβείας τὴν ὑπερβολήν· τοῖς δὲ γνήσιον εἰς αὐτὸν ἔχουσι τὸ φρόνημα καὶ ἀκαπήλευτον ἀποσώσασι τὴν ἀγάπησιν, οὐκέτι πρεπόντως ἂν λέγοιτο τό Οὐχ εὑρήσετέ με. συνῆν γὰρ αὐτοῖς, καὶ συνέσται διὰ παντός. <Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.> Καλῶς τε καὶ ἀληθῶς ὁ θεσπέσιος γράφει Παῦλος “Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρ- ”ῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.” ἀνακαινίζει γὰρ ἡμᾶς, καὶ ἀναπλάττει τρόπον τινὰ πρὸς καινότητα ζωῆς, ἀστιβῆ δὲ καὶ τοῖς ἄλλοις οὐ τετριμμένην, ὅσοις τὸ ἐν νόμῳ πολιτεύεσθαι φίλον, καὶ ταῖς διὰ Μωυσέως προσεδρεύειν ἐντολαῖς. τελειοῖ μὲν γὰρ ὁ νόμος οὐδὲν, κατὰ τὸ γεγραμμένον· πληρέστατον δὲ τῆς εἰς Θεὸν εὐσεβείας τὸ μέτρον ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν κατίδοι τις ἂν διατάγμασι.

διὰ γὰρ τοῦτο καὶ αὐτός που πρὸς ἡμᾶς ὧδέ πη φησίν “Ἀμὴν ”ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν “πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε ”εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” οὐ γὰρ τοῖς Ἰουδαίων ἁμιλλώμεθα τρόποις, ἀλλ᾽ εἰ μὴ καὶ σφόδρα παραδράμοιμεν τὴν ἐν νόμῳ δικαιοσύνην, οὐκ ἂν οἶμαί ποτε πρὸς τὴν τῶν οὐρανῶν εἰσελάσειν ἡμᾶς βασιλείαν. καὶ οὐχ ὡς ἄχρηστον παντελῶς ἢ ἀνόνητον τὸν διὰ Μωυσέως εἶναι διοριζόμεθα νόμον· εἰσκεκόμικε γὰρ ἡμῖν, εἰ καὶ μὴ τελείως, τὸ ἀγαθὸν, ἀλλ᾽ οὖν γε παιδαγωγὸς ἐπὶ τὴν τῆς εὐαγγελικῆς πολιτείας εὑρίσκεται μάθησιν, καὶ δι᾽ αἰνιγμάτων καὶ τύπων εἰκόνα τῆς ἀληθοῦς εὐσεβείας εἰσφέρων, ἐνεχάραξέ πως ταῖς ἡμετέραις διανοίαις τῆς διὰ Χριστοῦ παιδεύσεως τὴν σκιάν. διὰ γάρ τοι τοῦτο καὶ ἔφασκεν αὐτός “Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς ”γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός “ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ ”αὐτοῦ καινὰ καὶ παλαιά.” πλοῦτος μὲν γὰρ ὄντως πνευματικός τε καὶ λίαν ἐν τοῖς διὰ Μωυσέως τετρίφθαι λόγοις, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν τεθησαυρισμένην ἔχειν ἐν διανοίᾳ τὸν ἄνθρωπον, προσειληφότα γεμὴν καὶ τὸ τῆς εὐαγγελικῆς παιδεύσεως κάλλος, ἐναβρύνεσθαι διπλῶς, τῇ τε τῶν ἀρχαίων καὶ τῶν νέων ἐν εἰδήσει νόμων.

δεικνὺς τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτι τῆς ἀρχαίας ἀμείνων ἐντολῆς ἡ παρ᾽ αὐτοῦ, καὶ ὅτι τοῖς ἐν νόμῳ πολιτευομένοις ἀτριβές πως ἦν ἔτι τὸ σωτήριον κήρυγμα, μέλλων ἀναβαίνειν εἰς οὐρανοὺς, θεμέλιόν τινα ὥσπερ καὶ κρηπῖδα παντὸς ἀγαθοῦ τὸν τῆς ἀγάπης προκαταβάλλεται νόμον, ἀγάπης δὲ, οὐ τῆς κατὰ νόμον, ἀλλὰ τῆς ὑπὲρ νόμον. διὰ τοῦτό φησιν Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους. εἶτα πῶς, εἰπέ μοι, φήσειεν ἄν τις τυχὸν, εἶναι ταύτην τὴν ἐντολὴν καινὴν εἴρηκεν ὁ διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις εἰπών “Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ”καρδίας σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλη- “σίον σου ὡς ἑαυτόν;” ἰδοὺ γὰρ ἰδοὺ προτάξας τῶν ἄλλων καὶ προτεθεικὼς, ὡς εἰκὸς, τὴν εἰς Θεὸν ἀγάπησιν, παρεισκεκόμικε γείτονα τὴν εἰς ἀλλήλους, καὶ παρέζευξέ πως τῇ εἰς Θεὸν τὴν εἰς ἡμᾶς αὐτοὺς, ὡς οὐκ ἂν ἑτέρως ἐχούσης ὀρθῶς οὐδὲ τῆς εἰς Θεὸν ἀγάπης, εἰ μὴ παρέποιτο ταύτῃ καὶ ἡ τῷ πέλας χρεωστουμένη. πάντες γάρ ἐσμεν ἀλλήλων ἀδελφοί. καὶ γοῦν ὁ σοφώτατος Ἰωάννης, κάλλιστά τε εἰδὼς καὶ διδάσκων ἑτέρους Ὁ ἀγαπῶν, φησὶ, τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. πῶς οὖν ἐντολὴ καινὴ διὰ Χριστοῦ, καίτοι τοῖς παλαιοῖς νόμοις διηγορευμένη; ἀλλ᾽ ὅρα μοι τὴν ἀσφάλειαν, βλέπε τὴν ἐπαγωγήν.

οὐ γὰρ ἠρκέσθη τῷ εἰπεῖν Ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, ἀλλὰ τοῦ λόγου τὴν καινότητα δεικνὺς, καὶ τῆς ἀρχαίας ἐκείνης ἀγαπήσεως, τῆς εἰς ἀλλήλους φημὶ, πολύ τι τὸ μεῖζον ἔχουσαν τὴν ἑαυτοῦ, προστέθεικεν εὐθύς Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.

Ἐρευνητέον τοιγαροῦν ὑπὲρ τοῦ συνιέναι σαφῶς τῶν εἰρημένων τὴν δύναμιν, πῶς ἠγάπησεν ἡμᾶς ὁ Χριστός. τότε γὰρ τότε, καὶ λίαν εὐκόλως, ἐπαθρήσαιμεν ἂν τὸ καινὸν καὶ παρηλλαγμένον τῆς νυνὶ δοθείσης ἐντολῆς. οὐκοῦν “ἐν ”μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ”ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς “ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι ”θανάτου, θανάτου δὲ σταυροῦ.” ἀλλὰ καὶ πλούσιος ὢν ἐπτώχευσε, καθὰ πάλιν ὁ Παῦλος ἡμῖν διεμαρτύρατο. ὁρᾷς τὸ καινὸν τῆς εἰς ἡμᾶς ἀγαπήσεως; ὁ μὲν γὰρ νόμος ἀγαπῆσαι δεῖν τὸν ἀδελφὸν ἐκέλευσεν ὡς ἑαυτόν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς ὑπὲρ ἑαυτόν· οὐ γὰρ ἂν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων πρὸς τὴν ἡμετέραν κατέβη ταπείνωσιν, οὐδ᾽ ἂν ὑπέστη πικρὸν οὕτως ὑπὲρ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον, οὐδ᾽ ἂν ἠνέσχετο ῥαπισμάτων Ἰουδαϊκῶν, αἰσχύνης καὶ γέλωτος καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μὴ ἕκαστα τῶν εἰς αὐτὸν γεγονότων ἐξαριθμούμενοι, πρὸς ἀπέραντον τὸν λόγον ἐκτείνωμεν· ἀλλ᾽ οὐδ᾽ ἂν ἐπτώχευσε πλούσιος ὢν, εἰ μὴ πολὺ λίαν ἠγάπησεν ἡμᾶς ὑπὲρ ἑαυτόν. ξένον οὖν ἄρα τῆς ἀγάπης τὸ μέτρον.

οὕτω καὶ ἡμᾶς διακεῖσθαι κελεύει, οὐδὲν ὅλως τῆς εἰς ἀδελφοὺς προτιθέντας ἀγάπης, οὐ δόξαν, οὐ πλοῦτον, ἀλλ᾽ οὐδὲ ὀκνοῦντας καὶ εἰς αὐτὸν, εἰ δέοι, τὸν τῆς σαρκὸς καταβῆναι θάνατον, ἵνα τὴν τοῦ πέλας σωτηρίαν ἀποκερδάνωμεν· ὃ δὴ καὶ πεπράχασιν οἱ μακάριοι τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ οἱ τοῖς ἐκείνων ἴχνεσιν ἀκολουθήσαντες, ἄμεινον τῆς οἰκείας ζωῆς τὸ ἑτέρους σώζεσθαι λογισάμενοι, καὶ πάντα μὲν ἀνατλάντες πόνον, ἐν δὲ τοῖς ἐσχάτοις γεγονότες κακοῖς, ἵνα τὰς τῶν ἀπολλυμένων περισώσειαν ψυχάς. καὶ γοῦν ὁ Παῦλός φησι, ποτὲ μὲν, ὅτι “Καθ᾽ ἡμέραν ἀπο- ”θνήσκω,” ποτὲ δὲ πάλιν “Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; ”τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;”

ῥίζαν οὖν ἄρα τῆς τελειοτάτης εἰς Θεὸν εὐσεβείας τὴν ὑπὲρ νόμον ἀγάπησιν ἐπιτηδεύειν ἡμᾶς ὁ Σωτὴρ διεκελεύσατο· ταύτῃ τοι, καὶ οὐχ ἑτέρως εἰδὼς δοκιμωτάτους ἔσεσθαι παρὰ τῷ Θεῷ, καὶ τῆς παρ᾽ αὐτοῦ πεφυτευμένης εἰς ἡμᾶς ἀγαπήσεως ἰχνηλατοῦντας τὸ κάλλος, ἐν μεγάλοις ἔσεσθαι καὶ τελείοις ἀγαθοῖς. <Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.> Γνώρισμα, φησὶν, ἄμαχόν τε καὶ ἀναμφίλογον ταῖς ἑαυτῶν ἐπιγράψετε κεφαλαῖς τὸ μεμαθητεῦσθαι παρ᾽ ἐμοὶ, εἰ κατ᾽ ἴχνος βαίνειν τῆς ἐμῆς ἐπείγεσθε πολιτείας, κατά γε τὸ ἐγχωροῦν τῇ ὑμετέρᾳ φύσει καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις, ὡς ἀδιάσπαστον ἔχειν τῆς εἰς ἀλλήλους ἀγάπης τὸν σύνδεσμον, καὶ ἐν ἀλλήλοις συνηρμόσθαι καλῶς, κατά γε τὸν τῆς φιλαλληλίας λόγον καὶ τὸ ἐκ τῆς φιλοστοργίας ἀσύγκριτον καύχημα· τοῦτο γὰρ ἡμῖν ἀκριβῶς χαρακτηριεῖ τοῦ διδασκάλου τὴν δόξαν. ἀλλ᾽ οἶμαί τις πρὸς τοῦτο ἐρεῖ, καὶ ἀφίξεται τυχὸν, ἐκεῖνο διερωτῶν Διατί τῆς ὑπὸ Χριστῷ μαθητείας ἡ ἀγάπη τὸ γνώρισμα, καὶ τὸ πασῶν εἶδος ἀρετῶν ἐν αὐτῷ διεφαίνετο, οὐκ ἐξ ἐπιεικείας πεπορισμένον, ἀλλ᾽ οὐδὲ πόνῳ καὶ προσοχῇ, καθάπερ ἐν ἀνθρώπῳ συνειλημμένον, ἀλλ᾽ ὡς τῇ αὐτοῦ προσπεφυκὸς φύσει; θείας γὰρ μάλιστα φύσεως ἴδια, καὶ αὐτῇ προσόντα κυρίως τε καὶ ἀληθῶς τὰ παντὸς ἐπέκεινα θαύματος.

Καὶ μὴν ὀρθότατά γε ὦ τᾶν, ἐροῦμεν ἡμεῖς, τὸν ἐπὶ τούτοις ἐποίσω λόγον. καρπὸς γὰρ οὐσίας τῆς ἀνωτάτω, τὰ ἰδίως τε καὶ κυρίως. προσπεφυκότα αὐτῇ. ἀλλ᾽ ἔστι πως δοκιμάζοντα κατιδεῖν, ὅτι πᾶν εἶδος ἀρετῆς τῆς ἀγάπης ἐστὶ συμπληρωτικὸν, καὶ πᾶν, ὅπερ ἂν δοκοίη τις εἶναι κατορθούμενον ἀγαθὸν, εἰς αὐτὴν ὁρᾷ πως καὶ τέτραπται. διά τοι τοῦτο προὔχουσα μὲν ἐντολὴ καὶ πρώτη κατὰ τὸν νόμον, τὸ ἀγαπᾶν ἐστι Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας· δευτέρα δὲ καὶ ἀδελφὴ καὶ γείτων ἐκείνῃ ἡ εἰς τὸν πλησίον ἀγάπη σύμπαν ἔχουσα τοῦ νόμου τὸ πλήρωμα. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, εἰς τοῦτο συγκεφαλαιούμενος ἅπασαν ἐντολὴν ἐπιστέλλει “Τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐκ ἐπιορ- ”κήσεις, καὶ εἴ τις ἑτέρα ἐστὶν ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ “ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ”ἑαυτόν· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.” ὅτι δὲ καὶ ἁπάσης ἀρετῆς ἰδέαν εἴσω τῶν οἰκείων ὅρων ἐποιήσατο, συνέχει δὲ ὥσπερ ἀγκάλαις ἑλοῦσα τὰ ἀγαθὰ, Παῦλος πάλιν αὐτὸς ὁ σοφώτατος ἐπιμαρτυρήσει βοῶν “Ἡ ἀγάπη οὐ περπερεύεται, ”οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς,” καὶ τὰ τούτοις συνημμένα· μακρὸν γὰρ εἰπεῖν τῆς ἀγάπης τὸ μέτρον.

ἄλλως τέ φημι δὴ μάλιστα πρέπειν τε καὶ ἐνυπάρχειν τοῖς ἀγαπᾶν ἑλομένοις, ὅτι Χριστοῦ γεγόνασι μαθηταὶ τοῖς ἁπανταχόσε γνωρίζεσθαι, τὸ τῷ στεφάνῳ τῆς ἀγάπης ἐπισεμνύνεσθαι, καὶ καθάπερ τι σήμαντρον ἐπιφέρεσθαι τοῦ πράγματος τὴν φιλαλληλίαν· τοῦ δὲ δὴ χάριν, καὶ τοῦτό φημι διὰ βραχέων. ἆρα γὰρ εἴ τις τῶν καθ᾽ ἡμᾶς χαλκουργικὴν, ἤγουν τὴν ὑφάντου μετίῃ τέχνην, οὐκ ἂν ὁρῷτο, καὶ μάλιστα σαφῶς, ὡς χαλκοτύπου τινὸς, ἢ ὑφάντου γέγονε μαθητής; τί δὲ ὁ τεκτονικῆς ἐμπειρίας οὐκ ἀμοιρῶν; οὐκ ἆρα βοήσειεν ἂν διὰ τοῦτο δύνασθαι κατορθοῦν τὰ ἐν τῇ τέχνῃ καλῶς, ὅτι τέκτονα τῆς ἐμπειρίας ἔσχε τὸν ἡγούμενον; κατὰ τὸν αὐτὸν οἶμαι λόγον οἱ τῆς θεοφιλοῦς ἀγάπης πληρουμένην ἐν ἑαυτοῖς τὴν δύναμιν ἔχοντες, ἀκονιτὶ γνωριοῦσιν, ὅτι τῆς ἀγάπης γεγόνασι μαθηταὶ, ἤτοι τοῦ τὴν εἰς ἄκρον ἀγάπην ἔχοντος Χριστοῦ. ἠγάπησε γὰρ οὕτω τὸν κόσμον, ὡς καὶ αὐτὴν ὑπὲρ αὐτοῦ καταθεῖναι τὴν ψυχὴν, καὶ τῶν Ἰουδαϊκῶν τολμημάτων ὑπομεῖναι τὴν ἀγριότητα· καὶ μαρτυρήσει λέγων αὐτὸς πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ὅτι “Μείζονα ταύτης τῆς ”ἀγάπης οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν “φίλων αὐτοῦ.”

ἐπειδὴ γὰρ ὁ Θεὸς ἀγάπη ἐστὶ, κατὰ τὴν Ἰωάννου φωνὴν, ἀγάπης ὢν Υἱὸς, τουτέστι, τοῦ κατὰ φύσιν Θεοῦ καὶ μόνου καὶ ἀληθινοῦ, ἀγάπη καὶ αὐτὸς ἀναπέφανται, οὐ λόγοις ἐξησκημένον καὶ διὰ ῥημάτων κόμπου λελαμπρυσμένον ἔχων τὸ ἀξίωμα, ἀλλ᾽ ἔργοις αὐτοῖς καὶ πράγμασι, καρπὸν ὄντα τῆς τοῦ τεκόντος οὐσίας ἑαυτὸν ἐπιδείξας. οἰησόμεθα γὰρ οὐδαμῶς δεκτικὴν εἶναι τῶν ἀγαθῶν τὴν ἀνωτάτω πασῶν οὐσίαν, ἀλλ᾽ οὐδὲ ἐπίκτητον ἐροῦμεν ἐν αὐτῇ τὴν ἁπάντων τῶν ἀγαθῶν ἰδέαν, καθάπερ ἐν ἡμῖν, ἀλλ᾽ οὐδὲ ὥς τι τυχὸν ἕτερον ἐν ἑτέρῳ νοούμενον, ὥσπερ οὖν ἐν ἀνθρώπῳ φαίη τις ἂν τήν τινος ἐπιστήμην· οὐ γὰρ ἐπιστήμη καθ᾽ ἑαυτὸν ὁ ἄνθρωπος, ἐπιστήμης δὲ μᾶλλον δεκτικός· ἀλλ᾽ αὐτὸ τὸ πᾶν ἀγαθὸν, ὅπερ ἂν εἶναι πιστεύηται, τοῦτο κυρίως αὐτὴν εἶναί φαμεν τὴν θείαν καὶ ἄῤῥητον φύσιν, πηγὴν ὥσπερ τινὰ πᾶν εἶδος ἀρετῆς ἔχουσαν ἐν ἑαυτῇ, καὶ ἐξ ἑαυτῆς ἀναβλύζουσαν. εὐλογώτατα τοίνυν αὐτός περ ἔσται τῆς ἀγάπης ὁ καρπὸς, ἀγάπη καὶ αὐτὸς ὑπάρχων κατὰ τὸν ἐξ οὗπέρ ἐστι Πατρὸς ὁ Υἱὸς, διὰ τῆς ἀγάπης μάλιστα ταῖς ἡμετέραις ψυχαῖς ἐνσημανθήσεται, καὶ τῆς οἰκειότητος τῆς πρὸς αὐτὸν ἐγχαράττει τοῖς ἀγαθοῖς τὰ γνωρίσματα, τὸ ἀπρὶξ ἔχεσθαι τῆς φιλαλληλίας.

ἄλλως τε, εἰ κατὰ τὴν Παύλου φωνὴν, ὁ Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν· ἐν αὐτῷ γὰρ συνήφθη τὰ πάντα, τὰ κάτω τοῖς ἄνω, καὶ δι᾽ αὐτοῦ κατηλλάγημεν τῷ Θεῷ καὶ Πατρὶ, καίτοι πολλὴν ἐν ἀρχαῖς ἐπιτηδεύσαντες τὴν ἀπόστασιν, διὰ τὴν εἰς τὸ φαῦλον ἀποδρομὴν, καὶ εἰς δύο ποτὲ μεμερισμένοι λαοὺς, εἴς τε τὰ ἔθνη καὶ τὸν Ἰσραὴλ, εἰς ἕνα καινὸν ἄνθρωπον ἐκτίσθημεν ἐν αὐτῷ· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργηται τῆς ἔχθρας ἡ δύναμις, δόγμασιν εὐαγγελικοῖς κατασιγασθέντος τοῦ νόμου· πῶς ἂν ἐγνώσθησαν ὅτι τῆς εἰρήνης γεγόνασι μαθηταὶ οἱ τὴν εἰς ἀλλήλους εἰρήνην οὐκ ἔχοντες; τί γὰρ ἕτερον εἴη τυχὸν ὁ τῆς ἀγάπης διασπασμὸς, ἢ πολέμου γένεσις καὶ εἰρήνης ἀνατροπὴ καὶ διψυχίας ἁπάσης εὕρεσις; ὥσπερ γὰρ ἐν ἀῤῥαγεῖ τῆς ἀγάπης συνδέσμῳ τὰ ἐκ τῆς εἰρήνης ἡμῖν ἀγαθὰ διασώζεται· τὸν αὐτὸν οἶμαι τρόπον ἐν τῇ τῆς ἀγάπης διακοπῇ τὸ ἐκ τοῦ πολέμου κακὸν παρεισδύεται. καὶ τί τὸ ἐντεῦθεν; ὕβρεις καὶ φιλονεικίαι καὶ ζῆλοι καὶ ὀργαὶ καὶ θυμοὶ καὶ ψιθυρισμοὶ καὶ καταλαλιαὶ καὶ φθόνοι καὶ πᾶν εἶδος φαυλότητος ἀναφαίνεται.

Ἁπάσης τοιγαροῦν ἀρετῆς ἐν τῷ τῆς ἀγάπης εἴδει τε καὶ τρόπῳ συγκεφαλαιουμένης τε καὶ πληρουμένης, μὴ μέγα τις φρονείτω τῶν ἐν ἡμῖν ἐπ᾽ ἀσιτίαις καὶ χαμευνίαις, ἤγουν ἐφ᾽ ἑτέροις τισὶ τῶν ἐξ ἀσκήσεως πόνοις, εἰ μὴ διασώζοι καλῶς τὴν εἰς τὸν ἀδελφὸν ἀγάπησιν. ἔξω γὰρ τοῦ καμπτῆρος τῆς νύσσης φέρεται, κατὰ τοὺς τῶν ἡνιόχων ἀμαθεστέρους, ὑπο[π]λανᾶται δὲ κυβερνήτου δίκην, ὃς ἔχει μὲν τῆς νεὼς τὸ πηδάλιον, τὸν γεμὴν προτεθέντα τῷ διάπλῳ σκοπὸν ἐξ ἀμαθίας οὐ διεσώσατο. διὰ τοῦτο καὶ ὁ θαρσήσας εἰπεῖν “Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” φημὶ δὲ δὴ τὸν θεσπέσιον Παῦλον, οὐκ ἐπὶ τῷ διώκειν ἁπλῶς, ἀλλ᾽ ἐν τῷ κατὰ σκοπὸν τοῦτο δρᾶν ἐσεμνύνετο· τὸ γὰρ, οἶμαι, σωματικοῖς ἐπαυχῆσαι πόνοις, τῶν κεφαλαιωδεστέρων καὶ ἀναγκαιοτέρων ἀγαθῶν ἐκπίπτοντα, τουτέστι, τὸ μὴ διώκειν κατὰ σκοπόν· οἶδε δὲ οὕτω τὴν ἀγάπην καθάπερ τινὰ κορωνίδα πάσαις ἐπικεῖσθαι ταῖς ἀρεταῖς, ὡς καὶ κάλλιστα περὶ αὐτῆς φιλονεικήσαντα λέγειν “Κἂν ”ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά “μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· ”ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέ- “λων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ”ἀλαλάζον.”

πρόσωπον οὖν ἄρα καὶ εἰκὼν ἐν ἡμῖν τοῦ Σωτῆρος Χριστοῦ, τῆς ἀγάπης τὸ καύχημα. <Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, ποῦ ὑπάγεις;> Φιλοπευστεῖ δὴ πάλιν ἐκ φιλομαθείας ὁ Πέτρος, καὶ περιεργάζεται τοῦ λόγου τὴν δύναμιν, συνεὶς μὲν οὔπω, κατὰ τὸ εἰκὸς, ὡς ἔχει τὸ εἰρημένον, θερμοτάτην γεμὴν εἰς τὸ δεῖν ἕπεσθαι τῷ Χριστῷ τὴν προθυμίαν εἰσφέρων. καὶ ἀξιάγαστος μὲν ἐν τούτῳ τῶν μαθητῶν ἡ τάξις. οὐ γὰρ δήπου φαίη τις ἂν, ὅτι τῶν ἑτέρων συνέντων, τυχὸν μόνος ἠγνόησεν ὁ προτεταγμένος, διά τε τοῦτο διερωτᾶν. παραχωροῦσι δὲ μᾶλλον ὡς προὔχοντι τὸ κατάρχεσθαι λόγου, καὶ παῤῥησίας τῆς ἐν τῷ διαπυνθάνεσθαί φημι. τὸ γὰρ εἰς διδασκάλου λαλεῖν ἀκοὰς, οὐδὲ τοῖς εἶναί τι δοκοῦσιν, ἀκίνδυνον. θαυμαστὸς δὲ οὐδὲν ἧττον ὁ Πέτρος, οὐκ αἰδοῖ τοῦ μὴ δοκεῖν εἶναι νωθὴς τὴν εἴδησιν τῶν ἀγνοηθέντων ζητούμενος, ἀλλ᾽ ὀξὺς ἐπὶ τὸ χρῆναι σοφοῦσθαι τρέχων, καὶ αἰσχύνης ἀκαίρου κρείττονα τὴν ἐκ τῆς φιλομαθείας ὄνησιν ποιησάμενος, ἵνα τύπος τοῖς μεθ᾽ ἑαυτὸν κἀν τούτῳ γένηται. δεῖν γὰρ οἶμαι μὴ παρατρέχειν ἐᾶν τοὺς τῶν διδασκόντων λόγους, εἴπερ ἂν εἶεν οὐ σφόδρα σαφεῖς, ἵνα τινὲς εἶναι δοκῶμεν ἀγχίνοι τε λίαν καὶ δριμεῖς εἰς σύνεσιν· διαπυνθάνεσθαι δὲ μᾶλλον καὶ ἀνασκαλεύειν ἐπιστημόνως τὸ ἐν ἀρχῇ παραδεχθὲν εἰς ὄνησιν.

πολὺ γὰρ ἀμείνων ἡ τοῦ συμφέροντος γνῶσις δοκησισοφίας κενῆς, καὶ τοῦ δοκεῖν ἐξεπίστασθαί τι, κρεῖττον ἂν εἴη τὸ μαθεῖν ἀληθῶς. <Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθεῖν, ἀκολουθήσεις δὲ ὕστερον.> Εἰδὼς ὅτι βαρεῖάν τε καὶ δυσαχθῆ τοῖς ἑαυτοῦ μαθηταῖς ἐνθήσει τὴν λύπην, ἀναφανδὸν εἰπὼν, ὡς ἀναβήσεται μὲν εἰς οὐρανοὺς, ἐρήμους δὲ τῆς ἑαυτοῦ παρουσίας ἐάσει κατὰ τὴν γῆν, εἰ καὶ συνέσται πάλιν ὡς Θεὸς, εὐπεριστόλως πρὸς τὸ παρὸν ἀποχρῆται τῷ λόγῳ, διακλέπτων ἡρέμα τοῦ νοῦ τὴν ἀκρίβειαν. καὶ γοῦν οὐκ εἰδότας ὁρῶν, ἐν αὐτῷ μένειν ἐᾷ. τὰ γάρτοι λυπεῖν εἰωθότα, βαρυτέροις ἔσθ᾽ ὅτε κατασκιάζειν λόγοις οὐκ ἀμελέτητον τοῖς σοφοῖς. εἰ γὰρ καὶ ὅτι μάλιστα τῆς ἀνθρωπότητος ἀπαρχὴν ἑαυτὸν ἀνακομίζων τῷ Θεῷ καὶ Πατρὶ, τὴν εἰς τὸ ἄνω καὶ εἰς οὐρανοὺς ἀποδημίαν ἐστέλλετο, καὶ ὑπὲρ τῆς ἁπάντων λυσιτελείας τὸ δρώμενον ἦν· ἐνεκαίνισε γὰρ ἡμῖν ὁδὸν, ἣν οὐκ ᾔδει πρότερον ἡ ἀνθρώπου φύσις· ἀλλά γε τοῖς ἁγίοις μαθηταῖς ἀεὶ συνεῖναι σπουδάζουσιν, οὐ φορητὸν εἶναι διεφαίνετο τὸ χωρίζεσθαι Χριστοῦ, καίτοι συνόντος αὐτοῖς διὰ παντὸς τῇ τοῦ Πνεύματος δυνάμει τε καὶ συνεργίᾳ.

ἀγνοοῦντα τοίνυν τὸν μακάριον Πέτρον τῶν εἰρημένων τὴν δύναμιν, ὁμοῦ τοῖς ἄλλοις μαθηταῖς, ἐν ταὐτῷ μένειν ἐᾷ, καὶ οὐκ εὐθὺς ἐφίστησι τῇ τῶν εἰρημένων ἀκριβείᾳ, χρησίμως, ἄχρις ἂν αὐτοῖς τὸν ἀνακτᾶσθαι δυνάμενον διαπερανεῖ λόγον· τοῦτο καὶ ἐν τοῖς ἐφεξῆς ποιοῦντα θεωρήσομεν. λέγει γὰρ πρὸς αὐτούς “Συμ- ”φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ “παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς.” φθάνει γεμὴν, ὡς Θεὸς, ἐπαγγείλασθαι θέλοντα τὸν μαθητὴν, ὅτι καὶ ἀκολουθήσει προθύμως καὶ συνέσται γοργῶς, οὐδενὸς αὐτῷ τὴν προθυμίαν ἀνασειράζοντος, καί φησιν Ὅπου ὑπάγω ἐγὼ οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. καὶ διττὴν ὁ λόγος ὠδίνει τὴν ἔννοιαν· ὧν ἡ μὲν μία προχειροτάτη καὶ λίαν εὐτριβὴς, ἀφανεστέρα δέ πως ἡ ἑτέρα καὶ ἐν αἰνίγμασι. φάσκει μὲν γὰρ, ὡς οὐκ ἂν δύναιτο νῦν ἀκολουθεῖν πρὸς τὸ ἄνω βαδίζοντι καὶ παλινδρομοῦντι πρὸς οὐρανόν· ἀκολουθήσει γεμὴν μετὰ ταῦτα, ἀποκαθισταμένης δηλονότι τοῖς ἁγίοις παρὰ Χριστοῦ τῆς ἐν ἐλπίσι τιμῆς τε καὶ δόξης, ὅτε εἰς τὴν ἄνω γενήσονται πόλιν, καὶ συμβασιλεύσουσιν αὐτῷ. σημαίνει δέ τι πρὸς τούτῳ καὶ ἕτερον, καὶ ποῖον, ἐρῶ.

οὔπω τὴν ἐξ ὕψους ἐνδυσάμενοι δύναμιν, οὐδὲ τὸ ἐνισχύον αὐτοὺς καὶ εἰς ἀνδρείαν ἀναπλάττον τὴν ἀνθρώπου φύσιν κομισάμενοι, Πνεῦμά φημι δὴ τὸ Ἅγιον, οὐχ οἷοί τε ἦσαν θανάτου καταγωνίζεσθαι, καὶ τοῖς οὕτω δυσαντήτοις ἀνταποδύσασθαι δείμασιν. ἦν γὰρ καὶ ἄλλως ἀπίθανον, μόνῳ πρέποντος καὶ τετηρημένου τῷ Σωτῆρι Χριστῷ τοῦ συνθραύειν δύνασθαι τοῦ θανάτου τὸ κράτος, ἑτέρους πρὸ αὐτοῦ τοῦτο δρῶντας ὁρᾶσθαι. τὸ γὰρ μὴ καταδειμαίνεσθαι θάνατον, τί ἂν ἕτερον εἴη τυχὸν, ἢ θανάτου καταφρονεῖν, ὡς οὐδὲν ἀδικεῖν ἰσχύοντος; διά τοι τοῦτο, κατά γε τὸν ἡμέτερον νοῦν, καὶ αὐτοὶ κατέφριττον οἱ μακάριοι προφῆται προσιόντα τὸν θάνατον, ὡς οὔπω κατηργημένον διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ὀρθὼς δὲ τοῦτο συνεὶς καὶ ὁ Παῦλος ἔφη τὸν ἐκ Θεοῦ Πατρὸς καὶ ἐν Θεῷ ὄντα Λόγον σπέρματος Ἁβραὰμ ἐπιδράξασθαι, ἵνα διὰ τοῦ θανάτου τῆς ἁγίας σαρκὸς καταργήσῃ τὸν θάνατον, “καὶ ἀπαλλάξῃ ”τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι “ἦσαν δουλείας.” πρώτη γὰρ θανάτου λύσις τὸ σωτήριον πάθος, καὶ ἀρχὴ τοῖς ἁγίοις τῆς κατ᾽ αὐτοῦ γέγονεν εὐτολμίας ἡ ἀνάστασις τοῦ Χριστοῦ. οὔπω τοίνυν καταργησάσης τὸν θάνατον τῆς κατὰ φύσιν ζωῆς, μήτε μὴν συνθραυσάσης τὸν ἐξ αὐτοῦ ταῖς ἡμετέραις ψυχαῖς ἐμπίπτοντα φόβον, ἀσθενέστεροί πως ἔτι πρὸς κινδύνους ἦσαν οἱ μαθηταί.

διὰ τοῦτο χαριέντως ὁ Κύριος, ὅτι σταυρωθήσεται κατὰ καιροὺς ὁ Πέτρος, ἕψεταί τε κατὰ τοῦτο αὐτῷ συνεπινεύει καί φησιν· ὅτι δὲ νυνὶ πρὸς ἀγῶνα τέως τὸν τοσοῦτον οὐκ ἄθραυστον ἔχει τὸν νοῦν, ὑποδηλοῖ λέγων Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. εἰ γὰρ μὴ τὸν τοῦ Πέτρου θάνατον ἐν τούτοις ἡμῖν ὁ Χριστὸς ὑπαινίττεται, τοῦ δὴ χάριν, καίτοι τῶν ἄλλων ἁγίων ἀποστόλων ἐχόντων ἐν ὑποσχέσει τὸ συνέσεσθαί τε καὶ ἀκολουθεῖν αὐτῷ κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀποκαθισταμένης αὐτοῖς τῆς ἀκηράτου ζωῆς, καὶ τῶν ἐν ἐλπίσιν ἀγαθῶν, εἰς μόνον τὸ τοῦ Πέτρου πρόσωπον τὴν τοῦ λόγου περιίστησι δύναμιν; ἀλλ᾽ ἔστι πρόδηλον, ὅτι τῷ Πέτρῳ προαγγέλλων τὸ ἐν ὑστέροις αὐτῷ συμβησόμενον χρόνοις αἰνιγματωδῶς ὑπεμφαίνει. καὶ γοῦν δι᾽ ἑτέρων σαφέστερον αὐτὸ δεδήλωκεν εἰπών “Ὅτε ᾖς νεώτερος, ”ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ “γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλοι ζώσουσί σε ”καὶ ἀποίσουσί σε ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε, φησὶ, “σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.” εἰ γὰρ καί ἐστιν ἡδὺ τοῖς ἁγίοις τὸ πάσχειν ὑπὲρ Χριστοῦ, ἀλλ᾽ ὁ κίνδυνος οὐ θελητὸς μὲν, φορητὸς δ᾽ οὖν ὅμως ὅταν ἐξ ἀνάγκης τινῶν ἐπιφέρηται.

διὰ τοῦτο καὶ προστάττει προσεύχεσθαι, ἵνα μὴ ἐμπέσωμεν εἰς πειρασμόν. <Λέγει αὐτῷ ὁ Πέτρος Κύριε, διατί οὐ δύναμαί σοι νῦν ἀκολουθῆσαι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.> Τί τὸ κωλύον, φησὶν, ἢ τί τὸ ἐξεῖργον ἀκολουθεῖν, τὸν ᾧ προτεθνάναι τοῦ διδασκάλου σκοπὸς, καὶ ἐν καυχήματος τάξει λελόγισται; τέλος μὲν γὰρ κινδύνου παντὸς, καὶ τὸ ἀκρότατον ὥσπερ τῆς τῶν διωκόντων ἀτιθάσου πλεονεξίας, μέχρι μόνης στήσεται τῆς σαρκός· κατ᾽ αὐτῆς γὰρ ὁ θάνατος· ὁ δὲ καὶ πρὸς τοῦτο ἑτοίμως ἔχων ἤδη καὶ διεσκευασμένος, ὑπὸ τίνος ἂν διακωλύοιτο, φησὶν, ἀπολέσῃ δὲ πῶς τὸ σύντονον φρόνημα περὶ τὸ χρῆναι πάντως ἀκολουθεῖν; θερμοτάτη μὲν γὰρ ἡ προθυμία τοῦ Πέτρου, καὶ τὸ τῆς ὑποσχέσεως μέτρον πλεονεκτοῦν, οὐ μικρὰν τὴν ἐνοῦσαν αὐτῷ δύναμιν θεωρήσαι τις ἂν, μᾶλλον δὲ καὶ αὐτῶν πραγμάτων ἤλεγξε τὸ τέλος· πλὴν ἐκεῖνο διασκεπτέον. τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν ἄνω καὶ κάτω σημαίνοντος, καὶ ὅτι μὲν νῦν οὐχ ἕψεται λέγοντος, ἀκολουθήσειν γεμὴν μετὰ ταῦτα, πληρωθείσης αὐτοῦ δηλονότι τῆς ἀποστολῆς, καιροῦ τοῦ πρέποντος ἐπὶ τὴν ἄνω πόλιν τὰς τῶν ἁγίων καλοῦντος κεφαλὰς, ἑτοίμως ἔχειν αὐτὸς καὶ προκινδυνεύειν ἐπαγγέλλεται, τὴν ἑτέραν ὥσπερ οἶμον ἰὼν, καὶ μὴ κατ᾽ εὐθὺ τῶν λεγομένων ἐρχόμενος τὴν διάνοιαν.

οἶμαι δὲ δεῖν ἐν λόγοις εἰπεῖν, οὔπω τοῖς εἰρημένοις ἀκριβῶς ἐπιστήσας τὸν νοῦν, οἴεται τάχα που τὸν Κύριον, ἢ πρός τινας τῶν κατὰ τὴν Ἰουδαίαν ἀγριωτέρας διαβήσεσθαι κώμας, ἢ καὶ εἰς ἑτέρους οἴχεσθαι λαοὺς, οἳ τοσοῦτον ἐξ ἀκριβοῦς ἀκοῆς ἀποδιακείσονται πρὸς τὰ παρ᾽ αὐτοῦ ῥηθήσεσθαι μέλλοντα, ὡς μικρὰ μὲν κομιδῇ πρὸς τὰ τῶν ἄλλων Ἰουδαίων τολμήματα, πολὺ δὲ λίαν ἡμερωτάτην τὴν ἐνοῦσαν τοῖς Φαρισαίοις ἀποδεῖξαι μανίαν. διάτοι τοῦτο κατακολουθήσειν ἀπαραποδίστως ἐπαγγέλλεται, οὐχὶ οὖν τεθνάναι μόνον, ἀλλ᾽ εἰ καὶ τεθνάναι δεήσει μὴ κατοκνῶν. ἔχει δὲ τούτῳ παραπλησίως καὶ ἐν τοῖς ἀνωτέρω, καὶ ὅποι, πάλιν ἐρῶ.

Παραιτούμενος γάρ ποτε τὰς τῶν Ἰουδαίων ἀποπληξίας, καὶ τὸ ἀκρατὲς τοῦ θυμοῦ, καὶ τὸ τῆς γλώττης ἐξήνιον, τοῖς κατὰ τὴν Γαλιλαίαν ἐπεχωριάζεν ὁ Χριστὸς, πολλά τε παρ᾽ ἐκείνοις τερατουργῶν ἐθαυμάζετο. ἐπειδὴ δὲ ὁ τῆς Μαριὰμ καὶ ὁ τῆς Μάρθας τέθνηκεν ἀδελφὸς, φημὶ δὴ τὸν Λάζαρον, ἔγνω πάλιν ὡς Θεὸς, εἶτα λέγει τοῖς μαθηταῖς “Λάζαρος ὁ ”φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω “αὐτόν.” πρὸς δὲ τοῦτό φασιν ἐξ ἀγάπης οἱ μαθηταί “Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ”ἐκεῖ;” ἀνισταμένου δὲ τοῦ Χριστοῦ, καὶ τὸ χρῆναι πάντως ἐπὶ τὴν τῶν Ἰουδαίων ὑπονοστῆσαι χώραν διακελευομένου τε καὶ λέγοντος· “Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς ἑτέροις ἔφη ”συμμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ “αὐτοῦ.” τοιοῦτον οἶμαί τι καὶ τὸν τῶν Πέτρου ῥημάτων ὠδίνειν σκοπόν. οἴεται γὰρ ἴσως, καθάπερ ἤδη προεῖπον, ἀποδραμεῖσθαί ποι διακηρύξοντα τὸν Ἰησοῦν, καὶ κινδυνεύειν αὐτὸν παρ᾽ ἐκείνοις· διὰ τοῦτο καὶ αὐτὸς, ἐπείπερ ἐστὶν ἐξ ἀγάπης ἀκάθεκτος, ἄμαχόν τινα καὶ δυσανταγώνιστον τὴν εἰς τοῦτο προθυμίαν οἴσειν ἐπαγγέλλεται, οὐδὲν ἔτι παντελῶς ὑπολελεῖφθαι λέγων τὸ διακωλύειν ἰσχύον, καίτοι ἕπεσθαι δεῖν ᾑρημένον, ἐπείπερ αὐτῷ καὶ προτεθνάναι τοῦ διδασκάλου σκοπός. <Ἀποκρίνεται ὁ Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις;

ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει, ἕως οὗ ἀπαρνήσῃ με τρίς.> Μείζονα μὲν ἢ καθ᾽ ἑαυτὸν ὁ Πέτρος ἐπαγγέλλεται, κἂν ἀξιάγαστον ἔχῃ τὴν ἐπὶ τούτῳ σπουδήν· τοῦ γεμὴν ἐσομένου χειμῶνος τὸ ἀμειδὲς, καὶ δύσοιστον τοῦ πειρασμοῦ, καὶ τοῦ διωγμοῦ τὸ μέγεθος ἐννοήσας ὁ Χριστὸς, μονονουχὶ κατασείει τὴν κεφαλὴν, ὅλον δὲ ὥσπερ ἐν ὀφθαλμοῖς ἁπλώσας τὸ πάθος, καὶ τῆς Ἰουδαίων ἀνοίας θεωρήσας τὴν ὑπερβολὴν, διασκοπήσας δὲ τὰ ἐσόμενα κατ᾽ ἐκεῖνο καιροῦ, τάχα τι τοιοῦτον ἀναφωνεῖ Τὴν ψυχὴν, ὦ Πέτρε, ὑπὲρ ἐμοῦ τίθης, καὶ τὸ μηδὲν εἶναι φῂς τὸν ἐπὶ τούτῳ φόβον; ὅτι τε κρείττων ἔσῃ τῶν ἐσομένων ὑπολαμβάνεις; ἀλλὰ τοῦ πειρασμοῦ τὸ βάρος οὐκ ἐπίστασαι· οὐ γὰρ ἀραρότως προκείσεται τὸ παθεῖν, σοὶ δὲ τὸ μικροψυχῆσαι λίαν καὶ οὐχ ἑκόντι συμβήσεται, καὶ ἀρνήσῃ με τρὶς, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ μιᾷ. ταυτί πως οἴεσθαι λέγειν ὑποτοπητέον τὸν Ἰησοῦν· θαυμάσαι γεμὴν κἀν τούτῳ δὴ πάλιν τὴν ἐνοῦσαν αὐτῷ φιλανθρωπίαν ἄξιον· προειρηκὼς γὰρ, ὅτι τῷ τόνῳ τῆς ἐνούσης αὐτῷ προθυμίας ἡ τῆς ψυχῆς οὐχ ἕψεται δύναμις, ὀκλάσει γεμὴν καὶ ὑπενδώσει τοσοῦτον, ὥστε καὶ πρὸς μόνον ἀπειπεῖν τὸν τοῦ κινδύνου φόβον, οὐδὲν ἐπηπείλησε, διὰ τοῦτο τυχὸν, ὡς οὐδ᾽ ὑπὸ θείαν ἔσται κίνησιν λέγει· καὶ διὰ ποίαν αἰτίαν ................................ παθόντι δέ τι τῶν ἀνθρωπίνων οὐκ ἐπανατείνει τὴν κόλασιν.

ᾔδει γὰρ ἀσθενοῦσαν ἔτι τὴν φύσιν, καὶ οὐ δυναμένην ἐνεγκεῖν τοῦ θανάτου τὴν ἀπειλήν. οὔπω γὰρ οὔπω κατηργημένος διὰ τῆς ἀναστάσεως αὐτοῦ, τῆς ἁπάντων διανοίας κατεθρασύνετο, καὶ ἱκανὸς ἦν ἔτι καὶ μόνῳ συνθραῦσαι τῷ δείματι καὶ τὸν σφόδρα νεανικὸν καὶ δεινὸν εἰς εὐτολμίαν. παθοῦσα γὰρ παρὰ φύσιν ἡ φύσις τὸν θάνατον, ὡς νενικηκότι παραχωρεῖ, μᾶλλον δὲ παρεχώρει τότε· διαῤῥήξαντος δὲ τοῦ Σωτῆρος ἡμῶν τὰ ἐκείνου δεσμὰ, γλυκὺς ἀναπέφανται τοῖς ἀγαπῶσι Χριστὸν, εἰ καὶ προσίοι πικρῶς· ἀντεισβέβηκε γὰρ ἡ αἰώνιος ζωὴ, τὸ τῆς φθορᾶς παραλύουσα κράτος. οἰέσθω δὲ πάλιν ἐνταῦθα μηδεὶς ἠρνῆσθαί τε καὶ ἀτονῆσαι τὸν Πέτρον, διὰ τὸ ῥῆμα Χριστοῦ· οὐ γὰρ ἀνάγκην ἐπιτιθεὶς, ἀλλ᾽ οὐδὲ ἐκ βίας ἕλκων εἰς τὸ παθεῖν τὰ τοιαῦτά φησιν· ἀλλ᾽ ὅπερ οἶδεν, ὡς Θεὸς, πάντως καὶ ἀναμφιλόγως ἐσόμενον προλέγει τῷ μαθητῇ.

Ἐπειδὴ δὲ τὰ τοῖς ἀρχαιοτέροις συμβεβηκότα πρὸς νουθεσίαν τῶν μετ᾽ αὐτοὺς ἀναγέγραπται, φέρε δή τι λέγωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν ἐκ τοῦ κεφαλαίου κεκινημένοι. οὐ γὰρ οἶμαι δεῖν ἐπαγγέλλεσθαί τι προχείρως τῷ Θεῷ, οὐδὲ κατορθοῦν ὑπισχνεῖσθαι τὸ ὑπὲρ δύναμιν ἔσθ᾽ ὅτε, ὡς κατεξουσιάζοντας τῶν πραγμάτων, καὶ τοῦτό φημι πρὸς τὰ ἐκ τῆς ἀποτυχίας ἐγκλήματα βλέπων· ἄλλως τε καὶ ὑπεροψίας οὐκ ἀπηλλάχθαι νομίζω τὸ προαλέστερον εἰπεῖν, ὅτι κατορθώσω τόδε τι τυχὸν, ἢ τόδε τι. καὶ γὰρ ἐφ᾽ ἅπασιν, οἷς ἄν τις δρᾶσαι προέλοιτο καὶ βούληται κατορθοῦν, ἐκεῖνο μάλιστα δεῖ φωνεῖν, ὅπερ εἴρηκεν ὁ σοφώτατος μαθητής “Ἐὰν ὁ Κύριος θέλῃ καὶ ζήσωμεν.” προθυμίαν μὲν γὰρ τὴν ἀγαθουργόν φημι δεῖν ταῖς τῶν φιλοθέων ἐνεῖναι ψυχαῖς, καὶ τὸ κατορθοῦν ἐθέλειν τὴν ἀρετὴν ἐξ ὅλης ἰσχύος ἐπείγεσθαι, τὴν δὲ ἐπὶ τούτοις ὁδὸν διὰ τῆς ἄνωθεν ἐξαιτεῖν εὐμενείας, οὐχ ὡς ἔχοντα προαλῶς ἐπαγγέλλεσθαι. ἀψευδῆ γὰρ οὕτω τῷ Θεῷ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις ἐπαγγελίαν τηρήσομεν, ἔξω τε πόδα αἰτίας ἕξομεν, κατὰ τὸν παρ᾽ Ἕλλησι λόγον. ἔστι δὲ καὶ ἑτέρως ἀγαθὸν τὸ μὴ εὔξασθαί τισιν, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. <Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία.> Εἰς τοῦτο μικροψυχίας κατοιχήσεσθαι τὸν Πέτρον εἰπὼν, ὡς ἀρνήσασθαι τρὶς, καὶ ἐν μιᾷ τοῦτο πείσεσθαι νυκτὶ, τῇ τοῦ πράγματος ὑπερβολῇ μονονουχὶ τὸν ἀκμαιότατον τῶν κινδύνων ὑπέδειξε φόβον.

ὅθεν ἦν δήπου, καὶ μάλα εἰκότως, τοὺς ἑτέρους παραχρῆμα διαλογίζεσθαι μαθητάς Τίς ἄρα καὶ πόσος, ἢ ποῖον ἕξει τὸ μέγεθος, τῶν ἐσομένων ὁ φόβος, δυσκαταμάχητος δὲ οὕτως ὁ πειρασμὸς, ὡς ἑλεῖν μὲν τὸν προὔχοντα, καταβαλεῖν δὲ οὐχ ἅπαξ, ἀλλ᾽ ἐν ἑνὶ μὲν πολλάκις, καὶ ἐν ὀλίγῳ καιρῷ; τίς οὖν ἄρα ἐν ἡμῖν τὸ ἐν τοῖς ἔτι χείροσι γενέσθαι διαφεύξεται, ἢ πῶς ἀνθέξει τις ἕτερος, τοῦ Πέτρου κινουμένου, καὶ τῷ βάρει τῶν συμβεβηκότων ὡς ἐξ ἀνάγκης ὑπείκοντος; μάτην οὖν ἄρα τοὺς ἐπὶ τῷ χρῆναι κατακολουθεῖν αὐτῷ διηντλήκαμεν πόνους, καὶ εἰς ζημίαν ἱδρώτων ἐκτελευτᾷ τὸ ἐπιχείρημα, καίτοι ζωῆς τῆς παρὰ Θεῷ πρόξενον εἶναι δοκοῦν. ταῦτά τοι καθ᾽ ἑαυτοὺς διενθυμεῖσθαι τοὺς μαθητὰς τὸ ἀπεικὸς οὐδέν· ἐπειδὴ δὲ κεκλιμένην αὐτοῖς τὴν διάνοιαν ἐπανορθοῦν ἔδει πάλιν, ἀναγκαῖον ὥσπερ τοῖς ἐντεῦθεν διαλογισμοῖς τε καὶ δείμασιν ἀντεπάγει τὸ φάρμακον, ὅπλον τε ποιεῖσθαι τὴν ἀταραξίαν ἐπιτάττει λέγων Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. ὅρα γεμὴν, ὅπως ἐπεσκιασμένως αὐτοῖς τῆς ἐσομένης αὐτοῖς μικροψυχίας ὑπισχνεῖται τὴν ἄφεσιν.

ἀκατακαλύπτως μὲν γὰρ οὐ φησὶν, ὅτι συγγνώσομαι καὶ ἠσθενηκόσιν, ἢ ὅτι συνέσομαι πάλιν οὐδὲν ἧττον ἀρνησαμένοις, ἢ πεφευγόσιν, ἵνα μὴ τὸν ἐκ τοῦ γελᾶσθαι φόβον ὁλοτελῶς ἀποστήσας, καὶ τὴν ἐκ τοῦ προσκρούειν ὑπόνοιαν ὁλοτελῶς ἀφελὼν, λεῖον αὐτοῖς ἀπεργάσηται τὸ πλημμέλημα, καὶ παρ᾽ οὐδὲν ποιεῖσθαι διδάξῃ τὴν ἐκ τῆς ἀρνήσεως μέμψιν. τὸ δὲ δὴ μὴ χρῆναι ταράττεσθαι λέγων, μέσους αὐτοὺς ἐλπίδος ἐτίθει καὶ δείματος, ἵν᾽ ἠσθενηκόσι μὲν καὶ παθοῦσιν αὐτοῖς τὸ ἀνθρώπινον, ἡ τῆς ἡμερότητος ἐλπὶς πρὸς τὸ ἀνασφῆλαι συμμαχῇ· ὀλιγάκις δὲ πταίειν ὁ τοῦ προσκρούειν αὐτοὺς ἐπιτρέπῃ φόβος, ἐπείπερ αὐτοῖς οὔπω μετῆν τὸ μὴ δύνασθαι διαπίπτειν ὅλως, οὔπω κατημφιεσμένοις τὴν ἄνωθεν καὶ τὴν ἐξ ὕψους δύναμιν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος χάριν. ἐπιτάττει τοιγαροῦν μὴ ταράττεσθαι, ὁμοῦ μὲν διδάσκων, ὅτι περ προσήκοι δὴ πάντως ἀμείνους εἶναι δειλίας τοὺς ἀγωνίζεσθαι μέλλοντας καὶ τοὺς ὑπὲρ τῆς εἰς ἄκρον εὐκλείας εἰσβήσεσθαι πόνους· μέγα γὰρ εἰς εὐτολμίας ἐφόδιον ὁ ἀτάραχος νοῦς· ὁμοῦ δὲ αὖ πάλιν ἀμυδρότερον μὲν καὶ οὐ σφόδρα διαφανῶς, ὑποσπείρων δ᾽ οὖν ὅμως τῆς ἀφέσεως τὴν ἐλπίδα, καὶ εἰ γένοιτό πως αὐτοῖς τὸ ἐξ ἀνθρωπίνης μικροψυχίας κατολισθεῖν εἰς δειλίαν. νοῦς γὰρ οὔπω τῇ ἄνωθεν ἱδρυμένος χαρίτι, δειλός τε καὶ εὐανάτρεπτος καὶ εἰς τὸ κλονεῖσθαι ταχύς.

διά τοι τοῦτο καὶ ὁ σοφώτατος Παῦλος ἐπευχόμενός τισιν ἐπιστέλλει “Καὶ ἡ εἰρήνη τοῦ ”Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρ- “δίας ὑμῶν.” τοῦτο γάρ ἐστι τὸ μὴ ταράττεσθαι τὴν καρδίαν. <Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε.> Ὁπλίτην ἐργάζεται τὸν ἄρτι δειλὸν, καὶ διὰ πραγμάτων ἐκ φόβου τραυμάτων ποιεῖσθαι κελεύει τὸ ἐν πίστει γοργόν. σωζόμεθα γὰρ οὕτως, καὶ οὐχ ἑτέρως, κατ᾽ ἐκεῖνο δή που τὸ ἐν ψαλμοῖς μελῳδούμενον “Κύριος φωτισμός μου καὶ ”σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς “ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;” ὑπερμαχομένου γὰρ καὶ ὑπερασπίζοντος ἡμῶν τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἂν ἡμᾶς δύναιτο κακοῦν; τίς δὲ ἰσχύος εἰς τοῦτο δραμεῖται τυχὸν, ὡς ὑπὸ χεῖρα ποιῆσαι τοὺς ἐκλεκτοὺς, καὶ τοῖς τῆς ἑαυτοῦ δυστροπίας ὑποθεῖναι κακοῖς; ἢ τίς ἂν ἕλοιτο καὶ δορυκτήτους ποιήσαιτο τοὺς τὴν θείαν ἔχοντας παντευχίαν; ὅπλον οὖν ἡ πίστις, ἄῤῥαγές τε καὶ πλατὺ, καὶ τὴν ἐκ τοῦ παθεῖν οἴεσθαί τι τυχὸν ἀποτρέπον δειλίαν, ἄπρακτά τε παντελῶς καὶ ἀνόνητα παντελῶς τοῖς πειράζουσι τὰ τῆς πονηρίας αὐτῶν ἀποτελοῦν βέλη.

ἔχοντος δὲ οὕτω τοῦ τῆς πίστεως λόγου, πάλιν ἐκεῖνο διασκεπτέον· διεκελεύσατο γὰρ πιστεύειν αὐτοὺς, οὐκ εἰς μόνον τὸν Θεὸν, ἀλλὰ καὶ εἰς αὐτὸν, οὐχ ὡς ἕτερόν τι παρὰ τὸν ὄντα φύσει Θεὸν ὑπάρχων αὐτὸς, ὅσον εἰς οὐσίας ταυτότητα λέγω, ἀλλ᾽ ὅτι τὸ εἰς Θεὸν πιστεῦσαι, ἔν τε τούτῳ μόνῳ τῷ ῥήματι τὸν τῆς πίστεως οἴεσθαι δεῖν συμπεπερᾶσθαι λόγον, Ἰουδαϊκῆς πως ἐστὶν ὑπονοίας ἴδιον, τὸ δὲ τῇ εἰς Θεὸν πίστει συνεισάγεσθαι τὸ ὄνομα τοῦ Υἱοῦ, κηρυγμάτων εὐαγγελικῶν ἐπίταγμα φαίνεται. δεῖ γὰρ πιστεύειν τοὺς οἵ γε φρονοῦσιν ὀρθῶς, εἴς γε Θεὸν Πατέρα, καὶ οὐχ ἁπλῶς εἰς Υἱὸν, ἀλλὰ καὶ ἐνανθρωπήσαντα, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. ἡ μὲν γὰρ ἁγία τε καὶ ὁμοούσιος Τριὰς, καὶ ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τῶν προσώπων ποιότησί τε καὶ ἰδιότησι διαστέλλεται· πατὴρ γάρ ἐστιν ὁ Πατὴρ καὶ οὐχ Υἱὸς, καὶ Υἱὸς πάλιν ὁ Υἱὸς καὶ οὐ Πατὴρ, καὶ Πνεῦμα τὸ Πνεῦμα τὸ Ἅγιον ἴδιον τῆς θεότητος· καὶ εἰς τὸν αὐτὸν τῆς οὐσίας ἀνακεφαλαιοῦται λόγον, οὐ τρεῖς ἡμῖν, ἀλλ᾽ ἕνα Θεὸν ἐπιγράφουσα. πλὴν εὐδιαστόλως φημὶ δεῖν ἡμᾶς ποιεῖσθαι τὴν πίστιν, οὐχ ἁπλῶς λέγοντας Πιστεύομεν εἰς Θεὸν, ἀλλ᾽ ἐξαπλοῦντας τὴν ὁμολογίαν, καὶ ἑκάστῳ προσώπῳ τὸν αὐτὸν τῆς δόξης ἀνατιθέντας λόγον.

διαφορὰ γὰρ πίστεως οὐδεμία μὲν ἐν ἡμῖν, οὐ γὰρ μείζων μὲν ἐν ἡμῖν ἡ πίστις ἐν Πατρὶ, ἐλάττων δὲ ἐν Υἱῷ, ἢ καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι· ἀλλ᾽ εἷς τε καὶ ὁ αὐτὸς τῆς ὁμολογίας ὅρος τε καὶ τρόπος, διὰ τριῶν ἐρχόμενος ὀνομάτων ἐν ἴσῳ τῷ μέτρῳ, ἵνα πρὸς ἑνότητα φύσεως καὶ διὰ τούτων ἰοῦσα φαίνηται πάλιν ἡ ἁγία Τριὰς, ἀκατηγόρητός τε παντελῶς ἡ περὶ αὐτὴν διαλάμπουσα δόξα καὶ ἐν ταῖς ἡμετέραις ὁρῷτο ψυχαῖς εἰς Πατέρα καὶ εἰς Υἱὸν ἡ πίστις, καὶ ὅτε γέγονεν ἄνθρωπος, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ οὐκ ἂν οἶμαι διέλοιτό τις, εἴ γε σωφρονοίη, τοῦ Θεοῦ Λόγου τὸν ἐκ παρθένου ναὸν, ὅσον ἧκεν εἰς τὸ τῆς υἱότητος χρῆμά φημι· “Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς,” κατὰ τὴν τοῦ Παύλου φωνήν. ὁ δὲ διατέμνων εἰς υἱῶν δυάδα τὸν ἕνα καὶ μόνον, ἴστω δὴ πάντως τὴν πίστιν ἀρνούμενος. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὸν περὶ τούτων ἄριστά τε καὶ λίαν ὀρθῶς ἐξυφαίνων λόγον, οὐ γυμνὸν εἰς πίστιν εἰσκεκόμικε τὸν Μονογενῆ, ἀλλὰ καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον ἀποθανόντα τε καὶ ἐγηγερμένον ἐκ νεκρῶν. τί γάρ φησιν; “Ἐγγύς σου τὸ ”ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· “τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, διότι ἐὰν ”εἴπῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ “πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ”ἐκ νεκρῶν, σωθήσῃ.

καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιο- “σύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” εἰ δὲ πιστεύομεν εἰς Υἱὸν, ὡς ἐγηγερμένον, τίς ὁ τεθνεὼς, ἵνα καὶ ἀναστῇ; ἀλλ᾽ ἔστι δῆλον, ὅτι τεθνάναι νοεῖται κατὰ τὴν σάρκα. κατεκλείσθη γὰρ εἰς θάνατον τὸ ἴδιον αὐτοῦ σῶμα, καὶ ἀνεβίω πάλιν· σῶμα γὰρ ἦν τῆς κατὰ φύσιν ζωῆς, ὅλην τοῦ ἐν αὐτῷ κατοικήσαντος καὶ ἀῤῥήτως ἡνωμένου τὴν ἰδιότητα φοροῦν, τουτέστιν, ἐνέργειαν τὴν ζωοποιόν. ὅταν οὖν τις διέλῃ καὶ, θεὶς ἀνὰ μέρος τήν τε σάρκα καὶ τὸν ἐνοικήσαντα σωματικῶς ἐν αὐτῇ, δύο τολμήσῃ λέγειν υἱοὺς, γινωσκέτω πιστεύειν εἰς μόνην τὴν σάρκα. πιστεύειν γὰρ ἡμᾶς αἱ θεῖαι διδάσκουσι γραφαὶ εἰς τὸν σταυρωθέντα τε καὶ ἀποθανόντα, καὶ ἐγηγερμένον ἐκ νεκρῶν, οὐχ ὡς ἕτερον ὄντα παρὰ τὸν ἐν αὐτῇ Θεὸν Λόγον, οὐχ ὅσον εἰς οὐσίας ταυτότητά φημι· σῶμα γὰρ τὸ σῶμα, καὶ οὐ Λόγος, εἰ καὶ σῶμα τοῦ Λόγου· ἀλλ᾽ ὅσον εἰς τὸ τῆς ἀληθοῦς υἱότητος χρῆμα.

εἰ δέ τῳ δοκοίημεν οὐκ ἄριστα λέγειν, ἐπιδεικνύτω παρελθὼν τὸν ἐκ Θεοῦ τεθνεῶτα Λόγον καθὸ νοεῖται Θεὸς, ὅπερ ἐστὶν ἀδύνατον, μᾶλλον δὲ καὶ μόνον ἐννοῆσαι δυσσεβές. <Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς μετ᾽ ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.> Ἀναγκαίως αὐτοῖς τὸ μὴ χρῆναι ταράττεσθαι διειπὼν, πιστεύειν τε μᾶλλον καὶ εἴς τε Πατέρα τὸν Θεὸν, καὶ ἑαυτὸν ἐπιτάξας, καὶ ἀναφανδὸν ἤδη φησὶ μικροψυχοῦντας παραμυθούμενος, ὡς οὐκ ἔξω μενοῦσι τῆς ὁσίας αὐλῆς, ἀλλ᾽ ἐνοικισθήσονται μὲν ταῖς ἄνω μοναῖς, ἐν δὲ τῇ τῶν πρωτοτόκων ἐκκλησίᾳ τὸν μακραίωνα τρίψουσι βίον, καὶ ἐν ἀτελευτήτοις ἔσονται τοῖς ἀγαθοῖς. πολλὰς γεμὴν εἶναί φησι τὰς μονὰς ἐν τῇ τοῦ Πατρὸς οἰκίᾳ, πολυχώρητόν τινα διδάσκων εἶναι τὸν οὐρανὸν, καὶ προσθήκης οὐδεμιᾶς δεῖσθαι παντελῶς τὴν παρ᾽ αὐτοῦ γενομένην κτίσιν εἰς τὸ δύνασθαι λαβεῖν τοὺς ἀγαπῶντας αὐτόν· εἰκὸς δὲ, ὅτι καὶ τὸ διάφορον τῆς τιμῆς, τῷ πολλὰς εἶναι λέγειν τὰς μονὰς, ὑποσημῆναι βούλεται, ἑκάστου τοῦ διαζῆν βουλομένου ἐν ἀρετῇ, τόπον ὥσπερ τινὰ τὸν ἴδιον ἀποληψομένου, καὶ τὴν τοῖς αὐτοῦ πρέπουσαν κατορθώμασι δόξαν.

εἰ μὴ πολλαὶ τοιγαροῦν ἦσαν αἱ παρὰ τῷ Θεῷ καὶ Πατρὶ μοναὶ, ταύτης ἂν ἕνεκεν τῆς αἰτίας προαποδημήσειν ἔφη, ὡς δηλονότι προετοιμάσαι τὰ τῶν ἁγίων ἐνδιαιτήματα· πολλὰς δὲ οὔσας εἰδὼς προητοιμασμένας ἤδη, καὶ τῶν ἀγαπώντων Θεὸν περιμενούσας τὴν ἄφιξιν, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποδημήσων, φησὶν, ἀλλὰ τῆς ἀνόδου τῆς πρὸς τὸ ἄνω, νομὴν ὥσπερ τινὰ καὶ τόπον προευτρεπίσων ὑμῖν, καὶ τὸ πάλαι δύσβατον ἐξομαλιῶν. ἄβατος γὰρ ἦν ἀνθρώποις παντελῶς ὁ οὐρανὸς, καὶ οὐ πεπάτηκε πρότερον πώποτε σὰρξ τὸ καθαρὸν ἐκεῖνο καὶ πάναγνον τῶν ἀγγέλων χωρίον, ἐνεκαίνισε δὲ πρῶτος ἡμῖν τὴν εἰς αὐτὸν ἄνοδον ὁ Χριστὸς, καὶ τόπον ἔδωκεν ἀνόδου τῆς εἰς οὐρανὸν τῇ σαρκὶ, ἀπαρχὴν ὥσπερ τινὰ τῶν κεκοιμημένων, καὶ ἐν γῆς χώματι κειμένων, ἑαυτὸν ἀνακαινίσας τῷ Θεῷ καὶ Πατρὶ, καὶ πρῶτος ἄνθρωπος ὀφθεὶς τοῖς ἐν οὐρανῷ. τοιγάρτοι καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐπιδημίας τῆς μετὰ σαρκὸς μυστήριον οὐκ εἰδότες οἱ κατ᾽ οὐρανὸν ὄντες ἄγγελοι, ἀνιόντα κατετεθήπεσαν, ἐπὶ δὲ τῷ ξένῳ καὶ ἀήθει πράγματι μονονουχὶ τεθορυβημένοι φασί “Τίς οὗτος ”ὁ παραγενόμενος ἐξ Ἐδώμ;”

τουτέστιν, ἐκ γῆς· ἀλλ᾽ οὐκ ἀδίδακτον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιαγάστου σοφίας τὴν ἄνω πληθὺν ἀφῆκε τὸ Πνεῦμα, διεκελεύετο δὲ μᾶλλον ὡς βασιλεῖ καὶ τῶν ὅλων Δεσπότῃ τὰς οὐρανίους ἀνοιγνύναι πύλας ἀναφωνοῦν “Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ”ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς “δόξης.” ἐνεκαίνισε τοίνυν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς “ὁδὸν πρόσφατον καὶ ζῶσαν,” ὡς ὁ Παῦλός φησιν, οὐκ “εἰς χειροποίητα ἅγια εἰσελθὼν, ἀλλ᾽ εἰς αὐτὸν τὸν ”οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ “ἡμῶν.” οὐ γὰρ ἑαυτὸν ἐμφανίσων τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναβέβηκεν ὁ Χριστός· ἦν γὰρ καὶ ἔστι καὶ ἔσται διὰ παντὸς ἐν Πατρὶ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ἰδίου γεννήτορος, αὐτὸς γάρ ἐστιν, ᾧ προσχαίρει διὰ παντός· ἀνέβη δὲ νῦν ὡς ἄνθρωπος ἀσυνήθως τε καὶ ξένως ἐμφανισθῆναι ὁ πάλαι γυμνὸς ἀνθρωπότητος Λόγος. δι᾽ ἡμᾶς δὲ τοῦτο καὶ ὑπὲρ ἡμῶν, ἵνα καὶ ὡς ἄνθρωπος εὑρεθεὶς, ὡς Υἱὸς ἐν δυνάμει καὶ μετὰ σαρκὸς ἀκούσας καθόλου “Κάθου ”ἐκ δεξιῶν μου,” τῆς υἱοθεσίας τὴν δόξαν ὅλῳ δι᾽ ἑαυτοῦ παραπέμψῃ τῷ γένει· εἷς γάρ ἐστιν ἐξ ἡμῶν, καθὸ πέφηνεν ἄνθρωπος, ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ὑπὲρ πᾶσάν ἐστιν τὴν κτίσιν, καὶ ὁμοούσιος τῷ ἰδίῳ γεννήτορι, καθὸ πέφηνεν ἐξ αὐτοῦ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς κατὰ ἀλήθειαν.

ἐνεφανίσθη τοίνυν, ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἵνα ἡμᾶς τοὺς ἐκ προσώπου γεγονότας διὰ τὴν ἀρχαίαν παράβασιν, στήσῃ πάλιν ὡς ἐν προσώπῳ τοῦ Πατρός· κεκάθικεν, ὡς Υἱὸς, ἵνα καὶ ἡμεῖς ὡς υἱοὶ δι᾽ αὐτοῦ χρηματίσωμεν καὶ τέκνα Θεοῦ. διάτοι τοῦτο καὶ ὁ Παῦλος, ὁ τὸν Χριστὸν ἔχειν ἐν ἑαυτῷ λαλοῦντα διατεινόμενος, κοινὰ τῇ φύσει τῇ ἀνθρωπείᾳ τὰ εἰς αὐτὸν ἰδικῶς γεγονότα διδάσκων φησὶν, ὅτι “καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ”ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.” ἴδιον μὲν γὰρ ὡς Υἱῷ κατὰ φύσιν ὑπάρχει Χριστῷ τὸ τῆς συνεδρείας ἀξίωμα, καὶ τὴν τοῦ συγκαθῆσθαι δόξαν αὐτῷ τε πρεπόντως καὶ μόνῳ ἀληθῶς ἀνακεῖσθαι φήσομεν. τὸ δὲ ὅλως καθ᾽ ἡμᾶς ὑπάρχειν τὸν συνεδρεύοντα καθὸ πέφηνεν ἄνθρωπος μετὰ τοῦ νοεῖσθαι καὶ Θεὸν ἐκ Θεοῦ, παραπέμπει πως καὶ εἰς ἡμᾶς τὴν ἐκ τοῦ ἀξιώματος χάριν. εἰ γὰρ καὶ μὴ αὐτῷ συνεδρεύσομεν τῷ Πατρί· πῶς γὰρ τὸ δοῦλον εἰς τὴν ἴσην τῷ δεσπότῃ τιμὴν ἀνίοι ποτέ; ἀλλ᾽ οὖν γε, τὴν ἐπὶ θρόνων κάθισιν τοῖς ἁγίοις ἐπηγγείλατο μαθηταῖς. “Ὅταν γὰρ, ”φησὶν, ὁ υἱὸς τοῦ ἀνθρώπου καθίσῃ ἐπὶ θρόνου δόξης “αὐτοῦ, καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες ”τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.”

οὐκοῦν ἀνοιχήσομαι, φησὶν, οὐ μονὰς ὑμῖν ἑτοιμάσων· εἰσὶ γὰρ ἤδη πολλαὶ, καὶ τὸ ἐπικαινοτομεῖσθαι τῇ κτίσει περιττόν· προευτρεπίσων δὲ τόπον ὑμῖν τοῦ εἶναι δύνασθαι λοιπὸν ἀναμὶξ τοῖς ἁγίοις ἀγγέλοις τοὺς ὄντας ἐπὶ τῆς γῆς, διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν· οὐ γὰρ ἂν ἐμίχθη τοῖς οὕτω βεβήλοις ἡ ἁγία τῶν ἄνω πληθύς· κατορθώσας δὲ τοῦτο, καὶ συνάψας τοῖς ἄνω τὸν κάτω, τόπον δὲ δοὺς ἀνόδου τῆς εἰς τὴν ἄνω πόλιν ὑμῖν, πάλιν ἐπανήξω κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν καὶ παραλήψομαι ὑμᾶς μεθ᾽ ἑαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.

ὃ καὶ συνεὶς ὁ Παῦλος ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησί “Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ”ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου “οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν ”κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ “καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀνα- ”στήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπό- “μενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ”ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὔπω πάντοτε σὺν “Κυρίῳ ἐσόμεθα.” <Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.> Προαποδημήσω μὲν ἔγωγε, φησὶν, ἑτοιμάσων ὑμῖν τῆς ἀνόδου τόπον τῆς εἰς οὐρανούς· ἀλλ᾽ εἰ βούλεσθε, καὶ φίλον ὑμῖν τὸ ἐν ἐκείναις καταλύσαι ταῖς μοναῖς, καὶ περὶ πολλοῦ πεποίησθε τὸ εἰς τὴν ἄνω γενέσθαι πόλιν, καὶ τοῖς ἁγίοις συναυλισθῆναι πνεύμασιν, οἴδατε τὴν ὁδὸν, τουτέστιν, ἐμέ· δι᾽ ἐμοῦ γὰρ πάντως, καὶ οὐ δι᾽ ἑτέρου τινὸς τὴν οὕτως ἀξιάγαστον ἀποκερδανεῖτε χάριν· οὐ γὰρ ἕτερος ὑμῖν ἀνοίξει τοὺς οὐρανοὺς, οὐδὲ βατὸν ἀποδείξει ποτὲ τὸ παντελῶς ἀστιβές τε καὶ ἄηθες τοῖς ἀπὸ τῆς γῆς χωρίον, εἰ μὴ μόνος ἐγώ. καὶ ἀληθὴς ὁ λόγος.

διὰ γάρ τοι τοῦτο καὶ ὁ προφήτης Ἱερεμίας ἐν Πνεύματι, ταύτην ἡμᾶς τὴν ὁδὸν ὅτι μάλιστα ζητεῖν παρεκελεύετο, λέγων “Στῆτε ἐπὶ ταῖς ὁδοῖς ”καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία “ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ”ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.” ὁδοὶ μὲν γὰρ Κυρίου καὶ τρίβοι, κατὰ τὸν προφήτην, τὰ σωτήρια τῶν ἁγίων προφητῶν συγγράμματα· ἀλλ᾽ εἴ τις αὐτοῖς τὸν νοῦν ἐπιστήσειε, τὴν ὁδὸν εὑρήσει τὴν ἀγαθὴν, τουτέστι Χριστὸν, δι᾽ οὗ καὶ ὁ τέλειος ἁγνισμὸς ταῖς ἡμετέραις ψυχαῖς ἐγγίνεται· δικαιούμεθα γὰρ διὰ τῆς πίστεως, καὶ θείας ἀναδεικνύμεθα φύσεως κοινωνοὶ τῇ μεθέξει τοῦ Ἁγίου Πνεύματος. ἀλλὰ καὶ αὐτὸς ὁ μεγαλοφωνότατος προφήτης Ἡσαΐας οὕτως ἡμῖν τὸν Χριστὸν διεκήρυττε λέγων “Ἔσται ἐκεῖ ὁδὸς ”καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται·” ἐκεῖ δέ που φησὶν, ἐν τοῖς χρόνοις δηλονότι τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς· ὁδὸς γὰρ ἡμῖν γέγονε καθαρὰ καὶ ἁγία, δι᾽ ἧς οἱ βαδίζοντες, τὴν λαμπρὰν τῶν ἁγίων καλλίπολιν καὶ τὴν ἐλευθέραν Ἱερουσαλὴμ ἐν τοῖς ὡρισμένοις ὄψονται χρόνοις. καὶ αὐτὸς δὲ πάλιν ὁ θεσπέσιος ἡμῖν μελῳδὸς, ὡς πρὸς Θεὸν Πατέρα φησί “Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου.” ἐπιθυμεῖ γὰρ τοῖς διὰ Χριστοῦ παιδεύεσθαι νόμοις, οὐκ ἀγνόησας τις ὅτι καὶ πρὸς τὴν ἄνω βαδιεῖται πόλιν, διὰ τῆς εὐαγγελικῆς παιδεύσεως, κατευθὺ παντὸς ἐρχόμενος ἀγαθοῦ.

καὶ παρενεγκεῖν μὲν οὐ χαλεπὸν καὶ ἑτέρας ἔτι πολλὰς ἐκ προφητῶν μαρτυρίας, δι᾽ ὧν ἂν εἰδείημεν ὁδὸν τὴν ἁγίαν ἀποκεκλημένον τὸν Ἰησοῦν, ἀλλ᾽ οὐδὲν οἶμαι τὸ ἀναγκαῖον τοῖς οὕτω σαφῶς ἐγκειμένοις εἰς ὄνησιν ἐπαγωνίζεσθαι σφόδρα. ἴστε τοίνυν τὴν ὁδὸν, δι᾽ ἧς ἂν ἴοιτε, φησὶ, καὶ αὐτοὶ πρὸς τὰς ἄνω μονὰς, ἤδη τοῦτο παραδηλῶν, καὶ ἕτερον οὐδὲν, ἢ ὅτι πολλὰ μὲν λίαν καὶ εὐπρεπῆ τὰ παρὰ Θεῷ καὶ Πατρὶ καταλύματα, καὶ τόπον ὑμῖν παῤῥησίας τοῦ καὶ ἐν ἐκείνοις γενέσθαι τοῖς χωρίοις ἑτοιμάσων προαναβήσομαι. πλὴν ἴστε, φησὶν, ὡς οὐκ ἄν τις δι᾽ ἑτέρου τινὸς τὸ ἐκεῖσε γενέσθαι λάβοι, πλὴν δι᾽ ἐμοῦ καὶ μόνου. οὐκοῦν εἴ τις ἐκπέσοι τοῦ ἀγαπᾶσθαι παρὰ Χριστοῦ, ἢ βεβήλοις κενοφωνίαις καὶ ἀλλοκότων ῥημάτων ἀκαθαρσίαις προσέχων συκοφαντεῖν ἑλομένων, τὴν ἄῤῥητον αὐτοῦ καὶ ἀπερινόητον φύσιν ὡς ἐν δούλοις κατατάττει, καὶ τοῖς γενομένοις καταριθμεῖ τὸν ἐλεύθερον καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός γε γεννηθέντα Λόγον, ἤγουν καθ᾽ ἕτερόν τινα λυπήσειε τρόπον, γινωσκέτω λοιπὸν τῆς πρὸς τὸ ἄνω πορείας τὴν ὁδὸν ἀπολέσας, καὶ πεπλανημένος μὲν τοῦ ἰδίου γεωργίου τοὺς ἄξονας, κατὰ τὸ εἰρημένον ὑπό τινος, ὑφέξων δὲ πάντως τὴν τοῖς κάτω μένουσι πρέπουσαν δίκην.

διὰ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τοὺς ἀρνησαμένους ἐκ φρενοβλαβείας τὸ ἐν Χριστῷ πολιτεύεσθαι, παλινδρομοῦντας δὲ πρὸς τὰς ἐκ νόμου σκιὰς, ἀπηλλοτριῶσθαί φησιν ἀπὸ Χριστοῦ καὶ τῆς χάριτος ἐκπεσεῖν, διὰ τοῦ δικαιοῦσθαι φιλεῖν ἐκ νόμου. ὅνπερ γὰρ τρόπον ὁ τῆς τετριμμένης τε καὶ εὐθείας ἐκπίπτων ὁδοῦ, τὰ ἐκ τοῦ πλανᾶσθαι πάντως ὑποστήσεται βλάβη· οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην παρωσάμενοι, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν παίδευσιν ἐν τῷ μηδενὶ τεθεικότες, τὴν ἄνω πόλιν οὐκ ὄψονται, ἀλλ᾽ οὐδὲ τοῖς ἁγίοις συνδιαιτήσονται. ὁδὸς γὰρ ἡ πρὸς τοῦτο κομίζουσα, μόνος ἐστὶν ὁ Χριστός. <Λέγει αὐτῷ Θωμᾶς Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς οἴδαμεν τὴν ὁδόν; λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.> Οὔπω διαῤῥήδην εἰπεῖν ἐθελήσαντι τῷ Χριστῷ τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι βαδιεῖται πρὸς τὴν ἄνω, καὶ ἀποδημήσει πρὸς τὸν Πατέρα, αἰνιγματωδῶς γεμὴν ἔτι καὶ διὰ πολλῶν ἐμφάσεων τὸ πρᾶγμα σημαίνοντι, προσεκόμισε τὴν πεῦσιν ὁ μαθητής· Θωμᾶς δὲ ἦν οὗτος· καὶ συναναπλέκει τινὰ λογισμὸν, μονονουχὶ καὶ οὐχ ἑκόντα λέγειν ἐκβιαζόμενος, καὶ ὅποι ποτὲ πορεύσεται, καὶ οὗ τῆς ἀποδημίας ἡ ὁδὸς συντείνεται. οὐ γὰρ ἴσμεν, ἔφη, ποῦ ὑπάγεις, εἶτα πῶς ἂν εἰδείημεν τὴν ὁδόν;

καὶ τὸ μὲν σφόδρα περίεργον τοῦ μαθητοῦ παρελαύνει Χριστός· οὐ γὰρ ἀποκρίνεταί τι πρὸς ὅπερ ἤθελεν αὐτὸς ἀλλ᾽, ἐκεῖνο τῇ ἰδίᾳ γνώσει τηρήσας, καὶ καιρῷ μᾶλλον ἀναθεὶς τῷ πρεπωδεστέρῳ, διεκκαλύπτει χρησίμως, ὅπερ ἦν αὐτοῖς ἀναγκαῖον εἰς μάθησιν. ἐγὼ τοίνυν εἰμί φησιν ἡ ὁδὸς, ἐγὼ ἡ ἀλήθεια, ἐγὼ ἡ ζωή. καὶ ὅτι μὲν ἀληθὴς περὶ ἑαυτοῦ ταῦτα λέγων ὁ Κύριος, οὐδεὶς ἂν οἶμαι τῶν εὖ φρονούντων ἐνδοιάσῃ πώποτε· πλὴν ἐκεῖνο δεῖν ὑπολαμβάνω ζητῆσαι φιλομαθῶς. τοῦ γὰρ δὴ χάριν, καίτοι φῶς καὶ σοφία καὶ δύναμις καὶ ἑτέροις δὲ ὅσοις ὀνόμασι παρὰ ταῖς θεοπνεύστοις ὠνομασμένος γραφαῖς, ἐξειλεγμένοις ὥσπερ τισὶ καὶ πολὺ λίαν ἔχουσιν ὄντα λόγον χρῆται πρὸς τὸ παρὸν, ὁδὸν ἑαυτὸν καὶ ἀλήθειαν καὶ ζωὴν ἀποκαλῶν; βαθεῖα γὰρ ὡς ἐγῷμαι καὶ οὐ λίαν εὐκάτοπτος ἡ τοῦ λόγου δύναμις· οὐκ ὀκνητέον δ᾽ οὖν ὅμως πρὸς τὴν ἐγχείρησιν. ἐρῶ γὰρ ὅπερ εἰς ἐμὴν ἀναβαίνει διάνοιαν, ἐφιεὶς δηλονότι τὰ ἀμείνω νοεῖν τοῖς θεωρεῖν εἰωθόσιν ὀξυωπέστερον.

Διὰ τριῶν τοιγαροῦν πραγμάτων ταῖς ἄνω καὶ θείαις προσβαλοῦμεν αὐλαῖς, καὶ εἰς τὴν τῶν πρωτοτόκων ἀναβησόμεθα ἐκκλησίαν· διὰ πράξεως δή φημι, τῆς κατὰ ποικίλην ἀρετὴν, καὶ πίστεως τῆς ἐν ὀρθότητι, καὶ ἐλπίδος τῆς ἐν ζωῇ. ἆρ᾽ οὖν ἕτερος ἡμῖν τοῦ δύνασθαι τοιαῦτα δρᾶν γενήσεται χορηγὸς, ἢ πρόξενος, ἢ αἰτία, ἢ πρόφασις παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐμενοῦν· μὴ γάρ τοι νομίσῃς. αὐτὸς γὰρ ἡμῖν νενομοθέτηκε τὰ ὑπὲρ νόμον, αὐτὸς ὑπέδειξε τὴν ὁδὸν, ἣν ἂν οἶμαί τις καλῶς εἰς τὴν κατ᾽ ἐνέργειαν ἀρετὴν ἐκδέξαιτο, καὶ τὸ ἐν πράξεσι ταῖς κατὰ Χριστὸν διαβατικόν τε καὶ πρόθυμον. οὐκοῦν αὐτός ἐστιν ἡ ἀλήθεια, αὐτός ἐστιν ἡ ὁδὸς, τουτέστιν, ὁ ἀληθὴς τῆς πίστεως ὅρος, καὶ ὁ τῆς ἀπλανοῦς περὶ Θεοῦ διαλήψεως κανών τε καὶ στάθμη. πιστεύοντες γὰρ εἰς Υἱὸν ἀληθῶς, τουτέστιν, ἐξ αὐτῆς γεννηθέντα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐ νόθον, οὐ ψευδώνυμον, ἀλλ᾽ οὐδὲ κτίσμα ἢ ποίημα τὸ τῆς ἀληθοῦς πίστεως περικεισόμεθα καύχημα. ὁ γὰρ εἰς υἱὸν παραδεξάμενος τὸν Υἱὸν, διωμολόγηκε πάντως καὶ τὸν ἐξ οὗπέρ ἐστι, καὶ πατέρα τὸν Θεὸν οἶδέ τε καὶ δέξεται.

αὐτὸς τοιγαροῦν ἡ ἀλήθειά ἐστιν, αὐτός ἐστιν ἡ ζωή· οὐ γὰρ ἕτερος ἡμῖν ἀποκαταστήσει τὴν ἐν ἐλπίσι ζωὴν, τὴν ἐν ἀφθαρσίᾳ δηλονότι καὶ μακαριότητι καὶ ἁγιασμῷ· αὐτὸς γὰρ ἡμᾶς ἐγείρει, καὶ νεκροὺς γεγονότας διὰ τὴν ἀρχαίαν ἀρὰν ἀνακομίσει πάλιν εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. ἅπαντα τοίνυν ἡμῖν ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ τὰ κάλλιστά τε καὶ ἐξαίρετα πέφηνέ τε ἤδη καὶ γενήσεται. καὶ ὅρα μοι πάλιν, ὅτι τῇ τῶν προκειμένων θεωρίᾳ πολὺ δὴ πρέπων ἐστὶν ὁ περὶ τούτων λόγος. ἐνδοιάζοντός τε γὰρ ἔτι τοῦ μαθητοῦ καὶ φάσκοντος Πῶς οἴδαμεν τὴν ὁδὸν, διὰ βραχέων ἔδειξεν, ὡς ἐπείπερ εἰδεῖεν τῶν εἰς τὸ ἄνω διακομίζειν ἐθελόντων ἀγαθῶν αἴτιόν τε καὶ χορηγὸν καὶ πρύτανιν ὑπάρχειν αὐτὸν, οὐδενὸς αὐτοῖς ἔτι δεήσει πρὸς τὸ εἰδέναι τὴν ὁδόν.

Ἐπειδὴ δὲ τούτῳ συνῆπτε τό Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ, φέρε δή τι καὶ πρὸς αὐτὸ λέγωμεν τῶν ῥηθήσεσθαι μελλόντων, ἐκεῖνο προερευνήσαντες, τὸ πῶς ἄν τις ἴοι πρὸς τὸν Πατέρα. ἐρχόμεθα τοίνυν κατὰ δύο τρόπους· ἢ γὰρ ἅγιοι γεγονότες κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι μέτρον, ὡς ἁγίῳ Θεῷ κολλώμεθα· “Ἅγιοι ”γὰρ ἔσεσθε, φησὶν, ὅτι ἐγὼ ἅγιος·” ἤγουν ἐπὶ τὴν τοῦ Πατρὸς γνῶσιν τὴν ὡς ἐν πίστει καὶ θεωρίᾳ βαδίζομεν, τῇ ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καθὰ γέγραπται. ἀλλ᾽ οὐκ ἄν τις ἅγιος εἴη ποτὲ, καὶ διὰ πολιτείας ἥξει τῆς κατ᾽ ἀρετὴν, μὴ οὐχὶ ποδηγοῦντος αὐτὸν εἰς ἅπαντα τοῦ Χριστοῦ, οὐδ᾽ ἂν αὐτῷ συνάπτοιτο τῷ Θεῷ καὶ Πατρὶ, μὴ οὐχὶ πάντως μεσιτεύοντος τοῦ Χριστοῦ. μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνάπτων τὴν ἀνθρωπότητα τῷ Θεῷ. ὡς μὲν γὰρ ἐκπεφυκὼς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ᾗ Λόγος ἐστὶ καὶ ἀπαύγασμα καὶ χαρακτὴρ, ἕν ἐστι πρὸς τὸν Πατέρα, ὅλος ὢν ἐν αὐτῷ, καὶ ἔχων αὐτὸν ἐν ἑαυτῷ· ᾗ δὲ γέγονεν ἄνθρωπος καθ᾽ ἡμᾶς, δίχα τῆς ἡμῶν ἁμαρτίας συνάπτεται τοῖς ἐπὶ τῆς γῆς, καὶ μεθόριον ὥσπερ τι γέγονε, συνέχων ἐν ἑαυτῷ τὰ πρὸς ἑνότητα καὶ φιλίαν συνδεδραμηκότα.

Οὐδεὶς οὖν ἥξει πρὸς τὸν Πατέρα, τουτέστι, θείας ἀναδειχθήσεται φύσεως κοινωνὸς, εἰ μὴ διὰ Χριστοῦ μόνου. εἰ μὴ γὰρ ἐμεσίτευσε γενόμενος ἄνθρωπος, οὐκ ἂν εἰς τοῦτο μακαριότητος προὔβη τὰ καθ᾽ ἡμᾶς, ἀλλὰ καὶ εἴ τις ἴοι πρὸς τὸν Πατέρα διὰ θεωρίας, τῆς ἐν πίστει φημὶ καὶ γνώσει τῇ κατ᾽ εὐσέβειαν, δι᾽ αὐτοῦ πάλιν ἥξει τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. ὅπερ γὰρ ἔφην ἀρτίως, ἐρῶ δὴ πάλιν, οὐχ ἑτέρως ἔχοντος τοῦ λόγου οἶμον. προσδεξάμενος γάρ τις τὸν Υἱὸν εἰς υἱὸν ἀληθῶς, ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀφίξεται γνῶσιν· οὐδὲ γὰρ υἱὸς ὑπάρχειν νοοῖτο, μὴ οὐχὶ πάντως συνεισδεχθέντος αὐτῷ τοῦ τεκόντος αὐτόν. συνειστρέχει γὰρ Υἱῷ μὲν ἡ περὶ Πατρὸς γνῶσις, Πατρὶ δὲ αὖ πάλιν ἡ περὶ Υἱοῦ. οὐκοῦν ἀληθὴς ὁ Κύριος λέγων Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ, ὅτι φυσικὴ καὶ οὐσιώδης εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐ καθάπερ ἔδοξέ τισιν, ἐπακτοῖς ἀξιώμασι μεμόρφωται πρὸς αὐτὸν, ἕτερόν τι κατ᾽ οὐσίαν ὑπάρχων καὶ νοούμενος. <Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.> Αὐτὸν δὴ καθ᾽ ἑαυτοῦ φαίη τις ἂν ἴσως καὶ οἰηθείη τυχὸν διαλέγεσθαι τὸν Υἱόν. ἔχει δὲ οὐχ οὕτως. οὐ γὰρ ἄν τι τῶν εἰκαίων ἐφθέγξατο καὶ περιττῶν, εἰ καὶ ὅτι μάλιστα διὰ τὸ μὴ σφόδρα δύνασθαί τινας τοῖς λεγομένοις ἀκολουθεῖν, χρησιμωτάτην ἔσθ᾽ ὅτε ποιεῖται τὴν ἐπανάληψιν.

πλὴν ἔν γε τῷ πάροντι πολὺ δὴ λίαν ὀνίνησιν ἡμᾶς, ταυτὶ τοῖς πρώτοις προσενεγκών. ἐπειδὴ γὰρ διεπυνθάνετο ὁ Θωμᾶς Ποῦ γὰρ ἀπελεύσῃ, λέγων, ἢ πῶς ἂν ἡμεῖς εἰδείημεν τὴν ὁδὸν, τὸ ὅποι ποτὲ βαδιῇ μὴ γινώσκοντες, ἀναγκαίως ἔφασκεν “Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια,” καὶ ὅτι “Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ·” δεικνὺς ἐντεῦθεν, ὡς εἴπερ τις βούλοιτο τὴν ὁδὸν εἰδέναι, δι᾽ ἧς ἂν ἴῃ πρὸς ζωὴν τὴν αἰώνιον, φιλονεικήσει δὴ πάντως εἰδέναι Χριστόν. ἐπειδὴ δὲ ἦν τινας εἰκὸς Ἰουδαϊκήν τινα μᾶλλον ἤγουν εὐαγγελικὴν ἐπιτηδεύοντας παίδευσιν, ἐξαρκεῖν οἴεσθαι πρὸς τὸ πιστεύειν ὀρθῶς τὴν εἰς ἕνα τῶν ὅλων Θεὸν ὁμολογίαν τε καὶ γνῶσιν, μὴ μὴν ἐπείγεσθαι μαθεῖν τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, ἀναγκαίως ἀποκλείει τρόπον τινὰ Χριστὸς καὶ τοῖς οὕτω δοξάζουσι τὴν περὶ τοῦ Θεοῦ γνῶσιν, εἰ μὴ καὶ αὐτὸν βούλοιντο παραδέχεσθαι. διὰ γὰρ Υἱοῦ προσιτέον τῷ Θεῷ καὶ Πατρί. ἀναλόγως γὰρ τῇ τοῦ γεννήματος θεωρίᾳ καὶ ἐπ᾽ αὐτὸν ἥξομεν τὸν γεννήτορα. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀμφιβαλεῖν, ὅτι τὸν Υἱόν τις ὑφεστάναι πιστεύων οὕτως ὡς υἱὸν, τὸν ἐκ τῆς οὐσίας φημὶ τοῦ γεννήσαντος, εἴσεται δὴ πάντως καὶ τὸν Πατέρα.

Κατὰ μὲν οὖν τὴν ἁπλουστέραν καὶ ἀπερίεργον γνῶσιν, οὕτως ἄν τις οἰηθείη τυχὸν λαλῆσαι· εἰ δέ τῳ δοκοίη καὶ διὰ λεπτῶν ἔρχεσθαι νοημάτων, ὡς καὶ ἐπ᾽ αὐτὴν τῶν πραγμάτων ἐλάσαι τὴν βάσανον, ἀληθεύοντα πάλιν εὑρήσει τὸν Υἱόν. διανοίᾳ μὲν γὰρ ἁπάσῃ παντελῶς ἀχώρητος ἡ θεία φύσις ἐστὶ, καὶ τί κατ᾽ οὐσίαν ὁ τῶν ὅλων γενεσιουργὸς τολμᾶν ὅλως περιεργάζεσθαι, φρενοβλαβείας ἁπάσης ἀπόδειξιν ἔχει. πλὴν ἔστι πως ἡμᾶς τινα, ὡς ἐν σκιαῖς καὶ αἰνίγμασιν, ἐρανίζεσθαι γνῶσιν, κάτοπτρον ὥσπερ τι παρατιθέντας τῷ νοῒ τῶν ἐνόντων πλεονεκτημάτων τῇ τοῦ Υἱοῦ φύσει τὸν κατάλογον. ἐξ ὧν γάρ ἐστιν αὐτὸς, καὶ ἐξ ὧν εἴργασται γενόμενος ἄνθρωπος, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, ἀναλόγως ἄν τις ἐπὶ τὴν τοῦ τεκόντος αὐτὸν θεωρίαν ἀνίοι λοιπόν. ὅρα γάρ μοι τὴν ἐνοῦσαν αὐτῷ δόξαν τε καὶ δύναμιν, βλέπε τὴν ἐφ᾽ ἅπασιν ἀπαραπόδιστον ἐξουσίαν. τί γὰρ εἰπέ μοι καὶ τῶν ὑπὲρ λόγον, οὐκ ἐλευθέροις νεύμασι κατορθώσας ὁρᾶται, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκός; ἀλλ᾽ ὁ τοσοῦτος ἡμῖν δι᾽ αὐτῶν ὀφθεὶς τῶν πραγμάτων “Ἐγὼ, ”φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν “Πατέρα.”

ἰτέον οὖν ἄρα κατὰ τὴν τοῦ προκειμένου δύναμιν ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον, καὶ ἀπὸ τοῦ χαρακτῆρος ἐπ᾽ ἐκεῖνον δὴ πάντως οὗ καὶ ἔστι χαρακτὴρ, καὶ οὐ, κατά τινας τῶν ἑτεροδοξεῖν εἰωθότων, ἐπακτοῖς τισι καὶ τοῖς ἔξωθεν ἀξιώμασι σχηματίζεσθαί φαμεν τὸν Υἱὸν πρὸς τὸν Πατέρα οὐδὲ, καθάπερ τοῖς πλανωμένοις δοκεῖ, εἰκὼν εἶναι λέγεται τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἔχων αὐτοῦ τὴν δόξαν, τὴν δύναμιν, τὴν σοφίαν, φύσεως γεμὴν ἑτέρας ὑπάρχων· ταῦτα γὰρ ἐκείνων τὰ ληρήματα, καὶ ἡ κεκομψευμένη φλυαρία, μᾶλλον δὲ δυσσέβεια, πρὸς ἀνατροπὴν ἐπινοηθεῖσα καὶ καθαίρεσιν τῆς ὁμοουσιότητος τοῦ Υἱοῦ, κατά γε τὸν ἐν αὐτοῖς ἀνόσιόν τε καὶ θεομάχον σκοπόν· ἀλλ᾽ ὡς Υἱὸς ἀληθῶς, ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀποῤῥήτως καὶ ἀπερινοήτως γεννηθεὶς, χαρακτήρ ἐστιν αὐτοῦ καὶ εἰκὼν καὶ ἀπαύγασμα, φέρων ἐν οἰκείᾳ φύσει τῆς τοῦ τεκόντος αὐτὸν οὐσίας τὸ ἴδιον, καὶ τῶν φυσικῶν πλεονεκτημάτων τὸ κάλλος.

οὐ γὰρ ἀπόπληκτοι κατ᾽ ἐκείνους ἐσόμεθα καὶ εἰς τοῦτο δυσβουλίας τὸν οἰκεῖον κατωθήσομεν νοῦν, ὡς τῷ κατὰ φύσιν οὐκ ὄντα λέγειν Θεῷ ὅμοιον, μήτε μὴν ἐκ τῆς οὐσίας γεννηθέντα τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τοῦ Θεοῦ χαρίσασθαι δόξαν, ἢ καὶ φάναι δύνασθαί ποτε τὸ πεποιημένον ὅλως, καὶ τὸ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθὲν, τὴν θείαν ἀπαραλλάκτως φορέσαι δύναμιν καὶ σοφίαν, ἔχειν δὲ οὕτως ὡς ἂν νοοῖτο τυχὸν ἡ θεία τε καὶ ἄῤῥητος τοῦ Θεοῦ Πατρὸς φύσις. τί γὰρ ἂν εἴη τὸ παραλλάττον ἔτι ποιητοῦ καὶ ποιήματος, ἢ τί τὸ μεσολαβοῦν καὶ διακόψαι δυνάμενον τῆς ταυτότητος τῆς ἐν οὐσίᾳ φημὶ τὸ γεγονὸς τοῦ κτίσαντος; εἰ γὰρ ὅλως ἔχει τήν τε δόξαν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν αὐτοῦ, κατὰ τὸν ἴσον τρόπον τῷ Θεῷ καὶ Πατρὶ, τί τὸ μεῖζον ἐν αὐτῷ, τί δὲ τὸ πλέον ἕξει παρ᾽ ἡμᾶς, ἤτοι τὴν κτίσιν, ἐγὼ μὲν εἰπεῖν οὐκ ἂν ἔχοιμι παντελῶς, ἀπορήσειν δὲ ὑπολαμβάνω κἀκείνους. οὐκοῦν οὐ τοῖς ἔξωθεν ἀξιώμασιν ὁ Υἱὸς ἡμῖν εἰς τὴν τοῦ Πατρὸς ἰσότητα σχηματίζεται, καὶ οὐ καθάπερ τις ἐν πίνακος γραφῇ, μόναις ἡμῖν ταῖς τῶν χρωμάτων ἰδέαις καταποικίλλεται, τὴν τοῦ βασιλέως πλαττόμενός τε καὶ ψευδόμενος μορφὴν, ἀλλὰ χαρακτήρ ἐστι καὶ εἰκὼν ἀληθῶς τοῦ τεκόντος αὐτὸν, ἐν ἰδίοις καὶ φυσικοῖς ἀγαθοῖς τὴν τοῦ Πατρὸς φύσιν ἐμφανῆ καθιστάς.

διὰ τοῦτο γὰρ ἀμήχανον εἶναί φησιν ἐπιγνῶναί τισι τὸν Πατέρα, μὴ οὐχὶ πρότερον ἐπεγνωκόσιν αὐτὸν, τουτέστι τὸν Υἱόν. <Καὶ ἀπάρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.> Ἄξιον οἶμαι θαυμάσαι, καὶ τούτῳ τὴν ἐνοῦσαν τῷ λόγῳ διασκευὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. εἰρηκὼς γὰρ ὅτι “Εἰ ”ἐγνώκειτέ με καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε,” καὶ νομισθεὶς ἐγκαλεῖν τοῖς μαθηταῖς τῶν οὕτως ἀναγκαίων τὴν ἄγνοιαν, τεθεράπευκεν εὐθύς Ἀπάρτι λέγων γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. ἐπειδὴ γὰρ ἔμελλον τῶν ἁπανταχόσε κειμένων ἐκκλησιῶν ἡγεμόνες ἔσεσθαι, παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος ἀκούσαντες τό “Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,” διὰ ταύτην ὡς ἐγῷμαι μάλιστα τὴν αἰτίαν, προαποδείξας χρησίμως καὶ κοινὸν ὥσπερ εἰς ἅπαντας ποιησάμενος λόγον, ὡς εἴ τις εἰδείη τὸν Υἱὸν, εἴσεται δήπου πάντως καὶ τὸν ἐξ οὗπέρ ἐστι Πατέρα καὶ Θεὸν, ἐπιμαρτυρεῖ χρησίμως τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἐπίγνωσιν οὐ κεχαρισμένως· οὐ γὰρ ἂν φθέγξαιτό τι τῶν οὐκ ἀληθῶν· ἀλλ᾽ ὄντως εἰδόσι τε καὶ ἐπεγνωκόσιν. ὅτι γὰρ Υἱὸν ἀληθῶς εἶναι τοῦ Θεοῦ τὸν Κύριον ᾔδεσάν τε καὶ πεπιστεύκεισαν, οὐδαμόθεν ἐστὶ τοῖς εὖ φρονοῦσιν ἀμφίβολον.

ἐπεὶ κατὰ τίνα τρόπον Ναθαναὴλ ὁ Ἰσραηλίτης ἀκούσας “Πρὸ τοῦ σε Φίλιππον καλέσαι ”ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε,” παραχρῆμα τῆς πίστεως τὴν ὁμολογίαν εἰσκεκόμικε λέγων “Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ ”Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ·” καὶ μὴν καὶ θαλάσσης τε παραδόξως καὶ ἀσυνήθως κατηυνασμένης, πως αὐτὸν προσεκύνουν οἱ ἐν τῷ σκάφει “λέγοντες Ἀληθῶς ”Θεοῦ υἱὸς εἶ;” ἆρ᾽ οὖν οὐκ εἰδότων ὅτι περ ὑπάρχοι Θεὸς καὶ ἐκ Θεοῦ γεγέννηται Πατρὸς ἐρεῖ τις τὸ ῥῆμα; εἶτα πῶς οὐκ ἀμαθαίνων ὁ τοιοῦτος ἁλώσεται; περὶ τὰ μέρη τῆς Φιλίππου Καισαρείας παρ᾽ αὐτοῦ διερωτώμενοι τοῦ Χριστοῦ “Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ ἀνθρώπου,” οὐχὶ πρῶτον μὲν ἔφασκον τὰς ἑτέρων ὑπονοίας; οἱ μὲν γὰρ, φησὶν, Ἡλίαν εἶναι νομίζουσιν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. τίνα δὲ λέγουσιν αὐτοὶ, διαῤῥήδην εἰπεῖν οὐ παραιτούμενοι δι᾽ ἑνὸς οἱ πάντες τοῦ προὔχοντος, Πέτρος δὲ αὐτὸς ἦν, οὐκ ἐνδοιαστῶς ἔφασαν “Σὺ εἶ ὁ Χριστὸς ὁ ”υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.” οὐκοῦν, ὅταν λέγῃ Χριστός “Εἰ ἐγνώκατέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε,” μὴ πάντως αὐτοῖς τοῖς μαθηταῖς ὑπολάβῃς εἰρῆσθαι τὸ ῥῆμα, ἀλλ᾽ ὅρον ὥσπερ τινὰ γενικὸν τοῖς ἁπανταχόσε ποιεῖται, τὸ τῶν ἁγίων ἀποστόλων πρόσωπον παραθείς.

Ἐπιτήρει γὰρ ὅπως εὑρήσομεν οὐκ ἠγνοηκότας αὐτοὺς, ὅτι Θεός τε ἐστὶ καὶ Υἱὸς τοῦ Θεοῦ· ἀλλ᾽ ὁδὸν ἑαυτὸν εἶναι φήσαντος τοῦ Θεοῦ, τὸ αἰνιγματωδῶς εἰρῆσθαι δοκοῦν οὐ σφόδρα συνῆκαν, καὶ περὶ τοῦτο μόνον αὐτοῖς τὸ τῆς ἀγνοίας αἰτίαμα στήσεται. διὰ γάρ τοι τοῦτο διελέγξας ἐν ὀλίγοις, ὡς οὐ δυνήσονται συνιέναι τὸ πλαγίως εἰρημένον αὐτοῖς, εἶτα κοινὸν ἅπασι προθεὶς ἐντεῦθεν λόγον, διδάξας τε σαφῶς, ὡς καὶ αὐτὴν ζημιωθήσεται τὴν εἰς τὸν Πατέρα γνῶσιν, ὃς ἂν ἀγνοήσῃ τὸν Υἱὸν, ὡς ἤδη διωμολογηκόσι τὴν πίστιν τοῖς μαθηταῖς, εἰκότως τὴν γνῶσιν ἐπιμαρτυρεῖ λέγων Ἀπάρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. τὸ δέ Ἀπάρτι φησὶν, οὐχὶ δήπου πάντως ἐξ ἐκείνης τῆς ὥρας, ἤτοι τῆς ἡμέρας, καθ᾽ ἥνπερ αὐτοῖς τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους· τὸ δέ Ἀπάρτι φησὶν, ἀντιπαρεξάγων τῷ ἀρχαίῳ καὶ πρώτῳ, τὸν ἀρτιφανῆ καὶ νέον τῆς αὐτοῦ παρουσίας καιρὸν, καθ᾽ ὃν λαμπροτέρα γέγονε τοῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἡ περὶ Πατρὸς γνῶσις διὰ τοῦ Υἱοῦ. διὰ γάρ τοι τοῦτο καὶ ἐν βίβλῳ ψαλμῶν ὡς πρὸς Θεὸν καὶ Πατέρα φησίν “Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ.” ἑωρακότες γὰρ τοῖς ὑπὲρ λόγον θαυματουργήμασι διαπρέποντα τὸν Υἱὸν, καὶ μετὰ θεοπρεποῦς ἐξουσίας κατορθοῦντα ῥᾳδίως ὅπερ ἂν βούλοιτο, τεθαυμάκαμεν ἐντεῦθεν τὴν τοῦ Πατρὸς γνῶσιν, οὐχ ἑτέρως ἔχουσαν ἐννοοῦντες αὐτὴν, ἢ ὥσπερ ἐστὶν ἡ τοῦ ἐξ αὐτοῦ προελθόντος Υἱοῦ.

Ἀπάρτι τοίνυν γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. ἐγνώκαμεν γὰρ ἐν Υἱῷ, καθάπερ ἔφην ἀρτίως, τίς ὁ Πατὴρ, καὶ οὐ μόνον ἐπεγνώκαμεν, ἀλλὰ καὶ ἐθεασάμεθα, ἤτοι ἑωράκαμεν. ἡ μὲν γὰρ γνῶσις τὴν διὰ τῶν ἐννοιῶν θεωρίαν ὑποδηλοῖ, ἣν ἄν τις λάβοι τυχὸν περὶ τῆς θείας τε καὶ ἀῤῥήτου φύσεως, τῆς ἐπὶ πάντας φημὶ καὶ διὰ πάντων καὶ ἐν πᾶσι. τὸ γεμὴν ἰδεῖν, τὴν διὰ τῶν τερατουργημάτων πληροφορίαν σημαίνει. οὐ γὰρ μόνον ἐγνώκαμεν ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατήρ· οὐδὲ ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις τὴν τοῦ πράγματος εἴδησιν ἐν ἑαυτοῖς ἐσχήκαμεν· ἐν Υἱῷ ζωοποιοῦντι τοὺς νεκροὺς, καὶ εἰς τὸ εἶναι πάλιν ἀνακομίζοντι τοὺς κατεφθαρμένους· οὐ μόνον ἐγνώκαμεν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶ καὶ ὅτι πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν ὁ Θεὸς καὶ Πατὴρ, καὶ τῶν παρ᾽ αὐτοῦ γεγονότων κατεξουσιάζει βασιλικῶς, ὡς “πάντα τὰ ἔργα σείεσθαί τε δι᾽ αὐτὸν καὶ τρέμειν,” κατὰ τὸ γεγραμμένον· ἀλλ᾽ εἴδομεν ὄντα τοιοῦτον καὶ ἐν Υἱῷ, ὅτε θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμῶν, μετὰ πολλῆς ἔφη τῆς ἐξουσίας “Σιώπα, πεφίμωσο.” Ἐπειδὴ τοίνυν ἔμελλεν ἐρεῖν, ὅτι οὐ μόνον ἐγνώκατε τὸν Πατέρα, ἀλλ᾽ ὅτι καὶ ἑωράκατε, προτάξαι δεῖν ἀναγκαῖον ᾠήθη τό Ἀπάρτι, καὶ διὰ ποίαν αἰτίαν;

ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωυσέως προσεφώνει τοῖς υἱοῖς Ἰσραήλ “Κύριος ὁ ”Θεός σου κύριος εἷς ἐστι,” καὶ τὸν μὲν περὶ τοῦ Υἱοῦ λόγον οὐ παρετίθει τοῖς πάλαι, μόνης δὲ τῆς πολυθεΐας ἐξελὼν αὐτοὺς, εἰς τὴν τοῦ ἑνὸς ἐκάλει προσκύνησιν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτε γέγονεν ἄνθρωπος, διὰ πολλῶν σημείων καὶ ἐνεργημάτων ἐγνώρισεν ἡμῖν δι᾽ ἑαυτοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τῇ ἁγίᾳ Τριάδι νοουμένην τε καὶ ὑφεστῶσαν ἀληθῶς μίαν ἔδειξε θεότητος φύσιν. καλῶς οὖν ἄρα τό Ἀπάρτι φησὶ, διὰ τὸ ἀτελὲς ἐν γνώσει τῶν κατὰ νόμον καὶ τῶν κατ᾽ ἐκείνους πολιτευομένων. σημειωτέον δὲ, ὅτι ἑαυτὸν ἀντὶ τοῦ Πατρὸς ἑωρᾶσθαι λέγων, οὐκ ἀνατρέπει τὸ ὑπάρχειν ἀληθῶς τε καὶ ἰδιοσυστάτως τὸν ἐξ οὗπέρ ἐστι Πατέρα καὶ Θεόν· ἀλλ᾽ οὐδὲ ἑαυτὸν εἶναί φησι τὸν Πατέρα, ὅσον ἧκεν εἰπεῖν εἰς προσώπου δήλωσιν· ἀλλ᾽ ἐπείπερ ἐστὶν ὁμοούσιος τῷ Πατρὶ, ἑωρᾶσθαί φησιν ἐν αὐτῷ τὸν γεννήσαντα, ὥσπερ ἂν εἰ καὶ ἀνθρώπου τινὸς υἱὸς τὴν ἰδίου πατρὸς ἐθελήσας κατασημᾶναι φύσιν, ἑαυτὸν ἐπιδείξας λέγει τῷ τοῦτο μαθεῖν ἐθέλοντι τυχόν Τὸν ἐμὸν ἐν ἐμοὶ τεθέασαι πατέρα. Θεὸς δὲ πάλιν τὴν τοῦ παραδείγματος ὑπεραλεῖται δύναμιν. <Λέγει αὐτῷ Φίλιππος Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.> Φιλομαθὴς μὲν ὁ Φίλιππος, πλὴν οὐ λίαν ὀξὺς εἰς σύνεσιν τὴν ταῖς θεοπτίαις πρεπωδεστέραν.

οὐ γὰρ ἂν ᾠήθη ποτὲ τοῖς τοῦ σώματος ὀφθαλμοῖς τὴν θείαν ἰσχῦσαι καταθεάσασθαι φύσιν, καίτοι διαῤῥήδην λέγοντος τοῦ Θεοῦ “Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” εἰ γὰρ καὶ ὤφθη ποτὲ τοῖς ἁγίοις, ὡς ἡ θεόπνευστος ἔφη γραφὴ, ἀλλ᾽ οὐκ ἂν οἶμαί τις ὑποτοπήσαι ποτὲ ἐμφανῆ τὴν θείαν γενέσθαι φύσιν οὕτως, ὡς ἔχει καθ᾽ ἑαυτὴν, πλάττεσθαι δὲ μᾶλλον εἰς τὸ τῷ καιρῷ πρεπωδέστερον σχῆμα. καὶ γοῦν οἱ προφῆται διαφόρως αὐτὸν τεθέανται, καὶ ποικίλος τε περὶ Θεοῦ παρ᾽ ἐκείνοις ὁ λόγος. ὁ μὲν γὰρ Ἡσαΐας ἑτέρως, Ἰεζεκιὴλ δὲ πάλιν οὐχ ὁμοίως τῷ παρ᾽ ἐκείνῳ θαύματι. ἔδει τοίνυν συνιέναι τὸν Φίλιππον, ὡς ἦν τι τῶν ἀμηχάνων παντελῶς, τὴν θείαν δύνασθαι κατιδεῖν οὐσίαν, καὶ τοῦτο διὰ σαρκὸς, καὶ οὐ μετὰ σαρκὸς, ὅτε καὶ οὐ σφόδρα νουνεχὲς, παρούσης αὐτῷ τῆς εἰκόνος καὶ ἀκριβοῦς χαρακτῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, ἐπ᾽ αὐτὸ ζητεῖν ἰέναι τὸ ἀρχέτυπον, ὡς οὔπω παρὸν, καὶ καθ᾽ ὃν ἔδει λόγον ἐπιδειχθέν. ἱκανωτάτη γὰρ λίαν εἰς παράστασιν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἡ Χριστοῦ θεωρία, καλῶς τε καὶ ἀκριβῶς ἐξυφαίνοντος τὸ ἀξιέραστον κάλλος τῆς ὅθεν ἐξέφυ βασιλικῆς οὐσίας. “ἀπὸ ”γὰρ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται,” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν.

ἐξαρκούσης τοιγαροῦν τῷ γε ἅπαξ συνετῷ τῆς τοῦ Υἱοῦ θεωρίας εἰς παράστασίν τε καὶ ἀκριβῆ πληροφορίαν, τίς ἂν εἴη κατὰ φύσιν καὶ ὁ γεννήσας αὐτόν· περιττὸς μὲν ἴσως ὁ τοῦ μαθητοῦ φαίνεται λόγος, πλὴν οὐκ ἔξω κείσεται τῶν εἰς ἄκρον ἐπαίνων ἡκόντων. αὐτὸν γὰρ οἶμαι δεῖν οὐ μετρίως ἀποθαυμάσαι λέγοντα Δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν. ὅμοιον γὰρ ὡς εἰ ἔφη τυχόν Πάσης ἂν εἴσω γενέσθαι τῆς θυμηδίας ὁμολογήσαιμεν, καὶ πρὸς τὸ εἶναι μακαρίως οὐδέν ἐστι τὸ λεῖπον ζητήσαιμεν, εἰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιωθείημεν πολυεύκτου θέας καὶ αὐτοί. ὁ δὲ παντὸς προθεὶς ἀγαθοῦ καὶ τοῦ δοκοῦντος εἰς εὐθυμίαν συντελεῖν τὴν τοῦ Πατρὸς θέαν, πῶς οὐκ ἂν ὁμολογοῖτο παντὸς ὑπάρχειν ἄξιος θαύματος; οὕτω μὲν οὖν τὰ ἐν τῷ προκειμένῳ διαληψόμεθα, καθάπερ οἶμαι, κατὰ τὴν εὐστιβῆ τε καὶ ἁπλουστέραν τοῖς πολλοῖς θεωρίαν. εἰ δὲ χρή τι καὶ περιεργότερον ἰδεῖν, καὶ τάχα τι τῶν κεκρυμμένων εἰπεῖν, οἰησόμεθά τι τὸν Φίλιππον φράσαι τε ὁμοῦ καὶ νοῆσαι τοιοῦτον.

κατεδάκνοντο γὰρ ἐπὶ τοῖς τοῦ Σωτῆρος θαύμασιν οἱ τῶν Ἰουδαίων προεστηκότες καὶ πρὸς τούτοις ἔτι γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ταῖς ἀμετρήτοις θεοσημίαις καθάπερ τισὶ λίθοις εἰς καρδίαν βαλλόμενοι, καὶ ἐῤῥήγνυντο τῷ φθόνῳ, καὶ δρᾶσαι μέν τι πρὸς ταῦτα καὶ τερατουργοῦντα διακωλύειν δι᾽ οὐδενὸς ἰσχύειν ᾔδεσαν τρόπου· διασύροντες δὲ οὕτω τὰ παραδόξως γεγενημένα, καὶ τοῖς ἐξ ἀπάτης κατασμικρύνοντες λόγοις τὴν δόξαν αὐτοῦ, ἄνω τε καὶ κάτω τὴν τῶν Ἰουδαίων διαθέοντες χώραν, αὐτήν τε τὴν Ἱερουσαλὴμ, ποτὲ μὲν ἔφασκον ἐν Βεελζεβοὺλ αὐτὸν ἐργάζεσθαι τὰ σημεῖα· ποτὲ δὲ πάλιν εἰς ἀκάθεκτον μανίαν ἐξοιστρούμενοι, δαιμονᾶν μὲν ἔφασκον, οὐκ εἰδέναι δὲ ἅ φησιν. ἐπετίμων γὰρ τοῖς ὄχλοις λέγοντες “Δαιμόνιον ἔχει ”καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε,” ἀλλ..................... ....................... εὐκλείαις ἀφορήτως ἀντεγειρόμενος, τίς δὲ οὗτος ἦν, ἀναγκαίως ἐρῶ.

Ἀνέπειθον γὰρ τοὺς δήμους, καθάπερ ἀρτίως ἐδείξαμεν, τὸν μὲν παρὰ τοῦ Σωτῆρος ἡμῶν μὴ προσίεσθαι λόγον, ἀποφοιτᾶν δὲ ὡς διδάσκοντος παρὰ τὸν νόμον καὶ ὡς ποῤῥωτάτω φεύγειν ἐπείγεσθαι, προσκεῖσθαι δὲ μᾶλλον τοῖς διὰ Μωυσέως τεθεσπισμένοις. καὶ διὰ ποίαν αἰτίαν; ἔφασκον γὰρ ὅτι Μωυσῆς μὲν ὁ μέγας τοὺς πάλαι λαοὺς ἐξήνεγκεν “εἰς συνάντησιν τοῦ Θεοῦ,” κατὰ τὸ γεγραμμένον, καὶ παρέστησεν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἔδειξέ τε αὐτοῖς ἐν τῷ ὄρει τὸν Θεὸν, καὶ ἀκοῦσαι παρεσκεύασε τῶν λόγων αὐτοῦ, πεπληροφόρηκέ τε καὶ μάλα σαφῶς, ὅτι Θεὸς ἐλάλει τοὺς νόμους· ὁ δὲ τούτων οὐδὲν ἔδειξε παντελῶς. ὅτι δὲ οὗτος ἦν πολὺς παρ᾽ ἐκείνοις ὁ λόγος, ἐντεῦθεν μαθήσῃ. θεωρήσεις γὰρ λέγοντας πρὸς τὸν ἐκ γενετῆς τυφλὸν, ὃν ἀῤῥήτῳ δυνάμει τεθεράπευκεν ὁ Σωτήρ “Συμμαθητὴς εἶ ”ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. ἡμεῖς γὰρ “οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ ”οἴδαμεν πόθεν ἐστίν.” ἐνόμιζον τοίνυν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες δόγμασι, δυσανταγώνιστόν τινα τὸν ἐπὶ τούτοις ποιεῖσθαι λόγον, καὶ οὐκ εὐανάτρεπτον τοῖς πολλοῖς, ἐθορύβουν δὲ ὡς εἰκὸς καὶ ὑπεσκέλιζον διὰ τούτου πολλούς.

τοῦτο καθ᾽ ἑαυτὸν ἐννοήσας ὁ Φίλιππος, ὡς λυθησομένης ἁπάσης τῆς τῶν Ἰουδαίων ἀντιλογίας, εἰ καὶ αὐτὸς δείξειεν ὁ Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸν Πατέρα, πρόσεισι λέγων Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν. ἐννόει γὰρ λέγοντα Πάντα, φησὶν, ὦ Δέσποτα, εἰς πίστιν ἐπαγωγὰ διὰ τῆς σῆς ἐξουσίας τελεῖται, διὰ μυρίων θαυμάτων δυσωπήσειεν ἄν τις τῆς τῶν Ἰουδαίων γλωσσαλγίας τὸ ἀκρατές. ἐπιλείψῃ δ᾽ ἂν ἡμῖν εἰς τὸ παράπαν οὐδὲν, εἰ καὶ αὐτὸς ἡμῖν ἐπιδείξεις τὸν Πατέρα καὶ Θεόν· ἀρκέσει γὰρ τοῦτο τοῖς σοῖς μαθηταῖς, εἰς τὸ δύνασθαι λοιπὸν καὶ μάλα καλῶς τοῖς τῶν ἐκεῖνα προτεινόντων καθοπλίζεσθαι λόγοις. τοιαύτην τινὰ θεωρίαν τοῖς προκειμένοις ἐποίσαντες, οὐκ ἂν οἶμαι τοῦ πρέποντος λόγου διαμαρτήσαιμεν. καλεῖ γὰρ ἡμᾶς πρὸς τὸ οὕτω νοεῖν καὶ αὐτὸς ὁ Φίλιππος λέγων Ἀρκεῖ ἡμῖν τὸ ἰδεῖν τὸν Πατέρα καὶ Θεὸν, ὡσανεὶ τούτου καὶ μόνου τοῖς πεπιστευκόσιν ἐλλελοιπότος, ὑποτιθεῖ δέ πως καὶ αὐτὸς ὁ Σωτὴρ, ἐν τοῖς ἐφεξῆς εἰπών “Τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ᾽ ”ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ “ἔργα αὐτός.” τὸ δὲ ὅπως προσήκει καὶ τοῦτο νοεῖν, οὐκ ἐν τῷ παρόντι μᾶλλον, ἀλλ᾽ ἐν τῷ πρεπωδεστέρῳ καὶ γείτονι λελέξεται τόπῳ. <Λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσούτῳ χρόνῳ μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, φίλιππε;

ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.> Ἀπροφάσιστον τῷ μαθητῇ τὴν ἀμαθίαν ἐπιδεικνύει. τὰ μὲν γὰρ δυσεφικτότερα τῶν θεωρημάτων, καὶ πρὸς κατάληψιν τὴν ἐν νοήσει φημὶ λεπτοτέραν ἐν ἑαυτοῖς ἐξαιτοῦντα τὴν βάσανον, εἰ καὶ μὴ ἐν ὀλίγῳ χρόνῳ τυχὸν, ἀλλ᾽ οὖν ἐν μακραῖς παρατάσεσι τῶν καιρῶν ἔσται δὴ πάντως ἁλώσιμα τοῖς φιλομαθέσι καὶ καταφανῆ γενήσεται· οἷς δὲ οὐκ ἔνεστι τὸ περισκελὲς, ἀλλ᾽ εὐθεῖαν ἔχει τὴν εἴδησιν, τούτοις ἄν τις προσβάλοι, καὶ λίαν ἀκονιτί. τί τοίνυν, φησὶν, ὦ Φίλιππε, πρὸς τὴν ἐπ᾽ ἐμοὶ σύνεσιν ἀκριβῆ τὸ παραποδίσαν, εἰπέ. καίτοι γὰρ οὕτω μακροῦ διελάσαντος χρόνου, καθ᾽ ὅν εἰμι μεθ᾽ ὑμῶν, καὶ ἀρκοῦντος εἰς πληροφορίαν ὧν ἔδει σε μαθεῖν, ἐνδοιάζεις ἔτι, μᾶλλον δὲ ἥλως ἠγνοηκὼς, τίς μὲν ἐγὼ κατὰ φύσιν εἰμὶ καὶ πόθεν, καίτοι τῶν ὅτι μάλιστα παρὰ σοὶ θαυμαζομένων εὑρίσκων ὄντα δημιουργόν. πῶς δὲ οὐκ ἔγνως, φησὶν, ὅτι ὁ θεωρήσας ἐμὲ τεθέαται τὸν Πατέρα; ἀλλ᾽ Ἰουδαίους μὲν οἴει τοὺς πάλαι τὴν θείαν ἐν τῷ ὄρει Σινᾶ τεθεᾶσθαι φύσιν, ἀκηκοέναι τε λαλούσης αὐτῆς, ὅτε τοὺς ἐπὶ τοῖς πρακτέοις ἐτίθει νόμους· σὺ δὲ οὔπω διετέθης, ὅτι τὸν Πατέρα τεθέασαι δι᾽ ἐμοῦ τε καὶ ἐν ἐμοί· ὁ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. καὶ ὅτι μὲν οὐ σωματικήν τινα θεωρίαν ἡμῖν κατασημαίνει Χριστὸς, οὐ μακρῶν οἶμαι δεδεῆσθαι λόγων τοὺς ἀκροωμένους.

οὐ γὰρ ἄν τις εἴποι τῶν νοῦν ἐχόντων, τὴν τοῦ Θεοῦ φύσιν θεωρίαις ὑποκεῖσθαι σωματικαῖς, ἀλλ᾽ οὐδὲ τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς κατίδοι τις ἂν τὸ ὡς καὶ μόλις ἐν ἐσόπτρῳ καταληπτόν· βλέπομεν γὰρ ὡς ἐν αἰνίγματι· καὶ μικρὰ φρονεῖν οἶμαι περὶ Θεοῦ καὶ τὸν λίαν μεγάλῃ ἐπαυχοῦντα γνώσει.

Πλὴν ἐκεῖνο δὴ πάλιν τοῖς τῆς ἀληθείας ἐροῦμεν ἐχθροῖς, οἳ πλατεῖαν ἔχουσι καθ᾽ ἡμῶν τὴν γλῶτταν, μᾶλλον δὲ κατ᾽ αὐτῆς τῆς οὐσίας τοῦ Μονογενοῦς. εἰ γὰρ μὴ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, γεννητῶς ὑπάρχων τοῦθ᾽ ὅπερ ἐστὶ, Θεὸς δηλονότι καὶ κατὰ φύσιν καὶ ἀληθῶς, μόνοις δὲ τοῖς ἔξωθεν ἀγλαϊζόμενος σχήμασι, καὶ ταῖς ἐπεισάκτοις λελαμπρυσμένος εὐκλείαις, οὐ φυσικοῖς διαπρέπων ἀξιώμασιν, ἐν ἑαυτῷ δὲ μορφοῖ τὸν Πατέρα, καὶ εἰκών ἐστιν ἀπαράλλακτος τοῦ Θεοῦ, πρῶτον μὲν οὐκ ἂν εἴη κατὰ φύσιν Υἱὸς, ἀλλ᾽ οὐδὲ γέννημα κατὰ ἀλήθειαν, ποίημα δὲ καθ᾽ ἡμᾶς, ἤ τι τῶν τοιούτων ἕτερον· οὗ παραδεχθέντος, οὕτω τε ἔχειν πεπιστευμένου, παντελῶς δήπου κἀκεῖνο φήσομεν ἀληθῶς, ὡς οὐκ ἂν εἴη πατὴρ ὁ Πατὴρ ἐνεργείᾳ καὶ φύσει, θελήσει δὲ μᾶλλον καὶ δοκήσει τυχὸν, καθάπερ οὖν καὶ ἡμῶν ὠνόμασται πατήρ. εἶτα τί τὸ ἐντεῦθεν; συνομολογηθήσεται καὶ ὡς ἐξ ἀνάγκης ἀνατελεῖ Τριάς· οὐκ ἔτι γὰρ ἡμῖν ἡ ἁγία πιστεύεται κατά τινα δὴ τρόπον, τρεῖς δὲ μᾶλλον, ὡς ἐν ἀλλήλοις οὐκ ἐνυπάρχοντος οὐσιωδῶς, ἑκάστου τε ὥσπερ τῶν ὀνομάτων εἰς τὸν οἰκεῖον τῆς ἰδίας φύσεως ἀναχωροῦντος λόγον, διακεκομμένου τε τοῦ ἑτέρου παντελῶς. ἐκβιάζεται γάρ πως ἡμᾶς ἡ τοῦ θεωρήματος δύναμις καὶ παχύτερον περὶ τούτων εἰπεῖν.

καὶ εἰ τοῦτο δώσομεν ὑπάρχειν ἀληθὲς, οὕτως τε ἔχειν ἐροῦμεν, καὶ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀλλότριον παντελῶς παραδεξόμεθα τὸν Υἱὸν, πῶς οὐ διαψεύσεται λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; Θεοῦ γὰρ ὑπάρχοντος κατὰ φύσιν τοῦ Πατρὸς, πῶς ἂν ἡμῖν ὁ Υἱὸς, καίτοι μὴ ὑπάρχων Θεὸς κατὰ φύσιν κατὰ τὸν ἐκείνων λόγον, δείξει ἐν ἑαυτῷ τὸν Πατέρα; πῶς γὰρ ἐν τῷ γεγονότι τὸ μὴ γεγονὸς θεωρήσομεν· ἐν δὲ τῷ μὴ ὄντι ποτὲ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, πῶς ἄν τις ἴδοι τὸν ὄντα διὰ παντός; μὴ γάρ μοι λεγέτω τις τῶν ἐκεῖνα δεδυσφημηκότων, τὴν τῆς ἀληθείας κατασοφιζόμενος δύναμιν, ὡς ἐπείπερ ἔχει τὴν δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, τήν τε δύναμιν καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὸ παντουργικὸν καὶ τὸ δύνασθαι παράγειν τὰ οὐκ ὄντα ποτὲ, διὰ τοῦτο καὶ εἰκών ἐστιν αὐτοῦ· ἀλλὰ δεικνύτω πρότερον, εἰ Θεὸς κατὰ φύσιν φαίνεται, καὶ οὕτως ἀπαραλλάκτως, ὡς μηδὲν εἶναι τὸ ἀδικοῦν τὴν εἰσάπαν καὶ ὁλοτελῶς ἐμφέρειαν τῆς εἰκόνος πρὸς τὸ ἀρχέτυπον· ἀπορήσαντα δὲ καὶ τοῦτο δεικνύειν οὐχ ἑκόντα, δεύτερον αἰτήσομεν εἰπεῖν, ποῖος ἂν ἐπιτρέψῃ λόγος, καίτοι κατὰ φύσιν οὐκ ὄντα Θεὸν, κατά γε τὴν ἐνοῦσαν αὐτοῖς βδελυρίαν, τὰ τῆς θεότητος ἔργα δύνασθαι πληροῦν. τοῦτο γάρ ἐστι τὸ φέρειν τὴν εἰκόνα τοῦ Πατρός.

εἰ μὲν γὰρ οἴκοθεν οὐκ ἔχων τὴν ἀρκοῦσαν εἰς τοῦτο δύναμιν ὁ Υἱὸς δανείζεται τὴν παρὰ Πατρὸς, καὶ χορηγεῖται παρ᾽ αὐτοῦ καὶ σοφίαν καὶ ἰσχὺν, ἵνα δύνηται κατορθοῦν ἃ καὶ μόνῃ πρέπειν ἐροῦμεν τῇ τοῦ Πατρὸς φύσει, διαψεύσεται οὕτω καὶ τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν. εἰ δὲ ψεύδεσθαι μὲν οὐ δώσομεν αὐτὸν, οὕτως ἔχοντα καθάπερ εἰρήκαμεν, ὡς δὲ ἀληθεύοντι συναινέσομεν, αὐτὴν ἁλωσόμεθα τὴν δόξαν ἀδικοῦντες τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅπως, ἐρῶ. ἢ γὰρ ἀνάγκη λέγειν, ὅτι ψεύδεται τὴν εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, οἴκοθεν μὲν οὐκ ἔχων τὴν τοῖς ἔργοις ἐξαρκοῦσαν ἰσχὺν, παρ᾽ ἑτέρου δὲ ταύτην χορηγούμενος· οὐ γὰρ οὕτω τὸ ἀρχέτυπον· ἢ εἴπερ ἐστὶν ἀληθὴς ἐν ἑαυτῷ λέγων ὁρᾶσθαι τὸν Πατέρα, καὶ οὐδὲν ὅλως εἶναι τὸ διαλλάττον ἢ τὸ μεταξὺ ἢ παραχαράττον τὴν εἰς ἅπαν ἐμφέρειαν, ἀνάγκη λοιπὸν καὶ οὐχ ἑκόντα εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἐπακτὴν ἔχει καὶ παρ᾽ ἑτέρου τὴν δύναμιν. οὕτω γὰρ ἡμῖν ἑαυτὸν ἐν τῇ εἰκόνι τῆς ἰδίας φύσεως, ἤτοι τῆς δόξης, ἠβουλήθη δεικνύειν.

Ἆρ᾽ οὖν οὐχ ὁρᾶτε, φήσειεν ἄν τις πρὸς ἐκείνους λοιπὸν, ὅποι ποτὲ βαδιεῖται τῆς εὐθείας ὁδοῦ διεκπίπτων ὁ λόγος, καὶ εἰς οἷον ἀποκομίζει βάραθρον τοὺς ἐκεῖνα πεφρονηκότας; ἀλλὰ ναὶ, δύναται, φησὶ, καίτοι γενητὸς ὑπάρχων ὁ Υἱὸς τὰ τῆς φύσεως ἔργα πληροῦν, δόξαν οὕτω τῷ Θεῷ καὶ Πατρί. εἶτα τί τούτου φανεῖται τὸ δυσσεβέστερον; οὐδὲν γὰρ ἔτι τὸ μεῖζον ἤτοι τὸ πλέον ἐν Θεῷ παρὰ τὴν κτίσιν, εἰ καὶ τὴν τῆς θεότητος δόξαν τε καὶ δύναμιν αὐτῇ περιθήσομεν. μὴ γάρ τις ἐκ φρενοβλαβείας οἰέσθω πολλῆς ἀξιάγαστόν τι καὶ μέγα περὶ Υἱοῦ φρονεῖν τε καὶ λέγειν, ὅτι κτίσμα μέν ἐστιν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων· ἴστω δὲ οὐ μικρῶς ἀδικῶν τὴν δόξαν αὐτοῦ. οὐ γὰρ εἰ ἐξαίρετον ἔχει τὴν φύσιν παρὰ τὰ ἄλλα κτίσματα ζητητέον, ἀλλ᾽ εἰ γέγονεν ὅλως. τὸ γὰρ εἶναι κτίσμα πῶς ἂν διαφύγοι, εἰ καὶ πάντων ἐστὶ τῶν κτισμάτων τὸ κάλλιστον; ἀδικουμένης δὲ τῆς δόξης τοῦ Υἱοῦ ἐν τῷ γενέσθαι λέγειν αὐτὸν, τί μάτην ἐπάγουσι, καθάπερ τι φάρμακον αὐτῷ, τὸ ἐν τῷ καλλίστῳ τῶν ἄλλων ὑπάρχειν τόπῳ; ὑβριοῦμεν τοιγαροῦν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν, εἰ ταῦτα δύνασθαι κατορθοῦν περιθήσομεν τῷ Υἱῷ, γενητῷ καὶ αὐτῷ τυγχάνοντι, κατὰ τὸν ἐκείνων ἀμαθῆ καὶ ἀσύνετον λογισμόν. οὐκ ἀνεξόμεθα δὲ λεγόντων αὐτῶν, ὅτι τὰ τῆς θεότητος ἔργα κατορθοῖ, κτίσμα κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, οὕτω δόξαν τῷ Θεῷ καὶ Πατρί.

εἰ μὲν γὰρ ἔχουσι δεικνύειν τοῦτο ἀπὸ τῆς θείας γραφῆς, παρακομιζόντων ἃ βούλονται, καὶ ἀκαπηλεύτους ἡμῖν τὰς τῶν ἁγίων τηρούντων φωνάς· εἰ δὲ γνώμης ἰδίας εὑρήματα, καὶ τοὺς ἐπὶ τούτῳ πεποίηνται λογισμοὺς, χαριέντως ἐροῦμεν “Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν·” ἐκεῖνα γὰρ δώσομεν ἐθέλειν ἀεὶ τὸν Πατέρα, ἃ τὴν θείαν αὐτοῦ δόξαν ἀπαραχάρακτον οἶδε τηρεῖν, καὶ τῶν περὶ αὐτοῦ δογμάτων διασώζει τὴν ὀρθότητα. οὐκοῦν ταῖς ἐκείνων ἀσυνεσίαις τὸ ἐῤῥῶσθαι φράσαντες, ἐπὶ τὸν ἀληθῆ περὶ αὐτοῦ χωρήσομεν λόγον, ἐκ τῆς οὐσίας γεννηθῆναι πιστεύοντες τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν ἀληθῶς, καὶ Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν. ἀληθεύει γὰρ οὕτως ὑπάρχων καὶ χαρακτὴρ καὶ ὁμοίωσις τοῦ Θεοῦ καὶ Πατρὸς λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· πῶς οὖν λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα; ἐξὸν γὰρ δή σοι, φησὶν, ὦ Φίλιππε, τὴν τοῦ Πατρὸς ἐν ἐμοὶ καταθεάσασθαι φύσιν, καὶ ἐξ ὧν αὐτός εἰμι διασκέπτεσθαι τὸν γεννήτορα· πέφηνά τε γὰρ καὶ εἰμὶ κατὰ ἀλήθειαν καὶ τῆς οὐσίας αὐτοῦ χαρακτὴρ ἀπαράλλακτος καὶ εἰκὼν ἐμφερὴς, ὅλην ἐν ἐμαυτῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐγχαράττων φύσιν· ποῖον ἔτι τῆς θεοπτίας ἐπιζητήσαις ἂν τρόπον ἕτερον, εἴ γε σοι προσὸν ὁρῷτο τὸ τὰ εἰκότα δύνασθαι φρονεῖν, ἢ ποίαν εἰπέ μοι θεωρίαν αἰτεῖς;

ἆρα μὴ κρείττονα καὶ ἀκριβεστέραν οἴει δεδόσθαι τοῖς ἀρχαιοτέροις, ὅτε κατέβην ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ; πολὺ γὰρ αὐχεῖν ἐπὶ τούτῳ δὴ μάλιστα τοῖς Ἰουδαίοις ἐν ἔθει.

Ταυτὶ μὲν ἴσως ὑπονοήσαιμεν ἂν τυχὸν διειλέχθαι Χριστόν· ὅτι δ᾽ οὖν ἀμείνων εἰς γνῶσιν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ τῶν παραδόξων ἐπίδειξις τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τῆς ἐν τῷ ὄρει Σινᾷ, χρῆναι δεῖν ὑπολαμβάνω καὶ νῦν ἡμᾶς ἀοκνότατα λέγειν. ὄψει γὰρ οὕτω τὸν Φίλιππον, παρακειμένης αὐτῷ τῆς ἀληθοῦς εἰκόνος, οὐκ ἀναγκαίως αἰτήσαντα τὴν ἑτερότροπον θεωρίαν τοῦ Θεοῦ καὶ Πατρὸς, ἣ καὶ τοῖς ἀρχαιοτέροις ἐδόθη κατὰ τὸ ὄρος Σινᾶ· κατέβη μὲν γὰρ ἐκεῖ Κύριος ἐν εἴδει πυρὸς, καθὰ γέγραπται, θεωρούντων δηλονότι τῶν ἐξ Ἰσραήλ. ἀλλ᾽ οὐκ ἂν οἶμαί τις διὰ τούτου εἰς ἐννοίας ἀληθεῖς ἐλάσαι ποτὲ τὰς περὶ Θεοῦ, ἤγουν εἰς τὴν τῇ θεότητι πρέπουσαν ἀναπηδήσαι διάληψιν· πῶς γὰρ ὅλως διὰ πυρὸς, καθάπερ ἀπό τινος εἰκόνος, ἴοιμεν ἂν ἐπὶ τὸ ἀρχέτυπον, τουτέστι, τὸν Πατέρα καὶ Θεόν; ἀγαθὸς μὲν γὰρ ὁ Θεὸς τῇ φύσει, καὶ πρός γε τούτῳ δημιουργὸς, τὰ οὐκ ὄντα ποτὲ καλῶν εἰς γένεσιν, καὶ συνέχων εἰς τὸ εἶναι τὰ πάντα, καὶ ζωογονῶν, αὐτὸς σοφία καὶ δύναμις, χρηστὸς καὶ οἰκτίρμων καὶ ἐλεήμων. τούτων δὲ τὸ παράπαν οὐδὲν ἐν πυρί. οὐ γὰρ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, χρηστὸν καὶ φιλάνθρωπον εἶναι τὸ πῦρ, οὐδὲ ἐρεῖ τις σωφρονῶν, ὡς εἴη μὲν δημιουργικὸν, σοφόν τε καὶ ζωογόνον. εἶτα πῶς ἄν τις, εἰπέ μοι, διὰ πυρὸς τὰς περὶ τῆς ἀληθοῦς θεότητος ἐννοίας συλλέξειεν;

ἢ πῶς ἂν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι θεωρήσειέ τι τῶν ἐμπεφυκότων αὐτῇ; τίς οὖν ἄρα, φησὶν, ὁ λόγος, ἢ ποία γέγονε πρόφασις εἰς πῦρ ἀναπείθουσα χρηματίζεσθαι τὸν Θεὸν ἐν τῷ ὄρει Σινᾷ; ἐροῦμεν ὅτι ἀρχομένων τῶν ἐξ Ἰσραὴλ κατ᾽ ἐκεῖνο δὴ μάλιστα καιροῦ τῆς εἰς εὐσέβειαν παιδαγωγίας, καὶ ὥσπερ τινὰ κανόνα ποιεῖσθαι μελλόντων τῆς οἰκείας ζωῆς τὸν διορθώσασθαι μέλλοντα νόμον, ἔδει τότε δὴ μάλιστα κολαστήν τινα καὶ φοβερὸν αὐτοῖς φαίνεσθαι τὸν Θεὸν, ἵν᾽ εἰδέναι ἔχοιεν οἱ παραβαίνοντες, ὅτι πρὸς πῦρ ὁ λόγος αὐτοῖς. διὰ γάρ τοι τοῦτο καὶ ὁ μέγας Μωυσῆς τοῖς ἐξ Ἰσραὴλ προσεφώνει λέγων “Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί.” καὶ οὐ δήπου φαίημεν ἂν ὅτι τὴν τοῦ Θεοῦ φύσιν ἐξηγούμενος, πυρὶ παρείκαζεν αὐτὴν ὁ οὕτω σοφώτατος, ὠνόμαζε δὲ οὕτω τὸν Θεὸν, ὡς ἐκ πολλῆς ἄγαν μισοπονηρίας, πυρὸς δίκην τοῦ παμφάγου δαπανᾶν τε καὶ ἀναλίσκειν οὐ παραιτουμένου τοὺς καταφρονοῦντας αὐτοῦ. οὐκοῦν οὐκ ἐξ ὧν ἔστι κατὰ φύσιν, Θεὸς διὰ πυρὸς γνωρίζεται· τὸ δὲ οὕτως ὠνομάσθαι καὶ ὦφθαι τότε πρὸς τὸ τοῖς ἀκροωμένοις ἐλήφθη λυσιτελές. ἴωμεν δὴ λοιπὸν ἐπὶ τὴν ἀληθῆ καὶ ἀκριβεστάτην τοῦ Πατρὸς θεωρίαν, τουτέστι τὸν Υἱόν. εἰκόνα γὰρ αὐτὸν ὀψόμεθα τοῦ γεννήσαντος, τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτήμασι τὸν τῆς διανοίας ἐνερείσαντες ὀφθαλμόν. ἀγαθὸς τοιγαροῦν ὁ Θεὸς καὶ Πατὴρ κατὰ φύσιν, τοιοῦτον ὄντα καὶ τὸν Υἱὸν εὑρήσομεν.

πῶς γὰρ οὐκ ἀγαθὸς, ὁ τοσαύτην δι᾽ ἡμᾶς ὑπομείνας ταπείνωσιν, καὶ ἐλθὼν “εἰς τὸν κόσμον ”ἁμαρτωλοὺς σῶσαι,” καὶ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ αὐτῶν; δυνατὸς ὁμοίως ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱός· τί γὰρ ἂν εἴη τὸ δυνατώτερον τοῦ καὶ αὐτοῖς ἐπιτάττοντος τοῖς στοιχείοις, καὶ θαλάττῃ μὲν ἐπιτιμῶντος καὶ πνεύμασιν, ἀναστοιχειοῦντος δὲ πρὸς ὅπερ ἂν βούλοιτο τῶν πραγμάτων τὰς φύσεις, καὶ καθαρισθῆναι μὲν ἐπιτάττοντος τῷ λεπρῷ, τὸ δὲ βλέπειν διδόντος τοῖς τυφλοῖς, ἐν ἐξουσίᾳ θεοπρεπεῖ. ζωὴ κατὰ φύσιν ὁ Πατήρ· ζωὴ πάλιν ἐστὶ καὶ ὁ Υἱὸς, ζωοποιῶν τοὺς κατεφθαρμένους, καὶ τὸ τοῦ θανάτου καταστρέφων κράτος, διά τε τοῦτο τοὺς νεκροὺς ἀνιστάς. εἰκότως οὖν ἄρα φησὶ πρὸς Φίλιππον Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.

ἐξὸν γάρ σοι, φησὶν, εὖ μάλα περιαθρεῖν ἐν ἐμοί τε καὶ ἐξ ἐμοῦ τὸν γεννήσαντα, τίνα τρόπον ἕτερον τῆς θεοπτίας αἰτεῖς, καίτοι τῆς δοθείσης ἀρχαιοτέροις τὴν ἀμείνω λαχὼν, καὶ ἀληθεστάτῃ περιτυχὼν εἰκόνι, τουτέστιν ἐμοί; <Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;> Ἐγὼ μὲν, φησὶν, ὦ Φίλιππε, τὴν τοῦ γεννήσαντος φύσιν ἐν ἐμαυτῷ καταγράφων, εἰκών εἰμι τῆς οὐσίας αὐτοῦ, μεμορφωμένος δηλονότι κατ᾽ ἐκεῖνον, οὐχ ὡς ἂν οἴοιτό τις ταῖς ἔξωθεν δόξαις, ἀλλ᾽ οὐδὲ ξένοις ἢ ἐπακτοῖς λελαμπρυσμένος πλεονεκτήμασιν· ἀλλ᾽ ἐν ἰδίᾳ φύσει φορῶν τὰ τοῦ γεννήσαντος ἴδια, καὶ τοῦτο ὑπάρχων ἀληθῶς, ὅπερ ἂν εἴη κἀκεῖνος, κατά γε τὸν ἐν ταυτότητι λόγον, τῇ κατ᾽ οὐσίαν φημί. σὺ γὰρ δὴ πάλιν πρὸς ταῦτα ἐρεῖς· οὐ γὰρ διετέθης ἄρα λοιπὸν, ὡς ἐγὼ μὲν ἐν τῷ πατρὶ, ὁ πατὴρ δὲ αὖ πάλιν ἐστὶν ἐν ἐμοί. καίτοι καὶ οὐχ ἑκόντα, φησὶν, ἐκβιάσεταί σε λοιπὸν ἡ τῶν εἰρημένων δύναμις εἰς τὴν ἐπὶ τούτῳ συναίνεσιν. οὐκοῦν, ἅπερ ἂν φαίην ἐγὼ, ταῦτα δὴ πάντως ἐστὶ τοῦ Πατρὸς, καὶ ἅπερ ἂν ἐργασαίμην ἐγὼ, ὁ Πατὴρ ἐργάζεται.

φησὶ δὲ ταῦτα ὁ Χριστὸς, οὐχ ὡς τοῖς ἑτέρου τυχὸν ἀποκεχρημένος ῥήμασιν, οὔτε μὴν ὡς ἐν προφήτου τάξει καὶ μέτρῳ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς διαπορθμεύων φωνάς· ἐλάλουν γὰρ οὐ τὰ ἑαυτῶν ἐκεῖνοι πάντως, ἀλλὰ τοῦ διδόντος τε καὶ ἐμπνέοντος αὐτοῖς Θεοῦ· ἀπονέμει δὲ πάλιν τῷ ἰδίῳ Πατρὶ τῶν παραδόξων τὴν ἔκβασιν, οὐχ ὡς ἐπακτῷ δυνάμει θαυματουργῶν, κατ᾽ ἐκείνους δηλονότι τοὺς λέγοντας, ὅτι ἡμῖν μὴ προσέχετε “ὡς ἰδίᾳ δυνάμει ἢ εὐσε- ”βείᾳ” τεθεραπευκόσι, δηλονότι τὸν κάμνοντα. κεχρῆσθαι γὰρ τοῖς ἁγίοις ἔθος οὐκ ἰδίᾳ πάντως ἰσχύϊ πρὸς τὰ παράδοξα, μᾶλλον δὲ τῇ τοῦ Θεοῦ· διάκονοι γὰρ καὶ ὑπουργοὶ λόγων τε ὁμοῦ τῶν θείων καὶ ἐνεργημάτων εὑρίσκονται. ἐπειδὴ δὲ ὁμοούσιός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, κατ᾽ οὐδένα τρόπον διαλλάττων, ἤγουν ὡς ἑτεροίως ἔχων ὡς πρὸς αὐτὸν, λόγους εἶναί φησι τοὺς ἰδίους τοῦ Πατρὸς, ὡς οὐχ ἑτέροις ἂν τοῦ Πατρὸς χρησαμένου λόγοις ἢ οἷσπερ ἂν ὁ Υἱός. ἀλλὰ καὶ ἐν τῇ τῶν ἔργων μεγαλειότητι νοήσεις ὡσαύτως. ὡς γὰρ οὐδὲν ἕτερον ἐνεργεῖν πεφυκότος τε καὶ ἰσχύοντος τοῦ Πατρὸς ἢ ὅπερ ἂν εἰδείη τε καὶ ἐνεργοίη τυχὸν ὁ Υἱὸς, αὐτοῦ τὰ ἔργα φησίν.

ἐννόει γὰρ λέγοντα φανότερον οὕτως Εἰμὶ τῷ γεγεννηκότι κατὰ πᾶν ὁτιοῦν ἐμφερὴς, καὶ εἰκὼν τῆς οὐσίας αὐτοῦ, οὐ μόνοις ὡραϊζόμενος σχήμασι καὶ ταῖς ἔξωθεν δόξαις, ἀλλ᾽ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν φύσαντα διὰ τὴν τῆς οὐσίας ταυτότητα. <Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλὰ ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.> Εἰ γὰρ πρὸς ὑμᾶς τι, φησὶν, ἐλάλησεν ὁ Πατὴρ, τούτοις αὐτοῖς οἷσπερ ἐγὼ νυνὶ, οὐκ ἂν ἑτέροις ἐχρήσατο λόγοις. τοσαύτην γὰρ ἔχω πρὸς αὐτὸν οὐσιώδη τὴν ἐμφέρειαν, ὡς αὐτοῦ τὰς ἐμὰς εἶναι φωνὰς, καὶ ἅπερ ἂν δρῴην ἐγὼ, ταῦτα αὐτοῦ πιστεύεσθαι κατορθώματα· ἐν ἐμοὶ γὰρ μένων διὰ τὸ ἀπαράλλακτον ἐν οὐσίᾳ ποιεῖ τὰ ἔργα αὐτός. ἐπεὶ καὶ μιᾶς οὔσης τῆς θεότητος, ἔν τε Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι νοουμένης, ἅπας μὲν λόγος ὁ παρὰ Πατρὸς, πάντως ἐστὶ δι᾽ Υἱοῦ ἐν Πνεύματι· καὶ πᾶν ἔργον, ἤτοι παράδοξον, δι᾽ Υἱοῦ ἐν Πνεύματι· πράττεται γεμὴν, ὡς παρὰ Πατρός. οὐ γὰρ ἔξω τῆς τοῦ γεννήσαντος οὐσίας ἐστὶν ὁ Υἱὸς, οὔτε μὴν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν αὐτῷ δὲ ὢν ὁ Μονογενὴς, ἔχων δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν τεκόντα, αὐτόν φησιν ἐνεργεῖν. ἐνεργὴς γάρ ἐστιν ἡ τοῦ Πατρὸς φύσις, καλῶς ἐν Υἱῷ διαλάμπουσα.

Φαίη δ᾽ ἄν τις ἐπὶ τούτοις ἑτέραν διάνοιαν, τῆς μετὰ σαρκὸς οἰκονομίας καλῶς αὐτῷ χορηγούσης τὰς ἀφορμάς. ἀπ᾽ ἐμαυτοῦ γάρ φησιν οὐ λαλῶ, ἀντὶ τοῦ, οὐ μεμερισμένως, οὐδὲ ἀπᾳδόντως τῷ Θεῷ καὶ Πατρί. ἐπειδὴ γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ τοῖς ὁρῶσιν ἐφαίνετο, ἀνατίθησι τῇ τῆς θεότητος φύσει τοὺς ἑαυτοῦ λόγους, ὡς ἐν προσώπῳ τοῦ Πατρὸς, καὶ μὴν καὶ τὰ ἔργα· μόνον δὲ οὐχί φησι Μὴ τὸ σχῆμα τουτὶ τὸ ἀνθρώπινον, τὴν ἐμοὶ πρέπουσαν καὶ χρεωστουμένην παραιρείσθω διάληψιν, μηδὲ ἀνθρώπου ψιλοῦ καὶ ἑνὸς τῶν καθ᾽ ὑμᾶς εἶναι τοὺς ἐμοὺς λόγους ὑπολάβητε, ἀλλὰ θείους ἀληθῶς καὶ αὐτῷ πρέποντας τῷ Πατρὶ, οὕτως ὡς ἐμοί. ἐνεργεῖ δὲ ἐν ἐμοὶ μένων· εἰμὶ γὰρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἐμοί. μὴ τοίνυν, φησὶν, ὡς μέγα τι καὶ ὑπερφυὲς τοῖς ἀρχαιοτέροις δεδόσθαι πιστεύετε, τὸ ἰδεῖν μὲν ὡς ἐν εἴδει πυρὸς τὸν Θεὸν, ἀκοῦσαι δὲ καὶ φωνῆς λαλούσης αὐτοῖς. ὑμεῖς γὰρ ὄντως τεθέασθε δι᾽ ἐμοῦ καὶ ἐν ἐμοὶ τὸν Πατέρα, εἰ καὶ πέφηνα καθ᾽ ὑμᾶς, Θεὸς ὢν κατὰ φύσιν, ἦλθον ἐμφανῶς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἴστε δὲ ὅτι τῶν ἡμετέρων ἀκούσαντες λόγων, τῶν ὑπὸ Πατρὸς ἠκούσατε· θεωροὶ δὲ γεγόνατε καὶ τῶν ἔργων, καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. δι᾽ ἐμοῦ γὰρ λαλεῖ μὲν, ὡς διὰ Λόγου τοῦ ἰδίου, κατορθοῖ δὲ καὶ ἐνεργεῖ τὰ θαύματος ἄξια, ὡς διὰ δυνάμεως πάλιν τῆς ἑαυτοῦ.

Ὅτι δὲ τῆς τοῦ Πατρὸς οὐσίας οὐδεὶς ἂν οἶμαι λόγος ἀποτέμοι ποτὲ τόν τε Λόγον καὶ τὴν δύναμιν αὐτῆς· ἐνυπάρχειν δὲ καὶ ἐμπεφυκέναι κατὰ φύσιν αὐτῇ παστισοῦν ὁμολογήσειεν, οὐκ ἀμφίβολον, εἰ μή τις ἄρα εἴη παραπλὴξ τὴν διάνοιαν.

ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ᾽ αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. <Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν.> ἈΝΑΦΑΝΔΟΝ ἤδη φησὶν, μᾶλλον δὲ καὶ ἐπιτάττει λοιπὸν ὅτι προσήκοι φρονεῖν οὐχ ἑτέρως ἡμᾶς, ἢ ὥσπερ αὐτὸς ὁ τῆς ἀληθείας βούλοιτο λόγος. ὁμοούσιος γάρ ἐστι τῷ ἰδίῳ γεννήτορι, μεσολαβοῦντος παντελῶς οὐδενὸς, ἢ κατά τι γοῦν διακόπτοντος εἰς ἑτερότητα φυσικὴν θατέρου τὸν ἕτερον. εἷς γάρ ἐστι πρὸς αὐτὸν, ὡς ἐν τῇ τοῦ τεκόντος οὐσίᾳ τὴν τοῦ Υἱοῦ διαφαίνεσθαι φύσιν, καὶ ἐν τῇ τοῦ γεννήματος οὐσίᾳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁρᾶσθαί τε καὶ διαπρέπειν, ὥσπερ ἀμέλει καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς θεωρήσαι τις ἄν. οὐ γὰρ ἕτεροι κατὰ φύσιν ἐσμὲν πρὸς τὰ ἐξ αὐτῶν γεννήματα, οὔτε μὴν εἰς ἀλλοτριότητα μεριζόμεθα φυσικὴν, εἰ καὶ τῇ τῶν σωμάτων ἑτερότητι διεστήκαμεν· διόπερ ἴδοι τις ἂν τὸν μακάριον Ἁβραὰμ ὁ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱὸν ἑωρακώς.

ἀλλ᾽ ἐπὶ μὲν ἀνθρώπων τυχὸν πολλή τις ἐστὶν ἡ διακοπὴ, συστελλομένου τρόπον τινὰ καὶ ἀναχωροῦντος μεμορφωμένως ἑκάστου πρὸς τὸ ἰδίως ἔχειν καὶ φαίνεσθαι, καὶ οὐκ ἐμπεφυκότος τῷ ἑτέρῳ σωματικῶς, εἰ καὶ κοινὸς ἅπασιν ὁ τῆς οὐσίας ὁρῷτο λόγος· ἐπὶ δὲ Θεοῦ τοῦ κατὰ φύσιν ἐννοήσεις οὐχ οὕτως· ἰδιαζόντως μὲν γὰρ πατήρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός· καὶ πάλιν ὁμοίως Υἱὸς ὁ ἐξ αὐτοῦ καὶ οὐ πατὴρ, καὶ πνεῦμα τὸ Πνεῦμα ἰδίως· ἀλλ᾽ εἰς μίαν θεότητος φύσιν συνιούσης τε καὶ συνειλεγμένης τῆς ἁγίας Τριάδος, εἷς Θεὸς ἐν ἡμῖν, καὶ οὐχ ὁλόκληρον ἑκάστῳ τῶν σημαινομένων δοίη τις ἂν τὴν ἐκ τοῦ ἑτέρου τυχὸν ἀποφοίτησιν, οὐδ᾽ ἀναχωρήσει παντελῶς εἰς τὸ εἶναι μεμερισμένως· ἀλλ᾽ εἶναι μὲν ἕκαστον τοῦθ᾽ ὅπερ ἐστὶ καὶ κατωνόμασται παρ᾽ ἡμῖν ἰδιοσυστάτως πιστεύομεν. ἐκ δὲ τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, ἐξ αὐτοῦ τε προελθεῖν ἀῤῥήτως, ἐν αὐτῷ τε μένειν ἐννοοῦμεν. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τοῦ Ἁγίου Πνεύματος. ἔστι μὲν γὰρ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν ἀληθῶς, ἀλλ᾽ οὐδαμόθεν μεμερισμένον τῆς οὐσίας αὐτοῦ, προϊὸν δὲ μᾶλλον ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ μένον ἀεί· χορηγούμενον δὲ τοῖς ἁγίοις διὰ Χριστοῦ· πάντα γὰρ δι᾽ Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ.

ταύτην ἡμᾶς τὴν τῶν δογμάτων ὀρθότητα καὶ ἀλήθειαν ἐδίδαξεν ἡ τῶν ἁγίων πατέρων σύνεσις· οὕτω πεπαιδεύμεθα λαλεῖν τε καὶ φρονεῖν καὶ δι᾽ αὐτῶν τῶν ἱερῶν γραμμάτων· ὅτι δὲ λίαν ὀρθῶς ἐπὶ ταύτην ἴμεν τὴν ἀλοιδόρητον πίστιν, παραθαρσύνει λέγων ὁ Κύριος Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί. <Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.> Διαῤῥήδην γὰρ ἐν τούτοις φησὶν, ὡς οὐδ᾽ ἂν ἐργάσαιτο, οὐδ᾽ ἂν ἐξανύσαι πώποτε τὰ μόνῃ τῇ θείᾳ πρέποντα φύσει, μὴ οὐχὶ κατὰ φύσιν ὑπάρχων καὶ ἐξ αὐτῆς. καὶ ὅρα μεθ᾽ ὅσης ἀσφαλείας τε ὁμοῦ καὶ ἀληθείας τὰ τοιαῦτά φησιν. οὐ γὰρ ἐξ ὧν ἂν λέγοι, τοσοῦτον ἀξιοῖ πιστεύεσθαι, καίτοι ψεύδεσθαι μὴ εἰδὼς, ὅσον ἐξ ὧν ἐνεργῇ. καὶ διὰ ποίαν αἰτίαν, ἐρῶ. λόγοις μὲν γὰρ καὶ ῥήμασι τοῖς θεοπρεπέσιν ἀποκεχρῆσθαι τυχὸν, καί τι τῶν ῥιψοκινδύνων εἰπεῖν, ἀνδρὶ μαινομένῳ καὶ παραπαίοντι, χαλεπὸν οὐδέν· ἔργῳ γεμὴν καὶ δυνάμει τῇ θεοπρεπεῖ τίς ἂν χρήσαιτό ποτε; χαριεῖται δὲ τίνι τῶν γενητῶν τὴν ἰδίαν δόξαν ὁ Πατήρ; ἢ γὰρ οὐχὶ Θεοῦ δόξαν εἶναί φαμεν τὸ πάντα δύνασθαι δρᾶν, καὶ παντουργικὴν ἔχειν ἰσχύν· οὐδενὶ γεμὴν ἑτέρῳ προσεῖναι, τῷ γε ὅλως ἐναριθμουμένῳ τοῖς κτίσμασιν;

οὐκοῦν ἐξ ἀναγκαίων τε ὁμοῦ καὶ ἀναντιῤῥήτων ἀποδείξεων τὰ καθ᾽ ἑαυτὸν δοκιμάζεσθαι βουλόμενος ὁ Χριστὸς, ἐξ αὐτῶν κελεύει πιστεύεσθαι τῶν ἔργων, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, τουτέστι, τὴν τοῦ Πατρὸς φύσιν ἐν ὑπάρξει τῇ ἰδίᾳ φορεῖ, ὡς γνήσιον γέννημα, ὡς καρπὸς ἀληθῶς, ὡς Υἱὸς ἐκ Πατρὸς πεφηνὼς φυσικῶς.

Ἀλλ᾽ ἡ μὲν Ἐκκλησία τοῦ Χριστοῦ, καίτοι λίαν ἐπαυχοῦσα τῇ τῶν δογμάτων ὀρθότητι, τοιαύτην ἔχει τὴν δόξαν περὶ τοῦ Μονογενοῦς· τοῖς γεμὴν θεομάχοις αἱρετικοῖς ἑτεροῖα παρέστη φρονεῖν ἀναπείθειν τοὺς τοῖς ὀλεθρίοις αὐτῶν προσιόντας τε καὶ προσέχοντας λόγοις. ἐπιλυττῶντες γὰρ ταῖς κατὰ Χριστοῦ λοιδορίαις, φιλονεικοῦσιν οἱ δείλαιοι, καὶ κατανοοῦσιν ἀλλήλους, οὐκ εἰς παροξυσμὸν εὐσεβείας, ἀλλ᾽ ἵν᾽ ἀσεβέστερος ἑτέρου ὁρῷτο δεῖν ἕτερος, καὶ φθέγξαιτό τι τῶν ἀπηχεστέρων. ἐπειδὴ γὰρ τὸν ἐκ Σοδόμων πίνουσιν οἶνον, καὶ πικρὰν ἐκ Γομόῤῥας τρυγῶσι σταφυλήν· οὐ γὰρ ἐκ θείου δέχονται Πνεύματος τὰ ἐπ᾽ αὐτῷ θεωρήματα, οὐδὲ ἐξ ἀποκαλύψεως τῆς τοῦ Πατρὸς, ἀλλ᾽ ἐκ τῆς τοῦ δράκοντος κεφαλῆς· οὐδὲν μὲν φρονοῦσι τῶν ἐχόντων ὑγιῶς, ἐκεῖνα δὲ λέγουσιν, ἃ τὰς τῶν ἀκροωμένων ταλαιπώρους ἀποφαίνει ψυχὰς, πρὸς ᾅδην αὐτὰς κατακομίζοντα καὶ εἰς τὸ κάτω βάραθρον. ταῦτα καὶ βιβλίοις ἐνθεῖναι τολμήσαντες, ἀθάνατον ὥσπερ τὴν ἐνοῦσαν αὐτοῖς ἀνεστήλωσαν πονηρίαν. ἔδει μὲν οὖν ἡμᾶς διαρκῶς εἰρηκότας εἰς τὸ προκείμενον, ἅπερ ἦν εἰκὸς ὠφελεῖν δύνασθαι τοὺς ἐντευξομένους, ὀρθοτάτην ἔχοντα τὴν ἐπὶ τῷ Υἱῷ διάληψιν, μηδεμίαν τῶν παρ᾽ ἐκείνοις ποιήσασθαι μνήμην.

ἐπειδὴ δὲ ἀπεικὸς οὐδὲν τοῖς ἀθλίοις ἐκείνων περιτυχόντας ῥήμασι συναρπαγῆναι τῶν ἁπλουστέρων εἰς σύνεσίν τινας, ἀναγκαῖον ᾠήθην τοῖς ἐξ ἀληθείας δόγμασι τὰ ἐκ τῆς ἐκείνων φλυαρίας διακρούσασθαι βλάβη, εὐανάτρεπτόν τε παντελῶς ἐπιδεῖξαι τὴν συκοφαντίαν, ἣν ἐπιτειχίζειν βούλονται τῷ Υἱῷ, μᾶλλον δὲ ὅλῃ τῇ θείᾳ φύσει· τοῦτο γὰρ εἰπεῖν ἀληθέστερον.

Τοιγαροῦν ἐνέτυχον βιβλιδίῳ τῶν δι᾽ ἐναντίας· εἶτα τὰ ἐν τῷ προκειμένῳ ῥητῷ διερευνώμενος, εὕρισκον ἐπὶ λέξεως αὐτῆς οὕτω λέγοντα μεθ᾽ ἕτερά τινα “Ὁ τοίνυν Υἱὸς “οὐσιωδῶς περιεχόμενος ὑπὸ τοῦ Πατρὸς, τὸν Πατέρα ἐν “ἑαυτῷ ἔχει τὰ ῥήματα φθεγγόμενον καὶ τὰ σημεῖα ἐπιτε- “λοῦντα· ὅπερ ἑρμηνεύει λέγων ‘Ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ᾽ “ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ “ἔργα αὐτός.’„ Ταυτὶ τῆς ἐκείνου τερθρείας τὰ ῥήματα· ἐπειδὴ δὲ χρὴ καὶ ἡμᾶς εἰπεῖν τὸ τοῖς εἰρημένοις ἀντιστατοῦν καὶ ἀδόκιμον ὄντα τὸν νοῦν διελέγχειν δυνάμενον, ἐκεῖνό φημι Τὸ μὲν οὖν οὐσιωδῶς περιέχεσθαι λέγειν τὸν Υἱὸν ὑπὸ τοῦ Πατρὸς, ὅ τι ποτὲ ἄρα ἐστὶν, ἢ τί ἄρα δηλοῖ, οὐ σφόδρα συνίημι· χρῆναι γὰρ οἶμαι τὸ ἀληθὲς εἰπεῖν· τοσαύτην ἔχει τὴν ἀσάφειαν. ἐρυθριᾷ γὰρ ὥσπερ καὶ συστέλλεταί πως πρὸς τὸ ἀφανέστερον παῤῥησίαν οὐκ ἔχον τὸ θεώρημα. ὥσπερ γὰρ “ὁ τὰ ”φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ “φῶς, ἵνα μὴ ἐλεγχθῇ,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· οὕτω πᾶς λόγος ὁ τὰ φαῦλα δηλῶν, διὰ σκοτεινῶν ἐννοιῶν ἔρχεσθαι φιλεῖ, καὶ πρὸς τὸ σαφηνείας οὐχ ἥξει φῶς, ἵνα μὴ ἐλεγχθῇ τῆς ἐνούσης αὐτῷ σαθρότητος ἡ εὐτέλεια. τί οὖν ἄρα ἐστὶ τὸ οὐσιωδῶς περιέχεσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός;

ἴημι γὰρ δὴ δι᾽ ἐννοίας ἁπάσης, οἷσπερ ἂν δύνωμαι διαπτύσσων λόγοις τὸ ἀμυδρῶς εἰρημένον, καὶ δυσωπούμενον τάχα μὴ καὶ ἄρα νοηθὲν ἀποκαλύψῃ τὴν τοῦ τεκόντος αὐτὸ δυσβουλίαν. εἰ μὲν οὖν τοῦτο βούλεται δηλοῦν, ὡς ἐν τῇ τοῦ Πατρὸς οὐσίᾳ φαινόμενος ὁ Υἱὸς, ὡς ὁμοούσιος αὐτῷ, ἔχει καὶ αὐτὸς ἐν ἑαυτῷ τὸν Πατέρα ἐν τῇ τοῦ γεννήματος φύσει καλῶς διαλάμποντα, συναινέσομεν καὶ ἡμεῖς εἰς τὴν τοῦ θεωρήματος δύναμιν· οὐ μετρίως δ᾽ ἂν ἀδικήσαι τυχὸν τὸ τῆς περιοχῆς ὄνομα κείμενον ἐφ᾽ Υἱῷ. εἰ δὲ τοῦτο μὲν οὐ φησίν· οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαί ποτε παραδέξεται τὸν Υἱὸν ὁ τοιαύτην ἐμέσας κατ᾽ αὐτοῦ δυσφημίαν, ὥσπερ δέ τι σῶμα πεπερασμένον τὴν τοῦ Υἱοῦ φύσιν ἐμπεριειλῆφθαι τῇ τοῦ Πατρὸς διισχυρίζεται· πῶς οὐκ ἂν ἀναφανδὸν δυσφημήσας ἁλώσεται, καὶ τῆς εἰς ἄκρον ἡκούσης φρενοβλαβείας ἀνάπλεως ὤν; καὶ αὐτοὶ γὰρ Θεὸν εἶναι λέγοντες τὸν Υἱὸν, τὰ σωμάτων ἴδια προσάπτειν αὐτῷ παραλόγως ἐπιχειροῦσι· τὸ γὰρ ὅλως περιορισμῷ τινι καὶ μέτρῳ περισχοινίζεσθαι τῷ νοουμένῳ κατὰ διάστασιν, ὡς καὶ ἀπό τινος ἀρχῆς καταλήγειν εἰς πέρας, πάντως ἐπιδέξαιτο καὶ τὸ εἶναι τυχὸν ἐν τόπῳ καὶ ποσῷ καὶ εἴδει καὶ σχήματι. εἶτα πῶς οὐ σωμάτων ἴδια ταυτί; πῶς δὲ οὐ μεθ᾽ ἡμῶν, ὡς καθ᾽ ἡμᾶς, ὁ ὑπὲρ ἡμᾶς νοηθήσεται;

ἢ πῶς οὐκ ἀδελφὸς τῇ ἑτέρᾳ κτίσει, λοιπὸν οὐδὲν ἔχων παρ᾽ αὐτὴν τὸ πλέον, ὅσον ἧκεν εἰπεῖν εἰς τὸ εἶναι πεπερασμένως; ἔχων δὲ οὕτω κατά γε τὴν ἀμαθῆ τῶν δι᾽ ἐναντίας ὑπόνοιαν, τί μάτην ἡμᾶς προσεκτύπει λέγων “Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί·” καὶ πάλιν “Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ, ἐγὼ οὐκ εἰμὶ ἐκ ”τοῦ κόσμου τούτου;” ἄνωθεν γὰρ ἑαυτὸν εἶναι λέγων, οὐχ ἁπλῶς ἐδήλου τὸ ἐξ οὐρανῶν· τί γὰρ ἂν ἔχοι τὸ πλεῖον παρὰ τοὺς ἁγίους ἀγγέλους, εἴπερ ἄνωθεν κἀκείνους ὄντας εὑρήσομεν, τοπικῶς ἐκληφθέντος τοῦ σημαινομένου; σημαίνει δὲ ὅτι τῆς ἄνωθεν οὔσης καὶ τῆς τοῖς ὅλοις ἐποχουμένης οὐσίας ἐξέφυ. πῶς οὖν ἀληθὴς ἀναφαίνεται λοιπὸν, εἰ κοινὰ πρὸς τὴν ἑτέραν ἔχει κτίσιν τὰ σωμάτων ἴδια, καὶ ὁμοῦ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθεῖσι περιεχόμενός ἐστιν ὑπὸ τοῦ Πατρός; εἴπερ οὐδὲν ἔξω κεῖσθαι δώσομεν αὐτοῦ. καὶ ὁ μὲν θεσπέσιος μελῳδὸς, ἀληθῆ που πάντως καὶ κεκρυμμένα μυστήρια λαλῶν ἐν Πνεύματι, οὐδενὸς μὲν παντελῶς ἀπολιμπάνεσθαι τόπου φησὶ τὸν Υἱὸν, τὸ ἀσώματόν τε καὶ ἀπεριόριστον αὐτῷ διὰ τούτου προσμαρτυρῶν, καὶ ὅτι μὴ τόπῳ περιληπτὸς, ὡς Θεός· “Ποῦ γὰρ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, καὶ ”ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;

ἐὰν ἀναβῶ εἰς τὸν “οὐρανὸν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ”ἀναλάβω τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ πορευθῶ εἰς “τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδη- ”γήσει με, καὶ καθέξει με ἡ δεξιά σου.” ῥιψοκινδύνως δὲ οὗτοι, καὶ ταῖς τοῦ Πνεύματος φωναῖς τὴν ἑαυτῶν ἀντεξάγοντες γνώμην, ὁρισμῷ καὶ περιγραφαῖς ὑποβάλλουσι τὸν Μονογενῆ, καίτοι λογισμὸν ὀφείλοντες ἐπὶ τούτῳ λαβεῖν ἀναγκαῖόν τε καὶ χρήσιμον. εἰ γὰρ πεπλήρωκε μὲν οὐρανοὺς, καὶ τὰ ἔσχατα τῆς γῆς, τουτέστι, τὰ εἰς τὸν ᾅδην· πῶς οὐ σφόδρα παραλογώτατον τὸ περιοχῆς ὄνομα προσάπτειν αὐτῷ, μηδὲ ἐκεῖνο λογισαμένους, ὅτι εἰ τὸ πρόσωπον αὐτοῦ, τουτέστι, τὸ Πνεῦμα· πρόσωπον γὰρ τοῦ Υἱοῦ καλεῖ τὸ Πνεῦμα· τὰ πάντα πληροῖ, πῶς ἂν αὐτὸς εἴσω γένοιτο περιοχῆς, κἂν λέγῃ ὅτι περιοχῆς τοῦ Θεοῦ καὶ Πατρός; ἀλλ᾽ οὐδὲν ἧττον ὑβριεῖ περιγράψας τὸ ἀσώματον, καὶ μέτρῳ περιτιθεὶς τὸ οὐκ ὂν πεπερασμένως. τὸ γὰρ οὐσιωδῶς αὐτὸν περιέχεσθαι λέγειν ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς, τί ἕτερόν ἐστι δηλοῦν, ἢ ὅτι πεπερασμένην ἔχει τὴν οὐσίαν, ὥσπερ οὖν ἀμέλει καὶ ἓν ἕκαστον τῶν παρ᾽ αὐτοῦ γεγονότων, ἃ καὶ ἀκινδύνως τε καὶ ἀληθῶς περιέχεσθαι δώσομεν· σώματα γὰρ, εἰ καὶ μὴ τοιαῦτα τυχὸν ὁποῖα τὰ ἡμέτερα.

Ἔπεισι δέ μοι κἀκεῖνο πρὸς τούτοις ἐννοεῖν. εἰ γὰρ ἀναγκαῖον εἶναί φαμεν τὸ ὑπό του περιειλημμένον εἴσω δὴ κεῖσθαι πάντως τοῦ περιέχειν αὐτὸ λεγομένου, πῶς οὐκ ἀναμφιλόγως ἕψεται τὸ ἐν ἐλάττοσιν εἶναι νοεῖν τοῦ περιέχοντος τὸ περιεχόμενον, καὶ πεπερατῶσθαι λέγειν αὐτὸ, κατακλειόμενον ὥσπερ τῇ τοῦ μείζονος περιοχῇ; τί οὖν ὦ βέλτιστε πάλιν ἐρεῖς; ἰδοὺ γὰρ εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν παραθεὶς καὶ διαῤῥήδην εἰπών “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν ”Πατέρα,” καὶ πάλιν ἐπήνεγκεν εὐθύς “Ἐγὼ ἐν τῷ Πατρὶ ”καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί ἐστιν·” εἰ γὰρ τοῦτό φησι καθ᾽ ὑμᾶς, ὅτι καίτοι χαρακτὴρ καὶ εἰκὼν ὑπάρχων τοῦ γεγεννηκότος, οὐσιωδῶς ὑπ᾽ αὐτοῦ περιέχομαι, πῶς οὐχ ἅπασιν ἀναμφίλογον, ὅτι τοιαύτας ἡμᾶς ἐννοίας ἔχειν περὶ τοῦ Πατρὸς βούλεται, ὁποίαν περ ἂν λάβοιμεν καὶ ἐπ᾽ αὐτῷ; πεπερατῶσθαι τοιγαροῦν ἀνάγκη καὶ τὸν Πατέρα, ἔστι γὰρ ἐν Υἱῷ· καὶ ζητείτω λοιπὸν ὁ αἱρετικὸς, τίς ὁ μείζων αὐτοῦ· ἐμοὶ γὰρ οὐ θέμις εἰπεῖν ἢ νοεῖν. οὐ γὰρ ἀνὰ μέρος μὲν εἰκὼν ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς, ἀνὰ μέρος δὲ οὐκέτι. εἰ γὰρ ὅλως ἔχει τι τὸ παραλλάττον καὶ μεσολαβοῦν τὴν εἰσάπαν ὁμοίωσιν, μέρος ἂν εἴη λοιπὸν, οὐχ ὁλόκληρος εἰκών. ἀλλὰ ποῦ τοῦτο δείξαις ἂν τὴν ἁγίαν λέγουσαν γραφήν; οὐ γὰρ δήπου τοῖς σοῖς ἀναπεπεισμένοι λόγοις, τὴν τῶν ἱερῶν δογμάτων ὀρθότητα παρωσόμεθα.

θαυμάζω δὲ ὅπως οὐ κατέδεισαν ἐπὶ τούτοις εἰπεῖν “Καθάπερ ὁ Παῦλος τὸν “Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα καὶ ἐνεργοῦντα τὰς “δυνάμεις, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Υἱὸς τὸν Πατέρα “λαλοῦντα καὶ τὰ σημεῖα ποιοῦντα εἶχεν ἐν ἑαυτῷ· διό φησι “Πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί· “εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.„ εἶτα τίς ἔτι Χριστιανὸν προσερεῖ τὸν οὕτω διεσκεμμένον καὶ πεφρονηκότα περὶ Χριστοῦ; ἰδοὺ γὰρ ἰδοὺ, καὶ μάλα σαφῶς, Θεὸν μὲν αὐτὸν οὐκέτι φησὶν ἀληθῶς· ῥιψοκινδύνως δὲ περιθεὶς τὸ πρέπον τοῖς κτίσμασι μέτρον αὐτῷ, θεοφόρον τινὰ καὶ Θεοῦ μέτοχον, ἤγουν ἐκ Θεοῦ γεννηθέντα Θεὸν κηρύττει. σκοπὸς γὰρ αὐτῷ διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, τρόπου καὶ λόγου τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς παντελῶς ἀπείργειν αὐτὸν, καὶ εἰσάπαν ἀποτεμεῖν τῆς φυσικῆς καὶ οὐσιώδους οἰκειότητος, ἧς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν.

Εἶτα τί ἂν γένοιτο τῶν τοιούτων τὸ ὑπερτεροῦν εἰς ἀποπληξίαν; ἢ πῶς οὐκ ἄν τις, ὡσεὶ νεκροῖς ἤδη καὶ ἀπολωλόσι, τὸ ἐκ τῆς ἀγάπης ἐπιστάξαι δάκρυον ἀχαλίνως οὕτω τετραμμένοις εἰς ἀσέβειαν· ἐρεῖ δὲ καὶ λίαν εὐκαίρως “Τίς ”δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν “δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ ”νυκτός;” ἐπὶ γὰρ τοῖς τὰ τοιαῦτα φρονεῖν ἑλομένοις, ἀκρατὲς ἄν τις εἰκότως ἐπιστάξαι δάκρυον. ἐπειδὴ δὲ τοῖς ἐξ ἀληθείας δόγμασιν ἀποκρούεσθαι δεῖν τὰς παρ᾽ ἐκείνων συκοφαντίας προσήκειν ὑπολαμβάνω, διὰ τὸ τοῖς ἁπλουστέροις λυσιτελὲς, φέρε πάλιν αὐτοῖς ἐκεῖνο λέγωμεν, ὅτι ζηλοῦντες ἐζηλώκαμεν τῷ Κυρίῳ. ὁ γάρ τοι θεσπέσιος Παῦλος, ὦ οὗτοι, ἢ καί τις ἕτερος τῶν ἁγίων, τὸν Χριστὸν ἔχοντες ταῖς ἑαυτῶν διανοίαις ἐνοικισθέντα διὰ τοῦ Πνεύματος, ἔδρων εὖ μάλα τὰ δοκοῦντα Θεῷ, καὶ δημιουργοὶ τῶν παραδόξων ἐφαίνοντο.

οὐκοῦν ἄραρεν, ὅ τι δοίης δ᾽ ἂν καὶ αὐτὸς ὑπάρχειν ἀληθὲς, ὡς ἄνθρωποί τε τὴν φύσιν ὑπάρχοντες, καὶ ἕτερόν τι κατὰ τὴν οὐσίαν παρὰ τὸ ἐνοικοῦν αὐτοῖς Ἅγιον Πνεῦμα Χριστοῦ, θεόφοβοί τινες ἦσαν καὶ λαμπροὶ διὰ τῆς δοθείσης αὐτοῖς παρὰ Χριστοῦ χάριτος· συνερεῖς δὲ πάντως ἡμῖν, ὡς ἔρημοι μὲν τοῦ χαρίσματος ἦσάν ποτε, κέκληνται γεμὴν εἰς αὐτὸ, δόξαν οὕτω καλῶς ἔχειν τῷ ποτε καλῶς διιθύνοντι Θεῷ· ἦν οὖν ἄρα τῶν ἐνδεχομένων, καὶ διά τινος τῶν ἀτόπων ἢ καὶ ὀρθῶς οὐκ εἰργασμένων, προσκεκρουκότα τῷ Θεῷ τὸν μακάριον Παῦλον, ἤγουν τινὰ τῶν κατ᾽ ἐκεῖνον ἕτερον, ἔρημον μὲν τῆς δοθείσης αὐτῷ χάριτος ὀφθῆναι δύνασθαι, κατωθεῖσθαι δὲ αὖθις καὶ ὑπονοστεῖν εἰς τὴν ὅθεν ἀνέβη ταπείνωσιν. τὸ γὰρ ὅλως ἔξωθεν καὶ ἐπακτὸν ῥᾳδίως ἂν ἀποπτύοιτο καὶ ἀναφαίρετόν ἐστιν, ὡς δοτόν. ἆρ᾽ οὖν ὦ βέλτιστε· τετράψεται γὰρ πρὸς σὲ ὁ λόγος πάλιν· εἰ κατὰ τὴν πρὸς σὲ ἀπαιδευσίαν καὶ ἀσεβεστάτην ὑπόληψιν, καθάπερ ἦν ἐν τῷ Παύλῳ Χριστὸς λαλῶν καὶ τερατουργῶν, οὕτως εἶναι δοίη τις ἂν ἐν τῷ Υἱῷ τὸν Πατέρα, πῶς οὐκ ἀμφίλογον ὡς Θεὸς μὲν ἔσται κατὰ φύσιν οὐδαμῶς, ἀλλ᾽ ἕτερόν τι παρὰ τὸν ἐνοικοῦντα Πατέρα, Θεὸν ὄντα κατὰ ἀλήθειαν; οὕτω γὰρ ἦν ἐν τῷ Παύλῳ Χριστός.

ὄργανον οὖν ἄρα καὶ ὥσπερ τι σκεῦός ἐστιν εἰς δόξαν κατηρτισμένον ὁ Μονογενὴς, καὶ διοίσει μὲν οὐδὲν αὐλοῦ καὶ λύρας, ἐκεῖνο φωνῶν, ὅπερ ἂν ἐμπνέηται τυχὸν, ἤγουν εὐρύθμως ἀναμελῳδεῖν τῷ πλήκτρῳ κελεύηται· ἔσται δὲ οὕτω παραδεκτὸς εἰς θαυματουργίαν τῷ Πατρὶ, ὡς ἂν νοοῖτο τυχὸν πρίων ἢ σκέπαρνον τοῖς εἰδόσι τὸ ξυλουργεῖν. εἶτα τί τούτου παραλογώτερον; οὕτω γὰρ ἔχων φύσεως, καθάπερ ἐκεῖνοί φασιν, ἀλλότριος ἔσται παντελῶς τοῦ Θεοῦ καὶ Πατρὸς, ὅσον εἰς τὸ εἶναι φύσει Θεὸς ἐν ἡμῖν, καὶ ἕτερος παρ᾽ αὐτὸν οὐδείς. εἰ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς ἀποσχοινίζεται, κατά γε τὸ εἶναι φύσει Θεὸς, πῶς οὐκ ἀληθῶς ἤδη φαμὲν, ὅτι τῇ κτίσει συντέτακται, καὶ συνηρίθμηται τοῖς ποιήμασι, καὶ ἐν ὀργάνου παρελήφθη χρείᾳ, καὶ ὑπουργὸς ἡμῖν ἀντὶ δεσπότου πέφηνεν ἤδη λοιπὸν ὁ τῷ Θεῷ καὶ Πατρὶ συνεδρεύων Υἱός· μᾶλλον δὲ οὐδὲ υἱός ἐστι κατὰ ἀλήθειαν; οὐ γὰρ τὸ ἐν ὀργάνου τάξει τεθὲν, εἰς υἱόν τις νοήσαι καὶ παραδέξαιτο. ἐργαλεῖον οὖν ἄρα τῆς ἐνούσης αὐτῷ τέχνης, ἤτοι σοφίας, ἔτεκεν ὁ Πατὴρ, καὶ ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶν αὐτὸς ἀποκυήσας ὁρᾶται. καὶ πῶς ἂν ἐνδέχοιτο; πῶς δὲ οὐκ εὔηθες παντελῶς τὸ νοεῖν τι τοιοῦτον;

οὐκ ἀπαλλάξας τοίνυν ὀργανικῆς τε καὶ οἰκετικῆς ὑπολήψεως τὸν Υἱὸν, γέννημα δὲ κατὰ ἀλήθειαν ὁμολογῶν αὐτὸν οὐδαμῶς, ἀρνούμενος δὲ τὴν ἄῤῥητον γέννησιν, τὴν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός φημι, αὐτὴν ἀδικήσεις τοῦ τεκόντος τὴν δόξαν· οὐκ ἔτι γὰρ ἔσται πατὴρ κατ᾽ ἀλήθειαν ὁ Πατήρ· ὁ γὰρ μὴ γεννήσας ὅλως ἐξ ἑαυτοῦ, τίνος ἂν εἴη κατὰ φύσιν πατήρ; ψευδώνυμος οὖν ἄρα παντελῶς ἡ ἁγία Τριὰς, μήτε τοῦ Πατρὸς ὄντος κατὰ ἀλήθειαν πατρὸς, μήτε μὴν υἱοῦ κατὰ φύσιν τοῦ Υἱοῦ. ἀκολουθήσει δὲ ἀναλόγως τῷ θεωρήματι καὶ ἡ κατὰ τοῦ Πνεύματος δυσφημία.

Οὐκοῦν ἠπατήμεθα, καὶ διέψευσται μὲν ἡ πίστις· ψευδομυθεῖ δὲ ἡ ἁγία γραφὴ, πατέρα καλοῦσα τὸν Θεόν· καὶ εἰ μή ἐστι κατὰ φύσιν Θεὸς ὁ Υἱὸς, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθεὶς, πεπλανήμεθα μὲν ἡμεῖς, συμπεπλάνηται δὲ τοῖς ἐπὶ τῆς γῆς καὶ ἡ ἄνω πόλις καὶ ἡ τῶν ἁγίων ἀγγέλων καθαρωτάτη πληθὺς, τῷ κατὰ φύσιν Θεῷ συνδοξάζουσά τε καὶ συμπροσκυνοῦσα, καὶ οὐκ οἶδ᾽ ὅπως δοξολογεῖν ἀναπεπεισμένη θεοφόρον τι σκεῦος καὶ τῶν ποιημάτων ἓν, κατά γε τὴν ἐκείνων ἀβελτηρίαν φημί. εἰ δὲ βούλοιτό ποτε τῆς εἰς τὸν Υἱὸν σχέσεως καὶ τῆς ἐνοικήσεως ἀναχωρεῖν ὁ Πατὴρ, οὐδὲν διοίσει τάχα τῶν διωλισθηκότων τῆς ἰδίας ἀρχῆς, ἴδιον μὲν ἔχων οὐδὲν, οὔτε μὴν ἐν ἰδίᾳ φύσει τὸν γεννήσαντα φέρων, πάντα δὲ μᾶλλον ὑπάρχων τὰ καθ᾽ ἡμᾶς, καὶ μόνῃ τῇ θείᾳ νευρούμενος χάριτι, ἀλλὰ καὶ τῷ τῆς υἱότητος ὀνόματι μεθ᾽ ἡμῶν τετιμημένος. τί οὖν, εἰπέ μοι, μὴ καὶ αὐτὸς σὺν ἡμῖν τὴν οἰκείαν ὁμολογεῖ φύσιν; διατί δὲ “Ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα, καὶ αὐτὸς καθή- ”μενος τὸν αἰῶνα;” τοῦ δὲ δὴ χάριν ἡμεῖς μὲν οἰκέται, Κύριος δὲ αὐτός;

εἰ γὰρ καὶ υἱοὶ κεκλήμεθα Θεοῦ, τὴν ἰδίαν φύσιν οὐδὲν ἧττον ἐπιγινώσκοντες, οὐκ αἰσχυνόμεθα τὴν δόξαν· αὐτὸς δὲ εἰπέ μοι, διὰ ποίαν αἰτίαν, εἴπερ ἐστὶ καθ᾽ ἡμᾶς, καὶ κατ᾽ οὐδὲν τῶν κτισμάτων ἐν ἀμείνοσι, κατά γε τὸ μὴ εἶναι κατὰ φύσιν Θεός· τοῦτο γὰρ τοῖς ἀπαιδεύτοις δοκεῖ· τί μὴ μεθ᾽ ἡμῶν ὁμολογεῖ τὴν δουλείαν; τὴν δὲ πρέπουσαν καὶ ἀνακειμένην ἰδικῶς τῇ θείᾳ φύσει τιμήν τε καὶ δόξαν ἑαυτῷ περιθεὶς, τοῖς ἁγίοις μαθηταῖς εὑρίσκεται λέγων “Ὑμεῖς καλεῖτέ με Ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ”καλῶς λέγετε· εἰμὶ γάρ.” καὶ ταῦτα μὲν ὁ Σωτήρ· οἱ δὲ καλοί τε καὶ ἀγαθοὶ τῶν κατ᾽ αὐτοῦ δογμάτων εἰσηγηταὶ, ἐπαινοῦσι μὲν λέγοντα καὶ διατεινόμενον, ὡς εἴη παναληθῶς καλούμενος Κύριος, τῆς δὲ κατὰ φύσιν κυριότητος ἐξωθοῦντες αὐτὸν διὰ τοῦ μὴ βούλεσθαι Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογεῖν, καὶ τῆς ἑαυτῶν βδελυρίας τὰ πάντων αἴσχιστα κατηγορεῖν οὐ πιστεύουσιν.

Ὅτι γὰρ οὐκ ἐν τοῖς τὴν δουλικὴν ἔχουσι τάξιν, οὐδὲ τοῖς τῶν γεγονότων καταλόγοις ἐναρίθμιος εἶναι βούλεται, βλέπει δὲ μᾶλλον εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἐλευθερίαν, καὶ ὅτε γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ διὰ τούτου συνήσεις. ἀφίκετο μὲν γὰρ ἐν Καφαρναοὺμ, καθάπερ ἐν τοῖς εὐαγγελίοις ἀνέγνωμεν· οἱ δὲ τοῦ κατὰ νόμον διδράχμου πράκτορες, Πέτρῳ προσιόντες ἔφασκον “Ὁ διδάσκαλος ”ὑμῶν οὐ τελεῖ τὸ δίδραχμον;” καὶ ἐπειδὴ τοῦτο Χριστὸς διεπύθετο, τί πρὸς τὸν Πέτρον ἀπεκρίνατο, δίκαιον οὖν ἰδεῖν “Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι κῆν- ”σον ἢ τέλη; ἀπὸ τῶν υἱῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;” τοῦ δὲ Πέτρου σοφῶς τε καὶ νουνεχῶς τὸν τῆς βασιλείας ἀλλότριον, ὅσον εἰς γένος καὶ τὴν καθ᾽ ἡμᾶς νοουμένην ἀγχιστείαν, ὑποκεῖσθαι δεῖν τοῖς θεσμοῖς ἢ τοῖς τέλεσιν ὁμολογήσαντος, εὐθὺς ἐπήγαγεν ὁ Χριστὸς ἑαυτῷ τὴν θεοπρεπῆ μαρτυρίαν ὡς ἀληθῶς ἐνοῦσαν προσνέμων “Ἄρα γε ἐλεύ- ”θεροί εἰσιν οἱ υἱοί.” εἰ δὲ ἦν ὁμόδουλος, καὶ οὐχ Υἱὸς ἀληθῶς ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεγεννημένος, οὐδὲ φυσικὴν ἔχων πρὸς τὸν τεκόντα τὴν οἰκειότητα, τί τοὺς ἄλλους ἅπαντας τοῖς τέλεσιν ὑποθεὶς, ὡς ἀλλοτρίους ὄντας κατὰ τὴν φύσιν τοῦ δασμολογεῖν ὀφείλοντος, καὶ ἐν οἰκετῶν τάξει κειμένους, μόνῳ τὴν ἐλευθερίαν μεμαρτύρηκεν ἑαυτῷ;

καταχρηστικῶς μὲν γὰρ ἐφ᾽ ἡμῖν τὰ κυρίως τε καὶ ἀληθῶς μόνῃ πρέποντα τῇ θεότητι φέρεται, ἐνυπάρχει δὲ αὐτῷ κατὰ ἀλήθειαν, ὥστε τὴν τῶν γενητῶν εἴ τις ἀκριβῶς διασκέπτοιτο φύσιν, θεωρήσαι πάντως αὐτῇ τὸ τῆς δουλείας ὄνομά τε καὶ πρᾶγμα πρεπωδέστατον. εἰ δέ τινες τῶν ἐν ἡμῖν τῇ τῆς ἐλευθερίας τετίμηνται δόξῃ, καταχρηστικῶς ἔχουσι τὸ μόνῳ Θεῷ χρεωστούμενον.

Ἡδέως δ᾽ ἂν σφόδρα κἀκεῖνο πρὸς τούτοις ἐροίμην αὐτούς Ἆρα θεοφόρον ἐροῦσι τὸν Παῦλον, Χριστοῦ κατοικοῦντος διὰ τοῦ ἰδίου Πνεύματος· ἢ καὶ τοῦτο ληροῦντες ἀρνήσονται. εἰ μὲν γὰρ ἐροῦσι θεοφόρον οὐκ εἶναι κατ᾽ ἀλήθειαν, ἀρκέσει δὴ τοῦτο πρὸς τὸ πάντας ἀναπεῖσαι λοιπὸν τὰς παρ᾽ αὐτῶν ἀποσείεσθαι φλυαρίας καὶ μισεῖν εἰς ἄκρον, ὡς οὐδὲν εἰπεῖν τῶν ἀτόπων παραιτουμένους. εἰ δέ γε τοῦτο φεύγοντες πρός γε τὸ χρῆναι λέγειν τραπήσονται τἀληθὲς, καὶ θεοφόρον ἀληθῶς ὁμολογήσουσιν αὐτὸν, διὰ τὸ τὸν Χριστὸν ἐν αὐτῷ κατοικεῖν, πῶς οὐ σφόδρα δυσσεβῶς ἁλώσονται τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀλλότριον εἶναι λέγοντες τὸν Υἱόν; οὐκέτι γὰρ θεοφόρος ὁ Παῦλος, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός. ἀλλ᾽ ἐρυθριῶντες ἔσθ᾽ ὅτε· πρόσεστι γὰρ καὶ τὸ πανοῦργον αὐτοῖς καὶ κακόηθες εἰς λόγους· Θεὸν μὲν ἐροῦσιν ἀληθῶς τὸν Υἱὸν, μὴ μὴν ἐκ Θεοῦ γεγεννῆσθαι κατὰ φύσιν. καὶ ὅτι μὲν ἁπαστισοῦν αὐτῶν κἀν τούτῳ καταβοήσειεν, οὐκ ἀμφίλογον· πῶς γὰρ ἂν εἴη Θεὸς, ὁ μὴ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος; πλὴν ἐκεῖνο λέγομεν Θεὸν εἶναι φῂς κατὰ φύσιν τὸν Υἱόν· πῶς οὖν ἂν εἴη θεοφόρος ἤγουν Θεοῦ μέτοχος ὁ κατὰ φύσιν Θεός; οὐδὲ γὰρ ἂν ἑαυτοῦ μετάσχοι ποτέ· εἰς τί γὰρ οἰκήσει Θεὸς ἐν Θεῷ, ὡς ἕτερος ἐν ἑτέρῳ; εἰ γὰρ τουτέστι κατὰ φύσιν τὸ δεχόμενον, ὅπερ ἂν νοοῖτο καὶ τὸ ἐνοικοῦν, ποία οὖν λοιπὸν ἡ τῆς μετοχῆς γένοιτο χρεία;

εἰ δὲ ὥσπερ αὐτὸς ἐνῴκησε τῷ Παύλῳ, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Πατὴρ ἐν αὐτῷ, πῶς οὐ θεοφόρος ἔσται κατὰ τὸν Παῦλον, τὸ εἶναι Θεὸς κατὰ φύσιν οὐδαμόθεν ἔχων ἔτι, διὰ τὸ κρείττονος δεηθῆναι τοῦ ἐνοικοῦντος Θεοῦ; εἶτα πάλιν ἐπὶ τούτοις ὁ γεννάδας ἡμῖν οὑτοσὶ προσεπινοεῖ, καὶ διὰ πολλῶν ἀποδείξεων, ὡς ὑπείληφεν αὐτὸς, τὸν οἰκεῖον θρυλοῦν πειρᾶται λόγον. ἄξιον γὰρ οἶμαι διὰ πάντων αὐτοῦ τῶν ῥημάτων ἐλθεῖν, καὶ τῆς ἐνούσης αὐτῷ θεομάχου βουλῆς ἁπλῶσαι τὴν πεῦσιν, ἵνα διελέγχηται σαφῶς, ὅτι τοῖς ποιήμασιν ἐναρίθμιον τίθεται τὸν Μονογενῆ, καὶ κεκομψευμέναις ἀπάταις τὴν εἰς αὐτὸν ἀσέβειαν καταχώσας ὁ δείλαιος, Θεὸν μὲν εἶναι συνομολογεῖ, τῆς γεμὴν ἀληθῶς καὶ κατὰ φύσιν θεότητος ἐκπέμπων αὐτὸν οἴεταί πως δύνασθαι λαθεῖν τοὺς εἰς αὐτὴν βλέποντας τὴν ἀλήθειαν.

Γράφει τοίνυν ὡδί “Ἀλλ᾽ ὥσπερ ἡμεῖς ἐν αὐτῷ εἶναι “λεγόμενοι, φησὶν, ἀμιγῆ πρὸς αὐτὸν ἔχομεν τὴν ὑπό- “στασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ “τυγχάνων διακεκριμένην τοῦ ἀγενήτου ἔχει τὴν οὐσίαν.„ Φεῦ γε τοῦ τολμήματος· ὡς δεινὸς ὁ λόγος, καὶ μεστὸς ἀπονοίας, μᾶλλον δὲ δυσβουλίας ἁπάσης καὶ ἀποπληξίας. ἐμωράνθησαν ὄντως φάσκοντες εἶναι σοφοὶ, καὶ φρονοῦντες οὕτω περὶ τοῦ Μονογενοῦς τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἠρνήσαντο, κατὰ τὸ γεγραμμένον. εἰ μὲν γὰρ ἄνθρωπον εἶναί φασι καὶ ἕνα τῶν καθ᾽ ἡμᾶς τὸν τοῦ Θεοῦ Λόγον, οὐδὲν ἔτι τὸ κωλύον εἰπεῖν οὕτως ὑπάρχειν αὐτὸν ἐν Θεῷ, καθάπερ ἡμεῖς· εἰ δὲ Θεὸν εἶναι πιστεύουσι, καὶ ὡς τοῦτο κατὰ φύσιν ὑπάρχοντι προσκυνεῖν ἐγνώκασι, τί μὴ μᾶλλον ἀπονέμουσιν αὐτῷ τὸ θεοπρεπῶς ἐνυπάρχειν τῷ ἰδίῳ γεννήτορι, ἔχειν τε αὐτὸν ἐν ἑαυτῷ; τοῦτο γὰρ οἶμαι φρονεῖν τε καὶ λέγειν τοῖς ὄντως θεοφιλέσι πρεπωδέστερον. εἰ δὲ ἄθραυστον ἡμῖν ἐπιτηδεύοντες τὴν ἀναισχυντίαν ἐμμένουσιν οἷς εἰρήκασιν, οὕτω τέ φασιν ἐν Πατρὶ τὸν Υἱὸν, ὥσπερ ἂν εἴη τυχὸν καὶ ἡμῶν ἕκαστος, τῶν ἐξ οὐκ ὄντων καὶ ἀπὸ γῆς δι᾽ αὐτοῦ γεγονότων, τί μὴ τοῖς ἐθέλουσιν ἐφεῖται λοιπὸν ἀκινδύνως εἰπεῖν “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ”κἀγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;” ἀλλ᾽ οἶμαι μωρίας τῆς ἁπασῶν ἐσχάτης ἁλοίη τις ἂν ἐπὶ τούτῳ γραφῇ, καὶ μάλα εἰκότως.

ἀπηχές τε γὰρ καὶ οὐδενὸς τῶν ἁγίων ἠνέχθη ποτὲ τοιαύτη φωνὴ παρὰ τῇ θεοπνεύστῳ γραφῇ· παραχωροῦσι δὲ πάντες τῷ κατὰ φύσιν Κυρίῳ καὶ Θεῷ τῷ Μονογενεῖ τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἀσυγκρίτως ὑπεροχὴν, καὶ δὴ καὶ κεκράγασι λέγοντες “Τίς ὁμοιωθήσεται τῷ ”Κυρίῳ ἐν υἱοῖς Θεοῦ;” πῶς οὖν ἔτι καθ᾽ ἡμᾶς ὁ Μονογενὴς, εἴπερ οὐδεὶς ἴσος τε καὶ ὅμοιος αὐτῷ κατὰ τὴν τῶν ἁγίων φωνήν; εἰ δὲ οὕτως ἐστὶν ἐν Θεῷ, καθάπερ ἡμεῖς, πῶς ἂν οὐκ ἀνάγκη λοιπὸν ψευδομυθῆσαι μὲν λέγειν τὸν τῶν ἁγίων χορὸν, οὐδὲν δὲ τὸ πλεῖον ἀπονεῖμαι τῷ κατὰ φύσιν Υἱῷ, δι᾽ οὗπερ ἂν φαίνοιτο τοῖς κατὰ θέσιν οὐκ ἰσοστατῶν; ἄπαγε τῆς βδελυρίας, ἄνθρωπε· φρονήσομεν γὰρ οὐχ οὕτως ἡμεῖς, μὴ γένοιτο, ταῖς δὲ τῶν ἁγίων πατέρων ἑπόμενοι δόξαις, εὐδοκιμήσειν παρὰ Θεῷ πιστεύομεν.

Ἐπειδὴ δὲ εἰς ἀπόδειξιν ὧν φρονοῦσι καὶ λέγουσιν ἐκεῖνο παρήγαγον τὸ εἰρημένον διὰ τοῦ Παύλου, ὅτι ἐν Θεῷ “ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν,” τὸ ἐν Πατρὶ λέγεσθαι τὸν Υἱὸν δεικνύντες εἰκαῖον ἐκ τῶν καθ᾽ ἡμᾶς, φέρε ταῖς καθηκούσαις ἐρεύναις τὸ ῥηθὲν ὑποβάλλοντες διελέγχωμεν αὐτοὺς καὶ τὸν τῶν ἁγίων ἀποστόλων συκοφαντεῖν ἐθέλοντας νοῦν, καὶ εἰς τὸ δοκοῦν αὐτοῖς ἀβουλότατα παρατρέποντας τὰ λίαν ὀρθῶς εἰρημένα· Ἀθήνῃσι μὲν γὰρ γεγονὼς ὁ μακάριος Παῦλος, εἶτα πολὺ λίαν εἰς πολύθεον πλάνην ἀνεπτοημένους ὁρῶν, καίτοι σοφοὺς εἶναι πεπιστευμένους τοὺς ἐκεῖσε λαοὺς, παρακομίζειν αὐτοὺς ἐπειρᾶτο τῆς ἀρχαίας ἀπάτης τοῖς εἰς εὐσέβειαν λογισμοῖς μεταθεὶς εὐφυῶς εἰς τὸ χρῆναι λοιπὸν ἕνα τε καὶ μόνον εἰδέναι Θεὸν, τοῖς παρ᾽ αὐτοῦ γεγονόσι καὶ τὸ κινεῖσθαι καὶ ζῆν καὶ εἶναι δωρούμενον. ζωογονεῖ γὰρ τὰ πάντα, ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ πάντων Δημιουργὸς, τῆς ἰδίας ἰδιότητος ἐντιθεὶς ἀῤῥήτως αὐτοῖς τὴν δύναμιν. οὐ γὰρ ἦν ἑτέρως διασώζεσθαι πρὸς τὸ εἶναι διακρατούμενα τὰ ἐκ τοῦ μὴ ὄντος λαχόντα τὴν γένεσιν· ἢ γὰρ ἂν εὐθὺς εἰς τὴν οἰκείαν ὑπενόστησε φύσιν· φημὶ δὲ πρὸς τὸ μὴ εἶναι πάλιν· εἰ μὴ τῇ πρὸς τὸν ὄντα σχέσει τῆς οἰκείας γενέσεως ἐνίκησε τὴν ἀσθένειαν.

ἔφη τοιγαροῦν ὁ θεσπέσιος Παῦλος ὀρθῶς τε καὶ μάλα καλῶς, ζωὴν τῶν ὅλων ἐπιδεικνὺς τὸν Θεὸν, ὡς ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· οὐκ ἐκεῖνο πάντως δηλῶν ὅπερ αὐτοὶ, τὴν τῶν ἱερῶν γραμμάτων ὀρθότητα παραφθείροντες, διεπλάσαντο κατ᾽ οἰκεῖον σκοπὸν, ἀλλ᾽ ὅπερ ἦν ἀληθὲς, καὶ τοῖς ἄρτι παιδαγωγουμένοις εἰς θεογνωσίαν ὠφελιμώτατον· καὶ εἰ δεῖ σαφέστερον εἰπεῖν, οὐκέτι σημῆναι βεβούληται, ὅτι ἄνθρωποι τὴν φύσιν τυγχάνοντες, ἐν τῇ οὐσίᾳ τοῦ Πατρὸς κείμεθά τε καὶ ὡς ὄντες ἐν αὐτῷ φαινόμεθα, ἀλλ᾽ ὅτι καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν ἐν Θεῷ, ἤτοι συνεστήκαμεν.

Σύνες γὰρ ὡς οὐχ ἁπλῶς τε καὶ ἀνειμένως ἔφη τὸ, ὅτι μόνον ἐσμὲν ἐν Θεῷ, διὰ τὴν σὴν ὡς εἰκὸς ἀμαθίαν, ὦ τᾶν, ἀλλὰ διαφόρως, ὅπερ ἠθέλησεν εἰπεῖν ἑρμηνεύων, καὶ τό Ζῶμεν προτάξας, ἐπαγαγὼν δὲ τούτῳ καὶ τὸ Κινούμεθα, τρίτον ἐπήγαγε τό Ἐσμὲν, τῇ τῶν προλαβόντων διανοίᾳ καὶ αὐτὸ χαριζόμενος. καὶ οἶμαι μὲν ὅτι δυσωπήσει τάχα που τὸν θεομάχον ὀρθῶς ἔχων ἡμῖν ὁ περὶ τούτου λόγος· ἐνισταμένῳ δὲ πάλιν, καὶ τό Ἐν τῷ Θεῷ περιέλκοντι πρὸς τὸ αὐτῷ καὶ μόνῳ δοκοῦν, τῆς θεοπνεύστου γραφῆς τὴν συνήθειαν ἐπιδείξομεν. ἔθος γὰρ αὐτῇ λέγειν ἔσθ᾽ ὅτε ἀντὶ τοῦ διὰ Θεοῦ, τό Ἐν Θεῷ. ἐπεὶ λεγέτω γὰρ ἐκεῖνος ἡμῖν, πῶς ἐν ψαλμοῖς ἀνακέκραγε λέγων τις “Ἐν τῷ Θεῷ ποιήσωμεν ”δύναμιν·” καὶ πάλιν ὡς πρὸς αὐτόν “Ἐν σοὶ τοὺς ἐχθροὺς ”ἡμῶν κερατιοῦμεν.” οὐ γὰρ δή τις οἰήσεται τοῦτο λέγειν αὐτὸν, ὡς ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ δύναμίν τινα δημιουργήσειν ἐπαγγέλλεται, ἀλλ᾽ οὐδὲ ἐν αὐτῇ τοὺς ἰδίους ἐχθροὺς εὑρίσκοντας κερατιεῖν αὐτοὺς ὁ ψάλλων φησίν· ἀλλ᾽ ἐν Θεῷ, φησὶν, ἀντὶ τοῦ Διὰ Θεοῦ, καὶ τό Ἐν σοὶ πάλιν, ἀντὶ τοῦ Διὰ σοῦ. τί δὲ καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων ἔλεγεν; “Εὐχαριστῶ τῷ Θεῷ μου περὶ πάντων ”ὑμῶν ἐπὶ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ χάριτι,” καὶ πάλιν “Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ”ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς “καὶ ἀπολύτρωσις.”

ἆρα γὰρ ἐρεῖ τις νουνεχῶς, ὅτι τὴν ἀπονεμηθεῖσαν ἄνωθεν τοῖς Κορινθίοις χάριν ἐν αὐτῇ τῇ οὐσίᾳ τοῦ Χριστοῦ δεδόσθαι φησὶν ὁ πνευματοφόρος, ἤγουν ἀκολούθως τούτῳ τὸ ἕτερον ἐκλήψεται; καὶ πῶς οὐκ ἂν ὁρῷτο ληρῶν; τί τοίνυν καὶ αὐτὸ τὸ τῶν ἱερῶν γραμμάτων παραλύων ἔθος, καὶ τὴν τοῦ μακαρίου Παύλου βουλὴν συκοφαντήσας, ὑπάρχειν ἡμᾶς ἐν Θεῷ, τουτέστιν, ἐν τῇ οὐσίᾳ τοῦ Πατρὸς λέγεις, ὅταν ἀκούσῃς τοῖς ἐν Ἀθήνῃσι διειπόντος, ὅτι ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; “Ἀλλὰ ναὶ,„ φησὶν ὁ τῶν ὀλεθρίων δογμάτων προεστηκώς· “ἐπεί σοι δοκεῖ καὶ ὀρθῶς ἔχειν φαίνεται τό Ἐν “Θεῷ εἶναι καὶ νοεῖσθαι Διὰ Θεοῦ, τί μάτην καταφλυαρεῖς; “τί δὲ τοῖς δυσφημίας ἐγκλήμασιν ὑποτίθης, ὅταν πεποιῆ- “σθαι διὰ τοῦ Πατρὸς διατεινώμεθα τὸν Υἱόν; ἰδοὺ γὰρ “αὐτός φησιν, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, ἀντὶ τοῦ Διὰ τοῦ “Πατρὸς, κατά γε τὸν σὸν ὦ οὗτος λόγον, καὶ τὴν ἀρτίως “ἡμῖν ἐκ τῶν ἱερῶν γραμμάτων παρενεχθεῖσαν συνήθειαν.„ Ἐγὼ δὲ πρὸς τοῦτό φημι δεῖν ἀπολογήσασθαι πάλιν, καὶ τὰς ἐκείνων κακουργίας ἀπογυμνῶσαι καὶ βλάβη. θαυμάζω γὰρ ὅπως ἀσμένως ἀκούσαντες ὅτι ἐν Θεῷ, διὰ Θεοῦ λέγειν ἔθος τῇ θείᾳ γραφῇ, καὶ διὰ μόνον τὸ δύνασθαι κατειπεῖν τι τῆς δόξης τοῦ Μονογενοῦς, συναινέσαντές τε καὶ τὴν λέξιν παραδεξάμενοι, ληροῦντες ὅτι πάλιν οὐδὲν ἧττον ἁλώσονται διεγνώκασιν οὐδαμῶς, καίτοι φάσκοντες εἶναι σοφοί τε καὶ δριμεῖς.

εἰ μὲν γὰρ μόνοις ἐφεῖται τοῖς δι᾽ ἐναντίας τὸ τῆς θεοπνεύστου γραφῆς ἀεὶ τειχίζειν ἔθος τῇ οὐσίᾳ τοῦ Μονογενοῦς, καὶ διὰ τοῦτο πεποιῆσθαι λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς, ἐπείπερ εἶναι μὲν ἐν Θεῷ φησιν· τὸ δέ Ἐν Θεῷ, διὰ Θεοῦ νοεῖσθαι δεδώκαμεν, ἔδοξεν ἂν κατά γε τὸ εἰκὸς λόγον ἔχειν αὐτοῖς οὐχὶ λίαν ἀμαθῆ τὸ κακούργημα. εἰ δὲ δὴ τὸ κωλύον οὐδὲν καὶ ἡμᾶς αὐτοὺς, διὰ τῆς μείζονος ἀτοπίας ἀνατρέπειν ἐθέλοντας τὴν τῶν παρ᾽ αὐτοῖς δογμάτων σαθρότητα, καὶ ἐπ᾽ αὐτὸν ἀναφέρειν τὸν Πατέρα τοῦ σημαινομένου τὴν δύναμιν, εἰπεῖν τε σαφῶς, ὡς ἐπείπερ καὶ τοῦτό φησιν, ὅτι ὁ Πατὴρ ἐν ἐμοί ἐστι, προσήκει νοεῖν, ἀντὶ τοῦ δι᾽ ἐμοῦ, ἵνα λοιπὸν γενητὸς γένηται καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ λίαν ἀσυνέτοις ἐπιθαρσήσαντες λογισμοῖς, τὴν ἐπ᾽ ἀκράτῳ μωρίᾳ ψῆφον ἀποίσονται; ὥσπερ γὰρ ὁ Υἱὸς ἑαυτὸν εἶναί φησιν ἐν τῷ Πατρὶ, οὕτως ἔφη καὶ τὸν Πατέρα εἶναι ἐν ἑαυτῷ· εἰ δὲ τὸ ἐν Πατρὶ, διὰ τοῦ Πατρὸς νοεῖσθαι βούλονται, τί τὸ ἀπεῖργον εἰπεῖν ὅτι καὶ τό Ἐν Υἱῷ, δι᾽ Υἱοῦ νοηθήσεται;

ἀλλ᾽ οὐκ εἰς τοῦτο μωρίας σὺν ἐκείνοις κατολισθεῖν ἀνεξόμεθα πάλιν· οὔτε γὰρ διὰ τοῦ Πατρὸς ἐροῦμεν πεποιῆσθαι τὸν Υἱὸν, οὔτε μὴν δι᾽ Υἱοῦ γενέσθαι τὸν ἐξ οὗ τὰ πάντα, Πατέρα καὶ Θεόν· ἔθος δὲ μᾶλλον τὸ τῆς θεοπνεύστου γραφῆς ἑκάστῳ πρεπόντως ἐπιῤῥιπτοῦντες καιρῷ καὶ προσώπῳ καὶ πράγματι, καθαρόν τε καὶ ἀνυπαίτιον τὸν ἐφ᾽ ἅπασι τοῖς ἀναγκαίοις ἐξυφανοῦμεν λόγον. τοῖς μὲν γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενεχθεῖσι καὶ γεγονόσι διὰ Θεοῦ, πῶς οὐκ ἂν μάλιστα πρέποι τὸ νοεῖσθαί τε καὶ λέγεσθαι παρ᾽ ἡμῶν, ὡς εἰσὶν ἐν Θεῷ, τουτέστι διὰ Θεοῦ; τῷ γεμὴν κατὰ φύσιν Υἱῷ καὶ Κυρίῳ καὶ Θεῷ καὶ δημιουργῷ τῶν ὅλων, οὐκ ἂν οἶμαι τοῦτο κυρίως τε καὶ ἀληθῶς ἁρμόσειεν, εἶναι δὲ φυσικῶς ἐν Πατρὶ καὶ ἐνυπάρχειν αὐτῷ ἔχειν τε αὐτὸν ἐν ἑαυτῷ, διὰ τὸ ἐν οὐσίας ταυτότητι φαίνεσθαι, καὶ μηδὲν ἔχειν παντελῶς τὸ μεσολαβοῦν καὶ διατέμνον εἰς ἑτερότητα φυσικήν.

Καὶ ὅτι μὲν ἴσως τοῖς εὐμαθεστέροις, ὥς γε μοι φαίνεται, καλῶς διείρηται δόξειεν ἂν, συναινέσει γεμὴν ὁ δι᾽ ἐναντίας οὐδαμῶς· ἐρεῖ δὲ δὴ πάλιν, τὸν ἐν ἀρχαῖς εἰσκεκομισμένον ἀναμασώμενος λόγον, ὅτι οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, ὥσπερ ἡμεῖς ἐν αὐτῷ.

Τί οὖν ἄρα· φήσαιμεν ἂν οὐκ ἀσυνέτως ἐλέγχοντες σαθρά τε καὶ μειρακιώδη φρονοῦντά τε καὶ λέγοντα· οὕτως εἶναι φῂς τὸν Υἱὸν ἐν Πατρὶ, καθάπερ ἡμᾶς ἐν αὐτῷ; καλῶς. εἶτα τί δὴ, πρὸς τοῦτο ἐροῦμεν, μὴ τοῖς ἴσοις ἡμᾶς ἐπισεμνύνεσθαι λόγοις τὸ τῆς ἡμετέρας φύσεως ἐφίησι μέτρον, οἷσπερ ἂν ὁρῷτο καὶ αὐτὸς ὁ Χριστός; αὐτὸς μὲν γὰρ ἐπείπερ ἐστὶν ἐν Πατρὶ, ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ἅτε δὴ καὶ εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ ἀπαράλλακτος διὰ τοῦτο ὑπάρχων “Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα, ”ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” ἡμεῖς δὲ εἰπέ μοι, εἰ οὕτως ἐσμὲν ἐν αὐτῷ, ἔχομέν τε αὐτὸν ἐν ἑαυτοῖς, ὥσπερ οὖν ἀμέλει καὶ αὐτὸς ἐν Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ· διὰ τί μὴ μακρὸν ἀνατείνοντες τὸν αὐχένα, καὶ ὑψηλὸν τοῖς ὑπαντῶσι δεικνύντες τὸ πρόσωπον, μετὰ παῤῥησίας φαμέν Ἐγὼ ἐν τῷ Χριστῷ καὶ ὁ Χριστὸς ἐν ἐμοί· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Χριστόν· ἐγὼ καὶ ὁ Χριστὸς ἕν ἐσμεν; εἶτα τί τὸ ἐντεῦθεν; οὐκ ἂν οἶμαί τις καταδείσειεν ὀρθῶς, οὐδ᾽ ἂν κατοκνήσαι πρεπόντως ἔτι τοῦτο αὐτὸ φάναι τολμήσας καὶ περὶ αὐτοῦ λοιπὸν εἰπεῖν τοῦ Πατρός Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. εἰ γὰρ ἕν ἐστιν ὁ Πατὴρ πρὸς τὸν Υἱὸν, πῶς οὐκ αὐτῷ λοιπὸν ἰσομοιρήσει τῷ Πατρὶ, εἰκὼν ἀπαράλλακτος ἀπαραλλάκτου γεγονὼς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ;

τίς οὖν ἄρα πρὸς τοῦτο μανίας κατοιχήσεταί ποτε, ὡς τολμήσαι λέγειν Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Χριστόν· ἐγὼ καὶ ὁ Χριστὸς ἕν ἐσμεν; εἰ γὰρ σχετικῶς καὶ οὐ κατὰ φύσιν ἀπονέμεις τῷ Υἱῷ τὸ εἶναι ἐν τῷ Πατρὶ, ἔχειν τε ἐν ἑαυτῷ τὸν Πατέρα, οὕτω δὲ καὶ ἡμεῖς ἐν Χριστῷ καὶ Χριστὸς ἐν ἡμῖν· πρῶτον μὲν ἐν τάξει τῇ καθ᾽ ἡμᾶς ὁ Υἱὸς, εἶτα τὸ κωλύον οὐδὲν παρελάσαντας καὶ αὐτὸν, εἰ βουλοίμεθα, τὸν Υἱὸν, ὡς διὰ μέσου κείμενον, ἐπ᾽ αὐτὸν ὥσπερ εὐθυδρομεῖν τὸν Πατέρα, καὶ αὐτῷ προσωμοιῶσθαι λέγειν ἡμᾶς οὕτως ἀκριβῶς, ὡς μηδὲν ὁρᾶσθαι τὸ διαλλάττον. τὸ γὰρ ἓν εἶναι πρός τι λέγεσθαι τοιαύτην ἂν ἔχοι τὴν δύναμιν. ἆρ᾽ οὖν οὐχ ὁρᾶτε εἰς ὅσην αὐτοῖς ἀσυνεσίαν τε ὁμοῦ καὶ ἀσέβειαν κατώλισθε τὰ φρονήματα, καὶ ὅσων ἡμῖν λογισμῶν ἀτόπων εἰσπεπήδηκε θόρυβος;

Τίς οὖν ἡ πρόφασις τοῦ ταῦτα λέγειν καὶ διατείνεσθαι, καὶ τοῖς οὕτως ἑώλοις ἐπινήχεσθαι λόγοις αὐτοὺς, ἐρῶ δὴ πάλιν. σκοπὸς εἷς αὐτοῖς, ἀλλότριόν τε καὶ ἔκφυλον παντελῶς τῆς τοῦ Πατρὸς οὐσίας ἀποφῆναι τὸν Υἱόν. ὅτι γὰρ ἀληθεύοντες τὰ τοιαῦτά φαμεν, ἐκ τῶν ἐφεξῆς καὶ παρεζευγμένων ταῖς προτέραις αὐτοῦ δυσφημίαις εἰσόμεθα. ἐπάγει γὰρ οὕτως “Ἀλλ᾽ ὥσπερ ἡμεῖς, φησὶν, ἐν αὐτῷ “ὄντες, ἀμιγῆ πρὸς αὐτὸν ἔχομεν τὴν ὑπόστασιν· τὸν “αὐτὸν τρόπον καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ τυγχάνων, διακε- “κριμένην τοῦ ἀγεννήτου Θεοῦ ἔχει τὴν οὐσίαν.„ τί φῂς, ἐμβρόντητε; γυμνὴν οὕτω τὴν εἰς τὸν Υἱὸν πεποίησαι δυσφημίαν; ἆρ᾽ οὖν μὴ διάκενον ἐρεῖ τις συκοφαντίαν καταχεῖν ἡμᾶς ἐπείγεσθαι τῆς τῶν θεομάχων κεφαλῆς; ἰδοὺ γὰρ σαφῶς, οὐδὲν ὅλως τὸ πλεῖον ἀπονέμουσιν αὐτῷ τῶν ἀπὸ γῆς γεγονότων καὶ δι᾽ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένων. ἐγὼ δὲ καίτοι λίαν ἀφορήτως ἔχων ἐφ᾽ οἷς εἰπεῖν οἱ δείλαιοι τετολμήκασιν, ἐκεῖνο δεῖξαι πειράσομαι τῷ σκοπῷ πάλιν ἑπόμενον τῆς θείας γραφῆς, ὡς ἐπείπερ ἀρνοῦνται τὸν Υἱὸν, συνηρνήσαντο τὸν Πατέρα, καὶ λοιπόν εἰσιν ἄθεοι, καὶ ἐλπίδα μὴ ἔχοντες ἐν τῷδε τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον.

καὶ ὅτι φαμὲν καλῶς, ἀληθὴς μάρτυς ἡμῖν εἰσβήσεται ὁ θεοφιλὴς Ἰωάννης γεγραφὼς ὡδί “Ὁ ἀρνού- ”μενος τὸν Πατέρα καὶ τὸν Υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν “Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει· ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν ”Πατέρα ἔχει.” ὀρθῶς δέ τοι λίαν ὁ πνευματοφόρος, καὶ τῆς τῷ λόγῳ πρεπούσης ἁρμονίας οὐκ ἔξω τιθεὶς τὸ θεώρημα. ἐπειδὴ γὰρ οἶδεν οὐκ ὀνόματι μόνον, ἐνεργείᾳ δὲ μᾶλλον, ὅπερ εἶναι καὶ λέγεται, τουτέστι, Πατὴρ, κατὰ φύσιν ὑπάρχοντα, ἀναγκαίως συνεξαρνεῖσθαί φησιν ἑτέρῳ τὸν ἕτερον. συνειστρέχει γάρ πως ἀεὶ τῷ γε ὄντι κατὰ φύσιν καὶ νοουμένῳ Πατρὶ τοῦ προελθόντος ἐξ αὐτοῦ γεννήματος ἡ γνῶσίς τε καὶ δήλωσις, καὶ τῷ γεννηθέντι κατὰ ἀλήθειαν τὸ τοῦ τίκτειν πεφυκότος συνεπινοεῖται πρόσωπον. ἅμα γάρ τις ἔγνω Πατέρα, συνῆκεν ὅτι γεγέννηκε, καὶ εἰ μάθοι τὸ γέννημα, διακείσεται πάντως ὅτι πατρὸς ἐξέφυ τινός. οὐκοῦν δι᾽ ἀμφοῖν τοῖς ἀκροωμένοις ἡ ἑκατέρου γνῶσις ἐντίκτεται· καὶ ἀρνησάμενος μέν τις, ὅτι Πατήρ ἐστιν ἀληθῶς ὁ Θεὸς, συναναιρήσει πάντως τὴν τοῦ Υἱοῦ γέννησιν· γέννημα δὲ πάλιν οὐχ ὁμολογήσας εἶναι τὸν Υἱὸν, τὴν περὶ τοῦ Πατρὸς γνῶσιν συνεξελεῖ δὴ πάντως αὐτῷ. ὅτε τοίνυν τοῖς ἀνοσίοις ἡμᾶς κατασφενδονήσας λόγοις, διακεκριμένην τοῦ ἀγεννήτου Θεοῦ τὴν οὐσίαν διατείνεται ἔχειν τὸν Υἱὸν, πῶς οὐ διαῤῥήδην οὐδὲ Υἱὸν ὑπάρχειν αὐτὸν ὁμολογεῖ;

Υἱοῦ δὲ οὐκ ὄντος, οὐδ᾽ ἂν αὐτὸς ὁ Πατὴρ ἀληθῶς ἔτι νοοῖτο πατήρ. τίνος γὰρ ἔσται πατὴρ, εἰ μὴ τέτοκε; διακεκρίσθαι μὲν γὰρ οὐχὶ τῆς οὐσίας, ἀλλὰ τοῦ προσώπου τοῦ Πατρὸς καὶ αὐτοί φαμεν τὸν Υἱὸν, οὐχ ὡς ἀλλότριον ὄντα κατὰ φύσιν αὐτοῦ, καθάπερ ἀμέλει τοῖς θεομάχοις δοκεῖ, ἀλλ᾽ ὡς ὄντα τε καὶ νοούμενον ἐν ἰδίῳ προσώπῳ, καὶ κατ᾽ ἰδίαν ὕπαρξιν ἑτερότητι· Υἱὸς γάρ ἐστι, καὶ οὐ Πατήρ· διακεκρίσθαι γεμὴν κατ᾽ οὐσίαν οὔτ᾽ ἂν αὐτοὶ φαίημεν, εἴ γε φρονοῦμεν ὀρθῶς, οὔτε τινὶ τῶν ἀδελφῶν συμβουλεύσαιμεν. πῶς γὰρ ἂν καὶ διακέκριται μόνον, καθ᾽ ὅπερ ἐστὶν ἰδιαζόντως ἕκαστον; ὁ Πέτρος γὰρ Πέτρος ἐστὶ καὶ οὐ Παῦλος, καὶ ὁ Παῦλος οὐ Πέτρος, μένουσι γεμὴν ἀδιάκριτοι κατὰ φύσιν. εἷς γὰρ ἐπ᾽ ἀμφοῖν τῆς οὐσίας ὁ λόγος, καὶ τὸν αὐτὸν ἀπαραλλάκτως ἕξει τὰ πρὸς ἑνότητα φυσικὴν συνδούμενα.

Τοῦ δὲ δὴ χάριν τὰ τοιαῦτά φαμεν; ἐπιδεῖξαι γὰρ ἡμῖν σκοπὸς, ὅτι φρονοῦντες ἐκεῖνοι δυσσεβῶς, τῆς κατὰ φύσιν θεότητος ἐξέλκουσι τὸν Υἱὸν, οὐδὲν αὐτῷ πλέον, καθάπερ ἤδη προείπομεν, σχετικῆς ἀπονέμοντες οἰκειότητος τῆς ὡς πρὸς Πατέρα καὶ Θεόν. ἐπεὶ διὰ ποίαν αἰτίαν ἡμᾶς παραδείγματα παραθέντες τοῦ λόγου “Καθάπερ ἡμεῖς, φασὶν, “ἀμιγῆ πρὸς αὐτὸν ἔχομεν τὴν ὑπόστασιν, ὄντες ἐν αὐτῷ, “οὕτως καὶ αὐτὸς διακεκριμένην ἔχει τοῦ Θεοῦ τὴν οὐσίαν, “κἂν εἶναι λέγηται, φησὶν, ἐν αὐτῷ;„ ἆρ᾽ οὐ πᾶσιν εὐκάτοπτος ἡ πανουργία; ἆρ᾽ οὐκ ἐρεῖ τις εὐλόγως τὸν οὕτω δυσωδέστατον ἐξεμέσαντα λόγον ἐκείνων ὑπάρχειν ἕνα τῶν διὰ τοῦ Πνεύματος προκεκηρυγμένων ἐμπαικτῶν; τί γὰρ Ἰούδας ἡμῖν ἐπιστέλλει τοῦ Σωτῆρος ὁ μαθητής; “Ὑμεῖς δὲ, ἀγα- ”πητοὶ, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν “ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ”ὑμῖν ὅτι ἐπ᾽ ἐσχάτου τοῦ χρόνου ἐλεύσονται ἐμπαῖκται “κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. ”οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ, Πνεῦμα μὴ ἔχοντες.” οὐδεὶς μὲν γὰρ τὸ παράπαν Ἁγίῳ Πνεύματι λαλῶν, κατερεῖ τι τῆς δόξης τοῦ Μονογενοῦς. τοῦτο γὰρ εἶναί φημι τὸ λέγειν “Ἀνάθεμα Ἰησοῦς.”

ἄνδρες δὲ ψυχικοὶ καὶ δείλαιοι καὶ τοῦ Ἁγίου Πνεύματος ἐρήμην ἔχοντες τὴν καρδίαν, ἀποδιορίζουσι τοῦ Πατρὸς τὸν Υἱὸν, οὐσιώδη φάσκοντες ἔχειν αὐτὸν τὴν διακοπὴν, καθάπερ ἀμέλει τὰ γενητὰ καὶ τῶν παρ᾽ αὐτοῦ πεποιημένων ἕκαστον, εἶναί τε οὕτω φρονοῦντες αὐτὸν ἐν Πατρὶ, καθάπερ ἡμεῖς ἐν αὐτῷ.

Ὅτι δὲ τῆς εἰς ἄκρον ἀμαθίας εἴσω βεβήκασι τοιαῦτα γράφειν τολμήσαντες, φέρε παρὰ τῆς θείας γραφῆς διασκεπτώμεθα πάλιν, ὡς ἔστιν ἐφικτὸν, ἐπιδεῖξαί τε τοῖς ἀκροωμένοις σπουδάσωμεν, ὡς ἑτέρως μὲν ἡμεῖς ἐσμεν ἐν τῷ Υἱῷ, ἑτεροίως γεμὴν ὁ Υἱὸς ἐν τῷ ἰδίῳ Πατρί. οὐ γὰρ ταῖς κατὰ θέλησιν ἀρεταῖς πρὸς αὐτὸν μορφούμενος, εἰκών ἐστι τῆς ὑποστάσεως αὐτοῦ, διά τε τοῦτό ἐστιν ἐν αὐτῷ· ἀλλ᾽ ὡς ἐν ταυτότητι φυσικῇ καὶ ὡς μίαν ἔχων πρὸς αὐτὸν τὴν οὐσίαν· εἰσκεκλήσθω δὲ μάρτυς ἡμῖν ἐπὶ τούτοις ὁ σοφώτατος Ἰωάννης, λέγων “Καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ ”τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ·” πῶς οὖν ἄρα φασὶν, ἢ κατὰ τίνα διισχυρίζονται χρῆναι τρόπον, τὴν κοινωνίαν ἡμᾶς μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ; εἰ μὲν γὰρ τὴν οὐσίαν ὥσπερ τὴν ἑαυτῶν ἀναμιγνύοντες τῇ θείᾳ φύσει, ἤτοι τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν αὐτοῖς εἶναι νοούμεθα, καὶ οὐχὶ μᾶλλον τῆς κοινωνίας ὁ λόγος εἰς τὴν τῶν θελημάτων ὁμοιότητα βλέπει, πῶς ἂν ἔχοιμεν αὐτὴν μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ, καίτοι κατ᾽ ἐκείνους οὐκ ὄντων ὁμοουσίων;

ἢ γὰρ ἀνάγκη λοιπὸν καὶ ἡμᾶς τὰ γέλωτος ἄξια φρονοῦντας εἰπεῖν ὅτι, τὴν οἰκείαν διακόπτοντες φύσιν, τὸ μὲν ἥμισυ τῷ Πατρὶ, τὸ δὲ ἕτερον ἡμῖν καὶ τῷ Υἱῷ δεδώκαμεν, οὕτω τε ἐν αὐτοῖς εἶναι νοούμεθα· ἢ παραιτούμενοι τὴν ἀποπληξίαν τοῦ λόγου, φαμὲν ὅτι ταῖς κατὰ θέλησιν ἀρεταῖς καὶ τῇ συμμορφίᾳ τῇ πρὸς τὸ θεῖόν τε καὶ ἀπόῤῥητον κάλλος καταφαιδρύνειν τὸν οἰκεῖον σπουδάζοντες νοῦν, τὴν τῆς κοινωνίας ἑαυτοῖς περιποιούμεθα χάριν. ἆρ᾽ οὖν οὕτως ἐροῦμεν ὑπάρχειν ἐν Πατρὶ τὸν Υἱὸν, ἤγουν σχετικὴν καὶ ἐπιτετηδευμένην κοινωνίαν ἔχειν πρὸς τὸν γεννήσαντα; καίτοι τί δήποτε διὰ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ὁμοιότητος ποδηγεῖσθαι βούλεται τὸν ἡμέτερον νοῦν ἐπὶ τὸ χρῆναι πιστεύειν ἀνενδοιάστως, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα; ἢ γὰρ οὐχὶ πᾶσι προδηλότατον καὶ ἀληθὲς ὑπάρχον ὁρᾶται, ὅτι τὴν τῶν ἔργων λαμπρότητα παρ᾽ ἡμῶν ἐξετάζεσθαι θέλων, ἰσοσθενῆ δείκνυσιν ἑαυτὸν τῷ ἰδίῳ Πατρὶ, ὡς οὐδένα λόγον ἐχούσης ἔτι τῆς κατ᾽ οὐσίαν διακοπῆς καὶ φυσικῆς ἑτερότητος, εἰ τοῖς ἴσοις ἐπαυχοῖεν κατορθώμασιν αὐτός τε καὶ ὁ Πατήρ.

Ἐννόει γὰρ ὅπως οὐκ ἐν τούτοις εἰπεῖν ἡμεῖς, ἀλλ᾽ ἐν ἑτέροις τισὶ τὴν πρὸς τὸν Θεὸν συμμορφίαν ἐπιτηδεύοντες τῆς πρὸς αὐτὸν κοινωνίας ἀξιούμεθα. ἐποικτείροντες γὰρ ἀλλήλους, καὶ τῶν τῆς ἀγάπης ἔργων ἀπρὶξ ἐξημμένοι, καὶ πᾶσαν ἐπιτηδεύοντες τὴν ἐν τῷ καθ᾽ ἡμᾶς βίῳ σεμνότητα, τότε δὴ μόλις ἐν Θεῷ εἶναι λεγόμεθα. καὶ μάρτυς ὁ Ἰωάννης λέγων “Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμέν· ὁ λέγων ἐν ”αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς “περιπατεῖν,” καὶ πάλιν “Ὑμεῖς, φησὶν, ὃ ἀπ᾽ ἀρχῆς ”ἠκούσατε ἐν ὑμῖν μενέτω· ἐὰν γὰρ ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ “ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ”μενεῖτε.” καὶ τί τὸ ἀπ᾽ ἀρχῆς, ὅπερ ἡμῖν διακελεύεται μένειν, ἵνα ἡμεῖς ὦμεν ἐν Θεῷ, αὐτὸς ἡμῖν οὐδὲν ἧττον σαφηνιεῖ λέγων “Ὅτι αὕτη ἐστὶν ἡ ἐπαγγελία ἢν ἠκούσατε ”ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπᾶτε ἀλλήλους.”

ἀκούεις ὅπως ἐσμὲν ἐν Θεῷ, τὴν ἀγάπην δηλονότι τὴν εἰς ἀλλήλους ἐπιτηδεύοντες, καὶ τὴν τοῦ Σωτῆρος ἰχνηλατεῖν ἀρετὴν καθ᾽ ὅσον ἔνι σπουδάζοντες· ἀρετὴν δὲ φημὶ, οὐ τὴν ἐν τῷ δύνασθαι κτίζειν οὐρανοὺς, ἢ ποιεῖν ἀγγέλους, ἢ καθιδρῦσαι γῆν, ἢ θάλασσαν ἐξαπλοῦν, οὔτε μὴν τὴν ἐν ἐκείνῳ, καθ᾽ ὃ ἀῤῥήτῳ καὶ ἀπεριεργάστῳ δυνάμει, λόγῳ μὲν πνευμάτων ἐκοίμισε βίας, διανίστη δὲ τοὺς τεθνηκότας, ἤγουν τοῖς τυφλοῖς ἐχαρίζετο τὸ βλέπειν, ἢ τῷ λεπρῷ καθαρίζεσθαι μετὰ πολλῆς τινος τῆς ἐξουσίας ἐπέταττεν· ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν ἁρμόττοι τοῖς τῆς ἀνθρωπότητος μέτροις. εὑρήσομεν αὐτὸν, ὥσπερ οὖν ὁ Παῦλός φησι, λοιδορηθέντα μὲν παρὰ τῶν ἀνοσίων Ἰουδαίων, οὐκ ἀντιλοιδορήσαντα δὲ, ἀλλὰ πάσχοντα μὲν, οὐκ ἀπειλήσαντα δὲ, παραδόντα δὲ μᾶλλον τῷ κρίνοντι δικαίως· εὑρήσομεν αὐτὸν λέγοντα πάλιν “Μάθετε ἀπ᾽ ”ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε “ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.” Οὐκοῦν διὰ μὲν τῶν τοσούτων κατορθωμάτων μιμεῖσθαι σπουδάζοντες τὸν ἁπάσης ἡμῖν ἀρετῆς ἡγεμόνα Χριστὸν, ἔν τε τῷ Πατρὶ καὶ ἐν αὐτῷ μένειν λεγόμεθα, γέρας ὥσπερ καὶ ἀντιμισθίαν τῆς ἐν βίῳ σεμνότητος τὸ πρᾶγμα κερδαίνοντες.

ὁ δὲ Υἱὸς οὐκ ἐκ τούτων ἡμᾶς τὴν ἐνοῦσαν αὐτῷ λαμπρότητα δοκιμάζειν βούλεται, τῇ δὲ τῶν παραδόξων μεγαλειότητι μετὰ τῆς ἐνούσης ἀγχινοίας προσεσχηκότας διασκέπτεσθαι δεῖν ἐπιτάττει τὴν ἀπαράλλακτον ἐμφέρειαν, ἢν ἔχει πρὸς τὸν Πατέρα τὸν ἑαυτοῦ, πιστεύειν τε οὕτω λοιπὸν, ὡς ἐπείπερ ἐστὶν ὁμοούσιος, ἔχει μὲν ἐν ἑαυτῷ τὸν γεννήσαντα, ἐνυπάρχει δὲ καὶ αὐτὸς αὐτῷ· ἢ διδασκέτωσαν παρελθόντες οἱ δι᾽ ἐναντίας, ὅτι γέρας ἔχει, καθάπερ ἡμεῖς, τὸ ἐν τῷ Πατρὶ νοεῖσθαι καὶ αὐτὸς, καὶ πολιτείας τῆς κατὰ νόμον εὐαγγελικὸν, ἀντίῤῥοπον ἀμοιβήν. ἀλλ᾽ οὐδὲν οἶμαι δεινὸν ἐκείνοις φαίνεται καὶ τοῦτο· οἷς γὰρ εἶδος οὐδὲν γλωσσαλγίας ἀνεπιτήδευτον, τί τῶν λίαν ἀπηχεστάτων οὐχ ἱππήλατον; εἰκὸς οὖν ὅτι κἀκεῖνο ἐροῦσιν, ὡς εἴη μὲν ὁ Υἱὸς ἐν Πατρὶ διὰ τοῦτο, ἔχοι δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, ἐπείπερ ταῖς καὶ ἡμῖν ἐφικταῖς ἀρεταῖς ὡς πρὸς αὐτὸν σχηματίζεται. καὶ τί δὴ πάλιν, ὦ βέλτιστοι, φαμὲν, Φιλίππου λέγοντος “Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα,” μὴ πάντας τοὺς ἁγίους ἀποστόλους εἰς εἰκόνα καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ νοουμένου παραθεὶς ἔφασκεν ὁ Χριστός Τοσούτῳ χρόνῳ μετὰ ἀλλήλων ἐσμὲν, καὶ οὐκ ἔγνωκας τὸν Πατέρα;

ἀλλ᾽ οὐδένα τῶν ἄλλων ἑαυτῷ συνεισδέχεται, μόνον δὲ μόνῳ παραθεὶς τῷ Πατρὶ, ὡς μικρὰ μὲν κομιδῇ παρατρέχει τὰ ἡμέτερα, οὐκ ἐν τούτοις δὲ ἀκριβῶς τὴν θείαν οὐσίαν ἐξεικονίζεσθαι θέλων, ἑαυτῷ τετήρηκε μόνῳ τὴν εἰς ἄκρον ἐμφέρειαν. ὁ γὰρ ἑωρακὼς ἐμὲ, φησὶ, τὸν Πατέρα ἑώρακεν. εἶτα τούτοις ἐπήνεγκεν εὐθύς “Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ ”καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοὶ ἐστίν.” ὅπου γὰρ ἀπαραλλάκτως ἔχει κατά γε τὴν εἰσάπαν ἐμφέρειαν, πῶς οὐκ ἂν ἔχοι λοιπὸν αὐτὸς μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, ἔχεται δὲ ὥσπερ ὑπὸ τοῦ Πατρός; ἐννόει γάρ τι τοιοῦτον, καὶ πρὸς ἀπόδειξιν δέχου τῶν εἰρημένων. ἆρα γὰρ, εἴ τις τὸ Ἁβραὰμ, ἤγουν ἑτέρου τινὸς ἀνθρώπου τυχὸν εἰς μέσον ἀγάγοι παιδίον, εἶτα τὴν τοῦ τεκόντος αὐτὸ διερωτοίη φύσιν, τίς τε ὅλως εἴη καὶ ποδαπὸς ὁ τεκὼν βούλοιτο μαθεῖν, οὐκ ἂν εὐλόγως ἐφώνησε, μᾶλλον δὲ τὴν οἰκείαν ἐπέδειξε φύσιν, λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ δὲ ἐν ἐμοί ἐστιν; εἶτα πρὸς ἀπόδειξιν τοῦ τὴν ἀλήθειαν εἰπεῖν, οὐκ ἂν παροίσαι πρέποντως τὴν ἐν τοῖς ἀνθρωπίνοις ἔργοις ἤτοι φυσικοῖς πλεονεκτήμασι ταυτότητα λέγων Διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι, ἔχω γὰρ πάντα καὶ ἐνεργεῖν ἰσχύω τὰ τῇ ἀνθρωπείᾳ προσόντα φύσει. ἀλλ᾽ οἶμαι πᾶς τις ἐρεῖ καὶ συναινέσαι δικαίως, ὅτι λέγοι μὲν ἀληθῆ, δριμεῖαν δὲ τῶν ἐν τοῖς ἰδίοις ἔργοις ἀπόδειξιν τὴν ταυτότητα παρακομίσαι.

τί τοιγαροῦν οἱ τὰ ὀρθῶς ἔχοντα διαστρέφοντες, μὴ τὴν εὐθεῖαν τῶν θεωρημάτων ἰέναι τρίβον τοὺς ἰδίους ἀναπείθουσι φοιτητὰς ἀλλὰ, τῆς βασιλικῆς τε καὶ τετριμμένης ἐξώσαντες, τὴν ἀστιβῆ καὶ τραχεῖαν ἐρχόμενοι διαλελήθασι μὲν ἑαυτοὺς, συντρίβουσι δὲ καὶ τοὺς ἕπεσθαι δεῖν οἰομένους αὐτοῖς; ἀλλ᾽ ἡμεῖς, οὐ ταύτην ἐρχόμενοι τὴν ὁδὸν, τὴν εὐθυτενῆ βαδιούμεθα καὶ, τοῖς ἱεροῖς πειθόμενοι γράμμασιν, ἰσοσθενῆ καὶ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ πιστεύομεν εἶναι τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, εἰκόνα τε ὑπάρχειν αὐτοῦ, διά τε τοῦτο αὐτὸν μὲν εἶναι ἐν Πατρὶ, ἐν ἑαυτῷ δὲ τὸν Πατέρα. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.> Εἴη μὲν ἂν, εἴπερ τῷ δοκεῖ τῷ τῶν προκειμένων θεωρημάτων συνεκτείνεσθαι πλάτει, μακρὸς καὶ βαθὺς ὁ λόγος· τὸ δὲ τοῖς ἀκροωμένοις ἐννοοῦντες λυσιτελέστερον, περιδράξασθαι τῶν σημαινομένων οἰησόμεθα πρέπειν, τὸ πολὺ τοῦ λόγου περιστείλαντες μῆκος· εἴη γὰρ ἂν οὕτω μάλιστα τοῖς πολλοῖς εὐπαράδεκτον τὸ θεώρημα.

ἐπιδεῖξαι τοιγαροῦν ἐθελήσας, ὡς εἴη μὲν ὁμοούσιος τῷ ἰδίῳ γεννήτορι, καὶ ὅτι χαρακτήρ ἐστιν αὐτοῦ, φορούμενος μὲν ὡς ἐν ἀρχετύπῳ τῷ Πατρὶ, ἔχων γεμὴν ἐν ἑαυτῷ τὸ ἀρχέτυπον, ὡς χαρακτὴρ φυσικῶς τε καὶ οὐσιωδῶς, καὶ οὐ κατά τινα σχηματισμὸν τὸν ἐν διαπλάσει νοούμενον· ἄνω γὰρ σχημάτων τὸ θεῖον, ἐπεὶ καὶ ἀσώματον· “ἐγὼ, φησὶν, ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ”δὲ ἐν ἐμοὶ ἐστίν.” ἀλλ᾽ ἵνα τῆς ἐμφερείας τὴν ἰσότητα καὶ τὸ σύμμορφον ἀπαραλλάκτως μὴ καθ᾽ ἕτερόν τινα ζητῶμεν τρόπον ἢ ἐκ μόνων τῶν τῇ φύσει προσόντων πλεονεκτημάτων· ἐντεῦθεν γὰρ ἦν οὐσιώδη καὶ φυσικὴν ὁρᾶν τὴν ὁμοίωσιν· Εἰ δὲ μὴ, φησὶν, ἀπὸ τῶν ἔργων πιστεύετε. ᾤετο γὰρ δὴ λίαν ὀρθῶς, ὡς εἴπερ ὅλως θεάσαιτό τις αὐτὸν τοῖς ἴσοις ἐκλάμποντα κατορθώμασι τῷ Θεῷ καὶ Πατρὶ, εἰς φυσικὸν ὄντως παραδέξαιτο χαρακτῆρα καὶ εἰκόνα τῆς οὐσίας αὐτοῦ· οὐ γὰρ ἄν ποτε δράσαι τὰ ἴσα τῷ Θεῷ τὸ μὴ ἐκ Θεοῦ κατὰ φύσιν, ἀλλ᾽ οὐδ᾽ ἂν προσγένοιτό τινι τῶν γενητῶν τὸ ἐν ἴσῳ μέτρῳ τῇ θείᾳ φύσει τερατουργεῖν δύνασθαί ποτε. ἄβατα γὰρ καὶ ἀνέπαφα παντελῶς τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι κεκλημένοις τὰ τοῦ ἀεὶ ὄντος ἰδίως ἀγαθά.

καὶ ὅτι μὲν ἀλοιδόρητος παντελῶς παρά γε τοῖς εὖ φρονοῦσιν ὁ τοῦ Σωτῆρος ἔσται λόγος, οὐδαμόθεν ἐνδοιάσειν εἰκὸς ἦν τινας· ἔσεσθαι γεμὴν τοῖς τἀναντία δοξάζουσιν, ἑτεροδιδασκαλίας ἀφορμὴ καὶ πρόφασις καὶ τὸ καλῶς εἰρημένον, οὐκ ἠγνόησεν, ὡς Θεός. ἵνα τοίνυν μὴ τοῖς τὰ ὀρθὰ διαστρέφουσιν ἀθυρογλωττίας ἐν τούτοις παραλίπηται τόπος, μηδὲ λέγοιεν ὅτι δημιουργὸς τῶν θαυμάτων γέγονεν ὁ Υἱὸς, οὐκ ἐκ τῆς ἐνούσης ἰσχύος αὐτῷ, οὐδὲ ἐξ ἰδίας δυνάμεως, ἀλλ᾽ ἐπείπερ εἶχεν ἐν ἑαυτῷ τὸν Πατέρα ποιοῦντα τὰ ἔργα, καθάπερ οὖν αὐτὸς ἔφη καὶ διισχυρίσατο, τεθεράπευκεν ἀναγκαίως ὁ Κύριος ταῖς τῶν νοημάτων ἐπαγωγαῖς· ἑαυτὸν μὲν γὰρ ἐν τούτοις ἔσεσθαι χορηγὸν ἐπαγγέλλεται τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὧνπερ ἂν ἐθέλουσιν αἰτεῖν, καὶ οὐχὶ μόνην αὐτοῖς ἐπαγγέλλεται τοσαύτην χορηγήσειν δύναμιν καὶ ἐξουσίαν, ἀλλὰ τὴν ἐπὶ πολύ· μείζονα γὰρ, φησὶν, ὧν ἐγὼ πεποίηκα ποιήσει. ὁρᾷς οὖν ὅπως ἀνακόπτει χρησίμως τῶν δι᾽ ἐναντίας τὸ θράσος, καὶ ἀνασειράζει τρόπον τινὰ τοῖς ἐλέγχοις ἐρχομένους κατὰ πετρῶν; ἐρεῖ γάρ τις αὐτοῖς Ὦ ἀνόητοι καὶ τυφλοὶ, μηδὲν ἐξ ἑαυτοῦ δεδυνῆσθαι κατορθοῦν ὑπειληφότες τὸν Υἱὸν, κεχορηγῆσθαι δὲ μᾶλλον τὴν ἐφ᾽ ἅπασι τοῖς παραδόξως τετελεσμένοις δύναμίν τε καὶ ἐξουσίαν ὑπὸ τοῦ Πατρός· πῶς καὶ μείζονα κατορθοῦν ἐπαγγέλλεται δώσειν τοῖς πιστεύουσιν εἰς αὐτόν;

πῶς ὃ μὴ δέδρακεν αὐτὸς, ἕτερος κατορθώσει, τὴν παρ᾽ αὐτοῦ δανεισάμενος δύναμιν; θέα γὰρ ὅπως οὐκ εἴρηκεν ἐν τούτοις ὅτι χορηγήσει τοῖς πιστεύουσι δύναμιν ὁ Πατὴρ, ἀλλ᾽ Ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου ποιήσω. ὁ δὲ τοῖς ἄλλοις καὶ τὰ μείζω δύνασθαι κατορθοῦν ὡς Θεὸς ἐπιδιδοὺς, πῶς ἂν αὐτὸς ἐχορηγήθη παρ᾽ ἑτέρου τὸ δύνασθαι; οὐκοῦν λῆρος μὲν τὰ ἐκείνων παντελῶς καὶ ὕθλος εἰκαῖος καὶ δαιμονιώδους δυστροπίας εὑρήματα. πεπερασμένην δὲ οὐδαμῶς τὴν τοῦ Υἱοῦ δύναμιν θεωρήσαι τις ἂν, οὐδὲ διήκουσαν μὲν ἐπί τι τῶν ὄντων, οὐκ ἀρκοῦσαν δὲ τοῖς ἔτι μείζοσιν, ἀλλ᾽ ὅσαπερ ἂν βούλοιτο ταῦτά τε δρῶσαν εὐκόλως, καὶ τοῖς ἀξίοις χαριζομένην τὸ τοῖς ἴσοις τυχὸν, ἤγουν καὶ ὑπερκειμένοις ἐναβρύνεσθαι θώκοις. καὶ μή τις οἰέσθω λέγειν ἡμᾶς ὅτι περιέσται ποτὲ τὸ δύνασθαί τινι τῶν τὴν εἰς αὐτὸν πίστιν τετιμηκότων δημιουργῆσαι μὲν οὐρανὸν, ἥλιον δὲ καὶ σελήνην, ἤγουν τὸν περιφανῆ τῶν ἀστέρων χορὸν ἀναδεῖξαι, καὶ κτίσαι τυχὸν ἀγγέλους ἢ γῆν ἢ τὰ ἐν αὐτῇ. τέτραπται γὰρ οὐκ ἐν τούτοις ὁ τοῦ λόγου σκοπὸς, ἀλλ᾽ ἐφ᾽ οἷς ἦν εἰκὸς συντείνεται, καὶ τῆς ἀνθρωποπρεποῦς λαμπρότητος ἐν δόξῃ φημὶ καὶ ἁγιασμῷ τὸ μέτρον οὐχ ὑπερτρέχει.

διὰ γάρ τοι τοῦτο περιστέλλων ὥσπερ τοῦ λόγου τὸν ἐφ᾽ ὅπερ ἄν τις βούλοιτο δρόμον, καὶ μόνοις τοῖς παρ᾽ αὐτοῦ παραδόξως τετελεσμένοις ἐπὶ τῆς γῆς, ὅτε γέγονεν ἄνθρωπος, τῶν ἔτι μειζόνων ἀντιπαρεξάγων τὸ μέγεθος Ἃ ἐγὼ πεποίηκά φησι ποιήσει καὶ μείζονα τούτων· οὐ γὰρ ἀτονήσας περὶ τὰ μείζω, μέχρι τῶν τετελεσμένων τὴν οἰκείαν ἐπέστησε δύναμιν, ἐπιτελέσας δὲ ἅπερ ἐχρῆν καὶ ὅσα περ τυχὸν εἰς μέσον παρεκόμισεν ὁ καιρὸς, ὅτι μὴ μέχρις ἐκείνων ἀφικνεῖσθαι δύναται τῆς ἐνούσης ἐξουσίας αὐτῷ τὸ ἀπερινόητον μέγεθος, ἐκδιδάσκει χρησίμως διὰ τῶν εἰρημένων. ἀλλ᾽ ἵνα τὴν τάξιν τῶν προκειμένων τηρήσαντες τῇ τῆς λέξεως θεωρίᾳ τῶν ἀκροωμένων τὸν νοῦν ἐπιστήσωμεν Ἀμήν φησι λέγω ὑμῖν Ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι.

Εἶτα τί τοῦτο, φήσειεν ἄν τις τῶν ἀκροωμένων ἐπιεικέστερον, τὸ πορεύεσθαί φημι πρὸς τὸν Πατέρα τὸν Υἱὸν, πρὸς τὸ δύνασθαι κατορθοῦν καὶ τὰ ἔτι μείζω τῶν παρ᾽ αὐτοῦ δεδειγμένων τοὺς πιστεύοντας εἰς αὐτόν; οὐκοῦν κεκρυμμένην τινὰ θεωρίαν εἰσφέρει τὸ εἰρημένον. τί οὖν ἐστιν, ὅ φησι, δέχου λέγοντα τυχόν Ὦ τῶν ἐμῶν ὑπηρέται λόγων καὶ γνήσιοι φοιτηταὶ, ἕως μὲν σὺν ὑμῖν τὰς διατριβὰς ἐποιούμην ἐπὶ τῆς γῆς, ἐπολιτευσάμην ὡς ἄνθρωπος, οὐκ ἄκρατον ὑμῖν τῆς θεότητος τὴν ἐξουσίαν ἐπεδειξάμην· εἶπόν τε καὶ πέπραχα πρεπόντως πως καὶ τῷ τῆς ταπεινώσεως μέτρῳ καὶ τῷ σχήματι τῷ δουλοπρεπεῖ. ἐπειδὴ δὲ λοιπὸν ἐκεῖνα καθηκόντως τετέλεσται, καὶ πεπλήρωταί μοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· πείσομαι γὰρ ὅσον οὐδέπω τὸν θάνατον, καὶ ἐγερθήσομαι· χαριεῖσθαι δὲ ὑμῖν ἐπαγγέλλομαι καὶ τὰ ἔτι μείζονα τῶν δι᾽ ἐμοῦ θαυμάτων δύνασθαι πληροῦν, παρόντος ἔτι τοῦ καιροῦ καὶ τῆς ἐπὶ τούτοις φιλοτιμίας. πορεύομαι γὰρ πρὸς τὸν Πατέρα συνεδρεύσων αὐτῷ δηλονότι καὶ συμβασιλεύσων, ὡς Θεὸς ἐκ Θεοῦ, ἀκατακαλύπτῳ δυνάμει καὶ ἐξουσίᾳ ...... τῆς ἐμαυτοῦ φύσεως τὸ διδόναι τοῖς γνησίοις τὰ ἀγαθά· ὅπερ ἂν αἰτήσητέ φησιν ἐπὶ τῷ ὀνόματί μου, τοῦτο ποιήσω, τετελεσμένου τοῦ καιροῦ καθ᾽ ὃν ἔδει, φησὶν, ἐν τῷ τῆς ταπεινώσεως φαίνεσθαι σχήματι.

τετήρηκα τὸ πρέπον διὰ τὴν οἰκονομίαν· νυνὶ δὲ λοιπὸν ἀκατακαλύπτως ὡς Θεὸς ἐνεργήσειν ἐπαγγέλλομαι τὰ Θεοῦ, οὐ τὸν Πατέρα τῆς οὕτω θεοπρεποῦς δόξης ἐξωθούμενος, ἀλλ᾽ ἵνα δοξασθῇ ἐν τῷ Υἱῷ. δοξαζομένου γὰρ τοῦ γεννήματος, δοξασθήσεται πάντως ἐν αὐτῷ καὶ ὁ γεννήσας αὐτόν.

Θεὸς γὰρ ἂν κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς καὶ διὰ πολλῶν μὲν ἑτέρων καταπέφανται· οὐδὲν δὲ ἧττον καὶ διὰ τοῦ δέχεσθαι μὲν τὰς τῶν ἁγίων εὐχὰς, χορηγεῖν δὲ αὐτοῖς ἅπερ ἂν αἰτοῖεν καὶ βούλοιντο. πῶς οὖν οὐκ ἂν ὁ Πατὴρ ἐν αὐτῷ δοξάζοιτο; ὥσπερ γὰρ καὶ εἰκότως ἂν κατεψέχθη, Θεοῦ κατὰ φύσιν οὐκ ὄντος τοῦ προελθόντος ἐξ αὐτοῦ γεννήματος· οὕτως ἔσται πολὺ λίαν εὐκλεὴς, Θεὸν ἔχων ἀληθινὸν, καὶ τὰ πάντα ἰσχύοντα δρᾶν τε ὁμοῦ καὶ ἑτέροις χαρίζεσθαι, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα καρπόν.

Εἰ δὲ εἰς δόξαν συντείνει τοῦ Πατρὸς τὸ ἐν τοῖς θεοπρεπέσιν ἀξιώμασιν ὁρᾶσθαι τὸν Υἱὸν, ποῖος τοῦ κολάζεσθαι λόγος ἐξελεῖται τὸν αἱρετικὸν, ἀναισχύντοις δυσφημίαις κατασμικρύνειν αὐτὸν πολυτρόπως οὐ καταδείσαντα; ἐρῶ δὲ πρὸς τούτοις ἕτερον, ταῖς ἐκείνων ἀπαιδευσίαις οὐ μετρίως, ὡς ἐγῷμαι, μαχόμενον. εἰ γὰρ εὐχόμεθα τῷ Υἱῷ καὶ παρ᾽ αὐτοῦ ζητοῦμεν τὰ αἰτήματα, καὶ αὐτὸς διδόναι κατεπαγγέλλεται, πῶς οὐκ ἂν εἴη φύσει Θεὸς καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν γεγεννημένος; εἰ γὰρ μὴ οὕτως ἔχειν ὑπολαμβάνουσιν αὐτὸν, γενητὸν δὲ εἶναι λέγουσι, κατὰ τί διοίσομεν ἔτι τῶν ἐπικαλουμένων τὸν ἥλιον ἢ τὸν οὐρανὸν ἤγουν ἕτερόν τι τῶν κτισμάτων; εἰ γὰρ καὶ σφόδρα κακούργως τῆς ἑαυτῶν ἀλογίας τὸ ἀκαλλὲς δυσωπούμενοι, κτίσμα μὲν λέγουσιν αὐτὸν ἐν ἴσῳ τοῖς ἄλλοις κτίσμασιν, ἀσύγκριτον δέ τινα τὴν κατὰ πάντων ἔχειν ὑπεροχήν· ἀλλ᾽ ἴστωσαν ὅτι οὐδὲν ἧττον ὑβριοῦσι τὴν τοῦ Πατρὸς δόξαν, τουτέστι, τὸν Υἱὸν, ἔστ᾽ ἂν αὐτὸν ἐναρίθμιον λέγωσιν εἶναι τοῖς πεποιημένοις.

τὸ γὰρ ζητούμενόν ἐστιν, οὐκ εἰ μέγα τυχόν ἐστιν ἢ μικρὸν ποίημα, ἀλλ᾽ εἰ ὅλως γενητὸς, καὶ μᾶλλον οὐχὶ Θεὸς κατὰ φύσιν, ὅπερ ἐστὶ καὶ ἀληθές. <Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω.> Ἀπημφιεσμένως ἤδη φησὶν ὅτι, Θεὸς ὑπάρχων ἀληθινὸς, προσδέξεται μὲν καὶ λίαν εὐπετῶς τὰς παρὰ τῶν ἰδίων εὐχὰς, χορηγήσει δὲ καὶ σφόδρα προθύμως ἅπερ ἂν βούλωνται λαβεῖν, χαρίσματα δὲ δηλονότι πνευματικὰ καὶ τῆς ἄνωθεν φιλοτιμίας ἄξια. καὶ οὐχ ὡς τῆς ἑτέρου φιλανθρωπίας διάκονος, οὔτε μὴν ὡς ἀλλοτρίας ἡμερότητος ὑπουργὸς τὰ τοιαῦτά φησιν, ἀλλ᾽ ὡς ἔχων ἐν ἐξουσίᾳ τὰ πάντα μετὰ Πατρὸς, καὶ αὐτὸς ὑπάρχων ὁ δι᾽ οὗ τὰ πάντα, παρά τε ἡμῶν εἰς Θεὸν, καὶ εἰς ἡμᾶς παρ᾽ αὐτοῦ. διὰ τοῦτο καὶ Παῦλος ἀεὶ συνεζευγμένας τὰς τῶν ἀγαθῶν χορηγίας τοῖς ἀξίοις ἐπεύχεται λέγων “Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ ”Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.” καὶ οὐ δή τις νοῦν ἔχων οἰήσεται πάλιν, ὡς ἰδίᾳ μέν τινα χάριν δίδωσιν ὁ Πατὴρ, ἰδίᾳ δὲ ὥσπερ καὶ ἀνὰ μέρος αὖ πάλιν ὁ Υἱός· ἀλλ᾽ ἔστι μὲν ἡ αὐτὴ καὶ μία, εἰ καὶ δι᾽ ἀμφοῖν λέγεται. ποιεῖται γοῦν ὅμως τὰ πάντα παρὰ Πατρὸς δι᾽ Υἱοῦ τοῖς ἀξίοις τὰ ἀγαθὰ, καὶ ἡ τῶν θείων χαρισμάτων διανομὴ, οὐκ ἐν ὑπουργίας τάξει παραληφθέντος, καθάπερ εἰρήκαμεν, ἀλλ᾽ ὡς συνδοτῆρός τε καὶ συγχορηγοῦ νοουμένου τε καὶ ὑπάρχοντος ἀληθῶς.

μία γὰρ ἡ τῆς θεότητος φύσις ἐστί τε καὶ οὕτω πιστεύεται. κἂν γὰρ εἰς Πατέρα πλατύνηται καὶ Υἱὸν καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ᾽ οὐκ ἔχει τὸν εἰσάπαν καὶ ὁλοκλήρως διασπασμὸν, τὸν εἰς ἕκαστον τῶν σημαινομένων φημί. διακεισόμεθα γὰρ φρονοῦντες ὀρθῶς, ὡς ἐκ Πατρός τε ἐστὶ καὶ ἐν Πατρὶ φυσικῶς ὁ Υἱὸς, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ τὸ ἴδιον αὐτοῦ τε καὶ τοῦ Υἱοῦ Πνεῦμα, τουτέστι, τὸ Ἅγιον. μιᾶς τοιγαροῦν οὔσης τε καὶ νοουμένης τῆς κατὰ φύσιν θεότητος, δι᾽ Υἱοῦ παρὰ Πατρὸς ἐν Πνεύματι τοῖς ἀξίοις τὰ παρ᾽ αὐτοῖς χορηγηθήσεται, καὶ τὰ παρ᾽ ἡμῶν εἰς Θεὸν ἀπενεχθήσεται, μεσιτεύοντος δηλονότι τοῦ Υἱοῦ· “Οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽” αὐτοῦ, καθάπερ ἀμέλει διωμολόγησε καὶ αὐτός· θύρα τοιγαροῦν καὶ ὁδὸς τῆς πρὸς Θεὸν καὶ Πατέρα φιλίας τε ὁμοῦ καὶ προόδου, γέγονέ τε καὶ ἔστιν ὁ Υἱὸς, καὶ τῆς παρ᾽ αὐτοῦ δωρεᾶς συνδοτήρ τε ὁμοῦ καὶ διανομεὺς, ὡς ἐκ μιᾶς τε ἅμα καὶ κοινῆς φιλοτιμίας. μία γὰρ ἡ τῆς θεότητος φύσις, ἐν προσώπῳ τε καὶ ὑποστάσει Πατρός τε καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος.

ἐπειδὴ δὲ ἀσύνηθές πως τοῖς ἀρχαιοτέροις καὶ ἀνεπιτήδευτον ἦν ἔτι τὸ δι᾽ Υἱοῦ προσέρχεσθαι τῷ Πατρὶ, διδάσκει καὶ τοῦτο χρησίμως, καὶ ὥσπερ τινὰ κρηπῖδα τοῦ πράγματος ἐν τοῖς ἰδίοις μαθηταῖς προκαταβάλλων καὶ τὴν ἐπὶ τούτῳ πίστιν τε καὶ μάθησιν, καὶ εἰς ἡμᾶς αὐτοὺς παραπέμπει καὶ τῆς προσευχῆς τὸν τρόπον καὶ τῆς ἐλπίδος τὴν δήλωσιν. ἐπιδώσειν γὰρ αὐτὸς τὰ ἐν εὐχαῖς ἡμῖν ἐπαγγέλλεται, δεῖγμα τῆς κατὰ φύσιν θεότητος καὶ τῆς ἐνούσης αὐτῷ βασιλικῆς ἐξουσίας, καὶ τοῦτο τοῖς ἄλλοις προστιθείς. <Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε.> Χρῆναι μὲν αἰτεῖν εὐχομένους ἐπὶ τῷ ὀνόματι αὐτοῦ διατεταχὼς, χορηγήσειν δὲ τοῖς αἰτοῦσιν αὐτὸς ὅπερ ἂν βούλωνται λαβεῖν ὑπισχνούμενος, φροντίδα ποιεῖται πολλὴν τοῦ μὴ διαψεύδεσθαι δοκεῖν διὰ τὰς τῶν εἰωθότων φιλοψογεῖν καταλαλιὰς ἀνοσίους. ἔστι γὰρ ἰδεῖν καὶ ἐξ αὐτῶν μάλιστα τῶν ἱερῶν γραμμάτων, ὡς προσίασι μὲν καὶ ἐξαιτοῦνταί τινες ἐπὶ τῷ ὀνόματι αὐτοῦ, δέχονται γεμὴν οὐδαμῶς, τὸ ἑκάστῳ πρέπον καὶ τοῖς αἰτοῦσι λυσιτελὲς οὐκ ἠγνοηκότος Θεοῦ.

ἵνα τοίνυν ἐπιδείξῃ σαφῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πρὸς τίνας αὐτῷ γέγονέ τε καὶ ἔστιν ὁ λόγος, καὶ τίσιν ἡ τῆς ὑποσχέσεως ὀφείλεται χάρις, ἐφ᾽ ᾧ ἔσται καὶ ἀληθῶς, παρεκόμισεν εὐθὺς τῶν ἀγαπώντων τὸ πρόσωπον, καὶ τὸν ἀκριβῆ νομοφύλακα παραζεύγνυσι τῷ λόγῳ, δεικνὺς ὅτι πρὸς αὐτοὺς καὶ οὐχ ἑτέρους ἡ τῆς ἡμερότητος ἐπαγγελία καὶ ἡ τῶν πνευματικῶν ἀγαθῶν ἐπίδοσις δι᾽ αὐτοῦ κρατήσει καὶ γενήσεται. ὅτι γὰρ ὄκνῳ πολλάκις ἡ χορηγὸς συστέλλεται χεὶρ τοῦ Θεοῦ, τοῖς οὐκ ὀρθῶς ἐθέλουσιν αἰτεῖν τὸ τῶν ἐλπισθέντων ἀποκλείουσα πέρας, συνήσεις εὐκόλως ἐξ ὧν ὁ Χριστοῦ μαθητὴς ἀποτείνεται γράφων ὡδί “Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε, ”ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσετε.” διὸ καὶ πάλιν περὶ τῶν διψυχεῖν εἰωθότων φησί “Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ”ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου· ἀνὴρ γὰρ “δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.” τοῖς μὲν γὰρ ἐρωτῶσιν οὐκ εἰς κατόρθωσιν ἀρετῆς τὴν ἄνωθεν χάριν, ἀλλ᾽ εἰς ἀπόλαυσιν σαρκικῆς ἡδονῆς καὶ κοσμικῶν ἐπιθυμιῶν, μονονουχὶ καὶ ἀποφράττει τὸ οὖς ὁ Θεὸς, χορηγεῖ δὲ παντελῶς οὐδέν· ἃ γὰρ ἂν ἀποφάσκῃ καὶ ἀπόβλητα ποιῆται διὰ τὴν ἐνοῦσαν αὐτοῖς βδελυρίαν, πῶς ἂν χορηγήσαι τισίν; ἡ δὲ ἁπάσης γλυκύτητος πηγὴ πῶς ἂν αὐτὴ πικρὸν ἀναβλύσαι νᾶμα;

ὅτι δὲ τοῖς τῶν πνευματικῶν χαρισμάτων ἐρασταῖς πλουσίᾳ τε καὶ προθυμοτάτῃ χειρὶ διανέμει τὰ ἀγαθὰ, κατόψει ῥᾳδίως, ὅταν ἀκούσῃς λέγοντος διὰ μὲν Ἡσαΐου τοῦ προφήτου πρὸς αὐτούς “Ἔτι σοῦ ”λαλοῦντος ἐρῶ Τί ἐστί;” διὰ δὲ τῆς τοῦ ψάλλοντος φωνῆς ὅτι “ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς ”δέησιν αὐτῶν.” Ὁρισάμενος τοίνυν καὶ διαῤῥήδην εἰπὼν ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ὀφείλεταί τε καὶ ὑπάρξει δὴ πάντως τὸ τοῖς ἄνωθεν ἐντρυφᾶν ἀγαθοῖς, δι᾽ αὐτοῦ δηλονότι χορηγουμένοις παρὰ Πατρὸς, καταγράφει παραχρῆμα καὶ τῆς ἀγάπης τὴν δύναμιν καὶ, ὅπως ἂν αὐτὴν ἐπιτηδεύσαιμεν, ἄριστά τε καὶ ἀνεγκλήτως διδάσκει διὰ τὸ χρήσιμον. οὐ γὰρ εἴ τις λέγοι τὸν Θεὸν ἀγαπᾶν, πάντως δὴ καὶ τὴν τοῦ ἀληθῶς ἀγαπᾶν ἀποίσεται δόξαν, ἐπεὶ μὴ ἐν λόγῳ ψιλῷ τῆς ἀρετῆς ἡ δύναμις, μήτε μὴν ἐν γυμνοῖς μορφοῦται ῥήμασι τῆς εἰς Θεὸν εὐσεβείας τὸ κάλλος, ἀλλ᾽ ἢ ἐξ ἀγαθῶν ἀποτελεσμάτων καὶ φιληκόου γνώμης εὖ μάλα διαγινώσκεται, καὶ τῶν θείων ἐντολῶν ἡ τήρησις τὴν εἰς τὸ θεῖον ἀγάπην ἄριστα ζωγραφεῖ, καὶ ζῶσαν ὅλως καὶ ἀληθῆ παρίστησιν ἀρετὴν, οὐκ ἐν μόναις σκιαγραφουμένην ταῖς ἀπὸ γλώττης φωναῖς, καθάπερ εἰρήκαμεν, φαιδροῖς δὲ ὥσπερ διαπρέπουσαν χρώμασι ταῖς τῶν ἔργων ἰδέαις καὶ ὁλοκλήρως ἐκλάμπουσαν.

καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς σαφῶς ἡμῖν τοῦτο παραδεικνύς “Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, φησὶν, εἰσελεύ- ”σεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ “θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.” οὐ γὰρ ἐν ἀργαῖς ῥημάτων κολακείαις ἡ πίστις, ἀλλ᾽ ἐν ταῖς τῶν δρωμένων ποιότησι δοκιμάζεται· καὶ γοῦν νεκρὰν εἶναι ταύτην οὐ παρεπομένων τῶν ἔργων ἡ θεία λέγει γραφή. τὸ μὲν γὰρ εἰδέναι, φησὶν, ὅτι ὁ Θεὸς εἷς ἐστιν, οὐκ ἐν διανοίαις ἀνθρωπίναις εὑρήσομεν μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀκαθάρτοις δαίμοσιν, ἃ καὶ φρίττει καὶ οὐχ ἑκόντα τὴν τοῦ ποιήσαντος δύναμιν. τὸ γεμὴν σύνδρομον ποιεῖσθαι τῇ πίστει τὴν ἀπὸ τῶν δρωμένων φαιδρότητα, μόνοις ἂν πρέπον καὶ ἐλλάμπον ὁρῷτο τοῖς ἀληθῶς ἀγαπῶσι τὸν Θεόν. οὐκοῦν ἀπόδειξις τῆς ἀγάπης καὶ τελεώτατος τῆς πίστεως ὅρος, τῶν εὐαγγελικῶν δογμάτων ἡ τήρησις καὶ τῶν θείων ἐντολῶν ἡ φυλακή. καὶ χαλεπὸν μὲν ἴσως οὐδὲν ἕτερα πρὸς τούτοις εἰπεῖν συγγενῆ πως ἔχοντα τὴν διάνοιαν, πλὴν οὐ τοῦ παρόντος οἶμαι καιροῦ. διὸ δὴ πάλιν ἰτέον ἐπὶ τὰ τοῖς προκειμένοις ἡμῖν πρεπωδέστερα Ἐὰν ἀγαπᾶτέ με φησὶ, τὰς ἐντολάς μου τηρήσετε.

σύνες γὰρ δὴ πάλιν καὶ διαμέμνησο καλῶς ὅτι πολλάκις τοῖς ἑαυτοῦ μαθηταῖς προσδιαλεγόμενος, ἢ καὶ αὐτοῖς τοῖς Ἰουδαίοις, ἔφασκε “Τὰ ῥήματα ἃ ἐγὼ ”λαλῶ οὐκ ἔστιν ἐμὰ ἀλλὰ τοῦ πέμψαντός με·” καὶ πάλιν “Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ αὐτός ”μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω·” καὶ πάλιν “Ἃ οὖν ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.” νυνὶ δὲ δὴ πάλιν καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἄνω τε καὶ κάτω τοὺς λόγους εἶναι διωμολογηκὼς, οὓς ἐποιήσατο πρὸς ἡμᾶς, ἰδίας ἐντολὰς εἶναί φησιν, ἅπερ ἡμῖν λελάληκε. καὶ οὐ δή τις αὐτὸν νοῦν ἔχων οἰήσεται ψευδομυθεῖν· μὴ γὰρ εἰσέλθοι τοῦτο Χριστιανόν· ἀληθεύσει δὲ πάλιν, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ ἀλήθεια. οὐ γὰρ καθ᾽ ἕνα τῶν προφητῶν, ὡς ἐν διακόνου τάξει καὶ ὑπηρέτου, τὸν παρὰ Πατρὸς ἡμῖν διεπόρθμευσε λόγον, ἀλλ᾽ ὡς ἔχων πρὸς αὐτὸν τὴν ἐμφέρειαν, ὡς μηδὲ λόγῳ τυχὸν ὁρᾶσθαι διάφορον, ἀλλ᾽ οὕτω πεφυκέναι λαλεῖν, ὥσπερ ἂν καὶ αὐτὸς ὁ Πατὴρ τυχὸν διαλέγοιτο. τὸ γὰρ ἀπαράλλακτον τῆς οὐσίας καὶ ταυτολογεῖν ἀναπείθει τῷ γεννήσαντι τὸν Υἱόν· ὡς δὲ Λόγος ὢν αὐτὸς καὶ σοφία καὶ βούλησις τοῦ Θεοῦ καὶ Πατρὸς, δεδέχθαι φησὶν ἐντολὴν τί εἴπῃ καὶ τί λαλήσει. ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὸν οἰκεῖον ἕκαστοι νοῦν, τῷ κατὰ προφορὰν τὴν διὰ ῥημάτων λόγῳ μονονουχὶ καὶ ἐντελλόμενον βλέπομεν πρὸς τὸ ἔξω βαδίζοντι διερμηνεῦσαι τὰ ἐν αὐτῷ.

καὶ μικρὰ μὲν ὡς πρὸς Θεὸν ἡ τοῦ παραδείγματος δύναμις, εἰκόνα δὲ ὅμως τὴν ἐν τοῖς καθ᾽ ἡμᾶς, εἰς τὴν τῶν ὑπὲρ ταῦτα πληροφορίαν δεχόμενοι, καθάπερ ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι τὰ θεῖα νοοῦμεν μυστήρια. <Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς γινώσκετε αὐτὸ, ὅτι παρ᾽ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.> Ἀναμίσγει πάλιν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ οὔτε πρὸς ἄκρατον ἀναφοιτᾷ τῆς θεότητος δόξαν, οὔτε μὴν ὁλοκλήρως τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμφιλοχωρεῖ, ἔρχεται δὲ δι᾽ ἀμφοῖν παραδόξως τε ἅμα καὶ κεκραμένως, ἐπείπερ ἐστὶν ἐν ταὐτῷ Θεός τε καὶ ἄνθρωπος. Θεὸς μὲν γὰρ ἦν τῇ φύσει, καθόπερ ἐκ Πατρὸς καρπὸς καὶ ἀπαύγασμα τῆς οὐσίας αὐτοῦ· ἄνθρωπος δὲ πάλιν, καθὸ γέγονε σάρξ. λαλεῖ τοιγαροῦν ὡς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, οὕτω γὰρ ἦν τηρῆσαι καλῶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους. πλὴν ἐκεῖνό φαμεν τὴν τοῦ προκειμένου διερευνῶντες δύναμιν· ὅτι καὶ νῦν ὁ Κύριος ἡμῶν ἀναγκαίως τὴν περὶ τοῦ Θεοῦ καὶ Πατρὸς εἰσκεκόμικε μνήμην, εἰς οἰκοδομὴν τῆς πίστεως καὶ εἰς τὸ σφόδρα λυσιτελὲς τοῖς ἀκροωμένοις, καθάπερ οὖν ἀποδείξει προϊὼν ὁ λόγος.

ἐπειδὴ γὰρ αἰτεῖν ἡμᾶς ἐκέλευσεν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ τὸν τοῖς ἀρχαίοις ἀσυνήθη τρόπον τῆς προσευχῆς μετὰ τῶν ἄλλων ἐθέσπισε, δώσειν κατεπαγγειλάμενος καὶ μάλα προθύμως, ἅπερ ἂν ἐθέλωμεν λαβεῖν· ἵνα μὴ δοκοίη διὰ τούτων τὸ τοῦ Θεοῦ καὶ Πατρὸς παρωθεῖσθαι πρόσωπον, ἤγουν παραιρεῖσθαι τὴν τοῦ τεκόντος αὐτὸν ἐξουσίαν, τὴν ἐπὶ ταῖς τῶν ἁγίων φιλοτιμίαις φημὶ, χρήσιμον αὐτὸν συγχορηγὸν ἔσεσθαι καὶ συνεπιδώσειν ἡμῖν τὸν παράκλητον ἔφη· τό Ἐρωτήσω πάλιν ἐπιὼν, ὡς ἄνθρωπος, ἰδικῶς τε ἀνατιθεὶς ὅλῃ τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει τὸ αὐτῇ μάλιστα πρέπον, ὡς ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός. τοῦτο γὰρ ἔθος αὐτῷ, καθὰ καὶ πολλάκις ἤδη προλαβόντες εἰρήκαμεν.

Ἄλλον γεμὴν Παράκλητον τὸ Πνεῦμα καλεῖ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας, ἤτοι τῆς ἑαυτοῦ. εἷς γὰρ ἐπ᾽ ἀμφοῖν τῆς οὐσίας ὁ λόγος, οὐκ ἔξω τιθεὶς αὐτὸ, τὸν δὲ τῆς ἑτερότητος λόγον ἐν μόνῳ νοεῖσθαι διδοὺς τῷ εἶναι καὶ ὑπάρχειν ἰδιοσυστάτως αὐτό. οὐ γὰρ Υἱὸς τὸ Πνεῦμά ἐστιν, ἀλλ᾽ ὄντως, ἰδίως τε ὂν καὶ ὑπάρχον τοῦθ᾽ ὅπερ ἐστὶν ἐν πίστει παραδεξόμεθα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. εἰδὼς δὲ ὅτι καὶ αὐτὸς παράκλητός ἐστί τε κατὰ ἀλήθειαν, καὶ ἐν τοῖς ἱεροῖς ὠνόμασται γράμμασι, παράκλητον ἄλλον τὸ Πνεῦμα καλεῖ, οὐχ ὡς ἕτερόν τι τυχὸν ἐνεργεῖν ἐν τοῖς ἁγίοις εἰδὸς ἢ ὅπερ ἂν καὶ αὐτὸς, οὗ καὶ ἔστι καὶ λέγεται Πνεῦμα. ὅτι δὲ καὶ αὐτὸς παράκλητος ὠνομάσθη τε καὶ ἔστιν ὁ Υἱὸς, μαρτυρήσει λέγων ὁ Ἰωάννης ἐν ἰδίαις συγγραφαῖς “Ταῦτα ”λέγω, φησὶν, ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. καὶ ἐάν τις δὲ “ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν ”Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- “τιῶν ἡμῶν.” ἄλλον τοίνυν παράκλητον τὸ Πνεῦμα καλεῖ, ἐν ἰδίαις μὲν ὑποστάσεσι νοεῖσθαι θέλων αὐτὸ, τοσαύτην γεμὴν ἔχον τὴν ἐμφέρειαν ὡς πρὸς αὐτὸν, καὶ ἀπαραλλάκτως οὕτως ἐνεργεῖν ἰσχύον ἅπερ ἂν καὶ αὐτὸς ἐνεργοίη τυχὸν, ὡς αὐτὸν εἶναι δοκεῖν τὸν Υἱὸν, καὶ ἕτερον οὐδέν· Πνεῦμα γάρ ἐστιν αὐτοῦ. καὶ γοῦν τῆς ἀληθείας αὐτὸ κατωνόμασε Πνεῦμα, καὶ διὰ τῶν προκειμένων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν λέγων.

Ἀλλ᾽ ἐρεῖ τις εἰκότως τοῖς ἀλλότριον εἶναι νομίζουσι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας Καὶ πῶς, εἰπέ μοι, τὸ τῆς ἀληθείας Πνεῦμα, τουτέστι τὸ τοῦ Υἱοῦ, δίδωσιν ὁ Πατὴρ, οὐχ ὡς ξένον ἢ ἀλλότριον, ἀλλ᾽ ὡς ἴδιον Πνεῦμα, καίτοι καθ᾽ ὑμᾶς διωρισμένον ἔχων τῆς οὐσίας τὸν λόγον πρὸς τὸν Υἱὸν, καὶ Υἱοῦ τὸ Πνεῦμά ἐστιν, οὐ γὰρ ὅτι ἀμφίλογον· πῶς δὲ αὖ πάλιν, εἴπερ ἐστὶν ἑτεροούσιος ὁ Υἱὸς, τὸ τοῦ Πατρὸς Πνεῦμα δίδωσιν, ὡς ἑαυτοῦ; γέγραπται γὰρ ὅτι “ἐνεφύσησε τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα ”Ἅγιον.” ἆρ᾽ οὖν οὐκ οἰήσεταί τις, καὶ μάλα δικαίως, μᾶλλον δὲ καὶ ἀραρότως διακείσεται, ὅτι τῶν τοῦ Θεοῦ καὶ Πατρὸς φυσικῶν ἀγαθῶν οὐσιωδῶς ὑπάρχων κοινωνὸς ὁ Υἱὸς, ἔχει τὸ Πνεῦμα κατὰ τοῦτον τὸν τρόπον καθ᾽ ὅν περ ἂν νοοῖτο καὶ ὁ Πατὴρ, οὐκ ἐπακτὸν οὐδὲ ἔξωθεν· εὔηθες γὰρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν· ἀλλ᾽ ὥσπερ ἡμῶν ἕκαστος τὸ ἴδιον ἐν ἑαυτῷ πνεῦμα συνέχει, καὶ ἐκ τῶν ἐνδοτάτων σπλάγχνων εἰς τὸ ἔξω προχέει. διὰ γάρ τοι τοῦτο καὶ σωματικῶς ἐνεφύσησεν ὁ Χριστὸς, δεικνὺς ὅτι καθάπερ ἐκ στόματος τοῦ ἀνθρωπίνου πρόεισι τὸ πνεῦμα σωματικῶς, οὕτω καὶ ἐκ τῆς θείας οὐσίας θεοπρεπῶς προχεῖται τὸ ἐξ αὐτοῦ. ὅτε τοίνυν αὐτὸ τὸ Πνεῦμα τοῦ τε Θεοῦ καὶ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ, πῶς οὐχὶ πάντως μίαν ἕξουσι τὴν ἐξουσίαν διῃρημένως τε ἅμα καὶ συνημμένως;

Πατὴρ γὰρ ὁ Πατὴρ καὶ οὐχ Υἱὸς, καὶ Υἱὸς ὁ Υἱὸς καὶ οὐχὶ Πατήρ· πλὴν ὁ Πατὴρ ἐν Υἱῷ καὶ ὁ Υἱὸς ἐν Πατρί· δίδωσι γεμὴν τὸν παράκλητον, ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἰδίᾳ μὲν ὁ Πατὴρ, ἰδίᾳ δὲ ὁ Υἱὸς, χορηγεῖται δὲ μᾶλλον τοῖς ἁγίοις παρὰ Πατρὸς δι᾽ Υἱοῦ. διὰ γάρ τοι τοῦτο διδόναι λεγομένου τοῦ Πατρὸς, ὁ δι᾽ οὗ τὰ πάντα δίδωσιν ὁ Υἱός· καὶ διδόναι λεγομένου τοῦ Υἱοῦ, ὁ ἐξ οὗ τὰ πάντα δίδωσιν ὁ Πατήρ.

Ὅτι δὲ θεῖόν τε τὸ Πνεῦμα, καὶ οὐχ ἑτεροούσιον, ὡς πρὸς αὐτόν τε φημὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν, οὐδενὶ μὲν οἶμαι τῶν εὖ φρονούντων ὑπάρχειν ἀμφίβολον, καὶ ἀναγκαῖος δὲ ἡμᾶς ἀναπείσει λόγος. εἰ γὰρ οὐκ εἶναί τις αὐτό φησιν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, πῶς ἂν εἴη Θεοῦ μέτοχος ἡ κτίσις ἔτι λαβοῦσα τὸ Πνεῦμα; κατὰ τίνα δὲ τρόπον ναοὶ Θεοῦ χρηματιοῦμεν καὶ ἐσόμεθα, κτιστὸν ἢ ἀλλογενὲς κομιζόμενοι πνεῦμα, καὶ οὐχὶ μᾶλλον τὸ ἐκ Θεοῦ; πῶς δὲ θείας φύσεως κοινωνοὶ, κατὰ τὰς τῶν ἁγίων φωνὰς, οἱ Πνεύματος μέτοχοι, εἰ τοῖς γενητοῖς ἐναρίθμιόν ἐστι, καὶ οὐχὶ μᾶλλον ἐξ αὐτῆς ἡμῖν τῆς θείας φύσεως πρόεισιν, οὐ διικνούμενον δι᾽ αὐτῆς εἰς ἡμᾶς ὡς ἀλλότριον ἀλλ᾽, ἵν᾽ οὕτως εἴπω, ποιότης ὥσπερ τις τῆς θεότητος ἐν ἡμῖν γινόμενον, καὶ ἐν τοῖς ἁγίοις κατοικοῦν, καὶ ἀπομένον διὰ παντὸς, εἰ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν διὰ πάσης ἐπιεικείας ἀποκαθαίροντες καὶ διὰ τῆς εἰς πᾶσαν ἀρετὴν ἀνενδότου σπουδῆς, συντηροῖεν ἑαυτοῖς τὴν χάριν. ἀχώρητον μὲν γὰρ καὶ ἀθεώρητον αὐτὸ τοῖς ἐν κόσμῳ φησὶν ὁ Χριστὸς, τουτέστι, τοῖς τὰ ἐν κόσμῳ φρονοῦσι καὶ ἀγαπᾶν ἑλομένοις τὰ ἐπίγεια, χωρητὸν γεμὴν καὶ εὐκάτοπτον τοῖς ἁγίοις. διὰ ποίαν αἰτίαν;

οἱ μὲν γὰρ δυσέκπλυτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ λήμης ὥσπερ τινὸς τὸν οἰκεῖον ἀναπλήσαντες νοῦν, τὸ τῆς θείας φύσεως οὐ περιαθροῦσι κάλλος, οὔτε μὴν τὸν τοῦ Πνεύματος καταδέχονται νόμον, ὁλοτρόπως τοῖς τῆς σαρκὸς τυραννούμενοι πάθεσιν· οἱ δὲ ἀγαθοὶ καὶ νηφαλέοι, σχολάζουσαν τῶν ἐν κόσμῳ κακῶν ἔχοντες τὴν καρδίαν, εἰσοικίζουσι μὲν ἐν ἑαυτοῖς ἐθελοντὶ τὸν Παράκλητον, διασώζουσι δὲ λαβόντες, καὶ καθόσον ἀνθρώποις ἐφικτὸν, νοητῶς θεωροῦσι, πολύ τι καὶ μέγα καὶ ἀξιοζήλωτον ἐντεῦθεν ἀποκομιζόμενοι τὸ γέρας. ἁγιάσει γὰρ αὐτοὺς, καὶ πάντων ὁμοῦ τῶν ἀγαθῶν ἀποτελεστὰς ἀποδείξει, καὶ τὸ μὲν τῆς ἀνθρωποπρεποῦς δουλείας αἶσχος ἀφιεῖ, τῷ δὲ τῆς υἱοθεσίας ἀξιώματι περιβαλεῖ. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος “Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ”ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, “κράζον Ἀββᾶ ὁ πατήρ.” <Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς.> Ἀναγκαίως καὶ νῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐξυφαίνει λόγον. δέδειχε μὲν γὰρ ἤδη πρότερον, παραθεὶς εἰς πληροφορίαν λόγους τε καὶ πράγματα τοῖς ἀγαπῶσιν αὐτὸν, ὅτι τε καὶ ὑπάρχοι κατὰ φύσιν Θεὸς, καὶ ἐκ Θεοῦ γεγέννηται Πατρὸς, ἰσοσθενής τε ἐστὶ καὶ ἰσογνώμων αὐτῷ.

διὰ γὰρ τοῦτο καὶ ἔφασκέ ποτε μὲν, ὅτι “ἐγὼ ὃ λαλῶ, ἀπ᾽ ἐμαυτοῦ οὐ ”λαλῶ,” ποτὲ δὲ πάλιν “Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός ”μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, “τοῖς ἔργοις μου πιστεύετε.” ἀλλ᾽ ἦν ἐπὶ τούτοις οὐ μετρίως ἀναγκαῖον τὸ καὶ ἐπ᾽ αὐτῷ τῷ Ἁγίῳ Πνεύματι τὴν ὀρθῶς τε καὶ ἀνεγκλήτως ἔχουσαν δέχεσθαι δόξαν. οὕτω γὰρ ἦν ὁλοκλήρως εἰς ὀρθότητα πίστεως τὸν τῶν ἀκροωμένων ἀπευθύνεσθαι νοῦν. τί τοίνυν ἡμᾶς διὰ τῶν προκειμένων διδάσκει Χριστὸς, ὡς ἐν ὀλίγοις ἐκθήσομαι. ἕτερον ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πεμφθήσεσθαι λέγων, ἀσφαλίζεται πάλιν οἰκονομικῶς τὸν ἐπὶ τῇ πίστει λόγον. ἦν γὰρ δή τινας εἰκὸς οὐκ ὀρθῶς νοοῦντας τὸ εἰρημένον, οἰήσεσθαι λέγειν αὐτὸν οὐκ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, καθάπερ οὖν ἔδοξε τῶν ἀσυνέτων τισὶν, ἀλλ᾽ ἕτερόν τι κατὰ φύσιν ὑπάρχειν αὐτό· τὸ γάρ Ἄλλον εἰπεῖν, παρά γε τοῖς ἀμαθεστέροις, τοιαύτης τινὸς αἰτίας ἔμφασιν εἰσκομίσειεν ἄν.

ἵνα τοίνυν ἐπιδείξῃ σαφῶς, ὅτι τὸν τῆς ἑτερότητος λόγον οὐ καθ᾽ ἕτερόν τινα νοεῖσθαι βούλεται τρόπον, ἀλλὰ κατὰ μόνον τὸ ἰδίως ὑπάρχειν αὐτό· Πνεῦμα γὰρ τὸ Πνεῦμα καὶ οὐχ Υἱὸς, ὥσπερ οὖν Υἱὸς ὁ Υἱὸς καὶ οὐ Πατήρ· ἀποσταλήσεσθαι τὸν Παράκλητον εἰπὼν, αὐτὸς ἥξειν ἐπαγγέλλεται, οὐχ ἕτερόν τι τὸ Πνεῦμα δεικνὺς ἢ ὅπερ ἐστὶν αὐτὸς, ἐπείπερ ἐστὶν ἐκ τοῦ Πατρὸς ἴδιον Πνεῦμα καὶ αὐτοῦ νοεῖται· καὶ νοῦς αὐτοῦ διὰ τοῦτο καὶ ὠνόμασται· καὶ γοῦν ὁ Παῦλός φησιν αὐτὸ δὴ τοῦτο σημαίνων “Ἡμεῖς δὲ ”νοῦν Χριστοῦ ἔχομεν.” συνιέντες τοίνυν ὀρθῶς τε καὶ ἀπλανῶς, καὶ τὸ ἐκτρέπεσθαί ποι παρὰ τὸ εἰκὸς ὡς ἀκαλλὲς διωθούμενοι, καὶ τοῖς τῆς θεοπνεύστου γραφῆς ἑπόμενοι λόγοις, φαμὲν ὅτι οὐχ ἕτερόν τι παρ᾽ αὐτὸν, ὅσον ἧκεν εἰπεῖν εἰς ταυτότητα φυσικὴν, διῃρημένως τε καὶ ἰδιοσυστάτως· τοῦτο γὰρ οἶμαι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος παραμίσγει πολλάκις, καὶ ὡς ταὐτὸν ὂν ἑκάτερον εἰσφέρει, τὸν Παράκλητόν φημι καὶ τὸν Υἱόν. εὑρήσεις γὰρ λέγοντα “Εἰ δέ ”τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ,” καὶ πάλιν εὐθύς “Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα ”νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιο- “σύνην.” ἀκούεις πῶς Χριστὸν ἔχειν διαῤῥήδην ὁμολογεῖ τοὺς τὸ Πνεῦμα λαβόντας αὐτοῦ; φησὶ δὲ καὶ ἐν ἑτέροις “Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.”

ὁ δὲ τοῦτο πρὸς ἡμᾶς εἰπών “Εἰ δοκιμὴν ζητεῖτε, φησὶ, τοῦ ἐν ἐμοὶ λα- ”λοῦντος Χριστοῦ,” καὶ ἡμῖν δὲ τοῖς πεπιστευκόσιν ἐνοικῆσαι Χριστὸν διὰ τῆς πίστεως πολλάκις ἐπεύχεται, καίτοι τὸ Πνεῦμα δεχόμενος τὸ Ἅγιον. καὶ μή τις οἰέσθω λέγειν ἡμᾶς, ὅτι τῶν ὀνομάτων, ἤτοι τῶν προσώπων ἀναιρεῖ τὴν εἰς ἑκάτερον στάσιν, ἢ ὅτι τὸν Υἱὸν οὐχ Υἱὸν εἶναί φησιν ἀλλὰ Πνεῦμα, ἤγουν τὸ Πνεῦμα Πνεῦμα μὲν οὐκ οἶδεν, Υἱὸν δὲ εἶναί φησιν· οὐ γὰρ οὗτος ἦν ἐν ἐκείνῳ σκοπὸς, ἀλλ᾽ οὐδὲ οὕτως πιστεύομεν. οἶδε γὰρ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὴν ἀπαρίθμησιν, καὶ ἰδίᾳ μὲν ἕκαστον τῶν σημαινομένων ὑφεστάναι διδάσκει· τὸ γεμὴν ἐν ἀπαραλλάκτῳ κεῖσθαι ταυτότητι τὴν ἁγίαν Τριάδα διακηρύττει σαφῶς. ἐπεὶ πῶς τὸ Πνεῦμα Θεός ἐστι καὶ ὀνομάζεται; “Οὐκ οἴ- ”δατε γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ “Θεοῦ ἐν ὑμῖν οἰκεῖ;” εἰ δὲ ἐπείπερ ἐν ἡμῖν οἰκεῖ τὸ Πνεῦμα, ναοὶ γεγόναμεν τοῦ Θεοῦ, πῶς οὐκ ἐκ Θεοῦ τὸ Πνεῦμα, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐν ἡμῖν οἰκίζον δι᾽ ἑαυτοῦ;

οὐκοῦν οὐκ ἀλλότριον τῆς ἰδίας φύσεως δεικνὺς τὸ Πνεῦμα ὁ Μονογενὴς, παρὰ τοῦ Πατρὸς ἐκπέμπεσθαι τοῖς ἁγίοις εἰπὼν τὸν Παράκλητον, αὐτὸς ἥξειν ἐπαγγέλλεται καὶ τὴν Πατρὸς τάξιν αὐτοῖς ἀποπληροῦν, ἵνα μὴ καθάπερ τινὲς ὀρφανοὶ τῆς τοῦ προεστηκότος ἐπικουρίας ἔρημοι, διά τε τοῦτο λοιπὸν ταῖς τοῦ διαβόλου παγίσιν εὐάλωτοι καὶ τοῖς ἐν κόσμῳ σκανδάλοις εὐεπιχείρητοι λίαν εὑρίσκωνται, καίτοι πολλοῖς οὖσι καὶ ὡς ἐξ ἀνάγκης ἐρχομένοις διὰ τὴν ἀκάθεκτον τῶν ἐπαγόντων μανίαν. ὅπλον οὖν ἄρα καὶ ἀσφάλειαν ἀῤῥαγῆ ταῖς ἡμετέραις ψυχαῖς δέδωκεν ὁ Πατὴρ τὸ Πνεῦμα Χριστοῦ, τὴν αὐτοῦ χάριν τε καὶ παρουσίαν καὶ δύναμιν ἐν ἡμῖν ἀποπληροῦν. ἀμήχανον γὰρ ἀνθρώπου ψυχὴν κατορθῶσαί τι τῶν ἀγαθῶν ἤγουν τῶν οἰκείων κρατῆσαι παθῶν, ἢ τῆς τοῦ διαβόλου παγίδος ὀξείας διαδρᾶναι τὸ μέγεθος, μὴ τῇ τοῦ Ἁγίου Πνεύματος τετειχισμένην χάριτι, καὶ αὐτὸν ἔχουσαν ἐν ἑαυτῇ διὰ τοῦτο Χριστόν. καὶ γοῦν ὁ θεσπέσιος ἡμῖν μελῳδὸς τὰ ὑπὲρ τούτου χαριστήρια διὰ τῆς ἐνούσης αὐτῷ σοφίας συντιθεὶς ἀνεφώνει πρὸς τὸν Θεόν “Κύριε, ὡς ὅπλῳ ”εὐδοκίας ἐστεφάνωσας ἡμᾶς·” ὅπλον εὐδοκίας οὐδὲν ἕτερον εἶναι λέγων, ἢ τὸ προασπίζον ἡμῶν Ἅγιον Πνεῦμα, καὶ ἀδοκήτῳ συνέχον ἰσχύϊ πρὸς τὸ δοκοῦν τῷ Θεῷ.

οὐκοῦν ὅτι παρέσται καὶ βοηθήσει διὰ τοῦ Πνεύματος τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὐδὲν ἧττον ἐπαγγέλλεται, κἂν εἰς αὐτοὺς ἀναβαίνῃ τοὺς οὐρανοὺς, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, “νῦν ”ἐμφανισθήσεσθαι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν,” κατὰ τὴν τοῦ Παύλου φωνήν. <Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.> Ἐπὶ θύραις ὄντος τοῦ πάθους, καὶ τὸν τῆς ἀναλήψεως καιρὸν συνεισάγοντος, ἄποπτος ἔσεσθαι τῷ κόσμῳ φησὶ, τουτέστι, τοῖς τῶν θείων προτιμήσασιν ἀγαθῶν τὴν τῶν προσκαίρων ἀπόλαυσιν, καὶ τῶν οὐρανίων τὰ ἐπίγεια ποιουμένοις ἐν ἀμείνοσι. καὶ τοῖς μὲν ἤδη προειρημένοις ἀδελφήν τε καὶ σύνδρομον τὴν διάνοιαν ἐξυφαίνοντες, ἐροῦμεν εὐλόγως, ὅτι τὸν μὲν παράκλητον, τουτέστι, τὸ Πνεῦμα τὸ Ἅγιον, δέδωκεν ὁ Θεὸς καὶ Πατὴρ, δι᾽ Υἱοῦ δηλονότι· πάντα γὰρ δι᾽ αὐτοῦ παρὰ Πατρός. ἐλήλυθε γεμὴν, οὐκ ἐπὶ πάντας ἀδιακρίτως, πονηρούς τε καὶ ἀγαθοὺς, ἀλλ᾽ ἐφ᾽ οὓς ἦν αὐτῷ βαδιεῖσθαι πρέπον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ διδόντος πλουσιωτάτην τε καὶ ἄφθονον χάριν, οὐδεὶς ἔμεινεν ἀμέτοχος τῶν ἐπὶ τῆς γῆς· “Ἐκχεῶ γὰρ, φησὶν ἐν προφήταις, ἀπὸ ”τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” ἕκαστος γεμὴν ἑαυτῷ παραίτιος γίνεται τοῦ κεκτῆσθαι τὸ θεόσδοτον ἀγαθὸν, ἢ καὶ μηδόλως ἑλεῖν.

οἱ μὲν γὰρ διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθαίροντες νοῦν οὐδαμῶς, ἐμφιλοχωροῦντες δὲ λίαν τοῖς ἐν κόσμῳ κακοῖς, ἀμέτοχοι τῆς θείας ἀπομενοῦσι χάριτος, οὐκ ὄψονται Χριστὸν ἐν ἑαυτοῖς, ἐρήμην τοῦ Πνεύματος ἔχοντες τὴν καρδίαν. διά τοι τοῦτο καὶ ἐν τάξει γεγονότες τῷ προστάτῃ τῶν ὀρφανῶν, ὑπὸ παντὸς, ὡς ἔπος εἰπεῖν, διαρπάζονται τοῦ πλεονεκτεῖν ἰσχύοντος, ἢ πάθους, ἢ δαίμονος, ἤγουν ἑτέρας τινὸς ἐπιθυμίας κοσμικῆς, καὶ παντὸς πράγματος καθέλκοντος ὥσπερ καὶ βιαζομένου πρὸς ἁμαρτίαν. τοῖς γεμὴν ὁσίοις καὶ ἐπιτηδείως ἔχουσιν εἰς τὸ λαβεῖν αὐτὸν εἰκότως ἔφασκεν, ἐπειδὴ τούτων ἔμελλον ὑπομένειν οὐδέν “Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς.” οὐκοῦν ἄποπτος μὲν καὶ ἀθέατος κομιδῆ τοῖς τὰ ἐν κόσμῳ φρονοῦσι χρηματίσαι φησὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, φημὶ δὴ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὁρατὸς δὲ τοῖς ἁγίοις εὑρεθήσεσθαι λέγει, θείαν τε τινὰ καὶ νοητὴν ἐντιθέντος μαρμαρυγὴν τοῖς τῆς καρδίας αὐτῶν ὀφθαλμοῖς τοῦ Ἁγίου Πνεύματος, καὶ πᾶσαν εἴδησιν ἐνσπείροντος ἀγαθήν.

Ἢ γὰρ οὕτως αὐτὸν οἰησόμεθα λέγειν τό Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ἤγουν ἐφ᾽ ἑτέραν τινὰ παρακλίνοντες θεωρίαν, μάλισθ᾽ ὅτι προσπλέκεται τοῖς εἰρημένοις παρ᾽ αὐτοῦ τό Ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε, λογιζόμεθά τι τοιοῦτον. μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, κατορθώσας τῇ ἡμετέρᾳ φύσει τὴν εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἐπαναδρομὴν, καὶ ἀποδείξας τὸν ἄνθρωπον ἄφθαρτον, ὡς ἐν ἀπαρχῇ καὶ πρώτῳ τῷ ἰδίῳ ναῷ, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ᾽ ὀλίγον μεταξὺ διατελέσας χρόνον, καταβήσεται πάλιν, καθάπερ πιστεύομεν, καὶ ἐπανήξει πάλιν πρὸς ἡμᾶς “ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ ”τῶν ἁγίων ἀγγέλων,” καὶ προθήσει μὲν ἅπασι τὸ φρικωδέστατον βῆμα πονηροῖς τε καὶ ἀγαθοῖς. σύμπαν γὰρ ἥξει τὸ ποιηθὲν εἰς κρίσιν· ἀναλόγως δὲ τοῖς ἑκάστῳ βεβιωμένοις ἀποδιδοὺς τὰ πρέποντα, τοῖς μὲν ἐξ εὐωνύμων ἐρεῖ, τουτέστι, τοῖς τὰ ἐν κόσμῳ πεφρονηκόσι ποτέ “Πορεύεσθε ἀπ᾽ ἐμοῦ ”κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ “διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·” τοῖς γεμὴν ἐκ δεξιῶν, τουτέστι, τοῖς ὁσίοις καὶ ἀγαθοῖς “Δεῦτε οἱ εὐλογημένοι τοῦ ”Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι- “λείαν ἀπὸ καταβολῆς κόσμου.”

συνέσονται γὰρ καὶ συμβασιλεύσουσι τῷ Χριστῷ, καὶ τοῖς οὐρανίοις ἐντρυφήσουσιν ἀγαθοῖς, σύμμορφοι γεγονότες τῆς ἀναστάσεως αὐτοῦ, καὶ τῆς μὲν ἀρχαίας φθορᾶς διαδράντες τοὺς βρόχους, μακρᾷ δὲ καὶ ἀμυθήτῳ περιβληθέντες ζωῇ, καὶ ἀτελευτήτως τῷ ἀεὶ ζῶντι συζῶντες Δεσπότῃ. ὅτι γὰρ οἱ θεοφιλῆ καὶ ἐξαίρετον ἀσκήσαντες βίον, ἀδιαλείπτως συνέσονται τῷ Χριστῷ, θεωροῦντες δηλονότι τὸ θεῖον αὐτοῦ καὶ ἄῤῥητον κάλλος, σαφηνιεῖ λέγων ὁ Παῦλος “Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ”ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται “ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ”πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι σὺν “αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ ”Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·” καὶ πάλιν πρὸς τοὺς νεκροῦν ἑλομένους τὰ ἐν κόσμῳ πάθη “Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ ”Χριστῷ ἐν τῷ Θεῷ, ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ “ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ.”

οὐκοῦν· ἀνακεφαλαιώσομαι γὰρ τοῦ λόγου τὴν δύναμιν· οἱ μὲν τῶν ἐν κόσμῳ κακῶν ἐρασταὶ κατοιχήσονται πρὸς τὸν ᾅδην, καὶ ἐκ προσώπου γενήσονται Χριστοῦ· συνέσονται γεμὴν αὐτῷ καὶ συνδιαιτήσονται διὰ παντὸς οἱ τῆς ἀρετῆς ἐρασταὶ, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἀσινῆ τηρήσαντες, συνόντες δὲ δηλονότι, καὶ τὸ θεοπρεπὲς αὐτοῦ κατόψονται κάλλος ἀδιακωλύτως· “Ἔσται γάρ σοι, φησὶ, ”Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου·” καὶ εἰκὸς δὲ τοῦτο βούλεσθαι δηλοῦν τὸν Κύριον, ὅταν ἀκούωμεν λέγοντος Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε. διαψεύσεται γεμὴν οὐδαμῶς, μικρὸν εἶναι λέγων τὸν μεταξὺ χρόνον τῆς οἱονεὶ ἀποκαλύψεως αὐτοῦ. Θεῷ γὰρ τῷ ἀεὶ ὄντι καὶ ὁ μακρὸς καθ᾽ ἡμᾶς χρόνος ἐν τῷ μηδενὶ τέθειται παντελῶς· καὶ μαρτυρήσει λέγων ὁ μελῳδός “Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς ”σου, Κύριε, ὡς ἡμέρα ἡ χθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν “νυκτί.” <Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑμεῖς γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.> Δυσέφικτον μέν πως ἐστὶ τὸ ἐν τοῖς προκειμένοις θεώρημα, καὶ δριμεῖαν ὥσπερ ἐξαιτοῦν ἐφ᾽ ἑαυτῷ τὴν βάσανον, ὄκνον τε τῷ λόγῳ περιποιοῦν ἱκανώτατον, κατευθύνῃ γεμὴν ὅτι πάλιν ἡμᾶς εἰς ἀλήθειαν ὁ Χριστὸς, πιστεύομεν.

τινὲς μὲν οὖν, καίτοι τῶν προὔχειν ὑποληφθέντων ποτὲ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς, παραιτούμενοι πονηρῶς τὸ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ὁμολογεῖν τὸν Υἱὸν, διά τε τοῦτο ὑπάρχειν ἐν αὐτῷ σχετικήν τινα καὶ οὐ φυσικὴν ὑπονοοῦσι τὴν ἕνωσιν, καὶ δὴ καὶ γεγραφήκασι, τὰ ἐκ τῆς οἰκείας ἐρευγόμενοι γνώμης, οὐ τὰ ἐξ Ἁγίου Πνεύματος, ὡς ἐπείπερ ἀγαπᾶται μὲν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, ἀγαπᾷ δὲ αὖ πάλιν αὐτὸς τὸν Πατέρα, κατὰ τοῦτόν ἐστι τὸν τρόπον ἐν αὐτῷ. καὶ ἀπόδειξιν ὥσπερ τινὰ δυσανάτρεπτον εἰσκομίζουσιν οἱ παράφρονες τό τε τῷ προκειμένῳ παρεζευγμένον ῥητῷ, περί τε ἡμῶν καὶ αὐτοῦ· καὶ δὴ καί φασι καλαμίνην ὥσπερ τινὰ ῥάβδον ταῖς ἑαυτῶν ὑποστήσαντες δυσφημίαις, ὅτι ὥσπερ ἡμεῖς ἐν αὐτῷ εἶναι λεγόμεθα, ἔχομέν τε αὐτὸν ἐν ἑαυτοῖς, καὶ οὐ κατὰ τὸν τῆς οὐσίας λόγον ἑνούμεθα, τρόπος δὲ τῆς ἑνώσεως, καθὰ πεφύκαμεν ἀγαπᾶν τε καὶ ἀνταγαπᾶσθαι· οὕτω, φησὶ, καὶ ὁ Υἱὸς, οὐκ ἐν τῇ οὐσίᾳ πάντως ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, διακεκριμένος δὲ παντελῶς κατά γε τὸν τῆς φύσεως λόγον, καὶ ἑτεροίως ἔχων κομιδῇ, κατὰ μόνον τὸν τῆς ἀγάπης θεσμὸν νοεῖται, φησὶν, ἐν τῷ Πατρί. σκοπὸς γὰρ αὐτοῖς, καθάπερ ἔφαμεν ἀρτίως, ποίημα καὶ κτίσμα καὶ γενητὸν καὶ μόναις μὲν ταῖς κατὰ τῶν ἄλλων κτισμάτων ὑπεροχαῖς τιμώμενον, ἔξω γεμὴν τῆς οὐσίας ὑπάρχοντα τοῦ Θεοῦ καὶ Πατρὸς ἀποφῆναι τὸν Μονογενῆ.

Μακροῦ δὲ ἡμῖν ἤδη περὶ τούτου γεγονότος λόγου, δι᾽ οὗ κατά γε τὴν ἐνοῦσαν ἡμῖν ἐδεικνύομεν δύναμιν, ὅτι κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ οὐσιώδη πρὸς αὐτὸν ἔχει τὴν ἕνωσιν, παρήσομεν ἔτι τὸ περὶ τούτου τέως εἰς τὸ παρὸν διατείνεσθαι. πλὴν οὐχ ὁλοκλήρως ἐπιτρέψομεν ἐρήμην ὥσπερ καταδραμεῖν τοῦ λόγου τοὺς δι᾽ ἐναντίας, ἀντιπαραταξόμεθα δὲ δι᾽ ὀλίγων, ὡς οἷόν τε κεκακουργημένον ἅμα καὶ ἀμαθὲς ἀποφαίνοντες τῆς πονηρίας αὐτῶν τὸ μυσαρὸν φιλοτέχνημα, καὶ δὴ καὶ ἐροῦμεν Εἰ διὰ μόνον τὸ ἀγαπᾶσθαι καὶ ἀγαπᾶν ὁ Υἱὸς ἔνεστι τῷ Πατρὶ, κατὰ τὸν αὐτὸν τοῦτον λόγον ἡμεῖς τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, καὶ δεσμὸς μὲν οὐδεὶς συνάπτων ὁρᾶται ἕτερος, ἢ τῷ Πατρὶ τὸν Υἱὸν, ἤγουν ἡμᾶς αὐτῷ καὶ αὐτὸν ἡμῖν· πῶς ἢ διὰ τίνα τρόπον, εἰπέ μοι, φησὶν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνωσόμεθα τὸ περὶ τούτου μυστήριον; οὔπω γὰρ κατὰ τὸ εἰκὸς ἐγνώκαμεν, ὅτι ὁ Πατὴρ μὲν τὸν Υἱὸν ἀγαπᾷ, ἀγαπᾷ δὲ καὶ αὐτὸς τὸν Πατέρα· ἀλλ᾽ οὐδ᾽ ἴσμεν πω τάχα τὰ καθ᾽ ἑαυτοὺς, λογισμὸς δὲ ἡμᾶς διαπαίζει κενὸς οἰομένους ὅτι ἠγάπησε μὲν ἡμᾶς ὁ Υἱὸς, καὶ διὰ τοῦτο τῷ Πατρὶ κατεκτήσατο, ἠγαπήσαμεν δὲ καὶ ἡμεῖς αὐτόν. λέγων γὰρ τό Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, οὔπω παρόντα δεικνύει τὸν τῆς εἰδήσεως χρόνον· εἶτα τί μάτην ἡμᾶς κατεκτύπει λέγων ὁ Κύριος “Ὁ Πατὴρ ”ἀγαπᾷ τὸν Υἱόν;” ὅτι γὰρ καὶ αὐτὸς ἀγαπᾷ τὸν Πατέρα, τίς οὐκ ἐρεῖ;

πῶς δὲ εἰπέ μοι καὶ τῆς εἰς ἡμᾶς ἀγαπήσεως ἀπόδειξιν ἐποιεῖτο σαφῆ τὸ ἑλέσθαι παθεῖν ὑπὲρ ἡμῶν; “Μείζω γὰρ, φησὶ, ταύτης τῆς ἀγαπῆς οὐδεὶς ἔχει, ἵνα τις ”τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.” τί δὲ παρ᾽ ἡμῶν τὴν εἰς ἑαυτὸν ἀγάπην ἐζήτει σαφῶς, διά τε τοῦτο πληροῦν ἐπείγεσθαι τὰ δοκοῦντα αὐτῷ; ὁ γὰρ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. πότε γὰρ τὴν θείαν ἐντολὴν τηρήσομεν, εἰς τὸ παρὸν ἀλογήσαντες; ὅτε τοίνυν πιστεῦσαι μὲν ἄξιον, ὅτι φιλεῖ ὁ Υἱὸς τὸν Πατέρα, ἀγαπᾷ δὲ ἡμᾶς καὶ παρ᾽ ἡμῶν ἀγαπᾶται, πῶς οὐκ ἀκόλουθον ἐννοεῖν, ἕτερόν τι βεβουλεῦσθαι κατασημῆναι τὸν Υἱὸν, καὶ τὸν τῆς ἑνώσεως τρόπον οὐ τῷ τῆς ἀγάπης ὁρίζεσθαι νόμῳ, μᾶλλον δὲ καθ᾽ ἕτερόν τινα τρόπον εἰσκεκομικέναι σαφῶς, ὅταν λέγῃ πρὸς ἡμᾶς Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν;

Ἀλλ᾽ ἐρεῖ πρὸς τοῦτο τυχὸν ὁ δι᾽ ἐναντίας, ὅτι πρὸ μὲν τοῦ πάθους τὰ τοιαῦτα πρὸς ἡμᾶς λελάληκεν ὁ Χριστὸς, ὡς ἀγαπᾷ μὲν αὐτὸς τὸν Πατέρα καὶ ἀνταγαπᾶται παρὰ τοῦ Πατρὸς, ἀγαπᾷ δὲ καὶ ἡμᾶς καὶ ἡμεῖς αὐτόν· μετὰ δέ γε τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐπείπερ εἴδομεν διαῤῥήξαντα τὰ τοῦ θανάτου δεσμὰ, ἐγνώκαμεν ὅτι ἐν Πατρί ἐστιν, ἅτε δὴ καὶ ἀγαπώμενος, διά τε τοῦτο καὶ ἀναστὰς ἐκ νεκρῶν. διὰ τοῦτο καὶ αὐτὸς ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ, κατὰ τὸν αὐτὸν τῆς ἀγάπης λόγον.

Ἡμεῖς δὲ πρὸς τοῦτό φαμεν Μάλιστα μὲν ληρώδης ὑμῖν καὶ ἀσύνετος παντελῶς καὶ διὰ σαθρῶν εἶσι λόγων ἡ ἀντίθεσις. πλὴν, ὦ γενναῖοι, διασκέψασθε πάλιν ὅτι πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὅπερ ἔγνωμεν ἀληθῶς, οὐκ ἔδει μαθεῖν μετὰ τὴν ἀνάστασιν. εἰ μὲν γὰρ ἀτελῶς ἐπιστεύομεν τὸν Υἱὸν ἀγαπᾶσθαι μὲν παρὰ τοῦ ἰδίου Πατρὸς, ἀγαπᾶν δὲ καὶ αὐτὸν τὸν Πατέρα, περιμένειν ὄντως ἐχρῆν τὴν ἀνάστασιν, ἵνα τῆς γνώσεως ἔχωμεν ἐκεῖθεν τὴν τελειότητα. εἰ δὲ ἀξιόπιστος ὁ Πατὴρ καὶ πρὸ τῆς ἀναστάσεως λέγων “Αὐτός ”ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,” ἀληθεύει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ λέγων “Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν·” ὁ δὲ τῆς ἀγάπης λόγος ἐν τῇ κατὰ πᾶν τελειότητι νοεῖται πρεπόντως, τί φληνάφως ἡμᾶς κατακροτεῖτε λόγοις; τί δὲ τὸ τῆς ἀληθείας παρωθούμενοι κάλλος, τὸ δυσειδὲς ἡμῖν ἀναπλάττετε ψεῦδος, ἐξέλκοντες μὲν τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ Υἱὸν, σαθροὺς δὲ λίαν ἐπινοούμενοι λόγους, καὶ στροφὰς ἀτόπων ἐπινοοῦντες συλλογισμῶν; ὅτι γὰρ ἠγάπησεν ἡμᾶς μὲν ὁ Μονογενὴς, ἠγαπήσαμεν δὲ καὶ ἡμεῖς αὐτὸν, παντί τῳ προκείσεται καὶ λίαν ἑτοίμως ἰδεῖν, αὐτὴν ἐπαθρεῖν ἐθέλοντι τῆς ἀληθείας τὴν φύσιν. ἐν μορφῇ γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, “οὐχ ἁρπαγμὸν ἡγήσατο ”τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου “λαβών.” εἶτα τίς, εἰπέ μοι, τῶν τοιούτων ἡ πρόφασις; ἆρ᾽ οὐ τῆς εἰς ἡμᾶς ἀγάπης ὁ λόγος;

καὶ πῶς ἐστιν ἀμφιβαλεῖν; τὸ δὲ καὶ ἡμᾶς ἐθέλειν ὑπὲρ Χριστοῦ καὶ αὐτὴν ἑτοίμως ἔχειν καταπροέσθαι τοῖς διώκουσι τὴν ψυχὴν, ἵνα μὴ τὸν ἑαυτῶν ἀρνησώμεθα Κύριον, ἆρ᾽ οὐκ ἂν εἰσκομίσαι σαφῆ τὴν ἀπόδειξιν τῆς εἰς αὐτὸν ἀγάπης; ἀλλ᾽ ἢ πάντως ἀληθὲς ἐρεῖ τις καὶ τοῦτο, ἢ τῶν ἁγίων καταψηφιεῖται μαρτύρων, ὡς ἐπ᾽ οὐδενὶ τῶν χρησίμων διηθληκότων διὰ Χριστὸν, καὶ ἀμισθὶ τοσοῦτον ἀνατλησάντων κίνδυνον. ἀποδεδειγμένου τοιγαροῦν, καὶ μάλα σαφῶς, ὡς τελείαν μὲν ὁ Πατὴρ εἰς τὸν Υἱὸν ἔχει τὴν ἀγάπην, ἰσοτρόπως δὲ καὶ αὐτὸς ἀγαπᾷ τὸν Πατέρα, καὶ ἡμεῖς μὲν αὐτὸν, αὐτὸς δὲ ἡμᾶς, ποῖον ἂν ἔχοι λόγον τὸ εἰς ἑτέρους οἴεσθαι χρόνους ἀνάπτεσθαι τυχὸν τὴν ἐπὶ τῷδε διάγνωσιν, ὅταν λέγῃ ὁ Κύριος Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν;

Ἀλλὰ γὰρ ἐῤῥέτω μὲν τὰ ἐκείνων ληρήματα καὶ τῶν μισοθέων λογισμῶν ἡ παρεύρεσις· ἡμεῖς δὲ τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ θαρσήσαντες, εἰπεῖν οὐκ ὀκνήσομεν ἅπερ ἔδοξεν ἔχειν ὀρθῶς ὑπὲρ σαφηνείας τῶν ζητουμένων. προειρηκὼς τοιγαροῦν “Ὅτι ἐγὼ καὶ ὑμεῖς ζήσεσθε,” παραχρῆμα τούτοις ἐπενεγκὼν εὑρίσκεται Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. εἶτα τίνι τῶν ὄντων καὶ φρονεῖν εἰωθότων ὀρθῶς οὐκ ἂν γένοιτο καὶ μάλα σαφὲς, ὡς ἡμέραν ὁρίζει τῆς ἐπὶ τούτῳ γνώσεως τὸν καιρὸν, καθ᾽ ὃν ἂν καὶ ἡμεῖς αὐτοὶ πρὸς αὐτὸν ἀναμορφούμενοι, πρὸς ζωὴν ἀναβησόμεθα τὴν αἰώνιον, τὴν τοῦ θανάτου διαδράντες ἀράν; καί μοι δοκεῖ τοιοῦτόν τι σημαίνειν ὁ Χριστός φησι· φημὶ δὲ τὸν Παῦλον· ὅταν τὸ θεῖον ἡμῖν ἀποκαλύπτων μυστήριον ἐπιστέλλῃ πρός τινας “Ἀπεθάνετε ”γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ “Θεῷ· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε ”καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ.” μετασχηματίσει γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, τοῦτο δὴ πάντως, καὶ οὐχ ἕτερον, σύμμορφον τῆς δόξης αὐτοῦ, καὶ μεταπλάσει πρὸς τὸ ἀρχαῖον ἀῤῥήτῳ δυνάμει τὴν ἀνθρώπου φύσιν, πάντα μετατιθεὶς εὐκόλως πρὸς ὅπερ ἂν βούλοιτο, διακωλύοντος οὐδενός· Θεὸς γάρ ἐστιν ἀληθινὸς, “ποιῶν πάντα ”καὶ μετασκευάζων,” κατὰ τὸ γεγραμμένον.

κατ᾽ ἐκείνην οὖν ἄρα τὴν ἡμέραν, ἤτοι τὸν καιρὸν, καθ᾽ ὃν καὶ ὑμεῖς αὐτοὶ ζήσεσθε· ζῶ γὰρ ἐγὼ, καίτοι καθ᾽ ὑμᾶς ἄνθρωπος γεγονὼς, καὶ τὸ ὑποπίπτον τῇ φθορᾷ κατά γε τὴν ἰδίαν φύσιν ἐνδυσάμενος σῶμα· σαφῶς ἐπιγνώσεσθε, φησὶν, ὅτι ἐγὼ μὲν ἐν τῷ Πατρὶ, ὑμεῖς δὲ ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. διακεισόμεθα δὲ ταυτὶ πρὸς ἡμᾶς τὸν Κύριον εἰπεῖν, οὐχ ἵνα νομίζωμεν ὑπάρχειν αὐτὸν ἐν Πατρὶ, κατά γε τὸν τῆς ἀγάπης λόγον, ὥσπερ οὖν ἐδόκει τοῖς δι᾽ ἐναντίας φρονεῖν, ἀλλὰ κατὰ δύναμιν μυστηρίου βαθέος, ὃ καὶ νοῆσαι μὲν ἐκεῖνο χαλεπὸν, φράσαι δὲ οὐ ῥᾴδιον· πλὴν ὅπως ἂν οἷός τε ὦ διηγεῖσθαι πειράσομαι.

Τῆς μὲν οὖν ἀκριβοῦς ἐκθέσεως πολὺ λίαν ἡττῆσθαι πάντα νοῦν ὑπολαμβάνω τῶν ἐπὶ γῆς, τῷ γεμὴν θερμῷ τῆς ἀγάπης, κἂν γοῦν μετρίως ἰδεῖν τε καὶ φράσαι παραθηγόμενος, νῦν ἴδωμεν τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως τὸν σκοπόν· φέρε δοκιμάσωμεν τὴν αἰτίαν, δι᾽ ἣν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὡς Θεὸς, “οὐχ ἁρπαγμὸν ἡγήσατο ”τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου “λαβὼν, καὶ ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας.” ἔσται γὰρ οὕτω καὶ μόλις εὐσύνοπτον, κατά γε τὸ ἐγχωροῦν, τῶν προκειμένων τὸ βάθος. γνωσόμεθα δὲ πῶς μέν ἐστιν ὁ Υἱὸς ἐν Πατρὶ, φυσικῶς δηλονότι καὶ οὐ κατά γε τὴν ἐκ τοῦ ἀγαπᾶσθαι καὶ ἀγαπᾶν ἐπινοηθεῖσαν σχέσιν παρὰ τῶν δι᾽ ἐναντίας· ἡμεῖς δὲ αὖ πάλιν ἐν αὐτῷ κατὰ τὸν ἴσον τρόπον καὶ αὐτὸς ἐν ἡμῖν.

οὐκοῦν μίαν μὲν ὥσπερ ἀληθῆ τε καὶ γενικωτάτην αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὁ σοφὸς ἡμῖν ἐξηγούμενος Παῦλος ἔφασκεν· εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ ”Χριστῷ,” καὶ ὅτι τὸ τῆς ἀνακεφαλαιώσεως ὄνομά τε καὶ πρᾶγμα δηλοῖ τὸ ἀνακομίσαι πάλιν καὶ ἀναλαβεῖν εἰς ὅπερ ἦν ἐν ἀρχῇ τὰ πρὸς ἀνόμοιον ἐκπεπτωκότα τέλος· εἶτα τοὺς τῆς ἀνακεφαλαιώσεως τρόπους ἀνὰ μέρος ἡμῖν ἀπολευκαίνειν ἐθέλων, ποτὲ μὲν ἔφασκε “Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ”ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε ”τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου “πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ ”κατὰ πνεῦμα·” ποτὲ δὲ πάλιν “Ἐπειδὴ γὰρ τὰ παιδία ”κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, διὰ τοῦτο καὶ αὐτὸς “παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου ”καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι “τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου ”διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.” καὶ δύο μὲν τούτους ἡμῖν τῆς ἀνακεφαλαιώσεως τρόπους ἀναγκαίως ἔχοντα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν λόγον, ὁ Παῦλος ἐξηγήσατο· τρόπον δὲ ἐπὶ τούτοις τῶν ἑτέρων περιεκτικὸν, ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης.

γράφει γὰρ οὕτω περὶ Χριστοῦ “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ ”παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν “τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ”οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ “θελήματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.” πρόδηλον οὖν ἄρα καὶ πᾶσιν οἶμαι διαφανὲς, ὅτι τούτων ἕνεκα δὴ μάλιστα τῶν αἰτιῶν Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων, ἄνθρωπος γέγονεν ὁ Μονογενὴς, ἵνα δηλονότι κατακρίνῃ μὲν τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, νεκρώσῃ δὲ τῷ ἰδίῳ θανάτῳ τὸν θάνατον, καὶ υἱοὺς ἡμᾶς ἀποδείξῃ Θεοῦ, πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀναγεννήσας ἐν Πνεύματι. ἦν γὰρ δήπου καὶ μάλα καλῶς, κατὰ τουτονὶ τὸν τρόπον ἀνακεφαλαιώσασθαι πάλιν καὶ εἰς τὸ ἀρχαῖον ἀναλαβεῖν τὸ διολισθῆσαν γένος, τουτέστι, τὸ ἀνθρώπινον.

Πάλιν ἑκάστην τῷ λόγῳ παραθέντες τῶν ἀρτίως ἡμῖν εἰρημένων αἰτιῶν, ἐπ᾽ αὐτῇ τὰ εἰκότα λέγωμεν. πῶς γὰρ ἂν καὶ πρέποι νοεῖν ζητητέον, ὅτι κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, πέμψας τὸν ἴδιον Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Θεὸν γὰρ ὄντα κατὰ φύσιν, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα καὶ τὸ ἄτρεπτον ἔχοντα φυσικῶς τῆς ἰδιότητος αὐτοῦ, διά τε τοῦτο μὴ εἰδότα παντελῶς τὸ διολισθεῖν εἰς ἁμαρτίαν, ἤγουν παρατρέπεσθαί ποι πρὸς τὸ μὴ ἔχον ὀρθῶς, εἰς τὴν ὑποπίπτουσαν τῇ σαρκὶ ἁμαρτίαν καταβῆναι παρεσκεύασεν ἐθελοντὶ, ἵνα ἰδίαν αὐτὴν ποιησάμενος σάρκα, πρὸς τὸ ἴδιον αὐτοῦ καὶ φυσικὸν μεταστήσῃ, τουτέστι, τὸ μὴ ἁμαρτάνειν. οὐ γὰρ δήπου διακεισόμεθα φρονοῦντες ὀρθῶς, ὅτι δὴ μόνῳ τῷ οἰκείῳ ναῷ τοῦτο κατορθώσων γέγονεν ἄνθρωπος ὁ Μονογενής· ποῦ γὰρ ἂν ὅλως ὁρῷτο τῆς ὡς ἡμᾶς ἀφίξεως τὸ μεγαλοπρεπὲς καὶ ὠφέλιμον, εἰ μόνον τὸ ἑαυτοῦ διεσώσατο σῶμα; πιστεύσομεν δὲ μᾶλλον, ὡς ὅλῃ τῇ φύσει δι᾽ ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ καθάπερ ἐν ἀπαρχῇ τῆς ἀνθρωπότητος περιποιήσων τὰ ἀγαθὰ, γέγονε καθ᾽ ἡμᾶς ὁ Μονογενής. ὥσπερ γὰρ οὐχὶ τῷ θανάτῳ μόνον, ἀλλ᾽ ὅλοις ἠκολουθήσαμεν τοῖς πάθεσι τῆς σαρκὸς, ἐν τῷ πρώτῳ τοῦτο παθόντες ἀνθρώπῳ, διά τε τὴν παράβασιν καὶ τὴν θείαν ἀράν· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἑψόμεθα σύμπαντες τῷ Χριστῷ διασώζοντι πολυτρόπως, καὶ ἁγιάζοντι τὴν τῆς σαρκὸς φύσιν ἐν ἑαυτῷ.

διὸ καὶ ὁ Παῦλος ἔφασκε “Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ ”χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” εἰκὼν γὰρ τοῦ χοϊκοῦ, τουτέστιν Ἀδὰμ, τὸ ἐν πάθεσι γενέσθαι καὶ φθορᾷ· εἰκὼν δὲ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἐν ἀπαθείᾳ γενέσθαι καὶ ἀφθαρσίᾳ. κατέκρινε τοίνυν τὴν ἁμαρτίαν ἐν τῇ ἰδίᾳ σαρκὶ Θεὸς ὑπάρχων κατὰ φύσιν ὁ Λόγος, ἀργεῖν ἐπιτάξας αὐτῇ, καὶ μεταῤῥυθμίσας μᾶλλον εἰς τὸ κινεῖσθαι πρὸς τὸ δοκοῦν τῷ Θεῷ, καὶ μὴ πρὸς τὸ ἴδιον ἔτι θέλημα· οὕτω τε ψυχικὸν ὑπάρχον τὸ σῶμα κατεσκεύασε πνευματικόν. εἷς μὲν οὖν τῆς ἀνακεφαλαιώσεως οὑτοσὶ τρόπος, ὁ δὲ καὶ μάλιστα πρέπων καὶ τῇ τῶν προκειμένων θεωρίᾳ χρεωστούμενος μετ᾽ ἐκεῖνον εἰσβήσεται· προκείσεται δὲ εἰπεῖν περὶ τῆς αἰωνίου ζωῆς, καὶ τῆς τοῦ θανάτου νεκρώσεως, ὅπως τε τῆς ἀνθρωπείας φύσεως τὴν ἐκ τῆς παραβάσεως φθορὰν ἀπέστησεν ὁ Μονογενής. οὐκοῦν “ἐπείπερ τὰ ”παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παρα- “πλησίως μετέσχε τῶν αὐτῶν,” ἵνα νεκρώσῃ τὸν θάνατον, καὶ ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα, καὶ σωτηρίους ἀποδείξας τὰς γενέσεις τοῦ κόσμου, κατὰ τὸ γεγραμμένον, μεταπλάσῃ πάλιν τῶν πραγμάτων τὸ σχῆμα πρὸς τὸ ἀρχαῖον.

Καί μοι πάλιν ὁ λόγος περιεργότερον μὲν ἤπερ ἐχρῆν, ἀναγκαίως δ᾽ οὖν ὅμως προβλήσεται, τὴν τῶν καθ᾽ ἡμᾶς ἀρχαιότητα παραδεικνύς. τὸ γὰρ οἶμαι περιδράττεσθαι τῶν θεωρημάτων ἐθέλειν ὀρθῶς, τῶν ἐξ ὄκνου πταισμάτων ἀμοιρήσει παντελῶς. πεποίηται τοίνυν τουτὶ τὸ λογικὸν ἐπὶ τῆς γῆς ζῷον, φημὶ δὴ τὸν ἄνθρωπον, ἐξ ἀρχῆς “κατ᾽ εἰκόνα ”τοῦ κτίσαντος” κατὰ τὰς γραφάς· καὶ διάφορος μὲν τῆς εἰκόνος ὁ λόγος. εἰκὼν γὰρ οὐ καθ᾽ ἕνα τρόπον, ἀλλὰ κατὰ πολλούς· μέρος γεμὴν τὸ τῶν ἄλλων μάλιστα διαφανέστατον τῆς πρὸς τὸν ποιήσαντα Θεὸν ἐμφερείας, τὸ ἄφθαρτον καὶ ἀνώλεθρον. ἀλλ᾽ οὐκ ἂν οἶμαί ποτε πρὸς τὸ οὕτως ἔχειν δύνασθαι τὸ ζῷον ἐξήρκεσεν ἑαυτῷ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· πῶς γὰρ ἂν ὁ ἀπὸ γῆς ἐν ἰδίᾳ φύσει τὸ τῆς ἀφθαρσίας ἐδείχθη ἔχων καύχημα, μὴ οὐχὶ παρὰ τοῦ κατὰ φύσιν ἀφθάρτου τε καὶ ἀνωλέθρου Θεοῦ καὶ ὡσαύτως ὄντως ἀεὶ, καθ᾽ ὁμοιότητα τῶν ἄλλων ἀγαθῶν καὶ τοῦτο πεπλουτηκώς; “Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;” εἰκότως γε σφόδρα καὶ ἀληθῶς πρὸς ἡμᾶς που φησὶν ὁ θεσπέσιος Παῦλος. ἵνα τοίνυν τὸ ἐκ τοῦ μὴ ὄντος παροισθὲν εἰς γένεσιν μὴ πρὸς τὴν οἰκείαν ὑπονοστῆσαν ἀρχὴν, πάλιν οἴχηται πρὸς τὸ μηδὲν, σώζηται δὲ μᾶλλον διηνεκῶς· οὗτος γὰρ ἦν ὁ τοῦ κτίσαντος σκοπός· μέτοχον αὐτὸν τῆς ἰδίας φύσεως ἀποτελεῖ Θεός. “

ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον ”αὐτοῦ πνοὴν ζωῆς,” τουτέστι, τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ γάρ ἐστιν αὐτὸς ἡ ζωὴ μετὰ Πατρὸς, συνέχων εἰς τὸ εἶναι τὰ πάντα. κινεῖται γὰρ ἐν αὐτῷ τε καὶ ζῇ τὰ ζωῆς δεκτικὰ, κατὰ τὴν τοῦ Παύλου φωνήν.

Καὶ μή τις ἡμῶν ἐπὶ τούτῳ ψευδῆ κατηχείτω λόγον, οἰηθεὶς εἰπεῖν τὸ θεῖον ἐμφύσημα γεγονέναι τῷ ζῴῳ ψυχήν· τοῦτο γὰρ οὐ φαμὲν, λογισμῷ τοσῷδε πρὸς τὴν τοῦ πράγματος ἀλήθειαν διακυβερνώμενοι. εἰ γὰρ οἴονταί τινες τὸ θεῖον ἐμφύσημα γενέσθαι ψυχὴν, λεγέτωσαν ἡμῖν, πότερόν ποτε παρετράπη τῆς ἰδίας φύσεως καὶ γέγονεν εἰς ψυχὴν, ἢ μεμένηκεν ἐν ταυτότητι τῇ ἑαυτοῦ. εἰ μὲν γὰρ ἐροῦσι μετατετράφθαι ποι καὶ τὸν τῆς ἰδίας φύσεως παρελάσαι θεσμὸν, δυσφημοῦντες ἁλώσονται· τρεπτὴν γὰρ εἶναι πάντως ἐροῦσι τὴν ἄτρεπτον καὶ ὡσαύτως ἔχουσαν ἀεὶ φύσιν· εἰ δὲ παρετράπη οὐδαμῶς, διαμεμένηκε δὲ τοῦθ᾽ ὅπερ ἦν ἀεὶ προελθὸν ἐκ Θεοῦ τὸ ἐμφύσημα αὐτοῦ, πῶς ἐξέστη πρὸς ἁμαρτίαν, καὶ τοσαύτης παθὼν διαφορᾶς γέγονε δεκτικόν; οὐ γὰρ δήπου φαῖεν ἂν, ὡς ἔνεστιν ὅλως τῇ θείᾳ φύσει τὸ δύνασθαι πλημμελεῖν.

ἀλλ᾽ ἵνα μὴ μακραῖς ἀποδείξεσιν ἐπὶ τούτῳ χρώμενοι τὸν τοῖς προκειμένοις χρεωστούμενον παρελάσωμεν λόγον, φημὶ δεῖν ἐκεῖνο πάλιν ἀναλαβόντας εἰπεῖν, ὡς οὐκ ἂν οἶμαί τις εὖ φρονῶν τὸ ἐκ τῆς θείας οὐσίας προελθὸν ἐμφύσημα, ψυχὴν οἴοιτο γενέσθαι τῷ ζῴῳ, ψυχωθέντι δὲ, μᾶλλον δὲ καὶ πρὸς ἰδιότητα τῆς τελείας φύσεως δι᾽ ἀμφοῖν ἀφιγμένῳ, ψυχῆς δὴ λέγω καὶ σώματος, καθάπερ τινὰ σφραγῖδα τῆς ἑαυτοῦ φύσεως ἐνέπηξεν ὁ Δημιουργὸς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι, τὴν πνοὴν τῆς ζωῆς, δι᾽ ἧς πρὸς τὸ ἀρχέτυπον διεπλάττετο κάλλος, ἀπετελεῖτο δὲ κατ᾽ εἰκόνα τοῦ κτίσαντος, πρὸς πᾶσαν ἰδέαν ἀρετῆς δυνάμει τοῦ ἐνοικισθέντος αὐτῷ διακρατούμενος Πνεύματος. ἐπειδὴ δὲ αὐτοπροαίρετος ὢν, καὶ τὰς τῶν ἰδίων θελημάτων πεπιστευμένος ἡνίας· μοῖρα γὰρ τῆς εἰκόνος καὶ αὐτὴ, κατεξουσιάζει γὰρ τῶν οἰκείων θελημάτων Θεός· ἐτράπη, καὶ πέπτωκε· τὸ δὲ ὅπως, ἡ θεία γραφὴ διδασκέτω, σαφὴς γὰρ ὁ περὶ τούτου παρ᾽ αὐτῇ λόγος· ἀνακεφαλαιώσασθαι πάλιν τὴν ἀνθρώπου φύσιν εἰς τὸ ἀρχαῖον ἐβουλεύσατό τε καὶ ἐπικεχείρηκεν ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ, καὶ θελήσας ἐξήνυσε. πῶς οὖν ἄρα γέγονεν, ἀκόλουθον κατιδεῖν· οὐκ ἦν ἑτέρως διαδρᾶναι τὸν θάνατον φύσεως ὄντα τῆς φθειρομένης τὸν ἄνθρωπον, εἰ μὴ τὴν ἀρχαίαν ἐκείνην ἀνεκομίσατο χάριν, καὶ μετέσχε πάλιν τοῦ τὰ πάντα πρὸς τὸ εἶναι συνέχοντος Θεοῦ καὶ ζωογονοῦντος δι᾽ Υἱοῦ ἐν Πνεύματι.

κεκοινώνηκε τοίνυν αἵματος καὶ σαρκὸς, τουτέστι, γέγονεν ἄνθρωπος, ζωὴ κατὰ φύσιν ὑπάρχων, καὶ ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἵνα τῇ φθειρομένῃ σαρκὶ κατά γε τὸν λόγον τῆς ἰδίας φύσεως, ἀῤῥήτως τε καὶ ἀφράστως καὶ ὡς αὐτὸς ἔγνωκε μόνος, ἑαυτὸν ἑνώσας πρὸς τὴν ἰδίαν αὐτοῦ ἀνακομίσῃ ζωὴν, καὶ μέτοχον ἀποδείξῃ δι᾽ ἑαυτοῦ τοῦ Θεοῦ καὶ Πατρός. μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὸ γεγραμμένον, τῷ μὲν Θεῷ καὶ Πατρὶ φυσικῶς ὡς Θεὸς καὶ ἐξ αὐτοῦ συναπτόμενος, ἀνθρώποις δὲ πάλιν ὡς ἄνθρωπος, καὶ ἔχων μὲν ἐν ἑαυτῷ τὸν Πατέρα καὶ ὢν αὐτὸς ἐν τῷ Πατρί· χαρακτὴρ γάρ ἐστι καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, οὐ διωρισμένος τῆς οὐσίας, ἧς ἐστι χαρακτὴρ καὶ ἐξ ἧς πρόεισιν, ὡς ἀπαύγασμα, ἀλλ᾽ ἐν αὐτῇ τε ὢν αὐτὸς, καὶ ἔχων αὐτὴν ἐν ἑαυτῷ· ἡμᾶς δὲ πάλιν ἔχων ἐν ἑαυτῷ, καθὸ τὴν ἡμετέραν πεφόρηκε φύσιν, καὶ σῶμα τοῦ Λόγου κεχρημάτικε τὸ ἡμέτερον σῶμα. σὰρξ γὰρ ὁ Λόγος ἐγένετο, κατὰ τὴν Ἰωάννου φωνήν. πεφόρηκε δὲ τὴν ἡμετέραν φύσιν, πρὸς τὴν ἰδίαν αὐτὴν ἀναπλάττων ζωήν. ἔστι δὲ καὶ αὐτὸς ἐν ἡμῖν· μέτοχοι γὰρ αὐτοῦ πάντες γεγόναμεν, καὶ αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς διὰ τοῦ Πνεύματος· διὰ γὰρ τοῦτο καὶ θείας φύσεως γεγόναμεν κοινωνοὶ καὶ υἱοὶ χρηματίζομεν, οὕτω καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς τὸν Πατέρα διὰ τοῦ Υἱοῦ.

καὶ μαρτυρήσει λέγων ὁ Παῦλος “Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέ- ”στειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρ- “δίας ὑμῶν κράζον Ἀββᾶ ὁ πατήρ.” οὐ γὰρ ἕτερόν τι παρὰ τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ταυτότητι λόγον, φημὶ δὴ τῇ φυσικῇ.

Οὕτω δὲ ἡμῖν τοῦ περὶ τούτων προκεχωρηκότος λόγου, φέρε τὴν τῶν προκειμένων παραθέντες διάνοιαν, ταῖς τοῦ Σωτῆρος φωναῖς αὐτὴν ἐφαρμόσωμεν Ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ γνώσεσθέ φησιν, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. ἐγὼ μὲν γὰρ ζῶ, φησὶ, ζωὴ γάρ εἰμι κατὰ φύσιν, καὶ ζῶντα τὸν ἐμαυτοῦ δέδειχα ναόν· ἀλλ᾽ ὅταν καὶ ὑμεῖς αὐτοὶ καίτοι φθαρτῆς ὄντες φύσεως, ζῶντας ἑαυτοὺς θεωρήσητε καθ᾽ ὁμοιότητα τὴν πρὸς μέ· τότε δὴ γνώσεσθε, καὶ μάλα σαφῶς, ὅτι ζωὴ κατὰ φύσιν ὑπάρχων, ὑπάρχοντι καὶ αὐτῷ ζωῇ κατὰ φύσιν τῷ Θεῷ καὶ Πατρὶ συνῆψα δι᾽ ἐμαυτοῦ, κοινωνοὺς ὥσπερ καὶ μετόχους ἀποτελῶν τῆς ἀφθαρσίας αὐτοῦ. ἐγὼ μὲν γὰρ φυσικῶς ἐν Πατρὶ, καρπὸς γάρ εἰμι τῆς οὐσίας αὐτοῦ καὶ γνήσιον γέννημα, ἐνυπάρχων τε καὶ ἐξ αὐτῆς πεφηνὼς ζωὴ ἐκ ζωῆς, ὑμεῖς δὲ ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν, καθὸ πέφηνα μὲν ἄνθρωπος ἐγὼ, κοινωνοὺς δὲ θείας φύσεως ἀπέδειξα τὸ Πνεῦμα τὸ ἐμὸν ἐνοικίσας ὑμῖν. ἐν ἡμῖν γάρ ἐστιν ὁ Χριστὸς διὰ τοῦ Πνεύματος, μετατρέπων εἰς ἀφθαρσίαν τὸ φθείρεσθαι πεφυκὸς, καὶ μετατιθεὶς ἐκ τοῦ καταθνήσκειν πρὸς τὸ μὴ οὕτως ἔχον. διὸ καὶ ὁ Παῦλός φησιν, ὅτι “ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ζωοποι- ”ήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος “αὐτοῦ Πνεύματος ἐν ὑμῖν.”

εἰ γὰρ καὶ πρόεισιν ἐκ Πατρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ᾽ ἔρχεται δι᾽ Υἱοῦ, καὶ ἴδιόν ἐστιν αὐτοῦ· πάντα γὰρ δι᾽ Υἱοῦ παρὰ Πατρός. ὅτι γὰρ διὰ τοῦ Πνεύματος εἰς ζωὴν ἀνεπλάσθημεν τὴν αἰώνιον, ὁ θεῖος ἡμῖν μελῳδὸς ἐπιμαρτυρήσει, βοῶν ὡς πρὸς τὸν τῶν ὅλων Θεόν “Ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσεται ”χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταρα- “χθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, ”καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ “Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον ”τῆς γῆς.” ἀκούεις ὅπως συνέταξεν ἡμῖν τὴν ἀνθρώπου φύσιν ἡ παράβασις ἡ ἐν Ἀδὰμ καὶ οἱονεὶ τῶν θείων ἐνταλμάτων ἡ ἀποστροφὴ, καὶ εἰς τὴν ἰδίαν γῆν ὑπονοστῆσαι παρεσκεύασεν; ὅτε δὲ ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ, καὶ μετόχους ἡμᾶς ἀπέδειξε τῆς ἰδίας φύσεως, καὶ δι᾽ αὐτοῦ ἀνεκαινίσθη τὸ πρόσωπον τῆς γῆς, μετεμορφώθημεν εἰς καινότητα ζωῆς, τὴν ἐκ τῆς ἁμαρτίας ἀποβαλόντες φθορὰν, καὶ τῆς αἰωνίου ζωῆς εἰσαῦθις ἐπιδραξάμενοι, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, Ἀμήν. <ΤΕΛΟΣ ΤΟΥ ΕΝΑΤΟΥ ΒΙΒΛΙΟΥ.>