Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Β'

Υπομνηματισμός της μαρτυρίας του Ιωάννη του Βαπτιστή, της κλήσης των πρώτων μαθητών και του θαύματος στην Κανά. Εξετάζεται η εκδίωξη των εμπόρων από τον ναό και αναλύεται η φυσική αγιότητα του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 13

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ᾽ οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ, προκειμένου ῥητοῦ Καὶ ἐμαρτύρησεν Ἰωάννης Ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ᾽ αὐτόν. β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ᾽ ἐπάνω πάντων, ὡς Θεὸς καὶ ἐκ Θεοῦ, προκειμένου ῥητοῦ Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, προκειμένου ῥητοῦ Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθὴς ἐστίν. δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ᾽ οὐσιωδῶς καὶ κατὰ φύσιν, προκειμένου ῥητοῦ Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρὸς, προκειμένου ῥητοῦ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν.

ϛ. Ὅτι οὐκ ἐλάττων ἢ κατὰ δύναμιν ἢ κατ᾽ ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ᾽ ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν· προκειμένου ῥητοῦ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων, οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν τῷ Υἱῷ, προκειμένου ῥητοῦ Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει τὴν πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν, προκειμένου ῥητοῦ Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. θ. Ὅτι κατ᾽ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ᾽ ἰσοσθενὴς κατ᾽ ἐνέργειαν τὴν ἐπὶ πᾶσίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ, προκειμένου ῥητοῦ Οὐ δύναμαι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν. ἘΝ ὀλίγῳ κομιδῇ τῷ καιρῷ προφήτης ὁμοῦ καὶ ἀπόστολος ὁ βαπτιστὴς ἀναδείκνυται· ὃν γὰρ ὡς ἥξοντα προεκήρυττε, τοῦτον ἤδη παρόντα δείκνυσι. διὰ τοῦτο καὶ τὸ προφητῶν ἀνεπήδησε μέτρον, ὡς αὐτός που φησὶν ὁ Σωτὴρ πρὸς Ἰουδαίους διαλεγόμενος περὶ αὐτοῦ “Τί ἐξήλθατε εἰς ”τὴν ἔρημον ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισ- “σότερον προφήτου.” οἱ μὲν γὰρ κατὰ καιροὺς ὅτι ἀναδειχθήσεται Χριστὸς προεφήτευον, ὁ δὲ ὡς ἥξει βοῶν καὶ παρόντα δέδειχε. τῇ γὰρ ἐπαύριόν φησι βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν. <Καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.> Οὐκέτι τό Ἑτοιμάσατε τὴν ὁδὸν καιρὸν ἔχει τὸν πρέποντα, λοιπὸν ὁρωμένου καὶ ὄντος ἐν ὀφθαλμοῖς τοῦ δι᾽ ὃν ἡ ἑτοιμασία γίνεται· ἑτέρων ἐδεῖτο λόγων ἡ τοῦ πράγματος φύσις. ἐχρῆν ἐξηγεῖσθαι τίς ὁ παρὼν, καὶ ἐπὶ τίσιν ἔχει τὴν κάθοδον ὁ πρὸς ἡμᾶς ἐξ οὐρανῶν ἀφιγμένος.

ἴδε τοίνυν φησὶν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὃν ὁ προφήτης ἡμῖν Ἡσαΐας κατεσήμαινε λέγων “Ὡς πρόβατον ”ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος “αὐτὸν ἄφωνος,” ὃν καὶ πάλαι, φησὶν, ὁ διὰ Μωυσέως ἀνετύπου νόμος· ἀλλὰ τότε μὲν ἔσωζε μερικῶς, οὐκ εἰς ἅπαντας ἐκτείνων τὸν ἔλεον· τύπος γὰρ ἦν καὶ σκιά· νυνὶ δὲ ὁ πάλαι δι᾽ αἰνιγμάτων ζωγραφούμενος, ὁ ἀληθινὸς ἀμνὸς, τὸ ἄμωμον ἱερεῖον, ὑπὲρ πάντων ἄγεται πρὸς σφαγὴν, ἵνα τοῦ κόσμου τὴν ἁμαρτίαν ἐλάσῃ, ἵνα τὸν τῆς οἰκουμένης ὀλοθρευτὴν ἀνατρέψῃ, ἵνα καταργήσῃ τὸν θάνατον ὑπὲρ πάντων ἀποθανὼν, ἵνα λύσῃ τὴν ἐφ᾽ ἡμῖν κατάραν, ἵνα παύσηται λοιπὸν τό “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” ἵνα γένηται δεύτερος Ἀδὰμ, οὐκ ἀπὸ γῆς, ἀλλ᾽ ἐξ οὐρανοῦ, καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει παντὸς ἀγαθοῦ, λύσις ἐπεισάκτου φθορᾶς, πρόξενος αἰωνίου ζωῆς, ἀναμορφώσεως τῆς εἰς Θεὸν ὑπόθεσις, εὐσεβείας καὶ δικαιοσύνης ἀρχὴ, ὁδὸς εἰς βασιλείαν οὐρανῶν· “εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν” ἀμνὸς, ὅλην ἀνασώζων τὴν ἐπὶ γῆς ἀγέλην τῷ Θεῷ καὶ Πατρὶ, εἷς ὑπὲρ πάντων, ἵνα πάντας ὑποτάξῃ Θεῷ, εἷς ὑπὲρ πάντων, ἵνα πάντας κερδάνῃ· ἵνα λοιπὸν οἱ πάντες “μηκέτι ”ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ” ἀναστάντι.

ἐπειδὴ γὰρ ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, διά τε τοῦτο χρεωστούμενοι θανάτῳ καὶ φθορᾷ, δέδωκεν ἀντίλυτρον ὑπὲρ ἡμῶν τὸν Υἱὸν ὁ Πατὴρ ἕνα ὑπὲρ πάντων, ἐπεὶ καὶ πάντα ἐν αὐτῷ, καὶ πάντων κρείττων ἐστίν· εἷς ἀπέθανεν ὑπὲρ πάντων, ἵνα οἱ πάντες ζήσωμεν ἐν αὐτῷ· καταπιὼν γὰρ ὁ θάνατος τὸν ὑπὲρ πάντων Ἀμνὸν, πάντας ἐξήμεσεν ἐν αὐτῷ τε καὶ σὺν αὐτῷ. οἱ γὰρ πάντες ἦμεν ἐν τῷ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ· καταργουμένης δὲ τῆς ἁμαρτίας, πῶς ἐνεδέχετο μὴ οὐχὶ πάντως καὶ τὸν ἐξ αὐτῆς καὶ δι᾽ αὐτὴν καταργηθῆναι θάνατον; ἀποθανούσης δὲ τῆς ῥίζης, πῶς ἂν ἔτι λοιπὸν ὁ ἐξ αὐτῆς ἐσώθη βλαστός; διὰ ποίαν αἰτίαν ἐμέλλομεν ἀποθνήσκειν ἔτι τῆς ἁμαρτίας ἀναιρουμένης; οὐκοῦν ἑορτάζοντες λέγομεν ἐπὶ τῇ σφαγῇ τοῦ Ἀμνοῦ τοῦ Θεοῦ “Ποῦ ἡ δίκη σου θάνατε; ”ποῦ τὸ κέντρον σου ᾅδη;” “Πᾶσα γὰρ ἀνομία,” καθάπερ ἔφη που ψάλλων ὁ μελῳδὸς, “ἐμφράξει τὸ στόμα αὐτῆς,” οὐκέτι κατηγορεῖν τῶν ἐξ ἀσθενείας ἡμαρτηκότων ἰσχύουσα. “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” “

Χριστὸς ἡμᾶς ”ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ “ἡμῶν κατάρα,” ἵνα ἡμεῖς τὴν ἐξ ἀνομίας ἀρὰν διαφύγωμεν. <Οὗτός ἐστι περὶ οὗ εἶπεν.> Εἰς ὑπόμνησιν ἄγει τῶν ἐξ αὐτοῦ λόγων τοὺς ἀκροωμένους, καὶ τὸ μεῖζον ἐν δόξῃ παραχωρεῖ τῷ Χριστῷ, οὐκ ἀγάπης, ἀληθείας δὲ μᾶλλον ἢ καὶ ἀνάγκης ἔργον ἀποπληρῶν· ὑποκείσεται γὰρ, κἂν μὴ βούληται, τῷ ποιητῇ τὸ ποίημα, τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ χορηγῷ τὸ χορηγούμενον. κατὰ τίνα δὲ τρόπον ὀπίσω μὲν ἦν Ἰωάννου Χριστὸς, ἔμπροσθεν δὲ γέγονεν, ὅτι πρῶτος ἦν, ὡς αὐτὸς ὁμολογεῖ, διὰ τῶν προλαβόντων ἀρκούντως εἰρήκαμεν. <Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.> Ὁ ἐν τῇ κοιλίᾳ τῆς νηδύος ἀνασκιρτήσας τῆς ἰδίας μητρὸς ἐπὶ τῇ φωνῇ τῆς ἁγίας παρθένου κυοφορούσης ἔτι τὸν Κύριον, ὁ πρὸ τῆς ὠδῖνος προφήτης, ὁ ἐν ἐμβρύῳ μαθητής Οὐκ ᾔδειν αὐτὸν περὶ τοῦ Σωτῆρός φησιν, ἀληθεύει δὲ λέγων· οὐ γὰρ ψεύδεται· πάντα μὲν γὰρ οἶδεν ἐξ ἑαυτοῦ καὶ ἀδιδάκτως Θεὸς, διδακτῶς δὲ ἡ κτίσις· ἐνοικοῦν δὲ τοῖς ἁγίοις τὸ Πνεῦμα, τὸ ἐνδέον ἀναπληροῖ, καὶ τὸ ἴδιον ἀγαθὸν τῇ ἀνθρώπου φύσει χαρίζεται, τὸ εἰδέναι φημὶ τὰ ἐσόμενα, καὶ τῶν κεκρυμμένων μυστηρίων τὴν γνῶσιν.

οὐκοῦν μὴ εἰδέναι λέγων τὸν Κύριον ὁ μακάριος βαπτιστὴς, διαψεύσεται μὲν οὐδαμῶς, κατά γε τὸ τῆς ἀνθρωπότητος ἴδιον καὶ τὸ πρέπον τῇ κτίσει μέτρον, ἀναθήσει δὲ μόνῳ τὸ πάντα εἰδέναι τῷ Θεῷ, τῷ διὰ Πνεύματος Ἁγίου πρὸς τὴν τῶν κεκρυμμένων κατάληψιν φωταγωγοῦντι τὸν ἄνθρωπον· χρησίμως δὲ λίαν οὐκ εἰδέναι μὲν ἐξ ἑαυτοῦ φησι τὸν Χριστὸν, ἐληλυθέναι γεμὴν διὰ τοῦτο κυρίως, ἵνα φανερὸν αὐτὸν καταστήσῃ τῷ Ἰσραὴλ, ἵνα μὴ αὐτόμολος ἐπὶ τὴν μαρτυρίαν φαίνηται δραμὼν, μηδὲ ἰδίων θελημάτων ὑπηρέτης νοῆται παρά τισιν, ἀλλὰ θείας μὲν οἰκονομίας ἐργάτης, βουλῆς δὲ τῆς ἄνωθεν ὑπουργὸς, ἀποκαλυπτούσης αὐτῷ τὸν Ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵνα τοίνυν εὐπετέστερον ἐπὶ τῷ πιστεύειν ἐπὶ τῷ Σωτῆρι Χριστῷ βαδίζοιεν Ἰουδαῖοι, καὶ ἀξιολογωτάτην ἔχωσι περὶ αὐτοῦ τὴν διάληψιν, ἐγνωκέναι φησὶν αὐτὸν οὐκ εἰδὼς, ἵνα λοιπὸν ἐννοῶσι τὸν ἀποκαλύψαντα Θεὸν, καὶ τὸ ἄνωθεν ἀποναρκήσαντες κρῖμα, παραδέξωνται τὸν λόγον τὸν περὶ αὐτοῦ, καὶ τὸν οἰκέτην ὁρῶντες ὄντα τοσοῦτον, ἀναλόγως τὸ τοῦ κρατοῦντος ἀναμετρῶσιν ἀξίωμα. τὸ γὰρ ἐληλυθέναι λέγειν, ἵνα φανερὸν αὐτὸν τῷ Ἰσραὴλ καταστήσῃ, πῶς οὐ πάντως τὴν οἰκέτῃ πρέπουσαν θεραπείαν σημαίνει;

ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ᾽ οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. <Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτὸν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεινός μοι εἶπεν Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.> ΟΥΚ εἰδέναι φήσας αὐτὸν ἐν τοῖς ἀνωτέρω, χρησίμως ἐπεξεργάζεται, καὶ τὸ θεῖον ἀπογυμνοῖ μυστήριον, καὶ τὸν αὐτῷ μηνύσαντα δεικνύων Πατέρα Θεὸν, καὶ τίς ὁ τῆς δείξεως γέγονε τρόπος, ἀναφανδὸν ἐξηγούμενος. ὠφελεῖ δὲ διὰ πάντων τῶν ἀκροωμένων τὸν νοῦν, καὶ δι᾽ ὧν ἐκ Θεοῦ πεπαιδεῦσθαί φησι τὸ περὶ Χριστοῦ μυστήριον τοῖς ἀνθρώποις, ταῖς ἄνωθεν ψήφοις πολεμοῦντας ἀποφαίνει τοὺς ἀνθεστηκότας αὐτῷ, καὶ ῥιψοκινδύνως τῇ μεγάλῃ τοῦ Πατρὸς ἀντιπράττοντας γνώμῃ. τοῦτο δὲ ἦν ἀναπείθοντος εὐφυῶς τῆς μὲν εἰκαίας αὐτῶν ἀποσχέσθαι βουλῆς, παραδέξασθαι δὲ τὸν εὐδοκίᾳ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν πάντων ἐπιδημήσαντα. μαρτυρεῖ τοιγαροῦν, ὅτι καὶ τὸ πνεῦμα θεάσοιτο καταβαῖνον ἐξ οὐρανοῦ, περιστερᾶς ἐν σχήματι, καὶ ὅτι μεμένηκεν ἐπ᾽ αὐτόν.

εἶτα πρὸς τούτῳ, καὶ αὐτήκοος γενέσθαι φησὶ τοῦ πεπομφότος αὐτὸν ἐπὶ τὸ βαπτίζειν ἐν ὕδατι, ὡς ἐκεῖνός ἐστιν ὁ ἐν Ἁγίῳ βαπτίζων Πνεύματι, ᾧπερ ἂν ἐπιφοιτῆσαν ἐναπομείνῃ τὸ Πνεῦμα. ἀξιοπιστότατος τοίνυν ὁ μάρτυς, ὑπερφυὲς τὸ σημεῖον, ἐπάνω πάντων ὁ δείξας Πατήρ.

Καὶ ταῦτα μὲν τῇδε. ἀνασκιρτήσει δὲ ἴσως ὁ φιλεγκλήμων αἱρετικὸς, καὶ πλατὺ γελάσας ἐρεῖ Τί πάλιν ἡμῖν, ὦ οὗτοι, καὶ πρὸς τοῦτό φατε, ἢ ποῖον ἐξυφανεῖτε λόγον κατασοφιζόμενοι τὸ γεγραμμένον; ἰδοὺ τὸ Πνεῦμα καταβαίνειν φησὶν ἐπὶ τὸν Υἱόν· ἰδοὺ καταχρίεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅπερ δὲ οὐκ ἔχει λαμβάνει δηλαδὴ, συνεπιμαρτυροῦντος τοῦ μελῳδοῦ καὶ λέγοντος, ὡς πρὸς αὐτόν “Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ”ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.” πῶς ἂν οὖν εἴη λοιπὸν ἐν ὁμοουσιότητι τοῦ τελείου Πατρὸς ὁ μὴ τοιοῦτος υἱὸς, καὶ διὰ τοῦτο χριόμενος; πρὸς δὴ τοῦτο φάναι δεῖν ὑπολαμβάνω τοῖς τὰ σεμνὰ τῆς Ἐκκλησίας ἀνατρέπουσι δόγματα, καὶ τὴν τῶν γεγραμμένων ὀρθότητα διαστρέφουσιν “Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν,” ἵνα δύνησθε τὸ λαμπρὸν τῆς ἀληθείας περιαθρήσαντες κάλλος, σὺν ἡμῖν ἀναβοῆσαι πρὸς τὸν Υἱόν “Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.” εἰ γὰρ ὅλως πιστεύεις Θεὸν εἶναι κατὰ φύσιν αὐτὸν, πῶς οὐκ ἂν ἔχοι τὸ τέλειον; ὥρα γὰρ ὑμᾶς καὶ εἰς αὐτὸν ἤδη δυσσεβεῖν τὸν Πατέρα· πόθεν γὰρ αὐτὸς, ὡς φῂς, ἐξ ἀνάγκης ἕξει τὴν τελειότητα; πῶς δὲ οὐχὶ πρὸς τὴν τοῦ γεννήματος ὕφεσιν τὴν ὡς καθ᾽ ὑμᾶς ἀτελῆ κατοισθήσεται, παραδεξαμένης ἅπαξ ἐν Υἱῷ τῆς θείας οὐσίας τὸ δύνασθαι μὴ ἔχειν τὸ τέλειον, κατά γε τὸν παρ᾽ ὑμῖν ἀμαθῆ καὶ ἀπαίδευτον λόγον;

οὐ γὰρ δήπου τὴν μεγάλην ἐκείνην καὶ ἀκήρατον φύσιν εἰς διαφόρους καταμεριοῦμεν λόγους, ὡς εἶναι μὲν ἐν τῷδε τυχὸν ἀτελῆ, τελείαν δὲ αὖ πάλιν ἐν ἐκείνῳ· ἐπεὶ καὶ ὁ τῆς ἀνθρωπότητος ὅρος εἷς κατὰ πάντων ἐστὶ καὶ ἴσος ἐν πᾶσιν ἡμῖν· ἔλαττον δὲ τίς ἄνθρωπος, καθὸ πέφυκεν ἄνθρωπος; ἀλλ᾽ οὐδὲ πλέον ἑτέρου καταληφθήσεται, ἀγγέλου δὲ οἶμαι διοίσει κατ᾽ οὐδὲν ἕτερος ἄγγελος, κατά γε τὸ εἶναι τοῦθ᾽ ὅπερ εἰσὶν ἄγγελοι, δηλαδὴ διὰ τῆς πρὸς ἀλλήλους ὁμοειδίας, εἰς μίαν ἅπαντες ἀναδεσμούμενοι φύσιν. πῶς ἂν οὖν ἡ θεία καὶ ἁπάντων ὑπερανίσχουσα φύσις ἐν ἐλάττοσι τῶν γενητῶν ἐν τοῖς καθ᾽ ἑαυτὴν ἀγαθοῖς ὀφθήσεται, ὑπομενεῖ δὲ πάθος, ὃ παθεῖν οὐκ οἶδεν ἡ κτίσις; πῶς δὲ ὅλως ἔσται καὶ ἁπλῆ καὶ ἀσύνθετος, εἴπερ ὂν ἐν αὐτῇ φανεῖται τὸ τέλειον καὶ τὸ ἀτελές; συγκείσεται γὰρ δι᾽ ἀμφοῖν, εἴπερ οὐχ ὅμοιον τῷ τελείῳ τὸ ἀτελές. εἰ μὲν γὰρ ὅμοιόν ἐστι καὶ τὸ διαλλάττον οὐδὲν ἐν αὐτοῖς, πᾶν ὅπερ ἂν εἴη τέλειον ἀδιαφόρως ἔσται καὶ ἀτελές· καὶ εἴ τι πάλιν ἀτελὲς, τοῦτο καὶ τέλειον, καὶ οὐδὲν ἐν Υἱῷ τὸ κατηγόρημα, κἂν ταῖς ὑμετέραις διανοίαις τὸ τέλειον ἔχων οὐ φαίνηται· ἀλλ᾽ οὐδὲ αὐτὸς ὁ Πατὴρ ὑπεραλεῖται τὸν Υἱὸν ἐπὶ τελειότητι μαρτυρούμενος, καὶ λέλυται πάλιν ἡμῖν τὸ ζητούμενον· εἰ δὲ πολὺς ἀποτειχίζει λόγος τοῦ τελείου τὸ ἀτελὲς, δέχεται δὲ καὶ ἡ θεία φύσις κατὰ ταὐτὸν ἀμφότερα, σύνθετος ἄρα καὶ οὐχ ἁπλῆ.

Ἀλλ᾽ ἐρεῖ τις τυχὸν, ὡς ἀσυμφυῆ τέ ἐστι καὶ ἀσυνύπαρκτα κατὰ ταὐτὸν ἐν ἑνὶ τῷ ὑποκειμένῳ τὰ ἐναντία, ὡς ἐν σώματι τυχὸν ὁμοῦ χρῶμα λευκὸν καὶ μέλαν. καλῶς γε, ὦ φίλος, καὶ μάλα γοργῶς τοῖς ἡμετέροις ἐπηγωνίσω λόγοις. εἰ γὰρ μία τις ἐστὶν ἡ θεία φύσις, καὶ παρ᾽ αὐτὴν οὐχ ἑτέρα, πῶς ἂν εἰπέ μοι τῶν ἐναντίων γένοιτο δεκτική; πῶς δὲ καθ᾽ ἕν τι τὸ ὑποκείμενον τὰ ἀλλήλοις ἀνόμοια συμβήσεται;

Θεοῦ δὲ ὄντος κατὰ φύσιν τοῦ Πατρὸς, Θεός ἐστι κατὰ φύσιν καὶ ὁ Υἱός. οὐδὲν ἄρα διοίσει, κατά γε τὸ εἶναι τέλειος, ὡς πρὸς τὸν Πατέρα, τῆς θείας αὐτοῦ καὶ τελειοτάτης οὐσίας ἐκπεφυκώς· ἢ γὰρ οὐκ ἀνάγκη τέλειον εἶναι πάντως τὸν ἐκ τελείου γεννήτορος, εἴπερ ἐστὶν αὐτοῦ καὶ ἀπαράλλακτος εἰκὼν “καὶ χαρακτὴρ τῆς ὑποστάσεως,” καθὰ γέγραπται; ἀλλ᾽ οἶμαι πᾶς τις ἡμῖν συνερεῖ καὶ συνθήσεται. ἢ λεγέτω πάλιν εἰς μέσον ἐλθὼν, κατὰ τίνα τρόπον τοῦ τελείου Πατρὸς ἀπαράλλακτος ἔσται χαρακτὴρ ὁ Υἱὸς, οὐκ ἔχων ἐν ἰδίᾳ φύσει τὸ εἶναι τέλειος, κατὰ τὴν τινῶν δυσβουλίαν. ἐπειδὴ δέ ἐστι καὶ χαρακτὴρ καὶ εἰκὼν, τέλειος ἄρα καὶ αὐτὸς, ὡς ἐκεῖνος οὗ καὶ ἔστιν εἰκών. ἀλλ᾽ εἶδε, φησὶν, ὁ Ἰωάννης ἐξ οὐρανοῦ τὸ Πνεῦμα καταβαῖνον ἐπὶ τὸν Υἱὸν, καὶ ἐπακτὸν ἔχει τὸν ἁγιασμὸν, δέχεται γὰρ ὡς οὐκ ἔχων δηλαδή· ὥρα δὴ οὖν ἀναφανδὸν ποίημα μὲν λέγειν αὐτὸν, ὀλίγῃ μόλις ὑπεροχῇ τιμώμενον, ἐν ἴσῃ δὲ τάξει τοῖς ἄλλοις τελειούμενόν τε καὶ ἁγιαζόμενον, καὶ ἐπίκτητον ἔχοντα τὴν τῶν ἀγαθῶν χορηγίαν. εἶτα πῶς οὐ διαψεύσεται λέγων ὁ Εὐαγγελιστής “Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;” πῶς γὰρ ἔσται πλήρης ἐν ἰδίᾳ φύσει λαμβάνων αὐτὸς παρ᾽ ἑτέρου; ἢ πῶς ἂν ὅλως νοοῖτο πατὴρ ὁ Θεὸς, εἴπερ ἐστὶ ποίημα καὶ οὐχὶ μᾶλλον Υἱὸς ὁ Μονογενής;

ψευδώνυμος γὰρ, ἂν οὕτως ἔχῃ, καὶ αὐτὸς ἔσται Πατὴρ, ἀλήθεια δὲ οὐδαμῶς ὁ Υἱὸς, νόθον ἔχων ἐφ᾽ ἑαυτῷ τὸ ἀξίωμα καὶ μέχρι γυμνῶν ῥημάτων τὴν προσηγορίαν. οἰχήσεται δὴ οὖν εἰς οὐδὲν τὸ σύμπαν ἡμῖν, οὔτε τοῦ Πατρὸς κατ᾽ ἀλήθειαν ὄντος πατρὸς, οὔτε μὴν τοῦ Υἱοῦ τοῦτο κατὰ φύσιν ὑπάρχοντος, ὅπερ εἶναι λέγεται· εἰ δὲ ἀληθῶς πατήρ ἐστιν ὁ Θεὸς, ἔχει δὴ πάντως, οὗ καὶ ἔστι πατὴρ, Υἱὸν δηλονότι τὸν ἐξ ἑαυτοῦ.

Εἶτα πῶς ἡ κατὰ φύσιν ἁγία θεότης ἁγιότητος ἔρημον τὸ ἐξ αὐτῆς ἀποτέξεται, καὶ γυμνὸν ἡμῖν τῶν αὐτῇ προσόντων ἰδιωμάτων τὸν οἰκεῖον ἀποδώσει καρπόν; εἰ γὰρ ἔχει τὸν ἁγιασμὸν ἐπακτὸν, ὡς ἐκεῖνοι ληροῦντές φασιν, ἀνάγκη δὴ πάλιν πᾶσα συνομολογεῖν καὶ οὐχ ἑκόντας αὐτοὺς, ὡς ἦν μὲν ἅγιος οὐκ ἀεί· γέγονε δὲ ὕστερον, ὅτε καὶ Τὸ Πνεῦμα καταβέβηκεν ἐπ᾽ αὐτὸν, ὡς ὁ Ἰωάννης φησί· πῶς οὖν ἅγιος ἦν καὶ πρὸ τῆς σαρκώσεως ὁ Υἱός; οὕτως γὰρ αὐτὸν ἐδοξολόγει τὰ Σεραφὶμ ἐπὶ τὸν τρίτον ἐφεξῆς ἀριθμὸν ἀπὸ τοῦ πρώτου, τό Ἅγιος στοιχηδὸν ἀναφέροντα. οὐκοῦν εἴπερ ἅγιος ἦν καὶ πρὸ τῆς ἐνανθρωπήσεως, μᾶλλον δὲ ὑπάρχων ἀεὶ μετὰ τοῦ Πατρὸς, πῶς ἐδεῖτο τοῦ ἁγιάζοντος, καὶ τοῦτο ἐν ὑστέροις καιροῖς, ὅτε γέγονεν ἄνθρωπος; θαυμάζω δὲ ὅπως αὐτοὺς κἀκεῖνο λανθάνει, καίτοι λίαν ὄντας φιλοζητητάς· ἢ γὰρ οὐκ ἀνάγκη νοεῖν, δύνασθαί ποτε τὸν Υἱὸν καὶ ἀποπτύσαι τὸν ἁγιασμὸν, εἴπερ οὐκ ἔστιν οὐσιώδης ἐν αὐτῷ, συνέβη δὲ ὥσπερ ἡμῖν καὶ ἑτέρῳ τινὶ τῶν λογικῶν κτισμάτων; τὸ δὲ ἁγιότητος ἐκπεσὸν, οὐχὶ δὴ πάντως ἔσται καὶ ὑπὸ τὰ τῆς ἁμαρτίας δεσμὰ, καὶ ὀκλάσει πρὸς τὸ χεῖρον, οὐκέτι διασῶζον τὸ φαυλότητος ἔξω γίνεσθαι ποιοῦν; οὐκοῦν οὐδὲ ἀναλλοίωτος ἡμῖν ὁ Υἱὸς εὑρεθήσεται, διαψεύσεται δὲ καὶ ὁ μελῳδὸς ἐν Πνεύματι “Σὺ δὲ ὁ αὐτὸς εἶ” βοῶν, ὡς πρὸς αὐτόν.

Πρὸς δέ γε τοῖς εἰρημένοις περιαθρείσθω καὶ τοῦτο, συγγενῆ τὴν θεωρίαν εἰσφέρον· τοῦ μετίσχοντος τὸ μετεχόμενον ἕτερόν τι κατὰ τὴν φύσιν ὑπάρχειν, ἁπαστισοῦν ἀναγκάσει λόγος. εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθὲς, διοίσει δὲ κατ᾽ οὐδένα τρόπον ἐκεῖνο πρὸς τοῦτο, καὶ ἔστι ταὐτὸν, ἑαυτοῦ μέτοχον ἔσται τὸ τινὸς μετέχον, ὅπερ ἐστὶ καὶ μόνον ἐννοεῖν ἀπίθανον. πῶς γὰρ ἄν τις ἑαυτοῦ νοοῖτο μετεσχηκώς; εἰ δὲ κεῖται πάντως ἐν ἑτερότητι φυσικῇ τῇ πρὸς ἄλληλα τὰ εἰρημένα, καὶ διατέμνει λόγος ἀναγκαῖος αὐτὰ, ὁράτωσαν οἱ ἐκ μετοχῆς τὸ Πνεῦμα διδόντες τῷ Μονογενεῖ, πρὸς ὅσην κατολισθαίνοντες ἀσέβειαν οὐκ αἰσθάνονται. εἰ γὰρ μέτοχός ἐστι τοῦ Πνεύματος ὁ Υἱὸς, ἅγιον δὲ τῇ φύσει τὸ Πνεῦμά ἐστιν, οὐκ ἔσται κατὰ φύσιν ἅγιος αὐτὸς, ἐδείχθη δὲ τοῦτο μόλις τῇ πρὸς ἕτερον συμπλοκῇ, πρὸς τὸ ἄμεινον ἢ ἐν οἷσπερ ἦν ἀρχῇ κατὰ χάριν μεταστοιχειούμενος. ἀλλ᾽ ὁράτω πάλιν ὁ θεομάχος, εἰς ὅσην αὐτῷ δυσσέβειαν καταστρέφει τὰ προβλήματα. πρῶτον μὲν γὰρ ἀλλοίωσίς τις καὶ τροπὴ, καθάπερ ἤδη προεῖπον, περὶ τὸν Υἱὸν εὑρεθήσεται, ἀλλοιωθεὶς δὲ καθ᾽ ὑμᾶς καὶ προκόψας ἐπὶ τὸ ἄμεινον, οὐχ ὅπως ἐλάττων ἐστὶ τοῦ Πατρὸς, ἀλλ᾽ ἤδη πως καὶ ἐν μείζοσι γεγονὼς δειχθήσεται· καὶ ὅπως, ἐροῦμεν, ἀπὸ τῆς θείας λαβόντες γραφῆς.

ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ που φησί “Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς, ὃ καὶ ἐν ”Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν “ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν ”δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ “σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν·” ὅτε τοίνυν καὶ πρὸ μὲν τῆς ἐνανθρωπήσεως ἦν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, κατὰ δὲ τὸν τῆς ἐνανθρωπήσεως χρόνον τὸ Πνεῦμα λαβὼν ἐξ οὐρανοῦ ἡγιάσθη κατ᾽ ἐκείνους, κρείττων τε ἅμα καὶ μείζων ἑαυτοῦ διὰ ταύτην ἀναπέφανται τὴν αἰτίαν, ὑπεραίρει δηλονότι λοιπὸν καὶ τὸ τοῦ γεννήσαντος μέτρον. καὶ εἰ τὸ Πνεῦμα λαβὼν εἰς τὸ ὑπερεπέκεινα τοῦ Πατρὸς ἀναβέβηκεν ἀξίωμα, κρεῖττον ἄρα ἐστὶ τὸ Πνεῦμα καὶ αὐτοῦ τοῦ Πατρὸς, τὴν κατ᾽ αὐτοῦ τῷ Υἱῷ χαριζόμενον ὑπεροχήν. τίς οὖν ἄρα καὶ πρὸς μόνην οὐκ ἀποφρίξει τὴν ἀκοήν; χαλεπὸν μὲν γὰρ ὄντως καὶ τὸ διὰ τῶν τοιούτων ἰέναι λόγων· ἔστι γεμὴν οὐχ ἑτέρως τὰ ἐκ τῆς ἐκείνων δυστροπίας ἀποκρούσασθαι βλάβη.

διὸ δὴ πάλιν ἐροῦμεν αὐτοῖς Εἰ ὅτε γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, τότε καὶ ἁγιάζεται τὸ Πνεῦμα λαβών· πρὸ δὲ τῆς ἐνανθρωπήσεως ἦν ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ Πατρὸς, οὔπω κατ᾽ ἐκείνους ἡγιασμένος, ὥρα λέγειν ἀποτολμήσαντας, ἅγιον οὐκ εἶναι τὸν Θεὸν καὶ Πατέρα, εἴπερ ὅλως ὁ σύμμορφός τε καὶ ἴσος αὐτῷ κατὰ πάντα Λόγος, ἅγιος οὐκ ἦν ἐν ἀρχῇ, ἐν ὑστέροις δὲ μόλις τοῦτο γέγονε καιροῖς. καὶ πάλιν, εἰ αὐτός ἐστι κυρίως ὁ τοῦ Θεοῦ Λόγος τὸ Πνεῦμα λαμβάνων, καὶ ἁγιαζόμενος ἐν ἰδίᾳ φύσει, λεγέτωσαν ἡμῖν οἱ δι᾽ ἐναντίας, πότερόν ποτε μείζων ἑαυτοῦ γέγονεν ἢ ἐλάττων, ἢ καὶ ἔμεινεν ἐν ταυτότητι τοῦτο παθών. εἰ μὲν γὰρ οὐδὲν ἐκ τοῦ Πνεύματος ἔχει τὸ πλέον, μένει δὲ οὕτω καθάπερ ἦν ὁ αὐτὸς, μὴ σκανδαλίζου μανθάνων, ὅτι καταβέβηκεν ἐπ᾽ αὐτόν. εἰ δὲ ἠδικήθη λαβὼν, καὶ γέγονεν ἐν ἐλάττοσι, παθητὸν ἡμῖν εἰσοίσεις τὸν Λόγον, καὶ κατηγορήσεις τῆς οὐσίας τοῦ Πατρὸς ἀδικοῦντος μᾶλλον ἢ ἁγιάζοντος. εἰ δὲ ἀμείνων ἐδείχθη τὸ Πνεῦμα λαβὼν, ἦν δὲ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς καὶ πρὶν αὐτὸν βελτιωθῆναι καθ᾽ ὑμᾶς, οὐκ εἰς ἀκρότητα δόξης ἀναβέβηκεν ὁ Πατὴρ, ἀλλ᾽ ἐν ἐκείνοις ἔσται τοῖς μέτροις, ἐν οἷσπερ ἦν σὺν αὐτῷ σύμμορφός τε καὶ ἴσος ὑπάρχων ὁ πρὸς τὸ μεῖζον ἀναπηδήσας Υἱός.

εὔκαιρον οὖν οἶμαι λέγειν ἐπὶ τοῖς ἀπαιδεύτοις αἱρετικοῖς “Ἰδοὺ λαὸς ”μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, “ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν·” ἀπετύφλωσε γὰρ ὄντως “ὁ θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ ”μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ “Χριστοῦ·” οἷς δὴ καὶ μᾶλλον ἐπαλγύνεσθαι δεῖν, οὐ χαλεπαίνειν ἄξιον. οὐ γὰρ ἴσασιν, ἃ ἀναγινώσκουσιν.

Ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἐντεῦθεν ἡμῖν ἔσται καταφανὲς, εἰ καὶ ὅτι μάλιστα διὰ τῶν ἤδη προγεγυμνασμένων οὐκ ἄκομψον ἐποιησάμεθα τὴν ἀπόδειξιν· αὐτὸ δὲ πάλιν ἡμῖν τὸ διὰ τῆς τοῦ Παύλου λεγόμενον φωνῆς παροισθήσεται “Τοῦτο φρονεῖτε, φησὶν, ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν ”Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν “ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν ”δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ “σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.” ἰδοὺ δὴ λίαν ἀποθαυμάζει τὸν Υἱὸν, ὡς ἴσον μὲν ὄντα καὶ σύμμορφον τῷ Θεῷ καὶ Πατρὶ, μὴ μὴν ἁρπάσαντα τοῦτο διὰ τὴν ἀγάπησιν τὴν εἰς ἡμᾶς, καταβεβηκότα δὲ εἰς ταπείνωσιν διὰ τῆς τοῦ δούλου μορφῆς, κεκενωμένον διὰ τὴν ἀνθρωπότητα. ἀλλ᾽ εἴπερ, ὦ οὗτοι, τὸ Πνεῦμα λαβὼν ἡγιάσθη μᾶλλον, ὅτε γέγονεν ἄνθρωπος, ἑαυτοῦ τε κρείττων ἐδείχθη διὰ τὸν ἁγιασμὸν, εἰς ποίαν αὐτὸν ὀψόμεθα καταβεβηκότα ταπείνωσιν; πῶς ἐταπεινώθη τὸ ὑψωθὲν, ποῦ κατέβη τὸ ἁγιασθὲν, ἢ πῶς οὐκ ἀνέβη μᾶλλον καὶ ἐπὶ τὸ κρεῖττον ὑψώθη; ποίαν ἔχει τὴν κένωσιν ἡ διὰ τοῦ Πνεύματος πλήρωσις; πῶς δ᾽ ἂν ὅλως δι᾽ ἡμᾶς ἐνανθρωπήσας νοοῖτο, τοσαύτην ἐν τοῖς καθ᾽ ἑαυτὸν ὑπομείνας τὴν ὄνησιν· πῶς “ἐπτώχευσε δι᾽ ἡμᾶς” ὁ πλούσιος, ὁ πλουτήσας δι᾽ ἡμᾶς; πῶς δὲ ἦν πλούσιος καὶ πρὸ τῆς ἐπιδημίας, ὁ λαβὼν ἐν αὐτῇ κατ᾽ ἐκείνους ὅπερ οὐκ εἶχε, τὸ Πνεῦμα δηλαδή;

ἢ πῶς οὐχὶ μᾶλλον αὐτὸς ἀναθήσοι δικαίως ἡμῖν τὰ ἐφ᾽ οἷς δι᾽ ἡμᾶς ὠφέληται χαριστήρια; “Ἐξέστη, κατὰ τὸ γεγραμμένον, ὁ ”οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει “Κύριος· δύο γὰρ καὶ πονηρὰ” ὄντως πεποίηκεν ὁ τῶν ἑτεροδοξούντων λαὸς, μὴ νοήσας “μήτε ἃ λέγει μήτε περὶ ”τίνων διαβεβαιοῦται,” καὶ κινδυνεύειν δὲ οὕτως ἐν τοῖς ἀναγκαιοτάτοις, οὐδὲν ἡγοῦνται βαρύ· ἢ γὰρ ἂν καὶ αὐτοὶ, πικρὸν ἐκ βλεφάρων καταχέοντες δάκρυον καὶ μεγάλην εἰς ὕψος ἀνατείνοντες τὴν φωνὴν, προσῄεσαν λέγοντες “Θοῦ ”Κύριε φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ “τὰ χείλη μου. μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους ”πονηρίας.” λόγοι γὰρ ὄντως πονηρίας οἱ παρ᾽ ἑαυτῶν τὴν ἐπὶ τοῖς ἐσχάτοις ζημίαν τοῖς ἀκροωμένοις ὠδίνοντες. ἡμεῖς δὲ τῆς ἑαυτῶν καρδίας τὸν ἐκείνων ἐξοικίσαντες λῆρον ἐπὶ τὸν ὀρθὸν τῆς πίστεως βαδιούμεθα λόγον, τὸ γεγραμμένον ἔχοντες εἰς νοῦν “Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ”ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτί- “ζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.” φέρε δὴ οὖν, καὶ τὸν ἐν τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν αἰχμαλωτίζοντες νοῦν, ὑποτάξωμεν τῇ δόξῃ τοῦ Μονογενοῦς, πάντα φέροντες συνετῶς εἰς τὴν ὑπακοὴν αὐτοῦ, τουτέστιν, εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως τρόπον. “Πλούσιος γὰρ ὢν, ἐπτώ- ”χευσε δι᾽ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.”

Δέχου δὲ, εἴ σοι δοκεῖ, καὶ διὰ τῶν προκειμένων ἡμῖν τὴν ἀπόδειξιν, ἀνεξίκακον τοῖς λόγοις ἁπλώσας τὴν ἀκοήν. κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν τοῦ ἐπὶ πάντας ὄντος Θεοῦ πεποιῆσθαι τὸν ἄνθρωπον ἡ θεία μαρτύρεται γραφή. καὶ γοῦν ὁ τὸ πρῶτον ἡμῖν συντάξας βιβλίον· Μωυσῆς δὲ οὗτος ὁ ἐγνωσμένος “παρὰ πάντας” τῷ Θεῷ· “Καὶ ἐποίησε, φησὶν, ”ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.”

ὅτι δὲ διὰ τοῦ Πνεύματος εἰς εἰκόνα τὴν θείαν κατεσφραγίζετο, πάλιν αὐτὸς ἡμᾶς ἐδίδαξεν εἰπών “Καὶ ἐνεφύσησεν εἰς ”τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς·” ὁμοῦ γὰρ καὶ ζωὴν ἐνετίθει τὸ Πνεῦμα τῷ πλάσματι, καὶ τοὺς ἑαυτοῦ χαρακτῆρας θεοπρεπῶς ἐνεσήμαινεν· οὕτω τὸ ἐπὶ γῆς λογικὸν ἐξαρτίσας ζῷον ὁ ἀριστοτέχνης Θεὸς, ἐντολὴν ἐδίδου τὴν σώζουσαν· καὶ ἦν ἐν τῷ παραδείσῳ, καθὰ γέγραπται, διαφυλάττων ἔτι τὸ δοθὲν, καὶ τῇ θείᾳ τοῦ πεποιηκότος διαπρεπὴς εἰκόνι διὰ τοῦ ἐνοικισθέντος Ἁγίου Πνεύματος· ἐπειδὴ δὲ ταῖς τοῦ διαβόλου παρατετραμμένος ἀπάταις κατεφρόνει τοῦ Δημιουργοῦ, καὶ νόμον τὸν ὁρισθέντα πατήσας ἐλύπει τὸν εὐεργέτην, τὴν αὐτῷ δοθεῖσαν ἀνεπράττετο χάριν, “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ” τότε πρῶτον ἀκούσας ὁ γεγονὼς εἰς ζωὴν, παρεχαράττετο δὲ ἤδη καὶ ἡ πρὸς Θεὸν ὁμοίωσις διὰ τῆς ἐπεισδραμούσης ἁμαρτίας, καὶ ἦσαν μὲν οὐκέτι λοιπὸν οἱ χαρακτῆρες λαμπροὶ, ἀμυδρότεροι δέ πως ἐν αὐτῷ καὶ ἐσκοτισμένοι διὰ τὴν παράβασιν. ἐπειδὴ δὲ εἰς πληθὺν ἀριθμοῦ κρείττονα τὸ ἀνθρώπινον ἐξετείνετο γένος, κατεκράτει δὲ πάντων ἡ ἁμαρτία, πολυτρόπως τὴν ἑκάστου ληϊζομένη ψυχὴν, ἀπεγυμνοῦτο μὲν χάριτος τῆς ἀρχαίας ἡ φύσις· ἀπανίσταται δὲ τὸ Πνεῦμα παντελῶς, καὶ πίπτει πρὸς τὴν ἐσχάτην ἀλογίαν ὁ λογικὸς, καὶ αὐτὸν ἀγνοήσας τὸν κτίσαντα.

ἀλλ᾽ ὁ πάντων Δημιουργὸς μακροὺς ἀνεξικακήσας χρόνους, ἐλεεῖ λοιπὸν κατεφθαρμένην τὴν οἰκουμένην, καὶ τὴν μὲν δραπετεύσασαν ἐπὶ γῆς ἀγέλην ταῖς ἄνω συνάπτειν ἀγαθὸς ὢν ἠπείγετο· μεταστοιχειοῦν δὲ πάλιν εἰς τὴν ἀρχαίαν εἰκόνα τὴν ἀνθρωπότητα διὰ τοῦ Πνεύματος ἐδοκίμαζεν. ἦν γὰρ οὐχ ἑτέρως τοὺς θείους ἀναλάμψαι χαρακτῆρας ἐν αὐτῇ, καθάπερ οὖν ἦσαν καὶ πρότερον.

Τί οὖν ἄρα πρὸς τοῦτο μηχανᾶται, πῶς δὲ ἄσυλον ἐν ἡμῖν ἐφύτευσε τὴν χάριν, ἢ πῶς ἐῤῥιζώθη πάλιν ἐν ἀνθρώποις τὸ Πνεῦμα, τίνα δὲ τρόπον ἡ φύσις ἀνεμορφώθη πρὸς τὸ ἀρχαῖον, ἀκόλουθον εἰπεῖν. ὁ πρῶτος ἄνθρωπος, χοϊκός τε ὑπάρχων καὶ ἀπὸ τῆς γῆς, καὶ ἐν ἰδίᾳ κειμένην ἔχων ἐξουσίᾳ τοῦ τε ἀγαθοῦ καὶ τοῦ φαύλου τὴν αἵρεσιν, ῥοπῆς γε τῆς ἐπ᾽ ἄμφω κύριος ὢν, πικρῷ συνηρπάσθη δόλῳ, καὶ ἀποκλίνας εἰς παρακοὴν, πίπτει μὲν εἰς τὴν ὅθεν ἐξέφυ μητέρα τὴν γῆν, φθορᾷ δὲ ἤδη καὶ θανάτῳ κρατούμενος, ὅλῳ παραπέμπει τῷ γένει τὴν ζημίαν· αὐξανομένου δὲ ἐν ἡμῖν καὶ πληθύνοντος τοῦ κακοῦ, καὶ πρὸς τὸ χεῖρον ἀεὶ καταβαινούσης τῆς ἐν ἡμῖν διανοίας, βεβασίλευκεν ἡ ἁμαρτία, γυμνή τε οὕτω λοιπὸν τοῦ ἐνοικισθέντος Ἁγίου Πνεύματος ἡ ἀνθρώπου φύσις ἀνεδείκνυτο. “Ἅγιον γὰρ πνεῦμα ”σοφίας φεύξεται δόλον, καθὰ γέγραπται, καὶ οὐ κατοικήσει “ἐν σώματι κατάχρεῳ ἁμαρτίας.” ἐπεὶ τοίνυν ὁ πρῶτος Ἀδὰμ τὴν παρὰ Θεοῦ δοθεῖσαν οὐ διέσωσε χάριν, ἐπενόησεν ἡμῖν ἐξ οὐρανοῦ τὸν δεύτερον Ἀδὰμ ὁ Θεὸς καὶ Πατήρ. πέμπει γὰρ εἰς ὁμοίωσιν τὴν πρὸς ἡμᾶς ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὄντα τῇ φύσει τὸν ἴδιον Υἱὸν, καὶ τὸ ἁμαρτάνειν οὐκ εἰδότα παντελῶς, ἵνα καθάπερ διὰ τῆς τοῦ πρώτου παρακοῆς ὑπὸ θείαν γεγόναμεν ὀργὴν, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ δευτέρου, καὶ τὴν ἀρὰν διαφύγωμεν καὶ τὰ ἐξ αὐτῆς ἀργήσῃ κακά.

ἐπειδὴ δὲ ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, δέχεται τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς, ὡς εἷς ἐξ ἡμῶν, οὐχ ἑαυτῷ τι λαμβάνων ἰδικῶς· αὐτὸς γὰρ ἦν ὁ τοῦ Πνεύματος χορηγός· ἀλλ᾽ ἵνα τῇ φύσει διασώσῃ λαβὼν, ὡς ἄνθρωπος, καὶ ῥιζώσῃ πάλιν ἐν ἡμῖν τὴν ἀποφοιτήσασαν χάριν ὁ μὴ εἰδὼς ἁμαρτίαν. διὰ ταύτην γὰρ οἶμαι τὴν αἰτίαν προστεθεικέναι χρησίμως τὸν ἅγιον βαπτιστὴν, ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ καὶ μένον ἐπ᾽ αὐτόν. ἀπέπτη μὲν γὰρ ἐξ ἡμῶν διὰ τὴν ἁμαρτίαν, γέγονε δὲ ὡς εἷς ἐξ ἡμῶν, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἵνα προσεθισθῇ τὸ Πνεῦμα μένειν ἐν ἡμῖν, ἀφορμὴν οὐκ ἔχον ἀναχωρήσεως ἢ ὑποστολῆς ἐν αὐτῷ.

Οὐκοῦν ἡμῖν δι᾽ ἑαυτοῦ λαμβάνει τὸ Πνεῦμα, καὶ ἀνανεοῖ τῇ φύσει τὸ ἀρχαῖον ἀγαθόν· οὕτω γὰρ καὶ πτωχεῦσαι λέγεται δι᾽ ἡμᾶς. πλούσιος γὰρ ὢν, ὡς Θεὸς, καὶ οὐδενὸς τῶν ἀγαθῶν ἐπιδεὴς, ἄνθρωπος γέγονε πάντων ἐπιδεὴς, πρὸς ὃν εἴρηταί που, καὶ σφόδρα καλῶς “Τί γὰρ ἔχεις ὃ οὐκ ”ἔλαβες;” ὥσπερ οὖν ζωὴ κατὰ φύσιν ὑπάρχων ἀπέθανε κατὰ σάρκα δι᾽ ἡμᾶς, ἵνα νικήσῃ τὸν θάνατον ὑπὲρ ἡμῶν, καὶ ὅλην ἑαυτῷ συναναστήσῃ τὴν φύσιν· πάντες γὰρ ἦμεν ἐν αὐτῷ, καθὸ γέγονεν ἄνθρωπος· οὕτω καὶ τὸ Πνεῦμα δέχεται δι᾽ ἡμᾶς, ἵνα πᾶσαν ἁγιάσῃ τὴν φύσιν. οὐ γὰρ ἑαυτὸν ὠφελήσων ἐλήλυθεν, ἀλλ᾽ ἵνα πᾶσιν ἡμῖν καὶ θύρα καὶ ἀρχὴ καὶ ὁδὸς γένηται τῶν οὐρανίων ἀγαθῶν. εἰ γὰρ μὴ ἔδοξε λαμβάνειν ὡς ἄνθρωπος, ἢ καὶ πάσχειν ὡς εἷς ἐξ ἡμῶν, πῶς ἂν ἔδειξέ τις ὅτι τεταπείνωκεν ἑαυτόν; ἢ πῶς ἂν ἐσώθη καλῶς ἡ τοῦ δούλου μορφὴ, εἰ μή τι καὶ δουλοπρεπὲς ἐγράφη περὶ αὐτοῦ; μὴ διασυρέσθω τοίνυν ὁ πάνσοφος τῆς οἰκονομίας λόγος, ὃν καὶ αὐτὸς ὁ θεσπέσιος Παῦλος εἰκότως ἀποθαυμάζει βοῶν “Ἵνα γνωρισθῇ νῦν ταῖς ”ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς “Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό- ”θεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ “Κυρίῳ ἡμῶν.” σοφία γὰρ ὄντως καὶ θεοπρεπὴς, τὸ μέγα τῆς ἐνανθρωπήσεως ὁρᾶται μυστήριον.

Τοιαύτην ἔχειν ἡμᾶς τὴν περὶ τοῦ Σωτῆρος διάληψιν χρῆναι δεῖν ὑπολαμβάνω τοὺς εὐσεβεῖν ἑλομένους, καὶ ἐπὶ τῇ τῶν δογμάτων ὀρθότητι χαίροντας· οὐ γὰρ δήπου πρὸς τοσαύτην ἀλογίαν καταβησόμεθα καὶ ἡμεῖς, ὡς οἴεσθαι μεθεκτὸν ἐν τῷ κατὰ φύσιν Υἱῷ τὸ Πνεῦμα ὑπάρχειν, καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς ἐμπεφυκὸς, ὥσπερ οὖν ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. ὥσπερ γὰρ τοῦ Πατρὸς, οὕτω δὴ καὶ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον· οὕτω καὶ ἀνέγνωμεν παρὰ ταῖς θείαις γραφαῖς “Ἐλθόντες γὰρ κατὰ τὴν Μυσίαν,” φησὶν, “ἐπείραζον εἰς τὴν Βιθυνίαν ἀπελθεῖν, καὶ οὐκ εἴασεν ”αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ.” Εἰ δέ τῳ δοκεῖ φιλονεικότερον τοῖς περὶ τούτων ἐνίστασθαι λόγοις, καὶ διισχυρίζεσθαι πάλιν, ὅτι κατὰ μέθεξιν ἐν τῷ Υἱῷ τὸ Πνεῦμά ἐστιν, ἢ καὶ τότε γέγονεν ἐν αὐτῷ, πρότερον οὐκ ἐνυπάρχον, ὅτε καὶ ἐβαπτίσθη, κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον, ὁράτω πάλιν ἡλίκοις τε καὶ ὅσοις περιπεσεῖται τοῖς ἀτοπήμασι. πρῶτον μὲν γὰρ, οὐκ ἐγηγέρθαι φησὶν ὁ Σωτὴρ “ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ ”βαπτιστοῦ” τὸν μείζονα· καὶ ἀληθὴς ὁ λόγος· ἀλλ᾽ ὁρῶμεν τὸν εἰς ἀκρότητα δόξης τε καὶ ἀρετῆς ἀναβεβηκότα τῆς ἐν ἡμῖν, ἀσυγκρίτοις ὑπεροχαῖς τιμῶντα Χριστόν· οὐκ εἰμὶ γὰρ, φησὶν, ἱκανὸς, ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.

εἶτα πῶς οὐκ ἄτοπον, μᾶλλον δὲ ἤδη καὶ ἀσεβὲς, Ἰωάννην μὲν “ἐκ κοιλίας ἔτι μητρὸς αὐτοῦ,” Πνεύματος ἀναπεπλῆσθαι τοῦ Ἁγίου πιστεύειν, διὰ τὸ οὕτω γεγράφθαι περὶ αὐτοῦ· τὸν δὲ τούτου, μᾶλλον δὲ ἁπάντων, Δεσπότην καὶ Κύριον τότε πρῶτον οἴεσθαι τὸ Πνεῦμα λαβεῖν, ὅτε καὶ ἐβαπτίζετο, καίτοι τοῦ ἁγίου λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν παρθένον “Πνεῦμα Ἅγιον ἐπελεύ- ”σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι, διὸ “καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ.” καὶ ὁράτω μοι πάλιν ὁ φιλομαθὴς, ὅσην ὁ λόγος ὠδίνει τὴν ἔννοιαν. περὶ μὲν γὰρ Ἰωάννου, φησὶν, ὅτι “Πνεύματος ”Ἁγίου πλησθήσεται·” δοτὸν γὰρ ἦν ἐν αὐτῷ καὶ οὐκ οὐσιῶδες τὸ Ἅγιον Πνεῦμα· περὶ δὲ τοῦ Σωτῆρος, οὐκέτι τό Πλησθήσεται λέγει· καλῶς γε σφόδρα νοῶν· ἀλλ᾽ ὅτι τὸ γεννώμενον ἅγιον, οὐδὲ τό Ἔσται προστεθεικὼς, ἦν γὰρ ἀεὶ τοῦτο κατὰ φύσιν ὡς Θεός.

Ἐπειδὴ δὲ οἶμαι προσήκειν πανταχόθεν ἡμᾶς θηρᾶσθαι τὸ ὠφελοῦν, παρενεχθείσης ἅπαξ τῆς τοῦ ἀρχαγγέλου φωνῆς, φέρε καὶ εἰς αὐτὴν ὀλίγα γυμνάσωμεν. “Πνεῦμα,” φησὶν, “Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ”ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται “Υἱὸς Θεοῦ.” λεγέτω τοίνυν ἡμῖν ὁ ἐκ πολλῆς ἀμαθίας τοῖς ὀρθοῖς τῆς Ἐκκλησίας ἀντιτείνων δόγμασι, πότερόν ποτε καὶ πρὸ τῆς ἐνανθρωπήσεως Υἱὸς ἦν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ ἐν μόνοις ὀνόμασιν εἶχε τὴν δόξαν, νόθος δὲ ἦν καὶ ψευδώνυμος. εἰ μὲν γὰρ ὅλως οὐκ εἶναί φησιν Υἱὸν, ἀρνήσεται τὸν Πατέρα· τίνος γὰρ ἔσται πατὴρ οὐκ ὄντος υἱοῦ; φρονήσει δὲ ἁπάσαις τὰ ἐναντία ταῖς θείαις γραφαῖς. εἰ δὲ Υἱὸν ὁμολογεῖ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τὸν Υἱὸν εἶναί τε καὶ λέγεσθαι, πῶς ἡμῖν ὁ ἀρχάγγελος τὸ τεχθήσεσθαι μέλλον διὰ τῆς ἁγίας παρθένου, κληθήσεσθαί φησιν Υἱὸν Θεοῦ, καίτοι τοῦτο καὶ πάλαι κατὰ φύσιν ὑπάρχοντα; ὥσπερ οὖν ἀϊδίως ὑπάρχων μετὰ Πατρὸς ὁ Υἱὸς, ὡς ἀρχὴν ἔχων τοῦ εἶναι, κατὰ τὸν τῆς σαρκώσεως χρόνον Υἱὸς ὁρίζεται Θεοῦ, διὰ τὸ πεφηνέναι μετὰ σώματος εἰς τὸν κόσμον· οὕτως ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὸ ἴδιον Πνεῦμα, λαμβάνειν ὡς ἄνθρωπος λέγεται, διασώζων τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν, καὶ σὺν αὐτῇ τὰ αὐτῇ πρέποντα δι᾽ ἡμᾶς οἰκειούμενος· πῶς δ᾽ ἂν καὶ ὅλως δίχα ποτὲ τοῦ ἰδίου Πνεύματος ὁ Λόγος νοοῖτο;

ἢ γὰρ οὐκ ἄτοπον ἀνθρώπου κεχωρίσθαι λέγειν τὸ πνεῦμα τὸ ἐν αὐτῷ, κατά τε τὸν τῆς φύσεως ὅρον καὶ εἰς ὁλόκληρον τοῦ ζῴου τὸν ἀπαρτισμόν; ἀλλ᾽ οἶμαι πᾶσιν ὑπάρχειν τοῦτο καταφανέστατον. τίνα δὴ οὖν τρόπον ἀπομεριοῦμεν τὸ Πνεῦμα τοῦ Υἱοῦ, τὸ οὕτως ἐμπεφυκὸς καὶ οὐσιωδῶς ἡνωμένον, δι᾽ αὐτοῦ τε προκύπτον, καὶ ὑπάρχον ἐν αὐτῷ φυσικῶς, ὡς μηδὲν ἕτερον εἶναι νομίζεσθαι παρ᾽ αὐτὸν, διά τε τὴν τῆς ἐνεργείας ταυτότητα καὶ αὐτὸ τὸ τῆς φύσεως ἀπαράλλακτον; ἄκουε δὴ τί φησιν ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς “Ἐὰν ἀγαπᾶτέ με, τὰς ”ἐντολὰς τὰς ἐμὰς τηρήσητε, κἀγὼ ἐρωτήσω τὸν Πατέρα, “καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀλη- ”θείας, ὃ ὁ κόσμος οὐ δύναται χωρεῖν.” ἰδοὺ διαῤῥήδην Πνεῦμα τῆς ἀληθείας τὸ Ἅγιον Πνεῦμά φησιν· ὅτι δὲ αὐτὸς, καὶ οὐχ ἕτερός τις ἐστι παρ᾽ αὐτὸν ἡ ἀλήθεια, πάλιν ἄκουε αὐτοῦ λέγοντος “Ἐγώ εἰμι ἡ ἀλήθεια.” ἀληθείας οὖν ὄντος τε καὶ κεκλημένου τοῦ κατὰ φύσιν Υἱοῦ, βλέπε πόσην ἔχει τὸ Πνεῦμα πρὸς αὐτὸν τὴν ἑνότητα. λέγει γάρ που περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰωάννης ὁ μαθητής “Οὗτός ἐστιν ὁ ἐλθὼν ”δι᾽ ὕδατος καὶ αἵματος καὶ πνεύματος, Ἰησοῦς Χριστός· “οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι· ”καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ “ἀλήθεια.”

διάτοι τοῦτο, καὶ ἐνοικοῦντος ἡμῖν τοῦ Ἁγίου “Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον,” κατοικεῖν αὐτὸς λέγεται Χριστὸς, καὶ οὕτως ἔχει τὸ πρᾶγμα τῇ φύσει. καὶ γοῦν ὁ μακάριος Παῦλος σαφέστατα τοῦτο διδάσκων φησίν “Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾽ ἐν πνεύματι, εἴπερ ”πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ “ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν ”σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο- “σύνην.” ὀξεῖαν ὦ οὗτος τοῖς εἰρημένοις ὑπόσχες τὴν ἀκοήν. Πνεῦμα Χριστοῦ τὸ κατοικοῦν ἐν ἡμῖν ὀνομάσας, ἐπήγαγεν εὐθύς Εἰ δὲ ὁ Χριστὸς ἐν ὑμῖν, ἀπαράλλακτον εἰσφέρων τὴν ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ παρ᾽ αὐτοῦ κατὰ φύσιν προχεόμενον Πνεῦμα. διάτοι τοῦτο καὶ “πνεῦμα υἱοθεσίας” λέγεται, καὶ ἐν αὐτῷ “κράζομεν ”Ἀββᾶ ὁ πατήρ,” καὶ ὡς ὁ μακάριός που φησὶν Ἰωάννης “Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ ”Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.” Οἶμαι μὲν οὖν ἐξαρκέσειν καὶ ταῦτα πρὸς τὸ δύνασθαι τὰ τῆς Ἐκκλησίας τέκνα τὰ τῶν ἑτεροδοξούντων ἀποκρούσασθαι βλάβη· εἰ δέ τις ἀκράτῳ τῆς ἀμαθίας βεβάπτισται μέθῃ, τότε δὲ πρῶτον τὸ Πνεῦμα λαβεῖν οἴεται τὸν Υἱὸν, ὅτε γέγονεν ἄνθρωπος· ἀποδεικνύτω πρὸ τῆς ἐνανθρωπήσεως ἅγιον οὐκ ὄντα τὸν τοῦ Θεοῦ Λόγον, καὶ ἡμεῖς σιωπήσομεν.

Ἀποθαυμάσαι δ᾽ ἄν τις καὶ λίαν εἰκότως τὸν ἅγιον Εὐαγγελιστὴν τὰ τῇ θείᾳ πρέποντα φύσει μετὰ πολλῆς τινος τῆς ἐπιτηρήσεως πανταχῆ διασώζοντα. ἐπειδὴ γὰρ ἔφη πρὸ τούτων ὅτι “Θεὸν οὐδεὶς ἑώρακε πώποτε,” τεθεᾶσθαι δὲ νυνὶ τὸ Πνεῦμά φησι τὸν μακάριον βαπτιστὴν, καταβαῖνον ἐπὶ τὸν Υἱὸν ἐξ οὐρανοῦ, προστίθησιν ἀναγκαίως Ὅτι τεθέαμαι τὸ Πνεῦμα, πλὴν ἐν εἴδει περιστερᾶς, οὐκ αὐτὸ δὲ κατὰ φύσιν ὅπερ ὑπάρχει γυμνὸν, ἀλλ᾽ ἐν τῷ πρᾳοτάτῳ σχηματιζόμενον ζῴῳ· ἵνα φαίνηται πάλιν καὶ διὰ τούτου οἰκειότητα καὶ ὁμοίωσιν διασῶζον φυσικὴν πρὸς τὸν Υἱὸν τὸν λέγοντα “Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.” οὐκοῦν οὐκ ἀποπεσεῖται τοῦ εἶναι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα· τετήρηται γὰρ αὐτῷ τὸ μὴ τεθεᾶσθαι πώποτε, πλὴν ὅσον ἐν τῷ τῆς περιστερᾶς σχηματισμῷ, διὰ τὴν τοῦ μανθάνοντος χρείαν. ὡς γὰρ ἐν σημείου καὶ γνωρίσματος τάξει δεδόσθαι φησὶν ἑαυτῷ τὴν τοῦ Πνεύματος κάθοδον ὁ μακάριος βαπτιστὴς, ταῖς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαις ἐπενεγκὼν ὅτι ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν Ἐφ᾽ ὃν ἂν ἴδης τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.

ἐφ᾽ ᾧ δὴ καὶ μάλιστα διαγελᾶν οἶμαι πρέπειν τοὺς ἀνοήτους αἱρετικοὺς, τὸ ἐν τάξει σημείου τεθὲν, εἰς ἀλήθειαν πράγματος ἐκλαμβάνοντας, εἰ καὶ γέγονεν οἰκονομικῶς, καθάπερ ἤδη προείρηται, διὰ τὴν τὴς ἀνθρωπότητος χρείαν. <Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.> Ἀσφαλὴς ὁ μάρτυς, ὅπερ ὄντως τεθέαται, τοῦτο καὶ λαλῶν. οὐκ ἀγνοεῖ γὰρ ἴσως τὸ γεγραμμένον “Ἃ εἶδον οἱ ”ὀφθαλμοί σου λέγε.” εἶδον οὖν, φησὶ, τὸ σημεῖον, καὶ συνῆκα τὸ δι᾽ αὐτοῦ σημαινόμενον· μαρτυρῶ ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ διὰ νόμου μὲν τοῦ διὰ Μωυσέως ἀναβοώμενος, διὰ δὲ φωνῆς τῶν ἁγίων προφητῶν κηρυττόμενος· δοκεῖ δέ μοι πάλιν ὁ μακάριος Εὐαγγελιστὴς μετὰ πολλῆς τινος τῆς ἀσφαλείας εἰπεῖν Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, τουτέστιν, ὁ εἷς καὶ μόνος κατὰ φύσιν, ὁ τῆς τοῦ γεννήσαντος ἰδιότητος κληρονόμος, πρὸς ὃν καὶ ἡμεῖς οἱ κατὰ θέσιν μορφούμεθα καὶ δι᾽ οὗ πρὸς τὸ τῆς υἱοθεσίας ἀξίωμα κατὰ χάριν κεκλήμεθα.

ὡς γὰρ ἐκ Θεοῦ καὶ Πατρὸς “πᾶσα ”πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται,” διὰ τὸ αὐτὸν εἶναι κυρίως καὶ πρῶτον καὶ ἀληθῶς Πατέρα, οὕτω καὶ πᾶσα υἱότης ἐκ τοῦ Υἱοῦ, διὰ τὸ αὐτὸν εἶναι κυρίως καὶ μόνον ἀληθῶς Υἱὸν, οὐ νόθον οὐδὲ ψευδώνυμον, ἀλλ᾽ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς οὐ κατὰ ἀποκοπὴν, ἢ ῥεῦσιν, ἢ μερισμὸν, ἢ τομήν· ἀπαθὴς γὰρ ἡ θεία φύσις παντελῶς· ἀλλ᾽ ὡς ἕνα ἐξ ἑνὸς, ἀεὶ συνυπάρχοντα καὶ συναΐδιον καὶ ἐμπεφυκότα τῷ γεννήσαντι, ἐν αὐτῷ τε ὄντα, καὶ ἐξ αὐτοῦ προελθόντα ἀμερίστως καὶ ἀδιαστάτως, ἐπεὶ μηδὲ κατὰ σῶμα τὸ θεῖον, μήτε τόπῳ περιληπτὸν, ἢ διαστηματικὰς τὰς μεταβάσεις ποιεῖσθαι πεφυκὸς, ἀλλ᾽ ὡς πρόεισιν ἐκ πυρὸς ἡ ἐνοῦσα θερμότης αὐτῷ, δοκοῦσα μέν πως αὐτοῦ ταῖς ἐπινοίαις μερίζεσθαι, καὶ ἕτερόν τι παρ᾽ αὐτὸ ὑπάρχειν, ἐξ αὐτοῦ δὲ οὖσα καὶ ἐν αὐτῷ κατὰ φύσιν, καὶ ἐξ αὐτοῦ προϊοῦσα μετὰ τοῦ μηδὲν ἀδικεῖν κατά γε τὸν ἀποκοπῆς ἤτοι μερισμοῦ καὶ ῥεύσεως λόγον· ὅλη γὰρ ἐν ὅλῳ τῷ πυρὶ σώζεται· οὕτω νοήσομεν καὶ ἐπὶ τοῦ θείου γεννήματος θεοπρεπεστάτην ἐπ᾽ αὐτῷ τὴν θεωρίαν λαμβάνοντες· καὶ Υἱὸν μὲν ἰδίως ὑφεστάναι πιστεύοντες, οὐ μὴν ἔξω τιθέντες αὐτὸν τῆς μιᾶς καὶ ἀφράστου θεότητος, οὐδὲ τοῦ Πατρὸς ἑτεροούσιον εἶναι λέγοντες. ἢ γὰρ ἂν Υἱὸς οὐκέτ᾽ ἂν νοοῖτο δικαίως, ἀλλ᾽ ἕτερόν τι παρὰ τοῦτο, καὶ πρόσφατος ἡμῖν ἀνατελεῖ θεὸς, ἕτερος ὑπάρχων παρὰ τὸν ὄντα καὶ μόνον.

τὸ γὰρ οὐκ ὂν ὁμοούσιον τῷ κατὰ φύσιν Θεῷ, πῶς οὐ πάντως ἀποπεσεῖται τοῦ εἶναι Θεὸς ἀληθινός; ἐπειδὴ δὲ ἀξιόχρεώς τε καὶ ἀξιολογώτατος ὁ μακάριος βαπτιστὴς, μαρτυρεῖ δὲ ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· Θεὸν εἶναι πάντως ἀληθινὸν ὁμολογήσομεν τὸν Υἱὸν καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ τῆς υἱότητος ὄνομα, καὶ ἕτερον οὐδέν. <Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.> Φθάσας ἤδη προέδειξεν αὐτὸν ὁ μακάριος βαπτιστής· ἀλλ᾽ ἰδοὺ καὶ αὖθις τὸν αὐτὸν ἀνακυκλήσας λόγον, ἐπιδεικνύει τοῖς ἑαυτοῦ μαθηταῖς τὸν Ἰησοῦν, καὶ ἀμνὸν ὀνομάζει Θεοῦ καὶ τὴν τοῦ κόσμου φησὶν αἴρειν ἁμαρτίαν, μονονουχὶ πρὸς ὑπόμνησιν ἄγων τοὺς ἀκροωμένους τοῦ ἐν προφήταις λέγοντος “Ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, ”καὶ οὐ μὴ μνησθήσομαι.” ἐπαναλαβὼν δὲ οὐ μάτην ὁ βαπτιστὴς τὴν αὐτὴν ποιεῖται περὶ τοῦ Σωτῆρος ἐξήγησιν. ἀρετῆς γάρ ἐστιν ἔργον διδασκαλικῆς τὸν οὔπω παραδεχθέντα λόγον, ταῖς τῶν μαθητευομένων ἐγκαθειργνύναι ψυχαῖς, οὐκ ὀκνούσης πρὸς ἐπανάληψιν, ἀνεξικακούσης δὲ μᾶλλον ἐπ᾽ ὠφελείᾳ τῶν παιδευομένων.

διὰ γάρ τοι τοῦτο καὶ ὁ μακάριος Παῦλός φησι “Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ ”μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.” <Ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.> Ὁρᾷς τῇ διδασκαλίᾳ γείτονα τὸν ἐξ αὐτῆς ἀναδοθέντα καρπόν; ὁρᾷς ὅσον τῆς ἐπαναλήψεως εὑρέθη τὸ κέρδος; μανθανέτω τοιγαροῦν διὰ τούτων ὁ διδάσκειν πεπιστευμένος, ὄκνου μὲν ἀμείνων ὁρᾶσθαι παντὸς, ἑαυτῷ δὲ πλέον ἤπερ τοῖς ἀκροωμένοις ἐπιζήμιον ἡγεῖσθαι τὴν σιωπὴν, καὶ μὴ εἰς ἀργίαν μὲν ἀδρανῆ, καθάπερ εἰς γῆν, τὸ δεσποτικὸν ἀντορύττειν τάλαντον, διανέμειν δὲ μᾶλλον “τοῖς τραπεζίταις τὸ ”ἀργύριον·” κομιεῖται γὰρ ὁ Σωτὴρ τὸ ἑαυτοῦ σὺν τόκῳ, καὶ καθάπερ τινὰ σπόρον ζωογονήσει τὸν ἐγκαταβληθέντα λόγον. ἔχεις ἐν τούτοις εὐφυεστάτην τῶν εἰρημένων ἀπόδειξιν. οὐ γὰρ ὀκνήσας ὁ βαπτιστὴς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεῖξαι τὸν Κύριον, καὶ εἰς δεύτερον εἰπεῖν “Ἴδε ὁ ἀμνὸς ”τοῦ Θεοῦ,” τοσοῦτον αὐτοὺς ὠφελήσας ὁρᾶται, ὡς καὶ ὑποπεῖσαι λοιπὸν ἀκολουθεῖν, καὶ ἤδη τῆς ὑπ᾽ αὐτῷ μαθητείας ἐρᾶν. <Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε;> Ἐπιστρέφεται χρησίμως πρὸς τοὺς ἀκολουθοῦντας ὁ Κύριος ἵνα ἔργῳ μάθοις τὸ μελῳδούμενον “Ἐξεζήτησα τὸν ”Κύριον καὶ προσέσχε μοι.”

ἕως μὲν γὰρ οὔπω διὰ τρόπων ἀγαθῶν καὶ τῆς ἐν τῷ πιστεύειν ὀρθότητος ἐπιζητοῦμεν τὸν Θεὸν, ἐκ προσώπου τρόπον τινὰ κατόπιν κείμεθα· ἐπὰν δὲ τὸν θεῖον αὐτοῦ διψήσαντες νόμον, τὴν ἁγίαν καὶ ἐξαίρετον τῆς δικαιοσύνης ἰχνηλατῶμεν ὁδὸν, τότε δὴ πάντως ἡμᾶς ἐπισκέψεται τὸ γεγραμμένον ἐκεῖνο βοῶν “Ἐπιστρέψατε ”πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος “παντοκράτωρ.” τί δὲ ζητεῖτέ φησι πρὸς αὐτούς· οὐκ ἀγνοήσας, πόθεν;

πάντα γὰρ οἶδεν ὡς Θεός· ἀρχὴν δὲ καὶ ῥίζαν ταῖς διαλέξεσι τιθεὶς τὴν ἐρώτησιν. <Οἱ δὲ εἶπον αὐτῷ Ῥαββὶ, ποῦ μένεις;> Εὐπαιδεύτως ὑπαντῶσιν οἱ διερωτώμενοι· διδάσκαλον γὰρ ἤδη καλοῦσι, τὸ βούλεσθαί τι μαθεῖν διὰ τούτου σαφῶς διερμηνεύοντες· εἶτα τὴν ἑστίαν ἀξιοῦσι μαθεῖν, ὡς ἐν αὐτῇ τὴν χρείαν ἐροῦντες εὐκαίρως· οὐ γὰρ δήπου, κατὰ τὸ εἰκὸς, τὸν ἐπὶ τοῖς ἀναγκαίοις λόγον, ὁδοῦ πάρεργον ποιεῖσθαι δεῖν ἐδοκίμαζον· ἔσται δὲ πάλιν ἡμῖν εἰς τύπον ἐπωφελῆ τὸ λεγόμενον. <Λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε.> Οὐ σημαίνει τὴν οἰκίαν, καίτοι τοῦτο ποιεῖν ἐξαιτούμενος, ἰέναι δὲ μᾶλλον εἰς αὐτὴν παραχρῆμα κελεύει· πρῶτον μὲν ἐκεῖνο διδάσκων, ὡς ἐν ὑπογραμμῷ τῷ πράγματι, ὅτι τῶν ἀγαθῶν τὴν ζήτησιν, οὐκ εἰς ὑπερθέσεις ἀναῤῥιπτεῖσθαι καλόν· τὸ γὰρ μέλλειν ὅλως ἐν τοῖς ὠφελεῖν πεφυκόσιν ἐπιζήμιον· εἶτα πρὸς τούτῳ καὶ τόδε, ὅτι τοῖς ἀγνοοῦσιν ἔτι τὸν ἅγιον οἶκον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τουτέστι τὴν Ἐκκλησίαν, οὐ τὸ ὅποι ποτὲ κεῖται μαθεῖν ἀρκέσει πρὸς σωτηρίαν, ἀλλὰ τὸ ἐλθεῖν εἰς αὐτὸν διὰ τῆς πίστεως, ἰδεῖν τε τὰ ἐν αὐτῷ μυστικῶς δηλονότι τελούμενα. <Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.> Εὐπαρέδρως οἱ μαθηταὶ τὴν τῶν θείων μυστηρίων ἐπαιδεύοντο γνῶσιν· οὐ γὰρ οἶμαι πρέπειν ἁψίκορον τοῖς φιλομαθέσιν ἐνυπάρχειν διάνοιαν, φιλοπονωτάτην δὲ μᾶλλον, καὶ τῆς ἐν ἱδρῶσιν ἀγαθοῖς μικροψυχίας κρείττονα, ὡς εἰς ἅπαντα τῆς ζωῆς τὸν καιρὸν ἐν ὁλοκλήρῳ τῇ προθυμίᾳ φαίνεσθαι διαπρέποντα· τοῦτο γὰρ ὡς δι᾽ αἰνίγματος οἶμαι δηλοῦν τό Παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.

ἐπειδὴ δέ φησιν Ὥρα ἦν ὡς δεκάτη, καὶ πρὸς αὐτὸ τοῦτο λέγομεν τὸν ἑκάστῳ χρήσιμόν τε καὶ οἰκεῖον ἐφαρμόζοντες λόγον, ὅτι πάλιν ἡμᾶς διὰ τῆς οὕτω λεπτῆς ἐπιχειρήσεως ἐκδιδάσκει τῆς θεολογίας ὁ συγγραφεὺς, ὡς οὐκ ἐν ἀρχῇ τοῦ παρόντος αἰῶνος τὸ μέγα τοῦ Σωτῆρος ἡμῶν ἐγνωρίσθη μυστήριον, ἀλλ᾽ εἰς τέλος ἤδη καταλύοντος τοῦ καιροῦ· ἐπ᾽ ἐσχάτων γὰρ, ὡς γέγραπται, τῶν ἡμερῶν διδακτοὶ πάντες ἀναδεδείγμεθα Θεοῦ. δέχου δέ μοι πάλιν τῶν εἰρημένων εἰκόνα περὶ τὴν δεκάτην ὥραν, προσεδρεύοντας τῷ Σωτῆρι τοὺς μαθητὰς, οὓς καὶ καταλύσαντας ἅπαξ προσμεμενηκέναι φησὶν ὁ ἅγιος Εὐαγγελιστής· ἵνα πάλιν μανθάνωσιν οἱ διὰ τῆς πίστεως εἰς τὸν θεῖον εἰσελαύνοντες οἶκον καὶ αὐτῷ προστρέχοντες τῷ Χριστῷ, ὅτι χρὴ προσμένειν αὐτῷ, καὶ μὴ πάλιν ἀλλοτριοῦσθαι φιλεῖν, ἢ πρὸς ἁμαρτίαν ἐκβαίνοντας ἢ παλινδρομοῦντας εἰς ἀπιστίαν. <Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.> Οἱ λαβόντες ἄρτι τὸ τάλαντον, εὐθὺς τοῦ ταλάντου τὴν ἐργασίαν ἐπάγονται, καὶ τῷ δεσπότῃ προσάγουσι.

τοιαῦται γὰρ ὄντως αἱ φιλήκοοί τε καὶ εὐμαθεῖς ὁρῶνται ψυχαὶ, οὐ μακρῶν δεόμεναι πρὸς ὠφέλειαν ῥημάτων, οὐδὲ ἐν κύκλοις μηνῶν ἢ ἐτῶν τὸν ἐκ τῆς παιδεύσεως ἀνατίκτουσαι καρπὸν, ἀλλ᾽ ὁμοῦ ταῖς τῶν μαθημάτων ἀρχαῖς τὸ τῆς συνέσεως κατακλείουσαι τέλος. “Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώ- ”τερος ἔσται φησί· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ “δέχεσθαι.” ἀνασώζει δὴ οὖν τὸν οἰκεῖον Ἀνδρέας ἀδελφόν· Πέτρος δὲ οὗτος ἦν· ὅλον ἐν ὀλίγῳ κεφαλαίῳ τὸ μέγα δηλώσας μυστήριον. εὑρήκαμεν γὰρ, φησὶν, ὡς θησαυρὸν κεκρυμμένον ἐν ἀγρῷ, ἢ ὡς “ἕνα πολύτιμον μαργαρίτην” τὸν Ἰησοῦν, κατὰ τὰς ἐν τοῖς εὐαγγελίοις παραβολάς. <Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.> Ἀτενίζει θεοπρεπῶς ὁ καρδίας ὁρῶν καὶ νεφρούς· ὁρᾷ δὲ πρὸς ὅσην εὐλάβειαν ὁ μαθητὴς ἀναβήσεται, καὶ ποίας ἔσται κάτοχος ἀρετῆς, καὶ εἰς ποῖον καταλήξει τέλος. ἀγνοεῖ γὰρ οὐδὲν “ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.” ᾧ δὴ καὶ μάλιστα παιδεύει τὸν κεκλημένον, ὅτι Θεὸς ὑπάρχων ἀληθινὸς ἀδίδακτον ἔχει τὴν γνῶσιν. λόγου γὰρ ὅλως δεηθεὶς οὐδενὸς, ἀλλ᾽ οὐδὲ ἐπιζητήσας μαθεῖν τίς ἢ πόθεν ἥκοι πρὸς αὐτὸν ὁ ἀνὴρ, ποίου μὲν ἐξέφυ πατρὸς, τίς δὲ καὶ αὐτὸς ὀνομάζοιτο λέγει.

καὶ Σίμωνα μὲν οὐκέτι καλεῖσθαι συγχωρεῖ, κατεξουσιάζων ἤδη καὶ κατακρατῶν, ὡς γεγονότος οἰκείου· φερωνύμως δὲ ἀπὸ τῆς πέτρας μετονομάζει Πέτρον· ἐπ᾽ αὐτῷ γὰρ ἔμελλε τὴν αὐτοῦ θεμελιοῦν Ἐκκλησίαν. <Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι.> Ἰσογνωμῶν τοῖς προλαβοῦσιν ὁ Φίλιππος, καὶ λίαν ἔχων ἐπιτηδείως εἰς ἀκολούθησιν τοῦ Χριστοῦ. ᾔδει γὰρ καὶ αὐτὸν ἐσόμενον ἀγαθόν· διά τοι τοῦτο καί φησιν Ἀκολούθει μοι, γνώρισμα τῆς ἐπ᾽ αὐτῷ χάριτος τὸ ῥῆμα τιθεὶς, καὶ δι᾽ ὧν ἕπεσθαι προστάττει πολιτείαν αὐτῷ τὴν ἀρίστην ἐπιμαρτυρῶν· οὐ γὰρ ἂν ἐπελέξατο μὴ οὐχὶ πάντως ὄντα χρηστόν. <Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ Ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.> Ὀξὺς δὴ λίαν ὁ μαθητὴς εἰς καρποφορίαν, ἵνα φαίνηται διὰ τούτου τοῖς προλαβοῦσι κατὰ τὴν ἕξιν συγγενής· εὑρίσκει γὰρ τὸν Ναθαναὴλ, οὐχ ἁπλῶς ἐρχόμενον περιτυχὼν, ἀλλὰ πολλὴν ἐπ᾽ αὐτῷ τὴν ζήτησιν ποιησάμενος· ᾔδει γὰρ ὄντα φιλοπονώτατον τε καὶ φιλολογώτατον. εἶτα λέγει τὸν διὰ πάσης κηρυττόμενον τῆς θείας γραφῆς ἀνηυρηκέναι Χριστὸν, οὐχ ὡς ἀγνοοῦντι προσομιλῶν, ἀλλ᾽ ὡς λίαν ἐκπεπαιδευμένῳ τά τε τοῦ πανσόφου Μωυσέως καὶ τῶν προφητῶν μηνύματα.

ὑπόνοια δὲ οὐκ ἀληθὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τοῖς Ἰουδαίοις ἐκράτει, ὡς ἐκ πόλεως ἤτοι κώμης ἔσται τῆς Ναζαρὲτ, καίτοι Βηθλεεμίτην αὐτὸν, ὅσον εἰς τοῦτον ἥκει τὸν λόγον τῆς θείας λεγούσης γραφῆς “Καὶ σὺ γὰρ, φησὶν, Βηθλεὲμ γῆ Ἰούδα οἶκος τοῦ ”Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ “γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, ”καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.” ἀνετράφη μὲν γὰρ εἰς Ναζαρὲτ, ὥς που καὶ αὐτὸς ὁ Εὐαγγελιστὴς διεμαρτύρατο λέγων “Καὶ ἦλθεν εἰς Ναζαρὲτ οὗ ἦν ”ἀνατεθραμμένος·” ἦν δὲ οὐκ ἐκεῖθεν, ἀλλ᾽ ὅθεν ἤδη προείπομεν, μᾶλλον δὲ ὡς ἡ τοῦ προφήτου διισχυρίσατο φωνή. ἀκολουθήσας τοίνυν ὁ Φίλιππος τῇ τῶν Ἰουδαίων ὑπονοίᾳ φησίν Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ. <Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;> Συνομολογεῖ προχείρως ὁ Ναθαναὴλ, ὅτι μέγα δή τι καὶ κάλλιστον εἴη τὸ ἐκ τῆς Ναζαρὲτ ἀναδειχθήσεσθαι προσδοκώμενον. δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς οὐ μόνον ἐδέχετο πρὸς πίστιν τοῦ ζητουμένου τὴν Ναζαρὲτ, ἀλλ᾽ ἐκ νόμου καὶ προφητῶν τὴν γνῶσιν ἐρανιζόμενος, ταχεῖαν ὡς πολυμαθὴς ἐποιεῖτο τὴν σύνεσιν. <Ἔρχου καὶ ἴδε.> Ἀρκέσει πρὸς πίστιν ἡ θέα, φησὶν, καὶ μόνον εἰς λόγους ἐλθὼν συνομολογήσεις γοργότερον, καὶ ἀνενδοιάστως ἐρεῖς αὐτὸν ὄντως ὑπάρχειν τὸν προσδοκώμενον.

χρὴ δὲ πιστεύειν ἡμᾶς, ὅτι περ ἦν θεία τις καὶ ἄῤῥητος χάρις, τοῖς τοῦ Σωτῆρος λόγοις συνεκτρέχουσα, καὶ τὰς τῶν ἀκροωμένων ψυχὰς καταθέλγουσα. οὕτω γὰρ γέγραπται, ὅτι “πάντες ”ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις “ἀπὸ τοῦ στόματος αὐτοῦ·” ὡς γὰρ ἐνεργὴς ὁ λόγος εἰς δύναμιν, οὕτω καὶ εἰς τὸ πείθειν ἦν ἱκανός. <Ἴδε ἀληθὴς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.> Οὔπω τὴν διὰ σημείων ἐπιτηδεύσας ἐπίδειξιν, ἑτέρῳ τρόπῳ Χριστὸς τούς τε οἰκείους ἀναπείθειν ἐπειρᾶτο μαθητὰς, καὶ τοὺς ὅσοι περ ἦσαν τῶν αὐτῷ προσιόντων νουνεχέστεροι, ὡς εἴη μὲν αὐτὸς ὁ κατὰ φύσιν Υἱὸς καὶ Θεὸς, ἥκοι δὲ τῆς ἁπάντων ἕνεκα σωτηρίας ἐν ἀνθρωπείᾳ μορφῇ. τίς οὖν ὁ τρόπος ὁ πρὸς πίστιν ἐπαγωγός; ἡ θεοπρεπὴς δηλονότι γνῶσις. τὸ γὰρ εἰδέναι τὰ πάντα, μόνῳ πρέπει Θεῷ· ἀποδέχεται τοιγαροῦν τὸν Ναθαναὴλ, οὐ κολακείαις ἁρπάζων εἰς διάθεσιν, ἀλλ᾽ ἐξ ὧν αὐτῷ συνῄδει πιστούμενος, ὅτι γινώσκει καρδίας, ὡς Θεός. <Πόθεν με γινώσκεις;> Ἄρχεται θαυμάζειν ὁ Ναθαναὴλ, καὶ καλεῖται πρὸς πίστιν ἤδη βεβαίαν· ἔτι δὲ μανθάνειν ἀξιοῖ, πόθεν ἂν ἔχοι τῶν κατ᾽ αὐτὸν τὴν γνῶσιν· ἀκριβεῖς γὰρ λίαν αἱ φιλομαθεῖς καὶ φιλόθεοι ψυχαί.

ὑπονοεῖ δὲ ἴσως παρὰ Φιλίππου τι κατ᾽ αὐτὸν δεδεῖχθαι τὸν Κύριον. <Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκὴν εἶδόν σε.> Ἔλυσεν αὐτῷ τὴν ὑπόνοιαν ὁ Σωτὴρ, καὶ πρὸ τῆς τοῦ Φιλίππου συντεύξεώς τε καὶ ὁμιλίας ἑωρακέναι φάσκων αὐτὸν ὑπὸ τὴν συκὴν, καίτοι μὴ παρὼν τῷ σώματι. χρησίμως τε σφόδρα καὶ ἡ συκὴ καὶ ὁ τόπος ὀνομάζεται, τὴν τοῦ τεθεωρῆσθαι πίστιν αὐτὸν ἐγγυώμενα· ὁ γὰρ ἀκριβῶς ἤδη μαθὼν καὶ τὸ σὺν αὐτῷ, ἑτοίμως ἂν παρεδέξατο. <Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.> Οἶδε μόνον ὄντα καρδιῶν ἐρευνητὴν τὸν Θεὸν, οὐδενὶ δὲ ἑτέρῳ τῶν ἀνθρώπων δίδωσιν ἐξεπίστασθαι νοῦν, τὸ ἐν ψαλμοῖς ἐκεῖνο κατὰ τὸ εἰκὸς ἐνθυμούμενος “Ἐτάζων καρδίας ”καὶ νεφροὺς ὁ Θεός.” ὡς γὰρ οὐδενὶ τῶν ἄλλων προσὸν, μόνῃ τῇ θείᾳ φύσει καὶ τοῦτο ἐξαίρετον ὁ μελῳδὸς ἀνατέθεικεν. οὐκοῦν ἐν ἀφθόγγοις ἔτι ψιθυρισμοῖς τὴν ὑπόνοιαν αὐτῷ στρεφομένην κατὰ τὸν νοῦν ἐπείπερ ἔγνω θεωροῦντα τὸν Κύριον, διδάσκαλον μὲν εὐθὺς ἀποκαλεῖ, προθύμως ἤδη τὴν ὑπ᾽ αὐτῷ μαθητείαν εἰσβαίνων, Θεοῦ δὲ Υἱὸν ὁμολογεῖ καὶ βασιλέα τοῦ Ἰσραὴλ, ᾧπερ ἂν ἐνυπάρχοι τὰ τῆς θεότητος ἴδια, τοῦτον εἶναι πάντως καὶ κατὰ φύσιν Θεὸν εὐπαιδεύτως διαβεβαιούμενος. <Ὅτι εἶπόν σοι ὅτι Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις;

μείζω τούτων ὄψει.> Ἀσφαλέστερος ἔσῃ πρὸς πίστιν, φησὶν, ὅταν ἴδῃς τὰ τούτων μείζονα· ὁ γὰρ ἑνὶ σημείῳ πεπιστευκὼς, πῶς οὐκ ἔσται πάντως διὰ πολλῶν ἐν ἀμείνοσιν, ὅταν δὴ μάλιστα φαίνοιντο τῶν ἤδη τεθαυμασμένων ἀξιολογώτερα; <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.> Κοινὸς ἤδη πρὸς πάντας ὁ λόγος ἐπισφραγίζων τοῦ Ναθαναὴλ τὴν πίστιν. ἀγγέλους δὲ ὀφθήσεσθαι λέγων ἄνω τε καὶ κάτω τρέχοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, τουτέστιν, ὑπηρετοῦντας καὶ διακονουμένους τοῖς αὐτοῦ διατάγμασιν, εἰς τὴν τῶν μελλόντων πιστεύειν σωτηρίαν, τότε δὴ μάλιστα Θεοῦ κατὰ φύσιν ὑπάρχων Υἱὸς ἀναδειχθήσεσθαί φησιν. οὐ γὰρ ἀλλήλαις αἱ λογικαὶ δυνάμεις, Θεῷ δὲ πάντως δουλεύουσιν. οὐκ ἀναιρεῖ δὲ ὁ λόγος τὴν ἐν ἀγγέλοις ὑποταγήν· οὐδὲ γὰρ ἂν εὐλόγως τοῦτο καλοῖτο δουλεία· ἀκηκόαμεν δὲ διὰ τῶν ἁγίων Εὐαγγελιστῶν ὅτιπερ “ἄγγελοι προσῆλθον” τῷ Σωτῆρι Χριστῷ “καὶ διηκόνουν αὐτῷ.” <Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ.

ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον, καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσι· καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς.> Εὐαφόρμως ἔρχεται λοιπὸν ἐπὶ τὴν τῶν σημείων ἀρχὴν, εἰ καὶ ἀβουλήτως ἐδόκει καλεῖσθαι πρὸς αὐτήν· πανηγύρεως γὰρ τῆς ἐπὶ γάμῳ τελουμένης, δῆλον δὲ δήπου πάντως ὅτι σεμνῶς, πάρεστι μὲν τοῦ Σωτῆρος ἡ μήτηρ, κεκλημένος δὲ καὶ αὐτὸς τοῖς οἰκείοις συναφικνεῖται μαθηταῖς θαυματουργήσων μᾶλλον ἤπερ συνεστιασόμενος, ἔτι τε πρὸς τούτῳ καὶ αὐτὴν ἁγιάσων τῆς ἀνθρώπου γενέσεως τὴν ἀρχήν· ὅσον δὲ ἧκεν εἰς τὴν σάρκα φαμέν. ἔδει γὰρ αὐτὴν τὴν ἀνθρώπου φύσιν ἀνακεφαλαιούμενον, καὶ ὅλην ἀνασκευάζοντα πρὸς τὸ ἄμεινον, μὴ μόνον τοῖς ἤδη πρὸς τὸ ὑπάρξαι κεκλημένοις διανέμειν τὴν εὐλογίαν, ἀλλὰ καὶ τοῖς ὅσον οὐδέπω τεχθησομένοις προευτρεπίζειν τὴν χάριν, καὶ ἁγίαν αὐτῶν καταστῆσαι τὴν εἰς τὸ εἶναι πάροδον.

Καὶ τρίτην ἐπὶ τούτῳ δέχου τὴν ἀπολογίαν. εἴρητό που πρὸς τὴν γυναῖκα παρὰ Θεοῦ “Ἐν λύπαις τέξῃ τέκνα.” πῶς οὖν ἔδει καὶ ταύτην ἡμᾶς ἀποκρούσασθαι τὴν ἀρὰν, ἢ πῶς ἂν ἦν ἑτέρως διαφυγεῖν καταδεδικασμένον τὸν γάμον; ἔλυσε καὶ τοῦτο φιλάνθρωπος ὢν ὁ Σωτήρ. τετίμηκε τῇ παρουσίᾳ τὸν γάμον, ἡ πάντων εὐθυμία καὶ χαρὰ, ἵνα τῆς τεκνογονίας τὴν ἀρχαίαν ἐξελάσῃ κατήφειαν· “Εἴ τις γὰρ ἐν ”Χριστῷ, καινὴ κτίσις καὶ τὰ ἀρχαῖα παρῆλθεν,” ὡς ὁ Παῦλός φησι, “γέγονε δὲ καινά.” ἔρχεται τοιγαροῦν ὁμοῦ τοῖς οἰκείοις μαθηταῖς εἰς τὸν γάμον· ἔδει γὰρ παρεῖναι τῷ θαυματουργῷ τοὺς τῶν παραδόξων φιλοθεάμονας, τροφὴν ὥσπερ τινὰ τῇ ἐν αὐτοῖς πίστει συλλέξοντας τὸ τελούμενον. ἐπειδὴ δὲ οἶνος ἐπιλελοίπει τοὺς ἑστιωμένους, ἐπὶ τὴν συνήθη φιλανθρωπίαν ἀγαθὸν ὄντα τὸν Κύριον ἡ μήτηρ ἐκάλει λέγουσα Οἶνον οὐκ ἔχουσιν· ὡς γὰρ ἐνὸν ἐπ᾽ ἐξουσίαις αὐτῷ πᾶν ὅπερ ἂν βούλοιτο ποιεῖν, εἰς τὸ θαῦμα προτρέπει. <Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.> Ἄριστα καὶ τοῦτον ἡμῖν τὸν λόγον ὁ Σωτὴρ ἐσχηματίζετο. οὐ γὰρ ἔδει δρομαῖον ἐπὶ τὸ πράττειν ἐλθεῖν, οὐδὲ αὐτόμολον ὥσπερ ὁρᾶσθαι θαυματουργὸν, κεκλημένον δὲ μόλις ἐπὶ τοῦτο βαδίζειν, καὶ τῇ χρείᾳ μᾶλλον ἤπερ τοῖς ὁρῶσιν ἐπιδοῦναι τὴν χάριν.

δοκεῖ δέ πως εἶναι καὶ χαριεστέρα τῶν ποθουμένων ἡ ἔκβασις, οὐκ ἐκ τοῦ προχείρου τοῖς αἰτοῦσι χορηγουμένη, διὰ δὲ μικρᾶς ὑπερθέσεως εἰς ἐλπίδα καλλίστην ἀνωθουμένη. ἄλλως τε καὶ διὰ τούτου τὴν τοῖς τεκοῦσι χρεωστουμένην τιμὴν ἀξιολογωτάτην ὑπάρχουσαν ἐπιδεικνύει Χριστὸς, ὅπερ οὔπω πράττειν ἤθελεν αἰδοῖ τῇ περὶ μητέρα καταδεχόμενος. <Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις Ὅ τι ἐὰν λέγῃ ὑμῖν, ποιήσατε.> Πολλὴν ἔχουσα τὴν ῥοπὴν εἰς τὸ γενέσθαι τὸ θαῦμα, νενίκηκεν ἡ γυνὴ πείθουσα διὰ τὸ πρέπον ὡς υἱὸν τὸν Κύριον. ἄρχεται δὲ τοῦ πράγματος αὐτὴ πρὸς ὑπουργίαν ἤδη τῶν γενέσθαι προσταττομένων τοὺς τῆς πανηγύρεως ὑπηρέτας εὐτρεπίζουσα. <Λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν ἕως ἄνω. καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ, καὶ ἤνεγκαν. ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ· φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅτε μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.> Πληροῦσι μὲν οἱ διακονοῦντες τὸ προσταχθὲν, ἀφάτῳ δὲ δυνάμει τὸ ὕδωρ εἰς οἶνον μετεσκευάζετο. τί γὰρ ἂν γένοιτο χαλεπὸν τῷ πάντα ἰσχύοντι;

ὁ δὲ τὰ οὐκ ὄντα καλῶν εἰς γένεσιν, πῶς ἂν κάμοι τὰ ἤδη πεποιημένα μεταῤῥυθμίζων ἐφ᾽ ὅπερ ἂν βούλοιτο; ἀποθαυμάζουσι δὲ τὴν χρῆσιν ὡς ἐξαίρετον· οὐ γὰρ ἦν ἑτέρως ὁρᾶσθαι τὰ διὰ Χριστοῦ. αἰτιᾶται δὲ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, ὡς ἐν ὑστέρῳ τοῦ δείπνου καιρῷ δαπανῶντα τὸ ἄμεινον, οὐκ ἀκόμψως ὥς γε μοι φαίνεται κατά γε τὸν τῆς ἱστορίας λόγον. <Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.> Πολλὰ κατὰ ταὐτὸν ἐτελεῖτο τὰ κάλλιστα δι᾽ ἑνὸς καὶ πρώτου σημείου. γάμος μὲν γὰρ ὁ τίμιος ἡγιάζετο, ἀρὰ δὲ ἡ κατὰ γυναικὸς ἐκποδών· οὐ γὰρ ἐν λύπαις ἔτι τέξονται τέκνα, καὶ αὐτὴν ἡμῶν τῆς γεννήσεως τὴν ἀρχὴν εὐλογήσαντος τοῦ Χριστοῦ. ἡλιακῆς δὲ δίκην ἀκτῖνος ἡ τοῦ Σωτῆρος ἡμῶν ἀνέλαμψε δόξα, καὶ τὸ μεῖζον ἐπὶ τούτοις βεβαιοῦνται πρὸς πίστιν ἀπὸ τοῦ θαυμάζειν οἱ μαθηταί.

Ὁ μὲν οὖν τῆς ἱστορίας λόγος ἐν τούτοις στήσεται· οἶμαι δὲ δεῖν καὶ ἑτέραν τοῖς εἰρημένοις ἐπινοεῖσθαι τὴν θεωρίαν, καὶ τί τὸ ἐντεῦθεν ὑποδηλούμενον εἰπεῖν. καταβέβηκε τοίνυν ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὡς αὐτός που φησὶν, ἵνα τὴν ἀνθρώπου φύσιν νυμφίου δίκην οἰκειωσάμενος κυοφορεῖν ἀναπείσῃ τὰ πνευματικὰ τῆς σοφίας σπέρματα. καὶ νύμφη μὲν εἰκότως ἡ ἀνθρωπότης διὰ τούτου καλεῖται, νυμφίος δὲ ὁ Σωτὴρ, ἐκ τῶν καθ᾽ ἡμᾶς εἰς νόησιν τὴν ὑπὲρ ἡμᾶς ἀνατεινούσης τὸν λόγον τῆς θείας γραφῆς· συγκροτεῖται δὲ ὁ γάμος ἐν ἡμέρᾳ τῇ τρίτῃ, τουτέστιν, ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· ὁ γὰρ τρίτος ἡμῖν ἀριθμὸς ἀρχὴν εἰσφέρει καὶ μεσότητα καὶ τέλος· οὕτω γὰρ ὁ σύμπας ἐκμετρεῖται χρόνος. τούτῳ φανεῖται προσεοικὸς τὸ δι᾽ ἑνός που τῶν ἁγίων προφητῶν εἰρημένον “Πατάξει, ”καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ “ἡμέρᾳ τῇ τρίτῃ· καὶ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον ”αὐτοῦ, καὶ γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τὸν Κύριον, “ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.” ἔπληξε μὲν γὰρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν εἰπών “Γῆ εἶ καὶ εἰς γῆν ἀπε- ”λεύσῃ·” τὸ δὲ φθορᾷ καὶ θανάτῳ πεπληγὸς πάλιν ἐμότωσεν αὐτὸς κατὰ τὴν τρίτην ἡμέραν, τουτέστιν, οὐκ ἐν πρώτοις, οὐδὲ ἐν μέσοις, ἀλλ᾽ ἐν ἐσχάτοις καιροῖς, ὅτε δι᾽ ἡμᾶς γενόμενος ἄνθρωπος ὑγιᾶ τὴν φύσιν ἀπέδειξεν ὅλην, ἐκ νεκρῶν ἀναστήσας ἐν ἑαυτῷ.

διάτοι τοῦτο καλεῖται καὶ “ἀπαρχὴ τῶν κεκοιμημένων·” οὐκοῦν διὰ τοῦ τὴν τρίτην ἡμέραν εἰπεῖν, καθ᾽ ἣν ὁ γάμος ἐτελεῖτο, τὸν τελευταῖον σημαίνει καιρόν· καταμηνύει δὲ καὶ τὸν τόπον· ἐν Κανᾷ γὰρ τῆς Γαλιλαίας φησίν. ἐπιτηρείτω δὲ πάλιν ὁ φιλομαθής· οὐ γὰρ ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις, ἔξω δὲ τῆς Ἰουδαίας τὸ δεῖπνον, ὡς ἐν τῇ τῶν ἐθνῶν ἐπιτελεῖται χώρᾳ. “Γαλι- ”λαία γὰρ τῶν ἐθνῶν,” ὡς ὁ προφήτης φησίν. δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς ἡ μὲν τῶν Ἰουδαίων Συναγωγὴ τὸν ἐξ οὐρανῶν ἀπεώσατο νυμφίον, προσεδέξατο δὲ, καὶ λίαν ἀσμένως, ἡ ἐξ ἐθνῶν Ἐκκλησία. ἔρχεται δὲ εἰς τοὺς γάμους οὐκ αὐτόμολος ὁ Σωτήρ· πολλαῖς γὰρ ἁγίων ἐκαλεῖτο φωναῖς. ἀλλ᾽ οἶνος ἐπιλελοίπει τοὺς ἑστιωμένους· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, οὐκ ἐξήρκει πρὸς τὸ εὐφρᾶναι τελείως τὸ γράμμα τὸ Μωυσαϊκόν· ἀλλ᾽ οὐδὲ αὐτὸ τὸ τῆς ἐμφύτου νήψεως μέτρον εἰς τὸ δύνασθαι διασώζειν ἡμᾶς ἐξετείνετο. οὐκοῦν ἀληθὲς ἂν εἴη καὶ ἐφ᾽ ἡμῶν τό Οἶνον οὐκ ἔχουσιν, εἰπεῖν· ὁ δὲ πλουσιόδωρος ἡμῶν Θεὸς οὐ περιορᾷ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ τριβομένην τὴν φύσιν. οἶνον ἡμῖν ἀνέδειξε τοῦ πρώτου βελτίονα· “Τὸ γὰρ γράμμα ἀποκτένει, ”τὸ δὲ πνεῦμα ζωοποιεῖ·” καὶ ὁ μὲν νόμος οὐκ ἔχει τὸ τέλειον ἐν ἀγαθοῖς· τὰ δὲ θεῖα τῆς εὐαγγελικῆς διδασκαλίας παιδεύματα, πληρεστάτην εἰσφέρει τὴν εὐλογίαν.

θαυμάζει δὲ τὸν οἶνον τὸν νέον ὁ ἀρχιτρίκλινος· ἕκαστος γὰρ, οἶμαι, τῶν εἰς τὴν θείαν ἱερωσύνην κατατεταγμένων καὶ πεπιστευμένων τὸν οἶκον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν ὑπὲρ νόμον αὐτοῦ καταπλήττεται λόγον. πρώτῳ δὲ αὐτῷ κελεύει δοθῆναι Χριστὸς, ὅτι κατὰ τὴν τοῦ Παύλου φωνήν “Τὸν ”κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμ- “βάνειν,” καὶ νοείτω πάλιν ὁ ἀκροατὴς, ὃ λέγω. <Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους.> Ἐξελέγχονται πάλιν καὶ διὰ τούτων Ἰουδαῖοι τῶν δοθέντων αὐτοῖς ὑπερφρονοῦντες νόμων, καὶ γραμμάτων μὲν Μωυσαϊκῶν οὐδένα ποιούμενοι λόγον, εἰς μόνην δὲ βλέποντες τὴν φιλοκερδίαν. προκαθαίρεσθαι γὰρ κατὰ ποικίλους τρόπους τοῦ νόμου κελεύοντος τοὺς οἵπερ ἔμελλον εἰς τὸν θεῖον ἀναβήσεσθαι ναὸν, ἀργυραμοιβοὺς ἤτοι κερματιστὰς, καὶ ἑτέρους ἐπὶ τούτοις, οἷς πλεονεξία τὸ ἐπιτήδευμα καὶ τόκος καὶ πλεονασμὸς ἐν ἐπιθυμίαις· ὅλος γὰρ ἐν τούτοις ὁ τῶν ἐμπόρων σκοπὸς συντείνεται· τὴν ἁγίαν καταμολύναντας οὐκ ἀπεῖργον αὐλὴν, ἀνίπτοις δὲ ὥσπερ εἰς αὐτὴν εἰσιέναι ποσὶ καὶ αὐτοὶ δὴ πάντως ἐπέταττον οἱ διακωλύειν ἰσχύοντες· ἵνα δὴ φαίνηται λέγων ἀληθῆ περὶ αὐτῶν ὁ Θεὸς ὅτι “Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμό- ”λυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς “ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας.”

διεφθάρη γὰρ ὄντως ὁ δεσποτικὸς ἀμπελὼν, σέβας μὲν αὐτὸ τὸ περὶ τὸ θεῖον πατεῖν διδασκόμενος, ταῖς δὲ τῶν προεστηκότων αἰσχροκερδίαις εἰς πᾶσαν ἀπαιδευσίαν ἀποχερσούμενος. <Καὶ ποιήσας ὡς φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ.> Ἀγανακτεῖ μὲν εἰκότως ἐπὶ ταῖς τῶν Ἰουδαίων ἀπονοίαις ὁ Σωτήρ· οὐ γὰρ οἶκον ἐμπορίου τὸν θεῖον ἐχρῆν ἀποτελεῖσθαι ναὸν, ἀλλ᾽ οἶκον εὐχῆς· οὕτω γὰρ γέγραπται. δεικνύει δὲ οὐκ ἐν ψιλοῖς τὸ κίνημα λόγοις, ἀλλὰ πληγαῖς καὶ μάστιγι τῶν ἱερῶν ἐξωθεῖ περιβόλων, δουλοπρεπῆ δικαίως αὐτοῖς ἐπινοήσας τὴν τιμωρίαν· οὐ γὰρ ἔμελλον ὑποδέξασθαι τὸν ἐλευθεροῦντα διὰ πίστεως Υἱόν. ὅρα δέ μοι καλῶς ὡς ἐν εἰκόνι πραγμάτων καταγραφόμενον τὸ διὰ τοῦ Παύλου λεγόμενον “Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρῃ, ”φθερεῖ τοῦτον ὁ Θεός.” <Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.> Ἐπιτάττει μὲν ὡς δεσπότης, χειραγωγεῖ δὲ πρὸς τὸ πρέπον ὡς διδάσκαλος, παρατίθησί τε τῇ κολάσει τὴν τῶν πταισμάτων ἐξήγησιν, αἰδοῖ τῇ περὶ αὐτὰ χαλεπαίνειν οὐκ ἐῶν τὸν ἐπιτιμώμενον. σημειωτέον δὲ ὅτι πάλιν οἰκεῖον ἀποκαλεῖ Πατέρα μοναδικῶς τὸν Θεὸν, ὡς αὐτὸς δὴ καὶ μόνος κατὰ φύσιν ὑπάρχων ἐξ αὐτοῦ καὶ γεγεννημένος ἀληθῶς.

εἰ γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, ἔστι δὲ ὄντως μεθ᾽ ἡμῶν ὁ Λόγος υἱὸς, ὡς εἷς ἐξ ἡμῶν, κατὰ θέσιν δηλονότι καὶ κατὰ μόνον τὸ ἐν θελήσει τοῦ Πατρὸς, ὅτου δὴ χάριν τὸ κοινὸν δήπου καὶ πᾶσι προκείμενον καύχημα, μόνος εἰς ἑαυτὸν ἁρπάζει λέγων Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου καὶ οὐχὶ μᾶλλον τὸν οἶκον τοῦ Πατρὸς ἡμῶν; τοῦτο γὰρ ἦν ἴσως ἀκολουθότερον εἰπεῖν, εἴπερ ἕνα τῶν οὐκ ὄντων κατὰ φύσιν υἱῶν καὶ ἑαυτὸν ἐξηπίστατο. ἐπειδὴ δὲ οὐκ ἐν τοῖς κατὰ χάριν υἱοῖς, ἀλλ᾽ ἐκ τῆς οὐσίας ὄντα τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν ὁ Λόγος ὄντα γινώσκει, ἔξω τῶν ἄλλων τίθησιν, ἴδιον Πατέρα καλῶν τὸν Θεόν. ἁρμόσει μὲν γὰρ τοῖς εἰς υἱότητα κεκλημένοις καὶ ἐπακτὸν ἔχουσι τὸ ἀξίωμα προσευχομένοις ἀναβοᾶν “Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·” εἷς δὲ καὶ μόνος ἐξ ἑνὸς ὑπάρχων ὁ Μονογενὴς, ἴδιον εἰκότως ἀποκαλέσει πατέρα τὸν Θεόν.

Εἰ δὲ δεῖ τοῖς προκειμένοις προσβάλλοντας, λογικώτερον ἐφαρμόσαι τοῖς ἀνωτέρω καὶ ταῦτα, θεωρητέον ἑτέρως τὸ ἀνάγνωσμα. <Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰ ἑξῆς.> Θέα δὴ πάλιν ὅλον τῆς καθ᾽ ἡμᾶς οἰκονομίας τὸ σχῆμα διὰ δύο πραγμάτων ἐξυφασμένον. Καναναίοις μὲν γὰρ τοῖς κατὰ τὴν Γαλιλαίαν, φημὶ, καὶ συνεστιᾶται καὶ συναυλίζεται Χριστὸς, καὶ ὁμοτραπέζους ἐποιεῖτο τοὺς κεκληκότας αὐτὸν, καὶ διὰ τοῦτο τιμήσαντας· καὶ διὰ σημείων ὠφελεῖ, καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐφρασίαν ἀναπληροῖ· καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἐπιδαψιλεύεται; ὡς διὰ τύπου διδάσκων, ὅτι καὶ προσδέξεται τοὺς τῆς Γαλιλαίας οἰκήτορας, τουτέστι τὰ ἔθνη, κεκλημένος ὥσπερ πρὸς αὐτὰ διὰ τῆς ἐν αὐτοῖς πίστεως, καὶ εἰς τὸν οὐράνιον εἰσάξει παστὸν, εἰς τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν δηλαδὴ, καὶ συνανακλινεῖ τοῖς ἁγίοις αὐτά· συνανέκειντο γὰρ τοῖς ἑστιωμένοις οἱ ἅγιοι μαθηταί· καὶ τῆς θείας καὶ πνευματικῆς συμμεθέξουσιν ἑορτῆς, καθὰ καὶ αὐτός που φησίν “Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ ”δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἁβραὰμ καὶ “Ἰσαὰκ καὶ Ἰακὼβ,” οὐδενὸς αὐτοῖς εἰς θυμηδίαν ἐλλείποντος· “Εὐφροσύνη γὰρ αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.”

τοὺς δὲ ἀπειθήσαντας Ἰουδαίους τόπων μὲν τῶν ἁγίων ἐκβαλεῖ, ἔξω δὲ θήσει τῆς ἱερᾶς τῶν ἁγίων περιβολῆς· ἀλλὰ καὶ προσάγοντας τὰ εἰς θυσίαν οὐ προσδέξεται· κολάσει δὲ μᾶλλον καὶ μάστιγι ὑποθήσει, σειραῖς τῶν οἰκείων πλημμελημάτων κατεσφιγμένους. ἄκουε γὰρ λέγοντος “Ἄρατε ”ταῦτα ἐντεῦθεν,” ἵνα πάλιν ἐκεῖνα νοῇς, ἃ δὴ καὶ πάλαι διὰ φωνῆς τοῦ προφήτου φησὶν Ἡσαΐου “Ὁλοκαυτωμάτων ”κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ᾽ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ”ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ “προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, ”βδέλυγμά μοι ἐστί· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα “καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν ”καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς “πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.”

ὅπερ ἄριστα διὰ τύπου σημαίνει τὸ ἐκ σχοινίων αὐτοῖς ἐπινοήσας φραγέλλιον· κολάσεως γὰρ σημεῖον αἱ μάστιγες. <Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.> Ἐρανίζονται κατὰ βραχὺ τὸ ἐν γνώσει τέλειον οἱ μαθηταὶ καὶ, ταῖς τῶν πραγμάτων ἐκβάσεσι τὰ γεγραμμένα συμβάλλοντες, πολλὴν ἤδη δεικνύουσι τὴν ἐπὶ τὸ μεῖζον ἐπίδοσιν. <Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;> Καταπλήττεται τῆς ἐξουσίας τὸ ξένον ἡ τῶν Ἰουδαίων πληθὺς, δυσφοροῦσι δὲ λίαν οἱ τῷ ναῷ προσεδρεύοντες, κερδῶν οὐκ εὐαριθμήτων ἀποστερούμενοι. καὶ διελέγχειν μὲν οὐκ ἔχουσιν, ὡς οὐκ ἄριστα λέγοι, μὴ δεῖν ἐμπορίας οἶκον τὸν θεῖον ἀναδείκνυσθαι ναὸν ἐπιτάττων· ὑπερθέσεις δὲ πάλιν τῇ τῶν ἐμπόρων φυγῇ πραγματεύονται, τὸ μὴ προχείρως χρῆναι ὑπείκειν αὐτῷ προφασιζόμενοι, μήτε μὴν ἀπερισκέπτως εἰς Υἱὸν παραδέξασθαι τοῦ Θεοῦ τὸν ὑπ᾽ οὐδενὸς σημείου μαρτυρούμενον. <Λύσατε τὸν ναὸν τοῦτον.> Τοῖς ἐξ ἀγαθῆς προαιρέσεως αἰτοῦσι τὰ ἀγαθὰ καὶ λίαν ἑτοίμως ὀρέγει Θεός· τοῖς δὲ προσιοῦσι πειραστικῶς, οὐχ ὅπως ἀρνεῖται μόνον τὴν ἐφ᾽ οἷς ἂν αἰτῶσι φιλοτιμίαν, ἀλλὰ καὶ τὸ τῆς πονηρίας ἔγκλημα περιτίθησιν.

οὕτως αἰτοῦντας σημεῖον τοὺς Φαρισαίους ἐν ἑτέροις τῶν εὐαγγελίων τόποις ἤλεγξεν εἰπὼν ὁ Σωτήρ “Γενεὰ πονηρὰ καὶ ”μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ “εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· ὥσπερ γὰρ ἦν ”Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς “νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ ”τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.” ὅπερ οὖν ἐκείνοις ἔφη, τοῦτο καὶ τούτοις μετ᾽ ὀλίγης ἐξαλλαγῆς· αἰτοῦσι γὰρ, ὡς ἐκεῖνοι, πειράζοντες. οὐκ ἂν δὲ ὅλως τοῖς οὕτως ἔχουσι γνώμης οὐδὲ τοῦτο δέδοτο τὸ σημεῖον, εἰ μὴ πάντως ἔδει γενέσθαι διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν.

Ἰστέον δὲ ὅτι ταύτην αὐτῷ τῆς κατηγορίας τὴν πρόφασιν ἐποιήσαντο, λέγοντες ἐπὶ Ποντίου Πιλάτου διεψευσμένως, ὅπερ οὐκ ἤκουσαν· “Οὗτος γὰρ ἔφη, φασί Δύναμαι κατα- ”λῦσαι τὸν ναὸν τοῦ Θεοῦ.” διὸ δὴ καὶ ἐπ᾽ αὐτοῖς ἐν προφήταις ἔφασκεν ὁ Χριστός “Ἀναστάντες μοι μάρτυρες ”ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐρώτων με·” καὶ πάλιν “Ὅτι ”ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία “ἑαυτῇ.”

οὐ προτρέπει δὲ αὐτοὺς εἰς μιαιφονίαν Λύσατε τὸν ναὸν τοῦτον εἰπών· ἀλλ᾽ ἐπείπερ ᾔδει δράσοντας ἀνυπερθέτως, αὐτὸ τὸ συμβήσεσθαι μέλλον ἠθικῶς ὑπαινίττεται. <Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;> Διαγελῶσι τὸ σημεῖον, οὐ συνιέντες τοῦ μυστηρίου τὸ βάθος, ἁρπάζουσι δὲ τῆς ἑαυτῶν ἀμαθίας τὴν νόσον εἰς εὔλογον ἀφορμὴν τοῦ μὴ ὑπακούειν αὐτῷ, καὶ τὴν ἀπὸ τοῦ πράγματος ἐννοοῦντες δυσχέρειαν, ὡς εἰκαιολόγῳ μᾶλλον ἤπερ τι τῶν ἐφικτῶν ὑπισχνουμένῳ προσεσχήκασιν, ἵνα φαίνηται τὸ γεγραμμένον ἐπ᾽ αὐτοῖς ἀληθές “Σκοτισθή- ”τωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον “αὐτῶν διὰ παντὸς σύγκαψον,” ἵνα τρόπον τινὰ κάτω κεκυφότες ἀεὶ, καὶ εἰς μόνα τὰ ἐπὶ τῆς γῆς κατανεύοντες πράγματα, τῶν ὑψηλῶν τῆς εἰς Χριστὸν εὐσεβείας δογμάτων μηδεμίαν δέχοιντο θεωρίαν, οὐ βασκαίνοντος αὐτοῖς ἐπὶ τούτοις τοῦ φιλανθρώπου Θεοῦ, ἰσοστάθμῳ δὲ μᾶλλον κολάζοντος δίκῃ τοὺς ἀφόρητα πλημμελήσαντας.

Ὅρα γὰρ ὅπως ἀνοήτως ὑβρίζουσι τῆς ἑαυτῶν ἀφειδοῦντες ψυχῆς. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἴδιον ἐκάλει Πατέρα τὸν Θεόν “Μὴ ποιεῖτε λέγων τὸν οἶκον ”τοῦ Πατρός μου οἶκον ἐμπορίου.” εἶτα δέον αὐτοὺς Υἱὸν ἤδη καὶ Θεὸν, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα νοεῖν, ἄνθρωπον ἔτι γυμνὸν καὶ τῶν καθ᾽ ἡμᾶς ὑπάρχειν ἕνα πιστεύουσι. διά τοι τοῦτο, καὶ τὸν ἐπὶ τῇ τοῦ ναοῦ κατασκευῇ δαπανηθέντα χρόνον προτείνουσι λέγοντες Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἀλλ᾽ ὦ πάσῃ μεθύοντες ἀπονοίᾳ, δικαίως ἂν οἶμαι λέγειν αὐτοῖς, εἰ σοφὸς ὑμῖν ἐνῴκισται νοῦς, εἰ τὸν παρ᾽ ὑμῖν ὄντα ναὸν οἶκον εἶναι Θεοῦ πιστεύετε, πῶς οὐκ ἔδει Θεὸν ὄντα κατὰ φύσιν ἐννοεῖν τὸν ἀκινδύνως εἰπεῖν θαρσήσαντα “Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου ”οἶκον ἐμπορίου;” εἶπα πῶς ἂν, εἰπέ μοι, λοιπὸν μακρῶν ἐδεήθη χρόνων εἰς τὴν ἑνὸς οἴκου κατασκευήν; ἢ πῶς ἂν ἠτόνησε πρὸς ὅπερ ἂν τύχοι γενικῶς, ὁ ἐν μόναις ἡμέραις ἑπτὰ τὸν ἀριθμὸν τόδε τὸ σύμπαν ἀφάτῳ δυνάμει διατεχνησάμενος, καὶ ἐν μόνῳ τῷ θέλειν ἔχων τὸ δύνασθαι; ταῦτα γὰρ ἔδει λογίζεσθαι τὸν τῶν ἱερῶν γραμμάτων ἐπιστήμονα λαόν. <Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.

ὅτε οὖν ἠγέρθη ἐκ τῶν νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.> Εὐπαράδεκτος τῷ σοφῷ τῆς σοφίας ὁ λόγος· ἐνιζάνει δὲ τῶν μαθημάτων ἡ γνῶσις τοῖς συνετοῖς εὐπετέστερον, καὶ ὥσπερ ἐν κηρῷ μὴ λίαν ἀπεσκληκότι, καλῶς ἐγγράφεται τῶν σημάντρων ὁ τύπος, οὕτως ἐν τρυφερωτέραις καρδίαις ἀνθρώπων ὁ θεῖος ἑτοίμως ἐμπήγνυται λόγος· διὰ τοῦτο, καὶ πονηρὸς ὁ σκληροκάρδιος ὀνομάζεται. σοφοῦνται τοίνυν ἀγαθοὶ τὴν ἕξιν ὄντες οἱ μαθηταὶ, καὶ τοὺς ἀπὸ τῆς θείας γραφῆς ἀναμασῶνται λόγους, εἰς ἀκριβεστέραν ἑαυτοὺς ἐκτρέφοντες γνῶσιν, καὶ πεπηγότως ἐντεῦθεν ἐπὶ τὸ πιστεύειν ἐρχόμενοι. ἐπειδὴ καὶ ναὸς ἐπεκλήθη τὸ σῶμα Χριστοῦ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ ἐνοικῶν αὐτῷ Μονογενὴς Λόγος, εἴπερ οὐκ ἐνδέχεται κατοικεῖν ἐν ναῷ λέγεσθαι τὸν οὐκ ὄντα Θεόν; ἢ λεγέτω παρελθών τις εἰς μέσον, τίνος ποτὲ τῶν ἁγίων ναὸς ἀπεκλήθη τὸ σῶμα· ἀλλ᾽ οὐκ ἂν οἶμαί τις ἐπιδεῖξαι τὸ εἰρημένον· φημὶ δὴ λοιπὸν, ὃ δὴ καὶ ὑπάρχον εὑρήσομεν ἀληθὲς, ἀκριβῶς τὴν θείαν ἀνερευνῶντες γραφὴν, ὡς οὐδενὶ τῶν ἁγίων ἡ τοιαύτη προσῆπται τιμή. καὶ γοῦν ὁ μακάριος Βαπτιστὴς, καίτοι πάσης μὲν ἀρετῆς εἰς ἀκρότητα βεβηκὼς, μηδενὶ δὲ πρὸς εὐσέβειαν ἐπιτρέψας ἔχειν τὸ μεῖζον, διὰ τῆς Ἡρώδου μανίας τὴν κεφαλὴν ἀπετέμνετο, ἀλλ᾽ οὐδὲν ἐπ᾽ αὐτῷ φέρεται τοιοῦτον.

ἐκ δὲ τῶν ἐναντίων, καὶ παχυτέραν ἐπὶ τοῦ λειψάνου τὴν λέξιν ἐπενόησεν ὁ εὐαγγελιστὴς, οἰκονομικῶς, ὥς γε μοι φαίνεται καὶ τοῦτο εἰπὼν, ἵνα μόνῳ σώζηται τῷ Χριστῷ τὸ ἀξίωμα. γράφει δὲ οὕτως· καὶ πέμψας, φησὶν, ὁ μιαιφόνος· Ἡρώδης δηλαδή· τὸν Ἰωάννην “ἀπεκεφάλισεν ἐν τῇ φυλακῇ· καὶ ”προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα αὐτοῦ·” εἰ δὲ πτῶμα τὸ Ἰωάννου καλεῖται σῶμα, τὸ τίνος ἔσται ναός; καθ᾽ ἕτερον ὄντος λόγον τοῦ ναοὺς ἡμᾶς εἰρῆσθαι Θεοῦ, διὰ τὸ ἐνοικοῦν ἐν ἡμῖν Ἅγιον Πνεῦμα· Θεοῦ γὰρ πάλιν, καὶ οὐχ ἑαυτῶν, χρηματίζομεν ναοί.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις Πῶς οὖν εἰπέ μοι καὶ αὐτὸς ὁ Σωτὴρ τὸ ἴδιον σῶμα, πτῶμα καλεῖ; “Ὅπου γὰρ, φησὶν, ἐὰν ᾖ ”τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.” πρὸς δὴ καὶ τοῦτό φαμεν, ὡς οὐ περὶ τοῦ ἰδίου σώματος ἔφη ταῦτα Χριστὸς, ἀλλ᾽ ὡς ἐν τρόπῳ παραβολῆς καὶ σχήματι τὴν ἐσομένην τῶν ἁγίων ἐπ᾽ αὐτὸν συνδρομὴν κατ᾽ ἐκεῖνο σημαίνει καιροῦ, ὅταν αὖθις ἡμῖν ἐξ οὐρανῶν ἐπιφαίνηται μετὰ τῶν ἁγίων ἀγγέλων “ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ·” ὅνπερ γὰρ, φησὶ, τρόπον αἱ τῶν κρεοφάγων ὀρνέων ἀγέλαι ἐπὶ τὰ πίπτοντα τῶν σωμάτων ὀξεῖ καταφέρονται ῥοίζῳ, οὕτω καὶ ὑμεῖς ἐπ᾽ ἐμὲ συναχθήσεσθε. ὃ δὴ καὶ Παῦλος ἡμῖν ἀπεγύμνου λέγων “Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθή- ”σονται ἄφθαρτοι·” καὶ μὴν καὶ ἑτέρωθι, καὶ “ἡμεῖς ἐν ”νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς “ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” ἀδικήσει τοιγαροῦν οὐδὲν τὸ ἐξ ὁμοιώσεως εἰς εἰκόνα ληφθὲν τῆς ἀληθείας τὴν δύναμιν. <Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.> Οὐ καταλήγει διασώζων καὶ ὠφελῶν ὁ Χριστός.

τοὺς μὲν γὰρ σοφοῖς ἐπάγεται λόγοις, τοὺς δὲ καὶ δυνάμει καταπλήττων θεοπρεπεῖ, σαγηνεύει πρὸς πίστιν, ἐξ ὧν ἐνεργοῦντα τεθέανται, κατανεύειν ἀναπεπεισμένους ὅτι περ ὄντως ὑπάρχοι Θεὸς ὁ τῶν οὕτως ἀξιαγάστων δημιουργός. <Αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς.> Οὐκ ἀσφαλὴς ἡ γνώμη τῶν ἄρτι πεπιστευκότων, ἀλλ᾽ οὐδὲ ἱδρυμένος ὁ νοῦς ἐπὶ νεαροῖς τοῖς θαύμασι· καὶ οἱ τρόπον τινὰ χλωρὸν ἔτι τὸν τῆς κατηχήσεως ἔχοντες λόγον, πῶς ἂν εἶεν ἤδη πεπηγότες εἰς εὐλάβειαν; οὔπω τοιγαροῦν τοῖς νεήλυσιν ἑαυτὸν ἐπιτρέπει Χριστὸς, χρῆμά τι μέγα καὶ ἀξιεραστότατον ἐπιδεικνὺς τὴν εἰς Θεὸν γνησιότητα, καὶ οὐχ ἑτοίμως προκεῖσθαι τοῖς ἐθέλουσιν ἑλεῖν, ἀλλ᾽ ἐφέσει τῇ εἰς ἀγαθὸν καὶ μελέτῃ καὶ χρόνῳ κατορθουμένην.

Μανθανέτωσαν διὰ τούτων οἱ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίαι, μὴ πρόωρον τῶν ἱερῶν καταπετασμάτων εἴσω ποιεῖσθαι τὸν ἄνθρωπον, μηδὲ νεοφύτους ταῖς θείαις ἐπιτρέπειν προσιέναι τραπέζαις ἀωρὶ βαπτιζομένους τινὰς, καὶ οὐκ ἐν καιρῷ τὸν ἁπάντων Δεσπότην πιστευομένους Χριστόν. ἵνα γὰρ τύπος ἡμῖν κἀν τούτῳ γένηται, καὶ διδάξῃ τίνι μᾶλλόν ἐστι τὸ μυεῖσθαι πρεπωδέστερον, δέχεται μὲν τοὺς πιστεύοντας, οὔπω δὲ αὐτοῖς ἐπιθαρσήσας ὁρᾶται, διὰ τοῦ μὴ πιστεύειν αὐτόν· ὡς εἶναι δῆλον ἐντεῦθεν, ὅτι χρὴ τοὺς νεήλυδας οὐ μικρὸν ἐν κατηχήσει τρίβεσθαι χρόνον· οὕτω γὰρ ἂν μόλις γένοιντο πιστοί. <Διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.> Θεοπρεπὲς καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν Χριστῷ τὸ ἀξίωμα, καὶ οὐδενὶ τῶν γενητῶν ἐνυπάρχον. μόνῳ γὰρ αὐτὸ τῷ κατ᾽ ἀλήθειαν ὄντι Θεῷ προσάπτει λέγων ὁ ψαλμῳδός “Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς ”πάντα τὰ ἔργα αὐτῶν·” εἰ δὲ μόνου συνιέντος τὰ ἐν ἡμῖν τοῦ Θεοῦ συνίησιν ὁ Χριστός· πῶς οὐκ ἔσται κατὰ φύσιν ὁ Θεὸς “ὁ τῶν κρυπτῶν γνώστης,” καὶ γινώσκων “βαθέα καὶ ”ἀπόκρυφα,” καθὰ γέγραπται; “Τίς γὰρ οἶδεν ἀνθρώπων ”τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν “αὐτῷ;”

εἰδότος δὲ οὐδενὸς, οὐκ ἀγνοήσει Θεός· ἐπεὶ μηδὲ ἐν τοῖς πᾶσι καταριθμεῖταί ποτε, καθ᾽ ὧν ἂν εἰκότως φέροιτο τό Οὐδείς· ὡς δὲ ἔξω πάντων καὶ πάντα ὑπὸ πόδας, εἴσεται. μαρτυρήσει δὲ καὶ ὁ Παῦλος λέγων “Ζῶν γὰρ ὁ λόγος τοῦ ”Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ ”πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων “καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον ”αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλ- “μοῖς αὐτοῦ.” ὡς γὰρ “φυτεύσας τὸ οὖς,” πάντα ἐπακροᾶται, καὶ ὡς “πλάσας τὸν ὀφθαλμὸν, κατανοεῖ.” καὶ δὴ εἰσφέρεται λέγων ἐν Ἰώβ “Τίς οὗτος ὁ κρύπτων με βουλὴν, ”συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;” ἵνα τοίνυν Θεὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκωμεν τὸν Υἱὸν, ἀναγκαίως φησὶν ὁ Εὐαγγελιστής Ὅτι χρείαν οὐκ εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. <Ἦν δὲ ἄνθρωπος ἐκ τῶν φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.

οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ.> Ἑτοιμότερος μὲν ὁ Νικόδημος περὶ τὸ πιστεύειν ἐστὶν, αἰδοῖ δὲ οὐκ ἀγαθῇ νικώμενος, δόξης τε ἅμα τῆς ἐν ἀνθρώποις οὐ περιορῶν, παραιτεῖται τὴν παῤῥησίαν, μερίζεται δὲ τὴν γνώμην ἐπ᾽ ἄμφω, καὶ χωλεύει τὴν προαίρεσιν, ἐπὶ δισσαῖς δὲ, ὡς γέγραπται, ταῖς ἰγνύαις ἀσθενεῖ, τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις εἰς τὸ χρῆναι πιστεύειν συνωθούμενος διὰ τὴν τῶν θαυμάτων ὑπερβολὴν, τῆς δὲ τοῦ ἔθνους ἡγεμονίας οὐ φορητὴν ἡγούμενος τὴν ζημίαν· ἦν γὰρ ἄρχων τῶν Ἰουδαίων. οἰηθεὶς δὲ δύνασθαι καὶ τὴν παρ᾽ ἐκείνοις ἀνασώζεσθαι δόξαν καὶ λεληθότως εἶναι πιστὸς, ἔρχεται πρὸς τὸν Ἰησοῦν, συνεργάτην τῷ σκέμματι τὸν ἀπὸ τῆς νυκτὸς ποιησάμενος σκότον, καὶ τῷ κεκρυμμένως ἐλθεῖν ἐπὶ διπλῇ τῇ γνώμῃ κατηγορούμενος. <Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ.> Ἐν τούτοις ᾠήθη τοῖς λόγοις ὁλόκληρον ἔχειν δύνασθαι τὴν εὐσέβειαν, καὶ ἀρκέσειν αὐτῷ πρὸς σωτηρίαν ὑπολαμβάνει τὸ θαυμάσαι μόνον τὰ οἷς θαυμάζεσθαι πρέπει· ἕτερον δὲ οὐδὲν ἐπὶ τούτοις ἐπιζητεῖ.

διδάσκαλον δὲ παρὰ Θεοῦ, καὶ παρ᾽ αὐτοῦ συνεργούμενον ὀνομάζων αὐτὸν, οὔπω κατὰ φύσιν οἶδεν ὄντα Θεὸν, οὐδὲ συνίησι δηλονότι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, ἔτι δὲ ὡς ἀνθρώπῳ πρόσεισι γυμνῷ, καὶ μικρὰν ἐπ᾽ αὐτῷ τὴν διάληψιν ἔχει. <Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν ὁ Νικόδημος.> Οὐκ ἐφ᾽ οἷς ᾠήθης, φησὶν, ὦ Νικόδημε, τὸ πιστεύειν ἐστίν. οὐκ ἀρκεῖ σοι λόγος εἰς δικαιοσύνην, οὐδὲ ἐν ψιλοῖς κατορθώσεις ῥήμασι τὴν εὐσέβειαν. “Οὐ γὰρ πᾶς ὁ λέγων μοι ”Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, “ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς ”οὐρανοῖς.” θέλημα δὲ τοῦ Πατρὸς, μέτοχον μὲν τοῦ Ἁγίου Πνεύματος ἀναδειχθῆναι τὸν ἄνθρωπον, εἰς δὲ ἀσυνήθη καὶ ξένην ἀναγεννηθέντα ζωὴν καὶ οὐρανοῦ χρηματίσαι πολίτην τὸν ἀπὸ τῆς γῆς. ἄνωθεν δὲ λέγων τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχον τὸ Πνεῦμα δεικνύει σαφῶς, ὥσπερ ἀμέλει καὶ αὐτὸς περὶ ἑαυτοῦ που φησίν “Ἐγὼ ἐκ τῶν ἄνω εἰμί·” καὶ ὁ σοφώτατος δὲ περὶ αὐτοῦ πάλιν φησὶν Εὐαγγελιστής “Ὁ ἄνωθεν ”ἐρχόμενος ἐπάνω πάντων ἐστίν.” Ὅτι δὲ πάντως ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμά ἐστιν ἐν οἰκείῳ πλατύτερον ἐροῦμεν καιρῷ. <Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν;

μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη Ἰησοῦς.> Ἐλέγχεται διὰ τούτων ψυχικὸς ὢν ἔτι ὁ Νικόδημος, διά τε τοῦτο δεχόμενος οὐδαμῶς “τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ·” μωρίαν γὰρ εἶναι νομίζει τὸ σεπτὸν οὕτω καὶ περιφανὲς μυστήριον. γέννησιν δὲ ἀκούων τὴν ἄνωθεν καὶ πνευματικὴν, σωματικὴν ἔτι γαστέρα φαντάζεται παλινδρομοῦσαν εἰς ὠδῖνα τῶν ἤδη γεγεννημένων, καὶ τὸν τῆς καθ᾽ ἡμᾶς φύσεως οὐκ ἀναβαίνων νόμον, κανονίζει τὰ θειότερα· ἀνεξίτητον δὲ ταῖς οἰκείαις ἐννοίαις τὸ τῶν μαθημάτων ὕψος εὑρὼν, κάτω πίπτει καὶ φέρεται. ὅνπερ γὰρ τρόπον τὰ τοῖς ἀπεσκληκόσι τῶν λίθων εὐτονωτέραις προσαραχθέντα βολαῖς, ὀπίσω πάλιν ἐξάλλεται· οὕτως οἶμαι καὶ νοῦς ἀμαθὴς γοργοτέροις ἢ καθ᾽ ἑαυτὸν προσβαλὼν θεωρήμασιν, ἀτονήσας ὑπονοστεῖ, καὶ μέτροις ἀεὶ τοῖς αὐτῷ πρέπουσιν ἐμφιλοχωρῶν, τὴν ἀμείνω καὶ ὑψηλοτέραν ἀτιμάζει σύνεσιν. ὃ δὴ καὶ πεπονθὼς ὁ τῶν Ἰουδαίων ἡγούμενος τὴν πνευματικὴν οὐ καταδέχεται γέννησιν. <Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.> Οὐ συνιέντα τὸν ἄνθρωπον καθ᾽ ὃν ἔδει τρόπον, τί ἂν βούλοιτο σημαίνειν τὸ ἄνωθεν γεννηθῆναι δεῖν, σαφεστέροις ἐκπαιδεύει μαθήμασι, γυμνοτέραν δὲ αὐτῷ παρατίθησι τοῦ μυστηρίου τὴν γνῶσιν.

ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν διὰ Πνεύματος ἀναγέννησιν Ἄνωθεν ἀπεκάλει, τῆς ἀνωτάτω πασῶν οὐσίας τὸ Πνεῦμα δεικνὺς, δι᾽ οὗ τῆς θείας φύσεως γινόμεθα κοινωνοὶ, ὡς τὸ ἐξ αὐτῆς οὐσιωδῶς προϊὸν καρπούμενοι, καὶ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ πρὸς τὸ ἀρχέτυπον ἀναμορφούμενοι κάλλος, οὕτω τε εἰς καινότητα ζωῆς ἀνατικτόμενοι, καὶ εἰς τὴν θείαν υἱοθεσίαν ἀναπλαττόμενοι. τὸ δέ Ἄνωθεν ὁ Νικόδημος οὐχ οὕτως ἐκλαβὼν, τὴν εἰσαῦθις ἐσομένην ὑπετόπησε γέννησιν, ὡς ἐπὶ σωμάτων, σημαίνεσθαι· διὰ τοῦτο καὶ τοῖς εἰς ἀδύνατον ἀποκλείουσι περιπεσὼν λογισμοῖς, ἄνους τε ὁμοῦ κατεφωρᾶτο καὶ δυσμαθής. ἀναγκαίως τοιγαροῦν ὁ Σωτὴρ, ὡς ἀσθενεστέρῳ τὴν ἕξιν τρυφερώτερον ἔτι προσφέρεται, καὶ τὸ δοκοῦν ἐπεῤῥίφθαι τῷ λόγῳ κάλυμμα περιελὼν, ἀναφανδὸν ἤδη φησίν Ἐὰν μή τις ἐξαναγεννηθῇ δι᾽ ὕδατος καὶ πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἐπειδὴ γὰρ σύνθετόν τι καὶ οὐχ ἁπλοῦν κατὰ φύσιν ὁ ἄνθρωπος, ἐκ δύο κεκερασμένος, αἰσθητοῦ δηλονότι σώματος καὶ ψυχῆς νοερᾶς, διπλῆς αὐτῷ πρὸς ἀναγέννησιν ἐδέησε θεραπείας, συγγενῶς πως ἐχούσης πρὸς ἄμφω τῶν δεδηλωμένων. Πνεύματι μὲν γὰρ ἁγιάζεται τοῦ ἀνθρώπου τὸ πνεῦμα, ὕδατι δὲ αὖ πάλιν ἡγιασμένῳ, τὸ σῶμα.

ὅνπερ γὰρ τρόπον τὸ ἐν τοῖς λέβησιν ἐκχεόμενον ὕδωρ ταῖς τοῦ πυρὸς ὁμιλῆσαν ἀκμαῖς τὴν ἐξ αὐτοῦ δύναμιν ἀναμάττεται, οὕτω διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ αἰσθητὸν ὕδωρ πρὸς θείαν τινὰ καὶ ἀπόῤῥητον μεταστοιχειοῦται δύναμιν, ἁγιάζει τε λοιπὸν τοὺς ἐν οἷς ἂν γένοιτο. <Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν.> Ἑτέρῳ δὲ πάλιν αὐτὸν ἀναπείθει λογισμῷ πρὸς ὑψηλοτέραν ἀναβαίνειν σύνεσιν, καὶ πνευματικὴν ἀκούοντα γέννησιν, μὴ τὰ σωμάτων ἴδια λαμβάνειν εἰς νοῦν. ὥσπερ γὰρ ἀνάγκη, φησὶν, πάντως εἶναι σάρκας τὰ σαρκῶν γεννήματα, οὕτω δηλονότι καὶ πνεύματα τὰ ἐκ Πνεύματος. οἷς δὲ ὁ τοῦ πῶς εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἔσται πάντως καὶ ὁ τῆς γεννήσεως τρόπος οὐχ ὁ αὐτός. ἰστέον δὲ ὅτι γέννημα τοῦ Πνεύματος τὸ τοῦ ἀνθρώπου πνεῦμά φαμεν, οὐχ ὡς ἐξ αὐτοῦ κατὰ φύσιν· ἀμήχανον γάρ· ἀλλ᾽ ὡς ἐν πρώτῳ μὲν καὶ ἀρχαιοτέρῳ λόγῳ κατὰ τὸ δι᾽ αὐτοῦ κεκλῆσθαι τὸ μὴ ὂν εἰς γένεσιν, ἐν δὲ δευτέρῳ καὶ οἰκονομικῶς κατὰ τὴν δι᾽ αὐτοῦ πρὸς Θεὸν ἀναμόρφωσιν, τοὺς οἰκείους ἡμῖν χαρακτῆρας ἐνθλίβοντος, καὶ εἰς τὴν ἰδίαν ὥσπερ ποιότητα τὴν διάνοιαν μεταπλάττοντος.

οὕτω γὰρ οἶμαι νοήσεις ὀρθῶς καὶ τὸ διὰ τοῦ Παύλου πρός τινας εἰρημένον “Τεκνία, οὓς ”πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,” καὶ πάλιν “Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ”ἐγέννησα.” <Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.> Ἀρετὴ διδασκάλου, τὸ ποικίλοις δύνασθαι μεθοδεύειν τρόποις τῶν ἀκροωμένων τὸν νοῦν, καὶ διὰ πολλῶν ἰέναι θεωρημάτων, τὰς ἐφ᾽ οἷς ἂν φαίνηται δυσχερὴς ὁ λόγος ἀποδείξεις ἐπισωρεύοντα. δέχεται τοίνυν ἐκ παραδειγμάτων τοῦ μυστηρίου τὸν τύπον, καὶ φησί Τὸ πνεῦμα τουτὶ τὸ ἐγκόσμιόν τε καὶ ἐναέριον περιπνεῖ μὲν ὅλην τὴν οἰκουμένην, καὶ ὅποιπερ ἂν βούληται διαδραμὸν, κτύπῳ μόνῳ παρὸν σημαίνεται, καὶ διαλανθάνει μὲν τὸν ἁπάντων ὀφθαλμὸν, αὔραις δὲ τοῖς σώμασι λεπτοτάταις προσομιλοῦν, αἴσθησίν τινα τῆς ἐνούσης αὐτῷ φυσικῆς ἐνεργείας ἐνίησιν· οὕτω μοι νόει, φησὶ, καὶ τὴν διὰ Πνεύματος ἀναγέννησιν, ἐκ μικρῶν παραδειγμάτων ἐπὶ τὰ μείζω χειραγωγούμενος, καὶ καθάπερ ἐν εἰκόνι τῷ παροισθέντι λόγῳ τὰ ὑπὲρ αἴσθησιν ἐννοῶν. <Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ.> Οὐδὲν ὁ μακρὸς ὠφέλησε λόγος τὸν οὐ νοοῦντα μηδέν.

σοφὸν οὖν ἄρα τὸ ἐν βίβλῳ παροιμιῶν εἰρημένον “Εἰς ὦτα ”ἀκουόντων” λάλει· καὶ τοῦτο διὰ πείρας ἀληθὲς ὂν ἔδειξεν ὁ Σωτὴρ, τύπον ἡμῖν ἑαυτὸν κἀν τούτῳ διδούς. ἔξω δὲ πάντως τῆς ἐπὶ τῷ μὴ δύνασθαι πείθειν αἰτίας ὁ διδάσκων κείσεται, λέγων μὲν αὐτὸς ἅπερ ἂν ἔχειν οἴηται καλῶς, ὠφελῶν δὲ μηδὲν διὰ τὸ τῶν ἀκροωμένων δυσμαθές. ἄλλως τε καὶ διὰ τούτου μανθάνομεν, “ὅτι πώρωσις ἀπὸ μέρους ”γέγονεν τῷ Ἰσραήλ.” ἀκοῇ γὰρ ἀκούοντες, οὐ συνιᾶσιν. <Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;> Ἐξ ἑνὸς ἅπαντας ἐλέγχει ὁ Χριστὸς, ὀνόματι μὲν τῷ διδασκαλικῷ περιηνθισμένους, καὶ νομομαθείας ὑπόληψιν ἠμφιεσμένους γυμνὴν, ἀπαιδευσίας δὲ ἀνάπλεων φοροῦντας τὸν νοῦν, καὶ συνιέναι δυναμένους οὐδὲν τῶν ὅσαπερ αὐτοὺς οὐχ ὅπως ἐχρῆν ἐξεπίστασθαι μόνον, ἀλλ᾽ ἤδη δύνασθαι καὶ διδάσκειν ἑτέρους. εἰ δὲ ὁ παιδεύων ἐν τούτοις, ἐν τίσιν ὁ παιδευόμενος, οὐχ ὑπεραίροντος μαθητοῦ τοῦ διδασκάλου τὸ μέτρον, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; “Οὐκ ἔστι” γὰρ, φησὶ, “μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.”

ἐπειδὴ δὲ οὕτως ἦσαν ἀμαθεῖς, ἀψευδήσει μὲν ὁ Χριστὸς τάφοις αὐτοὺς κεκονιαμένοις ἐξομοιῶν· ἀστειότατα δὲ καὶ ὁ Παῦλος ἐρεῖ πρὸς τὸν τῶν Ἰουδαίων ἡγούμενον “Τύπτειν σε μέλλει ὁ ”Θεὸς, τοῖχε κεκονιαμένε.” <Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν.> Ἀφιλομαθῆ καὶ λίαν ἀπαίδευτον εὑρίσκει τὸν ἄνθρωπον, καὶ διὰ πολλὴν παχύτητα νοῦ, πρὸς τὴν τῶν θείων δογμάτων κατάληψιν οὐδαμόθεν ἔτι χειραγωγεῖσθαι δυνάμενον, καίτοι μακροῦ καὶ διὰ ποικίλων παραδειγμάτων δαπανηθέντος λόγου. ὅθεν εἰκότως τὸ δι᾽ ἀκριβείας ἐξηγεῖσθαι παρεὶς, ἀπεριεργάστῳ λοιπὸν τῇ πίστει συμβουλεύει χρῆναι λαβεῖν, ὃ νοεῖν οὐ δύναται· μαρτυρεῖ δὲ αὐτὸς εἰδέναι σαφῶς, ὃ λέγει, τῇ τοῦ προσώπου περιφανείᾳ τὸ ἀντιλέγειν ἔτι δεικνύων ἐπισφαλέστατον. οὐ γὰρ ἦν εἰκὸς ἐπιλελῆσθαι Νικόδημον, ὃς εἰδέναι διισχυρίσατο περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι παρὰ Θεοῦ ἐλήλυθε διδάσκαλος· τὸ δὲ ἀντιτείνειν τῷ παρὰ Θεοῦ καὶ Θεῷ, πῶς οὐκ ἂν γένοιτο κινδύνου μεστόν; θεομαχία γὰρ ἤδη τὸ πρᾶγμα φαίνεται. πλὴν ἰστέον ἐντεῦθεν ἡμῖν, οἵπερ ἂν ἔχοιμεν τοῦ διδάσκειν τὴν ἐξουσίαν, ὅτι τοῖς ἀρτίον ἐπὶ τὸ πιστεύειν ἰοῦσιν ἀμείνων ἡ πίστις ἐν ἁπλοῖς λογισμοῖς, ἢ βαθύς τις λόγος καὶ περιεργοτέρα μᾶλλον ἐξήγησις.

γάλακτι δὲ καὶ ὁ Παῦλος ἐπότιζέ τινας, οὔπω δυναμένους τῶν στερεωτέρων μετίσχειν βρωμάτων· καὶ “Γνωστῶς δὲ πάλιν ἐπιγνώσῃ ψυχὰς ποιμνίου ”σου,” πρὸς ἡμᾶς που φησὶν ὁ σοφώτατος Σολομών· οὐκ ἀδιάκριτόν φησιν τοῖς προσιοῦσι τὸν διδασκαλικὸν ἐθέλων προκεῖσθαι λόγον, ἀλλὰ τοῖς ἑκάστου μέτροις ἀναλόγως ἐφηρμοσμένον. <Καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.> Ὡς ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα φυσικῶς, εἰς πληθυντικὸν ἀριθμὸν τὸ τῶν μαρτυρούντων πρόσωπον ἐξέτεινεν ὁ Σωτήρ· ἵνα τρόπον τινὰ κατὰ τὸν Μωυσέως νόμον “Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων” κρατύνηται τὸ εἰρημένον. οὐδαμόθεν δὲ ὅλως ἀνασώζεσθαι θέλοντας ἐπιδεικνύει τοὺς Ἰουδαίους, ἀχαλίνοις δὲ ἁπλῶς καὶ ἀπερισκέπτοις ὁρμαῖς ἐπὶ τὸ βαθὺ τῆς ἀπωλείας φερομένους βάραθρον· εἰ γὰρ μήτε νοεῖν ἰσχύουσιν ἐκ πολλῆς ἀμαθίας τὸ κηρυττόμενον, μήτε πίστει ποιοῦνται δεκτὸν, τίς ἂν αὐτοῖς σωτηρίας ἕτερος ἐπινοηθείη τρόπος;

καλῶς δὴ οὖν καὶ μάλα δικαίως ἀναπολόγητον ἔσεσθαι τὴν Ἱερουσαλὴμ ἔφασκεν ὁ Σωτὴρ, ὡς αὐτόκλητον ἐφ᾽ ἑαυτὴν ἁρπάζουσαν ὄλεθρον “Ἱερουσαλὴμ γὰρ Ἱερουσαλὴμ, φησὶν, ἡ ἀποκτένουσα τοὺς ”προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς “αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν ”τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς “πτέρυγας, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ ”οἶκος ὑμῶν.” <Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσητε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.> Μάθημα, φησὶν, τὴν ἀνθρώποις πρέπουσαν οὐκ ἀναβαῖνον σύνεσιν, ἐξ ἀμέτρου λοιπὸν ἀλογίας οὐ παρεδέξασθε, καὶ πῶς ἂν ὑμῖν ἐξηγησαίμην τὰ θειότερα; οἱ δὲ ἐν τοῖς καθ᾽ ἑαυτοὺς ἀμαθέστατοι, πῶς ἂν εἶεν ἐν τοῖς ὑπεραίρουσι σοφοί; καὶ οἱ πρὸς τὸ ἔλαττον ἀτονήσαντες, πῶς οὐκ ἂν ἔχοιεν τὸ μεῖζον ἀφόρητον; καὶ εἰ μὴ μόνῳ, φησὶν, ἐμοὶ πιστεύετε λέγοντι, πολλοὺς δὲ ἐφ᾽ ἑκάστῳ ζητεῖτε τοὺς μάρτυρας, τίνα παροίσω τῶν οὐρανίων ὑμῖν μυστηρίων τὸν θεωρόν; οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου.

τοῦ δὲ Θεοῦ Λόγου καταβεβηκότος ἐξ οὐρανοῦ, τὸν Υἱὸν τοῦ ἀνθρώπου καταβῆναί φησι, διχάζεσθαι μετὰ τὴν ἐνανθρώπησιν εἰς δύο πρόσωπα παραιτούμενος, καὶ οὐκ ἐπιτρέπων τισὶν, ἕτερον μὲν εἶναι λέγειν υἱὸν τὸν ἐκ παρθένου διὰ τὴν χρείαν ληφθέντα ναὸν, ἕτερον δὲ πάλιν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, πλὴν ὅσον εἰς τὸν ἑκάστῳ πρέποντα κατὰ φύσιν διορισμόν. ὥσπερ γάρ ἐστιν ἐκ Θεοῦ Λόγος, οὕτω καὶ ἄνθρωπος ἐκ γυναικὸς, εἷς δὲ λοιπὸν ἐξ ἀμφοῖν ὁ Χριστὸς, ἀδιαίρετος εἰς υἱότητα καὶ εἰς δόξαν θεοπρεπῆ· ἐπεὶ κατὰ τίνα τρόπον ὡς ἴδια περιτίθησι τῷ ἐκ τῆς παρθένου ναῷ, τὰ γυμνῷ καὶ μόνῳ πρέποντα τῷ Λόγῳ, ἰδιοποιεῖται δὲ πάλιν αὐτὸς τὰ μόνῃ πρέποντα τῇ σαρκί;

νῦν μὲν γὰρ ἐξ οὐρανοῦ καταβεβηκέναι φησὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου· φοβεῖται δὲ καὶ πτοεῖται καὶ ἀδημονεῖ κατὰ τὸν τοῦ πάθους καιρὸν, καὶ ὡς αὐτὸς παθὼν ἀναγέγραπται τὰ μόνῃ τῇ ἀνθρωπότητι πρέποντα πάθη. <Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.> Ἀπολογησάμενος ἀρκούντως, καὶ τὴν αἰτίαν αὐτῷ παραθεὶς, δι᾽ ἣν οὐκ εἰς ἄμετρόν τι καὶ ὑπερφυὲς ὁ τῆς πρὸς αὐτὸν διδασκαλίας ἀνατρέχει λόγος, καταβαίνει δὲ πάλιν ἐπὶ τὰ διὰ Μωυσέως τυπικῶς ἄνωθεν γεγενημένα, χειραγωγίαις μᾶλλον αὐτὸν ταῖς διὰ σχημάτων μόλις δύνασθαι πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἢ πνευματικαῖς ἀκριβολογίαις, ἐξεπιστάμενος. δεῖν δὲ δὴ πάντως αὐτὸν ὑψωθῆναί φησιν, ὡς τὸν ὄφιν τὸν διὰ Μωυσέως, ἀναγκαιοτάτην ἐπιδεικνὺς τῆς ἱστορίας τὴν βάσανον, καὶ μονονουχὶ πάλιν ἐκεῖνο λέγων πρὸς τὸν νοοῦντα μηδέν “Ἐρευνᾶτε τὰς ”γραφὰς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.” ὄφεις μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ἐπεπήδων κατὰ τὴν ἔρημον, οἱ δὲ ἀσταχύων πίπτοντες δίκην, καὶ πρὸς τὸν ἀδοκήτως ἐπισκήψαντα κίνδυνον οὐ μετρίως ἀσχάλλοντες, οἰκτροτάτας ἀφιέντες φωνὰς τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σωτηρίαν ἐκάλουν.

ὁ δὲ ἐπείπερ ἦν ἀγαθός τε καὶ φιλοικτίρμων, ὡς Θεὸς, ὄφιν αὐτοῖς ἀναστῆσαι χαλκοῦν κελεύει Μωυσέα· καὶ δὴ καὶ ἐν αὐτῷ προμελετᾶν ἐπιτάττει τὴν διὰ πίστεως σωτηρίαν. ἦν γὰρ τῷ δηχθέντι τὸ φάρμακον, τὸ εἰς πρόσωπον ἰδεῖν τοῦ κειμένου, καὶ τὴν ἐπὶ τοῖς ἐσχάτοις ἀπαλλαγὴν ἡ πίστις μετὰ τῆς θέας τοῖς ὁρῶσιν ἐπραγματεύετο. τὰ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις· ὅλον δὲ πάλιν, ὡς ἐν τύπῳ τῷ πράγματι, τὸ τῆς ἐνανθρωπήσεως καταγράφει μυστήριον. ὄφις μὲν γὰρ τὴν πικρὰν καὶ ἀνθρωποκτόνον ἁμαρτίαν σημαίνει, ἣ καὶ σύμπαν τὸ ἐπὶ τῆς γῆς κατεβόσκετο γένος, πολυτρόπως τὴν ἀνθρώπου δάκνουσα ψυχὴν, καὶ πολυειδῆ τῆς φαυλότητος τὸν ἰὸν ἐκχέουσα· ἦν δὲ οὐχ ἑτέρως ἡμᾶς τὴν οὕτω νικῶσαν διαφυγεῖν, εἰ μὴ διὰ μόνης τῆς ἐξ οὐρανῶν ἐπικουρίας. γέγονε τοίνυν ὁ Θεὸς Λόγος “ἐν ὁμοιώματι ”σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ “σαρκὶ,” καθὰ γέγραπται, καὶ τοῖς ἀτενίζουσιν εἰς αὐτὸν δι᾽ ἐκτενεστέρας τῆς πίστεως, ἢ καὶ τῆς τῶν θείων δογμάτων ἐρεύνης, σωτηρίας ἀκαταλύτου πρόξενος ἀναδειχθῇ.

τὸ δὲ ἐφ᾽ ὑψηλῆς τινος ὑποβάθρας ἀνεστηλῶσθαι τὸν ὄφιν, δηλοῖ δὴ πάντως τὸ ἐν περιφανείᾳ καὶ ἐπισημότητι γενέσθαι Χριστὸν, ὡς ἀγνοηθῆναι μηδενὶ, ἢ τὸ ἐκ γῆς ὑψωθῆναι, καθὰ καὶ αὐτός που φησὶ, διὰ τὸ ἐπὶ τῷ σταυρῷ πάθος. <Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.> Ἀναφανδὸν ἐν τούτοις ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπείγεται δηλοῦν, εἴπερ ἀνάγκη νοεῖν τὸν ἐκ Θεοῦ πεφηνότα Πατρὸς εἶναι δὴ πάντως καὶ Θεὸν, οὐκ ἐπακτὸν ἔχοντα τὸ ἀξίωμα, καθάπερ ἡμεῖς, ἀλλ᾽ ὑπάρχοντα τοῦτο κατ᾽ ἀλήθειαν, ὅπερ εἶναι πιστεύεται. οἰκονομικῶς δὲ τοῦτο καὶ λίαν φησι, τὴν εἰς ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρὸς παραζεύξας ἀγάπησιν εὐφυῶς, εὐαφόρμως τε λίαν εἰς τὸν ἐπὶ τούτῳ λόγον ἐρχόμενος. δυσωπεῖ μὲν γὰρ ἀπειθοῦντα τὸν Νικόδημον, μᾶλλον δὲ ἤδη καὶ ἀσεβοῦντα δεικνύει. τὸ γὰρ μὴ λίαν ἑτοίμως ἐπὶ τὸ πιστεύειν ἰέναι, Θεοῦ τι διδάσκοντος, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ τῷ τοῦ ψεύδους ἐγκλήματι περιβαλεῖν τὴν ἀλήθειαν; εἶτα πρὸς τούτῳ δεδόσθαι λέγων ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἐννοεῖν ἀναπείθει γοργῶς, πόσης ἂν γένοιντο τιμωρίας ἔνοχοι, παρ᾽ οὐδὲν ἐξ ἀπονοίας οἱ τὴν οὕτως ἀξιάγαστον τοῦ Θεοῦ καὶ Πατρὸς ποιησάμενοι χάριν. οὕτω γάρ φησιν ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν.

Ἀκουέτω πάλιν ὁ χριστομάχος αἱρετικὸς, καὶ λεγέτω παρελθὼν, τί τὸ μέγα τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ πῶς ἂν αὐτὴν εἰκότως ἀποθαυμάσαιμεν· ἀλλ᾽ ἐρεῖ δὴ πάντως τῆς ἀγάπης ὁρᾶσθαι τὸ ἀξιάγαστον, ἐν τῷ δεδόσθαι τὸν Υἱὸν ὑπὲρ ἡμῶν, καὶ τοῦτο Μονογενῆ. οὐκοῦν ἵνα μένῃ καὶ σώζηται μεγάλη τοῦ Θεοῦ καὶ Πατρὸς ἡ ἀγάπησις, υἱὸς νοείσθω, μὴ ποίημα· Υἱὸν δέ φημι τὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ὁμοούσιον δηλονότι τῷ γεγεννηκότι, καὶ Θεὸν ὄντως καὶ κατ᾽ ἀλήθειαν. εἰ δὲ κατὰ τὸν σὸν, ὦ οὗτος, λόγον, τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχει, καὶ τὸ εἶναι κατὰ φύσιν Υἱὸς καὶ Θεὸς συναποβαλεῖ, καὶ ἀργήσει λοιπὸν τὸ περίπυστον θαῦμα τῆς ἀγάπης τοῦ Πατρός. ποίημα γὰρ ποιημάτων ἠλλάξατο, καὶ οὐχ Υἱὸν ἀληθῶς· εἰκῆ δὲ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος θορυβήσει λέγων “Ἀθετήσας τις ”νόμον Μωυσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν “μάρτυσιν ἀποθνήσκει, πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται ”τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας;”

καταπατεῖ μὲν γὰρ ὁμολογουμένως ὁ καταφρονήσας, ἀλλ᾽ οὐχ ὡς Υἱὸν ἀληθινὸν, ἀλλὰ Μωυσέως ὁμόδουλον, εἴπερ ἐστὶ τῷ πεποιημένῳ τὸ ποίημα πάντως ἀδελφὸν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, κἂν ταῖς εἰς τὸ μεῖζον ἢ ἄμεινον ὑπεροχαῖς τὴν ἑτέρου δόξαν πλεονεκτῇ· ἀλλ᾽ ἔστιν ἀληθὴς ὁ τοῦ Παύλου λόγος· χαλεπωτέραν δὲ ἀποτίσει τὴν δίκην ὁ καταπατήσας τὸν Υἱὸν, οὐχ ὡς εἰς ποίημα πλημμελῶν, οὐδὲ εἰς ἕνα τῶν Μωυσέως ὁμοδούλων. μεγάλη δὴ οὖν καὶ ὑπερφυὴς ἡ ἀγάπη τοῦ Πατρὸς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἐξ ἑαυτοῦ καὶ ἴδιον αὐτοῦ δεδωκότος Υἱόν. <Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρινῇ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.> Υἱὸν ἑαυτὸν διαῤῥήδην ὀνομάσας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἀμαρτύρητον ἐᾶν οἴεται δεῖν τὸν λόγον, ἀλλ᾽ ἐκ τῆς τῶν πραγμάτων, ἵνα οὕτως εἴπω, ποιότητος ἐπιφέρει τὴν ἀπόδειξιν, ἀσφαλεστέρους εἰς πίστιν τοὺς ἀκροωμένους ἀποτελῶν.

οὐ γὰρ ἀπεστάλην, φησὶ, κατὰ τὸν ἱεροφάντην Μωυσῆν, νόμῳ κατακρίνων τὴν οἰκουμένην, οὐδὲ πρὸς ἔλεγχον τῆς ἁμαρτίας εἰσφέρων τὴν ἐντολὴν, οὐδὲ οἰκετικὴν ποιοῦμαι τὴν διακονίαν, ἀλλὰ Δεσπότῃ πρέπουσαν τὴν φιλανθρωπίαν εἰσφέρω· ἐλευθερῶ τὸ δοῦλον, ὡς Υἱὸς καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν, ἀνίημι τῆς ἁμαρτίας τὸν ταῖς τῶν οἰκείων πλημμελημάτων κατεσφιγμένον σειραῖς, ἀνασώσων τὴν οἰκουμένην, οὐ κατακρίνων ἐλήλυθα. ἔδει γὰρ ἔδει Μωσέα μὲν, φησὶν, ὡς οἰκέτην νόμου τοῦ κατακρίνοντος γενέσθαι διάκονον, ἐμὲ δὲ ὡς Υἱὸν καὶ Θεὸν τῆς τοῦ νόμου κατάρας ὅλην ἀπολύειν τὴν οἰκουμένην, καὶ ταῖς εἰς φιλανθρωπίαν ὑπερβολαῖς θεραπεῦσαι τοῦ κόσμου τὴν ἀσθένειαν. εἰ δὲ ἀμείνων ἡ δικαιοῦσα χάρις τῆς κατακρινούσης ἐντολῆς, πῶς οὐκ ἀκόλουθον ἤδη νοεῖν τὸ οἰκετικὸν ἀναβαίνειν μέτρον τὸν οὕτω θεοπρεπῆ τὴν ἐξουσίαν εἰσφέροντα, καὶ τῶν τῆς ἁμαρτίας δεσμῶν ἀφιέντα τὸν ἄνθρωπον;

Εἷς μὲν οὖν τῶν προκειμένων οὑτοσὶ, καὶ οὐκ ἄκομψος, ὡς οἶμαι, λόγος· δεύτερος δὲ ἐπὶ τούτῳ διὰ τῶν αὐτῶν ἀνακυκλημάτων στρεφόμενος, καὶ συγγενῆ πως τοῖς ἄνω τὴν θεωρίαν εἰσφέρων, ἐκ φιλομαθίας εἰρήσεται. ἐθεώρει τὸν Νικόδημον ὁ Σωτὴρ τοῖς Μωυσαϊκοῖς ἐμπεπηγότα νόμοις, καὶ τῆς μὲν ἀρχαιοτέρας ἀπρὶξ ἐχόμενον ἐντολῆς, ἀποφρίττοντα δέ πως πρὸς τὴν διὰ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν νέαν καὶ εὐαγγελικὴν κατοκνοῦντα πολιτείαν, οἰηθέντα, κατὰ τὸ εἰκὸς, φορτικωτέραν ἔσεσθαι ταύτην τῶν ἤδη διατεταγμένων. οὐκ ἀγνοήσας τοιγαροῦν, ὡς Θεὸς, τὸν ἐξ ἀμαθίας ἐπεισπηδήσαντα φόβον, ἑνὶ καὶ ἀποτόμῳ χρησάμενος λογισμῷ, τῶν ἐπὶ τούτῳ θορύβων ἐλευθεροῖ, καὶ τὴν μὲν διὰ Μωυσέως ἐντολὴν, διὰ τοῦ κατακρίνειν τὸν κόσμον, δυσαχθεστέραν οὖσαν ἐπιδεικνύει, ἡμερότητος δὲ βραβευτὴν ἑαυτὸν εἰσφέρει λέγων Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. <Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.> Πληροφορήσας διὰ πραγμάτων, ὅτι καὶ Υἱὸς ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τῆς Μωυσέως διακονίας ἀξιολογωτέραν εἰσφέρει τῷ κόσμῳ τὴν χάριν· πῶς γὰρ οὐκ ἄμεινον τοῦ κατακρίνεσθαι νόμῳ τὸ δικαιοῦσθαι χάριτι;

τρόπον ἡμῖν ἕτερον ἐπενόησεν, ὡς Θεὸς, εἰς πίστιν ἐπαγωγὸν, παντάχοθεν τοὺς ἀπολωλότας συνελαύνων εἰς σωτηρίαν. προτίθησι τοίνυν τῷ μὲν πιστεύοντι γέρας τὸ μὴ καλεῖσθαι πρὸς κρίσιν, τῷ δ᾽ ἀπειθοῦντι κόλασιν, εἰς τὴν αὐτὴν καὶ μίαν δι᾽ ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τῷ πιστεύειν ἰέναι προθύμως συγκαλῶν· χαλεπὸν δὲ καὶ μέγα τῆς ἀπιστίας δεικνύει τὸ ἔγκλημα, ἐπείπερ ἐστὶν Υἱὸς καὶ Μονογενής. ὅσῳ γὰρ ἂν ἀξιόπιστον ὑπάρχοι τὸ παροινούμενον, τοσοῦτον μειζόνως εἰς τὸ πλημμελῆσαι δεινὰ τὸ ἀτιμάζον καταδικασθήσεται. ἤδη δὲ κεκρίσθαι τὸν ἀπιστοῦντά φησιν, ὡς αὐτὸν ἤδη καθ᾽ ἑαυτοῦ τὴν τοῦ κολάζεσθαι δεῖν ὁρίσαντα ψῆφον, δι᾽ ὧν ἔγνω παραιτεῖσθαι τὸν τοῦ μὴ κρίνεσθαι χορηγόν. <Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς.> Οὐκ ἀζήτητον ἀπομένειν ἐᾷ τῶν ἀπειθούντων τὸ κρῖμα· ἐπιλέγει δὲ τὰς αἰτίας, καὶ δεικνύει σαφῶς, ὅτι κατὰ τὸν παροιμιώδη λόγον “Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερω- ”τοῖς.”

οἱ γὰρ, ἐξὸν καταφωτίζεσθαι, φησὶ, τὸ ἐν σκότῳ κεῖσθαι τιμήσαντες, πῶς οὐκ ἂν εἶεν εἰκότως αὐτοὶ καθ᾽ ἑαυτῶν τῶν δεινῶν ὁρισταὶ, καὶ αὐτόμολοι πρὸς τὸ παθεῖν ἃ καὶ διαφεύγειν ἐξῆν, εἴπερ ἦσαν ὀρθοὶ τῶν πραγμάτων ἐξετασταὶ, τὸ φωτίζεσθαι μᾶλλον ἐθέλειν τοῦ μὴ τοιούτου προκρίνοντες, καὶ τῶν ἀμεινόνων δεύτερα ποιεῖσθαι μελετῶντες τὰ αἰσχίονα;

ἐλευθέραν δὲ πάλιν τῶν ἐξ ἀνάγκης δεσμῶν τὴν τοῦ ἀνθρώπου διετήρησε γνώμην, καὶ ῥοπαῖς οἰκείαις ἐπ᾽ ἄμφω βαδίζουσαν, ἵνα δέχηται δικαίως ἔπαινόν τε τὸν ἐπ᾽ ἀγαθοῖς, καὶ τὴν ἐπὶ τοῖς ἐναντίοις κόλασιν· ὥσπερ οὖν ἀμέλει καὶ ἐν ἑτέροις τοῦτο δέδειχεν εἰπών “Ἐὰν ”θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· “ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς ”κατέδεται.” <Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.> Ἐπεξεργάζεται χρησίμως τὸ εἰρημένον, καὶ τὸν ἐπὶ τοῖς συμφέρουσιν ὄκνον ἐξ ἀγάπης ὄντα τῆς εἰς τὸ φαῦλον ἐλέγχει, καὶ ῥίζαν ἔχοντα τὸ μὴ βούλεσθαι μαθεῖν τὰ δι᾽ ὧν ἂν γένοιτό τις σοφός τε καὶ ἀγαθός· φεύγει μὲν γὰρ καὶ παραιτεῖται, φησὶν, ὁ τῶν πονηρῶν ἐργάτης τὸ ἐν φωτὶ γενέσθαι τῷ θείῳ, οὐκ αἰδοῖ τῇ διὰ τὸ φαῦλον ἐγκαλυπτόμενος· ἢ γὰρ ἂν ἐσώθη τοῦτο παθών· ἀλλ᾽ ἐν ἀγνοίᾳ μένειν τοῦ πρέποντος ἀγαπῶν, ἵνα μὴ πλήττηται πλημμελῶν, πικροτέροις ἤδη τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις προσβαλὼν, καὶ διὰ τοῦ λοιπὸν ἐξεπίστασθαι τὸ ἀγαθὸν, δυσαχθεστέραν ὑφέξων τῷ κρίνοντι δίκην, εἰ μὴ βούλοιτο δρᾶν ἅπερ ἂν ἀρέσκῃ Θεῷ.

Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, τουτέστιν, ὁ τῶν τῆς ἀληθείας ἔργων ἐραστής τε καὶ ποιητὴς, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα· οὐ γὰρ παραιτεῖται τὸν ἐν Πνεύματι φωτισμὸν, ἐξ αὐτοῦ δὴ μάλιστα πρὸς τὸ δύνασθαι νοεῖν ἀσυναρπάστως χειραγωγούμενος, εἰ μὴ τὴν θείαν ἐκβέβηκεν ἐντολὴν, καὶ εἰ πάντα κατὰ νόμον εἴργασται Θεοῦ.

Ἔστι τοίνυν ἀπόδειξις ἐναργὴς τῆς μὲν εἰς τὸ φαῦλον ἀχαλίνου ῥοπῆς, καὶ ἀκράτου πρὸς τὸ χεῖρον ἡδονῆς, τὸ μὴ ἐθελῆσαι μαθεῖν τὰ δι᾽ ὧν ἄν τις ἰσχύσαι πρὸς τὸ ἄμεινον ἀναδραμεῖν· τῆς δὲ ἐπὶ τοῖς ἀρίστοις ἐπιθυμίας, τὸ φωτίζεσθαι διψῆν, καὶ ὥσπερ τινὰ κανόνα καὶ ἀπευθυντῆρα πρὸς τὴν ἀρέσκουσαν πολιτείαν τῷ Θεῷ, τὸν αὐτοῦ ποιεῖσθαι νόμον· ὅπερ εἰδὼς οὕτως ἔχειν, καὶ ὁ θεσπέσιος ψάλλει μελῳδός “Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ ”μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια· τὰ δικαιώματα “Κυρίου εὐθεία εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίου τη- ”λαυγὴς φωτίζουσα ὀφθαλμούς.” <Καὶ μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Ἰουδαίαν γῆν μετὰ τῶν μαθητῶν αὐτοῦ· ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλὴμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγένοντο καὶ ἐβαπτίζοντο. οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.> Πέρας ἤδη λαβούσης τῆς πρὸς Νικόδημον ὁμιλίας, ἕτερόν τι πάλιν ἐξαρτύει χρησιμώτατον ὁ θεσπέσιος Εὐαγγελιστής.

Πνεύματι γὰρ θείῳ φωταγωγούμενος πρὸς τὴν τῶν ἀναγκαιοτάτων ἐξήγησιν, συνεῖδεν ὅτι λυσιτελήσει σφόδρα τοῖς ἐντευξομένοις τὸ διαγνῶναι σαφῶς, πόσην ἔχει τὴν ὑπεροχὴν, ἢ καὶ ὅσοις ὑπέρκειται μέτροις, ὡς πρὸς τὸ Ἰωάννου βάπτισμα, τὸ διὰ Χριστοῦ· ἦν γὰρ ἐλπίδος ὄντως οὐ μακρὰν ἀναδειχθήσεσθαί ποτε τοὺς ἀποτολμῶντας ἐξ ἀνοίας εἰπεῖν, ἢ μηδεμίαν ὅλως ἐν αὐτοῖς ὑπάρχειν τὴν διαφορὰν, ἰσομέτροις δὲ αὐτὰ χρῆναι στεφανοῦσθαι τιμαῖς, ἢ καὶ ταύτης εἰς ἀγριωτέραν ἀπαιδευσίαν ἐξολισθαίνοντας, τὴν μὲν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀφελέσθαι τοῦ διὰ Χριστοῦ, τὸ δὲ νικᾶν τῷ δι᾽ ὕδατος ἀναισχύντως ἐπασωτεύεσθαι. ποῖον γὰρ θράσος τοῖς ἀπαιδεύτοις οὐ βατὸν, ἢ διὰ ποίας οὐκ ἐλαύνουσι δυσφημίας οἱ κατὰ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων ἐξανιστάμενοι, “καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καθὰ γέγραπται; ἵνα τοίνυν τῆς ἐκείνων ἀθυρογλωττίας προανέλῃ τὰς αἰτίας ὁ σοφώτατος Εὐαγγελιστὴς, αὐτὸν ἡμῖν εἰσφέρει τὸν ἅγιον βαπτιστὴν τοῖς οἰκείοις παρατιθέντα μαθηταῖς τοῦ ζητουμένου τὴν λύσιν. βαπτίζει τοιγαροῦν ὁ Χριστὸς διὰ τῶν ἑαυτοῦ μαθητῶν· ὁμοίως δὲ καὶ ὁ Ἰωάννης, καὶ οὐ πάντως διὰ χειρὸς ἑτέρων, ἀλλ᾽ οὐδὲ ἐν αὐταῖς ἐκείναις ἐβάπτιζε ταῖς πηγαῖς, ἐν αἷς τοῦτο πράττων ἐφαίνετο Χριστὸς, ἀλλὰ πλησίον τοῦ Σαλὴμ, καθὰ γέγραπται, καὶ εἰς μίαν τῶν κύκλῳ καὶ γείτονα πηγήν.

καὶ δι᾽ αὐτοῦ τρόπον τινὰ τοῦ διωρίσθαι φημὶ τὰς τῶν ὑδάτων πηγὰς, τὴν ἐπὶ τῷ βαπτίσματι δεικνύων διαφορὰν, καὶ κατασημαίνων, ὡς δι᾽ αἰνίγματος, ὡς ταὐτὸν μὲν οὐκ ἔστι τῷ παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ δι᾽ αὐτοῦ· πλησίον δ᾽ οὖν ὅμως, καὶ περὶ αὐτὸ, προμελέτησίν τινα καὶ εἰσαγωγὴν εἰσφέρον τοῦ τελειοτέρου. ὥσπερ οὖν καὶ ὁ νόμος ὁ διὰ Μωυσέως, σκιὰν ἔχειν λέγεται “τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν ”πραγμάτων·” προγύμνασμα γάρ τι καὶ προκατήχησις τῆς ἐν πνεύματι λατρείας τὸ γράμμα ἐστὶ τὸ Μωυσαϊκὸν, κεκρυμμένην ἔσωθεν ὠδῖνον τὴν ἀλήθειαν· οὕτω νοήσεις καὶ τὸ εἰς μετάνοιαν βάπτισμα. <Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ· καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ.> Ἀτονοῦντες Ἰουδαῖοι τοῖς κατὰ τὸν νόμον περιῤῥαντηρίοις συνίστασθαι, καὶ συναγορεύειν οὐκ ἔχοντες τῷ διὰ σποδοῦ δαμάλεως καθαρισμῷ, ἐξυφαίνουσί τι τοῖς Ἰωάννου μαθηταῖς, δι᾽ οὗπερ ἐνόμιζον οὐ μετρίως ἀνιάσειν αὐτοὺς, καίτοι καὶ λίαν ἑτοίμως ἐν τοῖς καθ᾽ ἑαυτοὺς ἡττώμενοι.

ἐπειδὴ γὰρ οἱ τῷ μακαρίῳ προσεδρεύοντες βαπτιστῇ, κρείττους ἤδη καὶ συνετώτεροι τῶν Φαρισαίων ἐφαίνοντο, τὸ παρὰ τῷ οἰκείῳ διδασκάλῳ θαυμάζοντες βάπτισμα, καὶ τοὺς κατὰ νόμον καταγωνιζόμενοι καθαρισμούς· δυσφοροῦσιν ἐπὶ τούτοις οἱ πρὸς μόνον τὸ διαλοιδορεῖσθαι γοργοὶ, καὶ εἰς πᾶσαν ἑτοιμότατοι κακουργίαν· καὶ δὴ τὸν οἰκεῖον παρατρέψαντες λόγον ἐπαινοῦσι τὸ βάπτισμα τὸ διὰ Χριστοῦ, διακείμενοι μὲν οὐκ ὀρθῶς, οὐδὲ ἀληθεῖς ἐπαίνους τοῦ πράγματος καταχέοντες, εἰς δὲ μόνον τὸ λυπῆσαι παρωξυμμένοι, καὶ τὴν παρὰ γνώμην δανειζόμενοι πρόθεσιν, ἕως ἂν αὐτοῖς εἰς ἔργον ἐκτρέχῃ τὸ σπούδασμα. λογικὴν μὲν οὖν οὐδεμίαν ἔχουσι ποιεῖσθαι τὴν ἀπόδειξιν, ἀλλ᾽ οὐδὲ ἐκ τῶν ἱερῶν λαβόντες γραμμάτων συνηγοροῦσι Χριστῷ· πόθεν γὰρ ἡ τοιαύτη τοῖς ἀπαιδεύτοις σύνεσις; ἐκεῖνο δὲ μόνον εἰς βεβαίωσιν τῶν οἰκείων προΐσχονται λόγων, τὸ κομιδῆ μὲν εἶναι βραχεῖς ἀριθμῷ τοὺς Ἰωάννῃ προστρέχοντας, ἀγεληδὸν δὲ βαδίζειν ἐπὶ Χριστόν. ᾤοντο γὰρ ἴσως πολὺ δὴ λίαν ἀφραίνοντες τὴν ἐπὶ τῷ δύνασθαι νικᾶν ἀποκομιεῖσθαι ψῆφον, καὶ τοῖς νομικοῖς περιῤῥαντηρίοις, ὡς ἤδη κεκρατηκόσιν, ἀπαυθαδίζεσθαι τῆς Ἰωάννου χειρὸς, ἐν ἀμείνοσι θέντες τὸ διὰ Χριστοῦ τοῖς προσιοῦσιν αὐτῷ χορηγούμενον βάπτισμα.

καὶ λυποῦσι μὲν ὄντως τοὺς, πρὸς οὓς ἦν ὁ λόγος· ἀπαλλάττονται δὲ μόλις ἐπὶ τούτοις, καὶ ἀναχωροῦσι τῶν Ἰωάννου μαθητῶν, ἐξ ἀπερισκέπτου λογομαχίας πολὺ μειζόνως ἡττώμενοι. καταστέφουσι γὰρ τοῖς ἐξ ἀνάγκης ἐπαίνοις καὶ οὐχ ἑκόντες τὸν Κύριον. <Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν.> Τοῖς τῶν Φαρισαίων λόγοις καταδηχθέντες οἱ μαθηταὶ, καὶ εἰς αὐτὴν δὲ τοῦ πράγματος ἀφορῶντες τὴν φύσιν, ψευδομένους μὲν ἐλέγχειν ἦσαν οὐχ οἷοί τε, διαποροῦσι δὲ εἰκότως, καὶ τὸ μέγα τοῦ Σωτῆρος ἡμῶν οὐκ εἰδότες ἀξίωμα, καταπτοοῦνται λίαν ἐπὶ τοῖς Ἰωάννου μειονεκτήμασιν, αἰδοῖ δὲ καὶ θαύματι τὸν ἐξ ἀγάπης κεράσαντες λόγον, ἀξιοῦσιν ἤδη μαθεῖν, ὅτου δὴ χάριν ὁ ταῖς παρ᾽ αὐτοῦ μεμαρτυρημένος φωναῖς, φθάνει μὲν αὐτὸν ἐν εὐκλείαις, προπηδᾷ δὲ τῇ χάριτι, καὶ σαγηνεύει βαπτίζων οὐ μέρος τῆς ἁπάσης πληθύος Ἰουδαϊκῆς, ἀλλ᾽ ἤδη καὶ πάντας. ἐποιοῦντο δὲ κατὰ τὸ εἰκὸς οὐκ ἀθεεὶ τὴν ζήτησιν· καλεῖ γὰρ ἐντεῦθεν ὁ βαπτιστὴς εἰς ἀκριβῆ καὶ μακρὰν περὶ τοῦ Σωτῆρος ἐξήγησιν, καὶ διαφανεστάτην τῶν βαπτισμάτων εἰσφέρει τὴν διαφοράν. <Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.> Οὐδέν φησιν ἐν ἀνθρώποις ἀγαθὸν, ὃ μὴ πάντως εἶναι δεῖ καὶ θεόσδοτον. “Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;”

ἀκούειν ἂν πρέποι τῇ κτίσει. χρῆναι δὲ οἶμαι τοῖς μὲν ἀπονεμηθεῖσιν ἀρκεῖσθαι μέτροις, καὶ ταῖς οὐρανόθεν διωρισμέναις ἐφήδεσθαι τιμαῖς, ἐκτείνεσθαι δὲ περαιτέρω μηδαμῶς, μηδὲ ἀχαρίστως τῇ πρὸς τὸ μεῖζον ἀεὶ κεχρημένους ἐφέσει, τὴν ἄνωθεν ἀτιμάζειν ψῆφον, καὶ δεσποτικοῖς ἀπομάχεσθαι κρίμασιν, αἰδοῖ τοῦ μὴ δοκεῖν τοῦ τελειοτέρου τὸ ἔλαττον ἀποφέρεσθαι· ἀλλ᾽ οἷσπερ ἂν ἐθελήσας τιμήσῃ Θεὸς, ταῦτα δὴ καὶ μάλα ποιεῖσθαι περὶ πολλοῦ. μὴ ἀσχαλέτω τοιγαροῦν ὁ ἐμὸς, φησὶ, μαθητὴς, εἰ μὴ τὸ δοθὲν ἐξάλλομαι μέτρον, εἰ τὸ μεῖζον οὐκ ἐννοῶ, καὶ εἰς δόξαν ἀνθρωποπρεπῆ συστέλλομαι. <Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.> Εἰς ἀνάμνησιν ἄγει τοὺς ἑαυτοῦ μαθητὰς ὧν ἤδη πολλάκις ἀκηκόασι λόγων, ὁμοῦ μὲν ἐλέγχων εὐφυῶς, ὡς τῇ τῶν χρησίμων λήθῃ κεκαρωμένους, καὶ περὶ τὴν οὕτω σεμνοτάτην διδασκαλίαν ἀπονυστάζοντας, ὁμοῦ δὲ ἀναπείθων τῆς θείας μεμνῆσθαι γραφῆς, ἅτε δὴ τῇ ἐπὶ τούτοις φιλομαθείᾳ συντεθραμμένους· τίνα μὲν ἔσεσθαι κηρύττει Χριστόν· τίνα δὲ αὖ πάλιν τὸν προκήρυκα βαπτιστήν· οὕτω γὰρ ἔμελλον τὴν ἐφ᾽ ἑκάστῳ γνῶσιν ἀναδεξάμενοι χαλεπαίνειν οὐδαμῶς, ἐν τοῖς ἑκάστῳ πρέπουσιν ὁρῶντες αὐτούς.

δεήσομαι τοιγαροῦν οὐχ ἑτέρων, φησὶν, εἰς τοῦτο μαρτύρων, αὐτηκόους ἔχω τοὺς ἐμαυτοῦ μαθητάς· ὡμολόγηκα τὴν δουλείαν, προκηρύξων Ἀπεστάλην· ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός· νικάτω, κρατείτω, καταλαμπρυνέσθω μειζόνως, ὡς δεσπότης καὶ Θεός. <Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.> Ἐγεγόνει μὲν πάλιν ὡς ἐξ ὁμοιώσεως τῆς καθ᾽ ἡμᾶς ὁ λόγος, ἄγει δὲ εἰς ἐπίγνωσιν θεωρημάτων λεπτῶν· τύποι γὰρ τῶν νοητῶν, τὰ χειρὸς ἁφὴν ὑπομένοντα, καὶ σωματικῶν παραδειγμάτων παχύτης ἀκριβεστάτην εἰσφέρει πολλάκις τῶν πνευματικῶν τὴν ἀπόδειξιν. ἐστὶ τοίνυν, φησὶ, νυμφίος μὲν καὶ πανηγυριάρχης ὁ Χριστὸς, δειπνοκλήτωρ δὲ ἐγὼ καὶ νυμφαγωγὸς, θυμηδίαν ἔχων τὴν ἀκροτάτην καὶ ἀξίωμα περιφανὲς, τὸ ἐν φίλοις κατατετάχθαι μόνον, καὶ τῆς τοῦ ἑστιῶντος ἐπακροᾶσθαι φωνῆς. ἔχω μὲν οὖν ἤδη τὸ ποθούμενον ἐγὼ, καὶ πεπλήρωταί μοι τὸ σπούδασμα· ἐκήρυξα γὰρ οὐ μόνον, ὡς ἥξει ὁ Χριστὸς, ἀλλ᾽ ἤδη καὶ παρόντα τεθέαμαι, καὶ αὐτὴν ἐν ὠσὶν εἰσοικίζομαι τὴν φωνήν.

ὑμεῖς δὲ, ὦ σοφώτατοι μαθηταὶ, τὴν νυμφευομένην ἀνθρωπότητα τῷ Χριστῷ πρὸς αὐτὸν ἰοῦσαν ὁρῶντες, καὶ εἰς πνευματικὴν ἀναβαίνουσαν οἰκειότητα διὰ τοῦ ἁγίου βαπτίσματος τὴν ἀποκεκομμένην καὶ δραπετεύσασαν τῆς εἰς αὐτὸν ἀγάπης καταθεώμενοι φύσιν, μὴ ἀσχάλετε, φησὶν, ὅτι μὴ μᾶλλον ἐμοὶ πρέπει, προστρέχει δὲ λίαν εὐπετῶς τῷ κατὰ πνεῦμα νυμφίῳ· τοῦτο γὰρ ἦν ὄντως δίκαιόν τε καὶ πρεπωδέστερον. ὁ γὰρ ἔχων τὴν νύμφην νυμφίος ἐστί· τουτέστι, μὴ ἐν ἐμοὶ ζητεῖτε τοῦ νυμφίου τὸν στέφανον, οὐκ ἐμοὶ χορεύει λέγων ὁ μελῳδός “Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, ”καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, “ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου·” οὐδὲ τὸν ἐμὸν ζητοῦσα θάλαμον ἡ νύμφη φησίν “Ἀπάγγειλόν μοι, ὃν ”ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν “μεσημβρίᾳ·” ἔχει τὸν ἐξ οὐρανοῦ νυμφίον· ἐγὼ δὲ ἡσθήσομαι καὶ τὴν δούλῳ πρέπουσαν ἀναπηδήσας τιμὴν, ἐν τῷ τῆς φιλίας ὀνόματί τε καὶ πράγματι.

Τὴν μὲν οὖν τῶν προκειμένων διάνοιαν, οἶμαι δὴ καὶ μάλα διερμηνεύεσθαι καλῶς· ἀρκούντως δὲ ἤδη περὶ τοῦ πνευματικοῦ διειληφὼς γάμου, τὸ γράφειν ἔτι περὶ αὐτοῦ φορτικὸν ἡγούμεθα. <Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.> Ὡς ἐπὶ μικροῖς ἔτι θορυβουμένους ἐλέγχει τοὺς μαθητὰς, καὶ πρόωρον μὲν ἐφ᾽ οἷς ἥκιστα χρῆν ὑπομείναντας σκάνδαλον, οὔπω δὲ εἰδότας ἀκριβῶς, τίς τε καὶ πόθεν ἐστὶν ὁ Ἐμμανουήλ. οὐ γὰρ μέχρι τούτων, φησὶ, τὰ ἐπ᾽ αὐτῷ θαυμασθήσεται, οὐδὲ ὅτι πλείους βαπτίζονται παρ᾽ αὐτῷ, διὰ τοῦτο καὶ μόνον τὴν ἐμὴν ὑπεραλεῖται τιμὴν, ἀλλ᾽ εἰς μέτρον ἀναβήσεται δόξης τοσοῦτον, ὅσον ἂν πρέποι Θεῷ· δεῖ γὰρ αὐτὸν μὲν εἰς αὔξησιν εὐκλείας ἰέναι, καὶ ταῖς καθ᾽ ἡμέραν τῶν σημείων προσθήκαις ἀεὶ πρὸς τὸ μεῖζον ἀναπηδᾶν, καὶ λαμπρότερον ἀναφαίνεσθαι τῷ κόσμῳ· ἐμὲ δὲ ἐλαττοῦσθαι, μένοντα μὲν ἐν οἷσπερ ὑπάρχων ὁρῶμαι, καὶ τῶν ἅπαξ δοθέντων οὐχ ὑφιζάνοντα μέτρων, τοῦ δὲ πρὸς αὔξην ἀναβαίνοντος δόξης ἀεὶ, τοσοῦτον ἡττώμενον, ὅσον ἂν τρέχῃ καὶ φέρηται.

Καὶ ταῦτα μὲν ἡμῖν ὁ μακάριος διερμηνεύει βαπτιστής· ἥξει δὲ χρησίμως διὰ παραδειγμάτων ὁ λόγος, ἐναργεστέραν παριστὰς τῶν εἰρημένων τὴν δύναμιν. δίπηχυ τυχὸν ἐπὶ γῆς ἑστάτω ξύλον· παρακείσθω δὲ καὶ φυτὸν, ἄρτι μὲν γῆς ὑποκύπτον, χλωροὺς δὲ ἀνατεῖνον εἰς ἀέρα τοὺς ὅρπηκας, καὶ ταῖς ἀπὸ ῥίζης ἀσχέτοις ὁρμαῖς ἀεὶ πρὸς ὕψος τὸ μεῖζον ἀνωθούμενον· ἆρ᾽ οὖν εἴ τις περιθείη τῷ ξύλῳ φωνὴν, εἶτα τοῦτο λέγοι περί τε ἑαυτοῦ καὶ φυτοῦ τοῦ γείτονος Τοῦτο δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι, οὐκ ἂν εἰκότως νοοῖτο βλάβος μέν τι ἐν τοῖς καθ᾽ ἑαυτὸ σημαίνειν οὐδὲν, ἀλλ᾽ οὐδὲ εἰς κολόβωσιν τὸ αὐτῷ προσὸν οἰχήσεσθαι μέτρον, ἐλαττοῦσθαι δὲ κατὰ τοῦτο μόνον διισχυρίζεται τὸ εἶδος, καθ᾽ ὃ τοῦ πρὸς αὔξησιν ἰόντος ἀεὶ τὸ μεῖον ἔχον εὑρίσκεται. συγγενὲς δὲ τούτῳ πάλιν λήμψει παράδειγμα, καὶ τὸ τῶν ἀστέρων ἐπισημότατον περὶ τοῦ ἡλίου λέγοντα βοᾶν Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. ἕως μὲν γὰρ τῇ τῆς νυκτὸς ἀχλύϊ τὸ αἰθέριον καταμελαίνεται βάθος, χρυσῆν ἀπαστράπτοντα τὸν ἑωσφόρον αὐγὴν, καὶ ὁλοκλήρῳ διαπρέποντα δόξῃ, θαυμάσειεν ἄν τις εἰκότως· ἡλίου δὲ ἀνίσχειν ἀπειλήσαντος ἤδη, καὶ μετρίῳ τὸν κόσμον φωτὶ καταῤῥαίνοντος, νικᾶται τῷ μείζονι, καὶ παραχωρεῖ πλεονεκτοῦντι κατὰ βραχύ. λέγοι δ᾽ ἂν καὶ αὐτὸς εἰκότως τὴν Ἰωάννου φωνὴν, αὐτὸ δὴ τοῦτο παθὼν, ὅπερ ἐκεῖνος ὑπομείνας φησίν.

ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ᾽ ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. <Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.> ΟΥ μέγα, φησὶν, οὐδὲ λίαν ἐστὶν ἀξιάγαστον, εἰ τὴν τῆς ἀνθρωπότητος δόξαν ὑπερτρέχει Χριστός· οὐ γὰρ μέχρι τούτων τοὺς τῆς ἰδίας εὐκλείας ἵστησιν ὅρους, ἐπὶ πᾶσαν δέ ἐστι τὴν κτίσιν, ὡς Θεὸς, ἐπάνω πάντων ἐστὶ τῶν πεποιημένων, οὐχ ὡς ἐν πᾶσι καταριθμούμενος, ἀλλ᾽ ὡς καὶ πάντων ἐξῃρημένος, καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος. ἐπιλέγει δὲ τὴν αἰτίαν, τὸν ἀντιτείνοντα δυσωπῶν, καὶ κατασιγάζων τὸν ἀνθιστάμενον. ὁ ἄνωθεν ἐρχόμενος, φησὶ, τουτέστιν, ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ᾽ ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυΐαν, τό Ἐπάνω πάντων ὑπάρχειν ὁμολογουμένως κεκτήσεται· ἦν γὰρ δὴ καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖόσπερ ἂν νοοῖτο καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. ὁ γὰρ τῇ ταυτότητι τῆς φύσεως διαπρέπων Υἱὸς, τὸ ἀπαύγασμα καὶ ὁ χαρακτὴρ τοῦ Πατρὸς, πῶς ἂν γένοιτο κατὰ τὴν δόξαν ἐλάττων αὐτοῦ; ἢ γὰρ οὐκ ἐν Υἱῷ τὸ τοῦ Πατρὸς ἴδιον ἀτιμασθήσεται, καὶ τοὺς τοῦ τεκόντος ὑβριοῦμεν χαρακτῆρας, ἐν ἐλάττοσι τιθέντες αὐτόν; ἀλλ᾽, οἶμαι, πᾶσιν ἔσται τοῦτο καταφανές· διά τοι τοῦτο καὶ γέγραπται “Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν ”καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν “Πατέρα τιμᾷ.”

ὁ δὲ ἰσομέτροις ὡς πρὸς Θεὸν καὶ Πατέρα τιμαῖς ἐπαγλαϊζόμενος, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν τὴν τῶν γενητῶν ἀναβαίνειν οὐσίαν; τοῦτο γὰρ τό Ἐπάνω πάντων ἐστίν.

Ἀλλ᾽ αἰσθάνομαι πάλιν, ὡς ἠρεμήσει μὲν οὐδαμῶς τῶν χριστομάχων ὁ νοῦς, ἥξουσι δ᾽, ὡς εἰκὸς, ἀθυροστομοῦντες καὶ λέγοντες Ὅταν ὁ μακάριος βαπτιστὴς ἄνωθεν ὁρμᾶσθαι λέγῃ τὸν Κύριον, ποῖος ἡμᾶς ἀναγκάσει λόγος ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἥκειν αὐτὸν ὑποτοπῆσαι διὰ τό Ἄνωθεν, καὶ οὐχὶ μᾶλλον ἐξ οὐρανῶν, ἢ καὶ ἐκ τῆς ἐνούσης αὐτῷ κατὰ πάντων ὑπεροχῆς, ὡς διὰ τοῦτο καὶ ἐπὶ πάντα νοεῖσθαι καὶ λέγεσθαι; ὅταν τοίνυν ἡμᾶς τοῖς τοιούτοις κατασφενδονῶσι λόγοις, ἀντακούσονται πάλιν Οὐ τοῖς παρ᾽ ὑμῖν σαθροτάτοις, ὦ βέλτιστοι, λογισμοῖς, ἀλλὰ μᾶλλον τῇ θείᾳ γραφῇ καὶ μόνοις τοῖς ἱεροῖς ἀκολουθήσομεν γράμμασιν. ἐρευνητέον δ᾽ οὖν ἐν ἐκείνοις, ὅπως ἡμῖν τὴν τοῦ Ἄνωθεν ὁρίζονται δύναμιν. ἀκουέτωσαν τοίνυν ἀνακεκραγότος τινὸς τῶν πνευματοφόρων “Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι ”καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων·” ἰδοὺ διαῤῥήδην τὸ ἄνωθεν ἐκ τοῦ Πατρὸς εἶναί φησιν· ἕτερον γὰρ οὐδὲν ὑπερκεῖσθαι γινώσκων τὰ γενητὰ παρὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, αὐτῇ κυρίως προσῆψε τό Ἄνωθεν. τὰ μὲν γὰρ ἄλλα σύμπαντα τῷ τῆς δουλείας ὑποπίπτει ζυγῷ, μόνος δὲ ἄνω τοῦ κρατεῖσθαι πηδᾷ καὶ βασιλεύει Θεός· ὅθεν ἀληθῶς αὐτὸς καὶ ἐπάνω πάντων ἐστί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, τῆς ἐπὶ τούτῳ λαμπρότητος οὐκ ἐκκείσεται.

εἰ δὲ τό Ἄνωθεν οἴεσθε δεῖν Ἐξ οὐρανοῦ λαμβάνεσθαι, λεγέσθω καὶ ἐπὶ παντὸς ἀγγέλου καὶ δυνάμεως λογικῆς ἡ λέξις· ἔρχονται γὰρ ὡς ἡμᾶς ἐξ οὐρανῶν οἱ τὴν ἄνω διατρίβοντες πόλιν, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν, ὡς ὁ Σωτήρ που φησὶν, ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. τί οὖν ἄρα ἐστὶ τὸ τὸν μακάριον βαπτιστὴν πεπεικὸς, τὸ πολλοῖς ἕτοιμον εἰς ἐξουσίαν ἀναθεῖναι μόνῳ κατ᾽ ἐξαίρετον τῷ Υἱῷ, καὶ ὡς ἐφ᾽ ἑνὸς τοῦ ἄνωθεν καταβαίνοντος εἰπεῖν Ὁ ἄνωθεν ἐρχόμενος; χρῆν γὰρ δήπου κοινοποιεῖσθαι τοῖς ἄλλοις τὸ ἀξίωμα, λέγοντα Οἱ ἄνωθεν ἐρχόμενοι ἐπάνω πάντων εἰσίν. ἀλλ᾽ οἶδεν ἑνὶ τῷ Υἱῷ τὸ ῥῆμα χρεωστούμενον, ὡς τῆς ἀνωτάτω ῥίζης ἐκπεφυκότι.

Οὔκουν ἄρα τό Ἄνωθεν σημαίνει τό Ἐξ οὐρανοῦ· νοηθήσεται δὲ μᾶλλον, καθάπερ ἤδη προείπομεν, εὐσεβῶς τε καὶ ἀληθῶς. πῶς γὰρ ὅλως ἔσται καὶ ἐπάνω πάντων, εἰ μὴ τὸ ἐκ Πατρὸς σημαίνει τό Ἄνωθεν, ἀλλὰ μᾶλλον τό Ἐξ οὐρανοῦ; ἔσται γὰρ, ἂν οὕτως ἔχῃ, καὶ ἕκαστος τῶν ἁγίων ἀγγέλων ἐπάνω πάντων, ὡς ἐκεῖθεν ἐρχόμενος· ἑκάστου δὲ διαφεύγοντος τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν, ἀπὸ τίνων ἔτι τό Πάντα συναχθήσεται; ἢ πῶς ἂν ἡμῖν ὁ τοῦ Πάντα λόγος ἀκέραιος διαμείναι, διασώζων ἀκριβῶς, ὃ σημαίνειν βούλεται, τοσαύτης ἀγγέλων ἀποφοιτώσης πληθύος, καὶ παραλυούσης τοῦ Πάντα τὸν ὅρον; οὐκέτι γὰρ πάντα, μενόντων ἐκτὸς, οἵπερ ἦσαν ἐν πᾶσιν. ὁ δέ γε ἀῤῥήτως ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας Λόγος, ἰδιάζουσαν ἔχων τὴν ἄνωθεν γέννησιν, καὶ καθάπερ ἀπὸ πηγῆς τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἐρχόμενος οὐκ ἀδικήσει τό Πάντα, τὸ ἐν πᾶσιν ὡς μέρος τετάχθαι διαφυγών· ἔσται δὲ μᾶλλον ἐπάνω πάντων, ὡς ἕτερος παρ᾽ αὐτὰ, καὶ φύσει καὶ δυνάμει θεοπρεπεῖ καὶ τοῖς ἄλλοις τοῦ γεννήσαντος ἰδιώμασιν.

Ἀλλ᾽ ἐροῦσι τυχὸν τὰς ἐκ τῆς ἐρεύνης ἀτοπίας δυσωπούμενοι, σημαίνειν τό Ἄνωθεν οὐκ ἐξ οὐρανῶν, ἀπὸ δὲ τῆς ἐνούσης αὐτῷ κατὰ πάντων ὑπεροχῆς. φέρε δὴ οὖν ἀκριβέστερον βασανίζοντες τοῦ λεγομένου τὴν δύναμιν, ἴδωμεν πάλιν εἰς ποῖον αὐτοῖς καταστρέψει τέλος τὸ ἐγχείρημα. πρῶτον μὲν οὖν ἀμαθές τε καὶ ἀδιανόητον κομιδῇ, τὸ αὐτὸν ἐκ τοῦ οἰκείου λέγειν ἀξιώματος ἔρχεσθαι τὸν Υἱὸν, καὶ ὥσπερ ἀπό τινος τόπου, ἢ καὶ ὡς ἐξ ἑνὸς, ἕνα τὸν αὐτὸν ἐκ τῆς ἰδίας ὑπεροχῆς εἰς τὸ ἐπάνω πάντων εἶναι βαδίζειν. πρὸς δέ γε τούτῳ κἀγὼ πυθοίμην ἂν ἥδιστα λίαν αὐτῶν, τὴν κατὰ πάντων ὑπεροχὴν, πότερόν ποτε δώσουσιν οὐσιώδη καὶ ἀναφαίρετον τῷ Υἱῷ, ἢ προσπεπορισμένην ἔξωθεν κατὰ λόγον τοῦ συμβεβηκότος.

εἰ μὲν οὖν ἐπίκτητον ἔχειν ἐροῦσιν αὐτὸν τὴν ὑπεροχὴν, καὶ ἐπακτοῖς ἐπισεμνύνεσθαι τοῖς ἀξιώμασιν, ἀνάγκη προσομολογεῖν ἔρημόν ποτε δόξης εἶναι δύνασθαι τὸν Μονογενῆ, καὶ τὴν ἐπίκτητον, ὡς ἐκεῖνοί φασιν, ἀποδύσασθαι χάριν, καὶ τό Ἐπάνω πάντων εἶναι ζημιωθέντα, φαίνεσθαι γυμνὸν ἧς ἄρτι θαυμάζουσιν ὑπεροχῆς, εἴπερ ἐστὶ τὸ συμβεβηκὸς ἀπόβλητον, ὅτε μὴ τῆς οὐσίας ἅπτεται τοῦ ὑποκειμένου· ἔσται τοιγαροῦν μεταβολή τις καὶ ἀλλοίωσις περὶ τὸν Υἱὸν, καὶ διαψεύσεται μὲν εἰκαίοις αὐτὸν ἀναμέλπων ῥήμασιν ὁ μελῳδός “Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ ”δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ “ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ”ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.” ποῦ γὰρ ὁ αὐτὸς, εἰ μεταπίπτει σὺν ἡμῖν, καὶ τοῦτο ταῖς εἰς τὰ χείρω μεταβολαῖς; μάτην δὲ ὡς εἰκὸς καὶ αὐτὸς ἐφ᾽ ἑαυτῷ κατασεμνύνεται λέγων “Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ”ἠλλοίωμαι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ·” πῶς δὲ οὐχὶ καὶ εἰς αὐτὸν ἀναβήσεται τὸν Πατέρα τὰ τοῦ γεννήματος πάθη, χαρακτὴρ εἴπερ ἐστὶ καὶ εἰκὼν ἀπαράλλακτος αὐτοῦ; ἔσται δὴ οὖν ἀλλοιωτὸς μὲν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ἔχει δὲ προσγεγονότως τὴν κατὰ πάντων ὑπεροχήν· καὶ σιωπῶ τὸ λειπόμενον. οἰκειώσεται γὰρ ὡς ἐξ ἀνάγκης τὰ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον.

ἀλλ᾽ ἐπίκτητον μὲν οὐκ ἐροῦσιν ἔχειν αὐτὸν τὴν ὑπεροχὴν πρὸς τὰς τοιαύτας τῶν λογισμῶν δυσχερείας τε ὁμοῦ καὶ ἀτοπίας ἀποφρίττοντες, οὐσιώδη δὲ μᾶλλον καὶ ἀναφαίρετον. εἶτα πάλιν, ὦ βέλτιστοι, πῶς ἡμῖν οὐ συνερεῖτε καὶ ἄκοντες, ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς ἐπάνω πάντων ἐστὶ, διὰ τοῦτο καὶ ἐκ μόνης ἔρχεται τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός; εἰ γὰρ οὐδέν ἐστι τῶν γενητῶν, ὃ μὴ τῇ τοῦ Πάντα δυνάμει περισχοινίζεται, ἐπάνω δὲ πάντων ἐστὶν ὁ Υἱὸς, ὡς ἕτερος δηλονότι παρὰ πάντα, καὶ οὐσιώδη κατὰ πάντων ἔχων τὴν ὑπεροχὴν, καὶ οὐχ ὁ αὐτὸς κατὰ φύσιν ὑπάρχων τοῖς πᾶσι, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν Θεὸς ἀληθινός; ὁ γὰρ τῆς τῶν ποιημάτων πληθύος οὐσιωδῶς ἐκκείμενος, καὶ τὸ ἐν γενητοῖς τετάχθαι κατὰ φύσιν ἐκδραμὼν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ Θεός; μεσολαβοῦν γὰρ ὁρῶμεν οὐδὲν, ὅσον ἧκεν εἰς οὐσίας ὑφεστώσης λόγον. κτίσις γὰρ ἡ βασιλευομένη καὶ ἐπ᾽ αὐτῇ νοεῖται Θεός. οὐκοῦν εἰ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ἐγεννήθη δὲ ἀῤῥήτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τοῦ γεννήσαντος φύσιν τό Ἄνωθεν σημαίνει. διά τε τοῦτο ἐπάνω πάντων ἐστὶν ὁ Μονογενὴς, ἅτε δὴ καὶ ἐξ αὐτῆς ὁρώμενος. <Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ. τῆς γῆς λαλεῖ.> Οὐκ ἰσομέτρως ἐνεργήσει, φησὶν, εἰς τὸ δύνασθαι πείθειν ὁ γηγενὴς τῷ ἐπὶ πάντας ὄντι Θεῷ.

λαλήσει μὲν γὰρ ὡς ἄνθρωπος ὁ ἀπὸ τῆς γῆς, καὶ ἐν μόνῃ συμβούλου κείσεται τάξει, ὅλας ἐπιτρέψας τοῖς παιδευομένοις τὰς τοῦ βούλεσθαι πιστεύειν ἡνίας· ὁ δὲ ἄνωθεν ἐρχόμενος, ὡς Θεὸς, θείᾳ τινὶ καὶ ἀῤῥήτῳ χάριτι καταχρήσας τὸν λόγον ταῖς τῶν προσιόντων ἐνίησιν ἀκοαῖς. ὅσῳ δὲ ἀμείνων ἐστὶ κατὰ φύσιν, τοσούτῳ δὴ πάντως ἐνεργήσει γοργότερον. χρησίμως δὲ λίαν ὁ μακάριος βαπτιστὴς πρὸς τοὺς ἑαυτοῦ μαθητὰς τὰ τοιαῦτά φησιν. ἐπειδὴ γὰρ αὐτὸν τῆς τοῦ Σωτῆρος δόξης ἐθεώρουν ἡττώμενον, ἐπί τε τούτῳ λοιπὸν οὐ μετρίως ἐσκανδαλίζοντο, διὸ δὴ καὶ προσῄεσαν λέγοντες “Ῥαββὶ, ὃς ἦν ”μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε “οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν·” ἀναγκαίως ὁ πνευματοφόρος τὸ τοῦ σκανδάλου πάθος ὑποτεμνόμενος, ὑγιᾶ τε τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἐπὶ τοῖς ἀναγκαιοτάτοις διάληψιν ἐντιθεὶς, ἐξηγεῖται μὲν τοῦ Σωτῆρος τὴν κατὰ πάντων ὑπεροχὴν, διδάσκει δὲ οὐδὲν ἧττον τὴν αἰτίαν, δι᾽ ἣν ἤδη πάντες ἐπ᾽ ἐκεῖνον ἐβάδιζον, καὶ τὸ δι᾽ ὕδατος μόνου παρατρέχοντες βάπτισμα, τῷ θειοτέρῳ καὶ τελειοτέρῳ προσῄεσαν, τῷ διὰ Πνεύματος Ἁγίου δηλαδή. <Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν.> Τοῦτο μαρτυρεῖ ὅτι πλείστη, φησὶν, καὶ ἀσύγκριτος ἡ διαφορὰ τοῖς ἀπὸ τῆς γῆς πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντα Θεὸν Λόγον.

εἰ μὴ διδάσκειν ἀξιόχρεως ἐγὼ, καὶ εἰ μόνος ὑμῖν ὁ ἐμὸς οὐκ ἐξαρκέσει λόγος, αὐτὸς ἐπιβεβαιώσει ἐπιμαρτυρῶν ὁ Υἱὸς, ἀκαταλήπτῳ μέτρῳ διεστάναι τὸ γηγενὲς τῆς ἐπάνω πάντων ἀρχῆς· διαλεγόμενος δέ που πρὸς τοὺς ἀνοσίους Ἰουδαίους, ἔφασκεν ὁ Σωτήρ “Ὑμεῖς ἐκ ”τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί.” κάτω μὲν γὰρ τὴν τῶν γενητῶν φύσιν εἶναί φησιν, ὡς ὑποκειμένην καὶ ὡς ἐξ ἀνάγκης δουλεύουσαν τῷ πρὸς τὸ εἶναι καλοῦντι Θεῷ· ἄνω δὲ πάλιν τὴν θείαν καὶ ἄῤῥητον καὶ δεσπόζουσαν φύσιν, ὡς πάντα ὑπὸ πόδας ἔχουσαν τὰ γενητὰ, καὶ τῷ τῆς ἐξουσίας ὑποθεῖσαν ζυγῷ. οὐ μάτην δὲ ταῦτα τοῖς ἀνωτέρω προστέθεικεν ὁ μακάριος βαπτιστής· ἵνα γὰρ μὴ νομίζηται παρὰ τοῖς ἑαυτοῦ μαθηταῖς εἰκαίους ἀναπλάττεσθαι λογισμοὺς, αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν εὐλόγως ἡττῆσθαι Χριστῷ, μείζονα μὲν λέγειν καὶ ἄνωθεν αὐτὸν, ἑαυτὸν δὲ κάτωθεν καὶ ἀπὸ τῆς γῆς, ἀναγκαίως ἀφ᾽ ὧν αὐτὸς ἔφασκεν ὁ Σωτὴρ, τὴν τῶν εἰρημένων ἐπισφραγίζει δύναμιν, καὶ πρόφασιν μὲν, οὐ καθάπερ ᾤοντο κενὴν, ἀληθείας δὲ μᾶλλον ἀπόδειξιν, ἐπιδεικνύει τὴν ἐξήγησιν.

Ἐπειδὴ δὲ καὶ ἑτέρα φέρεται τοῦ στίχου γραφή Ὃ γὰρ ἑώρακέ φησι καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, φέρε καὶ εἰς αὐτὴν ὀλίγα διαλεξόμεθα. τὰς ἐφ᾽ ἑκάστῳ τῶν πραγμάτων πληροφορίας, διὰ δύο μάλιστα τῶν κυριωτέρων αἰσθήσεων λαμβάνειν πεφύκαμέν τε καὶ κατειθίσμεθα, ὄψεως δὴ λέγω καὶ ἀκοῆς· αὐτήκοοί τε γὰρ καὶ αὐτεπίσκοποι γεγενημένοι τινῶν, ἐπὶ τὸ λέγειν ἀνενδοιάστως περὶ αὐτῶν ἐρχόμεθα. ἀναπείθων τοιγαροῦν δρομαίους αὐτοὺς ἐπὶ τῷ πιστεύειν ἰέναι τῷ Χριστῷ· λαλεῖ γὰρ, φησὶν, ὅπερ οἶδεν ἀκριβῶς· λαμβάνει δὲ πάλιν, ὥσπερ ἐξ ὁμοιότητος τῆς καθ᾽ ἡμᾶς, ἵνα νοῶμεν θεοπρεπέστερον, καί φησιν Ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ. <Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.> Οὐχ ὡς μηδενὸς δεχομένου τὴν μαρτυρίαν, ὅτι δὴ καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει Χριστὸς, ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὁρμώμενος, ἐπάνω πάντων ἐστὶ, τὰ τοιαῦτά φησιν ὁ μακάριος βαπτιστής· πολλοὶ γὰρ ἐδέξαντο καὶ πεπιστεύκασι, καὶ πρό γε πάντων ὁ Πέτρος εἰπών “Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ ”Θεοῦ τοῦ ζῶντος·” ἀλλ᾽ ὡς τῶν ἄλλων πάντων αὐτὸς ἀκριβέστερον τὸ μέγα τοῦ λαλοῦντος ἐννοήσας ἀξίωμα, μονονουχὶ κατασείσας τὴν κεφαλὴν, καὶ μηρῷ τὴν δεξιὰν ἐπικροτήσας ἀποθαυμάζει τῶν ἀπειθούντων αὐτῷ τὴν ἀπόνοιαν.

ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. <Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.> ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴν τῶν ἀπειθούντων ἀσέβειαν, εἰ μὴ τῶν πιστευόντων τὸ λαμπρὸν ἐξεκαλύφθη κατόρθωμα· τῇ γὰρ τῶν ἀγαθῶν ἀντιπαραθέσει τὸ φαῦλον εὐκόλως διαγινώσκεται, καὶ τῶν ἀμεινόνων ἡ γνῶσις ἐλέγχει τὰ αἰσχίονα. εἴτις οὖν, φησὶ, τοῖς τοῦ ἄνωθεν ἥκοντος ἐπινεύσειε λόγοις, κατεσφράγισέ τε καὶ ἐξησφαλίσατο διὰ τῆς συνέσεως, ὅτι τὸ ἀψευδεῖν ἀεὶ τῇ θείᾳ σύνηθές τε καὶ φιλαίτατον φύσει. ἀπὸ δὴ τούτου πρόδηλον λοιπὸν τοῖς ὁρῶσι τὸ ἐναντίον· καταμαρτυρήσει γὰρ πάντως ὁ τὴν πίστιν ἀποκρουόμενος, ὅτι Θεὸς οὐκ ἔστιν ἀληθής. ἐπιτηρητέον δὲ πάλιν, ὅτι τῆς πρὸς τὴν κτίσιν ὁμοουσιότητος ἐξέλκει τὸν Υἱὸν, καὶ Θεὸν ὄντα κατὰ φύσιν διὰ τῶν εἰρημένων ἐπιδεικνύει. εἰ γὰρ ὁ τοῖς παρ᾽ αὐτοῦ λαλουμένοις πειθόμενος, δεχόμενος δὲ τὴν μαρτυρίαν, ἥνπερ ἂν αὐτὸς ποιοῖτο περὶ ἑαυτοῦ, κατεσφράγισέ τε καὶ ἐπεψηφίσατο καλῶς, ὅτι δὴ Θεὸς ἀληθής ἐστι· πῶς οὐκ ἂν νοοῖτο κατὰ φύσιν Θεὸς ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς πίστεως τῶν ἔναγχος εἰρημένων ἀληθὴς ἐπιμαρτυρούμενος; ἢ λεγέτω πάλιν ἡμῖν ὁ δι᾽ ἐναντίας, πῶς ἡ θεία τιμᾶται φύσις, ὡς ἀληθεύουσα, τῆς τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας παραδεδεγμένης.

εἰ γὰρ ὅλως οὐκ ἔστι κατὰ φύσιν Θεὸς, οὐκ εἰς τὴν θείαν εὐσεβήσει φύσιν ὁ πιστεύων, ὡς ἀληθεύοντι, μᾶλλον δὲ εἰς ἓν τῶν κτισμάτων κατ᾽ ἐκείνους τὸ κάλλιστον. ἐπειδὴ δὲ τοῦ ἀληθεύειν ἡ ψῆφος εἰς Θεὸν ἀνατείνεται πιστευομένου Χριστοῦ, πρόδηλον δήπου πάντως ἐστὶν, ὅτι Θεὸς ὑπάρχων, οὐ ψευδώνυμος αὐτὸς ἐφ᾽ ἑαυτῷ τὴν ἀπὸ τῶν συναινούντων ἁρπάζει τιμήν.

Ἀλλ᾽ οὐ συνθήσεται μὲν κατὰ τὸ εἰκὸς τούτοις ἡμῶν τοῖς λόγοις ὁ τῆς ἀληθείας ἐχθρὸς, ἀνασκιρτήσει δὲ μέγα, Θεὸν εἶναι κατὰ φύσιν οὐ παραδεχόμενος τὸν Υἱόν· ἐρεῖ δὲ δὴ πάλιν Κατασοφίζῃ τὸν λόγον, ὦ οὗτος, καὶ στροφὰς ἐπινοεῖς πολυπλόκων θεωρημάτων, τὴν ἁπλῆν τρόπον τινὰ καὶ εὐθεῖαν ἀεὶ διάνοιαν παραιτούμενος. ἐπειδὴ γὰρ ἐξ οὐρανοῦ καταβέβηκεν ὁ τοῦ Θεοῦ Λόγος διαῤῥήδην βοῶν “Ἀπ᾽ ”ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι “ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω,” καὶ πάλιν “Πάντα ”ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν,” ἢ καὶ, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς ὁ ἅγιος διεμαρτύρατο βαπτιστής “Ὃν ”γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ·” διὰ τοῦτο λέγει περὶ αὐτοῦ Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. ἀληθὴς γὰρ ὄντως ὁ Θεὸς καὶ Πατήρ· σὺ δὲ ἡμῖν εἰς τὸν Υἱὸν περιτρέπειν πειρᾷ τὸ ἑτέρῳ χρεωστούμενον.

Τί οὖν πρὸς ταῦτα καὶ παρ᾽ ἡμῶν εἰρήσεται; ἆρ᾽ οὖν ἐν προφήταις ἡμῖν ὁ Μονογενὴς τετάξεται, τὴν προφήταις πρέπουσαν διακονίαν ἀποπληρῶν, καὶ ἕτερον ἐπὶ τούτῳ πράττων οὐδέν; τίνι γὰρ τῶν ὄντων οὐκ ἀνενδοιάστως παραδεκτὸν, ὅτι τὰς θεόθεν ὡς ἡμᾶς διεκόμιζον οἱ προφῆται φωνάς; εἶτα τί τὸ ἐξαίρετον ἐν Υἱῷ τοῦτο αὐτὸ πληροῦντι μόνον; πῶς δὲ ἐπάνω πάντων ἐστὶν, εἰ προφήταις ἔτι συντάττεται, καὶ δουλοπρεπεῖ περιβέβληται μέτρῳ; πῶς δὲ ὡς ἐκείνους ἐν δόξῃ πλεονεκτῶν ἐν εὐαγγελίοις φησίν “Εἰ ἐκείνους εἶπε θεοὺς ”πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται “λυθῆναι ἡ γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς ”τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον Υἱός “εἰμι τοῦ Θεοῦ;” ἑαυτὸν γὰρ ἐν τούτοις ἀποδιορίζει σαφῶς τῆς τῶν προφητῶν ἀγέλης, καὶ θεοὺς μὲν αὐτοὺς κατωνομάσθαι φησὶ, διὰ τὸ γενέσθαι πρὸς αὐτοὺς τὸν τοῦ Θεοῦ Λόγον, ἑαυτὸν δὲ Υἱὸν ὁμολογεῖ. τοῖς μὲν γὰρ ἁγίοις προφήταις μερικὴ διὰ τοῦ Πνεύματος διενεμήθη χάρις· ἐν δὲ τῷ Σωτῆρι Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος εὐδόκησε κατοικῆσαι σωματικῶς, ὡς ὁ Παῦλός φησι· διὸ καὶ “ἐκ τοῦ ”πληρώματος αὐτοῦ πάντες ἐλάβομεν,” ὡς Ἰωάννης διισχυρίσατο. πῶς οὖν ἐν ἰσομέτρῳ τοῖς λαμβάνουσιν ὁ διδοὺς, ἢ πῶς ἐν τῇ τοῦ διακονοῦντος κατατετάξεται μοίρᾳ τὸ τῆς θεότητος πλήρωμα;

Περιαθρείτωσαν τοίνυν ἐντεῦθεν, εἰς ὅσην αὐτοῖς ἀποκινδυνεύσει δυσφημίαν ὁ λόγος. καὶ τίνα μὲν τρόπον προσήκει νοεῖσθαι τό “Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ᾽ ὁ πέμψας με ”Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω,” πλατύτερον ἐν ἰδίῳ καιρῷ καὶ τόπῳ διερμηνευθήσεται. χρῆναι δὲ οἶμαι πρὸς τὸ παρὸν ὑπόθεσιν εὐσεβείας τὰ τῶν ἐναντίων ποιεῖσθαι προβλήματα, καὶ ἐξ ὧν ἐκεῖνοι πρεσβεύουσι, τοῖς τῆς Ἐκκλησίας ἐπαγωνίσασθαι δόγμασιν. οὐκοῦν ἐντολὰς μὲν εἰληφέναι παρὰ τοῦ Πατρὸς, καὶ λαλεῖν ἀφ᾽ ἑαυτοῦ μηδὲν, διισχυρίζονται τὸν Υἱόν· ὅσα δὲ ἤκουσεν, ὡς αὐτός που φησὶ, ταῦτα καὶ ἡμῖν ἐπείγεσθαι λέγειν. καλῶς, ἐχέτω καὶ τῇδε· συνθησόμεθα γὰρ, οὐδὲν ἀδικοῦντος, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον, τοῦ πράγματος τὸν Υἱόν· καλλίστην δὲ μᾶλλον ἐπὶ τοῦ παρόντος μάλιστα τὴν οἰκονομίαν εἰσάγοντος.

οὐκοῦν, ὅταν λέγοντος ἀκούσωσιν αὐτοῦ “Ἐγὼ ”καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· “ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί·” λαμβανέτωσαν τὴν μαρτυρίαν αὐτοῦ, σφραγιζέτωσαν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ ἀληθής ἐστιν, ὅπερ οἶδεν ἀκριβῶς ἀναπείθων λαλεῖν τὸν Υἱόν· μὴ ἀπιστείτωσαν τοῖς τοῦ Σωτῆρος ῥήμασι, τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν ἑρμηνεύοντος. <Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.> Οἶδεν οὖν ἄρα κατὰ φύσιν ὄντα τὸν αὐτὸν ὁ Πατὴρ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν· τοῦτο γὰρ οἶμαι τό Ἕν ἐσμεν, καὶ οὐχ ἕτερόν τι κατασημαίνειν· Υἱὸν ὄντα, καὶ οὐ ποίημα γινώσκει· Υἱὸν δέ φημι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ οὐ ψιλῷ τῷ τῆς υἱότητος τετιμημένον ὀνόματι· οἶδεν ὄντα τῆς ἰδίας ἰδιότητος ἀπαράλλακτον εἰκόνα, ὡς ὁρᾶσθαι μὲν τελείως ἐν αὐτῷ, ζωγραφεῖν δὲ ἐν ἑαυτῷ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἀῤῥήτως ἐκλάμψαντα, καὶ ἔχειν μὲν ἐν ἑαυτῷ τὸν Υἱὸν, εἶναι δὲ αὖ πάλιν ἐν Υἱῷ, διὰ τὴν τῆς οὐσίας ταυτότητα.

Ταῦτα φρονήσας, αἱρετικὲ, πικροῦ μὲν σαυτὸν ἀπαλλάξεις νοσήματος, τριβῆς δὲ ἡμᾶς τῆς ἐν λόγοις καὶ ζητήμασιν. ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. ὅταν ἐκ τοῦ προχείρου νοῆται τὸ προκείμενον, τί πάλιν ἔσται τὸ θαυμαστὸν ἐν Υἱῷ; ἢ γὰρ οὐχὶ καὶ τῶν ἁγίων ἕκαστος προφητῶν, καὶ ἀπεστέλλετο παρὰ Θεοῦ, καὶ τοὺς παρ᾽ αὐτοῦ διήγγελε λόγους; καὶ γοῦν πρὸς μὲν τὸν ἱεροφάντην εἴρηταί ποι Μωυσέα “Καὶ νῦν δεῦρο ἀποστέλλω σε εἰς ”Αἴγυπτον, καὶ ἐρεῖς πρὸς Φαραώ Τάδε λέγει Κύριος·” πρὸς Ἱερεμίαν δέ γε τὸν ἱερώτατον “Μὴ λέγε ὅτι νεώτερος ”ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε “πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλή- ”σεις.” τί οὖν ἄρα τὸ πλέον ἐν τῷ κατὰ φύσιν Υἱῷ, λαλοῦντι τὰ τοῦ Θεοῦ ῥήματα, διὰ τὸ ἀπεστάλθαι παρ᾽ αὐτοῦ; προφήτης ἡμῖν, ὡς ἔοικεν, ἀναδειχθήσεται πάλιν, καὶ ἕτερον οὐδὲν, ὅσον ἧκεν εἰπεῖν εἰς τὸν τῆς διακονίας τρόπον.

Οὐκοῦν τό Ἀπέστειλε νοήσεις ἐν τούτοις, ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς ἐπιφοίτησιν· ἢ πάλιν ἐκλήψῃ θεοπρεπέστερόν τε καὶ ἀξιολογώτερον. οὐ γὰρ ἔκρυψεν ἐν ἑαυτῷ τὸν Υἱὸν ὁ Πατὴρ, ἀλλ᾽ ἐκ τῆς ἰδίας ἐξέλαμψε φύσεως, ὡς ἐκ φωτὸς ἀπαύγασμα, κατὰ τὸν ἄφραστόν τε καὶ ἀνεξήγητον τῆς θείας γεννήσεως τρόπον· ὃ δὴ καὶ αὐτὸς ἡμῖν διεσάφει λέγων ὁ Μονογενής “Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·” ἐξελήλυθε γὰρ ἐκ τοῦ Πατρὸς εἰς ἰδίαν ὕπαρξιν ὁ Υἱὸς, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστί· καὶ ὅπερ ἡμῖν ἐν ἐκείνῳ τό Ἐξῆλθον σημαίνει, τοῦτο πάλιν ἐνταῦθα τὸ ἀπεστάλθαι δηλοῖ. ὁ τοίνυν, φησὶν, ἐκ Πατρὸς πεφηνώς τε καὶ ἀπαστραφθεὶς Λόγος, ἅτε δὴ Θεὸς ὑπάρχων ἐκ Θεοῦ, τοῖς τῷ Θεῷ πρέπουσι κεχρήσεται λόγοις· λόγοι δὲ ἂν εἶεν Θεῷ πρέποντες οἱ ἀληθεῖς, καὶ τὴν ἀπὸ τοῦ ψεύδεσθαι κηλῖδα παραιτούμενοι. οὐκοῦν ὁ λαμβάνων τοῦ Σωτῆρος τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι Θεὸς ἀληθής ἐστιν· ἔστι γὰρ ὄντως κατὰ φύσιν Θεός. <Οὐ γὰρ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα.> Ὀξεῖαν ὑπόσχες νυνὶ δὴ μάλιστα τὴν ἀκοὴν, ὦ γενναῖε, ἵνα δὴ πάλιν ἡμῖν συνθαυμάσεις τῶν ἁγίων τὴν νῆψιν· ἔφη τοίνυν τὸν Υἱὸν καὶ ἀπεστάλθαι παρὰ Θεοῦ καὶ τὰ τοῦ Θεοῦ ῥήματα λαλεῖν· ἀλλ᾽ ὑπαισθάνεταί πως, ὅσον ἧκεν εἰς τὴν πρόχειρον τοῦ λόγου δύναμιν, προφητικὸν αὐτῷ περιθεὶς τὸ μέτρον, ὥσπερ οὖν καὶ διελαλήσαμεν ἀρτίως.

ἀναφέρει τοίνυν αὐτὸν τῆς πρὸς ἐκείνους ἰσότητος διὰ τούτων, καὶ δι᾽ ἑνὸς δὴ τούτου σημείου δίδωσι νοεῖν, ὡς πολλὴ δή τις ἐστὶ, μᾶλλον δὲ ἤδη καὶ ἀσύγκριτος ἡ διαφορά· ἀμήχανον γὰρ, φησὶ, τοὺς μεμετρημένον λαχόντας τὸ Πνεῦμα, καὶ ἑτέρῳ δύνασθαι τοῦτο χαρίζεσθαι· οὐ γὰρ ἅγιος ἁγίῳ ποτὲ Πνεύματος Ἁγίου γέγονε χορηγός· χορηγεῖ δὲ πᾶσιν ὁ Υἱὸς, ὡς ἐξ ἰδίου πληρώματος. οὐκοῦν οὐκ ἐκ μέτρου δίδωσιν, οὐδὲ ὥσπερ ἐκεῖνοι, μικράν τινα μοῖραν ἔχει τοῦ Πνεύματος, καὶ τοῦτο μεταληπτῶς· ἀλλ᾽ ἐπειδήπερ ἀνεδείχθη καὶ χορηγὸς, δῆλος ἂν εἴη δήπουθεν ὅλον ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ. οὐκοῦν ὁ τοσαύτην ἔχων πρὸς ἐκείνους τὴν ὑπεροχὴν, οὐχ ὡς εἷς ἐξ ἐκείνων λαλήσει τὰ παρὰ Θεοῦ, ἀλλ᾽ ὡς Θεὸς ὑπάρχων ἐκ Θεοῦ, τοὺς Θεῷ πρέποντας ἀνερεύξεται λόγους.

Ἀντικείσεται δὲ τοῖς εἰρημένους οὐδαμῶς, τὸ διὰ χειρῶν ἀποστολικῶν δεδόσθαι τὸ Πνεῦμά τισιν οἴεσθαι τινάς· πνευματοκλήτορας γὰρ ἤπερ ὄντως τοῦ Πνεύματος χορηγοὺς τοῦ Ἁγίου εἶναι πιστεύσομεν· ἐπεὶ καὶ Μωυσῆς ὁ μακάριος, οὐκ αὐτὸς ἀφεῖλεν ἀπὸ τοῦ ὄντος ἐπ᾽ αὐτῷ πνεύματος προσετάττετο, μόνῃ δὲ τῇ ἰδίᾳ τετήρηκεν ἐξουσίᾳ καὶ τοῦτο Θεὸς, χρῆναι μὲν αὐτὸν προσβαλέσθαι τοὺς ἑβδομήκοντα λέγων, ἀφελεῖν δὲ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ᾽ αὐτῷ, καὶ ἐπιθήσειν ἐπ᾽ αὐτοῖς ὑπισχνούμενος. ᾔδει γὰρ μόνῳ πρέπειν ἐπιτελεῖν τῷ Θεῷ τὰ θεοπρεπῆ.

ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ᾽ οὐσιωδῶς καὶ κατὰ φύσιν. <Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.> ΕΠΕΙΔΗ γὰρ εἴρηκεν, ὡς ἐκ Θεοῦ πεφηνότα Θεὸν τὸν Υἱὸν μὴ ἑτέροις δύνασθαι χρῆσθαι λόγοις ἢ οἷσπερ ἂν χρήσαιτο καὶ ὁ γεννήσας αὐτὸν, ἀληθέσι δηλαδή· “Ὃν γὰρ ”ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ,” φησίν· ἀναγκαίως διὰ τῶν προκειμένων ἐπεξεργάζεται καί φησιν Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν· οὐκ ἀνιάσομεν, φησὶ, τὸν Θεὸν καὶ Πατέρα, τὴν ἴσην τῷ ἐξ αὐτοῦ γεννηθέντι περιτιθέντες τιμὴν, οὐ προσκρούσομεν τῇ θεοπρεπεῖ στεφανοῦντες δόξῃ τὸν τῶν τοῦ Πατρὸς ἀγαθῶν οὐσιωδῶς κληρονόμον. ἀγαπᾷ γάρ φησι τὸν Υἱόν. οὐκοῦν ἐφησθήσεται μὲν δοξαζομένῳ πρὸς ἡμῶν, βαρυνθήσεται δὲ πρὸς τὸ ἐναντίον. καὶ μή τις οἰέσθω, φησὶν, ὡς ἑνὸς δὴ τούτου καὶ μόνου θεοπρεποῦς ἀξιώματος κληρονόμον ἔχει τὸν ἴδιον Υἱόν· πάντα γὰρ δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ, τουτέστι σύμπαν ὅσον ἐστὶν οὐσιωδῶς ἀγαθὸν ἐν Πατρὶ, τοῦτο πάντως ἐστὶν ἐν δυνάμει τοῦ Υἱοῦ.

χεῖρα γὰρ ἐν τούτοις ὀνομάζει τὴν δύναμιν, ὥσπερ ὅταν δι᾽ ἑνός που προφήτου λέγῃ “Ἡ χείρ μου ἐστερέωσε ”τὸν οὐρανὸν,” ἀντὶ τοῦ Ἡ δύναμις· ἔχει δὲ σύμπαν ἐν ἑαυτῷ τὸ τοῦ Πατρὸς ἴδιον ὁ Υἱὸς, οὐ μεταληπτῶς, εἰ καὶ δεδωκέναι λέγεται ὁ Πατήρ· ἢ γὰρ ἂν ἐπίκτητον ἔχοι καὶ οὐ φυσικὴν τὴν θεότητα· δίδωσι δὲ οὕτως ὁ Πατὴρ τῷ Υἱῷ πάντα τὰ ἑαυτοῦ, ὡσπερανεὶ καὶ ἄνθρωπος τῷ ἐξ αὐτοῦ φύντι παιδὶ διδόναι νοοῖτο τὰ τῆς ἀνθρωπότητος ἴδια, ἢ ὡσπερανεὶ καὶ τὸ πῦρ τῇ ἐξ αὐτοῦ κατ᾽ ἐνέργειαν προϊούσῃ θερμότητι διδόναι λέγοιτο τῆς ἰδίας φύσεως τὸ ἰδίωμα. ἐν δὲ τοῖς τοιούτοις, καὶ τὸ παρασχεῖν τοῖς παρέχουσιν ἀζήμιον, οὐ γὰρ κατὰ μερισμὸν ἢ ἀποκοπὴν τῶν παρέχεσθαι νοουμένων ἡ πρόοδος· καὶ αὐτὸ δὲ τὸ δόξαι λαβεῖν, τοῖς λαβοῦσιν ἀκατηγόρητον· διὰ γὰρ μόνον τό Ἐξ οὗ τὰ τοιαῦτα λέγεται, καὶ φυσική τις, ἵν᾽ οὕτως εἴπω, ποιότης τῶν γεννώντων νοεῖται τὰ γεννώμενα, τὸ τί κατ᾽ οὐσίαν ἐστι τὸ γεννῶν ἐκφαίνοντα, καὶ καταλαμπρύνοντα τῆς οἰκείας πηγῆς τὴν κατὰ φύσιν ἐνέργειαν. καὶ ταῦτα μὲν πάλιν, ὡς ἐπὶ παραδειγμάτων, ἀνωτέρω δὲ τούτων δηλονότι Θεός· διά τοι τοῦτο τὸν ἀνθρώπινον ἀσθενοῦντα λόγον οὐκ αἰτιασόμεθα, “Δόξα γὰρ Κυρίου κρύπτει λόγον,” καθὰ γέγραπται. καὶ εἰ βλέπομεν δι᾽ ἐσόπτρου καὶ δι᾽ αἰνίγματος, καὶ νοοῦμεν ἐκ μέρους, πῶς ἂν οὐχὶ πολλῷ δὴ μειζόνως τοῖς διὰ γλώττης ἀτονήσαιμεν ῥήμασιν;

νοήσεις τοιγαροῦν εὐσεβῶς, ἢ κατὰ τοῦτον τὸν τρόπον τὸ πάντα δεδόσθαι παρὰ Πατρὸς τῷ Υἱῷ· ἢ παραλήψῃ πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, οὐκέτι τὸ δοῦναι καὶ λαβεῖν ἐπὶ τῶν φυσικῶν ἰδιωμάτων εἰσφέροντα, ἀλλ᾽ ἐπὶ τῇ κατὰ πάντων τῶν γενητῶν ἐξουσίᾳ τιθέντα τὸν Υἱὸν, ἵνα πάλιν νοῇς τι τοιοῦτον. <Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.> Μὴ ἀπαυθαδιζέσθω, φησὶν, ὁ δυσήκοος, ἄνθρωπον ὁρῶν τὸν ἁπάντων Κύριον, μηδὲ νομιζέτω ψεύδεσθαι τὴν ἀλήθειαν, τὸ χρῆναι πιστεύειν ὡς Θεῷ διὰ τὴν σάρκα παραιτούμενος. δεχέσθω τὴν μαρτυρίαν αὐτοῦ, κατασφραγιζέτω δὲ προθύμως, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν, ἵνα μὴ λυπῇ τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. ἀγαπᾷ γὰρ τὸν ἴδιον Υἱὸν, ἀπόδειξις δὲ τῆς εἰς αὐτὸν ἀγάπης, τὸ πάντων αὐτῷ δεδόσθαι τὴν ἐξουσίαν. ὃ δὴ καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ “Πάντα μοι παρε- ”δόθη ὑπὸ τοῦ Πατρός μου.” καὶ πάλιν “Ἐδόθη μοι πᾶσα ”ἐξουσία ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.” καὶ οὐ δήπου διὰ τὸ δόξαι λαβεῖν ὁ Υἱὸς, εὐλόγως ἂν ὡς ἐλάττων ὑπό του κατηγοροῖτο, καὶ διατί; λαμβάνει γὰρ, ὅτε γέγονεν ἄνθρωπος, ὅτε τεταπείνωκεν ἑαυτὸν δι᾽ ἡμᾶς, ὅτε δοῦλος ἐχρημάτισεν ὁ Δεσπότης, ὅτε γέγονεν ἐν οἰκέταις ὁ ἐλεύθερος Υἱός. ἐπεὶ κατὰ τίνα τρόπον τεταπείνωκεν ἑαυτὸν, ἢ πῶς ἐξ ἰσότητος τῆς πρὸς τὸν Θεὸν καὶ Πατέρα καταβεβηκέναι λέγεται;

ἢ γὰρ οὐχ ὁρᾷς ἐν τούτοις τὸν μὲν διδόντα θεοπρεπῶς, τὸν δὲ ἀνθρωπίνως τε καὶ οἰκετικῶς λαμβάνειν λεγόμενον, ἅπερ εἶχεν ὡς Θεός; οὐ δόσις δὲ κυρίως ἐστὶν ἡ παρὰ Πατρὸς εἰς ἀρχὴν τεθεῖσα τῆς κατὰ πάντων κυριότητος τὸν Υἱόν· ἐπαναδρομὴ δὲ μᾶλλον καὶ ἐπανάληψις καὶ μετὰ σαρκὸς εἰς τὴν πρὸ σαρκὸς ἐξουσίαν· οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε τῆς κτίσεως ἄρχεται κρατεῖν.

Ἐπεὶ πρὸς ποίαν ἐρεῖ τις αὐτὸν καταβεβηκέναι ταπείνωσιν, εἴπερ ὅτε γέγονεν ἄνθρωπος, τότε τοῦ κυριεύειν ἄρχεται; ἢ πῶς ἐν τῇ τοῦ δούλου φανεῖται μορφῇ, τότε δὴ καὶ μόλις ἁπάντων ἀναδεδειγμένος Δεσπότης; ἄπαγε τῆς ἐν τούτοις ἀτοπίας τῶν λογισμῶν· ἀλλ᾽ ἐπείπερ ἄνθρωπος γέγονε, τότε καὶ οὕτως ἄρχεται κρατεῖν, οὐκ ἀποβαλὼν τὸ θεοπρεπὲς ἀξίωμα διὰ τὴν σάρκα, ἀναβαίνων δὲ αὖθις καὶ μετὰ σαρκὸς ἐφ᾽ ὅπερ ἦν ἐξ ἀρχῆς. ὅτι δὲ τῶν ἀρχαιοτέρων ἐπανάληψις ἦν τὰ ἐπὶ Χριστοῦ θρυλούμενα, πληροφορήσει λέγων αὐτός “Πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ ”τὸν κόσμον εἶναι παρὰ σοί.” ὁρᾷς ὅπως οὐ δόξης ἀρχὴν, ἀλλ᾽ ἐπανανέωσιν τὴν εἰς τὸ ἀρχαῖον αἰτεῖ, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος; ὅτι δὲ πάλιν διὰ τὴν τῆς ἀνθρωπότητος αἰτίαν δεδόσθαι λέγεται τὰ πάντα τῷ Υἱῷ, πανταχόθεν μὲν ὁ φιλομαθὴς ἐπισωρεύσει σοφῶς, καὶ συνιέναι δυνήσεται, μάλιστα δὲ δι᾽ ἐκείνης τῆς τοῦ Δανιὴλ φρικωδεστάτης ὀπτασίας, ἐν ᾗ τὸν μὲν παλαιὸν τῶν ἡμερῶν τεθεᾶσθαί φησιν ἱδρυμένον ἐπὶ τοῦ θρόνου, χιλίας δὲ χιλιάδας, καὶ μυρίας μυριάδας, τὰς μὲν λειτουργεῖν, τὰς δὲ παριστάναι διισχυρίζεται.

προσετίθει δὲ τούτοις τό “Καὶ ἰδοὺ μετὰ τῶν νεφε- ”λῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως “τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ ἐνώπιον αὐτοῦ ”προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ “βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῷ δου- ”λεύσουσιν.” ὁρᾷς ὅπως ἐν τούτοις ὅλον ἡμῖν ἀκριβῶς καταγράφεται τῆς ἐνανθρωπήσεως τὸ μυστήριον· ὁρᾷς ὅπως λαμβάνειν λέγεται τὴν βασιλείαν παρὰ Πατρὸς ὁ Υἱός· οὐ γυμνὸς τῷ προφήτῃ Λόγος, ἀλλ᾽ ὡς υἱὸς ἀνθρώπου, φαινόμενος· ἐταπείνωσε γὰρ ἑαυτὸν, καθὰ γέγραπται, σχήματι δι᾽ ἡμᾶς εὑρεθεὶς ὡς ἄνθρωπος· ἵνα καὶ πρῶτος εἰς βασιλείαν ἀνενεχθεὶς, ἀρχὴ πάλιν ἡμῖν καὶ ὁδὸς τῆς εἰς βασιλείαν δόξης ἀναδειχθῇ. καὶ ὥσπερ ὑπάρχων κατὰ φύσιν ζωὴ καταβέβηκε δι᾽ ἡμᾶς εἰς τὸν ὑπὲρ πάντων κατὰ σάρκα θάνατον, ἵνα ἡμᾶς καὶ θανάτου καὶ φθορᾶς ἐξέληται, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως οἷον ἀναμίξας ἑαυτῷ, καὶ ζωῆς τῆς αἰωνίου μετόχους ἀπεργασάμενος· οὕτω καὶ ταῖς ἡμετέραις ὀλιγοτιμίαις συσχηματίζεται Κύριος τῆς δόξης ὑπάρχων, ὡς Θεὸς, ἵνα καὶ εἰς τὴν βασιλίδα τιμὴν ἀναγάγῃ τὴν ἀνθρώπου φύσιν.

γέγονε γὰρ “ἐν πᾶσιν αὐτὸς πρωτεύων,” ὡς ὁ Παῦλός φησιν, καὶ ὁδὸς καὶ θύρα καὶ ἀπαρχὴ τῶν τῆς ἀνθρωπότητος ἀγαθῶν ἐκ θανάτου πρὸς ζωὴν, ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐκ δουλείας εἰς υἱοθεσίαν, ἐξ ἀτιμίας καὶ ἀδοξίας εἰς τιμὴν καὶ δόξαν τὴν βασιλικήν. οὐκοῦν ὅταν φαίνηται λαμβάνων ὡς ἄνθρωπος ὁ Υἱὸς, ἅπερ εἶχεν ὡς Θεὸς, σκανδαλιζώμεθα μὲν μηδαμῶς, ἐννοῶμεν δὲ μᾶλλον τῆς δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν οἰκονομίας τὸν τρόπον. οὕτω γὰρ ἄτρωτόν τε καὶ ἀζήμιον τὸν ἑαυτῶν διατηρήσομεν νοῦν. <Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον.> Οὐχ ἁπλῶς, οὐδὲ ἀζητήτως τοῖς πιστεύουσιν εἰς Χριστὸν ζωὴν προκεῖσθαι τὸ γέρας ὁ σοφώτατος ἐπιμαρτυρεῖ βαπτιστὴς, ἀλλ᾽ ἐξ αὐτῆς ἡμῖν, ἵν᾽ οὕτως εἴπω, τῆς τῶν πραγμάτων ποιότητος εἰσκομίζει τὴν ἀπόδειξιν· ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Μονογενής· “Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ ”κινούμεθα καὶ ἐσμέν.” εἰσοικίζεται δὲ πάντως ἡμῖν διὰ τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ μαρτυρήσει λέγων ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστὴς ἐν οἰκείαις ἐπιστολαῖς “Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ”ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.” ζωοποιήσει τοιγαροῦν ὁ Χριστὸς τοὺς πιστεύοντας εἰς αὐτὸν, ὡς αὐτὸς ὑπάρχων κατὰ φύσιν ζωὴ, καὶ λοιπὸν κατοικῶν ἐν αὐτοῖς.

ὅτι δὲ διὰ τῆς πίστεως ἐν ἡμῖν ὁ Υἱὸς αὐλίζεται, πληροφορήσει λέγων ὁ Παῦλος “Τούτου χάριν κάμπτω τὰ γόνατά μου ”πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ “γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης ”τῆς ἁπλότητος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύ- “ματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ”ὑμῶν διὰ τῆς πίστεως.” ὅτε τοίνυν διὰ τῆς πίστεως ἡ κατὰ φύσιν ἡμῖν ἐπεισκρίνεται ζωὴ, πῶς οὐκ ἀληθὴς ὁ λέγων Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον; αὐτὸν δηλονότι τὸν Υἱὸν καὶ οὐχ ἑτέραν τινὰ παρ᾽ αὐτὸν νοουμένην ζωήν. <Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν.> Ἆρ᾽ οὖν, ἐρεῖ τις τυχὸν, ἑτέραν ἡμῖν πρεσβεύει δόξαν ὁ βαπτιστὴς, καὶ τὸν τῆς ἀναστάσεως παραφθείρει λόγον, ζωοποιηθήσεσθαι μὲν τὸν πιστεύοντα λέγων, τὸν δὲ μὴ τοιοῦτον οὐκ ὄψεσθαι ζωὴν ὅλως διαβεβαιούμενος; ἐγερθησόμεθα δὲ κατά γε τὸ εἰκὸς οὐ πάντες, ταύτην ἡμῖν εἰσκεκομικότος τοῦ λόγου τὴν διαφοράν· εἶτα ποῖ ποτε χωρήσει τὸ ἀπολύτως καὶ ὡς ἐφ᾽ ἅπασιν εἰρημένον “Ἀναστήσονται ”οἱ νεκροί;” τί δ᾽ ἂν καὶ δρῴη λέγων ὁ Παῦλος “Τοὺς γὰρ ”πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ “Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ”ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.”

Ἐπαινεῖσθαι μὲν οὖν οἰήσομαι δεῖν τὸν φιλομαθῆ, χρῆναι δὲ ὅμως ἀκριβεστάτην ἐν τοῖς ἱεροῖς γράμμασι ποιεῖσθαι τὴν βάσανον. ὅρα γάρ μοι σαφῶς τὴν τῶν εἰρημένων διαστολήν· περὶ μὲν γὰρ τοῦ πιστεύοντός φησιν, ὅτι ζωὴν ἕξει τὴν αἰώνιον, περὶ δὲ τοῦ ἀπειθήσαντος, ἑτέραν ὁ λόγος ἔχει τὴν ἔμφασιν. οὐ γὰρ ἔφη ζωὴν οὐχ ἕξειν αὐτόν· ἐγερθήσεται γὰρ τῷ κοινῷ τῆς ἀναστάσεως νόμῳ· ἀλλὰ ζωὴν οὐκ ὄψεσθαί φησιν, τουτέστιν, οὐδ᾽ ὅσον εἰς θεωρίαν ψιλὴν τῆς τῶν ἁγίων ἐφίξεται· ζωῆς, οὐχ ἅψεται τῆς ἐκείνων μακαριότητος, ἄγευστος διαμενεῖ τῆς ἐν εὐφροσύναις διαγωγῆς· ζωὴ γὰρ ὄντως ἐκείνη· τὸ δὲ ἐν κολάσεσιν ἀναπνεῖν, θανάτου παντὸς ἀνιαρώτερον, ἐπὶ μόνῃ τῇ τῶν κακῶν αἰσθήσει ψυχὴν συνέχον ἐν σώματι. τοιαύτην τινὰ καὶ ὁ Παῦλος ζωῆς εἰσφέρει διαφοράν. ἄκουε τί φησι πρὸς τοὺς ἐν κακίᾳ νενεκρωμένους διὰ Χριστόν “Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ”ὑμῶν κέκρυπται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ· ὅταν ὁ “Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ ”φανερωθήσεσθε ἐν δόξῃ.” ὁρᾷς ὅπως τὸ ἐν δόξῃ φανερωθῆναι μετὰ Χριστοῦ τὴν τῶν ἁγίων ὀνομάζει ζωήν; τί δὲ ὅταν ἡμῖν καὶ ὁ ψαλμῳδὸς ἀναμέλπῃ λέγων “Τίς ἐστιν ”ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; “παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ·” ἆρ᾽ οὐχὶ τὴν τῶν ἁγίων ἐν τούτοις ἐροῦμεν κατασημαίνεσθαι ζωήν; ἀλλ᾽ ἔστιν, οἶμαι, πᾶσι καταφανές.

οὐ γὰρ δήπου τῶν φαύλων ἀποσχέσθαι κελεύει τινὰς, ἵνα δὴ τύχοιεν τῆς εἰσαῦθις ἀναβιώσεως τῆς σαρκός· ἀναστήσονται γὰρ καὶ εἰ μὴ πεπαύσοιντο τοῦ κακοῦ· πρὸς ἐκείνην δὲ μᾶλλον ἐρεθίζει τὴν ζωὴν, ἐν ᾗ πάντως ἐστὶν ἡμέρας ἰδεῖν ἀγαθὰς, ἐν μακαριότητι καὶ δόξῃ τὸν μακραίωνα τρίβοντας βίον. <Ἀλλ᾽ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν.> Γυμνότερον ἡμῖν διὰ τῆς ἐν τούτοις ἐπαγωγῆς τὸν τῶν εἰρημένων σκοπὸν ὁ μακάριος ἔδειξε βαπτιστής. περιαθρείτω δὲ πάλιν ὁ φιλοζητητὴς τὴν τοῦ νοήματος δύναμιν. “Ὁ ”ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν,” ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν. ἀλλ᾽ εἴπερ ἦν ὄντως ἔρημον ἔσεσθαι τῆς ἐν σώματι ζωῆς ἐννοῆσαι τὸν ἀπειθήσαντα, πάντως ἂν ὅτι καὶ ἐπήνεγκεν εὐθύς Ἀλλ᾽ ὁ θάνατος μένει ἐπ᾽ αὐτόν. ἐπειδὴ δὲ ὀργὴν ὀνομάζει Θεοῦ, δῆλον ἂν εἴη λοιπὸν ταῖς τῶν ἁγίων εὐθυμίαις τὴν τῶν ἀσεβῶν ἀντιδιαστέλλων κόλασιν, καὶ ζωὴν μὲν ἀποκαλῶν τὴν ὄντως ζωὴν ἐν δόξῃ μετὰ Χριστοῦ, τὰς δὲ ἐπὶ τοῖς ἀσεβοῦσιν αἰκίας ὀργὴν τοῦ Θεοῦ.

ὅτι δὲ ὀργὴ πολλάκις ἡ κόλασις παρὰ ταῖς θείαις εἴρηται γραφαῖς, δύο παροίσω τοὺς μάρτυρας, Παῦλόν τε καὶ Ἰωάννην· ὁ μὲν γὰρ ἔφη πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας “Καὶ ἦμεν τέκνα ὀργῆς φύσει, ὡς καὶ οἱ λοιποί·” ὁ δὲ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις “Γεννήματα ἐχιδνῶν, τίς ὑπέ- ”δειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;” <Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης· καίτοι γε αὐτὸς Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ· ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.> Πόθεν ἡμῖν εἰς τοῦτο πρόεισιν ὁ λόγος, ἢ ἐκ ποίας ἀρχῆς ἡ τοῦ διηγήματος καθέλκουσα τάξις, ἐγνωκότα τὸν Κύριον εἰσφέρει τοὺς Φαρισαίους ἅπερ ἐπύθοντο μαθεῖν, οὐκ ἄκομψον, ὡς ἔοικεν, εἰπεῖν. τὸ γάρ Ὡς οὖν ἔγνω λέγειν τὸν ἅγιον Εὐαγγελιστὴν, ἔμφασίν τινα προϋποκειμένου σαφῶς ἀνατίκτει πράγματος· πάντα μὲν γὰρ, οὐδενός τι καταμηνύοντος, αὐτομάτως οἶδεν, ὡς Θεὸς, καὶ οὐχ ὅτε γίγνεται πρῶτον, ἀλλὰ καὶ “πρὶν γενέσεως αὐτῶν,” ὡς ὁ προφήτης διεμαρτύρατο. περιμένει δὲ τοὺς ἐφ᾽ ἑκάστῳ καιροὺς, καὶ ταῖς τῶν πραγμάτων ἀκολουθίαις, ἢ τῇ προγνώσει, μᾶλλον ἐνδίδωσιν· ἦν γὰρ δὴ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας ἄξιον.

Ζητήσεως τοιγαροῦν γενομένης “ἐκ τῶν μαθητῶν Ἰω- ”άννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ,” πολὺς παρ᾽ ἀμφοῖν ἦν ὁ λόγος. οἱ μὲν γὰρ τῷ οἰκείῳ διδασκάλῳ συναγορεύοντες, τῶν νομικῶν περιῤῥαντηρίων καὶ τῶν παρ᾽ ἐκείνοις τυπικῶν καθαρισμῶν ἐν ἀμείνοσιν ἤδη μέτροις τὸ δι᾽ αὐτοῦ γενέσθαι διετείνοντο βάπτισμα· καὶ δὴ κατὰ τὸ εἰκὸς εἰς ἀπόδειξιν ἐποιοῦντο τοῦ πράγματος, τὸ πολλοὺς μὲν ἰέναι πρὸς αὐτὸν, τῶν δὲ ἀρχαιοτέρων τε καὶ ἄνωθεν ἐθῶν ἥδιστα λίαν ἀποφοιτᾶν. οἱ δὲ αὖ πάλιν, ἐπείπερ τοῖς δι᾽ ἐναντίας ὁ λόγος ἐφέρετο κατὰ πρανοῦς, καὶ ὑδάτων δίκην καταῤῥοίζουσα τῆς ἀληθείας ἡ δύναμις τὸν ἀδρανῆ τῶν ἀνθεστηκότων ἐβάπτιζε νοῦν, ἐπὶ τὸ παρὰ γνώμην χωροῦσι, καὶ ἄκοντες, πολὺ δὴ κάλλιον εἶναι λέγοντες τὸ διὰ Χριστοῦ χορηγούμενον βάπτισμα· καὶ κατεκράτουν ἤδη τοῖς ἴσοις εἰς ἀπόδειξιν ἀποχρησάμενοι λογισμοῖς, καὶ διὰ τῶν αὐτῶν ἐνθυμημάτων τοῖς νενικηκόσιν ἀντεγειρόμενοι· πολλῷ γὰρ ὁρᾶσθαι πλείους διισχυρίζοντο τοὺς προσιόντας Χριστῷ, καὶ πάντας ἐκείνῳ μᾶλλον ἤπερ Ἰωάννῃ προστρέχειν· ὅθεν οἶμαι καὶ εἰς λύπην ἀνακαυθέντας τοὺς Ἰωάννου μαθητὰς τῷ οἰκείῳ προσελθεῖν διδασκάλῳ λέγοντας “Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν ”τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ “πάντες ἔρχονται πρὸς αὐτόν.” τὰς γὰρ ἐξ ἔριδος τῶν Ἰουδαίων προτάσεις, ἤτοι λόγους ἀποδεικτικοὺς, ὡς ἐν ἐρωτήσει προΐσχονται.

ἐντεῦθεν τοιγαροῦν ἐγνωκέναι φησὶν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ ἢ Ἰωάννης, εἶτα τὸν ἐξαίσιον αὐτῶν παραιτούμενος φθόνον, καὶ καιρῷ φυλάττων ἰδίῳ τὸ παθεῖν, τῆς μὲν τῶν Ἰουδαίων ὑπέξεισι χώρας, ἀναχωρεῖ δὲ πάλιν εἰς τὴν Γαλιλαίαν. <Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας· ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.> Ὦ πολλῆς ἀγχινοίας καὶ ἀκράτου νήψεως· φθάνει ταῖς ἀπολογίαις τὰ ζητηθήσεσθαι προσδοκώμενα. εἶπε γὰρ ἄν τις εὐθὺς, ἢ ἑτέρῳ προσλαλῶν, ἢ λεληθότως διενθυμούμενος Τοῦ δὴ χάριν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐν καιρῷ τῷ καθήκοντι τὸν Σαμαρειτῶν ἐποιήσατο φωτισμόν; προσῆλθε μὲν γὰρ ἡ Συροφοινίκισσά ποτε, τὸν ἐπὶ τῇ ταλαιπώρῳ θυγατρὶ μετὰ δακρύων ἔλεον ἐξαιτοῦσα, καὶ τί πρὸς αὐτὴν ὁ φιλοικτίρμων; “Οὐ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν ”τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις·” οὐ γὰρ, οἶμαι, δεῖν ἐδοκίμαζε, πρόωρον τοῖς ἐξ ἐθνῶν τὴν τοῖς ἐξ Ἰσραὴλ ἀπονεμηθεῖσαν ἐπιδαψιλεύσασθαι χάριν· ὃ δὴ καὶ σαφέστερον αὐτὸς ἐποίει λέγων “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα ”τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” πῶς οὖν ἄρα, φήσειεν ἄν τις, ὁ πρὸς μόνον ἀπεσταλμένος τὸν Ἰσραὴλ τὸ Σαμαρειτῶν ἐπαίδευε γένος, καίτοι τοῦ Ἰσραὴλ οὔπω παντελῶς τὴν χάριν ἀπολακτίσαντος;

πρὸς δὴ τὰ τοιαῦτα, πιθανὴν μετ᾽ ἐξουσίας τὴν ἀπολογίαν εἰσφέρει τό Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας· οὐ γὰρ δὴ τούτου γε ἕνεκα καὶ μόνου τὴν πρὸς Σαμαρείτας ἀποδημίαν ἐστείλατο, ἐφ᾽ ᾧ τε κηρύξαι παρ᾽ αὐτοῖς τὸν λόγον, καὶ ὅλην ἐξ ὅλου μεταστῆσαι τὴν εὐλογίαν τοῦ Ἰσραήλ· ἀλλ᾽ ἐπείπερ ἔδει παρέρχεσθαι, διὰ τοῦτο διδάσκει, τὸ σοφίας ἔργον ἀποτελῶν.

Ὥσπερ γὰρ οὐκ ἄν ποτε τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν καυστικῆς ἐνεργείας καταλήξαι τὸ πῦρ, οὕτως οἶμαι κατὰ τὸ παντελὲς ὑπάρχειν ἀμήχανον τὴν τῶν ὅλων σοφίαν μὴ οὐχὶ τὸ σοφίᾳ πρέπον ἐνεργεῖν· καὶ ὥσπερ οὐκ ἐξεῖναι λέγων λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις, δακρυῤῥοοῦντι καὶ πολλοῖς εἰς ἔλεον ἐκλιπαροῦντι λόγοις, προσέῤῥιψε τῷ γυναίῳ τὴν χάριν, οὐ παρ᾽ ἑτέρου νομοθετούμενος τὸν τοῦ διδόναι καιρὸν, ἀλλ᾽ αὐτὸς ὑπάρχων μετὰ Πατρὸς ὁριστὴς, ὡς Υἱὸς καὶ Θεὸς καὶ Κύριος· οὕτω καὶ Σαμαρείτας ἠλέει, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἄφραστον ἀνακαλύπτων δύναμιν, ὁδοῦ πάρεργον χώρας ὅλης ποιεῖται τὸν φωτισμόν.

Ἦν δὲ καὶ ἑτέρως ἄτοπον, ἤδη ταῖς ἀπονοίαις λελυττηκότα καὶ φονῶντα κατὰ τοῦ Κυρίου τὸν Ἰσραὴλ ἀγαπᾶσθαι τελείως. ἐπειδὴ δὲ οὔπω μὲν ὁλοτελῶς, διώκει δ᾽ οὖν ὅμως ἔτι συμμέτρως, διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὔπω μὲν αὐτὸν ὁλοκλήρως ἀπογυμνοῖ τῆς χάριτος, ἐξέλκει δ᾽ οὖν ὅμως εἰς ἑτέρους τὴν εὐλογίαν κατὰ βραχύ. τὸ δὲ ὅλως τῆς Ἰουδαίων ἀπανίστασθαι χώρας, καὶ εἰς τὴν τῶν ἀλλογενῶν σπουδάζειν ἰέναι, διὰ τὴν τῶν διωκόντων ἀπανθρωπίαν, ἀπειλή τις ἦν, καθάπερ ἐν τύπῳ ζωγραφουμένη τῇ τοῦ πράγματος φύσει, ὡς ὁλόκληρον ἤδη τῆς χάριτος ὑπομενοῦσι ζημίαν, καὶ παραπέμψουσιν εἰς ἑτέρους τὸ οἰκεῖον ἀγαθὸν, τουτέστι τὸν Χριστὸν, εἰ μὴ τῆς εἰς αὐτὸν παροινίας ἀπόσχοιντο. <Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ· ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ.> Τοὺς τῆς Ἰουδαίας ὅρους ἐκβεβηκὼς, καὶ παρὰ τοῖς ἀλλογενέσιν ἤδη γεγονὼς ὁ Σωτὴρ ἐπὶ τῇ πηγῇ καταλύει τοῦ Ἰακώβ· ὡς ἐν τύπῳ πάλιν ἡμῖν καὶ δι᾽ αἰνίγματος ὑποδεικνὺς, ὅτι κἂν τῆς Ἱερουσαλὴμ τὸ εὐαγγελικὸν ἐκφοιτήσῃ κήρυγμα, καὶ εἰς ἔθνη λοιπὸν ὁ θεῖος ἐκδράμοι λόγος, οὐ συναποβληθήσεται τῷ Ἰσραὴλ ἡ εἰς τοὺς πατέρας ἀγάπη, ἀλλὰ πάλιν αὐτῶν ἀνθέξεται Χριστὸς, καὶ ἐπαναπαύσεται καὶ καταλύσει πάλιν ὡς ἐν ἁγίοις, ἀμάραντον αὐτοῖς τὴν ἐν ἀρχαῖς ἀποσώζων χάριν.

ἐμφιλοχωρεῖ δὲ ταῖς τῶν ἁγίων μνήμαις, ἵνα τύπον ἡμῖν ἑαυτὸν κἀν τούτῳ παράσχοι, καὶ ἀρχὴ καὶ θύρα τῆς εἰς τοὺς πατέρας γένοιτο τιμῆς. καταλύει δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ὡς γέγραπται, ἵνα κἀν τούτῳ τῆς τῶν ἐλαυνόντων αὐτὸν ἀσεβείας κατηγορῇ. δέον γὰρ ταῖς εὐγνώμοσιν ἀνακτᾶσθαι τιμαῖς, αἰδοῖ τε καὶ φόβῳ περιθάλπειν ὡς εὐεργέτην, ἱδρῶτι καὶ πόνοις καταικίζονται τὸν Κύριον, ἵνα καὶ ἀληθεύοι λέγων περὶ αὐτῶν ἐν βίβλῳ ψαλμῶν “Καὶ ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν.” Ἰουδαίων μὲν οὖν ἐν τούτοις ὁρᾶται τὸ θράσος. τί δὲ ἄρα φήσουσι πρὸς τοῦτο πάλιν ἡμῖν καὶ οἱ τῆς ἐκείνων ἀπονοίας γείτονες Ἀρειανοὶ, μᾶλλον δὲ πρὸς οὓς ἂν λέγοιτο δικαίως Ἐδικαιώθη Σόδομα ἐκ σοῦ; οἱ μὲν γὰρ κατὰ σάρκα σταυροῦσι Χριστὸν, οἱ δὲ εἰς αὐτὴν ἐμπαροινοῦσι τὴν ἄῤῥητον τοῦ Λόγου φύσιν. ἰδοὺ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας· τίς ὁ τοῦτο παθών; ἆρα καὶ ἰσχύος ἡμῖν ἐπιδεᾶ τὸν τῶν δυνάμεων εἰσοίσετε Κύριον, καὶ αὐτῷ τῷ ἐκ Πατρὸς Μονογενεῖ τὸν ἐκ τῆς ὁδοιπορίας ἀναθήσετε πόνον, ἵνα καὶ παθητὸς νοῆται λοιπὸν ὁ παθεῖν οὐκ εἰδώς; ἢ φρονεῖν μὲν οὕτω παραιτήσεσθε ποιοῦντες ὀρθῶς, μόνῃ δὲ τῇ τοῦ σώματος φύσει περιθήσετε τὰ ἐπὶ τούτοις ἐγκλήματα, μᾶλλον δὲ τῇ ἀνθρωπότητι πρέπειν ἐρεῖτε τὸν πόνον, ἤπερ ὄντι καὶ νοουμένῳ γυμνῷ καὶ καθ᾽ ἑαυτὸν τῷ Λόγῳ;

ὅνπερ οὖν τρόπον ἐν ἰδίᾳ φύσει τὸ πάντα δύνασθαι κεκτημένος, καὶ αὐτὸς ὑπάρχων ἡ πάντων ἰσχὺς κεκοπιακέναι λέγεται· μὴ γάρ μοι, μὴ διέλῃς εἰς υἱῶν δυάδα τὸν ἕνα Χριστὸν, κἂν τὰ τῆς ἀνθρωπότητος εἰς ἑαυτὸν οἰκειοῦται πάθη· καίτοι μένων ἀπαθὴς, ἐπείπερ ἄνθρωπος γέγονεν, ὁ κοπιᾶν μὴ πεφυκώς· οὕτως εἴ τι καὶ λέγοι τῶν ὅσα δὴ πρέπειν ἀνθρώπῳ μᾶλλον οἰησόμεθα δεῖν, καὶ οὐκ ἄρα τῷ Θεῷ, μὴ λεξιθηρῶμεν εὐθὺς, μηδὲ ὅτε μάλιστα τέχνης ἡμῖν τῆς εἰς εὐσέβειαν δεῖ, τότε δὴ διαφερόντως ἀμαθαίνοντες ἁλισκώμεθα, τὸν μὲν τῆς μετὰ σαρκὸς οἰκονομίας ὡς ποῤῥωτάτω ποιούμενοι λόγον, ἐπ᾽ αὐτὴν δὲ θερμῶς ἀναβαίνοντες τὴν τοῦ Λόγου θεότητα, καὶ τῶν ὑπὲρ ἡμᾶς πραγμάτων ἐκ πολλῆς τῆς ἀμαθίας ἁπτόμενοι. εἰ μὲν γὰρ ὅλως οὐ κεχρημάτικεν ἄνθρωπος, εἰ μὴ γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, θορυβεῖσθαι δίκαιον, ὅταν τι λέγῃ δουλοπρεπὲς, ἀπαιτεῖσθαι δὲ μᾶλλον πάντα κατὰ τὸν πρέποντα τῷ Θεῷ λόγον· εἰ δὲ σωζόμενον ἐν πίστει βεβαίᾳ καὶ ἀνενδοιάστως τεθαρσήκαμεν, ὅτι κατὰ τὴν Ἰωάννου φωνήν “Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” ὅταν ἴδῃς ὡς σάρκα λαλοῦντα, τουτέστιν ὡς ἄνθρωπον, δέχου πρὸς ἀσφάλειαν τοῦ κηρύγματος τὸν ἀνθρώπῳ πρέποντα λόγον.

οὐ γὰρ ἦν ἑτέρως ἐπιγνῶναι σαφῶς, ὅτι Θεὸς ὢν καὶ Λόγος, γέγονεν ἄνθρωπος, εἰ μή τι καὶ παθεῖν ὁ ἀπαθὴς, καὶ λαλῆσαί τι ταπεινὸν ὁ ὑψηλὸς ἀναγέγραπτο. <Ὥρα ἦν ὡς ἕκτη.> Εὐαφόρμως ἐπὶ τῇ πηγῇ καταλύοντα δεικνύει τὸν Ἰησοῦν. ἡλίου γὰρ ἀκμαιοτάτην ἀπὸ μέσων ἁψίδων τοῖς ἐπὶ τῆς γῆς τὴν ἀκτῖνα καταχέοντος, καὶ ἀκράτοις τὰ σώματα καταφλέγοντος βολαῖς, τὸ μὲν ἔτι πρόσω βαδίζειν οὐκ ἀζήμιον, τὸ δὲ ἀναπνεῦσαι βραχὺ μᾶλλον ἦν ἀκολουθότερον, ὅτε δὴ μάλιστα καὶ τὴν ἐπὶ τρυφαῖς αἰτίαν ῥᾳδίως ἂν ἀπεκρούσατο, καιροῦ τοῦ πρέποντος συνηγοροῦντος τῷ πράγματι. ἕκτην δ᾽ οὐκ ἀκριβῶς, ἀλλ᾽ ὡς ἕκτην εἶναι τὴν ὥραν φησὶν, ἵνα καὶ ἡμεῖς μανθάνωμεν μηδὲ ἐν τοῖς ἐλαχίστοις ἀδιαφορεῖν, πειρᾶσθαι δὲ μᾶλλον καὶ τὴν ἐν τοῖς τυχοῦσιν ἐπιτηδεύειν ἀλήθειαν. <Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πιεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. λέγει αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις.> Οὐκ ἠγνόει τοῦ γυναίου τὴν ἄφιξιν ὁ Σωτήρ. εὖ γὰρ δὴ καὶ λίαν ἠπίστατο Θεὸς ὑπάρχων ἀληθινὸς, ὡς αὐτίκα παρέσται ψυχρὸν ἀπὸ κρήνης ἀρυσομένη τὸ νᾶμα· ἐπειδὴ δὲ ἤδη παρῆν, εἴσω βρόχων ἐποιεῖτο τὸ θήραμα, καὶ τὸν τῆς διδασκαλίας εὐθὺ κατατείνων λόγον, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐποιεῖτο τὴν διάλεξιν.

Τὸ μὲν οὖν μηδαμόθεν χρῆναι καταμολύνεσθαι, τοῖς Ἰουδαίοις ὁ νόμος ἐπραγματεύετο· διά τε τοῦτο παντὸς ἀναχωρεῖν ἀκαθάρτου διετύπου πράγματος, καὶ μήτε ἀλλογενέσιν ἢ ἀπεριτμήτοις ἀναμιγνύσθαι. οἱ δὲ εἰς πολύ τι πλέον ἀναφέροντες τῆς ἐντολῆς τὴν δύναμιν, καὶ εἰκαιοτάταις μᾶλλον ἐπιτηρήσεσιν, ἢ ταῖς ἀκριβείαις τῶν λεγομένων ἀκολουθήσαντες, οὐδ᾽ ὅσον ἀποθίγειν τῆς τῶν ἀλλοφύλων σαρκὸς ἀποτολμῶντες, ἁπάσης δὲ εἴσω πεσεῖν ἀκαθαρσίας ἐνόμιζον, εἰ κατά τι γοῦν ὀφθεῖεν ὅλως Σαμαρείταις συμβαίνοντες. εἰς τοσοῦτον δὲ αὐτοῖς τὰ τῆς διαστάσεως ἐχώρει λοιπὸν, ὡς καὶ ὕδατος καὶ τροφῆς ἀπογεύεσθαι ναρκᾶν, τῆς διὰ χειρὸς ἀλλοφύλων προσκομιζομένης. ἵνα τοίνυν ξενοφωνήσῃ τὸ γύναιον, καὶ τὸ ἀσύνηθες αὐτῷ καλέσῃ πρὸς ζήτησιν, τίς μὲν εἴη, καὶ πόθεν, ἢ καὶ ὅπως τῶν Ἰουδαϊκῶν κατεφρόνησεν ἐθῶν· οὕτω τε λοιπὸν ὁ λόγος ἐπὶ τὸν οἰκεῖον βαδίζοι σκοπὸν, καὶ τὸ διψῆν ὑποκρίνεται, λέγων Δός μοι πιεῖν. ἡ δὲ ἔφη· <Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ ζητεῖς πιεῖν ὕδωρ γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ.> Ἀρχὴ μαθήσεως ζήτησις, καὶ ῥίζα τῆς ἐπί τισιν ἀγνοουμένοις συνέσεως ἡ περὶ αὐτῶν ἐπαπόρησις.

ταύτην ὁ λόγος ἑλεῖν ἐπιθυμεῖ τὴν ἀρχήν· διά τοι τοῦτο καὶ τὸ δοκεῖν ἡγεῖσθαι μηδὲν τὰ τῶν Ἰουδαίων ἔθη σοφῶς ὁ Σωτὴρ ὑπεπλάττετο. <Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκέ σοι ὕδωρ ζῶν. λέγει αὐτῷ ἡ γυνή.> Τὴν ὑπερκόσμιόν τε καὶ ὑπερουράνιον οὐκ εἰδυῖα τοῦ Μονογενοῦς οὐσίαν, μᾶλλον δὲ ἀγνοοῦσα παντελῶς τὸν ἐνανθρωπήσαντα Λόγον, Ἰουδαῖον οὖν αὐτὸν ὠνόμαζεν ἡ γυνή. καὶ σιωπᾷ μὲν πρὸς τοῦτο χρησίμως, ἵνα σώζηται πάλιν ἡ τοῦ πρὸς αὐτὴν ὑπόθεσις λόγου· ἀναφέρει δ᾽ οὖν ὅμως εἰς ὑψηλοτέραν τὴν περὶ αὐτοῦ διάληψιν, οὐκ εἰδέναι λέγων, τίς ὁ ποτὸν αἰτήσας ἐστὶν, ἢ καὶ ὅσην ἔχει τὴν χάριν τὰ θεόθεν χορηγούμενα, ὡς εἴπερ ἔχοι τὴν γνῶσιν, οὐκ ἂν ὑστερίζειν ἠνέσχετο, ᾔτησε γὰρ ἂν προλαβοῦσα τὸν Κύριον. ἐρεθίζει μὲν οὖν διὰ τούτων εἰς τὸ καὶ λίαν ἐσπουδασμένως ἐθελῆσαι μαθεῖν. ἐπιτήρει δὲ ὅπως εὐφυᾶ δὴ καὶ νῦν καὶ κόμπου γυμνὸν ἐπιτηδεύων λόγον, Θεὸν ἑαυτὸν εἶναί φησιν, εἰ καὶ βραδεῖα πρὸς τὸ δύνασθαι νοεῖν ἡ γυνή. ἀποθαυμάζειν γὰρ ἀναπείθων τὴν τοῦ Θεοῦ δωρεὰν, ταύτης ἑαυτὸν εἰσφέρει χορηγόν· εἰ γὰρ ᾔδεις φησὶ τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, σὺ ἂν ᾔτησας αὐτόν. τίνι δ᾽ ἂν καὶ πρέποι τὸ χαρίζεσθαι τὰ Θεοῦ; μὴ οὐχὶ κατὰ φύσιν ὄντι Θεῷ;

Ὕδωρ δὲ ζῶν ἀποκαλεῖ τὴν ζωοποιὸν τοῦ Πνεύματος δόσιν, δι᾽ ἧς καὶ μόνης ἡ ἀνθρωπότης, καίτοι τοῖς ἐν ὄρεσι πρέμνοις αὐαινομένη παραπλησίως, ξηρά τε ἤδη καὶ πάσης ἄγονος ἀρετῆς ταῖς τοῦ διαβόλου κακουργίαις ἀναδεδειγμένη, πρὸς τὸ ἀρχαῖον ἐπανατρέχει τῆς φύσεως κάλλος, καὶ τὴν ζωοποιὸν ἐκπίνουσα χάριν, πολυτρόποις ἀγαθῶν ἰδέαις περιανθίζεται, καὶ εἰς ἕξιν ἀναβλαστῶσα τὴν φιλάρετον, εὐτραφεστάτους τῆς εἰς Θεὸν ἀγάπης ἀνίησι κλῶνας. τοιοῦτον δέ τι καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου πρὸς ἡμᾶς ὁ Θεός “Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες ”στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν “τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ”ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.” ἔσεσθαι δὲ καὶ τὴν τοῦ δικαίου ψυχὴν, “ὡς ξύλον ἔγκαρπον,” ἕτερός τις φησὶ τῶν ἁγίων, καὶ ἀνατελεῖν μὲν, ὡσεὶ χόρτον ἀναμέσον ὕδατος, ὀφθήσεσθαι δὲ ὡς ἰτέαν ἐπὶ παραῤῥέον ὕδωρ.

Δυνατὸν μὲν οὖν τοῖς εἰρημένοις καὶ ἑτέρας ἡμᾶς ἐπισωρεύειν τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας, δι᾽ ὧν ἦν καὶ μάλα ῥᾳδίως ἐπιδεικνύειν, ὡς ἐν ὕδατος προσηγορίᾳ τὸ θεῖον πολλάκις κατωνόμασται πνεῦμα. τὸ δὲ τούτοις ἡμᾶς ἐμφιλοχωρεῖν οὐ καιρός· διὸ δὴ πάλιν ἑτέροις ἐπινηξόμεθα πρὸς τὸ μέγα καὶ πλατὺ τῶν θείων θεωρημάτων ἐπειγόμενοι πέλαγος. <Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;> Οὐδὲν τῶν ἐν συνηθείᾳ πλέον ἡ γυνὴ φαντάζεται, καὶ συνίησι μὲν οὐδαμῶς τῶν εἰρημένων τὴν δύναμιν, οἴεται δὲ ὅτι κατά τινας τῶν ἐξ ἐπῳδῆς καὶ δαιμονιώδους ἀπάτης θαυματουργεῖν εἰωθότων, σχοινίου τε δίχα καί τινος ἑτέρας μηχανῆς, αὐτόματον αὐτῇ τὸ ὕδωρ ἐκ τῶν φρεατίων ἀνοίσει πυθμένων. ὕδωρ δὲ ζῶν, ὡς πρὸς τὸν οἰκεῖον ὀνομάζει σκοπὸν, τὸ νεωστὶ τῶν πηγαίων ἀνομβρῆσαν μαστῶν. <Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ.> Ἑαυτῆς ἐπιλαμβάνεται καὶ σφόδρα τὴν ταχίστην ἡ γυνὴ, συνορᾷ δὲ οὐχ ὁσίως, οὐδὲ πάντως ἀληθεῖς λαβοῦσα τὰς ὑπονοίας περὶ αὐτοῦ· οὐ γὰρ ἦν μὴ πάντως ὠφελεῖσθαι πρὸς νῆψιν, τὴν ὅλως τῶν θείων ἀπολαύουσαν λόγων.

ὡς ἐνδεχομένου τοιγαροῦν ἐπῳδὸν μὲν οὐκ εἶναι τὸν λέγοντα, προφήτην δὲ μᾶλλον, καὶ τῶν ἐν ἁγιασμῷ διαπρεπεῖ, διά τε τοῦτο παρέξειν αὐτῇ τὸ ὕδωρ τὸ ζῶν κατεπαγγέλλεσθαι, καὶ δίχα τῶν κατὰ συνήθειαν ἀντλημάτων, ἢ πολὺ πρὸς χρῆσιν τὸ ἄμεινον ἐξ ἑτέρας ἀνευρίσκοντα πηγῆς, μετατίθησι τὸν λόγον εὐθὺς ἐπὶ τὸ σωφρονέστερον, καὶ ὡς ἅγιον ἁγίῳ συγκρίνει λέγουσα Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο; δέχου τοῦ νοήματος τὴν περίνοιαν, ἐκ τοῦ μηκέτι θαυμάζειν αὐτὴν, εἰ σχοινίον οὐκ ἔχων τὸ ὕδωρ ἐπαγγέλλεται, τῆς δὲ κατὰ γεῦσιν ποιότητος πέρι διαλέγεσθαι μόνης.

Σαμαρεῖται μὲν οὖν ἀλλογενεῖς· Βαβυλωνίων γὰρ ἄποικοι· πατέρα δὲ καὶ αὐτοὶ τὸν Ἰακὼβ ἐπιγράφονται κατὰ δύο τρόπους· ὡς γὰρ ὅμορόν τε καὶ γείτονα τῆς Ἰουδαίων οἰκοῦντες χώραν, ὀλίγα τῆς ἐκείνων λατρείας εἰς ἑαυτοὺς ἀνεμάττοντο, καὶ τοῖς Ἰουδαίων πατράσιν ἐπαυχεῖν ἐμελέτων. ἄλλως τε καὶ ἦν ὄντως ἀληθὲς, ὅτι τῆς Ἰακὼβ ἐξέφυσαν ῥίζης τῶν τὴν Σαμάρειαν οἰκούντων οἱ πλείους. ὁ γὰρ τοῦ Ναβὰτ Ἱεροβοὰμ, δέκα τοῦ Ἰσραὴλ συναγείρας φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ κατὰ καιρὸν τῆς Ῥοβοὰμ βασιλείας υἱοῦ Σολομῶνος, καταλαβὼν δὲ τὴν Σαμάρειαν, καὶ οἴκους ἐν αὐτῇ καὶ πόλεις ἀνεδείματο. <Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὴν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή.> “Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ,” ὥσπερ τι μέγα καὶ δυσκαταγώνιστον πρόβλημα προτεινούσης τῆς Σαμαρείτιδος, εὐφυέστατα πάλιν ὁ Σωτὴρ παραιτεῖται μὲν τὸν ἐν ῥήμασι κόμπον, ὅτι μείζων ὑπάρχοι σαφῶς οὐκ εἰπὼν, ἀπὸ δὲ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζειν ἀναπείθει τὸν προύχοντα.

διάτοι τοῦτο καὶ ἀσύγκριτον οὖσαν τῶν νοητῶν ὑδάτων πρὸς τὰ ἐν αἰσθήσει καὶ γεωδέστερα τὴν διαφορὰν ἐπιδεικνύει λέγων Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὁ δὲ τῶν ἐμῶν, φησὶν, ὑδάτων ἐμφορησάμενος, οὐχ ὅπως τοῦ διψῆν ἔτι κρείττων ἀποφανθήσεται, ἀλλ᾽ ἕξει πηγὴν ἐν ἑαυτῷ πρὸς ζωὴν αἰώνιον ἀποτρέφειν ἰσχύουσαν. οὐκοῦν ὁ τὰ μείζω δωρούμενος ἐν μείζοσιν ἔσται, φησὶ, τοῦ τὸ ἔλαττον ἔχοντος, καὶ τὴν αὐτὴν οὐκ ἀποίσεται δόξαν τῷ νικῶντι τὸ ἡττώμενον.

Ἰστέον δὲ πάλιν, ὡς ὕδωρ ἐν τούτοις τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁ Σωτὴρ ἀποκαλεῖ, ἧς εἴπερ τις γένοιτο μέτοχος, ἀναπηγάζουσαν ἕξει λοιπὸν ἐν ἑαυτῷ τῶν θείων μαθημάτων τὴν χορηγίαν, ὡς μηκέτι μὲν αὐτῷ τῆς παρ᾽ ἑτέρων νουθεσίας ἐνδεῖν, ἐξαρκεῖν δὲ μᾶλλον εἰς τὸ δύνασθαι ῥᾳδίως παρακαλεῖν, τοὺς οἷσπερ ἂν γένοιτο διψῆν τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, ὁποῖοί τινες ἦσαν κατὰ τὸν παρόντα βίον καὶ ἐπὶ γῆς ἔτι πολιτευόμενοι, ἅγιοί τε προφῆται καὶ ἀπόστολοι, καὶ οἱ τῆς ἐκείνων κληρονόμοι λειτουργίας, περὶ ὧν γέγραπται “Καὶ ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ ”τῶν πηγῶν τοῦ σωτηρίου.” <Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.

λέγει αὐτῇ ὁ Ἰησοῦς.> Μόνα πάλιν τὰ συνήθη καὶ λαλεῖ καὶ φαντάζεται, συνίησι δὲ ὅλως τῶν λεγομένων οὐδέν· ἐν δὲ τῷ μικρῶν ἀπαλλάττεσθαι πόνων, ὅλην ἕξειν οἴεται τοῦ Σωτῆρος ἡμῶν τὴν φιλοτιμίαν, καὶ ἐν τῷ μηκέτι διψῆν, τῆς τοῦ Θεοῦ χάριτος ὁρίζει τὸ μέτρον, οὐδ᾽ ὅσον ἐν ἐννοίαις ψιλαῖς δεχομένη τὰ ὑπερκείμενα. <Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.> Ἦν ἄρα καλῶς τε καὶ οὐκ ἐψευσμένως εἰπεῖν, ὅτι θήλειαί πως εἰσὶ θηλειῶν αἱ φρένες, καὶ μαλακὸς ἐνῴκισται νοῦς γυναιξὶν, οὐδαμόθεν ἔχων τὸ δύνασθαί τι συνιέναι γοργῶς· εὐμαθεστέρα δέ πως ἡ ἀνδρῶν ἐστι φύσις, καὶ πολὺ πρὸς λόγους ἑτοιμοτέρα, διεγηγερμένον εἰς νῆψιν καὶ ἵν᾽ οὕτως εἴπω θερμόν τε καὶ ἀπηρσενωμένον ἔχουσα τὸν νοῦν. διὰ ταύτην οἶμαι τὴν αἰτίαν τὸν ἄνδρα καλεῖν τῷ γυναίῳ παρεκελεύετο λεληθότως ἐλέγχων, ὡς ἀμαθεστάτην μὲν ἔχοι τὴν καρδίαν, τοῖς δὲ εἰς σοφίαν λόγοις ἀμεταχείριστον, ὁμοῦ δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ κάλλιστον οἰκονομῶν. <Λέγει αὐτῷ ἡ γυνή Ἄνδρα οὐκ ἔχω. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή.> Καὶ τίνι λοιπὸν οὐκ ἂν εἴη καταφανὲς, ὡς οὐκ ἠγνόει μὲν ὁ Σωτὴρ τοῦ κατὰ νόμου συνῳκηκότος ἔρημον ὑπάρχειν αὐτὴν, πρόφασιν δὲ τοῦ ἀνακαλύψαι τὰ κεκρυμμένα τὴν τοῦ μὴ ὄντος ἀνδρὸς ἐποιήσατο ζήτησιν;

ἦν γὰρ ἦν οὕτω μόλις ὠφελῆσαι θαυμάζουσαν οὐκέτι λοιπὸν ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς, ἀλλ᾽ ὡς ὑπὲρ ἄνθρωπον ἤδη διὰ τοῦ παραδόξως εἰδέναι τὰ ἐν αὐτῇ. ἀποδέχεται δὲ χρησίμως ἄνδρα λέγουσαν οὐκ ἔχειν, καίτοι τοσούτοις συνεφθαρμένην· οὐ γὰρ σύνοδος ἐκ φιληδονίας, ἀλλ᾽ ἡ κατὰ νόμον συναίνεσις καὶ σύνδεσμος ἐξ ἀγάπης καθαρᾶς τὸν ἀκατηγόρητον ἀποτελοῦσι γάμον. <Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.> Μόλις ἀναλάμπει πρὸς νῆψιν, καὶ πάλιν οὔπω τελείαν. προφήτην γὰρ ἔτι καλεῖ τὸν προφητῶν Δεσπότην· πλὴν ἀμείνων ἢ πρότερον ἀνεδείχθη κατὰ βραχὺ, κατ᾽ οὐδένα μὲν τρόπον πρὸς τοὺς ἐλέγχους ἀσχάλλουσα, τὴν δὲ ἀπὸ τοῦ σημείου δύναμιν εἰς ὠφέλειαν ἁρπάζουσα, καὶ μαλακῆς μὲν οὕτως ἐκβαίνουσα φρενὸς, μετρίως γεμὴν εἰς νεανικὸν ἀναβαίνουσα νοῦν, καὶ τῆς καρδίας τὸν ὀφθαλμὸν εἰς ἀήθη πραγμάτων θεωρίαν ἐκτείνουσα. ἐφ᾽ ᾧ δὴ μάλιστα θαυμάζειν ἀκόλουθον τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνεξικακίαν τε ὁμοῦ καὶ δύναμιν, καὶ τὰς ἀπαιδεύτους διανοίας εἰς ἀξιάγαστον ἕξιν εὐκόλως μεταῤῥυθμίζοντος. <Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. λέγει αὐτῇ ὁ Ἰησοῦς.> Προφήτην ὄντως ὑπάρχειν καὶ Ἰουδαῖον οἰηθεῖσα τὸν Κύριον, τοῖς ἐπιχωρίοις ἔθεσι πολὺ δὴ λίαν ἐναβρύνεται, καὶ τῆς Ἰουδαίων ὑπονοίας βεβουλεῦσθαι τὰ κρείττω τοὺς Σαμαρείτας διισχυρίζεται.

Ἰουδαῖοι μὲν γὰρ παχυτέρας ἔτι τὰς περὶ τῆς θείας τε καὶ ἀσωμάτου φύσεως διαλήψεις δεχόμενοι, ἐν μόνοις τοῖς Ἱεροσολύμοις, ἤτοι Σιὼν τῇ γείτονι χρῆναι προσκυνεῖσθαι τὸν ἐπὶ πάντας Θεὸν διετείνοντο, ὡς ὅλης ἅπαξ τῆς ἀῤῥήτου καὶ ἀκαταλήπτου φύσεως καταλυούσης ἐκεῖσε, καὶ χειροποιήτοις ἐναποκλεισθείσης ναοῖς. διὸ δὴ καὶ λίαν ἀσυνετοῦντες ἐπὶ τούτῳ διὰ τῆς τῶν προφητῶν ἠλέγχοντο φωνῆς, τοῦ Θεοῦ λέγοντος “Ὁ οὐρανός ”μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον “οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς ”καταπαύσεώς μου;” Σαμαρεῖται δὲ πάλιν οὐ πόῤῥω τῆς Ἰουδαίων ἀμαθίας κείμενοι, χώραν τε ὁμοῦ καὶ ἀπαιδευσίαν ἔχοντες ὅμορον, ἐν ὄρει τῷ Γαρίζειν οὕτω καλουμένῳ, καὶ προσεύχεσθαι δεῖν καὶ προσκυνεῖν οἰόμενοι, τὸ γελᾶσθαι δικαίως οὐ διαφεύγουσι. γέγονε δὲ καὶ αὐτοῖς τῆς ἀνοίας ἡ πρόφασις, τὸ δεδόσθαι τὴν εὐλογίαν ἐν ὄρει Γαρίζειν, καθὼς ἐν τῷ Δευτερονομίῳ γεγραμμένον εὑρίσκομεν. ταύτην ἡ γυνὴ τῷ Σωτῆρι τὴν ζήτησιν, ὥς τι μέγα καὶ δυσκατάληπτον πρόβλημα προΐσχεται λέγουσα Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ τὰ ἑξῆς. <Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί.> Ὁμοῦ τῆς ἁπάντων ἀμαθίας καταψηφίζεται, μετατεθήσεσθαι λέγων ἐπὶ τὸ ἀληθέστερον τῆς παρ᾽ ἀμφοῖν λατρείας τὸ σχῆμα.

οὐ γὰρ ἔτι, φησὶ, ζητηθήσεται τόπος, ἐν ᾧ δὴ κυρίως οἰήσονται κατοικεῖν τὸν Θεὸν, ἀλλ᾽ ὡς τὰ πάντα πληροῦντι καὶ συνέχειν ἰσχύοντι “προσκυνήσουσι τῷ Κυρίῳ, ”ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ,” καθάπερ τις φησὶ τῶν ἁγίων προφητῶν. ὥραν δὲ καὶ καιρὸν τῆς τῶν τοιούτων ἐθῶν μεταστάσεως, τὴν ἑαυτοῦ μετὰ σώματος ἐπιδημίαν ἐν κόσμῳ φησίν.

Ἐπιτήρει δὲ ὅπως ἀστειοτάτῃ τοῦ λόγου χρησάμενος ἀγωγῇ πρὸς ἐννοίας τὰς περὶ Υἱοῦ ποδηγεῖ τοῦ γυναίου τὸν νοῦν, Πατέρα καλῶν τὸν Θεόν· πῶς γὰρ ἂν ὅλως νοοῖτο Πατὴρ οὐκ ὄντος Υἱοῦ;

ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. <Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.> ΛΑΛΕΙ μὲν πάλιν ὡς Ἰουδαῖος καὶ ὡς ἄνθρωπος, τοῦτον καὶ νῦν ἀπαιτούσης τὸν τρόπον τῆς τοῦ πράγματος οἰκονομίας· οὐδὲ γὰρ ἂν καιροῦ τοῦ πρέποντος ἀπεσφάλη Χριστός· ἀπονέμει δέ τι καὶ πλέον εἰς σύνεσιν ταῖς Ἰουδαίων λατρείαις.

Σαμαρεῖται μὲν γὰρ, ὡς ἐν ἁπλῷ τε καὶ ἀζητήτῳ λόγῳ προσκυνοῦσι τὸν Θεόν· Ἰουδαῖοι δὲ, διὰ νόμου καὶ προφητῶν τὴν τοῦ ὄντος γνῶσιν κατὰ τὸ ἐγχωροῦν δεχόμενοι. διὰ τοῦτο Σαμαρείτας μὲν οὐκ εἰδέναι φησὶν, ἐξεπίστασθαι δέ πως Ἰουδαίους, ἐξ ὧν καὶ ἀναδειχθήσεσθαι τὴν σωτηρίαν, ἑαυτὸν δηλονότι διισχυρίζεται. ἀπὸ γὰρ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸς, φυλῆς δὲ τῆς Ἰούδα γέγονεν ὁ Δαυείδ. ἐν δὲ τοῖς προσκυνοῦσιν ἑαυτὸν κατατάττει πάλιν ὡς ἄνθρωπος, ὁ μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πρός τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος. ἐπειδὴ γὰρ τὸ οἰκετικὸν περιεβάλετο σχῆμα, τὴν οἰκέτῃ πρέπουσαν ἀποπληροῖ λειτουργίαν, οὐκ ἀπολέσας τὸ εἶναι Θεὸς καὶ Κύριος καὶ προσκυνητός· μένει γὰρ ὁ αὐτὸς εἰ καὶ γέγονεν ἄνθρωπος, ἀποσώζων δὲ πανταχῆ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον.

Κἂν μεγάλην ἴδῃς καὶ ὑπερφυᾶ τὴν ταπείνωσιν, θαυμαστὴς εἰσέρχου, μὴ κατήγορος, μὴ φιλεγκλήμων, μᾶλλον δὲ μιμητής. τοιούτους ὁ Παῦλος ἡμᾶς ὁρᾶσθαι βούλεται λέγων “Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν ”Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν “ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν ”δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ “σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.” ὁρᾷς ὅπως ταπεινοφροσύνης ὑπόδειγμα γέγονεν ἡμῖν ὁ Υἱὸς ἐν ἰσότητι μὲν ὑπάρχων τοῦ Πατρὸς καὶ ἐν μορφῇ, καθὰ γέγραπται· καταβεβηκὼς δὲ δι᾽ ἡμᾶς εἰς ἑκούσιον ὑπακοὴν καὶ ταπείνωσιν; πῶς οὖν ἄρα τὸ τῆς ὑπακοῆς, πῶς δὲ τὸ τῆς ταπεινώσεως ἔδει φαίνεσθαι σχῆμα, ἢ δηλονότι διὰ πραγμάτων καὶ λόγων τῆς θεοπρεποῦς ἀξίας ὑποβεβηκότων, καὶ πολὺ τὸ ἔλαττον ἐχόντων ἢ ἐν οἷσπερ ἦν γυμνὸς ἔτι παρὰ Πατρὶ Λόγος, καὶ ἀσύμπλοκος τῆς τοῦ δούλου μορφῆς; ποῦ γὰρ ὅλως αὐτὸν καταβεβηκέναι φήσομεν, εἰ μή τι καὶ τῶν παρ᾽ ἀξίαν ὑπομεῖναι δώσομεν; γέγονε δὲ πῶς ἐν ἀνθρώπων ὁμοιώματι κατὰ τὴν τοῦ Παύλου φωνὴν, εἰ μὴ τὸ ἀνθρώποις πρέπον ἐμιμήσατο; πρᾶγμα δὲ ἀνθρώποις πρεπωδέστατον ἡ προσκύνησις, ὡς ἐν ὀφλήματος τάξει κατατιθεμένη τε καὶ προσαγομένη πρὸς ἡμῶν τῷ Θεῷ.

οὐκοῦν προσκυνεῖ μὲν ὡς ἄνθρωπος, ὅτε γέγονεν ἄνθρωπος, προσκυνεῖται δὲ ἀεὶ μετὰ Πατρὸς, ἐπεὶ Θεὸς ἦν ἐστί τε καὶ ἔσται κατὰ φύσιν καὶ ἀληθινός.

Ἀλλ᾽ οὐκ ἀνέξεται πάλιν ὁ δι᾽ ἐναντίας, ἐκεῖνο δὲ λέγων ἀνταναστήσεται Μὴ ξενίζου προσκυνεῖν ὅτε φαμὲν τὸν Υἱόν· οὐ γὰρ οὕτως οἰόμεθα χρῆναι προσκυνεῖν αὐτὸν τῷ Πατρὶ, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς ἢ καὶ ἀγγέλους τυχὸν, ἀλλ᾽ ἐξαίρετός τις ἐστὶν ἡ Υἱοῦ προσκύνησις, καὶ πολὺ τῆς παρ᾽ ἡμῶν ἐν ἀμείνοσι.

Τί οὖν πρὸς ταῦτα πάλιν ἐροῦμεν ἡμεῖς; Ὡς ἀξιολογωτάτην, ὦ ἄνθρωπε, περιτιθεὶς τῷ Μονογενεῖ τὴν δουλείαν, καὶ οἰκετικὸν ἀξίωμα τοῖς ἐξ ἀπάτης καταχρυσώσας λόγοις τισὶν, οἴει παρακρουόμενος. παῦσαι δοξάζων ἐν ἀτιμίᾳ τὸν Υἱὸν, ἵνα μείνῃς τιμῶν τὸν Πατέρα· “Ὁ γὰρ μὴ τιμῶν τὸν ”Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ,” καθὰ γέγραπται. τί γὰρ εἰπέ μοι πρὸς ἐλευθερίαν ὀνήσει τὸν Μονογενῆ, τὸ ἐξαίρετον παρ᾽ ἡμᾶς ποιεῖσθαι τῷ Πατρὶ τὴν προσκύνησιν; ἕως γὰρ ἂν ἐν τοῖς προσκυνοῦσιν εὑρίσκηται, δοῦλος ἔσται πάντως, καὶ εἰ νοοῖτο προσκυνητὴς ἐξαίρετος, διοίσει δὲ τῶν κτισμάτων κατὰ μὲν τὸ εἶναι γενητὸς οὐδαμῶς, ὑπεροχαῖς δὲ μόνον ταῖς ἄλλαις, ὥσπερ ἀνθρώπων ὁ Μιχαὴλ, ἢ καὶ ἑτέρα τις τῶν ἁγίων καὶ λογικὴ δύναμις, ᾗ τὸ μὲν προὔχειν τῶν ἐπὶ τῆς γῆς οὐσιωδῶς ὁρᾶται προσπεφυκὸς, ἢ κατὰ τὸν τῆς ἁγιότητος λόγον, ἢ καί τινι δόξης πλεονασμῷ, δόξαν οὕτω τῷ πάντων ἀριστοτέχνῃ Θεῷ· τὸ γεμὴν τοῖς γενητοῖς συντετάχθαι, κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, πρὸς τὰ ἄλλα κοινόν. οὐκοῦν οὐδαμόθεν τὸ εἶναι γενητὸς ὁ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς φυσικῶς διαφεύξεται Λόγος, κἂν ἐξαιρέτως λέγηται προσκυνεῖν. εἶτα πῶς Υἱὸς ἔτι τὸ ποιηθὲν, ἢ πῶς κατὰ φύσιν Κύριος ὁ δοῦλος καὶ λάτρης;

οἶμαι γὰρ ἔγωγε τὸ μὲν βασιλικόν τε καὶ δεσποτικὸν ἐν τῷ προσκυνεῖσθαι διαλάμπειν ἀξίωμα· τὸ δὲ οἰκετικόν τε καὶ δουλοπρεπὲς ὁρίζεσθαι μέτρον ἐν τῷ προσκυνεῖν. τῷ γὰρ ὑποπίπτειν ἡμᾶς οἴεσθαι δεῖν τὴν ὑπερκειμένην καὶ ἐπάνω πάντων ὁμολογοῦμεν φύσιν. τοιγάρτοι καὶ πάσῃ τῇ κτίσει διὰ τοῦ πανσόφου προσεφωνεῖτο Μωυσέως “Κύριον τὸν Θεόν σου ”προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·” ὥστε ὅτῳ κατὰ φύσιν ἐστὶν ἡ δουλεία, καὶ ὑπὸ τὸν τῆς θεότητος πίπτει ζυγὸν, τοῦτο δὴ πάντως καὶ ἀνάγκη προσκυνεῖν, καὶ τῷ τῆς λατρείας ὑποκεῖσθαι σχήματι. ἐν μὲν γὰρ τῷ εἰπεῖν Κύριον, διορίζει τὸ δοῦλον, ἐν δὲ τῷ Θεὸν, τὸ πεποιημένον· συνεπινοεῖται γάρ πως καὶ ἀντιδιαστέλλεται, τῷ μὲν κατὰ φύσιν Κυρίῳ τὸ δοῦλον, τῇ δὲ ἀγενήτῳ θεότητι τὸ παραχθὲν εἰς γένεσιν.

Ὁ δὲ Υἱὸς ἀϊδίως ὢν ἐν Πατρὶ καὶ Κύριός τε ὑπάρχων ὡς Θεὸς, πόθεν ἂν φαίνοιτο τὸ προσκυνεῖν ἐποφείλων, ἀπορῶ μὲν ἐπιδεικνύειν ἐγώ· φλυαρούντων δὲ πάλιν ἐκεῖνοι Προσκυνήσει, φησὶν, ὁ Μονογενὴς τῷ Πατρὶ, οὔτε ὡς δοῦλος, οὔτε ὡς ποίημα, ἀλλ᾽ ὡς Υἱὸς τῷ γεννήσαντι. παραληπτέον οὖν ἄρα τὴν προσκύνησιν ἐν τῷ τῆς υἱότητος ὅρῳ, καὶ χρῆναι πάντως ἐροῦμεν τὸν Υἱὸν προσκυνεῖν τῷ Πατρὶ, ὡς ἐν τούτῳ τὸ εἶναι λαχόντα, καθάπερ οὖν καὶ ἡμεῖς ἐν τῷ εἶναι ζῷα λογικὰ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικὰ, ἢ τοῖς ἔξωθεν καὶ κατὰ νοῦν κινήμασι καὶ μόναις ταῖς ἐκ θελημάτων ῥοπαῖς ἐπιτρέψομεν. εἰ μὲν γὰρ ἐνέσπαρται κατὰ φύσιν τῷ Μονογενεῖ τὸ χρῆναι πάντως καὶ ὡς ἐξ ἀνάγκης προσκυνεῖν, οὕτω τε νοοῦσι καὶ λέγουσι, πῶς οὐ γυμνῶς εἰς αὐτὸν δυσσεβοῦντες ἁλώσονται τὸν Πατέρα; πᾶσα γὰρ καὶ αὐτὸν ἀνάγκη νοεῖσθαι τοιοῦτον, ἐπείπερ καὶ εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ αὐτοῦ ἐστιν ὁ Υἱὸς, καὶ ὅσαπερ ἂν ἐν ἀπαραλλάκτοις ὑπάρχοι τοῖς ὁμοιώμασι, ταῦτα δὴ πάντως κατ᾽ οὐδὲν ἀλλήλων διοίσει. εἰ δὲ ἐν μόνῳ κεῖσθαί φασι τῷ θελῆσαι τὸν Υἱὸν προσάγειν τῷ Πατρὶ τὴν προσκύνησιν, στοχασταὶ μᾶλλόν εἰσιν ἢ τῆς ἀληθείας ἐπιστήμονες. τί δ᾽ ἂν κωλύσαι καὶ ἑτέρους εἰπεῖν, ῥιψοκίνδυνόν τινα πλαττομένους εὐσέβειαν, ὅτι θελητὸν τῷ Πατρὶ προσκυνεῖν τῷ Υἱῷ, καίτοι κατὰ φύσιν οὐκ ὄντι προσκυνητῇ;

Ἀλλ᾽ αὐτὸ, φησὶ, τὸ πρέπον, τὸ μὲν τοῦ Πατρὸς ὑπεξελεῖται πρόσωπον, ὑποθήσει δὲ τῷ πράγματι τὸν Υἱὸν, οὐκ ἀβούλητον ἔχοντα τὸ προσκυνεῖν τῷ Πατρί.

Τί φῂς, ὦ οὗτος; πάλιν ἡμῖν ὡς ἐξ ἀδύτων, ἤτοι τριπόδων Ἑλληνικῶν, ἀναφέρεις τὰς μαντείας, ἢ κατ᾽ ἐκεῖνον ἔρχῃ “τὸν ἐλαμίτην Σαμέαν” τὰ ἀπὸ καρδίας ἐρευγόμενος σῆς, καὶ οὐκ ἀπὸ στόματος Κυρίου; τὸ δὲ πρέπον ἡμῖν, ὡς ἀκαταγώνιστον ἐν τούτοις, ἀντεξάγων οὐκ ἐρυθριᾷς; ἢ γὰρ οὐκ οἴῃ πρέπειν τὸν ὄντα κατὰ φύσιν Θεὸν, Θεὸν ἔχειν τὸν ἐξ αὐτοῦ γεννηθέντα Λόγον καὶ τὸν ᾧ προσκυνεῖ πᾶσα ἡ κτίσις, προσκυνουμένου δὲ μᾶλλον ἢ προσκυνοῦντος Υἱοῦ Πατέρα καλεῖσθαι καὶ εἶναι τῇ φύσει; ἀλλ᾽ οἶμαι τοῖς ὄντως σοφοῖς οὐκ ἀπᾴδοντα λέγειν. πῶς δὲ καὶ πρέπειν ὁριούμεθα προσκυνεῖσθαι παρὰ τοῦ ἰδίου γεννήματος τὸν Πατέρα, τοσαύτην ὑπομενούσης ζημίαν τῆς ἐπ᾽ ἀμφοῖν ὑπολήψεως; πρῶτον μὲν γὰρ οὔτε ἐν ἰσότητι τῆς ἀξίας, οὔτε ἐν ἀπαραλλάκτῳ τῆς φύσεως εἰκόνι τὸ μὴ προσκυνοῦν τῷ προσκυνοῦντι κείσεται. προσκυνεῖ γὰρ ὡς ἐλάττων, καὶ οὐ ποσότητι μετρητὸς τῇ κατά τι τῶν προσπεφυκότων· οὐ γὰρ ἐλάττων ἔσται Θεὸς ἢ Κύριος· ἀλλ᾽ ὡς ὅρῳ διαφέρων τῷ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. εἶτα πῶς ἀληθὴς ἀναφανεῖται λέγων “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;” πῶς δὲ χρῆναι τιμᾶσθαί φησιν ἑαυτὸν οὐκ ἐν ἐλάττονι μοίρᾳ τοῦ Πατρὸς, τὸ ἴσον οὐκ ἔχων ἐν δόξῃ κατά γε τὸν τοῦ προσκυνοῦντος λόγον; εἶτα πρὸς τούτῳ, καὶ αὐτὸς ἡμῖν ὁ Πατὴρ οὐ τῆς τυχούσης ἀκοσμίας εἴσω γεγονὼς ὀφθήσεται.

δόξα μὲν γὰρ αὐτῷ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός· ἐκ δὲ τῶν ἐναντίων αἶσχος οὐ μικρὸν ἑτερογενῆ τε καὶ ἔκφυλον ἔχειν τὸν ἐξ ἑαυτοῦ, καὶ παθεῖν τι τοιοῦτον, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἀπενάρκησεν ἡ φύσις. τίκτει γὰρ ἑαυτῶν οὐκ αἰσχίονα τὰ τοῦ τίκτειν λαχόντα τὴν δύναμιν, ὅρῳ καὶ βουλήσει τοῦ πάντων Δημιουργοῦ. “Ἐξενεγκάτω ”γὰρ, φησὶν, ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον “φέρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοίωσιν.” οὐκοῦν ἐν δευτέροις μὲν τῶν γενητῶν ἔσται τὸ θεῖον, εἴπερ ἐκεῖνα μὲν ἐν τούτοις, τὸ δὲ οὐδαμῶς· ὃ δὲ πρέπειν τε ὁμοῦ καὶ διωρίσθαι καλῶς ἐπὶ ταῖς ἐκ τῶν ὄντων διαδοχαῖς ἐπεψηφίζετο, τούτου δὴ καὶ μόνος ἁλώσεται διαμαρτών.

Τίς ἂν οὖν, ὦ βέλτιστοι, λεγόντων ἀνάσχοιτο, πρέπειν τῷ ἰδίῳ γεννήτορι προσκυνεῖν τὸν Υἱόν; ἐπειδὴ δὲ τοῖς παρ᾽ ὑμῶν προστέθειται λόγοις, ὡς οὐδὲ ἀνεθέλητον τῷ Μονογενεῖ τὸ πρᾶγμά ἐστι, καὶ ταύτην ἡμῖν ἐπιτειχίζετε τὴν ἀναπόδεικτον ἀφορμὴν ἀπὸ μόνου λαβόντες τοῦ πρέποντος, φέρε πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων καὶ τοῦτο κατασκεψώμεθα, ὅθεν οἶμαι μάλιστα προσήκειν θηρᾶσθαι σπουδάζειν τὴν ἐφ᾽ ἑκάστῳ τῶν ζητουμένων ἀπόδειξιν. οὐκοῦν ὁ μὲν νόμος συντελεῖσθαι παρ᾽ ἑκάστου τῶν Ἰουδαίων τῷ ἐπὶ πάντας ὄντι Θεῷ “τὸ ἥμισυ τοῦ διδράχμου” προσέταττεν, οὐκ ἀργυρολογίας ἐπινοήσας εὕρεσιν, οὐδὲ χρημάτων εἰκαῖον ἐρανισμὸν, ἀλλὰ παίδευσίν τινα δι᾽ ἐναργεστάτων ὑπεμφαίνουσαν τύπων· πρῶτον μὲν, ὅτι κύριός ἐστιν οὐδεὶς τῆς ἰδίας κεφαλῆς, ἕνα δὲ οἱ πάντες κεκτήμεθα τῇ τῶν τελεσμάτων καταθήκῃ πρὸς δουλείαν καταγραφόμενοι· εἶτα πρὸς τούτοις τὰς ἐκ νοῦ τε καὶ πνευματικὰς καρποφορίας, ὡς ἐν παχυτέρῳ πάλιν ζωγραφοῦσαν γράμματί τε καὶ πράγματι. “Τίμα γὰρ, φησὶ, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ”ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·” ὃ δὴ καὶ γενέσθαι συμβέβηκε διὰ τῆς Εὐαγγελικῆς διδασκαλίας, τῆς κατὰ νόμον ἤδη λατρείας συνεσταλμένης.

οὐ γὰρ ἔτι ταῖς ἔξωθεν δωροφορίαις θεραπεύειν οἰόμεθα δεῖν τὸν ἁπάντων Κύριον, τὸ ἐξ ὕλης φθαρτῆς συντελεῖν ἐπειγόμενοι δίδραχμον· ἀληθινοὶ δὲ ὄντες προσκυνηταὶ, προσκυνοῦμεν ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Θεῷ καὶ Πατρί. ταύτην ἐγκεκρύφθαι τῷ νομικῷ γράμματι τὴν διάνοιαν ὑποτοπητέον.

Ὡς οὖν ἐν τοῖς Ἱεροσολύμοις ὁ Κύριος ἦν, οἱ τοῦ διδράχμου πρακτῆρες ἀνεπυνθάνοντο τοῦ Πέτρου λέγοντες “Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; εἰσελθόντα δὲ ”εἰς τὴν οἰκίαν, ὡς γέγραπται, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς “λέγων Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη ἢ ”κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;” εἰπόντος δὲ αὐτοῦ “Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη ὁ Ἰησοῦς ”Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίζωμεν “αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ”ἀναβάντα πρῶτον ἰχθῦν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ “εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ ”σοῦ.” ὁρᾷς οὐκ ἀνεχόμενον ὑποτελῆ γενέσθαι τὸν Υἱὸν, οὐδὲ ὡς ἕνα τῶν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν, ὑπομεῖναι πρᾶγμα δουλοπρεπές; εἰδὼς γὰρ τῆς ἑαυτοῦ φύσεως τὸ ἐλεύθερον ἀξίωμα, οἰκετικὸν οὐδὲν ἐποφείλειν τῷ Θεῷ καὶ Πατρὶ διισχυρίζεται· “Ἐλεύθεροι γάρ εἰσιν οἱ υἱοί” φησιν. πῶς οὖν οὐκ ἀνεθέλητον ἔχει τὴν δουλοπρεπῆ προσκύνησιν; ὁ δὲ καὶ πρὸς μόνον ἀποναρκήσας τὸν τοῦ πράγματος τύπον, πῶς ἂν ταύτην ἔτι καταδέξαιτο τὴν ἀλήθειαν; ἢ γὰρ οὐχ ὡς τέλος καὶ καρποφορίαν πνευματικὴν λογιούμεθα τὴν προσκύνησιν, καὶ λατρείας εἶδος ὑπάρχειν ἐροῦμεν αὐτήν; ἐπεὶ διὰ ποίαν ὁ νόμος αἰτίαν τῇ προσκυνήσει συνέδησε τὴν λατρείαν εἰπών “Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ ”αὐτῷ μόνῳ λατρεύσεις.”

πύλη γὰρ ὥσπερ τις ἐστὶ καὶ ὁδὸς τῆς ἐν ἔργοις λατρείας ἡ προσκύνησις, ἀρχὴν ἔχουσα δουλείας τῆς ὡς πρὸς Θεόν. διὸ δὴ καὶ πρός τινας ὁ μελῳδός που φησί “Δεῦτε προσκυνήσωμεν καὶ προσπέ- ”σωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιή- “σαντος ἡμᾶς.” ὁρᾷς παρεπόμενόν τε καὶ συνεζευγμένον τῷ προσκυνεῖν τὸ χρῆναι προσπίπτειν; οὗ τί ἂν γένοιτο δουλοπρεπέστερον, παρά γε τοῖς ὀρθῶς δοκιμάζουσι τὰς τῶν πραγμάτων ποιότητας, εἰπεῖν οὐκ ἔχω.

Εἰ δὲ ἐπιμένουσιν οἱ δι᾽ ἐναντίας ἐπ᾽ ἀθραύστοις ἔτι ταῖς ἀναισχυντίαις σοβαρευόμενοι, καὶ τῶν ἐπὶ τούτοις ἀπαιδεύτων οὐ καταλήγουσι λογισμῶν, ἐπιδεικνύντων ἡμῖν ὅλην τὴν ἁγίαν περινοστοῦντες γραφὴν προσκυνήσαντα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὅτε γυμνὸς ἦν ἔτι Λόγος, πρὸ τῶν τῆς ἐνανθρωπήσεως χρόνων καὶ τοῦ τῆς δουλείας σχήματος. νῦν μὲν γὰρ ὡς ἄνθρωπος ἀκατηγόρητον προσκυνεῖ, τότε δὲ, οὐκέτι. ἀλλ᾽ οὐχ ἕξουσι μὲν ἐκ τῶν θείων τε καὶ ἱερῶν ἐπιδεῖξαι τοῦτο γραμμάτων· στοχασμοὺς δὲ ἡμῖν καὶ σαθρῶν ἐνθυμημάτων ἐπινοίας συναγείροντες, εὐλόγως ἀκούσονται “Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς, μηδὲ” τὴν δόξαν τοῦ Μονογενοῦς. ὅτι γὰρ ᾗ μὲν Λόγος ἐστὶ καὶ Θεὸς οὐ προσκυνεῖ, γεγονὼς δὲ καθ᾽ ἡμᾶς, καὶ τοῦτο παθεῖν ἀνθρωποπρεπῶς κατεδέξατο διὰ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, οὐ θύραθεν ἡμῖν ἡ πληροφορία ζητηθήσεται, διὰ δὲ τῶν αὐτοῦ πάλιν εἰσόμεθα λόγων. τί γὰρ δὴ καί φησι πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα; Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. ἆρ᾽ οὐχὶ παντί τῳ καὶ διὰ τούτου καταφανὲς, ὅτι τῷ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ τοῖς ἐξ ἀνάγκης καὶ δουλείας προσκυνοῦσιν ἑαυτὸν ἐναριθμῶν, ὡς ἐν δούλῃ τῇ ἀνθρωπότητι γεγονὼς τὰ τοιαῦτά φησι; τί γὰρ ἦν, εἰπέ μοι, τὸ κωλύον αὐτὸν εἰς οἰκεῖον πρόσωπον ἑλκῦσαι μοναδικῶς τὴν προσκύνησιν, εἰ νοεῖσθαι παρ᾽ ἡμῶν ἐπεθύμει προσκυνητής;

ἔδει γὰρ μᾶλλον εἰπεῖν Ἐγὼ προσκυνῶ ὃ οἶδα, ἵνα τοῖς ἄλλοις ἀσύντακτος ὢν, ἐφ᾽ ἑαυτῷ καὶ μόνῳ τὴν τῶν εἰρημένων ἁρπάσῃ δύναμιν. νυνὶ δὲ τό Ἡμεῖς ἄριστά τε φησὶ καὶ λίαν ἀσφαλῶς, ὡς ἐν δούλοις ἤδη κατατεταγμένος διὰ τὴν ἀνθρωπότητα, ὡς τοῖς προσκυνοῦσιν ἐναρίθμιος, ὡς Ἰουδαῖος διὰ τὴν χώραν. <Ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. λέγει αὐτῷ ἡ γυνή.> Σημαίνει μὲν τῆς ἑαυτοῦ παρουσίας τὸν ἤδη παρόντα καιρὸν, μετασκευασθήσεσθαι δὲ τοὺς τύπους φησὶν εἰς ἀλήθειαν, καὶ τὴν τοῦ νόμου σκιὰν εἰς λατρείαν πνευματικήν. διὰ δὲ τῆς εὐαγγελικῆς παιδεύσεως εἰς εὐάρεστον τῷ Πατρὶ πολιτείαν χειραγωγηθήσεσθαι λέγει τὸν ἀληθινὸν προσκυνητὴν, τὸν ἄνθρωπον δηλονότι τὸν πνευματικὸν, ἑτοιμότερόν πως εἰς οἰκειότητα τρέχοντα τὴν πρὸς Θεόν. πνεῦμα γὰρ ὁ Θεὸς, ὡς πρὸς ἐνσώματον νοεῖται φύσιν.

διά τοι τοῦτο δικαίως τὸν πνευματικὸν ἀποδέχεται προσκυνητὴν, οὐκ ἐν μορφώσει καὶ τύποις φοροῦντα τῆς εὐσεβείας τὴν μόρφωσιν Ἰουδαϊκῶς, ἀλλὰ τοῖς μὲν ἐξ ἀρετῆς κατορθώμασιν εὐαγγελικῶς διαλάμποντα, τῇ δὲ τῶν θείων δογμάτων ὀρθότητι τὴν ὄντως ἀληθῆ πληροῦντα προσκύνησιν. <Οἴδαμεν ὅτι μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.> Ὥραν ἀφίξεσθαι καὶ καιρὸν, μᾶλλον δὲ ἤδη παρεῖναι, διδάσκοντος τοῦ Χριστοῦ, καθ᾽ ὃν οἱ ἀληθινοὶ προσκυνηταὶ τὴν ἐν πνεύματι λατρείαν προσοίσουσι τῷ Θεῷ καὶ Πατρὶ, παραχρῆμα τὸ γύναιον εἰς τὴν λαλουμένην παρὰ τοῖς Ἰουδαίοις ἐλπίδα τοῖς ὑπὲρ ἕξιν ἀναπτεροῦται νοήμασιν.

εἰδέναι δὲ τὸν μεσίαν ὡς ἥξει κατὰ καιρὸν οἰκεῖον ὁμολογεῖ, καὶ ἥξει μὲν ἐπὶ τίσιν, ἀκριβῶς οὐ φησὶν, ἀπεριεργάστους, ὡς ἔοικε, τοὺς ἐπ᾽ αὐτῷ λαμβάνουσα θρύλους, ἅτε δὴ φιλόγελώς τε καὶ φιλοσαρκοῦσα γυνή· οὐ μὴν ἠγνόησε παντελῶς, ὡς ἀστειοτέρων μαθημάτων εἰσηγητὴς ἐπὶ τὸν Ἰσραὴλ ἀναδειχθήσεται, καὶ τοῦτο δὴ πάντως ἐν τοῖς περὶ αὐτοῦ λόγοις εὑρίσκουσα. <Λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι.> Οὐ ταῖς ἀπαιδεύτοις ψυχαῖς ἢ καὶ ἀμαθέσι παντελῶς ἑαυτὸν ἀνακαλύπτει Χριστὸς, ἀλλ᾽ ἐκείναις μᾶλλον ἐπιλάμπει καὶ φαίνεται, αἵπερ ἂν εἶεν ἤδη πρὸς τὸ βούλεσθαί τι μαθεῖν ἑτοιμότεραι, καὶ τῆς πίστεως τὴν ἀρχὴν ἐν ἁπλοῖς ὠδίνουσαι λόγοις, πρὸς τὴν τῶν τελειοτέρων ἐπείγονται γνῶσιν. τοιαύτη τις ἡμῖν καὶ ἡ Σαμαρεῖτις ἀνεδείχθη γυνὴ, παχύτερον μὲν ἤπερ ἐχρῆν τοῖς ὄντως θείοις προσβαλοῦσα θεωρήμασιν, οὐ μὴν τοῦ βούλεσθαί τι καὶ νοεῖν ἐξῳκισμένη παντελῶς. πρῶτον μὲν γὰρ αἰτήσαντι τῷ Χριστῷ τὸ ποτὸν, προχείρως οὐ δίδωσι, παραλύοντα δέ πως, ὅσον ἧκεν ἀνθρωπίνως εἰπεῖν, τὰς ἐπιχωρίους τῶν Ἰουδαίων συνηθείας καταθεωμένη, τοὺς τῆς παραβάσεως προανεζήτει λόγους, μονονουχὶ διὰ τῆς ὑπομνήσεως εἰς ἐξήγησιν καλοῦσα τὸν Κύριον· “Πῶς γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς ”γυναικὸς Σαμαρείτιδος οὔσης;”

ἐπειδὴ δὲ, τοῦ τῆς κατηχήσεως προϊόντος λόγου, καὶ προφήτην ὡμολόγει εἶναι λοιπὸν, φάρμακον εἰς σωτηρίαν λαβοῦσα τὸν ἔλεγχον, ἑτέραν αὐτῷ προσῆγε τὴν πεῦσιν λέγουσα φιλομαθῶς “Οἱ πατέρες ”ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε “ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.” ἀλλ᾽ ἐδιδάσκετο τοῦτο πάλιν, ὡς ἥξει ποτὲ, μᾶλλον δὲ ἤδη πάρεστιν ὁ καιρὸς, καθ᾽ ὃν οἱ ἀληθινοὶ προσκυνηταὶ τὸ ἐν ὄρεσι τοῖς ἐπὶ γῆς προσκυνεῖν παρωσάμενοι, τὴν ὑψηλοτέραν καὶ ἐν πνεύματι λατρείαν προσοίσουσι τῷ Θεῷ καὶ Πατρί. μόνῳ δὲ πρέπειν ἀναθεῖσα τὰ κάλλιστα τῷ Χριστῷ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι γνῶσιν τοῖς ἐκείνου χρόνοις τηρήσασα “Οἴδαμεν, φησὶν, ὅτι μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστὸς, ”ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.” ὁρᾷς ὅπως ἤδη τὸ γύναιον εὐτρεπὲς εἰς τὸ πιστεύειν ἐγίγνετο, καὶ ὥσπερ τινὰ βαθμῶν ἀναβαίνουσα θέσιν, ἐκ μικρῶν ἐρωτημάτων εἰς ὑψηλοτέραν ἕξιν ἀναπηδᾷ; ἔδει τοίνυν αὐτῇ τρανοτέραις μὲν ἤδη φωναῖς ἀπογυμνοῦν τὸ ποθούμενον, τὸ δὲ ἐν ἐλπίσι σωζόμενον ἀγαθαῖς παρατιθέναι λοιπὸν ἐν ὄψει λέγοντα Ἐγώ εἰμι ὁ λαλῶν σοι.

Ἐπιτρεπόντων τοιγαροῦν τοῖς νεήλυσιν, οἱ τὸ διδασκαλικὸν ἐν ἐκκλησίαις ἔχοντες ἐπιτήδευμα, τὸν τῆς κατηχήσεως ἀναμασᾶσθαι λόγον, οὕτω τε λοιπὸν καταδεικνύντων αὐτοῖς τὸν Ἰησοῦν, ἐκ μικρᾶς παιδαγωγίας ἐπὶ τὴν ἐντελεστέραν τῆς πίστεως ἀναβιβάζοντες γνῶσιν. οἱ δὲ τὸν ἀλλογενῆ καὶ οὕτω προσήλυτον ἁρπάζοντες, καὶ σκηνῆς μὲν εἴσω τῆς ἐσωτέρας ποιούμενοι, θύειν δὲ ἀνίπτοις ἔτι χερσὶ τὸν ἀμνὸν ἐπιτρέποντες, καὶ τῷ τῆς ἱερωσύνης καταστέφοντες ἀξιώματι τὸν οὔπω κατηχούμενον, πρὸς μεγάλους ἐν ἡμέρᾳ κρίσεως εὐτρεπιζέσθωσαν λόγους. ἀρκεῖ γάρ μοι τοῦτο καὶ μόνον εἰπεῖν. <Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ.> Τέλος τῶν πρὸς τὴν γυναῖκα λόγων, ἡ τῶν μαθητῶν παρουσία. σιωπᾷ γὰρ, φησὶ, λοιπὸν ὁ Χριστὸς, καὶ τὸν θερμὸν τῆς πίστεως σπινθῆρα Σαμαρείταις ἐνθεὶς, ἐπιτρέπει ταῖς ἐνδόσεσιν εἰς μεγάλην ἐξάπτεσθαι φλόγα. οὕτω νοήσεις τὸ παρ᾽ αὐτοῦ λεγόμενον “Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, ”καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” <Καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει.> Καταπλήττονται πάλιν οἱ μαθηταὶ τοῦ Σωτῆρος τὴν ἡμερότητα, καὶ τὸν ὑφειμένον ἀποθαυμάζουσι τρόπον.

οὐ γὰρ δὴ κατά τινας τῶν ἐπ᾽ ἀκράτοις εὐλαβείαις ἠγριωμένων, τὴν πρὸς γυναῖκα διάλεξιν ἀποφρίττειν ἀξιοῖ, ἐξαπλοῖ δὲ εἰς ἅπαντας τὴν φιλανθρωπίαν, καὶ δι᾽ αὐτοῦ δεικνύει τοῦ πράγματος, ὅτι δὴ πάντως εἷς ὑπάρχων Δημιουργὸς, οὐ μόνοις ἀνδράσι τὴν διὰ πίστεως ἀπονέμει ζωὴν, ἀλλὰ καὶ τὸ θῆλυ πρὸς αὐτὴν σαγηνεύει γένος.

Κερδαινέτω πάλιν καὶ τοῦτο πρὸς ὑπογραμμὸν ὁ διδάσκων ἐν ἐκκλησίαις, καὶ μὴ παραιτείσθω γυναῖκας ὠφελεῖν. οὐ γὰρ θελήμασι τοῖς ἰδίοις, ἀλλὰ τῇ τοῦ κηρύγματος χρείᾳ δεῖ πάντως ἀκολουθεῖν. <Οὐδεὶς μέντοι εἶπε Τί λαλεῖς; ἢ Τί ζητεῖς μετ᾽ αὐτῆς;> Μαθητῶν ἦν ἔργον ἐπιστημόνων, καὶ τὴν πρέπουσαν τῷ διδασκάλῳ τιμὴν περισώζειν εἰδότων, μὴ περιέργοις ἐρωτήσεσιν εἰς ἐκτόπους δοκεῖν ὑπονοίας ἀποδημεῖν, ὅτι μετὰ γυναικὸς ἐλάλει, αἰδοῖ δὲ μᾶλλον καὶ φόβῳ τὴν μὲν γλῶτταν εἴργειν ὀδόντων ἐντὸς, περιμένειν δὲ μᾶλλον αὐτομολοῦντα πρὸς λόγους τὸν Κύριον, καὶ ἐθελούσιον αὐτοῖς προστιθέντα τὴν ἐξήγησιν. θαυμαστέον τοιγαροῦν διὰ τούτων ἐφ᾽ ἡμερότητι μὲν τὸν Χριστὸν, ἐπὶ δὲ σοφίᾳ καὶ συνέσει τοὺς μαθητὰς καὶ τῇ τοῦ πρέποντος γνώσει. <Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν.> Κρείττων ἤδη καὶ ὑψηλοτέρα φαίνεται τῶν εἰς τὸ σῶμα φροντίδων, ἡ κατὰ τὴν ἐχθὲς καὶ τρίτην πολύανδρος οὖσα γυνὴ, καὶ ἡ ψυχραῖς πολλάκις εὐάλωτος ἡδοναῖς, πλεονεκτεῖ τῆς σαρκὸς τὴν ὡς ἐξ ἀνάγκης χρείαν, δίψης τε ὁμοῦ καὶ ποτῶν ἀλογήσασα, πρὸς ἑτέραν ἕξιν διὰ τῆς πίστεως ἀνεχαλκεύετο. ἀγάπην δὲ παραχρῆμα τὴν καλλίστην πασῶν ἀρετὴν καὶ τὸν φιλάλληλον μελετῶσα τρόπον, ὅπερ αὐτῇ πέφηνεν ἀγαθὸν, τοῦτο καὶ ἑτέροις ἐξαγγέλλουσα γοργῶς δρόμῳ τῷ πρὸς τὴν πόλιν συντείνεται.

ὑπεφώνει γὰρ ἐν αὐτῇ, κατά γε τὸ εἰκὸς, ὁ Σωτὴρ, καὶ λεληθότως κατὰ τὸν νοῦν ἐψιθύριζε λέγων “Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.” μανθάνωμεν διὰ τούτου μὴ ζηλοῦν μὲν ἐκεῖνον τὸν ὀκνόφιλον οἰκέτην, διά τε τοῦτο εἰς γῆν καταχωννῦντα τὸ τάλαντον, ἐπεργάζεσθαι δὲ μᾶλλον αὐτὸ σπουδάζωμεν. ὃ δὴ καὶ δρῶσα καλῶς ἡ πολυθρύλητος αὕτη γυνὴ, κοινοποιεῖται τοῖς ἄλλοις τὸ προσπεσὸν ἀγαθὸν, ὕδωρ μὲν, ὅπερ ἧκεν ἀρυσομένη, τῶν πηγαίων οὐκέτι λαβοῦσα μαστῶν, οὐδὲ τὴν ἐκ γῆς ὑδρίαν οἴκοι πάλιν ἀποκομίζουσα, θείᾳ δὲ μᾶλλον καὶ οὐρανίῳ χάριτι καὶ πανσόφῳ τοῦ Σωτῆρος διδασκαλίᾳ τὰς τῆς διανοίας ἀποθήκας ἐμπλήσασα.

Ἰστέον ἐντεῦθεν, ὡς ἐν τύπῳ πάλιν καὶ γραφῇ, ὅτι μικρῶν δὴ λίαν ὑπερφρονοῦντες καὶ σωματικῶν, πολλαπλασίονά τε καὶ ἀμείνω τὰ παρὰ Θεοῦ ληψόμεθα. τί γὰρ ὕδωρ τὸ ἀπὸ τῆς γῆς, ὡς πρὸς τὴν ἄνωθεν σύνεσιν; <Καὶ λέγει τοῖς ἀνθρώποις Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;> Ὢ παραδόξου μεταβολῆς, ὢ μεγάλης ὄντως καὶ θεοπρεποῦς ἰσχύος ἐπ᾽ ἀῤῥήτῳ διαφανοῦς τῷ θαύματι. τεχνῖτις ἤδη πρὸς λόγους καὶ μυσταγωγὸς, ἡ συνιεῖσα μὲν οὐδὲν τῶν ἐν ἀρχῇ λεγομένων, διὰ δὲ τοῦτο δικαίως ἀκούσασα “Ὕπαγε ”φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε.” ὅρα γὰρ ὅπως ἐντέχνως τὴν πρὸς Σαμαρείτας ἐποιεῖτο διάλεξιν. οὐκ εὐθὺς εὑρηκέναι φησὶ τὸν Χριστὸν, οὐδὲ ἐν πρώτοις αὐτοῖς εἰσφέρει διηγήσ[εσ]ιν τὸν Ἰησοῦν· ἢ γὰρ ἂν καὶ διεπτύσθη δικαίως, ὡς πολὺ μὲν τὸ μέτρον τῶν αὐτῇ πρεπόντων ἀναβαίνουσα λόγων, οὐκ ἀγνῶτας δὲ τῶν αὐτῆς τρόπων τοὺς ἀκροωμένους εὑρίσκουσα. προεξευμαρίζει τοιγαροῦν τῷ θαύματι, καὶ τῷ παραδόξῳ προκαταπλήξασα, λειοτέραν ὥσπερ τῇ πίστει τὴν ὁδὸν ἀπεργάζεται. δεῦτε καὶ ἴδετέ φησι συνετῶς, μονονουχὶ θερμοτέραις βοῶσα φωναῖς Ἀρκέσει καὶ μόνη πρὸς πίστιν ἡ θέα, καὶ πληροφορήσει παρόντας ἀξιολογωτέροις τοῖς θαύμασιν.

ὁ γὰρ γινώσκων τὰ κεκρυμμένα, καὶ τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα λαχὼν, πῶς οὐκ ἐξ οὐρίας δραμεῖται πρὸς τὴν ὧν ἂν βούλοιτο πλήρωσιν; <Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.> Ἔλεγχος τῆς Ἰουδαίων σκληροκαρδίας ἡ Σαμαρειτῶν εὐπείθεια, καὶ τὸ ἐν ἐκείνοις ἀπάνθρωπον ἐν τῇ τούτων ἡμερότητι διαφαίνεται. καὶ ὁράτω πάλιν ὁ φιλομαθὴς τῆς ἐν ἀμφοῖν ἕξεως τὴν διαφορὰν, ἵνα δὴ καὶ μάλα δικαίως ἀποθαυμάζῃ τὸν Ἰησοῦν τῆς μὲν τῶν Ἰουδαίων ἀποδημοῦντα Συναγωγῆς, ἑαυτὸν δὲ μᾶλλον τοῖς ἀλλογενέσι δωρούμενον.

Ἰουδαίοις μὲν γὰρ ὅτι καὶ ἥξει καὶ ἐπὶ τίσιν ἀναφανεῖται Χριστὸς, ὁ διὰ Μωυσέως διήγγελλε νόμος, προφητῶν δὲ ὁ πάνσεμνος ἀνεκήρυττε χορὸς, καὶ μονονουχὶ παρόντα λοιπὸν ἐπὶ θύραις ἐπεδείκνυε λέγων “Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ ”Κύριος·” καὶ τελευταῖος ἐπὶ πᾶσιν ὁ μέγας “ἐν γεννητοῖς ”γυναικῶν” Ἰωάννης, ἤδη πεφηνότα καὶ συνδιαιτώμενον φανερὸν καθίστη λέγων “Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων ”τὴν ἁμαρτίαν τοῦ κόσμου.” καὶ τό γε πάντων παραδοξότερον, διὰ πολλῶν πραγμάτων δυνάμεώς τε καὶ ἐξουσίας θεοπρεποῦς ἑαυτὸν ὁ Σωτὴρ ἐξεκάλυπτε. τί δὴ λοιπὸν ἐπὶ τούτοις οἱ πρὸς ἐκτόπους ἀχάλινοι μελετῶσι βουλάς; φονῶσιν ἀδίκως, ἐπιβουλεύουσι δυσσεβῶς, φθονοῦσι δυστρόπως, γῆς τε καὶ πόλεως τῆς ἑαυτῶν ἐξελαύνουσι τὴν ζωὴν, τὸ φῶς, τὴν ἁπάντων σωτηρίαν, τὴν εἰς βασιλείαν ὁδὸν, τῶν πλημμελημάτων τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸν χορηγόν. διά τοι τοῦτο δικαίως ἔφασκεν ὁ Σωτήρ “Ἱερουσαλὴμ ”Ἱερουσαλὴμ ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβο- “λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ”ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει “τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε· ”ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.”

Σαμαρεῖται δὲ τῆς Ἰουδαίων ἀπονοίας ἀναφαίνονται κρείττονες, καὶ τὴν ἐνοῦσαν αὐτοῖς δυσμαθίαν ταῖς εὐπειθείαις νικήσαντες, ἑνὸς καὶ μόνου κατακούσαντες θαύματος, δρομαῖοι βαδίζουσιν ἐπὶ τὸν Ἰησοῦν, οὐ ταῖς τῶν ἁγίων προφητῶν ἀναπεπεισμένοι φωναῖς, οὐ Μωυσαϊκοῖς κηρύγμασιν οὐδὲ ταῖς Ἰωάννου δακτυλοδειξίαις, ἀλλὰ μιᾶς αὐτοῖς ἐξηγουμένης, καὶ τοῦτο ἁμαρτωλοῦ, γυναικός. εὐλόγως τοιγαροῦν τὴν ἐπ᾽ αὐτοὺς τοῦ Σωτῆρος ἀποθαυμάζοντες ψῆφον, καὶ ἡμεῖς ἀναφθεγξώμεθα “Δίκαιος εἶ Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου.” <Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββὶ, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς.> Οἰκονομεῖ μὲν ἄριστα τοῦ βιβλίου τὴν συγγραφὴν ὁ θεσπέσιος Εὐαγγελιστὴς, παραλιμπάνει δὲ οὐδὲν τῶν ὅσα δὴ πάντως τοῖς ἐντευξομένοις ἔσεσθαι πιστεύει λυσιτελῆ. ἄκουε τοίνυν ὅπως ἡμῖν ἀξιολογωτάτου πράγματος γεγονότα πάλιν ὑπογραμμὸν εἰσφέρει τὸν Ἰησοῦν. οὐδὲν γὰρ οἶμαι τεθεῖσθαι μάτην ἐν ταῖς τῶν ἁγίων συγγραφαῖς, ἀλλὰ καὶ ὅπερ ἄν τις οἴηται μικρὸν, οὐκ εὐκαταφρόνητον ὠδῖνον ἔσθ᾽ ὅτε τὴν ὠφέλειαν εὑρίσκεται.

ἀρξαμένης τοιγαροῦν τῆς Σαμαρειτῶν ἐπιστροφῆς, καὶ ὅσον οὐδέπω προσδωκωμένων αὐτῶν· ᾔδει γὰρ ἥξοντας ὡς Θεός· ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων σωτηρίαν συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι καὶ κεκμηκὼς “ἐκ ”τῆς ὁδοιπορίας,” ὡς γέγραπται, ἵνα πάλιν διὰ τούτου τοὺς ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παντὸς ἀναπείσῃ περιορᾶν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν· “Οὐαὶ γὰρ, φησὶν ὁ προφήτης, οἱ ποιοῦντες τὸ ἔργον ”Κυρίου ἀμελῶς.” ἵνα τοίνυν μανθάνωμεν ἐν τοῖς τοιούτοις μάλιστα καιροῖς ἀσιτεῖν εἰωθότα τὸν Κύριον, ἐρωτῶντας εἰσφέρει τοὺς μαθητὰς, καὶ μονονουχὶ προκυλινδουμένος, ἵνα δὴ βραχύ τι τῶν πεπορισμένων, ὡς ἀπαραίτητόν τε καὶ ἀναγκαίαν ποιήσαιτο τροφήν. “ἀπεληλύθησαν γὰρ εἰς τὴν ”πόλιν ἵνα τροφὰς ἀγοράσωσιν,” ἃς καὶ παρῆσαν ἤδη συγκομισάμενοι. <Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.> Χαριέντως μὲν ὁ Σωτὴρ ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐξυφαίνει τὴν ἀπόκρισιν. μόνον δὲ οὐχί φησιν ἐπεσκιασμένως, ὡς εἴπερ εἰδεῖεν αὐτοὶ τὴν Σαμαρειτῶν ἐπὶ θύρας οὖσαν ἐπιστροφὴν, ἐκείνης ἔχεσθαι μᾶλλον ὡς τρυφῆς, ἢ σάρκα τρέφειν ἀνέπειθον.

ἐκ δὲ δὴ τούτου πάλιν ὅσην ἔχει τὴν εἰς ἀνθρώπους ἀγάπην ἡ θεία φύσις ἔξεστι μαθεῖν· τροφὴν γὰρ ὥσπερ ἡγεῖται καὶ τρυφὴν τῶν ἀπολωλότων τὴν εἰς σωτηρίαν ἀναδρομήν. <Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει αὐτοῖς ὁ Ἰησοῦς.> Σκοτεινὸν ὄντα τὸν λόγον οὔπω συνέντες οἱ μαθηταὶ, τὰ πολλάκις καθ᾽ ἑαυτοὺς ἐλογίζοντο γεγονότα, καὶ πρὸς τὰς συνήθεις καταβαίνουσιν ἐννοίας, προσῆχθαι μὲν ὑπό του τροφὴν ὑποπτεύοντες αὐτῷ, τιμιωτέραν δέ πως ἢ καὶ ἡδίονα τῆς παρ᾽ αὐτῶν συλλεγείσης ὑπάρχειν αὐτήν. <Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.> Ὅλον ἀποῤῥήξας τοῦ λόγου τὸ κατακάλυμμα διαφανεστάτην αὐτοῖς ἀνέδειξε τὴν ἀλήθειαν, ὡς δὲ ὅσον οὐδέπω τῆς οἰκουμένης διδασκάλοις ἐσομένοις τύπον ἑαυτὸν εἰσφέρει, συντόνου τε καὶ λίαν ἀρίστης σπουδῆς, τῆς ἐπὶ τὸ χρῆναι διδάσκειν δηλαδὴ, καὶ τῆς ἀναγκαίας τοῦ σώματος χρείας δευτέραν ἀξίως ἐχούσης διὰ τοῦτο τὴν φροντίδα. βρῶμα γὰρ εἶναι λέγων ἑαυτῷ θυμηρέστατον τὸ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὸ ἔργον, τῆς μὲν ἀποστολικῆς λειτουργίας διαγράφει τὸ ἐπιτήδευμα, ποταποὶ δὲ τὴν ἕξιν ὑπάρχειν ὀφείλουσι καταμηνύει σαφῶς.

συντετάσθαι γὰρ δὴ κατὰ τὸ εἰκὸς ἀναγκαῖον αὐτοὺς ἐπὶ μόνοις τοῖς διδασκαλικοῖς φροντίσμασι, δεῖν δὲ τοσοῦτον ἀποφοιτᾶν τῆς εἰς σάρκα τρυφῆς, ὡς μηδ᾽ αὐτήν ἐσθ᾽ ὅτε προσίεσθαι τὴν ὡς ἐξ ἀνάγκης θεραπείαν, διὰ μόνην ἐπιτελουμένην τὴν τοῦ τεθνάναι παραίτησιν.

Καὶ ταῦτα μὲν ἡμῖν εἰρήσθω πρὸς τὸ παρὸν, ὡς εἰς τύπον καὶ ὑπογραμμὸν ἀποστολικῆς συντείνοντα πολιτείας· εἰ δὲ χρὴ τοῖς εἰρημένοις καὶ δογματικώτερον προσβάλλοντας εἰπεῖν, ἀπεστάλθαι φησὶ, δῆλον δὲ ὅτι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, καθ᾽ ὃν ἐπέλαμψε τῷ κόσμῳ μετὰ σαρκὸς, εὐδοκίᾳ καὶ συναινέσει τοῦ Πατρὸς, ἢ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ προκύπτων τρόπον τινὰ καὶ πεμπόμενος καὶ τὸ δόξαν ἀποπληρῶν, οὐχ ὡς ἀλλοτρίων θελημάτων παραληφθεὶς ὑπουργὸς, ἀλλ᾽ αὐτὸς ὑπάρχων ὁμοῦ καὶ Λόγος ὁ ζῶν καὶ θέλημα τοῦ Πατρὸς ἐναργέστατον, διασώζων ἑτοίμως τοὺς ἀπολωλότας. διὰ γάρ τοι τοῦτο, καὶ τοῦ πεπομφότος αὐτὸν εἶναι τὸ ἔργον εἰπὼν, αὐτὸς ὁρᾶται τελειωτής· πάντα γὰρ παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι. ὅτι γὰρ καὶ Λόγος καὶ βουλὴ καὶ θέλημα καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, εἶναι μὲν ἅπασι νομίζω καταφανές· λυπεῖ δὲ οὐδὲν καὶ ἀπὸ τῆς θείας πιστώσασθαι γραφῆς. οὐκοῦν ὁράτω μέν τις ὑπάρχοντα Λόγον ἐν τῷ “Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ ”Θεὸς ἦν ὁ Λόγος.” ὁράτω βουλὴν ἐν τῷ λέγειν, ὡς πρὸς Θεὸν καὶ Πατέρα, τὸν μελῳδόν “Ἐν τῇ βουλῇ σου ὡδή- ”γησάς με, καὶ μετὰ δόξης προσελάβου με·” ὁράτω θέλημα πάλιν ἐν τῷ λέγειν αὐτόν “Κύριε ἐν τῷ θελήματί σου ”παράσχου τῷ κάλλει μου δύναμιν.”

νευροῖ γὰρ τῶν ἁγίων τὸ κάλλος, τουτέστι τὴν εἰς ἅπασαν ἀρετὴν εὐεξίαν, τὸ ζῶν τε καὶ ἐνυπόστατον θέλημα τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός. ὅτι γάρ ἐστι καὶ δύναμις, πάλιν ἐντεῦθεν συνήσεις “Ἔντειλαι, φησὶν, ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ ”Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν.” ὁρᾶς ἐν τούτοις ἀκριβῶς εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σαρκωθεῖσαν αὐτοῦ τὴν δύναμιν, τουτέστι τὸν Υἱὸν, ἵνα δυναμώσῃ τοῦτο ὅπερ ἡμῖν κατηρτίσατο σῶμα. εἰ μὴ γὰρ ἐσκήνωσεν ἐν ἡμῖν, οὐδ᾽ ἂν ὅλως τὴν ἀπὸ φθορᾶς ἀσθένειαν ἡ τῆς σαρκὸς ἀπεδύσατο φύσις. αὐτὸς τοιγαροῦν ὑπάρχων ὁ Υἱὸς τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρία τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος.

Ἀλλ᾽ ἐρεῖ τις πρὸς τοῦτο τυχόν Εἰ αὐτός ἐστιν ὁ Υἱὸς τὸ θέλημα τοῦ Πατρὸς, ποῖον ἀπεστάλη πληρώσων θέλημα; δεῖ γὰρ ἕτερον εἶναι παρὰ τὸν πληροῦντα τὸ πληρούμενον. τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἀπαιτεῖ μὲν ὄντως τῶν ὀνομάτων ἡ θέσις τῶν σημαινομένων τὴν ἑτερότητα, ἀδιαφορεῖ δὲ πολλάκις ἐπὶ Θεοῦ, καὶ τὸ ἀκριβὲς ἐν τούτοις ὁ περὶ τῆς ἀνωτάτω φύσεως παραιτεῖται λόγος. λαλεῖται γὰρ τὰ περὶ αὐτῆς, οὐχ ὡς ἔχει πάντως ἀληθείας, ἀλλ᾽ ὅπως ἂν δύναιτο διερμηνεύειν ἡ γλῶττα, καὶ οὖς κατακροᾶσθαι τὸ ἀνθρώπινον. ὁ γὰρ ἐν αἰνίγματι βλέπων, ἐν αἰνίγματι καὶ λαλεῖ. ἐπεὶ τί ποιήσεις ὅταν ὁ ἁπλοῦς ἡμῖν τὴν φύσιν εἰσβαίνῃ διπλοῦς, διὰ τοῦ λέγειν περὶ τῶν ἐξ Ἰσραήλ Καὶ τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, “ὃ οὐκ ἐνετειλάμην αὐτοῖς ”καὶ οὐκ ἀνέβη ἐπὶ τὴν καρδίαν μου.” ἢ γὰρ οὐκ ἀνάγκη τὴν καρδίαν ἑτέραν ὑπάρχειν παρὰ τὸν ἐν ᾧπέρ ἐστι; καὶ πῶς ἁπλοῦς ἡμῖν ἔτι νοηθήσεται Θεός; οὐκοῦν ἀνθρωπίνως μὲν λαλεῖται τὰ περὶ Θεοῦ· νοεῖται δὲ οὕτως, ὡς ἂν ἁρμόττοι Θεῷ, καὶ τὸ μέτρον τῆς ἡμετέρας γλώττης τὴν ἐπὶ πάντας οὐκ ἀδικήσει φύσιν. κἂν εὑρίσκηται τοιγαροῦν ὁ Υἱὸς, ὡς περί τινος ἑτέρου λέγων τοῦ θελήματος τοῦ Πατρὸς, ἀδιαφορήσεις οἰκονομικῶς τῇ τῶν λόγων ἀσθενείᾳ περιτιθεὶς τὸ μὴ δύνασθαί τι μεῖζον εἰπεῖν, μήτε μὴν ἑτέρως κατασημῆναι τὸ δηλούμενον.

καὶ ταῦτα μὲν εἰρήσθω πάλιν εἰς ἀπόδειξιν τοῦ νοεῖσθαι καὶ θέλημα τοῦ Πατρὸς τὸν Υἱόν· ἐν δέ γε τῷ προκειμένῳ ῥητῷ, λόγος μὲν οὐδεὶς ἀναγκάσει θέλημα νοεῖσθαι τοῦ Πατρὸς τὸν Υἱὸν, ἀδιαφόρως δὲ μᾶλλον παραδεξόμεθα τὴν ἐπὶ τοῖς ἀπολωλόσι βουλὴν ἀγαθήν. <Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται;> Δέχεται πάλιν τοῦ λόγου τὰς ἀφορμὰς ἀπὸ καιροῦ καὶ πράγματος, καὶ ἀπὸ τῶν ἐν αἰσθήσει τῇ παχυτέρᾳ πνευματικῶν θεωρημάτων ἀναπλάττει διήγησιν. ὥρα μὲν γὰρ ἦν χειμῶνος ἔτι κατ᾽ ἐκεῖνο καιροῦ, ἀρτιθαλὴς δὲ καὶ νέος τῶν σπερμάτων ὁ κάλαμος μόγις μὲν τῆς ἀρούρας ἐξέφριττε· καιροῦ δὲ τεσσάρων μηνῶν διιπεύσαντος εἰς τὴν τοῦ θερίζοντος χεῖρα πεσεῖσθαι προσεδοκᾶτο. Οὐχ ὑμεῖς οὖν φησιν οἱ ἄνθρωποί φατε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; <Ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν.> Τουτέστιν ὀλίγον τῶν ἐπὶ γῆς πραγμάτων τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνοχλίσαντες, τὸν πνευματικὸν ἐπαθρεῖτε σπόρον, ὅτι λελευκάνθισται μὲν ὡς ἐπὶ τὴν ἅλω βαδιούμενος ἤδη, καλεῖ δὲ λοιπὸν ἐφ᾽ ἑαυτῷ τὸν ἀμητῆρα σίδηρον.

ἀπὸ δὲ τῆς ὁμοιότητος τῶν ἐν ἱστορίᾳ πραγμάτων θεωρήσεις τὸ δηλούμενον· σπόρον μὲν γὰρ νοήσεις τὸν νοητὸν καὶ πληθὺν ἀσταχύων πνευματικῶν, τοὺς διὰ τῆς τῶν προφητῶν προγεωργηθέντας φωνῆς εἰς τὴν μέλλουσαν ἀναδειχθήσεσθαι πίστιν διὰ Χριστοῦ· λευκαίνεται δὲ πέπειρός τε καὶ ἕτοιμος ἤδη πρὸς τὸ πιστεύειν γεγενημένος καὶ συμπεπηγμένος εἰς εὐλάβειαν. ὁ δὲ τοῦ θερίζοντος σίδηρος, ὁ λαμπρός τε ἐστὶ καὶ τομώτατος τῶν ἀποστόλων λόγος, τῆς μὲν κατὰ νόμον λατρείας ἀποκείρων τοὺς ἀκροωμένους, ἐπὶ δὲ τὴν ἅλω μετατιθεὶς, τουτέστιν, ἐπὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· ἔνθα δὴ τριβόμενοί τε καὶ πόνοις ἀγαθοῖς ἐνθλιβόμενοι, καθαρὸς ἀποδειχθήσονται σῖτος τῆς τοῦ συνάγοντος ἀποθήκης ἐπάξιος. <Ἤδη ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν γὰρ τούτῳ ὁ λόγος ἀληθινός ἐστιν, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.> Λόγου, φησὶν, ὁ καιρὸς τοῦ καλοῦντος εἰς πίστιν, καὶ τῶν νομικῶν τε καὶ προφητικῶν κηρυγμάτων τὴν εἰς τέλος ἄφιξιν τοῖς ἀκροωμένοις ἐπιδεικνύοντος. ὁ μὲν γὰρ νόμος, ὡς ἐν σκιαῖς ταῖς ἐν τύπῳ λατρείαις, προεδήλου τὸν ἀφιξόμενον, τουτέστι Χριστόν· προφῆται δὲ μετ᾽ αὐτὸν, τοὺς παρὰ τοῦ Πνεύματος διαπορθμεύοντες λόγους “μικρὸν ὅσον ”ὅσον” καὶ ὡς ἤδη παρεσόμενόν τε καὶ ἥξοντα προεμήνυον.

ἐπειδὴ δὲ εἴσω βέβηκε θυρῶν, οὐκ εἰς ἐλπίδα μακρὰν ἀναθήσει τὸ προσδοκηθὲν τῶν ἀποστόλων ὁ λόγος, ἀλλ᾽ ἤδη παρὸν ἐπιδείξει· καὶ θεριεῖ μὲν ἐκ νομικῆς λατρείας τοὺς ἔτι νόμῳ δουλεύοντας, καὶ μόνῳ προσκαθημένους τῷ γράμματι, μεταθήσει δὲ δίκην δραγμάτων εἰς ἕξιν τε καὶ πολιτείαν εὐαγγελικὴν, ἀποκερεῖ δὲ ὁμοίως πολυθέου μὲν πλάνης τὸν τῶν εἰδώλων προσκυνητὴν, μετοίσει δὲ πρὸς ἐπίγνωσιν τοῦ κατ᾽ ἀλήθειαν ὄντος Θεοῦ, καὶ τὸ σύμπαν ὡς ἔνι καὶ συλλήβδην εἰπεῖν, τοὺς φρονοῦντας ἔτι τὰ ἐπὶ τῆς γῆς πρὸς τὴν τῶν ἀγγέλων μεταστήσει ζωὴν διὰ πίστεως τῆς εἰς Χριστόν.

Ταῦτα μὲν δὴ, φησὶν, ὁ τῶν θεριστῶν ἐξεργάσεται λόγος. ἔσται δ᾽ οὖν ὅμως οὐκ ἀμισθεὶ, συνάξει γὰρ δὴ πάντως αὐτοῖς τὸν εἰς ζωὴν αἰώνιον ἀποτρέφοντα καρπόν· καὶ οὐ δή που λαβόντες μόνοι καθ᾽ ἑαυτοὺς εὐφρανθήσονται, ἀλλ᾽ ὡς τοῖς τῶν προφητῶν ἐπικεκμηκότες πόνοις, καὶ τὸν παρ᾽ ἐκείνων προγεωργηθέντα θερίσαντες σπόρον, μίαν σὺν αὐτοῖς ἐπιτελέσουσι τὴν πανήγυριν. οἶμαι δ᾽ ἔγωγε τὸν σοφώτατον Παῦλον, τοὺς ἐπὶ τοῖς μέλλουσι τύπους ἐκμεμαθηκότα σαφῶς, ἐντεῦθεν εἰπεῖν περί τε τῶν ἁγίων πατέρων καὶ προφητῶν, ὅτι “Καὶ οὗτοι πάντες τελειωθέντες διὰ τῆς ”πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ “ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν ”τελειωθῶσιν.” ὁμοῦ γὰρ χρῆναι χαίρειν ἐδοκίμασεν ὁ Σωτὴρ τῷ προεσπαρκότι τὸν θεριστήν. <Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.> Ἤδη τὸ σύμπαν αὐτοῖς ἀποκαλύπτει μυστήριον, καὶ τὴν αἰνιγματώδη τῶν λόγων ἀποστήσας περιβολὴν ἐναργεστάτην τοῦ σημαινομένου παρίστησι τὴν διάνοιαν.

φιλοπροφήτης δὲ ὢν ὁ Σωτὴρ καὶ φιλαπόστολος, οὔτε τὸν ἐκείνων πόνον ἔξω τῆς τῶν ἀποστόλων τίθησι χειρὸς, οὔτε μὴν ὁλοκλήρως ἀπονέμει τοῖς ἁγίοις ἀποστόλοις τὸ ἐπὶ τοῖς μέλλουσιν ἀνασωθήσεσθαι καύχημα διὰ πίστεως τῆς εἰς αὐτόν· ἀνακεράσας δὲ ὥσπερ καὶ ταῖς εἰς ἀλλήλους συνεργίαις ἀναμίξας τὸν ἑκατέρων πόνον, μίαν ἔσεσθαί φησι, καὶ μάλα εἰκότως, ἐπ᾽ ἀμφοῖν τὴν φιλοτιμίαν. εἰσβεβηκέναι γεμὴν ἐπὶ τοῖς τῶν ἁγίων προφητῶν τοὺς ἀποστόλους διαβεβαιοῦται πόνοις, ταῖς τῶν προλαβόντων εὐκλείαις οὐκ ἐπιτρέπων ἐνάλλεσθαι, τιμᾶν δὲ μᾶλλον ἀναπείθων αὐτοὺς, ὡς ἡγησαμένους ἔν τε πόνῳ καὶ χρόνῳ· κάλλιστον δὲ δήπου καὶ ἡμῖν ὅτι δὴ πάντως ἔσται τὸ μάθημα, τίς ὁ συναινεῖν παραιτούμενος; <Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.> Κατακρίνεται πάλιν καὶ διὰ τούτων ὁ Ἰσραὴλ, καὶ διὰ τῆς τῶν Σαμαρειτῶν εὐπειθείας, ἀφιλομαθής τε ὁμοῦ καὶ ἀπηνὴς ἐξελέγχεται.

θαυμάζει γὰρ λίαν ὁ Εὐαγγελιστὴς πολλοὺς εἰς Χριστὸν πεπιστευκέναι λέγων διὰ τὸν λόγον τῆς γυναικὸς, καίτοι τῶν διὰ νόμου παιδαγωγουμένων εἰς τὴν ἐπὶ τούτῳ γνῶσιν, οὔτε τὰς Μωυσέως παραδεξαμένων φωνὰς οὔτε τοῖς προφητῶν ὅτι πείθεσθαι χρὴ διεγνωκότων κηρύγμασι προκατασκευάζει δὲ διὰ τούτων, μᾶλλον δὲ προαπολογεῖται σοφῶς, ὅτι χάριτός τε καὶ ἐλπίδος τῆς εἰς Χριστὸν ἐξωσθήσεται μὲν εὐλόγως ὁ Ἰσραὴλ, ἀντεισβήσεται δὲ τῶν ἐθνῶν ἤτοι τῶν ἀλλογενῶν ἡ εὐπειθεστέρα πληθύς. <Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς. καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.> Ἐξηγεῖται μὲν ὡς ἐν ἁπλότητι λόγων, ὃ δὴ γενέσθαι συμβέβηκεν. ἑτέραν δὲ ὥσπερ ἐξαρτύει πάλιν ἀπόδειξιν, τοῦ χρῆναι δικαίως ἀποῤῥίπτεσθαι μὲν τῆς ἐλπίδος τὸν Ἰσραὴλ, μεταμοσχεύεσθαι δὲ τοὺς ἀλλογενεῖς ἐπ᾽ αὐτήν.

Ἰουδαῖοι μὲν γὰρ θαυματουργοῦντα ποικίλως τὸν Ἰησοῦν, καὶ ἐν δόξῃ τῇ θεοπρεπεῖ διαλάμποντα, πικραῖς τε καὶ ἀφορήτοις ὑπονοίαις ὑβρίζουσι, καὶ τοσοῦτον ἐμπαροινεῖν οὐκ ἐρυθριῶντες ἁλίσκονται, ὡς ἔξοικόν τε ποιεῖσθαι καὶ πόλεως τῆς σφετέρας ἐλαύνειν ἐπείγεσθαι τὸν ἁπάσης αὐτοῖς εὐθυμίας πρόξενον· Σαμαρεῖται δέ γε μιᾶς γυναικὸς ἀναπεπεισμένοι λόγοις, δρομαίους μὲν ὅτι χρὴ πρὸς αὐτὸν ἀφικνεῖσθαι λογίζονται. ἐπειδὴ δὲ ἧκον, ἐκλιπαροῦν ἐσπούδαζον, εἴς τε τὸ ἄστυ παρελθεῖν καὶ τὸν σωτήριον αὐτοῖς ἐπιδαψιλεύεσθαι λόγον· ἐπινεύει δὲ προχείρως εἰς ἄμφω Χριστὸς, οὐκ ἄκαρπον ἔσεσθαι τὴν χάριν εἰδώς. πολλοὶ γὰρ ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. ἴστω δὲ πάλιν διὰ τούτων ὁ φιλόθεός τε καὶ φιλευλαβὴς, ὅτι τῶν μὲν λυπούντων αὐτὸν ἀπανίσταται Χριστὸς, ἐνοικίζεται δὲ τοῖς εὐφραίνουσι δι᾽ ὑπακοῆς τε καὶ πίστεως ἀγαθῆς. <Τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.> Ἀπὸ τῶν μειζόνων Σαμαρείταις ἡ πίστις, καὶ οὐκ ἐξ ὧν ἔτι παρ᾽ ἑτέρων μανθάνουσιν, ἀλλ᾽ ἐξ ὧν αὐτήκοοι γεγονότες θαυμάζουσιν. ἐγνωκέναι δέ φασιν, ὅτιπερ εἴη σαφῶς ὁ τοῦ κόσμου Σωτὴρ, πίστεως ἐνέχυρον τῆς εἰς αὐτὸν ἐλπίδος τὴν ὁμολογίαν ποιούμενοι. <Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.

αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.> Ἔξεισι μὲν ἀπὸ τῆς Σαμαρείας, κατασπείρας ἤδη τὸν σωτήριον λόγον, καὶ γεωργοῦ τινος δίκην τὴν πίστιν ἐγκατακρύψας τοῖς οἰκοῦσιν αὐτὴν, οὐχ ἵνα ταῖς τῶν λαβόντων καταδεσμοῖτο σιωπαῖς, ἠρεμοῦσα τρόπον τινὰ καὶ κατακεχωσμένη, ἀλλ᾽ ἵνα δὴ μᾶλλον ταῖς ἁπάντων ἐγκαταφύοιτο ψυχαῖς, ἕρπουσά τε καὶ διικνουμένη πρὸς τὸ μεῖζον ἀεὶ, καὶ πρὸς τὴν ἐκφανεστέραν τρέχουσα δύναμιν. ἐπειδὴ δὲ διὰ μέσου κειμένην παρατρέχει τὴν Ναζαρὲτ, ἐν ᾗπερ αὐτὸν καὶ τετράφθαι λόγος, ὡς ἐντεῦθεν ἤδη καὶ ἀστὸν εἶναι δοκεῖν, καταίρει δὲ μᾶλλον εἰς τὴν Γαλιλαίαν· ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν τῆς παραδρομῆς καὶ φησὶν, ὅτι μεμαρτύρηκεν αὐτὸς ὁ Ἰησοῦς ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. πεφύκαμεν γάρ πως οὐδὲν ἡγεῖσθαι τὸ σύνηθες, κἂν ὑπάρχοι μέγα καὶ τίμιον. καὶ οὐ δήπου τὰς παρ᾽ ἐκείνων ὅτι δεήσοι θηρᾶσθαι τιμὰς ὁ Σωτὴρ ἐδοκίμαζεν, ἐν ἀνδρὸς φιλοδόξου τινὸς τάξει καὶ φιλοκομπαστοῦ, ἀλλ᾽ ἠπίστατο σαφῶς, ὅτι τοῖς μηδόλως οἰομένοις ὅτι προσήκοι τιμᾶν τὸν διδάσκοντα, οὐδ᾽ ἂν ἔτι γλυκύς τε καὶ εὐπαράδεκτος ὁ τῆς πίστεως γένοιτο λόγος. παρελαύνει τοιγαροῦν εἰκότως, εἰς ὠφελουμένους οὐδὲν εἰκαίους ἀναλῶσαι πόνους οὐκ ἀξιῶν, καὶ χάριν δὲ διὰ τούτου τοῖς καταφρονοῦσι κατατιθείς.

οὐ γὰρ ἦν εἰκὸς εἰς τοσοῦτον ἐξαμαρτάνοντας νηποινὶ τοῦτο δράσειν αὐτοὺς, ὁμολογουμένου δὴ πάντως καὶ ἀναμφισβητήτως ἔχοντος, ὡς τὴν ἐπὶ τοῖς ἐσχάτοις ἀποίσονται κόλασιν οἱ καταφρονεῖν ἐγνωκότες αὐτοῦ, καὶ τὴν οὕτως ἀξιοθαύμαστον περιπτύοντες δωρεάν. <Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.> Οὐκ ἀπερισκέπτως οἱ Γαλιλαῖοι δέχονται τὸν Ἰησοῦν, ἀλλὰ καὶ αὐτοὶ δι᾽ ὧν ἤδη θαυματουργοῦντα τεθέανται δικαίως καταπληττόμενοι, καὶ διὰ τῆς εἰς αὐτὸν εὐλαβείας τὰς τῶν Ἰουδαίων ἀπονοίας καταδικάζοντες, καὶ πολὺ πρὸς εὐγνωμοσύνην ἀμείνους τῶν νομομαθῶν εὑρισκόμενοι. <Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον.> Ἐμφιλοχωρεῖ τοῖς εὐγνώμοσιν ὁ Χριστὸς, καὶ τοῖς ἑτοιμότερόν πως ἰοῦσι πρὸς τὴν ὧν ἂν εὖ πάθοιεν αἴσθησίν τε καὶ γνῶσιν, καὶ μειζόνων ἀγαθῶν ἐπιδαψιλεύεται χορηγίας. ἔρχεται τοίνυν τερατοποιήσων ἐν Κανᾷ, προσωφελεῖν μὲν ὅτι προσήκοι τοὺς ἐν αὐτῇ λογιζόμενος, προκατεσπαρμένην δὲ ὥσπερ, διὰ τῶν ἤδη προτετελεσμένων ἐν αὐτῇ σημείων, τὴν τοῦ πάντα δύνασθαι δρᾶν ὑπόληψιν ἔχων. <Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφερναούμ.

οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλε γὰρ ἀποθνήσκειν. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν.> Πρόσεισι μὲν ὁ βασιλικὸς, ὡς θεραπεύειν ἰσχύοντι· νοεῖ δὲ οὔπω κατὰ φύσιν ὄντα Θεόν· καὶ Κύριος μὲν ἀποκαλεῖ, τὸ δ᾽ ἀληθὲς τῆς κυριότητος ἀξίωμα δίδωσιν οὐδαμῶς. ἢ γὰρ ἂν εὐθὺς ἐδεῖτο προσπεσὼν, οὐχ ἵνα δὴ πάντως ἐπὶ τὴν ἑστίαν βαδίζοι, καὶ καταβαίνοι σὺν αὐτῷ πρὸς τὸ ἀῤῥωστοῦν μειράκιον, ἀλλ᾽ ἵνα δὴ μᾶλλον ἐξουσιαστικῶς καὶ θεοπρεπεῖ προστάγματι τὴν ἐπισκήψασαν ἐξελάσαι νόσον. τί γὰρ ἔδει παρεῖναι τῷ κάμνοντι τὸν ᾧπερ ἦν δύνασθαι διασώζειν καὶ ἀπόντι ῥᾳδίως; πῶς δὲ λίαν οὐκ ἀμαθὲς, ὅτι μέν ἐστι θανάτου κρείττων ὑπολαμβάνειν αὐτὸν, Θεὸν δὲ ὑπάρχειν οἴεσθαι μηδαμῶς τὸν θεοπρεποῦς ἰσχύος πεπληρωμένον; <Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.

λέγει πρὸς αὐτὸν ὁ βασιλικός.> Ἀπηνὴς μὲν ἔτι τοῖς πλανωμένοις ἐναυλίζεται νοῦς, λόγου δέ πως ἔσται τοῦ καλοῦντος εἰς πίστιν κρεῖττον τὸ θαυματουργότερον· διά γε τοι τοῦτο τεράτων δεῖσθαι μᾶλλον αὐτοὺς ἔφασκεν ὁ Σωτὴρ εἰς τὸ δύνασθαι ῥᾳδίως εἰς τὸ συμφέρον μεταπαιδεύεσθαι, καὶ τὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκειν Θεόν. <Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.> Ὀλίγος μὲν κομιδῆ πρὸς σύνεσιν ὁ βασιλικὸς, νηπιάζει δέ πως περὶ τὴν τῆς χάριτος αἴτησιν, καὶ ἠρέμα παραληρῶν οὐκ αἰσθάνεται. οὐ γὰρ ὅτι μόνον ἰσχύσει παρὼν, ἀλλ᾽ ὅτι δὴ πάντως καὶ ἀπὼν ἐνεργήσει πεπιστευκὼς, ἀξιοπρεπεστάτην ἂν ἐπ᾽ αὐτῷ τὴν διάληψιν ἐποιήσατο. νυνὶ δὲ φρονῶν τε καὶ πράττων παραλογώτατα, τὴν Θεῷ μὲν ἁρμόζουσαν ἰσχὺν ἀπαιτεῖ, ὡς δὲ Θεὸν οὐκ οἴεται τὰ πάντα πληροῦν, ἀλλ᾽ οὐδὲ θανάτου γενήσεσθαι κρείττονα, καίτοι τῷ πλείστῳ κρατηθέντα πλεονεκτεῖσθαι παρακαλῶν· “Ἔμελλε γὰρ ἀπο- ”θνήσκειν” ὁ παῖς. <Λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ.> Οὕτως ἔδει πιστεύοντα προσελθεῖν, ἀλλ᾽ οὐ ταῖς ἡμῶν ἀμαθίαις φιλονεικῶν ὁρᾶται Χριστός· εὐεργετεῖ δὲ πάλιν καὶ πταίοντας, ὡς Θεός. ὅπερ οὖν ἔδει δρῶντα θαυμάζεσθαι, τοῦτο καὶ μὴ δεδρακότα διδάσκει τὸν ἄνθρωπον, ὁμοῦ καὶ τῶν καλλίστων εἰσηγητὴς, καὶ τῶν ἐν εὐχαῖς ἀγαθῶν χορηγὸς ἀναδεικνύμενος.

ἐν μὲν γὰρ τῷ Πορεύου τὸ πιστεύειν ἐστὶν, ἐν δὲ τῷ Ὁ υἱός σου ζῇ, τῶν ποθουμένων ἡ πλήρωσις μετὰ πολλῆς τινος καὶ θεοπρεποῦς ἐξουσίας ἐκφερομένη. <Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ υἱός σου ζῇ.> Ἓν τοῦ Σωτῆρος ἐπίταγμα δύο παραχρῆμα θεραπεύει ψυχάς. τῷ μὲν γὰρ βασιλικῷ τὴν ἀσυνήθη πίστιν ἐνεργάζεται, θανάτου δὲ τὸ μειράκιον ἐξέλκει σωματικοῦ. τίς δὲ πρὸ τίνος ὅλως ὑγιάζεται χαλεπὸν εἰπεῖν· ἄμφω γὰρ οἶμαι κατὰ ταὐτὸν συνέδραμον, τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐπιτάγμασι τῆς νόσου λαβούσης τὴν λύσιν. ἀπαγγέλλουσι δὲ τὴν τοῦ παιδὸς θεραπείαν ὑπαντῶντες οἰκέται ὁμοῦ, καὶ τῶν θείων ἐπιταγμάτων ἀπολευκαίνοντες τὴν ὀξύτητα· καὶ τοῦτο δὴ μάλα σαφῶς οἰκονομοῦντος Χριστοῦ· καὶ τῷ τέλει τῆς ἐλπίδος ταχὺ βεβαιοῦντες εἰς πίστιν ἀσθενοῦντα τὸν δεσπότην. <Ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐκείνην, ἐν ᾗ κομψότερον ἔσχε, καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.> Ἀναπυνθάνεται παρ᾽ αὐτῶν τὴν ὥραν τῆς ἐπὶ τὸ κρεῖττον τοῦ νοσοῦντος ῥοπῆς, εἰ συντρέχει δοκιμάζων τῷ τῆς χάριτος χρόνῳ. ἐπειδὴ δὲ οὕτως ἔχειν, καὶ οὐχ ἑτέρως ἐδιδάσκετο, σώζεται πανοικὶ, τὴν τοῦ παραδόξου δύναμιν ἀναθεὶς τῷ σωτῆρι Χριστῷ, καὶ ὥσπερ τινὰ τῆς ἐπὶ τούτοις εὐχαριστίας καρπὸν ἀσφαλεστέραν προσάγων τὴν πίστιν. <Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ Κυρίου κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι.> Οὐ μάτην εὐθὺς ἐπισυνάπτει τοῖς εἰρημένοις ὁ μακάριος Εὐαγγελιστὴς τὴν ἐντεῦθεν εἰς Ἱεροσόλυμα τοῦ Σωτῆρος ἐπάνοδον· ἀλλ᾽ ἦν αὐτῷ κατὰ τὸ εἰκὸς ἐπιδεῖξαι σκοπὸς, ὅσον μὲν ἀμείνους εἰς εὐπείθειαν Ἰουδαίων ἀλλογενεῖς, πόση δὲ ἐν ἀμφοῖν ἕξεώς τε καὶ τρόπων ὁρᾶται διαφορά.

ἦν γὰρ οὕτως ἡμᾶς, καὶ οὐχ ἑτέρως, ἐκμαθεῖν ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ ἀνθρώπου πρόσωπον οὐκ εἰδότος λαβεῖν, ἀποπίπτει μὲν εἰκότως τῆς ἐλπίδος ὁ Ἰσραὴλ, ἀντεισφέρεται δὲ τῶν ἐθνῶν ἡ πληθύς. χαλεπὸν δὲ οὐδὲν τῇ τῶν κεφαλαίων ἀντιπαραθέσει προσβλέποντας τὴν ἐπὶ τοῖς λεγομένοις ποιεῖσθαι βάσανον. ἔδειξε τοίνυν αὐτὸν ἐν ἑνὶ μὲν σημείῳ τὴν Σαμαρειτῶν ἀνασώσαντα πόλιν, ἐν ἑνὶ δὲ ὡσαύτως ἐν τῇ Γαλιλαίᾳ τὸν βασιλικὸν, καὶ δι᾽ ἐκείνου τοὺς ἐν αὐτῇ πάντως δήπου καὶ λίαν ὠφεληκότα. ἐπιμαρτυρήσας δὲ διὰ τούτων πολὺ τὸ πρόχειρον τοῖς ἀλλογενέσιν εἰς εὐπείθειαν, ἀναφέρει πάλιν εἰς Ἱεροσόλυμα τὸν θαυματουργὸν, πρᾶγμα δὲ θεοπρεπὲς ἐπιτελοῦντα δεικνύει. παλαιοτάτης γὰρ παραδόξως ἐλευθεροῖ τὸν παράλυτον νόσου, ὥσπερ οὖν ἀμέλει θανατοῦντα τοῦ βασιλικοῦ τὸν υἱόν. ἀλλ᾽ ὁ μὲν ἐπίστευσε πανοικὶ, καὶ Θεὸν ὡμολόγει τὸν Ἰησοῦν· οἱ δὲ καταπλήττεσθαι δέον φονῶσιν εὐθὺς καὶ διώκουσι τὸν εὐεργέτην ὡς παρανομοῦντα δυσσεβῶς, αὐτοὶ καθ᾽ ἑαυτῶν τὴν ἐπὶ τοῖς αἰσχίοσιν ὁρίζοντες ψῆφον, δι᾽ ὧν τῆς ἐν τοῖς ἀλλογενέσι συνέσεως καὶ τῆς εἰς Χριστὸν εὐλαβείας ὀπίσω πεσόντες ἁλίσκονται.

καὶ τοῦτο ἦν ἄρα τὸ περὶ αὐτῶν ἐν ψαλμοῖς εἰρημένον, ὡς πρὸς τὸν Κύριον Ἰησοῦν “Ὅτι ”θήσεις αὐτοὺς νῶτον·” οἱ γὰρ πρῶτοι κατατεταγμένοι διὰ τὴν τῶν πατέρων ἐπιλογὴν, ὕστερον καὶ κατόπιν τῆς τῶν ἐθνῶν βαδιοῦνται κλήσεως· ὅταν γὰρ “τὸ πλήρωμα τῶν ”ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.” Τοῦτον ἡμῖν τῶν θεωρημάτων ὠδίνει τὸν σκοπὸν τῆς τῶν κεφαλαίων συνθήκης ἡ εὔρυθμος τάξις· ποιησόμεθα δὲ κατὰ μέρος καὶ τῆς ἐν τοῖς στίχοις διανοίας ἀκριβῆ τὴν ζήτησιν. <Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει.> Τὴν ἐπὶ τοῖς ἀζύμοις ἑορτὴν ἐπιτελεσάντων τῶν Ἰουδαίων, ἐν ᾗ καὶ τὸ πρόβατον ἀποσφάττειν ἔθος αὐτοῖς, κατὰ τὸν τοῦ πάσχα δηλονότι καιρὸν, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ, Σαμαρείταις δὲ καὶ ἀλλογενέσιν ὁ Χριστὸς ἐπιμίσγεται, καὶ διδάσκει παρ᾽ αὐτοῖς, ἐπὶ ταῖς τῶν Φαρισαίων δυστροπίαις λελυπημένος· ὑπονοστήσας δὲ μόλις κατὰ τὸν καιρὸν τῆς ἁγίας πεντηκοστῆς· αὕτη γὰρ ἦν ἐφεξῆς καὶ γείτων ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις· ἐπὶ τοῖς τῆς κολυμβήθρας ὕδασιν ὑγιάζει τὸν παράλυτον, μακρὸν μὲν ἐν ἀῤῥωστίᾳ δαπανήσαντα χρόνον· ἦν γὰρ δὴ καὶ ὄγδοον ἔτος ἐπὶ τριακοστῷ· πλὴν οὔπω πρὸς τὸν ἐκ νόμου τέλειον ἀριθμὸν ἀναβεβηκότα, φημὶ δὲ δὴ τὸν ἐκ δέκα τετράκις, ἤτοι τεσσαράκοντα.

Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις ἡμῖν καταλύσει λόγος· μετασκευαστέον δὲ πάλιν εἰς θεωρίαν πνευματικὴν τὸν ἀπὸ τοῦ γράμματος τύπον. τὸ μὲν τῆς Ἱερουσαλὴμ λελυπημένον ἀπανίστασθαι τὸν Ἰησοῦν μετὰ τὴν τοῦ προβάτου σφαγήν· Σαμαρείταις δὲ καὶ Γαλιλαίοις ἐπιφοιτᾶν, καὶ τὸν σωτήριον παρ᾽ ἐκείνοις κηρύττειν λόγον, τί ἂν βούλοιτο σημαίνειν ἕτερον, ἢ τὴν γενομένην ἐκ τῶν Ἰουδαίων ἀναχώρησιν αὐτοῦ, μετὰ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῷ τιμίῳ σταυρῷ σφαγήν τε καὶ θάνατον, ὅτε δὴ καὶ τοῖς ἐξ ἐθνῶν τε καὶ ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, δηλοῦσθαι κελεύων τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ὅτι προάγει πάντας εἰς τὴν Γαλιλαίαν; τὸ δὲ ἐπὶ τέλει τῶν ἑβδομάδων τῆς ἁγίας Πεντηκοστῆς παλινδρομεῖν αὐτὸν εἰς Ἱεροσόλυμα, καθάπερ ἐν τύποις καὶ αἰνίγμασιν ὑποφαίνει πάλιν τὴν ἐσομένην εἰς Ἰουδαίους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐκ φιλανθρωπίας ὑποστροφὴν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ᾽ ὅνπερ οἱ διὰ τῆς εἰς αὐτὸν ἀνασεσωσμένοι πίστεως τὰς ἐπὶ τῷ σωτηρίῳ πάθει πανσέμνους ἐπιτελοῦμεν ἑορτάς.

τὸ δὲ θεραπεύεσθαι τὸν παράλυτον πρὸ καιροῦ τοῦ κατὰ νόμον τελείου, σημαίνει πάλιν ὡς διὰ τύπου τοῦ συμβεβηκότος, ὅτι δυσσεβῶς ἐμπαροινήσας ὁ Ἰσραὴλ τῷ Χριστῷ ἀσθενήσει μὲν καὶ παραλυθήσεται καὶ μακροὺς ἐν ἀργίᾳ κατατρίψει χρόνους, οὐ μὴν εἰς τελείαν οἰχήσεται κόλασιν, ἀλλ᾽ ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκοπὴ, καὶ ὑγιασθήσεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι᾽ ὑπακοῆς καὶ πίστεως. ὅτι δὲ τέλειος κατὰ νόμον τὸν θεῖόν ἐστιν ὁ τεσσαράκοντα ἀριθμὸς, οὐδαμόθεν ἂν γένοιτο χαλεπὸν ἐκμαθεῖν, τοῖς ἅπαξ ταῖς θείαις ὁμιλοῦσι γραφαῖς. <Λέγει αὐτῷ ὁ Ἰησοῦς Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν.> Ἀπόδειξις ἐναργὴς τῆς εἰς ἄκρον ἀγαθότητος τοῦ Χριστοῦ, τὸ μὴ πάντως τὰς ἀπὸ τῶν καμνόντων ἱκετείας ἐκδέχεσθαι, φθάνειν δὲ αὐτῶν τῇ φιλανθρωπίᾳ τὴν αἴτησιν. ἐπιτρέχει γὰρ ὡς ὁρᾷς τῷ κειμένῳ, καὶ κατοικτείρει τὸν κάμνοντα παρακλήσεως δίχα. τὸ δὲ εἰ βούλοιτο τῆς ἀῤῥωστίας ἀπαλλάττεσθαι φιλοπευστεῖν, οὐ διερωτῶντος ἦν ἐξ ἀγνοίας τὸ πᾶσιν ὁμολογουμένως καταφανὲς, ἀλλ᾽ εἰς θερμοτέραν διανιστάντος ἐπιθυμίαν τοῦ πράγματος, καὶ πρὸς τὸ λίαν ἐσπουδασμένως αἰτεῖν παροτρύνοντος.

τὸ δὲ εἰ βούλοιτο τῶν ποθουμένων τυχεῖν ἐρωτᾶν, ἔμφασίν τινα καὶ λόγον ὠδίνει τοῦ δύνασθαι παρασχεῖν, εὐτρεπῆ τε ἤδη πρὸς τοῦτο γενέσθαι, μόνην ἔτι περιμένοντα τοῦ τὴν χάριν κομιζομένου τὴν αἴτησιν. <Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ γὰρ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς Ἔγειραι.> Κατὰ τὴν ἡμέραν τῆς ἁγίας Πεντηκοστῆς, ἄγγελοι καταφοιτῶντες ἐξ οὐρανοῦ τὸ τῆς κολυμβήθρας ἐξετάραττον ὕδωρ, εἶτα τὸν ἐντεῦθεν ἐποιοῦντο κτύπον τῆς ἑαυτῶν ἐπιστασίας τὸν κήρυκα. καὶ τὸ μὲν ὕδωρ ὡς ἐξ ἁγίων πνευμάτων ἡγιάζετο· εἰ δέ τις ἔφθη προκατελθὼν τῆς τῶν νοσούντων πληθύος, τὸ συνθλίβον αὐτὸν ἀποφορτισάμενος ἀνέβαινε πάθος, εἰς ἕνα δὲ μόνον τὸν προαρπάζοντα συνεμετρεῖτο τῆς θεραπείας ἡ δύναμις. ἀλλ᾽ ἦν καὶ τοῦτο σημεῖον τῆς δι᾽ ἀγγέλων νομικῆς ὠφελείας ἐφ᾽ ἓν καὶ μόνον τὸ τῶν Ἰουδαίων γένος ἐκτεινομένης, ἕτερον δὲ ἐπ᾽ αὐτοῖς θεραπευούσης οὐδένα. ἀπὸ γὰρ Δὰν τῆς καλουμένης καὶ ἕως Βηρσαβεὲ τὰ διὰ Μωυσέως ἐλαλεῖτο προστάγματα, διακονηθέντα δι᾽ ἀγγέλων ἐν ὄρει Σινᾷ κατὰ τὰς ἡμέρας τῆς ὕστερον ὁρισθείσης ἁγίας Πεντηκοστῆς. διὰ γάρ τοι τοῦτο, καὶ τῆς κολυμβήθρας τὸ ὕδωρ οὐκ ἐν ἑτέρῳ συνεταράττετο καιρῷ, τὴν τῶν ἁγίων ἀγγέλων εἰς ἑαυτὸ σημαῖνον διὰ τούτου καταδρομήν.

οὐκ ἔχων τοιγαροῦν ὁ παράλυτος τὸν εἰς τὸ ὕδωρ ἐξακοντίζοντα, μετὰ τοῦ συνέχοντος πάθους, καὶ τὴν τῶν θεραπευόντων ἐρημίαν ἐθρήνει λέγων Ἄνθρωπον οὐκ ἔχω, τὸν εἰς τὸ ὕδωρ κατακομίζοντα δηλαδή. τοῦτο γὰρ πάντως ἐρεῖν τε καὶ συμβουλεύειν αὐτῷ προσεδόκησε τὸν Ἰησοῦν. <Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.> Θεοπρεπὲς τὸ ἐπίταγμα, καὶ τῆς ὑπὲρ ἄνθρωπον δυνάμεώς τε καὶ ἐξουσίας ἐναργεστάτην ἔχον τὴν ἀπόδειξιν. οὐ γὰρ ἐπεύχεται τῷ κειμένῳ τῆς ἀῤῥωστίας τὴν λύσιν, ἵνα μὴ κατά τινας φαίνοιτο καὶ αὐτὸς τῶν ἁγίων προφητῶν, ἀλλ᾽ ὡς τῶν δυνάμεων Κύριος ἐξουσιαστικῶς ἐπιτάττει γενέσθαι· χαίροντα μὲν οἴκαδε βαδίζειν εἰπὼν, ἐπωμάδιον δὲ ποιεῖσθαι τὸ κλινίδιον, ὑπόμνημα τῆς τοῦ θεραπεύσαντος ἰσχύος τοῖς ὁρῶσιν ἐσόμενον. πράττει δὲ παραχρῆμα τὸ προσταχθὲν ὁ νοσῶν, καὶ δι᾽ ὑπακοῆς καὶ πίστεως τὴν τριπόθητον ἑαυτῷ πραγματεύεται χάριν. ἐπειδὴ δὲ διὰ τῶν προλαβόντων εἰς εἰκόνα καὶ τύπον τῆς τῶν Ἰουδαίων πληθύος αὐτὸν εἰσηγάγομεν, ὡς μελλούσης ἐν ὑστέροις θεραπεύεσθαι καιροῖς· φέρε δή τι πάλιν ἐπινοήσωμεν ταῖς εἰς τοῦτο συμβαῖνον ἐννοίαις ἀναλόγως τοῖς προεξητασμένοις.

Ἐν σαββάτῳ τὸν ἄνθρωπον ὑγιάζει Χριστὸς, ὑγιασθέντα δὲ παραχρῆμα, τὴν νομικὴν ἐπιτάττει παραλύειν συνήθειαν, περιπατεῖν ἀναπείθων ἐν σαββάτῳ, καὶ τοῦτο τῷ κλινιδίῳ πεφορτισμένον, καίτοι διαῤῥήδην βοῶντος τοῦ Θεοῦ δι᾽ ἑνός που τῶν ἁγίων προφητῶν “Καὶ οὐκ ἐξοίσετε βαστάγματα ”ἐξ οἰκιῶν ὑμῶν τῇ ἡμέρᾳ τοῦ σαββάτου·” καὶ οὐ δήπου φήσειεν ἄν τις, ὅς γε σωφρονοίη, καταφρονητήν τινα καὶ ἐξήνιον τῶν θείων ἐνταλμάτων ἀποτελεῖσθαι τὸν ἄνθρωπον, ἀλλ᾽ ὡς ἐν τύπῳ τοῖς Ἰουδαίοις φανερὸν ἐποίει Χριστὸς, ὅτι θεραπευθήσονται μὲν δι᾽ ὑπακοῆς καὶ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· τοῦτο γὰρ οἶμαι τό Σάββατον ὑποδηλοῦν, τελευταίαν οὖσαν τῆς ἑβδομάδος ἡμέραν· κομισαμένους δὲ ἅπαξ τὴν διὰ πίστεως θεραπείαν, καὶ εἰς καινότητα μεταῤῥυθμισθέντας ζωῆς, τὴν μὲν τοῦ νομικοῦ γράμματος παλαιότητα παρ᾽ οὐδὲν ἀνάγκη ποιεῖσθαι, παραιτεῖσθαι δὲ τὴν ὡς ἐν σκιαῖς αἰνιγματώδη λατρείαν καὶ τῆς Ἰουδαϊκῆς συνηθείας τὴν εἰκαίαν ἐπιτήρησιν.

ἐντεῦθεν οἶμαι λαβόντα τοῦ λόγου τὰς ἀφορμὰς καὶ τὸν μακάριον ἐπιστεῖλαι Παῦλον τοῖς μετὰ τὴν πίστιν παλινδρομοῦσιν ἐπὶ τὸν νόμον “Λέγω δὲ ὑμῖν ”ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει,” καὶ πάλιν “Κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαι- ”οῦσθε, τῆς χάριτος ἐξεπέσατε.” <Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστι· καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου.> Ἐπικαιρότατον οἶμαι βοᾶν ἐπὶ τούτοις “Ἰδοὺ λαὸς μωρὸς ”καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσι.” τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀπαιδευτότερον, ἢ τί πρὸς ἀναισθησίαν τὸ μεῖζον; τὸ μὲν γὰρ ὅτι προσήκοι θαυμάζειν αὐτοὺς τὴν τοῦ θεραπεύσαντος δύναμιν οὐ δέχονται κατὰ νοῦν· πικροὶ δὲ ὄντες ἐπιτιμηταὶ, καὶ μόνον εἰδότες τοῦτο καλῶς, παρανομίας ἐγκλήματι περιβάλλουσι τὸν ἄρτι καὶ μόγις τῆς μακρᾶς ἀνακύψαντα νόσου, κεῖσθαι δὲ πάλιν ἐπιτάττουσιν ἀμαθῶς, ὡς καὶ ἐν τῷ χρῆναι νοσεῖν τῆς εἰς τὸ σάββατον πληρουμένης τιμῆς. <Ὁ δὲ ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. ἠρώτησαν οὖν αὐτόν.> Σοφωτάτην ὁ λόγος ὠδίνει τὴν ἔννοιαν, καὶ τῆς Ἰουδαίων δυστροπίας ἀποκρουστικήν.

ἐπειδὴ γὰρ οὐκ ἔξεστιν ἐν σαββάτῳ, φησὶν, οἴκαδε τὴν κλίνην ἑλόντα βαδίζειν, παρανομίας τῷ τεθεραπευμένῳ ῥάπτοντες γραφὴν, ἀναγκαίως αὐτοῖς γοργοτέραν ἀντεξάγει τὴν ἀπολογίαν, ἐκεῖνον αὐτῷ περιπατεῖν ἐντέλλεσθαι λέγων, ὃς καὶ τῆς ὑγείας ἀνεδείχθη δοτὴρ, μόνον δὲ οὐχὶ τοιοῦτόν τι φησίν Ἀξιολογώτατον, ὦ οὗτοι, φημὶ πρὸς τὸ χρῆναι τιμᾶσθαι, κἂν λυπεῖν ἐπιτάττει τὰς τοῦ σαββάτου τιμὰς, τὸν ᾧ τοσαύτη πρόσεστιν ἰσχύς τε καὶ χάρις; ὡς τὴν ἐμὴν ἐξελάσαι νόσον. εἰ γὰρ τοῦ τυχόντος ἐστὶ τὸ ἐν τούτοις διαπρέπειν ἀλλότριον, ἁρμόσει δὲ μᾶλλον ἐνεργείᾳ καὶ δυνάμει θεοπρεπεῖ, πῶς ἂν ἁμάρτοι, φησὶν, ὁ τούτων ἐργάτης; ἢ πῶς ἂν οὐ πάντως τὰ κεχαρισμένα Θεῷ συμβουλεύσειεν ὁ θεοπρεπῆ τὴν δύναμιν ἔχων; τρέφει τοίνυν ἐν ἑαυτῷ πικρὰν ὁ λόγος τὴν ἔμφασιν. <Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ.> Ἄπληστος εἰς μιαιφονίαν τῶν Ἰουδαίων ὁ νοῦς. διερευνῶσι τὸν ἐπιτάξαντα, συνεπιπλέκειν αὐτὸν τῷ παραδόξως ὑγιασθέντι βουλευόμενοι· μόνος γὰρ, ὡς εἰκὸς, κινδυνεύων ἐλύπει διὰ τὸ σάββατον, ὁ βρόχους ἄρτι καὶ παγίδας ἀφύκτους διαδραμὼν, καὶ αὐτῶν ἐξειλκυσμένος τῶν τοῦ θανάτου πυλῶν· εἰπεῖν δὲ τὸν ἰατρόν.

καίτοι σφόδρα φιλοπευστοῦσιν οὐκ ἔχει, καλῶς τε καὶ οἰκονομικῶς κατακρύψαντος ἑαυτὸν τοῦ Χριστοῦ, ἵνα τὸ παραυτίκα θερμὸν τῆς ἐκείνων ὀργῆς διεξίοι. καὶ οὐχ ὥς τι παθεῖν ὡς ἐξ ἀνάγκης δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν, ἐπιτηδεύει τὴν φυγὴν, ἀλλ᾽ ἡμῖν ὑπογραμμὸν καὶ τούτῳ δὴ πάλιν ἑαυτὸν καθιστάς. <Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοι τι γένηται.> Οἰκονομικῶς τὰ πρῶτα λαθὼν ἐμφανίζεται πάλιν οἰκονομικῶς, τὸν ἁρμόδιον ἑκάστῳ τηρήσας καιρόν. οὐ γὰρ ἦν τι γενέσθαι παρὰ τοῦ μὴ εἰδότος ἐξαμαρτεῖν, ὃ μὴ πάντως ἔχει λόγον ὑφ᾽ ἑαυτῷ τὸν πρέποντα. πρόφασιν τοίνυν τῆς πρὸς αὐτὸν διαλέξεως τὸ ψυχωφελὲς ἐποιεῖτο παράγγελμα, μηκέτι πλημμελεῖν χρῆναι λέγων, ἵνα μὴ χείροσι τῶν παρῳχηκότων ἐπαλγύνοιτο κακοῖς· διδάσκει δὲ διὰ τούτων, ὡς οὐ μόνον εἰς τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ἀποθησαυρίζει Θεὸς τοῖς ἀνθρώποις τὰ πλημμελήματα, μαστιγοῖ δὲ ποικίλως ἔτι ζῶντας ἐν σώμασι, καὶ πρὸ τῆς μεγάλης καὶ ἐπιφανοῦς ἡμέρας τοῦ πᾶσι δικάσοντος.

ὅτι δὲ πολλάκις πληττόμεθα πταίοντές τε καὶ λυποῦντες τὸν Θεὸν, ἐπιμαρτυρήσει βοῶν ὁ σοφώτατος Παῦλος “Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ”ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, “οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευό- ”μεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.” <Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ εἶπε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.> Καταμηνύει τοῖς Ἰουδαίοις τὸν Ἰησοῦν, οὐχ ἵνα τι δρᾶν εἰς αὐτὸν ἀποτολμῶντες δεινὸν δυσσεβοῦντες ἁλίσκωνται, ἀλλ᾽ ἵν᾽, εἴπερ βούλοιντο καὶ αὐτοὶ θεραπεύεσθαι, τὸν ἀξιοθαύμαστον εἰδεῖεν ἰατρόν. ἐπιτήρει γὰρ ὅπως οὗτος ἦν ἐκείνῳ σκοπός. οὐ γὰρ κατά τινα τῶν φιλεγκλημόνων ἀπαγγέλλει προσελθὼν, ὅτι Ἰησοῦς ἐστιν ὁ περιπατεῖν ἐπιτάξας ἐν σαββάτῳ, ἀλλ᾽ ὁ ποιήσας αὐτὸν ὑγιῆ. τοῦτο δὲ ἦν ἕτερόν τι ποιοῦντος οὐδὲν, ἀλλ᾽ ἢ μόνον τὸν ἰατρὸν σημαίνοντος. <Καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς.> Οὐχ ἁπλῆν ὁ λόγος ἔχει ἐν τούτοις τῆς Ἰουδαίων παρανοίας τὴν ἐξήγησιν. οὐ γὰρ ὅτι διώκουσι μόνον, ἀλλ᾽ ἐπὶ τίσι τοῦτο δρᾶν οὐκ αἰσχύνονται, κατασημαίνει πάλιν ὁ Εὐαγγελιστὴς ἐμφαντικώτατα λέγων Ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.

διώκουσι γὰρ ἀμαθῶς τε καὶ δυσσεβῶς, ὡς ἀγαθοεργεῖν ἐν σαββάτῳ τοῦ νόμου διακωλύοντος, ὡς οὐκ ἐξὸν ἐλεεῖν τε καὶ κατοικτείρειν τοὺς κάμνοντας, ὡς ἀποδύσασθαι δέον τὸν τῆς ἀγάπης θεσμὸν, τὸν τῆς φιλαδελφίας ἔπαινον, τὴν τῆς ἡμερότητος χάριν· καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀποπτῦσαι κατὰ ποικίλους μὲν ἔχοι τις ἂν ἀποδεῖξαι τρόπους, οὐκ εἰδότας Ἰουδαίους τὸν περὶ τὸ σάββατον τοῦ νομοθέτου σκοπὸν, εἰκαιοτάτην τε λίαν ἐπ᾽ αὐτῷ ποιουμένους τὴν ἐπιτήρησιν; καὶ γὰρ ὡς αὐτὸς ἔφη που Χριστὸς, ἕκαστος αὐτῶν τὸν ἴδιον βοῦν ἤτοι τὸ πρόβατον ἀπαγαγὼν ποτίζει, καὶ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ”ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως,” εἶτα χολῶσιν “ὅτι ὅλον ”ἄνθρωπον ὑγιῆ ἐποίησεν ἐν σαββάτῳ,” διὰ πολλὴν ἠθῶν δυστροπίαν τε ὁμοῦ καὶ ἀπαιδευσίαν, οὐδὲ τῶν ἀλόγων τὸν κατ᾽ εἰκόνα τὴν θείαν γεγονότα προτάττοντες, ἀλλ᾽ ἐξεῖναι μὲν πρόβατον ἐλεεῖν οἰόμενοι δεῖν ἐν σαββάτῳ, καὶ λιμοῦ καὶ δίψης ἀπαλλάττειν ἀνεγκλήτως, παρανομίαις δὲ καὶ ταῖς ἐπὶ τοῖς ἐσχάτοις ὑποκεῖσθαι γραφαῖς, τοὺς οἵπερ ἂν γένοιντο χρηστοί τε καὶ ἀγαθοὶ περὶ τὸν πέλας κατὰ τὸ σάββατον.

Ἵνα δὴ πάλιν θεωρῶμεν αὐτοὺς οὐ μετρίως ἀνοηταίνοντας, διά τε τοῦτο δικαίως ἀκούειν ὀφείλοντας “Πλανᾶσθε μὴ ”εἰδότες τὰς γραφὰς,” φέρε δή τι καὶ ἐκ τῶν ἱερῶν λαβόντες γραμμάτων ἐπιδεικνύωμεν ἐναργῶς καὶ πάλαι προαναζωγραφούμενον ὡς ἐν τύπῳ τὸν Ἰησοῦν ἀδιαφοροῦντα περὶ τὸ σάββατον. οὐκοῦν ἐν γήρᾳ μακρῷ, καθὰ γέγραπται, τῶν ἀνθρωπίνων ἀποδημήσαντος τοῦ πανσόφου Μωυσέως καὶ εἰς τὰς ἄνω μεθορμισθέντος μονὰς, κρίσει καὶ ψήφῳ τοῦ πάντων κρατοῦντος Θεοῦ, τὴν ἡγεμονίαν τὴν ἐπὶ τὸν Ἰσραὴλ ἔλαχέ τε καὶ ἐκληρώσατο παῖς ὁ τοῦ Ναυῆ Ἰησοῦς. ἐπειδὴ δὲ μυριάνδρους ὁπλιτῶν ἀριθμοὺς κύκλῳ περιστήσας τῆς Ἱεριχοῦς, ἑλεῖν τε ἤδη καὶ καταστρέφειν αὐτὴν ἐβουλεύετο, σύνθημα μὲν τοῖς λευίταις ἐδίδου, κύκλῳ περιάγειν τὴν κιβωτὸν ἐφ᾽ ὅλαις ἓξ τὸν ἀριθμὸν ἡμέραις, τῇ δὲ ἑβδόμῃ, τουτέστι κατὰ τὸ σάββατον, συναλαλάζειν ταῖς σάλπιγξι τὴν ἄμετρον τῶν στρατευμάτων ἐκέλευσε πληθὺν, καὶ κατεσείσθη μὲν οὕτω τὸ τεῖχος, εἰσδραμόντες δὲ εἴσω, χειροῦνται τὴν πόλιν, οὐ τὴν ἄκαιρον τοῦ σαββάτου τιμῶντες ἀργίαν, οὐδὲ τὸ νικᾶν ἐν αὐτῷ παραιτούμενοι διὰ τὸν ἐξείργοντα νόμον, ἀλλ᾽ οὐδὲ τοῖς Ἰησοῦ στρατηγήμασιν ἀντιπράττοντες τότε, λοιδορίας δὲ παντελῶς ἐλευθέραν τοῦ ἀνδρὸς τὴν ἡγεμονίαν τηρήσαντες. καὶ ὁ μὲν τύπος ἐν τούτοις.

ἐπειδὴ δὲ παρῆν ἡ ἀλήθεια, τουτέστι Χριστὸς, τὴν ἐπιτειχισθεῖσαν κατὰ τῆς ἀνθρώπου φύσεως παρὰ τοῦ διαβόλου φθορὰν καθελών τε καὶ χειρωσάμενος, εἶτα τοῦτο ποιῶν ὁρᾶται κατὰ τὸ σάββατον, ὡς ἐν προοιμίοις καὶ ἀρχῇ τοῦ πράγματος ἐν τῷ παραλελυμένῳ, δυσφοροῦσιν ἀπαιδεύτως καὶ τῆς τῶν πατέρων εὐπειθείας καταδικάζουσι, τὴν ἐκ τῶν ἀῤῥωστημάτων ἐπήρειαν νικᾶν ἐν σαββάτῳ τὴν φύσιν οὐκ ἐπιτρέποντες, ὅσον εἰς τὸ χρῆναι διώκειν ἐπείγεσθαι τὸν Ἰησοῦν εὐεργετοῦντα κατὰ τὸ σάββατον. <Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.> Διαλέγεται μὲν ὡς ἐν σαββάτῳ Χριστός. τοῦτο γὰρ ἀνάγκη τό Ἕως ἄρτι δηλοῦν, ἵνα τὸν ἑαυτῇ πρέποντα λόγον ἡ τοῦ θεωρήματος δέχηται δύναμις. ἀπαιδεύτους δὲ ὄντας τοὺς Ἰουδαίους, καὶ τίς μέν ἐστι κατὰ φύσιν οὐκ εἰδότας ὁ Μονογενὴς, μόνῳ δὲ ἀνατιθέντας τῷ Θεῷ καὶ Πατρὶ τοῦ διὰ Μωυσέως νόμου τὸν ὁρισμὸν, αὐτῷ τε χρῆναι καὶ πείθεσθαι μόνῳ διαβεβαιουμένους, ἀναπείθειν πειρᾶται σαφῶς, ὅτι πάντα τῷ Πατρὶ συνεργάζεται, καὶ τὴν τοῦ γεννήσαντος φύσιν ἔχων ἐν ἑαυτῷ, διὰ τὸ μὴ ἕτερόν τι παρ᾽ ἐκεῖνον ὑπάρχειν, ὅσον ἧκεν εἰς τὴν τῆς οὐσίας ταυτότητα, οὐχ ἕτερόν τι φρονήσει ποτὲ παρὰ τὸ τῷ φύσαντι δοκοῦν. ὡς δὲ τῆς αὐτῆς ὑπάρχων οὐσίας ταῦτα καὶ βουλεύσεται, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ἡ ζῶσα βουλὴ καὶ δύναμις τοῦ Πατρὸς, ἐνεργεῖ τὰ πάντα ἐν πᾶσι μετὰ Πατρός.

Ἵνα τοίνυν τὸν εἰκαῖον τῶν Ἰουδαίων ἀποκρούσηται γογγυσμὸν, καὶ δυσωπήσῃ διώκοντας ἐφ᾽ οἷς χαλεπαίνειν ἐδόκουν, ὡσανεὶ τῆς περὶ τὸ σάββατον καταφρονηθείσης τιμῆς, Ὁ Πατήρ μου φησὶν ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. μόνον γὰρ οὐχὶ τοιοῦτόν τι κατασημαίνειν βούλεται Εἰ πιστεύεις ἄνθρωπε, νεύματί τε καὶ βουλήσει τοῦ τὰ πάντα συμπήξαντός τε καὶ τεχνησαμένου Θεοῦ τὴν κτίσιν διοικεῖσθαι καὶ κατὰ τὸ σάββατον, ὡς ἀνίσχειν μὲν ἥλιον, ὀμβροτόκους τε ὁμοίως ἀνίεσθαι πηγὰς, καὶ καρποὺς μὲν ἐκ γῆς ἀνατρέχειν, οὐ παραιτουμένους τὴν αὔξην διὰ τὸ σάββατον, ἐνεργεῖν δὲ τὰ οἰκεῖα τὸ πῦρ, ταῖς τῶν ἀνθρώπων χρείαις ἀδιακωλύτως ὑπηρετοῦν· ἴσθι δὴ πάντως ὁμολογῶν ἐνεργεῖν τὸν Πατέρα τὰ θεοπρεπῆ καὶ κατὰ τὸ σάββατον. τί τοιγαροῦν ἀπαιδεύτως, φησὶν, αἰτιᾷ τὸν δι᾽ οὗ τὰ πάντα ἐργάζεται; ἐνεργήσει γὰρ οὐχ ἑτέρως ὁ Θεὸς καὶ Πατὴρ, ἀλλ᾽ ὡς διὰ δυνάμεως καὶ σοφίας τοῦ Υἱοῦ.

διὰ τοῦτό φησιν ὅτι κἀγὼ ἐργάζομαι· δυσωπεῖ τοιγαροῦν ταῖς εἰς ἄτοπον ἐννοίαις τὸν ἀχάλινον τῶν διωκόντων θυμὸν, οὐχ ἑαυτῷ τοσοῦτον ἀντιτείνοντας δεικνὺς, ὅσον εἰπεῖν τῷ Πατρὶ, ᾧ δὴ καὶ μόνῳ τὴν τοῦ νόμου τιμὴν ἀναγράφειν ἐσπούδαζον, οὔπω γινώσκοντες τὸν ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ κατὰ φύσιν Υἱόν· διὰ γάρ τοι τοῦτο καὶ μοναδικῶς ἑαυτοῦ Πατέρα φησὶ τὸν Θεὸν, εὐφυέστατα χειραγωγῶν εἰς τὸ κάλλιστον δὴ τοῦτο καὶ τίμιον μάθημα. <Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.> Ἐπιτείνεται πρὸς ἀπανθρωπίαν τῶν Ἰουδαίων ὁ νοῦς, καὶ δι᾽ ὧν ἐχρῆν θεραπεύεσθαι, νοσοῦσι μειζόνως, ἵνα δὴ δικαίως ἀκούσειαν “Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς;” δέον γὰρ αὐτοὺς ἐξημεροῦσθαι τὴν γνώμην, λογισμῷ τῷ πρέποντι μεταποιουμένους εἰς εὐλάβειαν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ πληροφοροῦντος διὰ πραγμάτων, ὡς οὐδὲν ὅλως εἰς τὸν θεῖον ἡμάρτηται νόμον, ὑγιασθέντος ἀνθρώπου κατὰ τὸ σάββατον. συνεπιπλέκουσι δὲ ταῖς διὰ τὸ σάββατον ὀργαῖς, ὡς βλασφημίας ἔγκλημα τὴν ἀλήθειαν, σειραῖς τῶν οἰκείων πλημμελημάτων εἰς ἀλύτους ὀργὰς ἑαυτοὺς κατασφίγγοντες. εὐσεβεῖν γὰρ ἐδόκουν, ἴδιον ὅτι λέγοι πατέρα τὸν Θεὸν ἄνθρωπος ὢν ἀσχάλλοντες.

οὐ γὰρ ᾔδεσάν πω τὸν ἐν δούλου μορφῇ δι᾽ ἡμᾶς γεγονότα Θεὸν Λόγον, τὴν ἐκ Θεοῦ Πατρὸς ἀναβρύουσαν ζωὴν, τουτέστι τὸν Μονογενῆ, ᾧ δὴ καὶ μόνῳ κυρίως τε καὶ ἀληθῶς ἐπιγράφεταί τε καὶ ἔστι πατὴρ ὁ Θεὸς, ἡμῖν δὲ οὐκέτι· θετοὶ γὰρ ἡμεῖς, εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ τὴν τοῦ τιμήσαντος θέλησιν ἀναβαίνοντες, καὶ τὸ θεοὶ καὶ υἱοὶ καλεῖσθαι κερδαίνοντες διὰ τὸν ἐν ἡμῖν ἐνοικοῦντα Χριστὸν διὰ τοῦ Ἁγίου Πνεύματος. εἰς τὴν σάρκα τοιγαροῦν ἀφορῶντες μόνην, τὸν δὲ ἐν τῇ σαρκὶ κατοικοῦντα Θεὸν οὐκ ἐπιγινώσκοντες, οὐκ ἀνέχονται πρὸς τὸ ὑπερέκεινα τῆς ἀνθρώπου φύσεως ἀναπηδῶντος μέτρον, διὰ τοῦ πατέρα λέγειν ἑαυτοῦ τὸν Θεόν· τῷ γὰρ εἰπεῖν “Ὁ ”Πατήρ μου,” ταύτην ἂν εἰκότως εἰσφέροι τὴν ἔννοιαν· οἴονται δὲ δεῖν τὸν ᾧπέρ ἐστιν ἰδιαζόντως πατὴρ ὁ Θεὸς, ἴσον εἶναι κατὰ φύσιν αὐτῷ, τοῦτο δὴ μόνον νοοῦντες ὀρθῶς· ἔχει γὰρ οὕτως, καὶ οὐχ ἑτέρως. ὡς οὖν καὶ ταύτην τοῦ λόγου τὴν ἔννοιαν παρεισάγοντος, ἀγανακτοῦσι μειζόνως τὸν ὀρθὸν τῆς ἀληθείας ἐκτρεπόμενοι λόγον.

ΚΕΦΑΛΗ ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ᾽ ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ᾽ ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν. <Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.> ΟΠΕΡ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, τοῦτο πάλιν ἑτέρῳ διερμηνεύει τρόπῳ, πανταχόθεν ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν σαγηνεύων τοὺς ἀκροωμένους· τὸν δὲ ἐν πρώτοις οὐ παραδεχθέντα λόγον, διὰ τὴν τῶν συνιέναι μὴ δυνηθέντων ἀσθένειαν, ἑτεροτρόπως ἀναμορφοῖ, καὶ διὰ τῶν αὐτῶν ἰόντα θεωρημάτων, εἰσφέρει ποικίλως. ἔργον δ᾽ ἂν εἴη καὶ τοῦτο τῆς διδασκάλῳ πρεπούσης ἀρετῆς, τὸ μὴ τρέχοντα δηλονότι καὶ παριπτάμενον τῶν διδασκομένων τὴν γνῶσιν ποιεῖσθαι τὸν λόγον, ἀλλ᾽ εὐπάρυφόν τε καὶ διαφόρως ἐξορχούμενον, καὶ τῷ τῆς φράσεως ἐξηλλαγμένῳ, πολλάκις τὴν ἐν τοῖς θεωρήμασι ψιλοῦντα δυσχέρειαν. ἀναμίξας τοίνυν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ μέσον ἐξ ἀμφοῖν ἕνα κεράσας λόγον· ὡς ἠρέμα μὲν ὑφιζάνει τὸ τῷ Μονογενεῖ πρέπον ἀξίωμα, ἀναβαίνει δὲ τὴν ἀνθρώπου φύσιν· ὡς Δεσπότης ἅμα καὶ ἐν δούλοις κατατεταγμένος, φησίν Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.

ἐν μὲν γὰρ τῷ δύνασθαι ποιεῖν ἀπαραλλάκτως τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὁμοίως ἐνεργεῖν τῷ γεννήσαντι, τῆς οὐσίας αὐτῷ μαρτυρεῖ τὴν ταυτότητα. ἐνεργήσει γὰρ ὁμοίως τὰ τὴν αὐτὴν ἀλλήλοις λαχόντα φύσιν, οἷς δὲ ὁ τοῦ πῶς εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἂν εἴη καὶ ὁ τῆς ἐφ᾽ ἅπασιν ἐνεργείας τρόπος οὐχ ὁ αὐτός. οὐκοῦν ὡς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ταῦτα δύνασθαι ποιεῖν ὁμοίως ἐκείνῳ φησὶν, ἀλλ᾽ ἵνα μὴ μόνον ἴσος ὢν ἐν δυνάμει φαίνηται τῷ Πατρὶ, ὁμογνώμων δὲ κατὰ πάντα, καὶ μίαν ἔχων αὐτῷ τὴν ἐφ᾽ ἅπασι θέλησιν, μὴ δύνασθαι λέγει ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.

Ὅμοιον δὲ ὡς εἰ λέγοι τρανώτερον πρὸς τοὺς διώκειν ἐπιχειρήσαντας, ἀνδρὸς ἐν σαββάτῳ τεθεραπευμένου Καταλελύσθαι νομίζετε τὴν τοῦ σαββάτου τιμὴν, ἀλλ᾽ οὐκ ἂν ἔδρασα τοῦτό ποτε μὴ οὐχὶ τὸν ὅμοιον ἐργάτην ὁρῶν τὸν Πατέρα· ἐνεργεῖ γὰρ τὰ πρὸς σύστασιν κόσμου καὶ κατὰ σάββατον, εἰ καὶ δι᾽ ἐμοῦ. ἀδύνατον οὖν ἐμὲ, φησὶν, τὸν ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸν, μὴ οὐχὶ πάντως ἐν πᾶσι τὰ τοῦ Πατρὸς ἐνεργεῖν τε καὶ βούλεσθαι, οὐχ ὡς ἔξωθεν λαβόντα διδακτῶς τὸν τοῦ ποιεῖν ὑπογραμμὸν, ἢ καὶ ἐκ προαιρετικοῦ κινήματος ἐπὶ τὸ ταὐτὸ βούλεσθαι τῷ Πατρὶ κεκλημένον, ἀλλ᾽ ὡς φύσεως ἀπαραποιήτου νόμοις ἐπὶ τὴν ἴσην ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρὶ βουλήν τε καὶ πρᾶξιν. τὸ γὰρ μὴ δύνασθαι ποιεῖν ἀφ᾽ ἑαυτοῦ μηδὲν, ἐν τούτοις εὖ μάλα περιορίζεται· οὕτως οἶμαι χρῆναι νοοῦντας εὐσεβῶς, αἰχμαλωτίζειν “πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,” καθὰ γέγραπται.

Ἀπειθήσει δὲ ἴσως ὁ τῇ ἀληθείᾳ μαχόμενος, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἑαυτοῦ δυσβουλίας ποιήσεται τὸ εἰρημένον Εἴπερ ἦν ἐν ἰσότητι, λέγων, τοῦ Πατρὸς ὁ Υἱὸς, οὐδεμίαν ἀπονέμων ὡς ἐξ ἀνάγκης αὐτῷ τὴν ὑπεροχὴν, διὰ τὸ τῆς οἰκείας φύσεως μειονέκτημα, τί τὸ πεπεικὸς οὕτως αὐτὸν ἀκατακαλύπτως εἰπεῖν, μὴ δύνασθαι ποιεῖν ἀφ᾽ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; σαφῶς γὰρ ἐν τούτοις, φησὶν, ὁμολογεῖ μηδὲν ὅλως ἐξ ἑαυτοῦ δύνασθαι ποιεῖν, ὡς εἰδὼς δηλονότι τὸν ἀμείνω καὶ ὑπερέχοντα· σὺ δὲ αὖ πάλιν ἡμῖν κατασοφίζῃ τὸν λόγον.

Τί οὖν πρὸς ταῦτα καὶ παρ᾽ ἡμῶν; Ἀνδρίζεται πάλιν εἰς δυσφημίας ὁ χριστομάχος, καὶ μεθύων ἐξ ἀπαιδευσίας οὐκ αἰσθάνεται. χρῆν γὰρ, ὦ βέλτιστε, δοκιμάζειν ἀκριβῶς τῶν εἰρημένων τὴν δύναμιν, καὶ μὴ προχείρως ἐπιπηδᾶν τοῖς ἐξ ἀμαθίας εἰσβαίνουσι λογισμοῖς. κατὰ τίνα γὰρ τρόπον τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα κατακομίζειν οἴει χρῆναι τὸν Υἱὸν, διὰ τὸ φάναι μὴ δύνασθαι ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; ἆρα γὰρ ὡς οὐκ ἔχων ἐν δυνάμει τὸ ἴσον τὰ τοιαῦτά φησι, καίτοι καὶ ἐξ αὐτῶν ἔστιν τῶν προκειμένων ἰδεῖν ἰσοσθενοῦντα τῷ φύσαντι τὸν Υἱὸν, ἤπερ ἰσχύος τῆς θεοπρεποῦς ἐπιδεᾶ; οὐ γὰρ φαίνεται λέγων Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός· τοῦτο γὰρ ἦν ὄντως ἀσθενοῦντος εἰπεῖν· ἀλλ᾽ Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. ὅτι δὲ διὰ τῆς ὀπτικῆς αἰσθήσεως οὐκ εἰς τὸ δυναμοῦσθαι μᾶλλον, ἀλλ᾽ εἰς θεωρίαν τὴν τινῶν, καλεῖσθαι πεφύκαμεν, ἀντιστατήσειν οἶμαι μηδένα. οὐκοῦν τοῖς τοῦ γεννήσαντος ἔργοις ἐνατενίζειν ἑαυτὸν εἰρηκὼς ὁ Υἱὸς οὐκ ἀσθενοῦντα δεικνύει, ζηλωτὴν δὲ μᾶλλον ἤτοι θεατὴν, καὶ ὅπως ἀκριβέστερον ἡμῖν ἐν τοῖς ἐφεξῆς εἰρήσεται.

ὅτι δὲ διὰ τῆς ἀπαραλλάκτου καὶ ὁμοιοτάτης ἐνεργείας, τῆς εἰς ἅπαντά φημι, τὸ ἴσον ἔχων ἐν δυνάμει φαίνεται, διδάξει σαφῶς ἐν τοῖς ἐφεξῆς ἐπιλέγων αὐτὸς ὡς περὶ τοῦ ἰδίου Πατρός Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτά φησιν καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. πῶς οὖν ἐλάττων ἐστὶν, ὁ ταῖς ἰσοῤῥόποις τῷ Θεῷ καὶ Πατρὶ διαπρεπὴς ἐνεργείαις; ἆρα γὰρ ἐνεργήσει τὰ πυρὸς ἕτερόν τι παρὰ τὸ πῦρ, οὐδεμιᾶς κατὰ τὴν ἐνέργειαν θεωρουμένης ἐξαλλαγῆς; καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; πῶς οὖν ὁμοίως ἐργάσεται τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, εἰ διὰ τοῦτο ἔλαττον ἔχειν τῆς ἴσης ὡς πρὸς αὐτὸν ἰσχύος ἀπολιμπάνεται;

Καὶ ταῦτα μὲν ἡμῖν, ὡς ἐκ τοῦ προκειμένου πρὸς τὸ παρὸν ἐλήφθη ῥητοῦ· ἴδωμεν δὲ πάλιν καὶ δι᾽ ἑτέρων ἰόντες θεωρημάτων, εἰ ἐπιδέχεταί ποι τὸ ἐν δευτέροις εἶναι τοῦ Πατρὸς ἡ τοῦ Υἱοῦ φύσις· προκείσθω δὲ ὁμοίως ἡμῖν ὁ περὶ δυνάμεως λόγος. Ἆρα Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινὸν, καὶ ἐκ τῆς οὐσίας ὄντως τοῦ Πατρὸς ὁμολογοῦσιν ὑπάρχειν τὸν Υἱὸν, ἢ Θεὸν μὲν εἶναί φασι, τὸ δὲ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ Πατρὸς, δυσσεβοῦντες προσάπτουσιν. εἰ μὲν οὖν οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι λέγουσιν αὐτὸν, οὔτε Θεὸς ἔσται κατὰ φύσιν, οὔτε Υἱὸς ἀληθινός. τὸ γὰρ μὴ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχον, οὐδ᾽ ἂν ὅλως νοοῖτο κατὰ φύσιν Θεὸς, ἀλλ᾽ οὐδὲ Υἱὸς εἰ μὴ ἐκ τῆς οὐσίας γεννηθῇ τοῦ Πατρὸς, νόθον δὲ ἡμῖν καὶ πρόσφατόν τινα παρεισάγουσι θεόν. εἰ δὲ τοῦτο μὲν οὐκ ἐροῦσι, τὴν ἐν τοῖς οἰκείοις δόγμασιν ἀτοπίαν ἐρυθριάσαντες, δώσουσι δὲ ἀληθῶς ἐκ Πατρὸς ὑπάρχειν τὸν Μονογενῆ, καὶ εἶναι Θεὸν κατὰ φύσιν καὶ ἀληθινῶς· πῶς ἐν ἐλάττοσιν ἔσται τοῦ Πατρὸς, ἢ πῶς ἀτονήσει περί τι, καὶ οὐχὶ τῆς τοῦ τεκόντος οὐσίας κατηγορήσει τὸ πρᾶγμα; εἰ γὰρ ὅλως ἀσθενεῖν ἐνδέχεται τὸν κατὰ φύσιν ὄντα Θεὸν, τί τὸ κωλύον ἐστὶ τοῦτο παθεῖν τὸν Πατέρα, ἐχούσης ἅπαξ τὸ δύνασθαι παθεῖν τῆς θείας καὶ ἀῤῥήτου φύσεως, καὶ οὕτως ἤδη φαινομένης ἐν Υἱῷ κατὰ τὸν ἐκείνων λόγον;

οὐκοῦν οὐδὲ ἀπαθὲς διὰ τοῦτο τὸ θεῖον, ἀλλ᾽ οὐδὲ ἐν ταυτότητι καὶ ἀμεταβλήτῳ κείσεται πάντως μακαριότητι. εἶτα τίς, εἰπέ μοι, τῶν τὰ τοιαῦτα δοξαζόντων ἀνέξεται; τίς δὲ τῆς θείας βοώσης γραφῆς, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ Υἱὸς, οὐ καταναρκήσει λέγων, δυναμοῦσθαι χρῄζειν αὐτὸν, καὶ ἀτελῆ κατὰ τοῦτο ὑπάρχειν, ὃ κυρίως καὶ μόνῳ πρόσεστιν αὐτῷ μετὰ Πατρὸς καὶ Ἁγίου Πνεύματος;

Ἐρεῖ δὲ πάλιν ἡμῖν ὁ δι᾽ ἐναντίας Κατὰ τοῦτό φαμεν ὑπερκεῖσθαι τοῦ Υἱοῦ τὸν Πατέρα. ὁ μὲν γάρ ἐστι τῶν ἔργων προκαταρκτικὸς, ὡς ἔχων ἔν τε τῇ δυνάμει καὶ ἐν τῷ πάντα εἰδέναι τὸ τέλειον· ὁ δὲ πρότερον γίνεται θεατὴς, εἶθ᾽ οὕτως ἐργάτης τῆς τοῦ Πατρὸς ἐνεργείας ἀναματτόμενος εἰς ἑαυτὸν τὴν μίμησιν, ἵνα διὰ τῆς τῶν ἔργων ὁμοιότητος καὶ αὐτὸς νοῆται Θεός· τοῦτο γὰρ ἡμᾶς ἐκδιδάσκει λέγων, μὴ δύνασθαι ποιεῖν ἀφ᾽ ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. τί φῂς ὦ πάντολμε σύ; τῆς τοῦ Πατρὸς ἐνεργείας ἀναμάττεται τοὺς τύπους εἰς ἑαυτὸν ὁ Υἱὸς, ἵνα διὰ τούτου νοῆται Θεός; διδακτῶς οὖν ἔσται Θεὸς, καὶ οὐκέτι κατὰ φύσιν· ὥσπερ δὲ ἐν ἡμῖν ἐπιστήμη καὶ τέχνη τυχὸν, οὕτως ἄρα ἐν αὐτῷ ἐστι τὸ ἀξίωμα, καὶ τεχνίτης μᾶλλόν ἐστι τῶν τῆς θεότητος ἔργων ἢ Θεὸς ἀληθινός· ἕτερος δὲ δήπου πάντως αὐτὸς παρὰ τὴν ἐν αὐτῷ τέχνην, κἂν ὑπάρχῃ θεοπρεπής. πῶς οὖν ἄρα τὸν τῶν τῆς θεότητος ὅρων ἐκβεβηκότα, καὶ ἐν μόνῃ τῇ τέχνῃ φοροῦντα τὴν δόξαν, προσκυνοῦσι μὲν ἄγγελοι κατ᾽ οὐρανὸν, προσκυνοῦμεν δὲ καὶ ἡμεῖς ἀνεγκλήτως, τὸ μὴ χρῆναι λατρεύειν ἑτέρῳ παρὰ τὸν ὄντως ὄντα Θεὸν τῆς ἁγίας νομοθετούσης ἡμῖν γραφῆς; “Κύριον γὰρ τὸν Θεόν σου φησὶ, προσκυνήσεις, καὶ αὐτῷ ”μόνῳ λατρεύσεις.”

ἀλλ᾽ οὐκ ἂν ἀπεσφάλη τοῦ πρέποντος ἡ ἁγία μάλιστα τῶν ἀγγέλων πληθὺς, προσκυνεῖ δὲ τὸν Υἱὸν καὶ λατρεύει μεθ᾽ ἡμῶν, κατὰ φύσιν ὄντα Θεὸν ἐπιγινώσκουσα, καὶ οὐ διδακτῶς, ὡς ἐκεῖνοι ληροῦντές φασιν· οὐ γὰρ αἰσθάνονται, κατὰ τὸ εἰκὸς, ὅσοις ἐντεῦθεν περιπεσοῦνται τοῖς ἀτοπήμασι. πρῶτον μὲν γὰρ ὁ Υἱὸς ἀλλοίωσίν τε καὶ τροπὴν τὴν ἐπὶ τὸ μεῖζον ὡς ἐξ ἐλάττονος ἐπιδέξεται, καίτοι διὰ τοῦ προφήτου λέγων αὐτός “Ἴδετε, ἴδετε ὅτι ἐγώ ”εἰμι, καὶ οὐκ ἠλλοίωμαι·” διαψεύσεται δὲ πάντως καὶ ὁ ψαλμῳδὸς ἐν πνεύματι, “Σὺ δὲ ὁ αὐτὸς εἶ,” βοῶν πρὸς τὸν Υἱόν. περιμένει γὰρ, ὡς ἐκεῖνοί φασιν, ἐνεργοῦντα τὸν Πατέρα περί τι τῶν ὄντων, οἱονεὶ καθηγητήν τινα καὶ διδάσκαλον, ἵνα θεωρήσας γένηται μιμητής· εἶτα πῶς ὁ τοιοῦτος οὐκ ἄν τῳ δόξαι λοιπὸν ἐξ ἀγνοίας τῆς τινῶν ἀναβαίνειν εἰς γνῶσιν, καὶ ἀπὸ τοῦ χείρονος μετατρέπεσθαι πρὸς τὸ ἄμεινον, εἴπερ εἶναι λογιούμεθα τὸ εἰδέναι τι τῶν ἀγαθῶν τοῦ μὴ εἰδέναι κάλλιον;

Εἶτα τί πρὸς τούτοις ὁρᾶται τὸ ἄτοπον; λεγόντων ἡμῖν οἱ παιδευτὴν, ἢ Πατέρα μᾶλλον εἰσφέροντες τὸν Θεόν Πότερόν ποτε τῶν ἔργων τοῦ Πατρὸς ἐν ἀγνοίᾳ καθεστηκὼς ὁ Υἱὸς περιμένει τὸ ἰδεῖν, ἢ τὴν ἐπὶ τούτοις γνῶσιν ἔχων ἀκριβεστάτην; εἰ μὲν οὖν εἰδότα περιμένειν ἐροῦσιν αὐτὸν, περιττότατόν τι ποιοῦντα σαφῶς ἐπιδείξουσι, καὶ εἰκαιοτάτου πράγματος ἐπιτηδευτὴν τὸν Πατέρα· ὁ μὲν γὰρ, ὅπερ οἶδεν ἀκριβῶς, ὡς ἀγνοῶν ἐπισκέπτεται, ὁ δὲ τὸν εἰδότα διδάσκειν ἐπιχειρεῖ· καὶ τίνι τῶν ὄντων οὐκ ἔσται καταφανὲς, ὅτι τῆς ἐσχάτης γελοιότητος εἴσω κείσεται τὰ τοιαῦτα; ἀλλὰ τοῦτο μὲν οὐκ ἐροῦσι τυχόν· μεταβήσονται δὲ πρὸς τὸ ἐναντίον. περιμένειν γὰρ αὐτὸν ἀναγκαίως ἐνεργοῦντα διαβεβαιώσονται τὸν Πατέρα πρὸς τὸ θεωρήσαντα μαθεῖν. πῶς οὖν οἶδε “τὰ ”πάντα πρὶν γενέσεως αὐτῶν;” ἢ πῶς ἀληθεύσει λέγων αὐτὸς περὶ ἑαυτοῦ “Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ ”οὐχὶ Θεὸς πόῤῥωθεν· μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;” πῶς δὲ οὐκ ἄτοπόν τε καὶ ἀμαθὲς τὸ μὲν Πνεῦμα πιστεύειν ἐρευνᾶν τε καὶ εἰδέναι τὰ βάθη τοῦ Θεοῦ, τὸν δὲ τοῦ Πνεύματος χορηγὸν ἐν ἀγνοίᾳ καθεστάναι νομίζειν τῶν ἔργων τοῦ Πατρὸς καὶ τοῦ ἰδίου Πνεύματος, ὅσον εἰς γνῶσιν ἀπολιμπάνεσθαι; ἆρα γὰρ οὐκ ἀποβαλεῖ καὶ τὸ εἶναι σοφία λοιπὸν ὁ Υἱὸς, ἐπείπερ ὅλως ἀγνοεῖ καὶ λαμβάνει διὰ μαθήσεως; σοφίας γὰρ μᾶλλον ἔσται δεκτικὸς ἤπερ αὐτὸ κατὰ φύσιν σοφία.

σοφία γὰρ τὸ σοφοῦν, οὐ τὸ σοφοῦσθαι πεφυκὸς, ὥσπερ οὖν ἀμέλει καὶ φῶς τὸ φωτίζον, οὐ τὸ φωτίζεσθαι πεφυκός. οὐκοῦν ἕτερόν τι πάλιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ σοφίαν, καὶ πρῶτον μὲν οὐχ ἁπλοῦς, ἀλλ᾽ ἐκ δύο λοιπὸν συγκείμενος· εἶτα πρὸς τούτῳ, καὶ τὸ εἶναι Θεὸς ἀπολέσει, Θεὸν δέ φημι κατὰ φύσιν καὶ οὐσιωδῶς· μαθήσεως γὰρ τῆς ἀπό τινος ὅλως καὶ διπλόης τῆς κατὰ σύνθεσιν ἡ θεία φύσις οὐκ ἀνέχεται, καὶ τὸ ἁπλοῦν ὡς ἴδιον ἀγαθὸν καὶ τὸ παντέλειον ἔχουσα. καὶ εἰ μὴ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, πῶς τὰ μόνῳ πρέποντα τῷ Θεῷ καὶ ἐνεργεῖ καὶ ἐργάζεται; ἆρα γὰρ ἐξαρκέσειν ἐροῦσιν αὐτῷ καὶ πρὸς δύναμιν τὴν θεοπρεπῆ, τὸ μόνον ἰδεῖν ἐνεργοῦντα τὸν Πατέρα, καὶ διὰ ψιλῆς ἀποκερδαίνει τῆς θέας τὸ εἶναι κατὰ φύσιν Θεὸς, καὶ τοσαῦτα δύνασθαι ποιεῖν, ὅσαπερ ἂν καὶ ὁ δεικνύων αὐτῷ; οὐδὲν οὖν ἄρα τὸ κωλύον ἐστὶ, καὶ πολλοὺς ἡμῖν ἑτέρους ἀναδειχθῆναι θεοὺς, ἐθελήσαντος καὶ αὐτοῖς ἐπιδεῖξαι τοῦ Πατρὸς τῶν οἰκείων ἔργων τὴν ὁδὸν, καὶ ἐν τῷ μαθεῖν τι περιττὸν τῆς τοῦ Πατρὸς οὐσίας κείσεται τὸ ἐξαίρετον· ὁ γὰρ διδακτὸς, ὡς ἐκεῖνοί φασιν, εἰς ἀξίωμα τὸ τῆς κατὰ φύσιν θεότητος ἀναδραμὼν εὑρίσκεται λέγων “Ἐγὼ καὶ ὁ Πατὴρ ”ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.” Ἀναμετρείτωσαν τοίνυν ὅσος αὐτοῖς δυσφημίας ὄχλος ἐκ τοῦ τοιῶσδε νοεῖν ἐθέλειν ἐπισωρεύεται, καὶ φρονείτωσαν ἀληθῆ περὶ τοῦ Υἱοῦ καθὰ γέγραπται.

οὔτε γὰρ ἐκ θεωρίας τῆς ἐν τοῖς ἀποτελέσμασι τοῦ Πατρὸς, οὔτε μὴν ὡς προκαταρκτικῶς ἐν τοῖς ἔργοις ἔχων αὐτὸν, ποιητής ἐστιν ἢ θαυματουργὸς, καὶ διὰ τοῦτο Θεὸς ὁ Υἱὸς, ἀλλ᾽ ὅτι φυσικὸς ὥσπερ τις αὐτὸν ἀποφέρει νόμος ἐπὶ τὴν τοῦ γεννήσαντος ἀπαράλλακτον ὁμοιότητα, εἰ καὶ διὰ τῆς τῶν ἔργων ἀνελλιποῦς ἐμφερείας ἀναλάμπει καὶ φαίνεται. παραθέντες δὲ καὶ εἰσαῦθις, εἰ δοκεῖ, τὸ τοῦ λόγου κεφάλαιον, καὶ δριμυτέραις ἐρεύναις αὐτὸ βασανίζοντες, θεωρῶμεν ἀκριβῶς, τίς ἂν εἴη λοιπὸν τῶν λεγομένων ἡ δύναμις, καὶ ὅπως προσήκει νοοῦντας εὐσεβεῖν, ἤδη περισκεπτώμεθα. οὐκοῦν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναταί φησιν ἀφ᾽ ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.

Ὁρᾷς ὅπως καὶ διὰ τῆς ἐν τοῖς ἔργοις ἀπαραλλάκτου ταυτότητος, ὅμοιον ἑαυτὸν κατὰ πάντα δεικνύει τῷ Πατρὶ, ἵνα δὴ φαίνηται διὰ τούτου καὶ τῆς οὐσίας αὐτοῦ κληρονόμος; ὡς γὰρ ἀναγκαίως τε καὶ ἀναντιῤῥήτως νοηθησομένου Θεοῦ κατὰ φύσιν ὑπάρχειν τοῦ τὴν ἴσην ἐνέργειαν ἔχοντος τῷ Θεῷ καὶ Πατρὶ, τὰ τοιαῦτά φησιν ὁ Σωτήρ. σκανδαλιζέσθω δὲ μηδεὶς, ὅταν φαίνηται λέγων οἰκονομικῶς, μὴ δύνασθαι ποιεῖν ἀφ᾽ ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. ὡς γὰρ ἤδη τὴν τοῦ δούλου μορφὴν περικείμενος καὶ ἄνθρωπος γενόμενος διὰ τὸ ἑνωθῆναι σαρκὶ, οὐκ ἐλευθέραν οὐδὲ ἀνειμένην παντελῶς εἰς θεοπρεπῆ παῤῥησίαν ἐποιεῖτο τὴν διάλεξιν· ἐχρῆτο δὲ μᾶλλον τοιαύτῃ δι᾽ οἰκονομίαν ἔσθ᾽ ὅτε, ἥπερ ἂν πρέποι Θεῷ τε ὁμοῦ καὶ ἀνθρώπῳ· καὶ γὰρ ἦν ὄντως κατὰ ταὐτὸν ἀμφότερα.

Εἷς μὲν δὴ λόγος οὗτος ἀληθής· οἶμαι δὲ δεῖν καὶ ἑτέρῳ πάλιν ἐπεξηγεῖσθαι τρόπῳ τὸ προκείμενον, καὶ ὀξύτερόν πως τῇ τοῦ θεωρήματος ἀκριβείᾳ προσβαλεῖν. οὐ δύναταί φησιν ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. τό Οὐ δύναται ἤτοι τὸ ἀδύνατον κατηγορεῖται τινῶν, ἤτοι τῶν ὄντων τισὶν ἐπιφέρεται. τοῦτο γὰρ δὴ τὸ κατηγορεῖσθαι, φαμὲν, οὐχὶ πάντως ἀνάγκης οὐδὲ ἀσθενείας ἐστὶ σημαντικόν· διδάσκει δὲ πολλάκις καὶ φύσεων ἑδραιότητα καὶ οὐσιῶν ἀκλόνητον στάσιν, τὴν ἐφ᾽ οἷς ἤ ἐστιν ἢ γέγονεν ἑκάστη τῶν σημαινομένων, καὶ ἅπερ οἶδε φυσικῶς τε καὶ ἀμεταθέτως ἐνεργεῖν. ἡκέτω δὲ εἰ δοκεῖ καὶ διὰ παραδειγμάτων ὁ λόγος· ὅταν ἄνθρωπος εἴπῃ τυχὸν, ἄπηχύ τε εἰκὸς καὶ βαρὺ μὴ δύνασθαί ποι διακομίζειν ξύλον, τῆς ἐνούσης αὐτῷ ἀσθενείας κατηγορεῖ· ὅταν δέ τις ἕτερος εἴπῃ Ἄνθρωπος ὢν λογικὸς κατὰ φύσιν, καὶ ἐκ λογικοῦ κατὰ φύσιν γεγεννημένος πατρὸς, οὐ δύναμαι ποιεῖν ὥσπερ ἴδιόν τι καὶ ἀπ᾽ ἐμαυτοῦ, ὃ μὴ βλέπω προσπεφυκὸς τῇ τοῦ γεννήσαντος φύσει, τότε τό Οὐ δύναμαι τὴν τῆς οὐσίας ἑδραιότητα καὶ τὸ ἀμετάπτωτον εἰς ἕτερόν τι παρ᾽ ὅπερ ὑπάρχει δηλοῖ.

οὐ δύναμαι γὰρ, φησὶν, ἀπ᾽ ἐμαυτοῦ μὴ εἶναι ζῷον λογικὸν, τῶν τῇ φύσει προσόντων κατευμεγεθήσας πλεονεκτημάτων· οὐ γὰρ ὁρῶ τὸ δύνασθαι τοῦτο παθεῖν ἐν τῇ τοῦ τεκόντος φύσει· κατὰ τοῦτον οὖν ἄρα τὸν τρόπον ἀκούσῃ λέγοντος τοῦ Χριστοῦ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. μὴ ἐπιτιμᾶτε γὰρ, φησὶ, τοῖς ἔργοις τοῦ Υἱοῦ· τὴν γὰρ τοῦ τεκόντος αὐτὸν ὡς ἐν ἰδίαις ἐννοίαις ἤτοι φυσικοῖς κινήμασιν ἀναθεωρῶν οὐσίαν, ὧνπερ ἂν ἴδοι πρεπόντως ἐργάτιν αὐτὴν, ταῦτα δὴ πράττει, καὶ ἕτερον οὐδὲν, παθεῖν τι τῶν παρὰ φύσιν διὰ τὸ ἐξ αὐτῆς ὑπάρχειν οὐ δυνάμενος· οἷον, ἔχει τὸ θέλειν ἐλεεῖν ἡ τοῦ Πατρὸς φύσις· τοῦτο δὴ καὶ ἐνυπάρχον αὐτῇ θεωρῶν ὁ Υἱὸς, ὡς ἐξ αὐτοῦ φυσικῶς, ἐλεήμων ἐστὶν, οὐ δυνάμενος ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶν ἐκείνη γενέσθαι. ἔχει γὰρ ἐκ Πατρὸς, ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὰ τῆς οὐσίας ἀγαθά· ἁπλῶς δὲ δῆλον ὅτι καὶ ἀσυνθέτως ὡς Θεός· διάτοι τοῦτο τοῖς πρώτοις ἐπιλέγει σοφῶς Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ὅλην, ὡς ἔπος εἰπεῖν, τὴν περίνοιαν τοῦ μὴ δύνασθαι ποιεῖν ἀφ᾽ ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, συνάγων ἐν τούτοις. ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, ἐφ᾽ ᾗ τὰ τοιαῦτά φησιν ὁ Υἱὸς, ἀκριβέστερον τοῖς παρ᾽ ἡμῶν εἰρημένοις ἐπιστήσεις τὸν νοῦν.

Οὐκοῦν ἐπειδήπερ ἐν ἡμέρᾳ σαββάτου τὸν παράλυτον ἠλέει, διώκειν αὐτὸν ἐπεχείρουν οἱ Ἰουδαῖοι· δυσωπεῖ δὲ αὐτοὺς ὁ Χριστὸς, ἐλεοῦντα δεικνὺς τὸν Θεὸν καὶ Πατέρα κατὰ τὸ σάββατον. οὐ γὰρ ᾠήθη δεῖν ἀποκωλῦσαί ποτε τὰ ὅσα πέρ ἐστιν εἰς σωτηρίαν τὴν ἡμετέραν συντείνοντα· καὶ δὴ καὶ ἔφασκεν ἐν ἀρχαῖς “Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, ”κἀγὼ ἐργάζομαι.” ἐπειδὴ δὲ καὶ ἀσχάλλοντες πρὸς ταῦτα διὰ πολλὴν ἐφαίνοντο δυσβουλίαν, ἐπιλέγει πάλιν Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. ἐπειδὴ γὰρ οὐ παραιτεῖται, φησὶν, ὁ Πατὴρ ἐλεεῖν ἐν σαββάτῳ, βλέπων ὄντα διὰ παντὸς φιλοικτίρμονα, ταύτῃτοι κἀγὼ διὰ παντὸς ἐλεῶ, καινοτομῆσαί πως τοῦ Πατρὸς τὴν οὐσίαν ἐν ἐμαυτῷ μὴ δυνάμενος, διὰ τοῦ με φαίνεσθαι καὶ εἶναι τοιοῦτος, ὁποῖός ἐστι κατὰ φύσιν αὐτός· ἐνεργῶ γὰρ πάντως ὡς ἐξ αὐτοῦ, τὰ αὐτοῦ.

Τὸ δὲ λέγειν προκαταρκτικὸν τῶν ἔργων τὸν Πατέρα ὑπάρχειν, ἀμαθίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσει. πῶς γὰρ ἂν αὐτὸς ἰδίᾳ καὶ μόνος προκατάρξαιτό ποτε, δύναμιν ἔχων τὴν ἐφ᾽ ἅπασιν ἐνεργητικὴν τὸν Υἱὸν, συνυπάρχοντα μὲν ἀϊδίως αὐτῷ, θελήσεως δὲ τῆς ἐπί τι καὶ κινήσεως τῆς κατ᾽ ἐνέργειαν τὴν ἐπί τισιν ἐκφαντικόν. καὶ εἰ περιμένειν αὐτὸν τὴν ἐφ᾽ ἑκάστῳ τῶν ἔργων ἰδικὴν ἐνέργειαν τοῦ Πατρὸς ἀπαιδεύτως διισχυρίζονται, πρὸς τὸ ἴσον ἀπομιμήσασθαι, δεικνύτωσαν ἡμῖν ἰδίᾳ καὶ καθ᾽ ἑαυτὸν ἐργασάμενόν τι τὸν Πατέρα πώποτε, ἢ καὶ ποῖον αὐτὸς προθεραπεύσας παράλυπον, δέδωκεν ὡς ἐν τύπῳ τὸ πρᾶγμα τῷ γεννήματι. <Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱόν.> Ἀσυνέτως ἐξαγριουμένους εἰς εἰκαίαν ὀργὴν, τοὺς οἵπερ ἦσαν δυσσεβοῦντες εἰς αὐτὸν ἀφυλάκτως διὰ τὸ σάββατον ἐξελέγχει Χριστὸς, ἐναργεστάτην τοῦ πράγματος ποιούμενος τὴν ἀπόδειξιν διὰ τοῦ φιλεῖσθαι λέγειν παρὰ τοῦ ἰδίου γεννήτορος. εἰ γὰρ ὅλως φιλεῖ τὸν Υἱὸν ὁ Πατὴρ, οὐ λυποῦντα δῆλον ὅτι φιλεῖ, κατευφραίνοντα δὲ μᾶλλον ἐφ᾽ οἷς ἂν ποιῇ καὶ ἐργάζηται. μάτην οὖν ἄρα διώκουσι τὸν ἐλεεῖν ἐν σαββάτῳ μὴ παραιτούμενον, καὶ ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀντιτείνοντες ψήφοις διὰ τούτου πάλιν ἁλίσκονται.

χρῆναι γὰρ οἴονται μισεῖν, ὃν αὐτὸς ἀγαπᾷ, δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς οὐκ ἂν ἠγάπησέ ποτε τὴν τοῦ τεκόντος αὐτὸν παρατρέχοντα βούλησιν, καὶ ἰδίᾳ καὶ μόνον ὅπερ ἂν αὐτὸς ἐθελήσαι ποιεῖν εἰθισμένον. ἐπειδὴ δὲ δικαίως ἀγαπᾷ, συναινεῖ δηλονότι καὶ συγκατανεύει τοῦ σαββάτου τὴν λύσιν, καὶ οὐδὲν ἔχουσαν ἐπιδεικνύει τὸ ἐφ᾽ ᾧπερ ἂν εἰκότως ἀγανακτήσαι Θεὸς ὁ τοῦ νόμου Κύριος. <Καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ.> Ἀναγκαίως καὶ ταῦτα τοῖς προλαβοῦσιν ἐπάγει, καὶ διὰ ποίαν αἰτίαν, ἐρῶ δὴ πάλιν. πατέρες μὲν γὰρ οἱ παρ᾽ ἡμῖν, φυσικαῖς ἔσθ᾽ ὅτε φιλοστοργίαις ἡττώμενοι, καὶ λυπούντων ἀνέχονται τῶν υἱῶν, καὶ τοῖς παρὰ γνώμην ἐπιχειροῦντας ὁρῶντ[ε]ς ἀνεξικακοῦσι πολλάκις. δριμὺς γάρ τις αὐτοῖς ὁ περὶ παῖδας ἐνῴκισται πόθος, πᾶσαν ἀναπείθων τὴν ἐπ᾽ ἐκείνοις μικροψυχίαν πλεονεκτεῖν. ἀλλ᾽ οὐχ οὕτως, φησὶν, ἀγαπᾷ τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατήρ· οὐ δύναται γάρ τι ποιεῖν, ὃ μὴ πέφυκεν ἐργάζεσθαι καὶ αὐτός· ὡς δὲ μίαν ἔχων πρὸς αὐτὸν τὴν οὐσίαν, φυσικοῖς τισιν, ἵν᾽ οὕτως εἴπωμεν, νόμοις πρὸς ἀπαράλλακτον καλεῖται θέλησίν τε καὶ δύναμιν.

οὐδὲν οὖν ἄρα, φησὶ, παρὰ τὸ τῷ τεκόντι δοκοῦν ἢ πρέπον ὁ Υἱὸς ἐργάζεται, οὐδὲ τῆς τοῦ Πατρὸς ἀγάπης καταπερπερεύεται, φιλόκαινός τις ὑπάρχων ἐν τοῖς ἔργοις καὶ ἐξήνιος, ἀλλ᾽ ὧνπερ ὄντα θεάσαιτο ποιητὴν, ὡς ἐν ἐννοίαις δὲ πάλιν, ταῦτα δὴ πάντως ἐπιτελεῖ τῇ ταυτότητι τῆς οὐσίας εἰς τὸ μηδαμοῦ παρεκπίπτειν τὸ Θεῷ πρέπον διακρατούμενος. τροπῆς γὰρ τῆς ἐπί τι καὶ ἀλλοιώσεως ἀμοιρεῖ· μένει δὲ “ὁ αὐτὸς” ἀδιαλείπτως, ὡς ὁ ψαλμῳδός που φησί. δεικνύει δὲ πάλιν ὁ Πατὴρ τῷ Υἱῷ ἃ αὐτὸς ποιεῖ, οὐ καθάπερ ἐν πίνακι διαγεγραμμένα παρατιθεὶς, ἢ ὡς ἀγνοοῦντα διδάσκων· πάντα γὰρ οἶδεν ὡς Θεός· ἀλλ᾽ ὅλον ἑαυτὸν ἐν τῇ τοῦ γεννήματος φύσει ζωγραφῶν, καὶ τὰ ἰδίως αὐτῷ προσπεφυκότα δεικνύων ἐν ἑαυτῷ, ἵνα ἐξ ὧν αὐτὸς ὑπάρχει καὶ φαίνεται, ποταπός τε καὶ τίς κατὰ φύσιν ἐστὶν εἰδείη τὸν γεννήτορα. διὰ γὰρ τοῦτό φησιν ὁ Χριστὸς, ὡς “Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, οὐδὲ ”τὸν Πατέρα τίς ἐπιγινώσκει τίς ἐστιν εἰ μὴ ὁ Υἱός.” κεῖται γὰρ ἐν ἀμφοῖν ἡ ἑκατέρου γνῶσις ἀκριβὴς, οὐ διδακτῶς, ἀλλὰ φυσικῶς· καὶ ὁρᾷ μὲν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἑαυτῷ τὸν Υἱὸν, ὁρᾷ δὲ αὖ πάλιν ὁ Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτό φησιν “Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ”ἐμοί ἐστι.”

τὸ δὲ ὁρᾶν τε καὶ ὁρᾶσθαι, πάλιν ἐν τούτοις νοείσθω θεοπρεπῶς. <Καὶ μείζονα τούτων ἔργα δείξει αὐτῷ, ἵνα ὑμεῖς θαυμάζητε.> Ἐν τοῖς ἀνωτέρω φησὶν ὁ μακάριος Εὐαγγελιστὴς ὡς “Ἐζήτουν οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ἀποκτεῖναι, ὅτι οὐ μόνον ”ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν “Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.” τὴν μὲν οὖν ἐπὶ τῷ σαββάτῳ κατηγορίαν ἀπεσκευάζετο, καὶ αὐτὸν ἐπιδεικνὺς ἐνεργὸν ἐν σαββάτῳ τὸν Πατέρα, καὶ μακρὸν ἐπὶ τούτῳ προσαναλώσας λόγον· ὅτι δέ ἐστιν ἐν ἰσότητι τῇ πρὸς τὸν Πατέρα, καὶ ἄνθρωπος γεγονὼς δι᾽ ἡμᾶς, πειρᾶται διδάσκειν. τοῦτο γὰρ ἦν ἔτι τῷ λόγῳ τὸ λεῖπον· καὶ διὰ τοῦτό φησιν ὅτι Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε. καὶ τί πάλιν ἡμῖν βούλεται διὰ τούτου δηλοῦν;

Τεθεράπευται, φησὶν, ὁ παράλυτος “τριάκοντα καὶ ὀκτὼ ”ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.” καὶ θαυμαστὴ μὲν ὄντως ἡ τοῦ θεραπεύσαντος δύναμις, θεοπρεπής τε λίαν ἡ ἐξουσία· τὸν δὲ οὕτω θαυματουργὸν, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν αἰτιάσαιτο Θεὸν ἑαυτὸν εἶναι λέγοντα, καὶ ἐπείπερ ἐστὶν Υἱὸς, ἴσον κατὰ πάντα τῷ γεγεννηκότι· ἐπειδὴ δὲ φρονοῦντες, φησὶ, κάκιστά τε καὶ ἀλογώτατα, διὰ τὸ ἐπίκηρον τουτὶ σκανδαλίζεσθε σῶμα, ἀναγκαῖον ὑμᾶς ἐκμαθεῖν, ὡς οὐ μέχρι τούτων τὰ τῆς ἐμῆς ἐξουσίας τε καὶ ἰσχύος στήσεται· μειζόνων γὰρ ἔσεσθε παραδόξων, κἂν μὴ βούλησθε, θεωροὶ, τῆς τῶν νεκρῶν ἀναστάσεως δηλαδὴ, καὶ τότε μειζόνως καταπλαγήσεσθε, τὴν τῷ Θεῷ πρέπουσαν ἰσχύν τε καὶ δόξαν ἐν ἐμοὶ κειμένην ὁρῶντες, ὃν δυσφημίας ἐγκλήματι περιβάλλετε νῦν, καὶ διώκειν οὐκ αἰσχύνεσθε, διὰ τὸ μόνον εἰπεῖν, ὅτι “Υἱὸς Θεοῦ εἰμι.” Δεικνύει δὲ ὅπως ὁ Θεὸς καὶ Πατὴρ τὰ ἔργα τῷ Υἱῷ, προλαβόντες ἤδη διὰ πολλῶν εἰρήκαμεν. <Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.> Θέα δὴ πάλιν ἐν τούτοις σαφῆ τῆς ἰσότητος τὴν ἀπόδειξιν. ὁ γὰρ ἴσως ἐνεργὸς περὶ τὴν τῶν νεκρῶν ἀναβίωσιν, πῶς ἂν ἔχοι κατά τι τὸ ἔλαττον; ἢ πῶς ἂν εἴη πρὸς τὸν Πατέρα λοιπὸν ἑτεροφυής τε καὶ ἔκφυλος ὁ τοῖς αὐτοῖς διαλάμπων ἰδιώμασιν;

ἴδιον δὲ τῆς θείας οὐσίας, τὸ δύνασθαι ζωογονεῖν, ὅπερ ἐστὶν ὁμοίως ἐν Πατρὶ καὶ ἐν Υἱῷ. ζωογονεῖ δὲ πάλιν οὐκ ἰδίως μὲν πάλιν τινὰς καὶ καθ᾽ ἑαυτὸν ὁ Πατὴρ, ἰδίως δέ τινας καὶ κεχωρισμένως ὁ Υἱός· ἔχων γὰρ ἐν ἑαυτῷ φυσικῶς τὸν Πατέρα, τὰ πάντα ἐργάζεται, καὶ ἐνεργεῖ τὰ πάντα δι᾽ Υἱοῦ ὁ Πατήρ. ἀλλ᾽ ἐπείπερ ἔχει τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ ἐν τῇ ἰδίᾳ φύσει, καθάπερ οὖν καὶ αὐτὸς, ὡς καὶ ἰδίως ἑκατέρῳ προσὸν ἀπονέμει τὸ δύνασθαι ζωογονεῖν τοὺς νεκρούς.

ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. <Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.> ἝΤΕΡΟΝ εἰσφέρει πρᾶγμα θεοπρεπές τε καὶ ἐξαίσιον, διὰ πολλῶν ἀναπείθων ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθινῶς. τίνι γὰρ ἂν καὶ ἑτέρῳ πρέποι τὸ κρῖναι τὴν οἰκουμένην, εἰ μὴ μόνῳ τῷ ἐπὶ πάντας ὄντι Θεῷ, ὃν δὴ καὶ πρὸς τοῦτο καλοῦσιν αἱ θεῖαι λέγουσαι γραφαὶ, ποτὲ μὲν “Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν·” ποτὲ δὲ αὖ πάλιν “Ὅτι ὁ Θεὸς κριτής ἐστι, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.” δεδόσθαι γεμὴν τὴν κρίσιν ἑαυτῷ φησι παρὰ τοῦ Πατρὸς, οὐχ ὡς ἔξω τῆς ἐπὶ τούτῳ κείμενος ἐξουσίας, ἀλλ᾽ ὡς ἄνθρωπος οἰκονομικῶς, πρεπωδέστερον ἀνακεῖσθαι τῇ θείᾳ φύσει τὰ πάντα διδάσκων, ἧς καὶ αὐτὸς εἴσω βεβηκὼς, ᾗ μέν ἐστι Λόγος καὶ Θεὸς, οἴκοθεν ἔχει τὴν ἐφ᾽ ἅπασιν ἐξουσίαν· ᾗ δὲ γέγονεν ἄνθρωπος, πρὸς ὃν εἴρηταί που “Τί ”γὰρ ἔχεις ὃ οὐκ ἔλαβες,” δεδέχθαι πρεπόντως ὁμολογεῖ.

Πρὸς δὴ ταῦτα πάλιν ἐρεῖ τις τυχὸν τῶν δι᾽ ἐναντίας Ἰδοὺ διαῤῥήδην ὁ Υἱὸς τὴν κρίσιν δεδέχθαι φησὶ παρὰ τοῦ Πατρός. λαμβάνει δὲ ὡς οὐκ ἔχων δηλαδή. πῶς οὖν οὐκ ἂν εἴη μείζων καὶ μεγαλοφυέστερος ὁ διδοὺς μετ᾽ ἐξουσίας, τοῦ δεομένου λαβεῖν;

Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φαμεν; ὁ μὲν λόγος ἡμῖν ὁ προτεταγμένος οὐκ ἀκόμψως, ὡς οἶμαι, διήρτισται, θεωρίαν εἰσφέρων τὴν τῷ καιρῷ μάλιστα πρέπουσαν τῆς ἐνανθρωπήσεως δηλαδὴ, καὶ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς ἁρμοδιωτάτην, ὅτε δοῦλος ἐχρημάτισεν, ὅτε τεταπείνωκεν ἑαυτὸν, ἐν ὁμοιώματι τῷ ἡμετέρῳ γενόμενος· ἐπειδὴ δέ σοι δοκεῖ τῶν μὲν ἁπλουστέρων κατασοβαρεύεσθαι δογμάτων, περιεργοτέραν δὲ μᾶλλον ποιεῖσθαι τὴν ζήτησιν, ἄγε δὴ πάλιν τοῖς σοῖς ἐναντίως ἰόντες προβλήμασι, πρῶτον μὲν ἐκεῖνο λέγωμεν Οὐχὶ πάντως, οὐδὲ ἀναγκαίως, ὦ οὗτος, ὁ δοῦναί τι λεγόμενος, ὡς οὐκ ἔχοντι τῷ δεχομένῳ προσνέμει, ἀλλ᾽ οὐδὲ μείζων ἀεὶ τοῦ λαμβάνοντος ὁ διδούς. ἐπεὶ τί ποιήσεις, ὅταν ἴδῃς ἐν πνεύματι τὸν ἱερὸν λέγοντα ψαλμῳδόν “Δότε δόξαν τῷ Θεῷ;” δόξης ἆρα καθεστάναι τὸν Θεὸν ἐπιδεᾶ λογιούμεθα, ἢ καὶ μείζους τοῦ κτίσαντος διὰ τοῦτο πάντως ἡμεῖς, οἱ ταύτην αὐτῷ προσάγειν ἐπιταττόμενοι; ἀλλ᾽ οὐδ᾽ ἂν αὐτὸς ἀποτολμήσῃς εἰπεῖν, ὁ τὸν ἐπὶ ταῖς δυσφημίαις ὄκνον οὐ παραιτούμενος· πλῆρες γὰρ δόξης τὸ θεῖον, κἂν μὴ δέχηται παρ᾽ ἡμῶν· ὃ δὲ οἴκοθεν ἔχει λαμβάνων ἐν τάξει τιμῆς, οὐκ ἂν ἐλάττων νοοῖτό ποτε, τῶν οἵπερ αὐτῷ τὴν δόξαν ὡς δῶρον προσάγουσιν. ἔστι τοίνυν πολλάκις ὁρᾶν τὸν εἰληφότα τι τοῦ δεδωκότος οὐκ αἰσχίονα, καὶ οὐ διὰ τοῦτο μεγαλοφυέστερος ὁ Πατὴρ τοῦ ἰδίου γεννήματος, ἐπεὶ πᾶσαν αὐτῷ δέδωκε τὴν κρίσιν.

Εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον· τὸ κρίνειν, ἤτοι δικάζειν, ἐνέργειαι μᾶλλόν εἰσι καὶ πράγματα τῶν περὶ τὰς οὐσίας νοουμένων, ἢ αὐτὸ κατ᾽ ἀλήθειαν οὐσίαι· ἐνεργοῦμεν γάρ τι δικάζοντες, ἰδιαζόντως ὑπάρχοντες ὅπερ ἐσμέν. εἰ δὲ τὸ κρίνειν, ἤτοι δικάζειν, οὐσίας εἶναι δώσομεν, πῶς οὐκ ἀνάγκη καὶ οὐχ ἑκόντας ὁμολογεῖν, μηδὲ ὑπάρχειν ὅλως δύνασθαι τῶν ὄντων τινὰς, εἰ μὴ φαίνοιντο κριταὶ, συγκαταλήγειν τε πάντως αὐτοῖς τῷ τέλει τῆς κρίσεως τὴν οὐσίαν; ἀλλ᾽ ἔστι τὸ οὕτως νοεῖν τῶν ἀτοπωτάτων· ἐνέργειά τις τοιγαροῦν τὸ κρίνειν ἐστὶ, καὶ ἕτερον οὐδέν. τί οὖν ἄρα δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ; πλεονέκτημα μὲν ὡς ἐξ ἰδίας φύσεως οὐδὲν, ἔν γε τῷ τὴν κρίσιν ἐπιτρέψαι πᾶσαν αὐτῷ, ἐνέργειαν δὲ μᾶλλον τὴν κατὰ τῶν κρινομένων. πῶς οὖν ἔσται κατὰ τοῦτο μείζων, ἢ μεγαλοφυέστερος, τι προστεθεικὼς, ὅπερ οὐκ ἦν ἐν Υἱῷ τῷ λέγοντι “Πάντα ὅσα ἔχει ”ὁ Πατὴρ ἐμά ἐστι;” Πῶς οὖν ἄρα τὸ δοῦναι νοητέον, ἄκουε λοιπόν. ὥσπερ ἔχων τὸ δύνασθαι δημιουργεῖν ὁ Θεὸς καὶ Πατὴρ, δι᾽ Υἱοῦ τὰ πάντα δημιουργεῖ, ὡς διὰ δυνάμεως καὶ ἰσχύος ἰδίας· οὕτως ἔχων καὶ τὸ δύνασθαι κρίνειν, ἐνεργήσει καὶ αὐτὸ δι᾽ Υἱοῦ, ὡς διὰ δικαιοσύνης ἰδίας.

ὥσπερ ἂν εἰ λέγοιτο καὶ τὸ πῦρ τῇ ἐξ ἑαυτοῦ κατὰ φύσιν ἐνεργείᾳ τὸ καῦσαί τι παραχωρεῖν, ταύτην ἔχοντος τοῦ πράγματος τὴν ὁδόν· οὕτω τό Δέδωκεν εὐσεβῶς ἑρμηνεύοντες, τὴν τοῦ διαβόλου παγίδα διαφευξόμεθα. εἰ δὲ ἐπιμένουσιν ἀναιδῶς προστεθεῖσθαι δόξαν αὐτῷ παρὰ τοῦ Πατρὸς διαβεβαιούμενοι, διὰ τοῦ κριτὴν ἀναφαίνεσθαι τῆς γῆς, διδασκόντων ἡμᾶς, πῶς ἂν ἔτι νοοῖτο τῆς δόξης Κύριος, ὁ καὶ ἐν ἐσχάτοις καιροῖς ταῖς ἐπὶ τούτῳ τιμαῖς στεφανούμενος.

ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. <Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.> ΑΙΤΙΑ καὶ πρόφασις ἤδη τῶν προκατηριθμημένων ὁρᾶται, τὸ χρῆναι τιμᾶσθαι τὸν Υἱὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι τῇ πρὸς τὸν Πατέρα. βραχὺ δὲ ἀναλαβὼν, καὶ εἰς τὴν τῶν κατόπιν ἀνακομιζόμενος μνήμην, περιαθρήσῃ ἀκριβῶς τοῦ λόγου τὴν δύναμιν. οὐκοῦν ἴδιον μὲν ἔφασκε “Πατέρα τὸν ”Θεὸν ὑπάρχειν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ·” εἶτα πάλιν ἰσοσθενῆ καὶ ὁμότεχνον ἀπεδείκνυε λέγων “Ἃ γὰρ ἂν ”ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·” ὅτι δὲ καὶ ζωὴ καὶ ζωοποιὸς κατὰ φύσιν ἐστὶν, ὥσπερ οὖν καὶ ὁ γεννήσας αὐτὸν, διεσάφει προστιθείς “Ὥσπερ γὰρ ὁ Πατὴρ ”ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς “θέλει ζωοποιεῖ.” ἀλλ᾽ ὡς ἔσοιτο καὶ πάντων κριτὴς, συνευδοκοῦντος ἐφ᾽ ἅπασι καὶ συγκατανεύοντος τοῦ Πατρὸς, ἐξηγεῖτο λέγων “Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ ”τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.” τίς οὖν ἡ τούτων αἰτία; τί δὲ ἄρα τὸ πεπεικὸς διὰ τοιούτων ἔρχεσθαι λόγων τὸν Μονογενῆ; Ἵνα πάντες φησὶ τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα.

εἰ γὰρ πάντα ἔστιν ὅσα καὶ ὁ Πατὴρ, ὅσον ἧκεν εἰς ἀξίωμα θεοπρεπὲς, πῶς οὐκ ἂν εἴη πρέπον ἰσοστάθμοις ἐκείνῳ στεφανοῦσθαι τιμαῖς, τὸν ᾧπερ οὐδὲν εἰς ταυτότητα τῆς οὐσίας ἐνδεῖ; τί οὖν ἄρα πάλιν καὶ πρὸς τοῦτό φασιν “οἱ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” ὡς ὁ προφήτης φησὶν Ἡσαΐας; Εἰ διὰ τὸ λέγεσθαι, φησίν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα, νομίζετε χρῆναι τὸν Υἱὸν ἰσομέτροις τῷ Πατρὶ κατασεμνύνειν τιμαῖς, ἀγνοεῖτε τῆς ἀληθείας μακράν που βαδίζοντες. οὐ γὰρ πάντως τό Καθὼς ἰσότητα πραγμάτων εἰσφέρει, καθ᾽ ὧν ἂν φαίνοιτο τεθὲν, ὁμοίωσιν δέ τινα χαρακτηρίζει πολλάκις, οἷον, φησὶν, ὁ Σωτήρ που συμβουλεύει λέγων “Γίνεσθε οἰκτίρμονες, καθὼς ”καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.” ἆρ᾽ οὖν ἐσόμεθα φιλοικτίρμονες οὕτως, ὡς ὁ Πατὴρ, διὰ τό Καθώς; καὶ πάλιν ὁ Χριστὸς λέγει πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ τῶν μαθητῶν “Ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας.” ἀλλ᾽ οὐχ οὕτω δώσομεν ἠγαπῆσθαι τοὺς μαθητὰς, ὡς τὸν Υἱὸν πάλιν, διὰ τό Καθώς. τί οὖν εὑρεσιλογεῖς καὶ ἀποβιάζῃ τὴν λέξιν εἰς δυσφημίαν, οὐδεμίαν τοῖς ἀκροωμένοις ἀνάγκην εἰσφέρουσαν, εἰς τὸ χρῆναι τιμᾶν τὸν Υἱὸν ἐν ἴσῳ μέτρῳ τῷ φύσαντι;

Τί οὖν πρὸς ταῦτα καὶ παρ᾽ ἡμῶν; πικροῖς μὲν ἡμῶν καθυλακτοῦσι λόγοις οἱ θεομάχοι, ἀλλ᾽ “Ἔξω τοὺς κύνας,” ὡς ὁ Παῦλός φησιν, “ἔξω τοὺς κακοὺς ἐργάτας, ἔξω” τῆς ὀρθῆς πίστεως “τὴν κατατομήν.” ἡμεῖς μὲν γάρ ἐσμεν ἀληθείας υἱοὶ, καὶ τέκνα φωτός· διάτοι τοῦτο τὸν Μονογενῆ τῷ Θεῷ καὶ Πατρὶ συνδοξάζομεν, οὐ κατά τινα διαφορὰν, ἀλλ᾽ ἐν ἰσότητι τιμῆς τε καὶ δόξης, ὡς Θεὸν ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς. καὶ περιεργάζεσθαι μὲν τὸ πίστει παραδεκτὸν, ὡς ἐπὶ πλεῖστον οὐκ ἀσφαλές· βασανιστέον δ᾽ οὖν ὅμως καὶ τοῦ Καθὼς τὴν δύναμιν, ἵνα μὴ μέγα φρονῶσιν ἐφ᾽ ἑαυτοῖς οἱ δι᾽ ἐναντίας. οὐκοῦν ἐπὶ μὲν τῶν ἀνομοίων κατὰ τὴν φύσιν ὅτε τάττεται τό Καθὼς, οὐ πάντως ἀπαράλλακτον ἡμῖν εἰσφέρει τὴν ἰσότητα, ὁμοιότητα δὲ μᾶλλον καὶ εἰκονισμὸν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολογήκατε. ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων εἴπερ ὁρῷτο τεθὲν, καὶ ἰσότητα τὴν ἐν πᾶσι καὶ ὁμοιότητα δηλοῖ, καὶ εἴ τι τούτοις ἕτερον ἰσοδυναμοῦν εὑρίσκεται. οἷόν τι φημί· λαμπρὸς μὲν ὁ κατ᾽ οὐρανόν ἐστιν ἥλιος, λαμπρὸς δὲ ὁμοίως καὶ ὁ γῆθεν ἄργυρος. ἀλλ᾽ ἡ μὲν φύσις τῶν εἰρημένων διάφορος.

νοείσθω δέ τις τυχὸν τῶν ἐπὶ γῆς πλουσίων τοῖς κατ᾽ οἶκον οἰκέταις Λαμπέτω λέγων ὁ ἄργυρος, καθὼς καὶ ὁ ἥλιος· ἐν τούτῳ δὴ μάλα δικαίως οὐκ εἰς τὴν ἴσην ἀναβαίνειν λαμπρότητα τῷ ἡλίῳ τὴν ἐκ γῆς ὕλην φαμὲν, ἀλλ᾽ εἰς ὁμοίωσίν τινα καὶ ἐμφέρειαν, καὶ εἰ φέροιτο κατ᾽ αὐτοῦ τό Καθώς· Πέτρου δὲ καὶ Ἰωάννου τυχὸν τῶν ἁγίων μαθητῶν παρενεχθέντων εἰς μέσον, οἳ καὶ τῷ τῆς φύσεως λόγῳ, καὶ τῇ εἰς Θεὸν εὐσεβείᾳ τῆς πρὸς ἀλλήλους ἀκριβοῦς ὁμοιότητος οὐκ ἀπολιμπάνονται, τετάχθω τό Καθὼς, λέγοντός του περὶ αὐτῶν, ὡς ἐν ὑποκειμένῳ Τιμάσθω παρὰ πάντων Ἰωάννης, καθὼς καὶ ὁ Πέτρος· ἆρα τό Καθὼς ἀτονήσει πάλιν εἰς τὸ μὴ δεῖν ἐπ᾽ ἀμφοῖν τὴν ἴσην ἄγεσθαι τιμήν; ἀλλ᾽ οὐκ ἂν οἶμαί τις τὸ τοιοῦτον ἐρεῖ· θεωρήσει γὰρ δὴ τὸ κωλύον οὐδέν.

Κατὰ ταύτην τοῦ νοήματος τὴν ἀναλογίαν, ὅταν ἐφ᾽ Υἱοῦ καὶ Πατρὸς φέρηται τό Καθὼς, διὰ ποίαν αἰτίαν ἀποναρκήσομεν ἰσομέτροις ἄμφω καταστέφειν τιμαῖς; προανασκεψάμενος γὰρ ὡς Θεὸς τὰ ἐσόμενα, καὶ τὴν βάσκανον τῆς σῆς ἀμαθίας περιαθρήσας ἀντιλογίαν, οὐ γυμνὸν εὐθὺς, οὐδὲ τῆς αὐτῷ πρεπούσης ἔρημον ἐπικουρίας, τό Καθὼς εἰσενήνοχεν, ἀλλὰ ταῖς μὲν καθηκούσαις προοχυρώσας πληροφορίαις, προαποδείξας δὲ ὅτι καὶ Θεὸς ὑπάρχοι κατὰ φύσιν· ἴδιον γὰρ ἐποιεῖτο Πατέρα τὸν Θεόν· προκατασκευάσας δὲ πάλιν, ὅτι καὶ Θεὸς Δημιουργὸς καὶ ζωὴ κατ᾽ ἀλήθειάν ἐστι, καὶ ὅλως, ἵν᾽ οὕτως εἴπω, τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπαγλαϊζόμενον ἰδιώμασι προεισενεγκὼν, εὐκαίρως ἐπάγει λοιπόν Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι καὶ τὸν Πατέρα. εἶτα τί τὸ ἀντιστατοῦν ἀναφανεῖται λοιπὸν, τί δὲ τὸ κωλύον ἐστὶ τὸν, ᾧπερ οὐσιωδῶς ἐνυπάρχει τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα, πρὸς τὸ ἴσον τῆς τιμῆς ἀναβαίνειν μέτρον; αὐτὴν γὰρ ἤδη τιμῶντες τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἁλωσόμεθα φύσιν, καλῶς ἐν Υἱῷ διαλάμπουσαν· διὰ γὰρ τοῦτό φησιν ἐφεξῆς Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.

ἀναβήσεται γὰρ οὐκ ἐφ᾽ ἕτερόν τινα μᾶλλον τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα, καὶ τῆς δυσφημίας ἡ δύναμις, ἢ εἰς αὐτὸν ἀληθέστερον τὸν Πατέρα, καθάπερ ἀπὸ πηγῆς τῆς οἰκείας φύσεως ἀνέντα τὸν Υἱὸν, εἰ καὶ συνυπάρχων ἀϊδίως αὐτῷ διὰ πάσης ὁρᾶται τῆς ἁγίας γραφῆς.

Ἀλλὰ ναὶ, φησὶν ὁ δι᾽ ἐναντίας, ἡκέτω τῆς εἰς Υἱὸν ἀτιμίας τὸ ἔγκλημα πρὸς ὅπερ ἂν βούλοιο, μᾶλλον δὲ εἰς αὐτὸν ἀφικνείσθω τὸν Θεὸν καὶ Πατέρα. ἀγανακτήσει γὰρ δὴ καὶ μάλα εἰκότως, ἀλλ᾽ οὐχὶ πάντως, ὡς τῆς αὐτοῦ φύσεως ὑβρισμένης ἐν Υἱῷ, κατὰ τὸν ἀρτίως ἡμῖν φιλοτεχνηθέντα λόγον, ἀλλ᾽ ἐπείπερ ἐστὶν εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ, ὡς πρὸς τὴν θείαν τε καὶ ἄῤῥητον αὐτοῦ φύσιν ἄριστα μεμορφωμένος, χαλεπαίνει μὲν εὐλόγως, ἀνοίσει δὲ πάντως εἰς ἑαυτὸν τὸ ἀδίκημα. καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων, τὸν τοῖς θείοις χαρακτῆρσιν ἐμπαροινήσαντα, μὴ οὐχὶ πάντως τῆς εἰς ἀρχέτυπον ἁμαρτίας ἀποτιννύναι δίκας. ὥσπερ οὖν ἀμέλει, καὶ ὁ ταῖς εἰκόσι τῶν ἐπὶ γῆς βασιλέων ἐμπαροινήσας, ὡς εἰς αὐτὸν ἤδη πεπλημμεληκὼς τὸν κρατοῦντα κολάζεται· ὡρισμένον δέ τι τοιοῦτον παρὰ Θεοῦ καὶ ἐφ᾽ ἡμῶν αὐτῶν εὑρήσομεν “Ὁ γὰρ ἐκχέων,” φησὶν, “αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθή- ”σεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.” ὁρᾷς οὖν, φησὶν, ἤδη διὰ τούτου, καὶ μάλα σαφῶς, ὅτι τῆς εἰκόνος ἀδικουμένης, καὶ οὐχὶ πάντως τῆς θείας αὐτοῦ φύσεως, ἀγανακτεῖν οἴεται δεῖν ὁ Θεὸς καὶ Πατήρ; οὐκοῦν κατὰ τοῦτον νοείσθω τε καὶ ἐσχηματίσθω τὸν τρόπον τὸ εἰρημένον παρὰ Χριστοῦ Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ.

Ἆρ᾽ οὖν ἔξω κείσεται μεθ᾽ ἡμῶν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Μονογενής; πῶς οὖν ἔτι κατὰ φύσιν Θεός ἐστιν, εἴπερ ὅλως ἐξώλισθε τῶν τῆς θεότητος ὅρων, ἐν ἰδίᾳ τινὶ φύσει καὶ ἑτεροίᾳ κείμενος, ἢ ἐν ᾗπέρ ἐστιν ὁ Πατήρ; ἀδικοῦμεν δὲ κατὰ τὸ εἰκὸς, εἰς ἕνα θεότητος ἀναβιβάζοντες λόγον, τῆς ἁγίας Τριάδος τὴν σύνταξιν. ἔδει γὰρ ἔδει λοιπὸν προσκυνεῖν μὲν ἡμᾶς ὡς Θεὸν τὸν Πατέρα, δόξαν δέ τινα πάλιν ἰδίαν ἀπονέμειν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ὡς εἰς διαφόρους κατασχίζοντας φύσεις, καὶ ἴδιον ἑκάστῳ τὸν τοῦ πῶς ἐστι διορίζοντας λόγον· ἀλλ᾽ ἕνα Θεὸν ἡμῖν αἱ θεῖαι πρεσβεύουσι γραφαὶ, τὸν Υἱὸν τῷ Πατρὶ καὶ τὸ Πνεῦμα συντάττουσαι, ὡς διὰ τῆς οὐσιώδους καὶ ἀπαραλλάκτου ταυτότητος, εἰς ἕνα θεότητος ἀναφερομένης λόγον τῆς ἁγίας Τριάδος. οὐκ ἄρα ἐστὶ τῆς τοῦ γεννήσαντος φύσεως ἀλλότριος ὁ Μονογενὴς, ἀλλ᾽ οὐδ᾽ ἂν ὅλως Υἱὸς ὑπάρχων νοοῖτο κατὰ ἀλήθειαν, εἰ μὴ ἐκ τῆς τοῦ τεκόντος ἐξέλαμψεν οὐσίας· τοιοῦτος γὰρ, καὶ οὐχ ἕτερος ἐν πᾶσιν ὁ τῆς ἀληθοῦς υἱότητος ὅρος τε καὶ τρόπος· Υἱοῦ δὲ οὐκ ὄντος, συναναιρεθήσεται πάντως καὶ τὸ εἶναι Πατέρα τὸν Θεόν. πῶς οὖν ἀληθεύσει λέγων ὁ Παῦλος περὶ αὐτοῦ “Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ”ὀνομάζεται;” εἰ γὰρ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ θεοπρεπῶς τὸν Υἱὸν, πῶς ἐν αὐτῷ τῆς πατρότητος ἡ ἀρχὴ διήκουσα κατὰ μίμησιν ἐπί τε τοὺς ὄντας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς;

ἀλλ᾽ ἔστι Πατὴρ κατ᾽ ἀλήθειαν ὁ Θεός· Υἱὸς ἄρα κατὰ φύσιν ὁ Μονογενὴς, εἴσω τε πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων· Θεὸς γὰρ ἐκ Θεοῦ τεχθήσεται, καθάπερ οὖν ὁ ἄνθρωπος ἐξ ἀνθρώπου τυχὸν, καὶ οὐ διαψεύσεται τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τὰ πάντα ὑπερκειμένη φύσις, τὸν αὐτῇ μὴ πρέποντα τεκοῦσα καρπόν.

Ἐπειδὴ δὲ δυσσεβῶς τε καὶ ἀνοήτως φασὶν οὐ τὴν τοῦ Θεοῦ τε καὶ Πατρὸς ἐξυβρίζεσθαι φύσιν ἐν Υἱῷ, μὴ τῆς προσηκούσης ἀπολαύοντι δόξης πρός τινων, ὡς εἰκόνος δὲ μᾶλλον ἰδίας ἠτιμασμένης ἐν αὐτῷ χαλεπαίνειν, εἰκότως γε δὴ ποιοῦντα καὶ καλῶς· ἐρωτητέον αὐτοὺς, κατὰ τίνα τρόπον εἰκόνα βούλονται τοῦ Πατρὸς εἶναί τε καὶ λέγεσθαι τὸν Υἱόν. μᾶλλον δὲ αὐτοὶ τὸν παρ᾽ ἐκείνων φθάσαντες λόγον προδιαστέλλωμεν τῆς εἰκόνος τὰ εἴδη, κατά γε τὸν ἐγχωροῦντα λόγον· οὕτω γὰρ ἂν γένοιτο σαφής τε καὶ λίαν εὐκρινεστέρα τῶν ζητουμένων ἡ εὕρεσις. οὐκοῦν μία μὲν ἤδη καὶ πρώτη τῆς κατὰ φύσιν ταυτότητος ἐν ἀπαραλλάκτοις τοῖς ἰδιώμασιν ἡ εἰκὼν, ὡς ἐξ Ἀδὰμ ὁ Ἄβελ, ἢ Ἰσαὰκ ἐξ Ἁβραάμ. δευτέρα δὲ πάλιν ἡ κατὰ μόνην τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, καὶ τὸ ἀκριβὲς τοῦ εἴδους ἐκτύπωμα, καθάπερ ἡ τοῦ βασιλέως ἐν ξύλῳ γραφὴ, ἢ καὶ καθ᾽ ἕτερόν τινα πεποιημένη τρόπον, ὡς πρὸς αὐτὸν ἄριστά τε καὶ ἐντεχνέστατα. εἰκὼν δὲ ἑτέρα λαμβάνεται πάλιν πρὸς ἤθη καὶ τρόπους καὶ πολιτείαν καὶ θέλημα τὸ ἐπί τισιν ἀγαθοῖς ἢ φαύλοις, ὡς ἐοικέναι λέγεσθαι τυχὸν τὸν μὲν ἀγαθοεργοῦντα τῷ Παύλῳ, τὸν δὲ μὴ τοιοῦτον τῷ Κάϊν. τὸ γὰρ ἐν τοῖς ἴσοις ὁρᾶσθαι φαύλοις τε καὶ ἀγαθοῖς, τὴν ὁμοίωσιν ἑκάστῳ πραγματεύεται καὶ περιτίθησιν εἰκότως.

εἶδος δέ πως εἰκόνος ἐστὶν ἕτερον, καὶ τὸ ἐν ἀξιώματι καὶ τιμῇ καὶ δόξῃ καὶ ὑπεροχῇ, ὥσπερ ἂν εἴ τις τυχὸν τήν τινος ἀρχὴν διαδέχοιτο, καὶ πάντα δρῴη μετ᾽ ἐξουσίας, ἅπερ ἂν ἐκείνῳ προσήκοι τε καὶ πρέποι. εἰκὼν δὲ ἑτέρως, ἢ καθ᾽ ἑτέραν τινὰ ποιότητα πράγματος ἢ ποσότητα, σχῆμά τε καὶ ἀναλογίαν· δεῖ γὰρ ἤδη συλλήβδην εἰπεῖν.

Διδασκέτωσαν τοίνυν οἱ τῆς θείας εἰκόνος ἀκριβέστατοι ζητηταὶ, πότερόν ποτε τὴν οὐσιώδη καὶ φυσικὴν ἀπονέμειν ὁμοίωσιν οἴονται δεῖν τῷ Μονογενεῖ, καὶ οὕτως εἰκόνα φασὶν ὑπάρχειν τοῦ Πατρὸς τὸν Μονογενῆ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, ὡσπερανεὶ καὶ τὸν Ἄβελ ἐξ Ἀδὰμ, ὅλην ἀποσώζοντα τοῦ τεκόντος τὴν φύσιν ἐν ἑαυτῷ, καὶ ὁλόκληρον τῆς ἀνθρωπότητος φοροῦντα τὸν λόγον; ἢ δυσχερανοῦσι μὲν ἐπὶ τούτῳ λίαν, ὡς Θεὸν ὄντως ἐκ Θεοῦ κατὰ φύσιν ὁμολογεῖν ἀναγκαζόμενοι τὸν Υἱὸν, ἐπὶ δὲ τὸ μάχεσθαι τῇ ἀληθείᾳ συνήθως ἐκνεύοντες, ἐπὶ τὸν δεύτερον τῆς εἰκόνος ἀναβαδιοῦνται τρόπον, ὃς ἐν μόνῃ νοεῖται μορφῇ καὶ χαρακτῆρι καὶ σχήματι. ἀλλ᾽ οἶμαι μὲν τοῦτο λέγειν ἀποναρκήσειν αὐτούς. οὐ γὰρ πεποσῶσθαι τὸ θεῖον, ἢ καὶ σχήματι περιγραπτὸν, καὶ χαρακτῆρι μετρούμενον, ἢ καὶ ὅλως τὰ σωμάτων ὑπομένειν τὸ ἀσώματον, ὑπολήψεταί τις, οὐδ᾽ εἰ σφόδρα φαίνοιτο ληρῶν. ἆρ᾽ οὖν ὡς πρὸς ἤθη καὶ τρόπους καὶ θέλημα μεμορφῶσθαι λέγουσιν αὐτὸν, καὶ ταύτην αὐτῷ περιτιθέντες οὐκ αἰσχύνονται τὴν εἰκόνα; πῶς γὰρ ἔτι κατὰ φύσιν νοεῖται Θεὸς ὁ ἐν μόνῳ τῷ θέλειν τὴν πρὸς αὐτὸν ἔχων ὁμοίωσιν, ἕτερον δέ τι καθ᾽ ἑαυτὸν ἰδίως ὑπάρχων; ὑφεστάναι γὰρ πάντως ὁμολογήσουσιν αὐτόν. εἶτα τί τὸ πλέον ἐν αὐτῷ παρὰ τὴν κτίσιν φανεῖται λοιπόν;

ἢ γὰρ οὐχὶ καὶ ἀγγέλους πιστεύσομεν πρὸς τὸ θεῖον αὐτοὺς ἐπείγεσθαι διαπράττειν θέλημα, ἕτερόν τι παρὰ τὸν Θεὸν κατὰ φύσιν ὑπάρχοντας; τί δὲ ὅταν καὶ ἐφ᾽ ἡμῶν νοῆται τὸ εἰρημένον; ἆρα γὰρ τοῖς ὑπὲρ φύσιν παραλόγως ἐπιπηδᾶν, καὶ τῶν ἀδυνάτων ἐφίεσθαι διδάσκει λέγων αὐτὸς ὁ Μονογενής “Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ”οὐράνιος οἰκτίρμων ἐστί;” τοῦτο γὰρ ἦν ἀνενδοιάστως εἰπεῖν, χρῆναι δὴ πάντως ἡμᾶς τὴν ἐν ταυτότητι θελημάτων ἀναλαμβάνειν εἰκόνα τοῦ Πατρός. μιμητὴς δὲ καὶ ὁ Παῦλος ἐγίνετο τοῦ Χριστοῦ, τῆς, ὡς ἐκεῖνοι ληροῦντές φασιν, ἐν θελήμασι μόνοις εἰκόνος τοῦ Πατρός. ἀλλὰ καὶ τούτων μὲν ἀπαναστήσονται κατὰ τὸ εἰκὸς τῶν ἀθλίων νοημάτων, ὥσπερ δέ τι μεῖζον ἐπινοοῦντες καὶ ἄμεινον, ἐκεῖνο δὴ πάντως ἐροῦσιν Εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, ὅσον ἐν ταυτότητι θελημάτων, ὅσον ἐπὶ ἀξίωμα καὶ δόξαν καὶ δύναμιν τὴν θεοπρεπῆ, ὅσον εἰς ἐνέργειαν τὴν ἐπὶ τῷ κτίζειν καὶ θαυματουργεῖν, ὅσον εἰς τὸ βασιλεύειν καὶ πάντων κρατεῖν, ὅσον εἰς τὸ κρίνειν καὶ προσκυνεῖσθαι πρός τε ἀγγέλων καὶ ἀνθρώπων καὶ πάσης ἁπαξαπλῶς τῆς κτίσεως. διὰ τούτων ἁπάντων ἡμῖν ἐν ἑαυτῷ δεικνύων τὸν Πατέρα, οὐκ ἐκ τῆς ὑποστάσεώς φησιν, ἀλλὰ “χαρακτήρ ἐστι τῆς ”ὑποστάσεως αὐτοῦ.”

οὐκοῦν, ὅπερ ἔφημεν ἀρτίως, οὐδέν ἐστι τῶν εἰρημένων κατὰ φύσιν ὁ Υἱὸς, ἔξω δὲ πάντων ἀθρόως κείσεται, κατά γε τὸν παρ᾽ ὑμῶν ἀνοητότατον λόγον, οὔτε δὲ Θεὸς ἀληθινὸς, οὔτε Υἱὸς, οὐ βασιλεὺς, οὐ Κύριος, οὐ δημιουργὸς, οὐ δυνατὸς, οὔτε μὴν ἐν θελήμασιν ἀγαθὸς κατὰ φύσιν ἰδίοις ἐστίν· ἐν δὲ γυμνοῖς καὶ μόνοις τοῖς θεοπρεπέσιν ὁρᾶται καυχήμασι. καὶ ὅπερ ἐστὶ ταῖς ἐν πίναξι γραφαῖς ἡ τῶν χρωμάτων ἐπιβολὴ, μόναις αὐταῖς ταῖς τῶν ὁρωμένων ποικιλίαις ἐξωραΐζουσα, φοροῦσα δὲ ἀληθὲς οὐδέν· τοῦτο καὶ ἐν Υἱῷ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιωμάτων τὸ κάλλος, ἐν μὲν ψιλοῖς καὶ μόνοις ὀνόμασι περιανθίζεται, ἔξωθεν δὲ ὥσπερ χρωμάτων τινῶν ἐπαλείφεται δίκην· σκιαγραφεῖται δὲ μᾶλλον ἡ θεία φύσις ἐν αὐτῷ, καὶ ὡς ἐν ψιλῷ φαίνεται τύπῳ.

Εἶτα πῶς οὐκ ἄντικρυς ἁπάσαις φανήσεσθε ταῖς ἁγίαις πολεμοῦντες γραφαῖς, ἵνα δὴ καὶ δικαίως ἀκούσητε “Σκλη- ”ροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς “ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ”ὑμῶν καὶ ὑμεῖς.” πότε γὰρ οὐ Θεὸν ἀληθινὸν ὀνομάζουσι τὸν Υἱὸν, ἢ πότε τῆς τοῦ τεκόντος οὐσίας ἔξω φέρουσιν αὐτόν; τίς δὲ ὁ τολμήσας εἰπεῖν ὡς οὔτε φύσει δημιουργὸς οὔτε βασιλεὺς οὔτε παντοκράτωρ ἢ προσκυνητός ἐστιν; ὁ μὲν γὰρ θεσπέσιος μελῳδὸς, ὡς πρὸς αὐτόν που φησὶ τὸν Μονογενῆ “Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.” Θωμᾶς δὲ πάλιν ὁμοίως ὁ νουνεχέστατος μαθητὴς, καὶ Θεὸν ὁμοῦ καὶ Κύριον ἀποκαλεῖ. παντοκράτωρ δὲ καὶ δημιουργὸς, διὰ πάσης ἁγίου καλεῖται φωνῆς, καὶ ὡς οὐκ ἐπακτὸν ἔχων καθ᾽ ὑμᾶς τὸ ἀξίωμα, ἀλλ᾽ ὡς τοῦτο κατὰ φύσιν ὑπάρχων, ὅπερ εἶναι λέγεται, διά τε τοῦτο προσκυνεῖται παρά τε τῶν ἁγίων ἀγγέλων καὶ πρὸς ἡμῶν, καίτοι μηδενὶ προσκυνεῖν ἑτέρῳ τῆς θείας λεγούσης χρῆναι γραφῆς, πλὴν μόνῳ Κυρίῳ τῷ Θεῷ.

Εἰ μὲν οὖν ἐπίκτητον αὐτῷ καὶ δοτὸν ἐνυπάρχειν τὸ θεοπρεπὲς ἀξίωμα πεπιστεύκασιν, εἶτα τῷ τοιούτῳ προσκυνεῖν οἴονται δεῖν, ἴστωσαν παρὰ τὸν κτίστην τῇ κτίσει λατρεύοντες, πρόσφατόν τε καὶ νέον ἑαυτοῖς ζωγραφοῦντες θεὸν, ἤπερ ὄντως τὸν κατὰ φύσιν ἐπιγινώσκοντες. εἰ δὲ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἔξω κεῖσθαι λέγοντες τὸν Υἱὸν, καὶ Υἱὸν αὐτὸν καὶ Θεὸν ὁμολογοῦσιν ὑπάρχειν ἀληθινὸν καὶ βασιλέα καὶ κύριον καὶ δημιουργὸν καὶ οὐσιωδῶς ἐν ἑαυτῷ τὰ τοῦ Πατρὸς ἔχειν ἴδια καὶ ἐξαίρετα· βλεπέτωσαν ὅποι ποτὲ πάλιν αὐτοῖς τὸ τῶν τῇδε δοκούντων ἀποκινδυνεύσει τέλος. οὐδὲν γὰρ ὅλως ἐν τῇ θείᾳ φύσει τὸ ἀξιόπιστον εὑρεθήσεται, δυναμένης ἤδη καὶ τῆς τῶν γενητῶν φύσεως ὑπάρχειν τοῦτο κατ᾽ ἀλήθειαν, ὅπερ ἂν νοοῖτο καὶ αὐτή. ἀποδέδεικται γὰρ κατά γε τὸν παρὰ τοῖς δι᾽ ἐναντίας ἀδρανέστατον λόγον, τῆς μὲν θείας φύσεως οὐχ ὑπάρχων ὁ Μονογενὴς, ἔχων δ᾽ οὖν ὅμως ἀληθινῶς ἐν ἑαυτῷ τὰ ἐκείνης ἐξαίρετα. εἶτα τίς οὐκ ἀποφρίξει, καὶ μόνον ἀκούων τὴν τῶν δογμάτων δυσσέβειαν; πάντα γὰρ ἄνω τε καὶ κάτω στρέφεται λοιπὸν, τῆς μὲν τὰ πάντα ὑπερκειμένης φύσεως καταβαινούσης ἐπὶ τὸ συντάττεσθαι τοῖς γενητοῖς, αὐτῆς δὲ τῆς κτίσεως εἰς τὸ ὑπερέκεινα καὶ οὐχ ὡρισμένον αὐτῇ παραλόγως ἀναπηδώσης μέτρον.

Οὐκοῦν, ὡς ὁλκάδος ἐν πελάγει βαπτιζομένης, τῆς τῶν τοιούτων δογμάτων ἀτοπίας ἀπονηχόμενοι, σπεύδωμεν ὡς ἐπ᾽ ἀσφαλῆ καὶ ἀκύμονα λιμένα τὴν ἀλήθειαν, καὶ εἰκόνα τοῦ Θεοῦ τε καὶ Πατρὸς ὁμολογῶμεν τὸν Υἱὸν, οὐκ ἐπικήροις ὥσπερ τισὶ περιπεπλασμένον ἀξιώμασιν, οὐδὲ μόνοις τοῖς θεοπρεπέσι κατηγλαϊσμένον ὀνόμασιν, ἀλλ᾽ οὐσιωδῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν ἀπηκριβώμενον, καὶ ἀπαραλλάκτως ὑπάρχοντα κατὰ φύσιν, ὅπερ ἂν νοοῖτο καὶ ὁ γεννήσας αὐτὸν, τουτέστι Θεὸν ἀληθινὸν ἐκ Θεοῦ κατὰ ἀλήθειαν, παντοκράτορα, δημιουργὸν, δεδοξασμένον, ἀγαθὸν, προσκυνητὸν, καὶ εἴ τι τοῖς εἰρημένοις ὡς Θεῷ πρέπον παρέζευκται.

τότε γὰρ δὴ κατὰ πάντα προσεοικότα δεικνύοντες τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀληθεύοντα παραστήσομεν, ὡς εἰ μή τις βούλοιτο τιμᾶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ τὸν ἀποστείλαντα αὐτόν· περὶ τούτου γὰρ ἡμῖν ἡ ζήτησις, καὶ ἡ τῶν ἀρτίως ἐξητασμένων κεκίνηται βάσανος. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.> Ἀποδείξας ἤδη διὰ τῶν προλαβόντων ἀρκούντως, ὡς οὐκ εἰς μόνον ἁμαρτάνουσι τὸν Υἱὸν οἱ τάλανες Ἰουδαῖοι, τολμῶντες ἐπιτιμᾶν οἷσπερ ἂν λέγῃ διδάσκων, ἢ καὶ ἐργάζηται παρ᾽ αὐτοῖς, ἀλλὰ καὶ εἰς αὐτὸν ἀμαθαίνοντες πλημμελοῦσι τὸν Πατέρα, καὶ ὅσον ἧκεν εἰς τὴν τῶν εἰρημένων ἐνέργειαν, περιστείλας τῷ φόβῳ τὸ θράσος, καὶ ζῆν ἀναπείσας ἐπιεικέστερον τῇ τῶν ἐσομένων ἐλπίδι, λοιπὸν σαγηνεύει πρὸς εὐπείθειαν. οὐκ ἀτέχνως δὲ πάλιν τὸν ἐπὶ τούτοις ἐποιήσατο λόγον. ἐπειδὴ γὰρ οἶδεν ἔτι νοσοῦντας τοὺς Ἰουδαίους, σκανδαλιζομένους τε ἔτι περὶ αὐτοῦ, πάλιν ἀναφέρει τὴν πίστιν εἰς τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἑαυτὸν ἔξω τιθεὶς, ἀλλ᾽ ὡς διὰ τὴν ταυτότητα τῆς οὐσίας καὶ ἐν Πατρὶ τιμώμενος.

τοὺς δέ γε πιστεύοντας, οὐ μετόχους ἔσεσθαι μόνον τῆς αἰωνίου ζωῆς, ἀλλὰ καὶ τὸν ἐκ τῆς κρίσεως διαφεύξεσθαι κίνδυνον, δικαιουμένους δηλονότι διισχυρίζεται, κεκερασμένον ἐλπίδι προτείνων τὸν φόβον. οὕτω γὰρ ἦν ἐνεργέστερόν πως καὶ δεικτικώτερον τοῖς ἀκροωμένοις ἀπεργάσασθαι τὸν λόγον. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν.> Ἐκ θανάτου πρὸς ζωὴν μεταβήσεσθαι τοὺς πιστεύοντας εἰπὼν, ἑαυτὸν εἰσφέρει τῆς ἐπαγγελίας ἐργάτην καὶ ὅλου τοῦ πράγματος ἀποτελεστὴν, ὁμοῦ μὲν ἐκεῖνο τοῖς Ἰουδαίοις ὑπαινιττόμενος, ὅτι θαυμαστὴ μὲν ὄντως ἐστὶν ἡ ἐπὶ τῷ παραλελυμένῳ δύναμις, ἀξιολογωτέρων δ᾽ οὖν ὅμως ἀναδειχθήσεται δημιουργὸς ὁ Υἱὸς, οὐκ ἀῤῥώστημα μόνον, οὐδὲ τὰς ἐκ νόσου μαλακίας τῶν ἀνθρωπίνων ἐξελαύνων σωμάτων, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν θάνατον καὶ τὴν ἐπισκήψασαν ἀνατρέπων φθοράν· τοῦτο γὰρ ἦν τὸ καὶ μικρῷ πρότερον εἰρημένον “Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν ”αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ “ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.” τὸ γὰρ ἐν τῷ θαυμάζεσθαι μεῖζον, ἐν τῇ τῶν νεκρῶν ἀναστάσει φαίνεται.

ὁμοῦ δὲ πάλιν ἐκεῖνο κατασκευάζων, ὅπερ ἦν εἰκὸς οὐκ ἐν ὀλίγῳ μέτρῳ καταπτοήσειν τοὺς ἀκροωμένους· ὅτι γὰρ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ πρὸς κρίσιν ἄξει τὸ ποίημα, διαγορεύει σαφῶς, ἵνα τῷ προσδοκᾶν αὐτῷ παραστήσεσθαί ποτε, καὶ τὸν ἐφ᾽ ἑκάστοις ἀποδώσειν λόγον, ὀκνηρότεροι μέν πως εἰς τὴν ἐπὶ τὸ διώκειν αὐτὸν εὑρίσκοιντο τόλμαν, δέχοιντο δὲ προθυμότερον ἤδη τὸν τῆς διδασκαλίας τε καὶ ὑφηγήσεως λόγον.

Εἰς ταῦτα μὲν οὖν ὁ τοῦ κεφαλαίου σκοπὸς ὁρᾶται καὶ συντείνεται· τὸ δὲ πρὸς λέξιν ἡμᾶς ἀναγκαῖον ἀπολευκάναι λοιπόν. ὁ μὲν οὖν κοινὸς, ὡς ἔοικεν, ἔχει λόγος, ὡς ἥξει ποτὲ καιρὸς καθ᾽ ὃν ἀκούσονται τῆς τοῦ διανιστῶντος φωνῆς οἱ νεκροί· παρεῖναι δὲ καὶ νῦν οὐδὲν ἧττον ὑπολαμβάνουσιν αὐτὸν, ἢ ὡς Λαζάρου τυχὸν τῆς τοῦ Σωτῆρος ἀκουσομένου φωνῆς, ἢ καὶ νεκροὺς εἶναι λέγοντες τοὺς οὔπω διὰ τῆς πίστεως εἰς αἰώνιον ἀνακεκλημένους ζωὴν, οἳ δὴ καὶ πάντως εἰς αὐτὴν ἔμελλον ἀναβήσεσθαι, τὴν τοῦ Σωτῆρος διδασκαλίαν παραδεξάμενοι. καὶ σώζει μὲν ὄντως τῆς θεωρίας ὁ τρόπος τὸ ἐν πιθανότητι σχῆμα, τὸ δὲ ἀκριβὲς οὐ πάνυ· διὸ δὴ πάλιν τὴν τῶν λεγομένων ἀναμασώμενοι δύναμιν, τὸν πρεπωδέστερόν πως αὐτοῖς ἐφαρμόσομεν νοῦν, διαστελοῦμεν δὲ οὕτω τὸ ἀνάγνωσμα.

Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὥρα δηλονότι πάλιν ὅτε καὶ οἱ ἀκούσαντες ζήσουσι. διὰ μὲν οὖν τῶν ἐν ἀρχῇ, τὸν τῆς ἀναστάσεως ἡμῶν σημαίνει καιρὸν, καθ᾽ ὃν εἰς ἀπολογίαν τῆς ἐν κόσμῳ ζωῆς ἀναστήσεσθαι τοὺς κεκοιμημένους διὰ τῆς τοῦ δικάζοντος ἐκδιδάσκει φωνῆς, ἵνα καθάπερ ἤδη προεῖπον, ὥσπερ τινὰ χαλινὸν τὸν ἐντεῦθεν αὐτοῖς ἐπινοήσας φόβον, καλῶς δὴ σφόδρα καὶ ἐπιστημόνως ἀναπείσῃ βιοῦν· διὰ δὲ τῶν ἐν ὑστέροις τὸν τοῦ χρῆναι πιστεύειν αὐτῷ ἐπιδεικνύει παρόντα καιρὸν, ἀλλὰ καὶ τῆς εὐπειθείας μισθὸν τὴν αἰώνιον ἔσεσθαί φησι ζωὴν, μονονουχὶ τοιοῦτόν τι δηλῶν Ἥξετε πάντες εἰς κρίσιν, ὦ οὗτοι, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀλλ᾽ εἰ πικρὸν ὑμῖν εἶναι τὸ κολάζεσθαι δοκεῖ, καὶ ἀπεράντους λελυπημένῳ τῷ κρίνοντι τὰς δίκας ὑπέχειν, μὴ παρατρέχειν ἐᾶτε τὸν τῆς εὐπειθείας καιρὸν, ἀλλ᾽ ἔτι παρόντος ἐπιδραττόμενοι, πρὸς τὴν αἰώνιον ἀναβαίνειν ἐπείγεσθε ζωήν. <Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.> Ὅρα δή μοι πάλιν καὶ τὴν ἐν τούτοις οἰκονομίαν, ἵνα τοῦ λόγου θαυμάσῃς τὸ σχῆμα, καὶ μὴ τοῖς ἐξ ἀμαθίας περιπίπτων σκανδάλοις, αὐτὸς ἐπὶ σεαυτῷ καλέσῃς τὴν ἀπώλειαν.

ἄνθρωπος ὑπάρχων, ὅσον εἰς τὴν φύσιν τοῦ σώματος, ὁ Μονογενὴς, καὶ ὡς εἷς ἐξ ἡμῶν ἐπὶ τῆς γῆς ἔτι μετὰ σαρκὸς ὁρώμενος, καὶ τοῖς Ἰουδαίοις πολυτρόπως τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, δύο πραγμάτων θεοπρεπῶν ἑαυτῷ περιτέθεικε τὴν λαμπρότητα. ὅτι δὲ καὶ ἀναστήσει τοὺς νεκροὺς, καὶ κριθησομένους παραστήσει τῷ οἰκείῳ βήματι, διεβεβαιοῦτο σαφῶς· ἀλλ᾽ ἦν καὶ σφόδρα εἰκὸς δυσχεραίνειν ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, ἐγκαλοῦντας ἤδη καὶ διώκειν εὐλόγως αὐτὸν ὑποπτεύοντας, ὅτι “πατέρα ἴδιον ἔλεγε τὸν ”Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.” ἀνακεράσας τοίνυν ἐξουσίᾳ καὶ λαμπρότητι τῇ θεοπρεπεῖ τὸν ἁρμόζοντα τῇ ἀνθρωπότητι λόγον, ὑποκλέπτει τὸ βαρὺ τῆς ὀργῆς, ἐπιεικέστερόν πως καὶ ὑφειμένως, ἢ ᾗπερ ἐχρῆν, λέγων Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. μὴ θαυμάζετε τούτῳ, φησὶν, εἰ καθ᾽ ὑμᾶς νῦν ὑπάρχων, καὶ ὁρώμενος ἄνθρωπος, ἀναστήσειν ὑπισχνοῦμαι τοὺς νεκροὺς, καὶ εἰς κρίσιν ἄγειν ἀπειλῶ· δέδωκέ μοι τὸ δύνασθαι ζωογονεῖν ὁ Πατὴρ, δέδωκέ μοι τὸ κρίνειν ἐπ᾽ ἐξουσίας. ἐπειδὴ δὲ διὰ τούτων τὴν εὐόλισθον τῶν Ἰουδαίων τεθεράπευκεν ἀκοὴν, φροντίδα ποιεῖται γοργὴν καὶ τῆς τῶν ἐφεξῆς ὠφελείας, καὶ τὴν αἰτίαν εὐθὺς τοῦ δεδέχθαι λέγειν ἑαυτὸν ἐξηγούμενος, τὴν οὐδὲν ἔχουσαν ἐξ ἑαυτῆς ἀνθρωπότητα προΐσχεται λέγων Ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.

Ὅτι γὰρ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, καὶ οὐ ζωῆς τῆς παρ᾽ ἑτέρου μέτοχος, ζωογονεῖ τε οὕτως ὥσπερ καὶ ὁ Πατὴρ, περιττὸν οἶμαι λέγειν πρὸς τὸ παρὸν, ἐπείπερ ἡμῖν οὐ βραχὺς ἐν τούτῳ δεδαπάνηται λόγος ἐν ἀρχῇ τοῦ βιβλίου, προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. <Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ καὶ ἐξελεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.> Σημαίνει μὲν διὰ τούτων τῆς ἁπάντων ἀναστάσεως τὸν καιρὸν, ὅτε, καθάπερ ἡμῖν ὁ θεσπέσιος ἐπέστειλε Παῦλος “Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν ”σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ” κρῖναι “τὴν ”οἰκουμένην ἐν δικαιοσύνῃ,” καὶ ἀποδώσειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· χειραγωγεῖ δ᾽ οὖν ὅμως διὰ τῆς τῶν αὐτῶν ἐπαναλήψεως τὴν ἀμαθεστάτην τῶν Ἰουδαίων διάνοιαν εἰς τὸ δύνασθαι συνιέναι σαφῶς, ὅτι καὶ μειζόνων ἔσται τερατουργὸς, ἢ ἐν οἷς ὁ παράλυτος ἦν, καὶ τῆς οἰκουμένης ἀναδειχθήσεται κριτής· ἀντιπαρατιθεὶς δὲ χρησίμως τῇ τῶν νεκρῶν ἀναστάσει τὴν ἐφ᾽ ἑνὶ τῶν νοσούντων θεραπείαν, μείζονά τε καὶ ἀξιολογωτέραν ἐπιδεικνύει τὴν θανάτου λυτικὴν ἐνέργειαν, καὶ φθορᾶς τῆς ἁπάντων ἀναιρετικὴν, εἰκότως τε καὶ ἀναγκαίως ὡς ἐπ᾽ ἐλάττονι τῷ παραδόξῳ φησί Μὴ θαυμάζετε τοῦτο.

καὶ οὐ δήπου πάντως νομιοῦμεν αὐτὸν τῆς τῶν οἰκείων ἔργων λαμπρότητος διὰ τούτων κατηγορεῖν, ἢ καὶ τοῖς ἀκροωμένοις ἐπιτάττειν, μὴ χρῆναι θαύματος ἀξιοῦν τὰ ἐφ᾽ οἷς ἂν εἰκότως θαυμάζοιεν, ἀλλ᾽ εἰδέναι τε καὶ πιστεύειν βούλεται τοὺς ἐπ᾽ ἐκείνῳ καταπεπληγμένους, ὅτι μικρὸν αὐτῷ τὸ μέχρι τούτου θαυμάζεσθαι. ἐγείρει γὰρ λόγῳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ, οὐχ ὅπως ἐκ μικρῶν ἀῤῥωστημάτων τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτοὺς ἤδη τοὺς τῷ θανάτῳ βεβαπτισμένους, καὶ ἀκράτῳ νενικημένους φθορᾷ· καὶ διὰ τοῦτό φησι, τὸ μεῖζον εἰσφέρων Ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι τῆς φωνῆς αὐτοῦ. ὁ γὰρ λόγῳ τὰ οὐκ ὄντα ποτὲ πρὸς τὸ εἶναι παρενεγκὼν, πῶς οὐκ ἂν ἰσχύσαι τὸ ἤδη πεποιημένον παλινδρομεῖν ἀναπεῖσαι πρὸς γένεσιν; εἶεν γὰρ ἂν οὕτω τῆς αὐτῆς ἐνεργείας ἑκάτερα, καὶ μιᾶς ἐξουσίας τὸ ἐπ᾽ ἀμφοῖν ἀξιάγαστον ἀποτέλεσμα.

ἐπιλέγει δὲ χρησίμως, ὅτι προελεύσονται τῶν μνημάτων οἱ μὲν ἐπ᾽ αἰσχροῖς ἁλόντες καὶ πονηρίᾳ συμβιοτεύσαντες, τὴν ἀτελεύτητον ὑφέξοντες δίκην, οἱ δὲ διαπρεπεῖς ἐν ἀρεταῖς τῆς ἐπιεικείας μισθὸν ἀντικομιούμενοι τὴν αἰώνιον ζωήν· ὁμοῦ μὲν, καθάπερ ἤδη προείπομεν, ἑαυτὸν διανομέα τῶν ἑκάστῳ διαπρεπόντων καὶ διὰ τούτων εἰσφέρων, ὁμοῦ δὲ ἀναπείθων, ἢ τῷ φόβῳ τοῦ παθεῖν τὰ δεινὰ, παραιτεῖσθαι τὸ φαῦλον καὶ συνελαύνεσθαί πως εἰς τὸ βιοῦν ἐθέλειν ἤδη σωφρονέστερον, ἢ ἐφέσει νυττομένους τρόπον τινὰ τῇ περὶ τὴν αἰώνιον ζωὴν, συντονωτέραν ποιεῖσθαι σπουδάζειν τὴν ἐπ᾽ ἀγαθοῖς προθυμίαν.

ΚΕΦΑΛΗ Θ. Ὅτι κατ᾽ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ᾽ ἰσοσθενὴς κατ᾽ ἐνέργειαν τὴν ἐφ᾽ ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. <Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.> ἘΠΙΣΤΗΣΟΝ πάλιν τοῖς λεγομένοις ἀκριβέστερον, καὶ δέχου τοῦ θεωρήματος ὡς ἐν περινοίᾳ τὴν δύναμιν. οὐκ εἰδότες Ἰουδαῖοι τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον, ἀλλ᾽ οὐδὲ τὸν ἐνοικοῦντα τῷ ἐκ παρθένου ναῷ Θεὸν Λόγον ἐπιγινώσκοντες, ζήλῳ πολλάκις πεπλανημένῳ, καὶ “οὐ τῷ κατ᾽ ἐπίγνωσιν,” ὡς ὁ Παῦλός φησιν, εἰς ἀγριότητα τρόπων καὶ ἀνημέρους ὀργὰς ἐξεκαίοντο· καὶ δὴ καὶ καταλεύειν ἐπεχείρουν αὐτὸν, ὅτιπερ “ἄνθρωπος ὢν, ἑαυτὸν ”ἐποίει Θεὸν,” καὶ πάλιν, ὅτι “Πατέρα ἴδιον ἔλεγε τὸν ”Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.”

ἐπειδὴ δὲ ἦσαν οὕτω δυσμαθεῖς, καὶ θεοπρεπῶν μὲν ὅλως οὐκ ἀνεχόμενοι λόγων, μικρὰ δὲ περὶ αὐτοῦ καὶ φρονοῦντες καὶ λέγοντες, οἰκονομικῶς ὁ Σωτὴρ συννηπιάζει μὲν αὐτοῖς, κεκραμένην δ᾽ οὖν ὅμως ἐποιεῖτο τὴν ἐξήγησιν, οὔτε τοὺς Θεῷ πρέποντας λόγους ὁλοτελῶς παραιτούμενος, οὔτε μὴν εἰς ὁλόκληρον τῶν ἀνθρωπίνων ῥημάτων ἀποφοιτῶν· εἰπὼν δέ τι τῆς θεϊκῆς ἐξουσίας ἄξιον, παραχρῆμα κολάζει τὸν ἀπαίδευτον τῶν ἀκροωμένων θυμὸν, ἐπαγαγών τι καὶ ἀνθρώπινον, καὶ πάλιν ἀνθρώπινόν τι διὰ τὴν οἰκονομίαν εἰπὼν, οὐκ ἐν μικροῖς ὁρᾶσθαι μόνοις τὰ καθ᾽ ἑαυτὸν ἐπιτρέπει, Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων διὰ τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος, ἢ καὶ λόγων πολλάκις. τοιαύτην τινὰ καὶ νῦν ἐν τοῖς ἀρτίως ἡμῖν προκειμένοις εὑρήσεις τὴν τέχνην· τί γὰρ ἔφη φθάσας; “Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ”οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ,” εἶτα πάλιν “Ὅτι ”ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσωσι “τῆς φωνῆς αὐτοῦ·” καὶ πρὸς τούτοις, ὅτι καὶ ἐξελεύσονται κριθησόμενοι, καὶ ἀναλόγως ὧνπερ ἂν εἶεν ἐργάται τὴν ἀντιμισθίαν ἀποληψόμενοι. ὁ δὲ δύνασθαι λέγων οὕσπερ ἂν ἐθέλει ζωογονεῖν, καὶ οὕτως, ὡς ὁ Πατήρ· πῶς ἂν οὐχὶ τὴν Θεῷ πρέπουσαν δύναμιν ἑαυτῷ νοοῖτο περιτιθείς; ἔσται δὲ ὅτι καὶ πάντων κριτὴς ὁ διαῤῥήδην εἰπὼν, πῶς οὐκ ἂν ἐκταράξαι δικαίως τοὺς ἄνθρωπον ἔτι γυμνὸν οἰομένους ὑπάρχειν αὐτόν;

ἦν γὰρ δὴ κατὰ τὸ εἰκὸς, Ἑβραίους ὄντας αὐτοὺς, καὶ τοῖς ἱεροῖς παιδαγωγουμένους γράμμασιν, οὐκ ἀγνοῆσαι παντελῶς ὅτι Θεὸς ἔσται τῆς οἰκουμένης κριτὴς, ἐπεὶ καὶ παρ᾽ αὐτοῖς πολλάκις ἐψάλλετο “Ἀνάστα ὁ Θεὸς, ”κρῖνον τὴν γῆν.” καὶ πάλιν “Ὅτι ὁ Θεὸς κριτής ἐστιν.” Ἐπεὶ οὖν τούτοις ἀσχάλλοντας ᾔδει τοὺς ἀνοήτους τῶν Ἰουδαίων λαοὺς, τῆς αὐτῆς συνήθους ὀργῆς ἐξίστησι λέγων ἀνθρωπινώτερον Οὐ δύναμαι ποιεῖν ἐγὼ ἀπ᾽ ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω. ὅσον μὲν οὖν ἐστιν ἐκ τοῦ προχείρου λαβόντας εἰπεῖν, διαγελᾷ τῶν Ἰουδαίων τὸν νοῦν· ἀσθενείας γάρ τινος, καὶ οὐ παντελῶς ἐλευθέρας ἐξουσίας, ὑπόληψιν πλάττεται τοῦ λόγου τὸ σχῆμα, ἔχει δὲ οὐχ οὕτω κατ᾽ ἀλήθειαν, ἐπείπερ ἴσος ὢν ὁ Υἱὸς κατὰ πάντα τῷ Πατρὶ, τὴν αὐτὴν ἐφ᾽ ἅπασιν ἐνέργειάν τε καὶ ἐξουσίαν ἔχει φυσικῶς. λέγει δὲ μὴ δύνασθαί τι ποιεῖν ἀφ᾽ ἑαυτοῦ, κρίνειν δὲ οὕτως, ὥσπερ ἂν ἀκοῦσαι· τρόπῳ πάλιν ἑτέρῳ, καὶ ἰσογνώμονα καὶ ἰσοσθενῆ δεικνύων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρί. οὐδὲ γὰρ ἐνεργὸς περί τι τῶν ὄντων δίχα τοῦ Υἱοῦ νοοῖτ᾽ ἂν μόνος καὶ καθ᾽ ἑαυτὸν ὁ Πατὴρ, ἰσχὺν ἔχων αὐτὸν καὶ δύναμιν· διὸ δὴ “πάντα δι᾽ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο ”οὐδὲ ἕν·” οὐδ᾽ αὖ πάλιν ἐξεργάσεταί τι καθ᾽ ἑαυτὸν ὁ Υἱὸς, μὴ οὐχὶ συνόντος αὐτῷ τοῦ Πατρός. διὰ γάρ τοι τοῦτο καί φησιν “Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ ”ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.”

καὶ οὐ δήπου διακεισόμεθα δυναμοῦσθαι μὲν ὡς ἐξ ἀσθενείας παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, χορηγεῖσθαι δὲ πάλιν αὐτῷ καὶ τὴν ἐφ᾽ ἅπασιν ἐξουσίαν· ἢ γὰρ ἂν οὐκέτι ᾖ κατὰ φύσιν Θεὸς, ἐπακτὸν ὥσπερ ἔχων τὸ τῆς θεότητος κάλλος· ἀλλ᾽ οὐδὲ αὐτὸς ὁ Πατὴρ ἐν ἀκράτοις τῶν ἀγαθῶν ὑπεροχαῖς ἔτι κείσεται, δυνάμεως τῆς παρ᾽ ἑτέρου καὶ ἐξουσίας δεόμενον ἔχων τὸν τῆς ἰδίας φύσεως χαρακτῆρα Λόγον. ζητηθήσεται γὰρ ἀναλόγως τῇ εἰκόνι καὶ τῷ ἀρχετύπῳ τῶν εἰρημένων ὁ χορηγὸς, οὕτω τε λοιπὸν εἰς ἀπέραντον ζήτησιν ὁ λόγος ἡμῖν οἰχήσεται, καὶ εἰς βαθὺ βλασφημιῶν ἐκδραμεῖται πέλαγος. ἀλλ᾽ ἐπείπερ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ὁ Υἱὸς, πάντα τὰ τοῦ γεννήσαντος ἴδια κατὰ φύσιν ἐπάγεται, καὶ οὐσιωδῶς ἀνατρέχει πρὸς μίαν αὐτῷ θεότητα διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον, ἔστι μὲν αὐτὸς ἐν Πατρὶ, ἔχει δ᾽ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα· διάτοι τοῦτο, πολλάκις ἀκατηγορήτως τε καὶ ἀληθῶς ἀνατίθησι τῷ Πατρὶ τῶν οἰκείων ἔργων τὴν δύναμιν, οὐκ ἔξω τοῦ δύνασθαι τιθεὶς ἑαυτὸν, ἀλλὰ τῇ ἐνεργείᾳ τῆς μιᾶς θεότητος τὰ πάντα προσνέμων· μία δὲ ἡ θεότης ἐν Πατρὶ καὶ ἐν Υἱῷ καὶ ἐν Ἁγίῳ Πνεύματι.

Ὅτι δὲ οὐκ ἐλάττων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ κατὰ δύναμιν ἢ κατ᾽ ἐνέργειαν τὴν ἐπί τισιν, ἀλλ᾽ ὅμοιος κατὰ πάντα καὶ ἰσοσθενὴς, καὶ δι᾽ ἑτέρων ἡμῖν ἀποδέδεικται, προκειμένου ῥητοῦ “Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ ”οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, ἃ γὰρ ἂν “ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.” ἐπειδὴ δὲ τὴν ἐν τοῖς θείοις δόγμασιν ἀξιεραστοτάτην σπουδὴν, ὄκνου παντὸς ἀναφαίνεσθαι κρείττονα, δίκαιόν τε καὶ πρέπον ὑπολαμβάνω· φέρε δὴ πάλιν τοῖς ἐν θαλάττῃ ναυτίλοις ποιοῦντες τὰ παραπλήσια, σχοινίου τινὸς δίκην, ὅλον εἰσαῦθις τὸν τοῦ κεφαλαίου λόγον ἀναμηρυσώμεθα. ἔστι γὰρ οὕτως ἰδεῖν, οὐ τῆς ἑαυτοῦ φύσεως κατηγοροῦντα τὸν Υἱὸν δι᾽ αὐτοῦ τοῦ λέγειν μὴ δύνασθαί τι ποιεῖν ἀφ᾽ ἑαυτοῦ, ἀλλὰ μᾶλλον τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐξελέγχοντα, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως πατήσαντας νόμον διαῤῥήδην ἐπιδεικνύοντα. τὸ γὰρ εὐθὺς ἐπεισάγεσθαι τῷ Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδὲν, τό Καθὼς ἀκούω κρίνω, λοιδορίας μὲν ἁπάσης τῆς ἐπὶ τῷ μή τι δύνασθαι δρᾶν ἐξ οἰκείας δυνάμεως ἐλευθεροῖ τὸν Υἱόν· φιλοπάτορα δὲ μᾶλλον καὶ συνεθελητὴν τῷ γεννήσαντι κατὰ πάντα σαφῶς ἀποφαίνει.

εἰ γὰρ ὡσπερεὶ τυχὸν ἀτονήσας τὴν ἐκ Πατρὸς ἐδανείζετο δύναμιν, ὡς οὐκ ἐξαρκοῦσαν ἔχων ἀφ᾽ ἑαυτοῦ, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Οὐ δύναμαι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδὲν, λαμβάνω δὲ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, ἐπενεγκὼν δὲ μᾶλλον τῷ μή τι δύνασθαι δρᾶν ἀφ᾽ ἑαυτοῦ, τὸ κρίνειν οὕτως ὥσπερ ἂν καὶ ἀκοῦσαι, δῆλος ἂν εἴη λοιπὸν, οὐκ ἐπ᾽ ἀσθενείᾳ τῇ κατ᾽ ἐνέργειαν τὴν ἐπί τισι τὸ μὴ δύνασθαι τεθεικὼς, ἀλλ᾽ ἐπὶ τῷ μὴ ἐνδέχεσθαι παραβαίνειν αὐτὸν κατά τι γοῦν τὸ θέλημα τοῦ Πατρός. μιᾶς γὰρ θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, ἔσται δήπου πάντως καὶ θέλημα ταὐτὸν, οὔτε δὲ ἐν Πατρὶ, οὔτε μὴν ἐν Υἱῷ, ἢ καὶ τῷ Ἁγίῳ Πνεύματι στασιάζουσά ποτε καθ᾽ ἑαυτῆς ἡ θεία φύσις νοηθήσεται, ἀλλ᾽ ὅπερ ἂν δόξαι τῷ Πατρὶ τυχὸν, τοῦτο πάσης ἐστὶ τῆς θεότητος θέλημα.

Ἀναγκαίως τοιγαροῦν ὁ Υἱὸς, συνευδοκητὴν ὥσπερ τινὰ καὶ συγκατανεύοντα τῷ Πατρὶ πρὸς τὴν ἐφ᾽ ᾧπερ ἂν δόξειε ψῆφον, ἑαυτὸν εἰσφέρει, μὴ δύνασθαί τι δρᾶν ἐξηγούμενος, ὃ μὴ πάντως ἐστὶ κατὰ γνώμην τοῦ Πατρός· τοῦτο γὰρ ἡμῖν σημαίνει τό Ἀπ᾽ ἐμαυτοῦ. ὥσπερ ἂν εἰ λέγοι μὴ δύνασθαι δρᾶν ἁμαρτίαν, οὐκ ἄν τῳ δόξαι δικαίως ἀσθενείας ὑπομεῖναι γραφὴν, ἐξηγεῖσθαι δὲ μᾶλλον ἀξιάγαστόν τι καὶ θεοπρεπὲς τῆς οἰκείας φύσεως ἰδίωμα· ὅτι γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὑπάρχει δίδωσι νοεῖν· οὕτως ὅταν ἀφ᾽ ἑαυτοῦ μὴ δύνασθαί τι ποιεῖν ὁμολογῇ, καταπλαγησόμεθα μᾶλλον φύσεως ἀτρέπτου καρπὸν ὁρῶντες τὸ ἄτρεπτον, ἤπερ οὐκ εὐκαίρως ὡς ἀσθενείας σημαντικὸν τὸ μὴ δύνασθαι λογιούμεθα.

Ταῦτα δὲ πάλιν ἡμῖν ἀναλόγως μὲν τοῖς ἡμετέροις εἰρήσθω μέτροις· ἐρευνάτω δὲ ὁ φιλομαθὴς τὰ βελτίονα. διερμηνεῦσαι γεμὴν καὶ ἑτέρως τὸ ῥητὸν οὐκ ὀκνήσομεν, βραχύ τι τῶν τῆς θεότητος ὅρων καὶ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὸν λόγον ὑποβιβάζοντες· καὶ ἐπείπερ ἄνθρωπος γέγονέ τε ὄντως καὶ κεχρημάτικεν ὁ Υἱὸς, ἐπὶ τὴν μετὰ σαρκὸς οἰκονομίαν τὴν τῶν θεωρημάτων μεταῤῥυθμίζοντες δύναμιν, συγγενῆ τε καὶ συνημμένα τοῖς προαποδεδομένοις καὶ τὰ ἐφεξῆς ἐπιδεικνύντες. οὐκοῦν ὅτι καὶ “ἀκούσονται ”τῆς φωνῆς αὐτοῦ πάντες οἱ ἐν τοῖς μνημείοις,” καὶ ὅτι καὶ κριθησόμενοι προελεύσονται διεμαρτύρατο σαφῶς. ἐπειδὴ δὲ ἅπαξ εἰς τὸν περὶ τοῦ κρίνειν αὐτὸν τὴν οἰκουμένην ἐκβέβηκε λόγον, οὐ μόνον ὅτι κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃ ἔσεσθαί φησι τὴν τῶν νεκρῶν ἀναβίωσιν, δίκαιος ἔσται κριτὴς ἐπαγγέλλεται, ἀλλὰ γὰρ ἤδη καὶ τὰ ἐν τῷδε τῷ βίῳ πράγματα κρίνειν ὀρθῶς καὶ δικαίως διισχυρίζεται. τί δὲ ἦν τὸ ζητούμενον ἢ καὶ ἐπὶ τίσιν ὅλως ὁ λόγος, ἄκουε λοιπόν. ἐγεννήθη δι᾽ ἡμᾶς ἐκ γυναικός· ὡς γὰρ ὁ Παῦλός φησιν “Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραάμ· ”ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.” ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, γέγονε καὶ ὑπὸ νόμον ὁ νομοθέτης ὡς Θεὸς καὶ Κύριος.

λαλεῖ τοιγαροῦν ποτὲ μὲν ὡς ὑπὸ νόμον, ποτὲ δὲ αὖ πάλιν ὡς ὑπὲρ τὸν νόμον, καὶ ἀκατηγόρητον ἐπ᾽ ἀμφοῖν ἔχει τὴν ἐξουσίαν. διαλέγεται δὲ νυνὶ πρὸς Ἰουδαίους, ὡς νομοφύλαξ καὶ ἄνθρωπος, ὡς οὐκ εἰδὼς παραβαίνειν τὰς ἄνωθεν ὁρισθείσας ἐντολὰς, οὐδὲ ἀπὸ γνώμης οἰκείας ἀνεχόμενός τι ποιεῖν, ὃ μὴ τῷ θείῳ νόμῳ συνδοκεῖ. διὰ τοῦτό φησιν Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω· ἑαυτῷ δὲ τὸ μὴ δύνασθαί τι ποιεῖν ἀφ᾽ ἑαυτοῦ μαρτυρῶν, ὃ μὴ πάντως ἐστὶ καὶ θελητὸν τῷ νόμῳ, κρίνειν τε οὕτω καὶ δικάζειν τοῖς πράγμασιν, ὥσπερ ἂν ἀκοῦσαι, διαγορεύοντος δηλονότι τοῦ νόμου, τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐξελέγχει, καὶ τρόπων αὐτῶν ἀπογυμνοῖ τὸ ἐξήνιον. τοῦτο γὰρ δὴ καὶ ὑπεμφαίνει καλῶς τεθειμένον τό Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Ὑμεῖς ἀφυλάκτως τὰς δοθείσας ὑμῖν παραβαίνοντες ἐντολὰς, πάντα πράττειν ἀφ᾽ ἑαυτῶν ὡς ἐξ ἀκινδύνου λοιπὸν ἐθαρσήσατε, καὶ τὰς ἐφ᾽ ἑκάστῳ τῶν πραγμάτων κρίσεις οὐκ ἀκολουθούσας τοῖς θεόθεν διατεταγμένοις ποιεῖσθαι σπουδάζετε. διδάσκετε γὰρ “διδασκα- ”λίας ἐντάλματα ἀνθρώπων,” καὶ νόμον ὡρίσασθε τὸ οἰκεῖον θέλημα.

Τίς οὖν ὁ τῆς διασκευῆς τῆς ἐν τούτῳ τρόπος, ἢ πῶς ἑαυτὸν μὲν εἰσάγει κρίνοντα δικαίως, ἐκείνους δὲ οὐδαμῶς, εἰρήσεται πάλιν. τεθεράπευκεν ἐν σαββάτῳ τὸν παράλυτον, ἠλέησεν ἄνθρωπον μακροὺς ἐν νοσήματι κατατρίψαντα χρόνους, ὀρθὴν δηλονότι καὶ ἀγαθὴν ἐπ᾽ αὐτῷ τὴν κρίσιν ἐξενεγκών. ἔδει γὰρ ἐποικτείρειν καὶ ἐν σαββάτῳ τὸν κείμενον, καὶ συστεῖλαι μὲν τὸν ἔλεον οὐδαμῶς αἰδοῖ τῇ περὶ τὸ σάββατον, εἰκαιοτάτην ἐπιτηδεύοντα τὴν εὐλάβειαν. ὥσπερ δὲ καὶ ἐν σαββάτῳ καὶ ὁ Πατὴρ ἐνεργὸς περὶ τὴν τῶν κτισμάτων οἰκονομίαν ἐστὶ, πάντως δὲ δι᾽ Υἱοῦ, οὕτω καὶ αὐτός· οὐδὲ γὰρ ἀποστερεῖσθαι δεῖν τὸν ἐλέου δεόμενον ἐν σαββάτῳ διὰ τὸ σάββατον ἐδοκίμαζεν, ἐπεὶ κύριον ᾔδει τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· οὐδὲ γὰρ ὁ ἄνθρωπος διὰ τὸ σάββατον ἐγένετο, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον. οὐκοῦν ὀρθὴ μὲν ἐπὶ τούτοις καὶ ἀγαθὴ τοῦ Σωτῆρος ἡ κρίσις, οὐ διὰ τὸ σάββατον τὴν ἐπὶ τῷ κειμένῳ φιλανθρωπίαν ἀποκωλύσαντος, ἀλλ᾽ ὅπερ οἶδεν ὡς Θεὸς ἐνεργεῖν· πηγὴ γὰρ ἀγαθότητος ἡ θεία φύσις ἐστί· τοῦτο καὶ ἐν σαββάτῳ ποιήσαντος. ἡ δέ γε τῶν Ἰουδαίων κρίσις ἡ ἐπ᾽ αὐτῷ λυπουμένων διὰ τὸ σάββατον, καὶ διὰ τοῦτο φονώντων κατὰ τοῦ μηδὲν ἀδικήσαντος, πῶς οὐ λίαν ἐστὶ τοῖς μὲν θείοις ἀπᾴδουσα νόμοις· γέγραπται γάρ “Ἀθῷον καὶ δίκαιον ”οὐκ ἀποκτενεῖς;”

ἐξ ὠμότητος δὲ μᾶλλον τῆς ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐκ τῶν ἱερῶν ηὑρημένη γραμμάτων;

Δέχου τοίνυν ἐπὶ τούτοις μετ᾽ ἐμφάσεώς τινος λέγοντα τὸν Ἰησοῦν πρὸς τοὺς ἐφ᾽ οἷς εὐεργετεῖ χαλεπαίνοντας, καὶ τοῖς μὲν ὁσίοις αὐτοῦ κρίμασιν ἐπισκήπτοντας, ἀκολουθοῦντας δὲ μοναῖς ταῖς ἑαυτῶν ἐννοίαις, καὶ τὸ δόξαν ἔχειν ὀρθῶς νόμον ὥσπερ ὁριζομένους, κἂν ἀπᾴδῃ τῷ νόμῳ Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδὲν, ἀντὶ τοῦ Πάντα κατὰ νόμον πράττω τὸν ὁρισθέντα διὰ Μωυσέως, οὐδὲν ἀπ᾽ ἐμαυτοῦ ποιεῖν ἀνέχομαι, καθὼς ἀκούω κρίνω. τί γὰρ ὁ νόμος βούλεται; “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ ”Θεοῦ ἐστι.” τί τοίνυν “ἐμοὶ χολᾶτε, φησὶν, ὅτι ὅλον ”ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ,” Μωυσέα μὴ κρίνοντες καὶ ἐν σαββάτῳ περιτέμνεσθαι δεῖν τὰ βρέφη διαταξάμενον; “Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ”κρίνετε. εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, “ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως,” ἀπερισκέπτως οὕτως ἀσχάλλετε τεθεραπευμένον ὅλον ἄνθρωπον ἐν σαββάτῳ θεώμενοι. οὐκοῦν ἐγὼ μὲν ἔκρινα δικαίως, ὑμεῖς δὲ οὐκέτι, πάντα γὰρ ἀφ᾽ ἑαυτῶν ποιεῖτε. ἐγὼ δὲ οὐ δύναμαι ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδὲν, καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ ἐμὸν θέλημα, καθάπερ ὑμεῖς, ἀλλὰ τὸ τοῦ πέμψαντός με Πατρός.

Τίς δὲ ὁ τρόπος τῆς ἀποστολῆς, καὶ ὁ τοῦ πεπέμφθαι λόγος, διὰ πολλῶν ἤδη πρότερον εἰρηκότες, τὸ λέγειν ἔτι περὶ τούτων παρήσομεν· πλὴν ἐκεῖνο χρησίμως ἐπιτηρητέον, ὅτι θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησιν. <Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.> Ὁ σοφώτατος Σολομὼν τὰ ἐφ᾽ οἷσπερ ἄν τις καὶ μάλα εἰκότως ἐπισεμνύνοιτο, καὶ ἀξιοζήλωτον τὸν οἰκεῖον ἀποφαίνει τρόπον, συλλέγων τε ἅμα καὶ προτιθεὶς τοῖς ἐπιεικεστέροις εἰς τὸ μαθεῖν “Δίκαιος, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτο- ”λογίᾳ·” καὶ πάλιν “Ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ ”σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.” ἔστι γὰρ ὄντως φορτικὸν καὶ χρῆμα τοῖς ἀκροωμένοις δυσφορητότατον τὸ μὴ διὰ τῆς ἑτέρων ἐπαινεῖσθαι φωνῆς ἐθελῆσαί τινας, ἀλλ᾽ ἑαυτοῖς ἀνέδην ἐπιμαρτυρεῖν τὰ κάλλιστα καὶ ἐξαίρετα. ἀπιστοῖτο δ᾽ ἂν καὶ λίαν εἰκότως ὁ τοιοῦτος λόγος· πεφύκαμεν γὰρ ὥσπερ τισὶ φυσικοῖς τε καὶ ἀναγκαίοις φιλαυτίας ὁλκοῖς καλεῖσθαι σπουδαίως εἰς τὸ φαῦλον μὲν ἑαυτοῖς ἐπιγράφειν οὐδὲν, ἀεὶ δὲ περιτιθέναι, καὶ οὐ πάντως ἀληθεύοντας, τὰ ἐφ᾽ οἷς ἂν οἴηταί τις ὁρᾶσθαι κόσμιός τε καὶ ἀγαθός.

Ἐπειδὴ τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑαυτῷ τὸ τὰ δίκαια κρίνειν ἐπεψηφίζετο, μὴ δύνασθαί τι δρᾶν ἀφ᾽ ἑαυτοῦ διαῤῥήδην εἰπὼν, κανόνα δὲ ὥσπερ ἐφ᾽ ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι τὴν τοῦ Πατρὸς βούλησιν, καὶ τοῦτο λέγων, αὐτὸς ἐφ᾽ ἑαυτῷ μάρτυς εἰσβέβηκεν, εἰ καὶ ἦν ἀληθὴς, ἀναγκαίως καὶ τῆς παρὰ τῶν Φαρισαίων εὑρεσιλογίας φροντίσας, ὅπερ ἔμελλον ἐρεῖν ἀμαθαίνοντες· οὐ γὰρ ᾔδεσάν πως κατὰ φύσιν ὄντα Θεόν· εἰς μέσον ἄγει προλαβὼν, καὶ φησίν Ἐρεῖτε δὴ πάντως, ταῖς τῶν πολλῶν συνηθείαις ἑπόμενοι, καὶ τὴν Ἰουδαίοις πρέπουσαν ἀπόνοιαν οὐκ ἐκβαίνοντες “Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ”ἔστιν ἀληθής·” ἀλλὰ πρὸς τοῦτο πάλιν ἀντακούσεσθε, φησίν Ἀνέχομαι δυσφημούντων ἔτι, χαλεπαίνω δὴ λίαν οὐδαμῶς τὰ ἐξ ἀμαθίας τῆς ὑμῖν φιλαιτάτης ἐρευγομένων ῥήματα· δίδωμι καθ᾽ ὑπόθεσιν, καλῶς παρ᾽ ὑμῶν εἰρῆσθαι καὶ τοῦτο· ἔστω, τὴν ἐμὴν παρακρούεσθε φωνὴν, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ.

σημαίνει δὲ διὰ τούτου τὸν ἐν τοῖς οὐρανοῖς ὄντα Θεὸν καὶ Πατέρα, κατὰ πολλοὺς ἤδη τρόπους τὸ γνήσιον τῆς οὐσίας ἐπιμαρτυρήσαντα τῷ ἰδίῳ γεννήματι, οὗ καὶ εἰδέναι τὴν μαρτυρίαν φησὶν, ὡς ἔστιν ἀληθὴς, ἀξιοπιστοτάτην ὄντως καὶ ἀληθῆ καὶ τὴν ἑαυτοῦ ψῆφον ἐπιδεικνύς· ἵνα γὰρ μὴ καταδεξάμενος ὥσπερ τὸ ψευδῆ λέγειν ἑαυτὸν περὶ ἑαυτοῦ, χώραν τινὰ πάλιν κακονοίας καὶ παρείσδυσιν τοῖς ἑτεροδοξεῖν εἰθισμένοις παράσχοι καθ᾽ ἑαυτοῦ, ἀναγκαίως ἐπιδοὺς τῷ πρέποντι καὶ τῇ συνηθείᾳ τὸ μὴ χρῆναι πάντως ὡς ἀληθῆ πιστεύεσθαι τὸν ἑαυτὸν ἐπαινοῦντα καὶ ἀποδεχόμενον, ἀνατρέχει πάλιν ὡς Θεὸς ἐπὶ τὴν ἑαυτῷ χρεωστουμένην ἀξίαν, καὶ εἰδέναι φησὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν ὡς ἔστιν ἀληθὴς, μονονουχὶ τοῦτο διδάσκων, ὅτι Θεὸς ὢν ἀληθινὸς, οἶδα, φησὶν, ἐμαυτὸν, κεχαρισμένον δὲ οὐδὲν ὁ Πατὴρ ἐρεῖ περὶ ἐμοῦ· ἔχω γὰρ οὕτω κατὰ φύσιν, ὥσπερ ἂν οὖν καὶ αὐτὸς ἀληθὴς ὢν ἐπιψηφίσαιτο. οὐκοῦν ἐν ἐκείνῳ μὲν συγκαταβατική τις ὥσπερ συναίνεσις ἦν, καὶ ὑποθετικὸς μᾶλλον ἤπερ ἀληθὴς ὁ λόγος· ἐν δὲ τῷ εἰδέναι λέγειν τὴν τοῦ Πατρὸς μαρτυρίαν ἀληθῆ, τῆς Θεῷ πρεπούσης ἀξιοπιστίας ἐπίδειξις.

Σημειωτέον δὲ πάλιν, ὅτι κατ᾽ ἰδίαν ὑπόστασιν ἄλλος ἐστὶν ὁ Πατὴρ παρὰ τὸν Υἱὸν, καὶ οὐχ ὥσπερ ἔδοξέ τισι τῶν ἀπαιδεύτων αἱρετικῶν, υἱοπάτωρ εἰσφέρεται. <Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.> Ὥσπερ ἀρτίως αἰσχρὸν εἶναι διεβεβαιούμεθα, καὶ τῆς ἐσχάτης εὐηθείας οὐκ ἀμοιρεῖν, τὸ τῶν οἰκείων πλεονεκτημάτων θαυμαστὴν ὁρᾶσθαί τινα, καὶ εἰ παραιτοῖτο τὸ ψεύδεσθαι διὰ πολλὴν ἀρετὴν, οὕτως ἀδελφὴν ὥσπερ ἔχει καὶ γείτονα τὴν ἀτοπίαν ἐκείνῳ, τὸ μὴ κεκλημένους ἐπὶ τὴν ἐπί τισι μαρτυρίαν ἰέναι τινὰς, αὐτομόλους δὲ τοῖς δικάζουσιν, ἤγουν τοῖς διερωτᾶν ἐθέλουσιν ἀναφαίνεσθαι. δόξαι γὰρ ἂν ὁ τοιοῦτος καὶ οὐκ ἀπὸ σκοποῦ μὴ πάντως ἐπείγεσθαι λέγειν τὸ ἀληθὲς, τὸ δὲ λίαν προθύμως ἐθελῆσαι μαρτυρεῖν, οὐχ ὅπερ ἔχει τοῦ πράγματος ἡ φύσις, ἑαυτῷ δὲ μᾶλλον τὸ δοκοῦν ἀποφαίνεσθαι. ἐντεχνέστατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μᾶλλον δὲ ὡς Θεὸς, καὶ τὴν ἐπὶ τούτοις τῶν Φαρισαίων προανατρέπων αἰτίαν φησίν Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ αὐτόκλητος, φησὶ, πρὸς τὴν ἐπ᾽ ἐμοὶ ψῆφον ὁ βαπτιστὴς, ἔξω τῆς ἐπὶ τούτῳ κείσεται γραφῆς, ἐλευθέραν ἐποιήσατο τὴν μαρτυρίαν. ὑμεῖς ἐρωτῶντες ἀπεστείλατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.

ἐρωτώμενος γὰρ παρ᾽ ἐκείνων, οἵπερ ἦσαν πρὸς αὐτὸν ἀπεσταλμένοι, εἰ αὐτός ἐστιν ὁ Χριστός “Ὡμολόγησε καὶ οὐκ ”ἠρνήσατο· ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ᾽ “ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.” μεμαρτύρηκεν οὖν τῇ ἀληθείᾳ, ἀλήθεια γὰρ ὁ Χριστός. <Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.> Οὐχ ὡς ἄχρηστον ἀποπέμπεται τὴν Ἰωάννου φωνὴν, οὐδὲ ἀργὸν ἀποφαίνει τῆς ἀληθείας τὸν μάρτυρα· ἢ γὰρ ἂν ἔδοξε δικαίως αὐτός τι καθ᾽ ἑαυτοῦ τῶν ἀτόπων ἐργάζεσθαι, τοῦ χρῆναι πιστεύεσθαι παραλόγως ἐκπέμπων ὃν αὐτὸς ἔπεμψε βοᾶν “Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς ”τρίβους τοῦ Θεοῦ ἡμῶν·” ἀλλ᾽ ὡς ἀμετρήτῳ δυσηκοΐᾳ τῶν Ἰουδαίων μαχόμενος, ἐπὶ τὰ μείζω τε καὶ ἀξιολογώτερα χωρεῖ, οὐκ ἀναγκαίως μὲν ἐξ ἀνθρώπου φωνῆς τὴν ἐφ᾽ ἑαυτῷ δέχεσθαι μαρτυρίαν εἰπὼν, μᾶλλον δὲ ἀπὸ τῆς πρεπούσης ἐξουσίας τῷ κατὰ φύσιν ὄντι Θεῷ, καὶ ἀπὸ τῆς ἐν ταῖς θεοσημείαις ὑπεροχῆς, λαμπροτέραν ποιήσασθαι τὴν ἀπόδειξιν. ἀνθρώπου μὲν γὰρ ἔσθ᾽ ὅτε παρακρούσαιτ᾽ ἄν τις φωνὴν, ὡς οὐκ ἀληθεύουσαν, εἰ καί τις εἴη τυχὸν τῶν ἐν ἁγίοις κατατεταγμένων· ὃ δὴ καὶ ποιεῖν οὐ κατοκνοῦντές τινες, τοῖς τῶν προφητῶν ἀντέπραττον λόγοις “Ἄλλα ἡμῖν ”λαλεῖτε, βοῶντες, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.”

ἔτι τε πρὸς τούτοις, καὶ τῶν ἐξ Ἱεροσολύμων, ἤτοι τῆς Ἰουδαίων χώρας, εἰς τὴν Αἰγυπτίων καταπεφευγότες τινές· Ἀζαρίας δὲ ἦν υἱὸς Ὡσηὲ καὶ Ἰωάννης υἱὸς Καρηὲ, καὶ πάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, καθὰ γέγραπται, διαῤῥήδην ταῖς Ἱερεμίου προφητείαις ἀπειθοῦντες, ἔφασκον “Ψεύδῃ, ”οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς εἰπεῖν Μὴ εἰσέλθητε “εἰς Αἴγυπτον·” ἡ δὲ διὰ τῶν θαυμάτων ἀπόδειξις, ποίαν ἂν λάβοι τὴν ἀντιλογίαν, καὶ τὸ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιμαρτυρεῖσθαι πλεονεκτήμασι, ποῖον ἔτι δώσει τοῖς φιλεγκλήμοσι τῆς δυστροπίας τὸν τρόπον; καὶ γοῦν ὁ Νικόδημος· εἷς δὲ ἦν οὗτος τῶν παρ᾽ ἐκείνοις καθηγητῶν, καὶ ἐν τοῖς τὸ ἄρχειν λαχοῦσι κατατεταγμένος· ἀναντίῤῥητον τὴν ἀπὸ τῶν θαυμάτων ἐποιεῖτο μαρτυρίαν λέγων “Ῥαββὶ, οἴδαμεν ὅτι ”ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται τὰ “σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ ”αὐτοῦ.” Ὡς οὖν οὐκ ἐκβαίνοντος τὴν Ἰουδαίων κακόνοιαν τοῦ καὶ αὐτὸν ἀπειθεῖσθαι τὸν ἅγιον βαπτιστὴν, τὴν ὅσον ἧκεν εἰς λόγους μαρτύριαν εἰσάγοντα, πάλιν ὡς ἐν ἤθει φησί Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ, καίτοι παρ᾽ ὑμῶν ἐρωτώμενος, ὁ μακάριος βαπτιστὴς, ἀλλ᾽ ἐπείπερ ὑμῖν ἀνεπιχείρητον οὐδὲν, καὶ τὸ ῥιψοκινδύνως ἐπὶ πᾶσαν ἰέναι λοιδορίαν κατείθισται, καὶ τὴν ἐκείνου κατὰ τὸ εἰκὸς παρεκρούσασθε φωνήν.

ἐπειδὴ δὲ ὀρθῶς μὲν ὑμῖν ἔχειν καὶ τοῦτο δοκεῖ, ἔστω δὴ, πείθομαι τυχὸν, κατανεύω σὺν ὑμῖν, ἀποστήσομαι δι᾽ ὑμᾶς καὶ τῆς Ἰωάννου φωνῆς, καὶ τὴν ἐκείνου μαρτυρίαν μεθ᾽ ὑμῶν παραγράψομαι· ἔχω τὸν ἄνωθεν μαρτυροῦντα Πατέρα. διδάσκων δὲ πάλιν, ὅτι συναίνεσιν ὑποθετικὴν ὁ λόγος ὠδίνει, χρησίμως ἐπήνεγκε Ταῦτα δὲ λέγω ἵνα ὑμεῖς σωθῆτε, ἀντὶ τοῦ Τοὺς τοιούτους πρὸς ὑμᾶς ἐποιησάμην λόγους, οὐχ οὕτως ἐχούσης τῆς ἀληθείας, ἀλλ᾽ ὑποθετικῶς, ἵνα ὑμεῖς διὰ παντὸς σώζησθε τρόπου.

Καὶ μέχρι δὴ τούτου τὸ δεύτερον ἡμῖν βιβλίον στήσεται. <ΚΥΡΙΛΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΠΛΗΡΩΘΗ ΒΙΒΛΙΟΝ Βʹ.>