Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Δ'

Ανάλυση της συνάντησης με τη Σαμαρείτιδα και του πνευματικού ύδατος. Ακολουθεί η ερμηνεία της θεραπείας του παραλυτικού στη Βηθεσδά, τονίζοντας τη ζωοποιό ενέργεια και τη φυσική ισοτιμία του Υιού με τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 13

ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ᾽ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν, προκειμένου ῥητοῦ Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ἐν αὐτῷ δὲ τούτῳ καὶ λόγος χρησιμώτατος περὶ τοῦ τιμίου σταυροῦ τοῦ Χριστοῦ. β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, προκειμένου ῥητοῦ Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ τῶν ἐφεξῆς, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. γ. Ὅτι οὐ ζωῆς τῆς παρ᾽ ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρὸς, προκειμένου ῥητοῦ Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ. δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν· προκειμένου ῥητοῦ Ποῦ ἔχομεν ἀπελθεῖν; ῥήματα ζωῆς αἰωνίου ἔχεις. ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.

ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, καὶ τῶν ἐφεξῆς.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ᾽ οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν. <Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὁ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.> ΔΟΞΕΙΕΝ μὲν ἄν τῳ κατὰ τὸ πρόχειρον σχῆμα δυσχερὴς ὁ λόγος, καὶ σκανδάλου τοῦ περὶ τὴν πίστιν οὐ λίαν ἀπηλλαγμένος, ὡς ἐντεῦθεν ἤδη προσδοκᾶν δυσκαταγωνίστοις ἡμᾶς περιπεσεῖσθαι προβλήμασι τοῖς ἐκ τῶν δι᾽ ἐναντίας. ἀλλ᾽ οὐδὲν ὅλως ἐν τούτῳ τὸ χαλεπὸν, “Πάντα ”γὰρ ἐνώπια τοῖς συνιοῦσι, κατὰ τὸ γεγραμμένον, καὶ ὀρθὰ “τοῖς εὑρίσκουσι γνῶσιν,” τουτέστι τοῖς εὐσεβῶς μελετήσασι διερμηνεύειν τε καὶ νοεῖν τὰ ἐν ταῖς θείαις γραφαῖς μυστήρια. ἀπόδειξιν τοίνυν ὥσπερ τινὰ καὶ πληροφορίαν ἐναργῆ τοῦ μὴ ἐκβληθήσεσθαι ἔξω τὸν ἐρχόμενον πρὸς αὐτὸν, ἐν τούτοις ἡμῖν τοῖς λόγοις ποιεῖται Χριστός.

ταύτης γὰρ δή τοι, φησὶν, ἕνεκα τῆς αἰτίας κατέβην ἐξ οὐρανοῦ, τουτέστιν, ἄνθρωπος γέγονα κατὰ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μόνον δὲ οὐχὶ καὶ ἀβουλήτοις ὁμιλῆσαι πράγμασιν οὐ παρῃτησάμην, ἄχρις ἂν ἐξανύσαιμι τοῖς εἰς ἐμὲ πιστεύουσι τὴν αἰώνιον ζωὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καταργήσας τοῦ θανάτου τὸ κράτος. τί δὲ ἦν ἄρα τὸ ἀνεθέλητόν τε καὶ θελητὸν τῷ Χριστῷ; ἡ παρὰ τῶν Ἰουδαίων ἀτιμία, λοιδορίαι καὶ ὕβρεις καὶ αἰκίαι καὶ μάστιγες καὶ ἐμπτύσματα, καὶ πρὸς τούτοις ἔτι συκοφαντίαι, καὶ τὸ τελευταῖον ἐφ᾽ ἅπασιν, ὁ τῆς σαρκὸς θάνατος. ταῦτα μὲν γὰρ δι᾽ ἡμᾶς ἑκὼν ὑπέμεινεν ὁ Χριστὸς, ἀλλ᾽ εἴπερ ἐνεδέχετο μὴ παθόντα κατορθοῦν τὸ ἐφ᾽ ἡμῖν σπουδαζόμενον, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ πάντως τε καὶ ἀπαραιτήτως ἔμελλον Ἰουδαῖοι κατατολμᾶν τὰ ἐπ᾽ αὐτῷ γεγονότα, καταδέχεται τὸ παθεῖν, ποιεῖται δὲ θελητὸν τὸ ἀνεθέλητον, διὰ τὰ ἐκ τοῦ πάθους χρήσιμα, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ χρῆναι πάντα προθύμως ὑπενεγκεῖν ὑπὲρ τῆς ἁπάντων σωτηρίας συγκατανεύοντος. ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν ἄμετρον τῆς θείας φύσεως ἀγαθότητα κατοψόμεθα, ὡς καὶ αὐτὸ δι᾽ ἡμᾶς αἱρετὸν ποιεῖσθαι τὸ ἀπόβλητον οὐ παραιτουμένης. ὅτι δὲ καὶ ἀνεθέλητον μέν πως ἐστι τῷ Σωτῆρι Χριστῷ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, θελητὸν δὲ δι᾽ ἡμᾶς καὶ τὴν εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς, συνήσεις ἐντεῦθεν.

μέλλων γὰρ ἀναβαίνειν ἐπ᾽ αὐτὸν, τὰς πρὸς Θεὸν ἐποιεῖτο διαλέξεις, ὡς ἐν προσευχῆς δηλονότι σχήματι λέγων “Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· ”πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ·” ὅτι μὲν γὰρ Θεὸς ἦν ὁ Λόγος ἀθάνατός τε καὶ ἀδιάφθορος, καὶ αὐτὸ κατὰ φύσιν ζωὴ, καταπτήσσειν οὐκ ᾔδει τὸν θάνατον, πᾶσιν οἶμαι προδηλότατον· ἐπιτρέπει γεμὴν ὡς ἐν σαρκὶ γεγονὼς ὑπομένειν τὰ ἴδια τῇ σαρκὶ, καὶ γεγονότα λοιπὸν ἐπὶ θύραις ὑποπτήσσειν τὸν θάνατον, ἵνα φαίνηται κατὰ ἀλήθειαν ἄνθρωπος· διὰ τοῦτό φησιν “Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ”ἐμοῦ τὸ ποτήριον τοῦτο.” εἰ ἐνδέχεται, φησὶν, ὦ Πάτερ, μὴ παθόντα τὸν θάνατον κατορθῶσαι τοῖς εἰς αὐτὸν πεσοῦσι τὴν ζωὴν, εἰ ἀποθνήσκει θάνατος μὴ τεθνεῶτος ἐμοῦ, κατὰ τὴν σάρκα δὲ δηλονότι, παροιχέσθω, φησὶ, τὸ ποτήριον· πλὴν ἐπειδήπερ οὐκ ἂν γένοιτο, φησὶν, ἑτέρως, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. ὁρᾷς ὅπως ἀτονοῦσα μὲν πάλιν ἡ ἀνθρώπου φύσις καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς ἑαυτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου πρὸς εὐτολμίαν θεοπρεπῆ, καὶ εἰς φρόνημα νεανικὸν μεταπαιδεύεται, ὡς μὴ τοῖς ἰδίοις τὸ δοκοῦν ἐπιτρέψαι θελήμασιν, ἀλλὰ σκοπῷ μᾶλλον ἀκολουθεῖν τῷ θείῳ, καὶ πρὸς ἐκεῖνο τρέχειν ἐπείγεσθαι, πρὸς ὅπερ ἂν ἡμᾶς ὁ τοῦ πεποιηκότος ἀνακαλῇ νόμος.

ὅτι δὲ τὰ τοιαῦτά φαμεν ἀληθεύοντες, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ συνεζευγμένου “Τὸ μὲν γὰρ ”πνεῦμα, φησὶ, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·” οὐ γὰρ ἠγνόησε Χριστὸς, ὅτι τῆς θεοπρεποῦς ἀξίας πολὺ δὴ λίαν ἀπελιμπάνετο, τὸ δοκεῖν ἡττᾶσθαι θανάτῳ καὶ τῆς ἀπ᾽ αὐτοῦ δειλίας αἰσθάνεσθαι· διὰ τοῦτο θερμοτάτην τοῖς εἰρημένοις ἐπήνεγκε τὴν ἀπολογίαν· ἠσθενηκέναι μὲν γὰρ τὴν σάρκα διὰ τὸ αὐτῇ πρέπον καὶ φύσει προσὸν εἰπών· πρόθυμον δ᾽ οὖν ὅμως ὑπάρχειν τὸ πνεῦμα, τὸ παθεῖν οὐδὲν τῶν ἀδικούντων εἰδός· ὁρᾷς ὅπως ἀβούλητος τῷ Χριστῷ διά τε τὴν σάρκα καὶ τὴν ἐκ τοῦ πάθους ἀδοξίαν ὁ θάνατος ἦν· θελητὸς δ᾽ οὖν ὅμως, ἄχρις ἂν εἰς αἴσιον διεξάγηται πέρας τῷ κόσμῳ παντὶ τὸ ἐν εὐδοκίᾳ τοῦ Πατρὸς, τουτέστιν, ἡ πάντων σωτηρία καὶ ζωή; ἢ γὰρ οὐχὶ πάντως δήπου καὶ ἀληθῶς τὸ τοιοῦτον ἡμῖν κατασημαίνων ὁρᾶται, τοῦτο λέγων εἶναι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα τῶν προσαγομένων ἀπολέσῃ μηδὲν, ἀλλ᾽ ἀναστήσῃ αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; ὡς γὰρ ἤδη φθάσαντες προεδιδάξαμεν, ὡς ζωῇ καὶ Σωτῆρι τῷ Χριστῷ, τὸν ζωῆς καὶ σωτηρίας ἐπιδεᾶ προσκομίζει φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ Πατήρ.

Ἀλλ᾽ αἰσθάνομαι πάλιν ἀπᾴδοντα λέγων τῷ τῆς ἀληθείας ἐχθρῷ. συγκατανεύσει μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις οὐδαμῶς· ἀναβοήσει δὲ μέγα καὶ διαπρύσιόν τι κεκραγὼς ἀφίξεται Ποῖ δὴ πάλιν ἡμῖν περιπλανᾷς, ὦ οὗτος, τὰ θεωρήματα, καὶ πολυπλόκους μὲν ἐπινοεῖς νοημάτων ἐπεισφορὰς, ἐξέλκεις δὲ τῆς ἀληθείας τὸν λόγον; ἐρυθριᾷς δὲ κατὰ τὸ εἰκὸς ὁμολογῆσαι, φησὶ, τὴν ἀκούσιον ὑποταγὴν τοῦ Υἱοῦ. ἢ γὰρ οὐκ ἔσται καὶ διὰ τούτων ἡμῖν καταφανὲς, ὅτι κατάρξει μὲν αὐτὸς καὶ καθηγήσεται τῆς ἐν τοῖς πράγμασιν οἰκονομίας οὐδαμῶς, ὑπόκειται δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρός; οἶδε γὰρ οὕτως ἑαυτὸν τῆς πρὸς αὐτὸν ἰσότητος ἡττώμενον, ὡς καὶ ἀναγκάζεσθαι τρόπον τινὰ καὶ τὰ ἀνεθέλητα ποιεῖσθαι θελητὰ, καὶ πράττειν οὐ πάντως τὸ αὐτῷ δοκοῦν, ἀλλὰ μᾶλλον τὸ τῷ Πατρί. καὶ μὴ λέγε μοι πάλιν, φησὶν, εἰς τὴν ἐνανθρώπησιν περιέλκων τὸ εἰρημένον Ὡς ἄνθρωπος ὑποτάσσεται. ἰδοὺ γὰρ ὡς ὁρᾷς, Θεὸς ὢν ἔτι καὶ Λόγος γυμνὸς καὶ ἀσύμπλοκος τῆς σαρκὸς καταβέβηκεν ἐξ οὐρανοῦ, καὶ πρὶν ὅλως τὴν τοῦ δούλου περιτεθῆναι μορφὴν ὑπετάττετο προὔχοντι δηλονότι καὶ κατάρχοντι τῷ Πατρί.

Δεινοῖς μὲν ἡμῶν, ὦ γενναῖε, καθάπερ οἴει δὴ πάντως, καὶ λίαν εὐτροχωτάτοις καθιππεύεις λόγοις, οὐ μὴν δι᾽ εὐθείας ἰοῦσιν, ἀλλ᾽ ἐκτὸς ὁδοῦ τῆς βασιλικῆς τε καὶ τετριμμένης ἐκσεσοβημένοις, ἀφεὶς δὲ, ὡς ὁ παρ᾽ Ἕλλησιν ἔχει λόγος, τὴν ἁμαξιτὸν, ἐπὶ κρημνοὺς ἐπείγῃ καὶ πέτρας. διατείνεσθε μὲν γὰρ εἰκῇ πρὸς ἡμᾶς τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἄνω τε καὶ κάτω λέγοντες, ὡσανεὶ καί τινος τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὅτι χρὴ πρεσβεύειν τὸ ἐναντίον, ἐνθυμουμένου, καὶ οὐχὶ δὴ μᾶλλον καὶ συναγορεύειν ὑμῖν ἐπὶ τούτῳ διεγνωκότος. οὐ γὰρ στασιάζουσάν ποτε καθ᾽ ἑαυτῆς τὴν ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα νοήσομεν, ἀλλ᾽ οὐδὲ εἰς διαφόρους κατασχίζεσθαι γνώμας, ἢ καὶ καταμερίζεσθαί πως εἰς τὸ ἰδίᾳ δοκοῦν, ἢ τὸν Πατέρα τυχὸν, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ συμφέρεσθαι μὲν ἐφ᾽ ἅπασιν, ὡς ἐκ μιᾶς δὲ δῆλον ὅτι θεότητος, ἓν ἀεὶ πάντως καὶ τὸ αὐτὸ θέλημα ἐν ὅλῃ τῇ ἁγίᾳ κεῖσθαι Τριάδι. ἀργείτω τοιγαροῦν ὁ μακρὸς ἡμῖν περὶ τούτων λόγος, καὶ ἡσυχαζέτω τὸ φιλονεικεῖν ἀναπεῖθον ἐφ᾽ οἷς ἥκιστα χρή· οὐδενὸς γὰρ ἐπὶ τούτῳ χαλεπαίνοντος, περιττὸν ὑμῖν ἔτι τὸ διατείνεσθαι.

Ἐπειδὴ δὲ δυστροπώτατα φρονεῖν τε καὶ νοεῖν εἰθισμένοι, τὸ συμφέρεσθαι τοῖς θελήμασι τοῦ Πατρὸς τὸν Υἱὸν, τὴν ὡς ἐξ ἀνάγκης ὑποταγὴν ὀνομάζετε, πρὸς τοῦτο δὴ πάλιν τὰ εἰκότα πρὸς ὑμᾶς διαλεξόμεθα. ἐν ἁπλότητι μὲν γὰρ εἰ προεκομίσθη παρ᾽ ὑμῶν ἡ τοιαύτη φωνὴ, κἂν εἰκότως ἐφησυχάζοντες, τὸ περὶ τὴν λέξιν ἀδιάφορον οὐ πάντως ἐβασανίζομεν. ἐπειδὴ δὲ μετὰ πολλῆς τινος τῆς κακοηθείας προκεκομισμένην ὁρῶμεν, ἀναγκαίως ἀντιταξώμεθα, τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος, καὶ οὐ τοῖς ἐνοῦσιν ἡμῖν θαρσήσαντες λόγοις. μάλιστα μὲν γὰρ οὐκ ἀπολύτως, οὐδὲ εἰς πᾶσαν ἁπλῶς ὑπόθεσιν, ἀλλ᾽ οὐδὲ ἐπὶ παντὸς πράγματος, μὴ πάντη τε καὶ πάντως τῶν οἰκείων ἔχεσθαι θελημάτων ὁ Υἱὸς διισχυρίσατο, φυλάξαι γεμὴν τὸ τοῦ Πατρὸς λέγει κατὰ πράγματος ὡρισμένου, διὰ τὰς σὰς, ὥς γε μοι πρόσεστι νοεῖν, εὑρεσιλογίας, προνοήσας τῆς ἡμετέρας ἀσφαλείας, ὡς Θεός. ὑπομένει δὲ τὸ ἀβούλητον, καὶ ποιεῖται θελητὸν δι᾽ ἡμᾶς· πάθος δέ φημι τὸ ἐπὶ τῷ σταυρῷ, δηλονότι συναρέσαν οὕτω καὶ τῷ γεννήσαντι, καθάπερ ἡμῖν ἤδη προείρηται. καὶ γοῦν ἔξεστιν ὁρᾶν παρατεθεῖσαν εὐθὺς τὴν ἀπόδειξιν, καὶ παρακειμένην ἐναργῶς τὴν ὑπόθεσιν, ἐφ᾽ ἣν, καθάπερ αὐτός φησι, τῶν μὲν οἰκείων ἀπέστη θελημάτων, ἀποπληροῖ δὲ τὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι φησὶ τὸ θέλημα τοῦ Πατρὸς ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ᾽ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.

καὶ ὅτι μὲν ὄντως ἀνεθέλητόν τε ὁμοῦ καὶ θελητὸν τῷ Μονογενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ὁρᾶται, προείρηται μὲν ἤδη σαφῶς, διαληψόμεθα δὲ καὶ ἐσαῦθις ἀκριβεστέραις ἐρεύναις, τοῖς ἐντευξομένοις ἁπλοῦντες τὴν ἀλήθειαν. βαδιοῦμαι δὲ πρότερον ἐπὶ ζήτησιν τῆς λεγομένης παρ᾽ ὑμῶν ὑποταγῆς, προϋποκειμένου δηλονότι καὶ ἀνενδοιάστως ὁμολογουμένου παρ᾽ ὑμῶν, ὅτι συντρέχει τῆς ἁγίας Τριάδος εἰς μίαν βουλήν τε καὶ γνώμην ἀεὶ τὰ θελήματα· λεγέτωσαν τοίνυν ἡμῖν οἱ δεινοὶ σοφισταὶ, πότερόν ποτε ἐν τῷ τῆς ὑποταγῆς ὀνόματί τε καὶ πράγματι τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, καὶ τοῦτο αὐτῷ φύσις, ὥσπερ ἀνθρώπῳ τυχὸν ἡ ἀνθρωπότης, ἢ ὑπάρχων πρότερον αὐτὸς ὡς ἐν ἰδίῳ λόγῳ ὑποτάττεται τῷ Πατρὶ, ὥσπερ οὖν ἂν εἴ τις νοήσαι τυχὸν ἐπ᾽ ἀγγέλου καὶ ἑτέρας τινὸς δυνάμεως λογικῆς. ὄντα γὰρ ταῦτα καὶ ὑφεστῶτα, τὸν τῆς ὑποταγῆς δέχεται τρόπον.

Εἰ μὲν οὖν ἐν τῷ ὑποτάττεσθαι τῷ Πατρὶ τὸ εἶναί φατε τοῦ Υἱοῦ, ὑποταγὴ μᾶλλον ἔσται καὶ οὐχ υἱός. εἶτα πῶς οὐ λίαν, εἰπέ μοι, ληροῦντες ἀναφανήσεσθε λοιπόν; ὑποταγὴ γὰρ αὐτὴ καθ᾽ ἑαυτὴν πῶς ἂν ὑφεστάναι νοοῖτο μὴ ἐνυπάρχουσα τῶν ὄντων τινί; τὰ γὰρ τοιαῦτα προϋποκειμένων ἀναγκαίως τῶν ἐν οἷς γίνεσθαι φιλεῖ συμβαίνειν ἔθος, καὶ οὐχ ἑτέρως. θεωροῦνται δὲ μᾶλλον περὶ τὰς οὐσίας, ἤτοι ταῖς οὐσίαις συμβαίνοντα, ἤγουν ὑφεστῶτα καθ᾽ ἑαυτά. καὶ ὥσπερ ἐπιθυμία τυχὸν, ἡ ἐπί τι τῶν ὄντων καλοῦσα καὶ φέρουσα, οὐκ ἂν ὑπάρξαι καθ᾽ ἑαυτὴν, ἐντίκτεται δὲ μᾶλλον τῷ δέχεσθαι πεφυκότι· οὕτως ἡ ὑποταγὴ θελημάτων τινὰ ῥοπὴν ὑπεμφαίνουσα πρὸς τὸ δεῖν ὑποτάττεσθαί τισιν, οὐκ ἐν ἰδίᾳ φύσει νοηθήσεται, ἀλλ᾽ ὡς πάθος ἢ θέλησις ἢ ἐπιθυμία τυχὸν λοιπὸν ἐνυπάρξαι μᾶλλον τῶν ὄντων τινί. ἄλλωστε τὸ τῆς ὑποταγῆς ὄνομά τε καὶ πρᾶγμα, κατ᾽ οὐδενὸς ἂν νοοῖτο κυρίως ἀδιακρίτως ἐκφωνηθὲν, ἀλλ᾽ οὐδὲ ὅτι φαῦλόν ἐστιν ἢ ἀγαθόν τις διαγνώσεται, εἰ μὴ προσκείμενον ἔχοι τὸ τίνος ἐστὶν ὑποταγή· ὑποτάττεται μὲν γάρ τις τῷ Θεῷ, ἀλλὰ καὶ τῷ διαβόλῳ· καὶ ὥσπερ τὸ σοφὸς ὄνομα μέσον τι ἐστί· “σοφοὶ γάρ εἰσι τοῦ κακοποιῆσαί” τινες, “σοφοὶ δὲ πάλιν κληρονομήσουσι δόξαν,” ἔχοντες δὲ δῆλον ὅτι τὴν σοφίαν ἐπ᾽ ἀγαθοῖς· οὕτως ἡ ὑποταγὴ μεσότητά τινα μᾶλλον ἔχει, καὶ οὐκ ἀλήθειαν ὡρισμένως. ἄδηλον γὰρ τίνος ὅλως ὑποταγὴ ἔσται.

τοιγαροῦν, καὶ ἐπ᾽ ἀδήλοις ἡμῖν ἡ τοῦ Υἱοῦ φύσις, εἰ νοοῖτο παρ᾽ ὑμῶν ὑποταγή. τίνος γὰρ ὑποταγὴ, προσκειμένου μηδενὸς, οὐκ ἂν δύναιτό τις ἀψευδήσας εἰπεῖν. ὅτι δὲ αὐτὴ καθ᾽ ἑαυτὴν οὐχ ὑπάρξει ποτὲ κατ᾽ ἴδιον λόγον ἡ ὑποταγὴ, παχύτερόν πως καὶ ἐναργέστερον ἐπ᾽ αὐτῶν ἤδη τῶν ποιημάτων καταγαγόντες τὸν λόγον, θεωρήσομεν· δέχου δέ τινα ἐπὶ τούτοις συλλογισμόν. εἰ γὰρ ἐν τῷ ὑποτάττεσθαι τὸ εἶναι δώσομεν τῷ ἀνθρώπῳ τυχὸν, τὸ μὴ εἶναι πάντως αὐτὸν ἐν τῷ μὴ ὑποτάττεσθαι λογιούμεθα· πῶς οὖν ἐλέγετο πρός τινα παρὰ τοῦ μελῳδοῦ, ὡς ὄντα μὲν ἤδη καὶ ὑπάρχοντα, οὐ μὴν ἔτι καὶ ὑποτεταγμένον “Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν;” ὁρᾷς οὖν ὅπως ἀνόητον κομιδῇ τὸ αὐτὴν ὑφεστάναι καθ᾽ ἑαυτὴν οἴεσθαι τὴν ὑποταγήν; οὐκοῦν ἀνάγκη καὶ συνομολογεῖν ὑπάρχειν τε καὶ εἶναι τὸν Υἱὸν ἐν ἰδίᾳ φύσει πρότερον, εἶθ᾽ οὕτως καὶ ὑποτάττεσθαι λέγειν τῷ Πατρί. τί οὖν, εἰπέ μοι, τὸ ἀναγκάζον ἐστὶ, τὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ γεννήσαντος, τὸν ἀπαραποίητον τῆς φύσεως αὐτοῦ χαρακτῆρα, τῆς πρὸς αὐτὸν ἀποπίπτειν ἰσότητος, διὰ τὸ πειθήνιον;

ἡμεῖς μὲν γὰρ ὀρθὰ φρονοῦντες καὶ λέγοντες, ὁμοούσιον ὄντα τῷ γεγεννηκότι γινώσκομεν, καὶ τὴν ἐφ᾽ ἅπασιν ἰσοτιμίαν αὐτῷ περιτίθεμεν, καὶ κατ᾽ οὐδένα τρόπον τῆς θεοπρεποῦς ἀξίας ἡττᾶσθαι λογιούμεθα· σὺ δέ μοι σκόπει κατὰ τίνα τρόπον ἐκβαλεῖς τῆς ἰσομέτρου πρὸς τὸν Πατέρα τιμῆς διὰ τὴν λεγομένην ὑποταγὴν, τὸν τοῖς ἴσοις ἐπαγλαϊζόμενον ἀγαθοῖς διὰ τὴν ταυτότητα τῆς οὐσίας.

Ἀλλ᾽ αὐτὸ δὴ τοῦτο, φησὶ, τοῖς παρ᾽ ἡμῶν ἐπαγωνιεῖται λόγοις, τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ θελημάτων μὲν τῶν ἰδίων οὐ σφόδρα φροντίζειν, εἴκειν δὲ μᾶλλον τοῖς τοῦ Πατρὸς, ὡς ὑπερκειμένου δηλονότι καὶ μείζονος.

Ἀλλ᾽ αὐτὸ δὴ τοῦτο κατὰ τὴν σὴν, ὦ οὗτος, φωνὴν, ὅπερ οἴει τοὺς σοὺς ὠφελήσειν λόγους, πάλιν ἕτερον εὑρήσεις οὐδὲν, ἢ τῆς ἐνούσης ὑμῖν ἀμαθίας καρπόν. εἰ μὲν γὰρ τὸ τίς ἀμείνων ἐν ἀξιώματι, καὶ τὸ μεῖζον ἔχων ἐν δόξῃ, διεκρίνομεν, ἔδοξεν ἄν πως καὶ τότε δὴ μόλις εὔκαιρόν τινα λόγον ἔχειν ὑμῖν τὸ θρυλούμενον· ἐπειδὴ δὲ ὁ τῆς ὁμοουσιότητος ἐξετάζεται τρόπος, πῶς οὐ μετρίως ἀσυνετοῦντες ἁλώσεσθε, τὸ μεῖζον ἐν αὐτῇ κατὰ τοῦ ἰδίου γεννήματος ἀπονέμοντες τῷ Θεῷ καὶ Πατρί; τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον, ἢ ὅπερ ἂν λέγηταί τι τοῖς τοιούτοις ὁμοειδὲς, οὐκ αὐτὰ κυρίως οὐσίας εἶναι δώσομεν· ὥσπερ οὖν ἐλέγομεν καὶ ἐπὶ τῆς ὑποταγῆς, ἀλλ᾽ ἔξωθέν πως εἰσὶ καὶ τῶν περὶ τὰς οὐσίας. τὸ γὰρ ἤδη προϋφεστηκὸς καὶ ὑπάρχον, ἐπιδέξεται τυχὸν ὡς ἐν συγκρίσει τῇ πρὸς ἕτερον τὸ μεῖζον ἢ ἔλαττον· μὴ ὑποκειμένου δέ τινος καὶ προϋφεστῶτος περὶ ὃ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, πῶς ἂν εἶεν αὐτὰ καθ᾽ ἑαυτὰ, καίτοι κατὰ τὴν τοῦ συμβεβηκότος τάξιν νοούμενά τε καὶ ὁριζόμενα;

οὐκοῦν ὅταν τὸ ἔλαττον ἢ καὶ τὸ μεῖζον ἡμῖν ὀνομάζηται, τῆς οὐσίας μὲν οὐχ ἅψεσθε τοῦ Μονογενοῦς, ἀλλ᾽ οὐδὲ τῆς τοῦ Πατρὸς, μόναις δὲ ταῖς ἔξωθεν ὑπεροχαῖς ἤτοι μειονεκτήμασι, κατασεμνυνεῖτε μὲν ὥσπερ οὖν οἴεσθε τὸν Πατέρα, διαλοιδορηθήσεσθε δὲ τῷ Υἱῷ, καίτοι διαῤῥήδην ἀκούοντες βοῶντος αὐτοῦ “Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ”τιμᾷ,” καὶ ὅτι προσήκοι πάντας τιμᾶν τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ἰσοστάθμῳ γὰρ χρῆναι περιβαλέσθαι δόξῃ τὰ μηδαμόθεν εἰς ἔκφυλον ἀλλοτριότητα μερισθῆναι δυνάμενα, λαχόντα δὲ μίαν καὶ τὴν αὐτὴν οὐσίαν, καλῶς γε σφόδρα ποιῶν ἐδίδασκεν ὁ Χριστὸς, “οὐ παρ᾽ ἀνθρώπων ”τὴν ἐφ᾽ ἑαυτῷ μαρτυρίαν” λαβεῖν ἐκδεξάμενος, καθάπερ ἔφασκεν αὐτὸς, ἀλλὰ τῶν ὄντων ἁπάντων ἀξιόχρεώς τε καὶ ἀξιώτερος αὐτὸς ἐφ᾽ ἑαυτῷ μάρτυς εἰσβεβηκώς. ἐρεῖ δὲ δὴ πάντως ἀληθῆ κατὰ φύσιν ὑπάρχων ἀλήθεια, καθάπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῆς ἡμᾶς δοκιμάζειν τοῦτο τῆς τῶν πραγμάτων ποιότητος. τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον χωρήσῃ ἂν εἰκότως, οὐ κατ᾽ αὐτῆς τῆς τινων οὐσίας, ἀλλὰ κατά τινων τῶν περὶ τὰς οὐσίας τῶν ὄντων· οἷον δὲ δή τι φημί Ἄνθρωπος ἑτέρου τυχὸν ἀνθρώπου, καθ᾽ ὅπερ ἂν ἄνθρωπος νοοῖτο καὶ λέγοιτο, οὐδαμόθεν ἕξει τὸ μεῖζον, ἢ ἔλαττον· οὔτε γὰρ ἐλάττων ἄνθρωπος ἀνθρώπου καθὸ ἄνθρωπος, οὔτε μείζων καθὸ πάλιν ἄνθρωπος.

ἴσος γὰρ ἐφ᾽ ἅπασιν ὁ τῆς φύσεως θεωρεῖται λόγος· ὁ αὐτὸς δ᾽ ἂν σώζοιτο λόγος καὶ ἐπ᾽ ἀγγέλων, ἢ καὶ ἐπὶ παντὸς τοῦ πεποιημένου καὶ ἐν τῇ κτίσει κατηριθμημένου. οὐκοῦν ἀχώρητα παντελῶς ἐπ᾽ αὐτῶν τὰ τοιαῦτα τῶν οὐσιῶν εὑρίσκεται, συμβαίνει δὲ ταῖς οὐσίαις, ἤγουν τισὶ τῶν περὶ αὐτὰς, καθάπερ ἐν τοῖς ἀνωτέρω δεδώκαμεν. πῶς οὖν ἔσται μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, φύσει Θεὸς ὑπάρχων τοῦ κατὰ φύσιν Θεοῦ; τὸ γὰρ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν Υἱὸν, ἀναγκάσει δὴ πάντως καὶ οὐχ ἑκόντας ὑμᾶς ἀποδοῦναι τὸ ὁμοούσιον αὐτῷ.

Προϋποκειμένου τοιγαροῦν καὶ ἀναμφιλόγως εἰσβαίνοντος τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱὸν, ἐπιζητῶμεν, εἰ δοκεῖ, πότερόν ποτε τὴν μὲν ἴσην αὐτῷ τιμὴν ἀπονέμοντες, ὡς πρὸς τὸν ἐξ οὗπέρ ἐστι, καὶ μὴν καὶ δόξαν περιθήσομεν τῷ γεγεννηκότι, ἢ τὸ ἐναντίον ἐξεργασόμεθα, τοῖς κατωτέρω καὶ ἐλάττοσιν ἐξυβρίζοντες τὸν γεγεννημένον, ὅπερ ὄντως ἐστὶ καὶ ἀληθέστερον· δόξα μὲν γὰρ τῷ Πατρὶ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός. συμβήσεται δὲ πάντως τὸ ἐναντίον· εὐφημεῖν γὰρ ἀκόλουθον· εἰ μὴ διασώζοι τὴν αὐτῷ πρέπουσαν εὐφυΐαν ὁ Υἱὸς, τὸ μεῖον ἔχων ἢ κατὰ τὴν δόξαν ἢ κατά τι γοῦν τῶν ὅσα προσεῖναι πάντως ἐχρῆν, ἵνα δὴ φαίνοιτο διὰ πάντων παντέλειός τε καὶ ἀληθινὸς ὑπάρχων Θεός. ἔχων δὲ οὕτω φύσεως, εἰ τιμᾷ τὸν Πατέρα, μὴ γελάσῃς ἄνθρωπε, μηδὲ ὀφλήσεις δίκην κακύνων ἀμαθῶς, ὅπερ ἥκιστα χρῆν. ἔστι γὰρ δήπου θαυμάζειν αὐτὸν καὶ ἐπὶ τούτῳ πρέπον, ὅτι καὶ τιμᾷ καὶ ἀγαπᾷ τὸν γεννήσαντα· πᾶν γὰρ εἶδος ἀρετῆς, πηγὴν ὥσπερ τινὰ καὶ ῥίζαν ἔχει τὴν ἀνωτάτω πασῶν οὐσίαν· ἐκφανέντα δὲ πρῶτον ἐν ἐκείνῃ τὰ ἀγαθὰ, καὶ εἰς ἡμᾶς καταῤῥεῖ, τοὺς οἵπερ ἐσμὲν γεγονότες κατὰ τὴν ἐκείνης εἰκόνα.

διὰ τοῦτο καὶ ἡμῖν ὁ νομοθέτης τιμᾶν ὅτι χρὴ πατέρα καὶ μητέρα διήγγελλεν, ἀλλὰ καὶ γέρα τούτοις ἐπετίθει τὰ κάλλιστα· μέγιστον οἶμαι δὴ πάντων τὸ πρᾶγμα εἰδὼς, καὶ λοιδορίας ἁπάσης τοσοῦτον ἀπηλλαγμένον, ὡς καὶ μακραίωνος βίου φαίνεσθαι πρόξενον· ὅνπερ οὖν τρόπον ἡμεῖς διὰ τὸ ὑποτάττεσθαι καὶ καταπείθεσθαι τοῖς γεννήσασιν, οὐχ ἕτεροί τινες κατὰ τὴν φύσιν ὡς πρὸς αὐτοὺς ἀποτελούμεθα, ἀλλ᾽ ὄντες ὅπερ εἰσὶν ἐξ ἀνθρώπων ἄνθρωποι, καὶ τέλειον ἔχοντές τε καὶ ἀποσώζοντες τὸν τῆς ἀνθρωπότητος ὅρον, ἐπιτηδεύομεν ὡς ἐν τάξει λαμπρᾶς ἀρετῆς τὸ πειθήνιον· οὕτω νοήσεις ἐπί τε Πατρὸς καὶ τοῦ Υἱοῦ. ὢν γὰρ ὅ ἐστιν, ἐκ Θεοῦ Θεὸς δηλονότι, τέλειος ἐκ τελείου, χαρακτὴρ ἀπαραποίητος τῆς τοῦ γεννήσαντος οὐσίας, λογιεῖται μὲν ἕτερον οὐδὲν, ἢ ὅπερ ἂν καὶ αὐτὸς λογίσαιτο τυχὸν, οὗπέρ ἐστι καὶ βουλὴ καὶ Λόγος· ἐθελήσει δὲ πάντως τὰ αὐτὰ τῷ Πατρὶ, τοῖς αὐτοῖς, ἵν᾽ οὕτως εἴπω, τῆς ὁμοουσιότητος νόμοις, εἰς τὸ πάντα συνεθέλειν τὰ ἀγαθὰ τῷ Πατρὶ συνδιακρατούμενος.

Σκανδαλίζου τοιγαροῦν, ἄνθρωπε, μηδαμῶς, ὅταν ἀκούσῃς λέγοντος Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. ὃ γὰρ ἐλέγομεν ἐξ ἀρχῆς, τοῦτο πάλιν ἐροῦμεν. κατὰ πράγματος ὡρισμένου καὶ ἐναργοῦς τὸν ἐπὶ τούτῳ λόγον ἐποιήσατο ὁ Χριστός. διδάσκων γὰρ, ὅτι τὸ ὑπὲρ πάντων τεθνάναι θελητὸν μὲν ἔχει διὰ τὸ οὕτω βεβουλῆσθαι τὴν θείαν φύσιν, ἀνεθέλητον δὲ διὰ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ τὸ ὅσον ἧκεν εἰς τὴν σάρκα παραιτουμένην τὸν θάνατον, τὰ τοιαῦτά φησι. καὶ μακρὸς μὲν ἡμῖν ἤδη προανήλωται λόγος· ὅτι δὲ καὶ ἀνεθέλητόν πως ὁρᾶται τῷ Σωτῆρι Χριστῷ, καθόπερ ἦν ἄνθρωπος, τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ἐξ αὐτῆς ἀκόλουθον ἡμᾶς τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν. φαμὲν οὖν, ὅτι τῆς Ἰουδαϊκῆς ἔργον ἦν ἀπονοίας, τὸ πάντη τε καὶ πάντως σταυρωθήσεσθαι τὸν Χριστὸν, καὶ τοῦτο ἀνυπερθέτως ἔμελλεν ἔσεσθαι παρ᾽ αὐτῶν, οὐκ ἀμελέτητον ἐχόντων τὴν τόλμαν τὴν ἐπὶ τούτοις, ἀφ᾽ ὧν ἤδη πεπράχεσαν εἴς τε τοὺς ἁγίους προφήτας, καὶ τοὺς οἵπερ ἂν ἦσαν κατ᾽ ἐκεῖνο καιροῦ γεγονότες ἅγιοι. ἐπειδὴ δὲ οὐχ ἑτέρως ἦν τὸ πεπτωκὸς εἰς θάνατον, ἐξαναστῆσαι πάλιν εἰς ζωὴν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔδει δὲ πάντως γεγονότα παθεῖν· τὸ ἀνεθέλητον ἐποιήσατο θελητὸν, καὶ τοῦτο τῆς θείας φύσεως διὰ τὴν εἰς ἡμᾶς καταδεξαμένης ἀγάπην.

Ἡ γὰρ πάντων τεχνῖτις σοφία, τουτέστιν ὁ Υἱὸς, τὸ ἐκ διαβολικῆς δυστροπίας σκευωρηθὲν, φημὶ δὲ τὸν ἑαυτοῦ κατὰ σάρκα θάνατον, ὁδὸν ἡμῖν σωτηρίας καὶ θύραν ἀνέδειξε ζωῆς, καὶ ἀντέστραπται τῷ διαβόλῳ τὰ ἐν ἐλπίσι, καὶ μόλις ἔγνω παθὼν, ὅτι σκληρὸν αὐτῷ τὸ θεομαχεῖν. δοκεῖ δέ μοι καὶ ὁ θεσπέσιος μελῳδὸς τοῖς περὶ τούτων συμφέρεσθαι λόγοις, καί τι τοιοῦτον ὑποδηλοῦν, ὅτε φησὶν, ὡς περὶ Χριστοῦ καὶ τοῦ διαβόλου “Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει ”αὐτόν·” παγίδα μὲν γὰρ συνεπήξατο τῷ Χριστῷ τὸν θάνατον ὁ διάβολος, ἀλλ᾽ ἐν αὐτῇ τεταπείνωται τῇ οἰκείᾳ παγίδι. λέλυται γὰρ ὁ θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ κατηργήθη τύραννος ὁ πεσεῖσθαι μὴ προσδοκῶν. καὶ μακρὸν μὲν ἦν ἐπὶ τούτοις ἐπιθεῖναι λόγον οὐ χαλεπὸν, ὃ δὲ ἦν ἐν χερσὶν, αὐτὸ δὴ πάλιν ἐροῦμεν. εἰ μὴ κυρίως τε καὶ ἀληθῶς θελημάτων ἦν ἔργον Ἰουδαϊκῶν, καὶ τῶν ἐν ἐκείνοις ἀνοσίων τολμημάτων καρπὸς ὁ θάνατος τοῦ Χριστοῦ, κρῖμα δὲ ἦν τὸ θεῖον, ὥσπερ οἴονταί τινες, τὸ πάντως ἄγον εἰς τοῦτο· πῶς οὐκ ἔδει λοιπὸν καὶ ὡς ἐξ ἀνάγκης ἤδη πληροῦσθαι τὸ δόξαν δι᾽ ἀνθρώπων δὴ πάντως, καὶ οὐχ ἑτέρως; εἶτα πῶς ἂν, εἰπέ μοι, δικαίως ἔτι κολάζοιντο ταῖς ἀπαραιτήτοις τοῦ Θεοῦ ψήφοις ὑπηρετοῦντές τινες; πῶς δὲ δείλαιος καὶ ἐν ἀμείνοσιν “εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος” δι᾽ οὗ παρεδόθη ὁ Χριστός;

εἰ γὰρ θελητὸν τῷ Σωτῆρι τὸ πάθος, καὶ ἀνεθέλητον οὐδαμῶς καθ᾽ ἕτερόν τινα τρόπον νοοῖτο, ποίαν ἂν εὐλόγως εἰσπράττοιτο δίκην, ὁ θελημάτων δεσποτικῶν καὶ τῶν ἐσομένων ἀπαραιτήτως ὑπηρέτης ἀναδεδειγμένος; ἢ γὰρ οὐχ ἅπασιν ἔσται διαφανὲς, ὅτι πάντως ἔδει γενέσθαι τὰ τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ δόξαντα φύσει, γενέσθαι δὲ πάντως διά τινων; ἀλλ᾽ ἔστι καὶ διὰ τούτων καὶ διὰ πλειόνων ἑτέρων συνιδεῖν, ὡς ἐπείπερ ἐξ οὐρανῶν καταβέβηκεν ὁ Υἱὸς τὸν ὑπὲρ ἁπάντων ὑπομεῖναι θάνατον, ἑκών τε ὁμοῦ καὶ ἄκων, ἵνα πάντας ἀναστήσῃ τῇ ἐσχάτῃ ἡμέρᾳ, δόξαν οὕτω καὶ αὐτῷ τῷ Πατρὶ διὰ τὸ πᾶσι συμφέρον· ἑτεροφυᾶ δὲ οὐδαμῶς, ἢ κατά τι γοῦν ἡττώμενον τοῦ γεγεννηκότος ἑαυτὸν νοεῖσθαι διὰ τούτων βούλεται.

Τὸν μὲν οὖν δι᾽ ἐναντίας ὑπερυθριάσειν ἤδη, καὶ τοῖς περὶ τούτων ἡμῖν οὐκ ἀντιτάξεσθαι λόγοις ὑπολαμβάνω· ἐνισταμένῳ δὲ πάλιν καὶ φιλονεικεῖν ὅτι πρέποι διεγνωκότι μακρότερον ἐκεῖνό φημι. Εἰ καταβέβηκεν ἐξ οὐρανῶν ὁ Υἱὸς οὐ τὸ οἰκεῖον ἀποπληρώσων θέλημα, καθάπερ αὐτός φησιν, ἀλλὰ τὸ τοῦ Πατρὸς, καί σοι τῆς ἀρτίως ἡμῖν εἰρημένης ἐπὶ τούτῳ θεωρίας οὐχ ἡδεῖς οἱ λόγοι φανοῦνται τυχόν· ἆρ᾽ οὐκ ἀναγκαῖον εἰπεῖν ἀντιτετάχθαι πως αὐτοῖς τὰ θελήματα, καὶ διωρίσθαι κατὰ τὸ ἐναντίον τὴν βούλησιν; ἀλλ᾽ ἔστι δὴ πᾶσιν ὁμολογούμενον. εἰ μὲν γὰρ τὸ διεῖργον οὐδὲν, μία δήπου πάντως ἐν ἀμφοῖν ἡ θέλησις· εἰ δὲ ὡς ἑτέραν τινὰ παρὰ τὴν τοῦ Πατρὸς ὑπάρχουσαν παρελαύνει μὲν τὴν ἑαυτοῦ, πληροῖ δὲ ἐκείνην, πῶς οὐκ ἀσυνέτως ἐροῦμεν μίαν εἶναι, καὶ οὐχ ἑτέραν ὡς πρὸς ἑτέραν;

Ἴδωμεν τοίνυν ἐν τίσιν ἐστὶν ἡ θέλησις τοῦ Πατρός· οὕτω γὰρ δὴ καὶ τὴν ἑτέραν, ὅποι ποτὲ βλέποι, διαγνωσόμεθα. οὐκοῦν ἡ μὲν βούλησις τοῦ Πατρὸς, ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, ἵνα πᾶν ὃ δέδωκεν αὐτῷ μὴ ἀπολέσῃ ἐξ αὐτοῦ ἀλλ᾽ ἀναστήσῃ αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ἀγαθὴ μὲν ὅτι καὶ φιλάνθρωπος οὐδεὶς ἀντερεῖ· μεθιστάντες δὲ πρὸς τὴν ἐναντίως ἔχουσαν βούλησιν τοῦ Υἱοῦ τὰς ἐννοίας, οὔτε φιλάνθρωπον, οὔτε μὴν ὅλως εὑρήσομεν ἀγαθὸν, φρονοῦντα δὴ πάντως τἀναντία τῷ Πατρὶ, καὶ οὔτε διασώζειν ἡμᾶς, οὔτε μὴν ἐκ θανάτου διανιστᾶν ἐθέλοντα. πῶς οὖν ἔτι ποιμὴν ἀγαθὸς, πῶς δὲ σημεῖον ἡμῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐτίθει, τὸ διδόναι τὴν ψυχὴν ὑπὲρ ἡμῶν; εἰ μὲν γὰρ καταβέβηκεν ἐξ οὐρανῶν, ἵνα τοῦτο πληρώσῃ καθ᾽ ἑκούσιον βούλησιν, πῶς οὐ τὸ ἴδιον θέλημα πληροῖ, μήτε ἀπολλύων τὸ προσαγόμενον, ἀλλὰ καὶ διανιστὰς κατὰ τὴν ἐσχάτην ἡμέραν; εἰ δὲ οὐκ ἔστιν ἐν θελήσει τοῦτο αὐτῷ, ὑπηρετεῖ δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρὸς, καὶ διανιστὰς καὶ διασώζων, τοὺς ἀπολωλότας δηλονότι καὶ τῷ θανάτῳ κεκρατημένους, πῶς οὐκ ἀληθεύσομεν, οὔτε ἀγαθὸν, οὔτε μὴν ἑτέρως φιλάνθρωπον εἶναι διαβεβαιούμενοι τὸν Υἱόν;

παυέσθω τοίνυν ὁ χριστομάχος, πανταχόθεν αὐτῷ πρὸς δυσφημίαν κατηγορουμένου τοῦ προβλήματος, καὶ πικροῖς ἡμᾶς περὶ τούτων μὴ καθυλακτείτω λόγοις. <Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.> Ὁρισάμενος ἤδη τὸ ἀγαθὸν θέλημα τοῦ Πατρὸς, ἀπολευκαίνει πάλιν αὐτὸ, καὶ πλατύτερον εἰς ἐπίσκεψιν τοῖς ἀκροωμένοις προτίθησι, διὰ τοῦ καὶ ἐσαῦθις ἀναλαβεῖν. τίς γὰρ ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, καὶ τί τὸ ἐκ τοῦ προσῆχθαι κερδανοῦσί τινες, ἐξηγεῖται λαμπρῶς. δίδωσι τοίνυν ὁ Πατὴρ τῷ Υἱῷ ζωοποιεῖν ἰσχύοντι τὰ ζωῆς ἐπιδεᾶ· δίδωσι δὲ οὕτως, ὡς διὰ γνώσεως ἐντιθεὶς ἑκάστῳ δηλονότι τὴν ἐφ᾽ Υἱῷ κατάληψιν ἀληθῆ, καὶ τὸ δύνασθαι συνιέναι καθαρῶς ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ἵν᾽ οὕτως διατεθεὶς, καὶ ταῖς ἐπ᾽ αὐτῷ θεωρίαις κατηγλαϊσμένος, ἐπὶ τὸ ἐκ τῆς πίστεως ἀναφέροιτο γέρας, τουτέστι τὴν μακραίωνα ζωὴν, καὶ τὸν ἀμήρυτον ἐν μακαριότητι βίον. προσάγει μὲν οὖν ὁ Πατὴρ διὰ γνώσεως καὶ θεοπρεποῦς θεωρίας τῷ Υἱῷ, τοὺς οἷς ἂν τὴν θείαν ἐπιψηφίσαιτο χάριν. ζωοποιεῖ δὲ λαβὼν ὁ Υἱὸς, καὶ τὸ ἴδιον ἀγαθὸν τοῖς ἐξ οἰκείας φύσεως καταφθείρεσθαι πεφυκόσιν ἐντιθεὶς, καὶ καθάπερ σπινθῆρα πυρὸς ἐγκαταχώσας αὐτοῖς τὴν ζωοποιὸν τοῦ Πνεύματος δύναμιν, ὅλους δι᾽ ὅλου μεταπλάττει εἰς ἀθανασίαν.

ἀκούων δὲ πάλιν, ὅτι προσκομίζει μὲν ὁ Πατὴρ, τὸ δὲ ἀναβιοῦν δύνασθαι χορηγεῖ τοῖς προστρέχουσιν ὁ Υἱὸς, μὴ πρὸς ἐκτόπους ἀποδημήσεις ἐννοίας, ὡς ἰδίᾳ καὶ μεμερισμένως οἴεσθαί τι ποιεῖν ἑκάτερον, πρὸς ὅπερ ἂν ἔχοι φύσεως ἐπιτηδείως, δέχου δὲ μᾶλλον εἰς νοῦν ὅτι συνεργάτης μέν ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ καὶ ὁ Υἱὸς αὖ πάλιν τῷ Πατρὶ, καὶ ὅλης, ἵν᾽ οὕτως εἴπω, τῆς ἁγίας Τριάδος ἔργον ἐστὶν ἡ καθ᾽ ἡμᾶς σωτηρία καὶ ἡ ἐκ θανάτου πάλιν εἰς ζωὴν ἐπάνοδος, ἀρκούντως δὲ ἴσθι καὶ τὸν Πατέρα πρὸς πᾶσαν ἔχειν ἰσχύν τε καὶ χρείαν, ὁμοίως δὲ καὶ τὸν Υἱὸν, καὶ προσέτι τὸ Ἅγιον Πνεῦμα· ἔρχεται δὲ διὰ πάσης τῆς ἁγίας Τριάδος τὰ εἰς ἡμᾶς ἀγαθὰ, καὶ τὰ πάντα ἐν πᾶσιν ὁ Θεὸς καὶ Πατὴρ ὁλοκλήρως εὑρίσκεται δι᾽ Υἱοῦ ἐν Πνεύματι.

Ἐπιτηρητέον δ᾽ οὖν ὅμως κἀκεῖνο, ὡς πολύ τι τὸ ἀξιόλογον ἐν τῷ πιστεύειν εἰς τὸν Υἱὸν εὑρίσκεται. ζωὴν γὰρ ἔχει τὸ γέρας· εἰ δὲ ἐν Υἱῷ κατὰ φύσιν ἐπιγινώσκεται ὁ Πατὴρ καὶ Θεὸς, τίς ἂν ἀνάσχοιτο λοιπὸν τῶν ἔξω φερόντων αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ἀπύλωτον ἐχόντων εἰς τὴν ἐπὶ τούτῳ δυσφημίαν τὸ στόμα; δι᾽ ὧνδε δύνασθαι διανιστᾶν εἰς ζωὴν τὸ πεπτωκὸς εἰς θάνατον ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν, οὐδεμιᾶς ἤδη μεσολαβούσης ἐξαλλαγῆς, εἰς ταυτότητα φυσικὴν ἀναβαίνει τῷ γεγεννηκότι· ζωῆς γὰρ ἔργον ἴδιον τὸ ζωοποιεῖν, καὶ ἐπείπερ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ζωὴ πάντως καὶ ὁ κατὰ φύσιν ἐξ αὐτοῦ νοηθήσεται, τουτέστι ὁ Μονογενής. <Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.> Ἀγανακτοῦσι πάλιν οἱ τῶν εἰρημένων παρὰ Χριστοῦ συνιέντες οὐδέν· πέφυκε δέ πως ἐν τούτοις ὁρᾶσθαι κατὰ τὸ πλεῖστον ὁ ἀπαίδευτος νοῦς· οὐ γὰρ ἔχοντες περιδράττεσθαι τῶν ἐννοιῶν, δι᾽ ὧν ἦν εἰκὸς μεταποιηθήσεσθαί πως ἐπὶ τὸ ἄμεινον, εἰς ἀκαίρους ὀλιγοψυχίας ἐκτελευτᾷ. ἢ γὰρ οὐχὶ καὶ ἀληθὲς ἐπ᾽ αὐτοῖς δὴ πάλιν τοῖς Ἰουδαίοις τὸ εἰρημένον εὑρήσομεν; χαλεπαίνουσι γὰρ διὰ ποίαν αἰτίαν; τίς δὲ αὐτοὺς εἰς τοῦτο κέκληκε λόγος; γογγύζουσι δὲ διατί;

καίτοι μᾶλλον ἐχρῆν φιλομαθέστερον τοῖς εἰρημένοις ἐπιστῆσαι τὸν νοῦν, καὶ ἐξ αὐτῶν ἤδη κατασκέπτεσθαι τῶν πραγμάτων τὴν ἀλήθειαν, διά τε τῆς ἐν τοῖς ἀποτελεσθεῖσι μεγαλουργίας, εἰς δοκιμωτάτην ἰέναι σύνεσιν, πότερόν ποτε διαψεύδοιτο Χριστὸς, ἄρτον ἑαυτὸν, καὶ τοῦτο ἐξ οὐρανοῦ καταβεβηκότα καλῶν, ἤγουν ἀληθεύει, καὶ τοῦτον ἔχων αὐτοῖς τὸν τρόπον ἁλίσκοιτο. οὕτω γὰρ ἦν κρίνοντας ὀρθῶς παιδαγωγεῖσθαι καλῶς πρὸς τὴν τοῦ συμφέροντος εὕρεσιν· ἀλλὰ ζητοῦντες οὐδὲν χαλεπαίνουσι, καίτοι διὰ τῶν ἤδη παρῳχηκότων, ἄρτον ὄντως ζωῆς καὶ ἀληθινὸν ἐπιδείξαντος ἑαυτὸν τοῦ Χριστοῦ, ἀντιδιαστέλλοντός τε τῷ ἐν τύπῳ καὶ σκιᾷ χορηγηθέντι μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν. “Ὁ γὰρ ἐρχόμενος πρὸς μὲ, φησὶν, οὐ ”μὴ πεινάσῃ πώποτε·” ὡς τῶν ἐκεῖνο φαγόντων τὸ μάννα, βραχεῖάν τινα καὶ εὐαπόβλητον κομιδῆ τὴν ἀπόλαυσιν ἐσχηκότων περὶ τὴν σάρκα· τῶν δὲ πρὸς αὐτὸν ἰόντων διὰ τῆς πίστεως, οὐκ εἰς ὁμοίαν τοῖς τότε τὴν ὄνησιν ἀναβησομένων, καρπωσομένων δὲ μᾶλλον διηνεκῆ τῆς εὐλογίας τὴν χάριν.

Σφάλλεται τοίνυν τῶν Ἰουδαίων ὁ νοῦς, μόνα βλέπων τὰ ἐπὶ τῆς γῆς· καὶ τοῦτο ἦν ἄρα τὸ ἐπ᾽ αὐτοῖς ᾀδόμενον “Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ ”τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον,” ἵνα μηδαμόθεν πρὸς τὴν τῶν θείων μυστηρίων ἀνανεύοντες γνῶσιν, κακοὶ κακῶς ἀπόλοιντο διὰ τὰς σφῶν αὐτῶν ἀπονοίας, καὶ τὸ λίαν ἀκρατὲς εἰς ἀπείθειαν. ἀναμιμνησκόμενοι δέ πως τὰ ἐν τοῖς Μωυσαϊκοῖς συγγράμμασι, πατρῷον ὥσπερ τινὰ τοῖς Ἰουδαίοις κλῆρον ἐνόντα τὸν ἐπὶ τοῖς ἀρίστοις τε καὶ ἀγαθοῖς γογγυσμὸν εὑρήσομεν· ἀλλ᾽ εἰς πικρὸν καταλῆγον τὸ πρᾶγμα τέλος, καὶ πάλαι μὲν ἐν ἐκείνοις ἡ πεῖρα, καὶ νῦν ἐπὶ τούτοις οὐδὲν ἧττον ἐπέδειξεν. ἐγόγγυζον ἐκεῖνοι κατὰ τὴν ἔρημον, καὶ ἀχάριστον ἐποιοῦντο κατὰ Θεοῦ τὴν καταβοὴν, ἀλλ᾽ “ὑπὸ τῶν ὄφεων ἀπώλλυντο,” καθάπερ που καὶ ὁ σοφὸς διεμαρτύρατο Παῦλος· γογγύζουσι καὶ οὗτοι κατὰ Χριστοῦ, καὶ τὸν νομοθέτην καὶ λυτρωτὴν ταῖς οὕτω μακραῖς ἀπειθείαις ὑβρίζουσιν· ἀλλ᾽ ἐντελεῖται “τῷ δράκοντι ”καὶ δήξεται αὐτοὺς,” κατὰ τὸ γεγραμμένον· προκείσονται δὲ θοίνη τῷ παμφάγῳ θηρὶ, καταλήγει γὰρ ὡς ἐξ ἀνάγκης ἀεὶ πρὸς τέλος ἡ ἀπείθεια τὸ παγχάλεπον. <Καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα;

πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;> Ὦ πολλῆς ἀμαθίας, καὶ ἀκράτῳ μέθῃ κατεσκοτισμένης διανοίας· “ἐπαχύνθη, κατὰ τὸ γεγραμμένον, ἡ καρδία τοῦ ”λαοῦ τούτου.” θεωρεῖ γὰρ ὄντως οὐδὲν, ὧν ἔδει συνιέναι λαμπρῶς, καὶ γέλωτος ἄξια καὶ φρονεῖ καὶ φθέγγεται· χρῆν γὰρ δήπου μᾶλλον αὐτοὺς τὴν τοῦ πανσόφου Μωυσέως ἐκμελετῶντας συγγραφὴν, τοῖς τε τῶν ἁγίων προφητῶν ἐντρυφῶντας κηρύγμασιν ἐκεῖνο νοεῖν, ὡς οὐ δίχα σαρκὸς, οὐδὲ τῶν διὰ σώματος περιβλημάτων, ὡς ἡμᾶς ἀφίξεσθαι προσεδοκᾶτο Χριστὸς, ἀλλ᾽ ἐν ἀνθρωπείᾳ μορφῇ φανήσεσθαι προεκηρύττετο, καὶ ἐν τῷ κοινῷ δὴ τούτῳ πάντων εὑρεθήσεσθαι σχήματι· διάτοι τοῦτο τὴν μὲν ἁγίαν παρθένον ἕξειν ἐν γαστρὶ, τέξεσθαι δὲ καὶ υἱὸν, προφητικὸς ἡμῖν ἀναφωνεῖ λόγος· ὀμόσας δὲ τῷ μακαρίῳ Δαυεὶδ ἀλήθειαν εὑρίσκεται Κύριος, ἣν δὴ καὶ ἀθετήσειν οὐδαμῶς ἐπηγγέλλετο, ὅτι θήσει τὸν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὰ γέγραπται· ἐξελεύσεσθαι δὲ καὶ “ῥάβδον ”ἐκ τῆς ῥίζης Ἰεσσαὶ” προαπήγγελτο.

οἱ δὲ εἰς τοσαύτην ἀλογίαν ἐκτρεχόντες οὐκ αἰσθάνονται, ὡς εἴπερ εἰδεῖεν τὴν κατὰ σάρκα μητέρα τοῦ μετὰ σαρκὸς ἀφίξεσθαι προκεκηρυγμένου, διὰ τοῦτο χρῆναι δὴ πάντως ἀπειθεῖν οἰομένων, ὅτι καταβέβηκεν ἐκ τῶν οὐρανῶν· εἰ γὰρ καὶ μὴ κατὰ σῶμα τοῦτο γεγονὸς εὑρήσομεν, ἀλλ᾽ ἦν ὡς ἐν οἰκείῳ ναῷ τῷ ἐκ παρθένου σώματι Λόγος ὁ θεῖος, ἄνωθεν ἐκ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένος, καὶ διὰ τὴν ἁπάντων σωτηρίαν σπέρματος Ἁβραὰμ ἐπιδραξάμενος, ἵνα “κατὰ πάντα τοῖς ἀδελφοῖς” ὁμοιωθῇ, καὶ καλέσῃ πρὸς υἱοθεσίαν τὴν ὡς πρὸς Θεὸν τὴν ἀνθρώπου φύσιν, Θεὸς ἅμα καὶ ἄνθρωπος ἀναδεδειγμένος. ἀλλ᾽ οὐ συνέντες τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Σωτῆρος ἡμῶν Ἰουδαῖοι, ἀπὸ τοῦ τὴν μητέρα γινώσκειν αὐτοῦ καὶ τὸν πατέρα, καίτοι μὴ ὄντα πατέρα, οὐκ ἐρυθριῶσιν ἀσχάλλοντες, ὅτι καταβῆναι λέγοι Χριστὸς ἐξ οὐρανοῦ.

Τύπος δὲ πάλιν ἡμῖν ὠφελείας ἀνατέλλει κἀν τούτῳ πολλῆς· παιδευόμεθα γὰρ διὰ τούτων ἐν τοῖς καθ᾽ ἡμᾶς, ὅτι πολλὴν ἂν ἡμῖν προσοίσῃ ζημίαν τὸ μὴ μᾶλλον τοῖς νοητοῖς τῆς καρδίας ὄμμασι τὴν ἐνοῦσαν τοῖς ἁγίοις περιαθρεῖν ἀρετὴν καὶ εἰς τὴν ἐγκεκρυμμένην αὐτοῖς δόξαν ἀφορᾶν, ἀλλ᾽ ἐκ τῆς περὶ τὸ σῶμα σμικροπρεπείας πολλάκις οὐδενὸς ἐν τάξει τιθέναι τὸ μέγα παρὰ Θεῷ καὶ τίμιον. οὕτω περὶ τῶν ἁγίων ἐν προφήταις ὁ Θεός που φησὶν, ὡς ἐν ἑνὶ κατὰ πάντων ἁπλώσας τὸν λόγον “Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ”ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ, καὶ ἔσται ὡς “ξύλον εὐθηνοῦν παρ᾽ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν ”αὐτοῦ, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ δια- “λείψει ποιῶν καρπόν. βαθεῖα καρδία παρὰ πάντα, καὶ ”ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; ἐγὼ Κύριος “ἐτάζων καρδίας, δοκιμάζων νεφρούς.” ὅταν τοίνυν ἡμεῖς τὸν ἐγνωσμένον παρὰ Θεῷ, καὶ ἐν ταῖς ἀρτίως εἰρημέναις τεθαυμασμένον ἀρεταῖς, ταῖς ἀλαζονείαις κατασμικρύνωμεν, εἰς μόνην αὐτοῦ τὴν ἐξωφανῆ καὶ ἐπίκηρον ἀποβλέποντες σάρκα, καὶ τὴν ἐκ τοῦ σώματος ἀδοξίαν πρόφασιν τῆς ἐπ᾽ αὐτῷ σμικροψυχίας ποιησάμενοι, πῶς οὐχὶ τἀναντία φρονοῦντες τῷ πάντων ἁλωσόμεθα βασιλεῖ, δίκην τε οὕτως ὑφέξομεν οὐ μετρίαν, ἔσθ᾽ ὅτε τὸ ὑψηλὸν λέγοντες ταπεινὸν, καὶ τὸ φῶς τιθέμενοι σκότος, καὶ τὸ γλυκὺ πικρὸν ὁριζόμενοι;

Φυλακτέον τοιγαροῦν τοῖς ἁγίοις τὰς αὐτοῖς πρεπούσας τιμὰς, καὶ θεωρητέον μᾶλλον αὐτοὺς διὰ τῆς ἔσωθεν καὶ κεκρυμμένης εὐκλείας, ἢ ἐν οἷς ἂν εἶεν διὰ τὴν σάρκα. ἀλλὰ γὰρ οἱ πλεῖστοι τῶν ἐν ἡμῖν, τὸ μὲν ἐν κόσμῳ ταπεινὸν τιμῆς μὲν ὅλως ἢ καί τινος δόξης ἀξιοῦν οὐκ ἀνέχονται, κἂν ὑπάρχοι διαπρεπὴς ἐν ἀρεταῖς, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐκ πλούτου πλεονεξίαν, καὶ τὴν εὐδιάφθορόν τε καὶ ὅσον οὐδέπω τεθνηξομένην εὔκλειαν ἐνορῶντες οὐ σφόδρα δικαίοις ὀφθαλμοῖς, παρ᾽ οὐδὲν ποιοῦνται τὸ κρίνειν ὀρθῶς. τοὺς γὰρ δὴ τοιούτους καὶ λίαν εἰκότως διαγελᾷ τοῦ Σωτῆρος ὁ μαθητὴς, λέγων “Ὑποκριταὶ, ἐὰν γάρ τις εἰσέλθῃ ”εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι “λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,” εἶτα λέγητε, φησὶ, τῷ μὲν πλουσίῳ πρὸς τῷ δεξιῷ καθέζεσθαι τόπῳ, τῷ δὲ “πτωχῷ Στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν ”μου, οὐ διεκρίθητε ἐν ἑαυτοῖς;” καίτοι σκοπεῖν ἐντεῦθεν ἀκόλουθον, πόσης ἂν εἶεν εὐλόγου μομφῆς ὑπαίτιοι γεγονότες, οἱ τοῖς ἔξωθεν περιβλήμασι, καὶ οὐχὶ τοῖς ἔσωθεν ἀγαθοῖς τὸν ἄνδρα θαυμάζοντες.

καὶ πλοῦτος μὲν γὰρ καὶ τὸ ἐκ πλούτου λαμπρὸν, ἀλλοτρίαν τινὰ καὶ νόθην τοῖς κεκτημένοις προσοίσειεν ἂν εἰκότως τὴν δόξαν· ἡ δὲ ἐν καρδίᾳ λαμπρότης, καὶ τὸ ἐν ἔργοις ἀγαθοῖς διαφανὲς, γνήσιος ἂν εἶεν καὶ ἐμπεφυκὼς τοῖς ἔχουσι πλοῦτος, οὐ συναπομένων τῇ σαρκὶ, καὶ σὺν αὐτῇ κατασηπόμενος, ἀλλ᾽ ἐνδημούσῃ μὲν ἔτι τῇ ψυχῇ κατὰ τόνδε τὸν βίον συνῳκισμένος, ἐκδημούσῃ δὲ πάλιν συναφιπτάμενος, ὅποι περ ἂν ὁ τοῦ παντὸς νεύσειεν ἡγεμών. πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καθάπερ ἠκούσαμεν.

Τιμητέον τοιγαροῦν οὐχὶ πάντως ἢ ἀναγκαίως τὸν ἐν πλούτῳ διαφανῆ, καὶ τοῖς ἐπὶ γῆς δοξαρίοις καθάπερ ἐν πίνακι κατακεχρωσμένον, ἐκείνους δὲ μᾶλλον, οἷς ἡ τῶν ἔργων φαιδρότης ἀμάραντον ἀποτίκτει διὰ Θεοῦ τὴν εὔκλειαν, καὶ τὸ ἔσωθεν ἐναστράπτει κάλλος διὰ πάσης ἰδέας ἀγαθῶν ἐκλελαμπρυσμένους. <Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ᾽ ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.> Κατασμικρύνουσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, τὸν μὲν ἐν τοῖς οὐρανοῖς ἀγνοοῦντες Πατέρα, καὶ ὅτι περ εἴη κατὰ φύσιν Υἱὸς τοῦ πάντων δεσπόζοντος, οὐδαμόθεν ἐπιγινώσκοντες, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐπὶ τῆς γῆς μητέρα καὶ τὸν Ἰωσήφ. διὰ τοῦτο θερμότερόν πως αὐτοῖς ὑπαντᾷ, καὶ παραχρῆμα πάλιν ἐπ᾽ αὐτὸ τὸ θεοπρεπὲς ἀξίωμα χρησίμως ἀναπηδᾷ· δι᾽ ὧν οἶδεν, ὡς Θεὸς, καὶ τὸ λάθρα ψιθυρισθὲν καὶ εἰς νοῦν αὐτοῖς ἀναβεβηκὸς, διὰ τούτων αὐτῶν ἐπιτρέπων ἐννοεῖν, ὅτι τῆς ἀληθείας ἐκπίπτουσι, καὶ μικρὰν κομιδῆ τὴν ἐπ᾽ αὐτῷ διάληψιν ἐποιήσαντο. τὸν γὰρ ὅλως εἰδότα καρδίας, ἐξετάζοντά τε τὰ ἐν νῷ κινήματα, καὶ οὐδὲν ἠγνοηκότα τῶν ἐν ψυχαῖς βουλευμάτων, πῶς οὐχὶ μᾶλλον ἐχρῆν δόξῃ μὲν ἤδη καταστέφειν τῇ θεοπρεπεῖ, καὶ ἀνακομίζειν δὲ εἰς τοσοῦτον τῆς ἐν ἀνθρώποις σμικροπρεπείας, ὅσον δὴ ὑπερκέοιτο τῶν ἐπὶ γῆς ὁ Θεός;

ἀνακαλύπτων τοίνυν τὸν ἐν ἀφθόγγοις ἔτι μομφαῖς κατακεχωσμένον λογισμὸν, καὶ τὸν λάθρα διαψιθυρισθέντα γογγυσμὸν ἐν αὐτοῖς φανερὸν καθιστὰς δι᾽ αἰτίαν ἤδη τὴν εἰρημένην Μὴ γογγύζετέ φησι μετ᾽ ἀλλήλων· εἶτα δεικνὺς, ὅτι θεοδίδακτον ἐν ἀνθρώποις ἀγαθὸν τὸ περὶ αὐτοῦ μυστήριον, καὶ τῆς ἄνωθεν χάριτος ἔργον ἐστὶν ἡ περὶ αὐτοῦ γνῶσις, μηδὲ δύνασθαί φησιν ὡς αὐτὸν ἀφικέσθαι, μὴ οὐχὶ ταῖς τοῦ Πατρὸς νουθεσίαις καθειλκυσμένον· ἦν δὲ τοῦτο πάλιν ἕτερον ποιοῦντος οὐδὲν ἢ σκοπεῖν ἀναπείθοντος, ὅτι δεήσοι μὲν αὐτοὺς κλάοντας καὶ πικραινομένους, ἐφ᾽ οἷς μὲν ἤδη λελυπήκεσαν ἐλευθεροῦσθαι ζητεῖν, ἀνέλκεσθαι δέ πως καὶ εἰς σωτηρίαν διὰ πίστεως τῆς εἰς αὐτὸν, διὰ βουλῆς τοῦ Πατρὸς, καὶ τῆς ἄνωθεν ἐπικουρίας κατευμαριζούσης αὐτοῖς τὴν ἐν τούτοις ὁδὸν, καὶ λείαν ὥσπερ ἀποτελούσης, τὴν ἐπείπερ ἡμάρτανον ἀφειδῶς ἐκτετραχυμένην· ἀναστήσειν γεμὴν ἐκ νεκρῶν τὸν πιστεύοντα χρησίμως διεβεβαιοῦτο, καὶ διὰ τούτου πάλιν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθινὸν τοῖς ἀνοήτοις ἑαυτὸν παριστάς· τὸ γὰρ ὅλως δύνασθαι ζωοποιεῖν, καὶ παλινδρομῆσαι πρὸς ἀναβίωσιν ἀναγκάσαι τῷ θανάτῳ κεκρατημένον, μόνῃ μὲν ἂν πρέποι δικαίως τῇ τοῦ Θεοῦ φύσει, προσγράφοιτο δὲ τῶν γενητῶν οὐδενί.

τοῦ γὰρ ζῶντός ἐστι τὸ ζωοποιεῖν, καὶ οὐχὶ τοῦ παρ᾽ ἑτέρου δανειζομένου τὴν χάριν. <Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.> Τὴν ἐνυπάρχουσαν τοῖς ἀκροωμένοις ἀπόνοιαν ἐννοήσας ὡς Θεὸς, οὐκ ἀμαρτύρητον ἐᾷ τὸν ἐπὶ τούτῳ λόγον, ἄνωθεν δὲ διὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένον ἤδη καὶ προαναφωνηθέντα δεικνύει, καὶ τὰς τῶν ἀντερεῖν ὅτι πρέποι πάλιν αὐτῷ διενθυμουμένων προαναιρῶν ἀφορμὰς, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ἀμαθίαν οὐδὲν ἧττον ἀπογυμνῶν, διὰ τοῦ καὶ τοῦτο δὴ πάλιν ἀγνοοῦντας ὁρᾶσθαι, καίτοι νόμῳ παιδαγωγουμένους πρὸς τὴν τῶν ἐσομένων κατάληψιν. ἀναπείθει τοίνυν καὶ οὐχ ἑκόντας ἤδη συννεύειν· οὐ γὰρ ἦν εἰκὸς καὶ ταῖς τῶν ἁγίων προφητῶν ἀντιστατήσειν φωναῖς, ὅτι τοῖς ἀξίοις ἐνηχήσει ὁ Θεὸς καὶ Πατὴρ τὸ περὶ αὐτοῦ μυστήριον, καὶ ἀποκαλύψει τὸν ἴδιον Υἱὸν, ἀποῤῥήτως ἑκάστῳ προσλαλῶν, καὶ θεοπρεπῶς τὴν ἐπὶ τούτοις σύνεσιν ἐντιθείς.

Ἀνωτέρω δὲ λέγων “Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ”ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν,” οὐκ ἀναγκαστικὴν, οὐδὲ βιαιοτάτην οὖσαν ἐπιδεικνύει τὴν ἕλξιν προστιθείς· <Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρός μου καὶ μαθὼν ἔρχεται πρὸς μέ.> Ὅπου γὰρ ἀκοὴ καὶ μάθησις καὶ τὸ ἐκ παιδεύσεως ἀγαθὸν, διὰ πειθοῦς δηλονότι καὶ οὐκ ἐξ ἀνάγκης ἡ πίστις· ἀντιληπτικὴ δὲ μᾶλλον, ὡς ἐξ ἀγάπης τοῖς ἀξίοις ἡ ἐπὶ Χριστῷ σύνεσις χορηγεῖται παρὰ τοῦ Πατρὸς ἤπερ ἀναγκαστική· περισώζεσθαι γὰρ ὁ δογματικὸς ἀναγκάζει λόγος τὸ αὐτεξούσιον καὶ αὐτοπροαίρετον τῇ τοῦ ἀνθρώπου ψυχῇ, ἵνα δικαίους μὲν ἐπ᾽ ἀγαθοῖς ἀπαιτῇ τοὺς μισθοὺς, σφαλλομένη δὲ τοῦ πρέποντος, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ἐκ ῥᾳθυμίας ἐκβαίνουσα, τὴν ἐπὶ τῷ κολάζεσθαι δίκην καὶ εὐλογωτάτην ἀποκομίζοιτο.

Ἰστέον δὲ ὅτι κἂν λέγοιτό τινας ἐκπαιδεύειν ὁ Πατὴρ τὸ ἐπὶ Χριστῷ μυστήριον, ἀλλ᾽ οὐ μόνος ἐνεργήσει περὶ τοῦτο, ἐπιτελέσει δὲ μᾶλλον ὡς διὰ σοφίας ἰδίας αὐτὸ τοῦ Υἱοῦ. ἐννοεῖν γὰρ ἀκόλουθον, ὡς οὐ δίχα σοφίας ἡ κατὰ σύνεσιν ἔν τισιν ἀποκάλυψις ἔσται παρὰ τοῦ Πατρός. σοφία δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός. οὐκοῦν ὡς διὰ σοφίας ἐνεργήσει τοῦ ἰδίου γεννήματος τὴν ἐν τοῖς ἀξίοις ἀποκάλυψιν ὁ Πατήρ. καὶ ἁπαξαπλῶς εἰπεῖν, ἀληθῶς δὲ δὴ πάντως, καὶ οὐχ ἑτέρως, οὐκ ἄν τις ἁμάρτοι, πάνθ᾽ ὅσα πέρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεργήματα τὰ ἐπί τισιν, ἤτοι θελήματα, πάσης εἶναι λέγων τῆς ἁγίας Τριάδος, ὁμοίως δὲ καὶ τὰ αὐτοῦ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Ἁγίου Πνεύματος. διὰ γάρτοι ταύτην, ὡς ἐγῷμαι, τὴν αἰτίαν, τοῦ Θεοῦ καὶ Πατρὸς ἀποκαλύπτειν λεγομένου τὸν ἴδιον Υἱὸν, καὶ καλεῖν ἐπ᾽ αὐτῷ τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, καὶ αὐτὸς ὁ Υἱὸς τοῦτο ποιῶν εὑρίσκεται, καὶ τὸ Πνεῦμα δὲ οὐδὲν ἧττον τὸ Ἅγιον. Πέτρῳ μὲν γὰρ τῷ μακαρίῳ φησὶν ὁ Σωτὴρ, τὴν εἰς αὐτὸν πίστιν εὐθαρσέστατα διωμολογηκότι “Μακάριος εἶ Σίμων Βὰρ ”Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ “Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.” αὐτὸς δὲ τοῦτο ποιῶν ἐν ἑτέροις ὁρᾶται.

καὶ γοῦν ἐφ᾽ ἑαυτῷ καλῶς δὴ λίαν ὁ Παῦλος ἀποσεμνύνεται, περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου βοῶν “Οὐδὲ γὰρ ἐγὼ παρ᾽ ἀνθρώπου παρέλαβον αὐτὸ, ἢ ἐδιδά- ”χθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.” ἴδοις δὲ ἂν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον οὐδὲν ἧττον ἡμῖν ἀποκαλύπτει Χριστόν. ἐπιστέλλει γοῦν ὁ σοφώτατος Ἰωάννης “Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ μένει ἐν ”ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς “τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.” καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτὴρ, ὡς περὶ τοῦ παρακλήτου, τουτέστι τοῦ Πνεύματος “Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ ”δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα “τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ ”λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούει λαλήσει, καὶ τὰ “ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ”ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.” πνεῦμα γὰρ ἀληθείας ὑπάρχον, φωταγωγήσει τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ ἐπὶ τὴν τῆς ἀληθείας χειραγωγήσει κατάληψιν.

καὶ ταῦτά φαμεν, οὐχ ὡς κατασχίζοντες εἰς ἀλλοτριότητα, καὶ εἰς τὸ διῃρημένως κατὰ τὸ πᾶν ἢ τὸν Πατέρα τιθέντες τοῦ Υἱοῦ, ἤγουν τὸν Υἱὸν τοῦ Πατρὸς, ἀλλ᾽ οὐδὲ τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλ᾽ εἴπερ μία θεότης ἐστί τε ὄντως καὶ οὕτω κηρύττεται ἐν τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ θεωρουμένη Τριάδι, τὰ ἑκάστῳ προσαπτόμενα καὶ ἰδίως ἀνατεθεῖσθαι δοκοῦντα, πάσης εἶναι διοριζόμενοι τῆς θεότητος βουλάς τε καὶ ἐνεργείας. ἐνεργήσει γὰρ δι᾽ ἑαυτῆς οὐ μεμερισμένως ἡ θεία τε καὶ ἀδιαίρετος φύσις, ὅσον ἧκεν εἰς τὸν ἕνα τῆς θεότητος λόγον, εἰ καὶ ὑφέστηκε τῶν νοουμένων ἕκαστον ἰδιοσυστάτως· ἔστι γὰρ ὅ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς ὁμοίως καὶ τὸ Ἅγιον Πνεῦμα. πρὸς δέ γε τοῖς εἰρημένοις περιαθρητέον κἀκεῖνο· τὰ πρός τι πως ἔχοντα τῶν ὀνομάτων, αὐτὰ δι᾽ ἀμφοῖν γνωρίζεται, καὶ τὴν τοῦ ἑνὸς δήλωσιν ἐν τῇ τοῦ ἑτέρου κατίδοι τις ἄν. οὐκοῦν ἀνάγκη μὲν πᾶσα διὰ Πατρὸς ἀποκαλύπτεσθαι τὸν Υἱὸν, δι᾽ Υἱοῦ δ᾽ αὖ πάλιν τὸν Πατέρα· συνεισάγεται γὰρ πάντως θατέρῳ τὸ ἕτερον, καὶ εἴ τις εἰδείη Πατέρα τῇ φύσει τὸν Θεὸν, ἐννοήσει δὴ πάντως τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱὸν, ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἕτερον. ὁ γὰρ Υἱὸν ὁμολογῶν οὐκ ἀγνοήσει τὸν γεγεννηκότα.

Οὐκοῦν ᾗ μέν ἐστι Πατὴρ ὁ Θεὸς, οὕτω τε νοεῖται καὶ κηρύττεται, τὴν περὶ τοῦ ἰδίου γεννήματος τοῖς ἀκροωμένοις ἐντίθησι γνῶσιν· ᾗ δὲ Υἱὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ὀνομάζεται καὶ ἔστιν ἀληθῶς, διαγγέλλει τὸν Πατέρα· διάτοι τοῦτό φησιν ὡς πρὸς αὐτόν “Ἐφανέρωσά σου τὸ ὄνομα ”τοῖς ἀνθρώποις.”

ἐπειδὴ γὰρ ἐγνώσθη παρὰ τοῖς πεπιστευκόσιν ὁ Υἱὸς, πεφανερῶσθαί φησι τὸ τοῦ γεννήσαντος ὄνομα· νοηθείη δ᾽ ἂν τὴν περὶ τοῦ ἰδίου γεννήματος γνῶσιν ἐντιθεὶς ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, οὐ φωνῆς ἄνωθεν καταῤῥηγνυμένης, καὶ βροντῆς τινος δίκην περικτυπούσης τὴν οἰκουμένην, ἀλλὰ θείας δηλονότι φωταγωγίας ἀναλαμπούσης ἐν ἡμῖν πρὸς κατανόησιν τῆς θεοπνεύστου γραφῆς· εὑρήσεις δὲ πάλιν καὶ πρὸς τοῦτο ἐν ἡμῖν ἐνεργὸν τὸν Υἱόν· γέγραπται γάρ που περὶ τῶν ἁγίων μαθητῶν ὅτι “Τότε διήνοιξεν ”αὐτῶν τοὺς ὀφθαλμοὺς,” εἰς τὸ νοεῖν δηλονότι τὰς ἁγίας γραφάς. <Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.> Προανασκοπήσας πάλιν, ὡς Θεὸς, ὅτι παραδέξονται μὲν οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, οὐδὲ τὴν ἄνωθεν μὲν ἐν φωταγωγίαις ἐννοήσουσι σύνεσιν, ἀπαιτήσουσι δὲ διὰ πολλὴν δυσβουλίαν καὶ αὐτὸ τὸ χρῆναι θεωρεῖν τὸν Πατέρα, καὶ, ἵνα οὕτως εἴπωμεν, δι᾽ αὐτοπροσώπου παιδεύεσθαι θέας, ὅπερ ὡς ᾤοντο τοῖς πατράσιν αὐτῶν ὑπήρχθη ποτὲ, καταφοιτώσης ἐπὶ τὸ ὄρος τὸ Σινᾶ τῆς δόξης τοῦ Θεοῦ· προανασειράζει πάλιν, καὶ ὥσπερ τινὶ χαλινῷ περιτρέπει πρὸς τὸ χρῆναι μὴ παχεῖαν ἔχειν ἐπὶ τῷ Θεῷ τὴν διάληψιν, μηδὲ ὁρατὴν ἔσεσθαί ποτε τὴν ἀόρατον οἴεσθαι φύσιν· οὐδεὶς γὰρ πώποτε, φησὶ, τεθέαται τὸν Πατέρα. ἔοικε δὲ πάλιν καὶ αὐτὸν ὑπαινίττεσθαι τὸν ἱεροφάντην Μωυσέα.

ᾤοντο μὲν γὰρ ἀνοήτως δὴ σφόδρα καὶ τοῦτο φρονοῦντες οἱ Ἰουδαῖοι, διὰ τὸ εἰσελθεῖν “εἰς τὸν γνόφον” αὐτὸν, τεθεᾶσθαι τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς κατιδεῖν, ὅπερ ἐστὶ κατὰ φύσιν τὸ ἀκήρατον κάλλος. ἀλλ᾽ ἵνα μή τι γυμνότερον λέγων ἐπὶ τῷ πανσόφῳ Μωυσεῖ, δοκῇ πως αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀδιορίστως τε ἅμα κατὰ πάντων καὶ ὡς ἐπ᾽ ἐκείνῳ φησίν Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις. μὴ γὰρ δὴ τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖτε, φησὶ, μηδὲ εἰς τὸ πᾶσι τοῖς γεγονόσιν ἀνέμβατον παραλόγοις φέρεσθε ταῖς ὁρμαῖς. ἀπέδρα τε γὰρ καὶ διαλέληθεν ἡ θεία καὶ ἀπερινόητος φύσις, οὐχ ὅπως τοὺς ἐν ἡμῖν ὀφθαλμοὺς ὄντας μόνους, ἀλλ᾽ ἤδη καὶ τοὺς ἁπάσης τῆς κτίσεως· ἐν γὰρ τῷ Οὐδεὶς, τὰ πάντα περισχοινίζεται, ἑαυτὸν δὲ καὶ μόνον εἶναί τε ἐκ Θεοῦ καὶ τεθεᾶσθαι τὸν Πατέρα διοριζόμενος, ἔξω τίθησι δηλονότι τῶν πάντων, καθ᾽ ὧν ἂν νοοῖτο τό Οὐδεὶς ἀποφαντικῶς· ἐπειδὴ δὲ ἔξω πάντων ἐστὶ, καὶ οὐδενὸς ὁρῶντος τὸν Πατέρα, μόνος αὐτὸς τοῦ βλέπειν οὐχ ἁμαρτάνει, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν οὐκ ἐν τοῖς πᾶσιν ὑπάρχων, ὡς εἷς ἐξ αὐτῶν, ἀλλ᾽ ἔξω τῶν πάντων, ὡς ὑπὲρ πάντα;

καὶ εἰ πάντων εἶναι λεγομένων παρὰ τοῦ Θεοῦ, καὶ μηδενὸς ὁρῶντος τὸν Πατέρα· “τὰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ” κατὰ τὴν τοῦ Παύλου φωνήν· μόνος αὐτὸς θεωρεῖ τὸν Πατέρα διὰ τὸ ὑπάρχειν παρὰ Θεοῦ· τό παρὰ τοῦ Θεοῦ ληψόμεθα νοοῦντες ὀρθῶς, ἐπ᾽ αὐτοῦ δὴ καὶ μόνου τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρός. εἰ γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, ὅτου δὴ χάριν, καθάπερ ἤδη προείπομεν, πάντων εἶναι λεγομένων παρὰ Θεοῦ, μόνος αὐτὸς ἐπὶ τὴν τοῦ γεννήσαντος ἀναβαίνει θέαν, διὰ τὸ εἶναι παρὰ Θεοῦ; οὐκοῦν εἰρήσεται μὲν ἐπὶ τῶν ποιημάτων καταχρηστικώτερον· παρὰ Θεοῦ γὰρ τὰ πάντα δημιουργητῶς διὰ τὸ παρῆχθαι δι᾽ αὐτοῦ πρὸς γένεσιν· ἐπὶ δὲ τοῦ Υἱοῦ, καθ᾽ ἕτερόν τε καὶ ἀληθέστερον τρόπον τὸ παρὰ τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, δεδέξεται. διὸ τοῖς πᾶσιν οὐ συναριθμούμενος, ἀλλ᾽ ἔξω πάντων ὑπάρχων καὶ ἐπάνω πάντων μετὰ Πατρὸς, οὐ συνασθενήσει τοῖς πᾶσιν, ἅτε δὴ τῆς ἐκείνων ὁμοφυΐας ἐξῃρημένος, ὡς δὲ εἰς τὴν τοῦ γεννήσαντος ἀνατρέχων φύσιν, κατόψεται πάντως τὸν ἐξ οὗπέρ ἐστι.

Τὸ δὲ ὅπως ἢ κατὰ τίνα τρόπον, ἢ αὐτὸς θεωρήσει τὸν Πατέρα, ἢ αὖ πάλιν παρὰ τοῦ Πατρὸς ὀφθήσεται, τῆς μὲν ἡμετέρας γλώττης οὐκ ἔργον εἰπεῖν· νοητέον δ᾽ οὖν ὅμως θεοπρεπῶς. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.> Θύρα τοιγαροῦν καὶ ὁδὸς εἰς ζωὴν ἡ πίστις, καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀναδρομή. θαυμάσαι γεμὴν οὐδὲν ἧττον παρέσται τοῖς ἀκροωμένοις καὶ τὴν ἐν τούτοις οἰκονομίαν. ἐπειδὴ γὰρ οὐδὲν τὸ παράπαν συνέντας αἰσθάνεται, ἀλλ᾽ οὐδὲ ὅτι προσήκοι τοῖς ἐκ προφητῶν ὑποπείθεσθαι λόγοις οἰομένους ὁρᾷ, τὸ μὲν ὅσον ἦν ἀσθενοῦν εἰς πίστιν ὡς ἐκ λογισμῶν ἀνθρωπίνων, ὅρκῳ τῷ πρὸς ἀλήθειαν ὑποτέμνεται. γέρα δὲ τοῖς πιστεύουσι προτιθεὶς τὰ ἀξιοζήλωτα, καθάπερ τισὶν ὁλκοῖς, ἐπιθυμίαις δηλονότι ταῖς εἰς αὐτὰ, μονονουχὶ καὶ οὐχ ἑκόντας ἐκβιάζεται καὶ ἀναπείθει βαδίζειν ἐπὶ τὸ κηρυττόμενον. τί γὰρ ἂν γένοιτο τῆς αἰωνίου ζωῆς προτιμότερον, τοῖς οἷς γε πικρὸς ὁ θάνατος καὶ τὰ ἐκ τῆς φθορᾶς ἀναφαίνεται πάθη; πρέποι δ᾽ ἂν καὶ τοῦτο σοφῷ διδασκάλῳ, τὸ διὰ πάσης φημὶ τῆς εἰς ζωὴν καλούσης ὁδοῦ, τοὺς ἀσύνετόν τι φρονεῖν ἑλομένους μεταπαιδεύειν ἐπὶ τὸ ἄμεινον· αὐτὸς δὲ ὑπάρχων ἡ αἰώνιος ζωὴ, ἑαυτὸν τοῖς πιστεύουσιν ἐπιδώσειν ἐπαγγέλλεται, ὅπερ ἐστὶ τὸ “κατοι- ”κῆσαι Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως.”

ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. <Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.> ΣΑΦΩΣ δὴ λίαν ἐν τούτοις ἐκεῖνο καταθεάσασθαι παρέσται τὸ διὰ τοῦ προφήτου προαναφωνούμενον Ἡσαΐου “Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ηὑρέθην τοῖς ”ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι τῷ ἔθνει ὃς οὐκ ἐκά- “λεσεν τὸ ὄνομά μου· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς ”χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.” ὅλην γὰρ τοῦ λόγου τὴν λεβηρίδα περιελὼν, καὶ πᾶσαν, ἵν᾽ οὕτως εἴπω, περιστολὴν ἀποστήσας, ἀκατακαλύπτως ἤδη τοῖς ἐξ Ἰσραὴλ ἑαυτὸν ἐμφανίζει λέγων Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, ἵνα δὴ μάθοιεν, ὡς, εἴπερ ἔχουσι θελητὸν τὸ κρείττους εἶναι τῆς φθορᾶς, καὶ αὐτὸν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον ἀποδύσασθαι, δεήσει βαδίζειν αὐτοὺς εἰς μετάληψιν τοῦ ζωοποιεῖν ἰσχύοντος, καὶ ἀφανίζοντος μὲν τὴν φθορὰν, καταργοῦντος δὲ καὶ τὸν θάνατον· ἔργον γὰρ ὄντως τοῦτο τῆς κατὰ φύσιν ζωῆς ἴδιόν τε καὶ πρεπωδέστατον.

ἐπειδὴ δὲ δεδόσθαι τὸ μάννα κατὰ τὴν ἔρημον τοῖς πατράσιν αὐτῶν διαβεβαιούμενοι, τὸν ἄρτον ἀληθῶς τὸν ἐξ οὐρανοῦ καταφοιτήσαντα, τουτέστι τὸν Υἱὸν, οὐκ ἐδέχοντο, ἀναγκαίαν τοῦ τύπου πρὸς τὸ ἀληθὲς ποιεῖται τὴν σύγκρισιν, ἵν᾽ οὕτως εἰδεῖεν οὐκ ἐκεῖνον ὄντα τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἀλλ᾽ ὃν ἡ τοῦ πράγματος πεῖρα τοιοῦτον κατὰ φύσιν ὄντα δεικνύει· οἱ μὲν γὰρ ὑμέτεροι, φησὶ, πατέρες τε καὶ πρόγονοι φαγόντες τὸ μάννα, τῇ τοῦ σώματος φύσει τὸ χρέος ἀποδεδώκασι, πρόσκαιρον δι᾽ ἐκείνου τὴν ζωὴν ἀποκερδάναντες, καὶ ἐφήμερον τὴν ἐξ αὐτοῦ τροφὴν τῇ σαρκὶ προσκομίζοντες, τὸ μὴ παραυτίκα τεθνάναι μόλις ἐπραγματεύοντο. εἴη δ᾽ ἂν ἐναργεστάτη, φησὶν, ἀπόδειξις τοῦ μὴ ἄρτον εἶναι τὸν ἐξ οὐρανοῦ κατὰ τὸ ἀληθέστερον, τὸ μηδαμόθεν εἰς ἀφθαρσίαν ὠφελεῖσθαι δι᾽ αὐτοῦ τοὺς μετεσχηκότας· σημεῖον δὲ πάλιν ὁμοίως τοῦ κυρίως τε καὶ ἀληθῶς ἄρτον εἶναι ζωῆς τὸν Υἱὸν, τὸ καὶ αὐτῶν ἀναδείκνυσθαι κρείττονας τῶν ἐκ θανάτου δεσμῶν τοὺς ἅπαξ μετεσχηκότας, καὶ ἀνακεκραμένους τρόπον τινὰ διὰ τῆς κοινωνίας αὐτῷ. ὅτι γὰρ πάλιν εἰς εἰκόνα μᾶλλον, ἢ σκιὰν, τοῦ Χριστοῦ τὸ μάννα λαμβάνεται, καὶ τὸν ἄρτον ὑπεδήλου τῆς ζωῆς, αὐτὸ δὲ οὐκ ἦν ὁ τῆς ζωῆς ἄρτος, εἴρηται μὲν ἡμῖν διὰ πολλῶν· συνεργεῖ δέ πως καὶ ὁ ψαλμῳδὸς ἐν πνεύματι βοῶν “Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγ- ”γέλων ἔφαγεν ἄνθρωπος.”

δοκεῖ μὲν γάρ πως ὁ λόγος ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαι παρὰ τοῦ πνευματοφόρου, ἔχει δὲ οὐχ οὕτω τὸ ἀληθὲς, ἐφ᾽ ἡμῖν δὲ μᾶλλον ὁ τῶν εἰρημένων σκοπὸς συντείνεται. ἢ γὰρ οὐκ εὔηθες καὶ ἀνόητον κομιδῇ τοὺς ὄντας κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, καίτοι φύσιν λαχόντας τὴν ἀσώματον, παχυτέρας μετίσχειν οἴεσθαι τροφῆς, καὶ δεῖσθαι βοηθημάτων εἰς τὸ διακρατεῖσθαι πρὸς ζωὴν, ὁποίων περ ἂν καὶ τουτὶ τὸ ἐκ γῆς ἐπιθυμήσαι σῶμα; ἀλλ᾽ οὐδὲν οἶμαι χαλεπὸν ἐννοεῖν, ὡς ἐπείπερ εἰσὶ πνεύματα, τοιαύτης ἂν δέοιντο καὶ τροφῆς, πνευματικῆς δηλονότι καὶ νοητῆς. πῶς οὖν ἄρτος ἀγγέλων τοῖς τῶν Ἰουδαίων προγόνοις κεχορηγῆσθαι λέγεται, εἰ ἀληθεύοι τὰ τοιαῦτα βοῶν ὁ προφήτης; ἀλλ᾽ ἔστι δῆλον, ὡς ἐπείπερ ἦν τὸ μάννα τὸ τυπικὸν εἰς εἰκόνα Χριστοῦ, τοῦ συνέχοντός τε καὶ διακρατοῦντος εἰς τὸ εἶναι τὰ πάντα, καὶ ἀποτρέφοντος μὲν ἀγγέλους, ζωογονοῦντος δὲ τὰ ἐπὶ τῆς γῆς, τὸ ὡς ἐν σκιαῖς ὑποδηλούμενον ὀνόματι τῷ τῆς ἀληθείας ὁ προφήτης ἀπεκάλει, τῷ μὴ δύνασθαι τοὺς ἁγίους ἀγγέλους γεωδεστέρας μετίσχειν τροφῆς, παχείας ὥσπερ ἐννοίας, τῆς ἐπὶ τῷ μάννᾳ φημὶ, καὶ οὐχ ἑκόντας ἐξέλκων τοὺς ἀκροωμένους, ἀνακομίζων δέ πως εἰς λόγον πνευματικὸν, τὸν ἐπ᾽ αὐτῷ δηλονότι τῷ Χριστῷ, ὃς καὶ αὐτῶν ἄρτος τῶν ἁγίων ἐστὶν ἀγγέλων.

Οὐκοῦν οἱ μὲν φαγόντες τὸ μάννα, φησὶ, τετελευτήκασιν, ὡς οὐδεμιᾶς δηλονότι ζωῆς μετουσίαν παρ᾽ αὐτοῦ δεξάμενοι· οὐ γὰρ ἦν ὄντως ζωοποιὸν, λιμοῦ δὲ μᾶλλον ἐπίκουρον σαρκικοῦ, καὶ ὡς ἐν τύπῳ τοῦ ἀληθεστέρου παραληφθέν. οἱ δὲ τὸν ἄρτον ἐν ἑαυτοῖς εἰσκομίζοντες τῆς ζωῆς, γέρας ἕξουσι τὴν ἀθανασίαν, φθορᾶς τε καὶ τῶν ἐκ ταύτης κακῶν παντελῶς ἀλογήσαντες, πρὸς ἀμήρυτόν τε καὶ ἀτελεύτητον βίου τοῦ κατὰ Χριστὸν ἀναβήσονται μῆκος. διαλυμανεῖται δὲ τοῖς περὶ τούτων ἡμῶν λόγοις οὐδὲν τὸ καὶ ἀπογεύσασθαι δεῖν θανάτου σαρκικοῦ διὰ τὸ τῇ φύσει πρέπον, τοὺς ἐν μεταλήψει γεγονότας τοῦ Χριστοῦ· ὅτι κἂν εἰ τῷ κοίνῳ δὴ τούτῳ περιολισθαίνοντες τέλει πάθωσι τὸ ἀνθρώπινον, ἀλλ᾽ ὡς ὁ Παῦλός φησι, ζῶσι τῷ Θεῷ ζήσειν μέλλοντες. <Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσει εἰς τὸν αἰῶνα.> “Τὰ αὐτὰ λέγειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ”ἀσφαλὲς,” ἐπιστέλλει τισὶν ὁ θεσπέσιος Παῦλος, ἐξ αὐτῶν οἶμαι καὶ τοῦτο τῶν τοῦ Σωτῆρος πεπαιδευμένος ῥημάτων.

ὅνπερ γὰρ τρόπον τοῖς ἀγριαίνουσι τῶν τραυμάτων, οὐχ ἑνὸς δεῖ φαρμάκου προσβολῆς, πολυειδοῦς δὲ μᾶλλον τῆς θεραπείας, καὶ οὐχ ἅπαξ τυχὸν προσκομιζομένης, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς ἐκπολιορκούσης τὸ πάθος· οὕτως οἶμαι δεῖν καὶ ἀπηνεστάτῃ ψυχῇ καὶ νῷ κατεσκληκότι, συχνὰς ἐπαρτύεσθαι, καὶ ἀλλεπαλλήλους ἰέναι τὰς ἐκ τῶν διδασκάλων ἐπικουρίας· καταμαλθάξαι γὰρ ἂν εἴη μὴ διὰ μιᾶς καὶ πρώτης ὑφηγήσεως, ἀλλά γε διὰ τῆς καὶ ἐσαῦθις προσκομιζομένης αὐτῷ, καὶ εἰ διὰ τῶν αὐτῶν ἔρχοιτο λόγων. πολλάκις τοιγαροῦν ὁ Σωτὴρ τὸν αὐτὸν τοῖς Ἰουδαίοις ἀνακυκλήσας λόγον παρατίθησι ποικίλως, ποτὲ μὲν αἰνιγματώδη καὶ ἀσαφείᾳ πολλῇ κατημφιεσμένον, ποτὲ δὲ διπλόης ἁπάσης ἀπηλλαγμένον, ἀφειμένον τε καὶ ἄνετον, ἵνα λοιπὸν ἀπειθήσαντες, μηδενὸς ἔτι δέοιντο πρὸς κατάκρισιν, κακοὶ δὲ ἀπόλοιντο κακῶς, αὐτοὶ τῆς ἑαυτῶν κατωθοῦντες ψυχῆς τῆς ἀπωλείας τὸ ξίφος.

Οὐδὲν τοιγαροῦν ἐπικρυψάμενος ἔτι φησὶν ὁ Χριστός Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. τύπος ἦν ἐκεῖνό φησι, καὶ σκιὰ καὶ εἰκών. ἀκούσατε διαῤῥήδην ἤδη καὶ οὐκέτι κεκαλυμμένως Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου ζήσεται εἰς τὸν αἰῶνα. οἱ ἐξ ἐκείνου φαγόντες ἀπέθανον· οὐ γὰρ ἦν ζωοποιός· ὁ δὲ τοῦτον ἐσθίων τὸν ἄρτον, τουτέστιν ἐμὲ, ἤτοι τὴν σάρκα τὴν ἐμὴν, ζήσεται εἰς τὸν αἰῶνα. παραφυλακτέον τοιγαροῦν καὶ παραιτητέον ὁμοῦ τὸ σκληρύνεσθαι τοῖς εἰς εὐσέβειαν λόγοις, οὐχ ἅπαξ ἡμᾶς, ἀλλὰ καὶ πολλάκις μεταπείθοντος τοῦ Χριστοῦ. εἴη γὰρ ἂν οὐκ ἀμφίλογον, ὡς ἔνοχοι πάντως ἔσονται παγχαλέποις ἐγκλήμασιν, οἱ πρὸς ἐσχάτην ἐκνενευκότες ἀπόνοιαν, καὶ δι᾽ ὑπερμέτρου τῆς ἀπειθείας ἐμπαροινεῖν οὐ παραιτούμενοι τῷ τῶν καλλίστων εἰσηγητῇ. διὰ τοῦτό φησι περὶ τῶν Ἰουδαίων “Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν ”οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρ- “τίας αὐτῶν.”

οἱ μὲν γὰρ οὐδαμῶς διὰ τῆς ἀκοῆς εἰς καρδίαν εἰσοικισάμενοι τῆς σωτηρίας τὸν λόγον, ἡμερωτέρῳ τυχὸν περιτεύξονται τῷ κριτῇ, τὸ μηδόλως ἀκοῦσαι προτείνοντες, εἰ καὶ ὅτι μάλιστα τὸν ἐπὶ τῷ μὴ ζητῆσαι μαθεῖν ἀποδώσουσι λόγον· οἱ δὲ καὶ πολλάκις διὰ τῶν αὐτῶν νουθεσιῶν τε καὶ λόγων εἰς τὴν τοῦ συμφέροντος θήραν ἐκπαιδαγωγούμενοι, σφᾶς δὲ αὐτοὺς ὅτι χρὴ τῶν καλλίστων ἀποστερεῖν ἀνοήτως λογιζόμενοι, πικροτάτην ἀποτίσουσι κόλασιν, καὶ οἷον λελυπημένῳ περιπεσοῦνται τῷ κρίνοντι, πρόφασιν τῆς αὐτῆς ἀπονοίας δυσωποῦσαν αὐτὸν ἀνευρίσκειν οὐχ ἔχοντες. <Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.> Ἀποθνήσκω, φησὶν, ὑπὲρ πάντων, ἵνα πάντας ζωοποιήσω δι᾽ ἐμαυτοῦ, καὶ ἀντίλυτρον τῆς ἁπάντων σαρκὸς τὴν ἐμὴν ἐποιησάμην. τεθνήξεται γὰρ ὁ θάνατος ἐν θανάτῳ τῷ ἐμῷ, καὶ συναναστήσεταί μοι, φησὶν, ἡ πεσοῦσα τοῦ ἀνθρώπου φύσις. γέγονα γὰρ διὰ τούτου καθ᾽ ὑμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐκ σπέρματος Ἁβραὰμ, ἵνα “κατὰ πάντα τοῖς ”ἀδελφοῖς” ὁμοιωθῶ.

συνεὶς δὲ τοῦτο καλῶς ὅπερ ἀρτίως ἡμῖν ἔφη Χριστὸς, καὶ αὐτός φησιν ὁ μακάριος Παῦλος “Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ ”αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ “θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ”τουτέστι τὸν διάβολον·” οὐ γὰρ ἦν ἑτέρως τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καταργηθῆναί ποτε, καὶ αὐτὸν δὲ τὸν θάνατον, εἰ μὴ δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἷς ὑπὲρ πάντων ἀντίλυτρον· ἦν γὰρ ὑπὲρ πάντας. διὰ τοῦτο καὶ ἐν ψαλμοῖς που φησὶν ἑαυτὸν ὑπὲρ ἡμῶν ὥσπερ ἄμωμον ἱερεῖον ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί “Θυσίαν καὶ προσ- ”φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ- “ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ ”ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι “τὸ θέλημά σου ὁ Θεὸς ἠβουλήθην·” ἐπειδὴ γὰρ “αἷμα ”ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως” οὐκ ἐξήρκει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ἀλλ᾽ οὐδὲ ἡ τῶν ἀλόγων σφαγὴ κατήργησεν ἄν ποτε τοῦ θανάτου τὸ κράτος, αὐτὸς εἰσβαίνει Χριστὸς τρόπον τινὰ τὰς ὑπὲρ ἁπάντων ὑφέξων δίκας. “

Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” ὡς ὁ προφήτης φησὶ, καὶ “τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν ”τῷ σώματι αὐτοῦ εἰς τὸ ξύλον·” ἐσταυρώθη δὲ ὑπὲρ πάντων καὶ διὰ πάντας, ἵνα ἑνὸς ὑπὲρ πάντων ἀποτεθνηκότος, οἱ πάντες ζήσωμεν ἐν αὐτῷ· οὐ γὰρ ἦν δυνατὸν “κρατεῖσθαι αὐτὸν ὑπὸ” τοῦ θανάτου, ἀλλ᾽ οὐδ᾽ ἂν τῆς κατὰ φύσιν ζωῆς κατεκράτησεν ἡ φθορά. ὅτι δὲ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ προσήγαγε σάρκα Χριστὸς, καὶ διὰ τῶν αὐτοῦ γνωσόμεθα λόγων· “Πάτερ γὰρ, φησὶν, ἅγιε ”τήρησον αὐτούς·” καὶ πάλιν “Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ”ἐμαυτόν·” ἑαυτὸν δέ φησιν ἁγιάζειν ἐν τούτοις, οὐκ εἰς ἁγιασμὸν ὠφελῶν τὸν ἐν καθάρσει ψυχῆς, ἤτοι πνεύματος, ὡς ἐφ᾽ ἡμῶν νοούμενον, ἀλλ᾽ οὐδὲ τὴν τοῦ Ἁγίου Πνεύματος μέθεξιν· ἦν γὰρ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς· ἦν τε καὶ ἔστιν ἅγιος ἀεὶ, καὶ ἔσται κατὰ τὸ διηνεκές· τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ Ἀνατίθημι καὶ προσάγω καθάπερ ἄμωμον ἱερεῖον εἰς ὀσμὴν εὐωδίας. ἡγιάζετο γὰρ, ἤτοι κατὰ νόμον ἐκαλεῖτο ἅγιον τὸ τῷ θείῳ θυσιαστηρίῳ προσκομιζόμενον.

Δέδωκε τοιγαροῦν ὑπὲρ τῆς ἁπάντων ζωῆς τὸ ἴδιον σῶμα ὁ Χριστὸς, ἐνοικίζει δὲ πάλιν ἡμῖν δι᾽ αὐτοῦ τὴν ζωὴν, καὶ ὅπως, ἐρῶ κατὰ δύναμιν. ἐπειδὴ γὰρ ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἐνῴκηκε τῇ σαρκὶ, μετεσκεύασεν αὐτὴν εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ζωὴν, καὶ ὅλος αὐτῇ κατὰ τὸν ἄῤῥητον τῆς ἑνώσεως λόγον συμβεβηκὼς ζωοποιὸν ἀπέδειξε, καθάπερ οὖν ἐστι κατὰ φύσιν αὐτός. διὰ τοῦτο ζωοποιεῖ τοὺς μετέχοντας αὐτοῦ τὸ σῶμα Χριστοῦ· ἐξελαύνει γὰρ τὸν θάνατον, ὅταν ἐν τοῖς ἀποθνήσκουσι γένηται, καὶ ἐξίστησι τὴν φθορὰν, τὸν τὴν φθορὰν ἀφανίζοντα Λόγον τελείως ὠδῖνον ἐν ἑαυτῷ.

Ἀλλ᾽ ἐρεῖ τις τυχὸν, εἰς τὴν τῶν κεκοιμημένων ἀναβίωσιν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀπερείσας Οἱ γὰρ πίστιν μὲν τὴν εἰς Χριστὸν οὐ παραδεξάμενοι, μέτοχοί τε οὐ γεγονότες αὐτοῦ, κατὰ τὸν τῆς ἀναστάσεως οὐκ ἀναβιώσονται χρόνον. τί δέ; οὐχὶ παλινδρομήσει πρὸς ζωὴν σύμπαν τὸ ποίημα τὸ πεπτωκὸς εἰς θάνατον;

Ἀλλὰ ναὶ πρὸς ταῦτα ἐροῦμεν, ἀναβιώσεται πᾶσα σάρξ· ἐγερθήσεσθαι γὰρ τοὺς νεκροὺς ὁ προφητικὸς προαγορεύει λόγος. λογιούμεθα γὰρ ἐπὶ πᾶσαν διήκειν τὴν ἀνθρωπότητα τὸ διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ μυστήριον, καὶ ἐν αὐτῷ καὶ πρώτῳ πᾶσαν ἀπολελῦσθαι πιστεύομεν τῆς φθορᾶς τὴν ἡμετέραν φύσιν. πάντες γὰρ ἀναστήσονται, καθ᾽ ὁμοιότητα τοῦ δι᾽ ἡμᾶς ἐγηγερμένου καὶ πάντας ἔχοντος ἐν ἑαυτῷ, καθάπερ ἦν ἄνθρωπος. καὶ ὥσπερ ἐν τῷ πρωτοπλάστῳ κατεκλίθημεν εἰς θάνατον, οὕτως ἐν τῷ πρωτοτόκῳ πάλιν, τῷ δι᾽ ἡμᾶς, ἐκ νεκρῶν ἀναβιώσονται σύμπαντες· ἀλλ᾽ “οἱ ”μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς,” καθάπερ γέγραπται, “οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν ”κρίσεως.” δοίην δ᾽ ἂν ἔγωγε καὶ οὐ τῷ τυχόντι μέτρῳ, θανάτου πικρότερον τὸ ἀναστῆναι πρὸς κόλασιν, καὶ εἰς μόνας αἰκίας τὸ ἀναβιῶναι λαβεῖν. κυριώτερον τοιγαροῦν ζωὴν ὄντως τὴν ἐν Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι καὶ ἀδιαπτώτῳ τῇ θυμηδίᾳ· ἐπεὶ καὶ ταύτην ἀληθῶς οὖσαν τὴν ζωὴν ἐξεπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων “Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ δὲ ”ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ “μενεῖ ἐπ᾽ αὐτόν.” ἰδοὺ γὰρ ἰδοὺ τὸν ἐν ἀπειθείᾳ κατειλημμένον τὴν ζωὴν οὐκ ὄψεσθαί φησι· καίτοι παντὸς τοῦ ποιήματος παλινδρομήσειν εἰς ζωὴν καὶ ἀναστήσεσθαι προσδοκωμένου.

πρόδηλον οὖν, ὅτι τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, τὴν ἐν δόξῃ φημὶ καὶ ἐν ἁγιασμῷ, ζωὴν εἰκότως ἀπεκάλεσεν ὁ Σωτὴρ, ἣν ὅτι διώκειν δεήσει πρὸς μετάληψιν ἰόντας τῆς ζωοποιούσης σαρκὸς, οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον.

Ἐπειδὴ δὲ διὰ πολλῶν ἤδη τῶν προκειμένων ἄρτον ἑαυτὸν ἀπεκάλεσεν ὁ Σωτὴρ, ἴδωμεν πάλιν, εἰ μήτι τῶν προκατηγγελμένων εἰς νοῦν ἀναφέρεσθαι τὸν ἡμέτερον καὶ διὰ τούτου βούλεται, καὶ τῶν ἐν τοῖς ἱεροῖς κειμένων ἀναμιμνήσκει γραμμάτων, ἐν οἷς ὡς ἐν ἄρτου σχήματι καὶ πάλαι κατεσημαίνετο. γέγραπται τοίνυν ἐν τοῖς ἀριθμοῖς “Καὶ ”ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς “Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς ”εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται ὅταν “ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ”ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα “ἀφοριεῖτε αὐτὸ, ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε ”αὐτὸν, ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ “ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.” αἰνιγματωδῶς μὲν οὖν καὶ παχεῖαν ὥσπερ τὴν ἀπὸ τοῦ γράμματος περιστολὴν ἔχων ὁ νόμος τὰ τοιαῦτα διετύπου· προανεφώνει δὲ πάλιν τὸν ἄρτον ὄντως τὸν ἀληθινὸν τὸν ἐξ οὐρανοῦ καταφοιτῶντα, τουτέστι Χριστὸν, καὶ ζωὴν διδόντα τῷ κόσμῳ.

ἐννόει γὰρ ὅπως ἄνθρωπος καθ᾽ ἡμᾶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν γεγενημένος, ἀπαρχή τις ὥσπερ τοῦ ἡμετέρου φυράματος καὶ ἀφόρισμα κατὰ τὸ γεγραμμένον, ἀνετέθη τῷ Θεῷ καὶ Πατρὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος, καὶ ἀπαρχὴ τῆς ἁπάντων ἀναστάσεως εἰς αὐτὸν ἀναβαίνων τὸν οὐρανόν· ἐλήφθη μὲν γὰρ ἐξ ἡμῶν, σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθάπερ ὁ Παῦλός φησιν, ἀνετέθη δὲ ὡς ἐξ ἁπάντων καὶ ὑπὲρ πάντων, ἵνα τοὺς πάντας ζωοποιήσῃ, καὶ καθάπερ ἐξ ἅλωνος δράγμα τὸ πρῶτον ἀναφέρηται τῷ Θεῷ καὶ Πατρί. ὥσπερ δὲ ὑπάρχων κατ᾽ ἀλήθειαν φῶς, ἐπετίθει τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἀπὸ τοῦ πράγματος χάριν· “Ὑμεῖς γάρ ἐστε,” φησὶ, “τὸ φῶς τοῦ κόσμου·” οὕτω καὶ ἄρτος ὑπάρχων ὁ ζῶν καὶ ὁ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων, καθ᾽ ὁμοιότητα πάλιν καὶ διὰ σκιᾶς τῆς κατὰ τὸν νόμον, ὡς ἐν ἄρτοις δώδεκα τὸν ἱερὸν ἀνετύπου τῶν ἀποστόλων χορόν. λέγει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ “Καὶ ἐλάλησε Κύριος ”πρὸς Μωυσῆν λέγων Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ “λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς ”φῶς, καῦσαι λύχνον διὰ παντὸς ἔξωθεν τοῦ καταπετά- “σματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.”

εἶτά φησιν ἐπὶ τούτοις “Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώ- ”δεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· καὶ ἐπιθή- “σετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν ”τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπιθήσετε ἐπὶ “τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσται εἰς ἄρτους ”εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.” Λύχνον μὲν οὖν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ ἔξωθεν τοῦ καταπετάσματος τὸν καταφωτίζοντα, τὸν μακάριον Ἰωάννην ἐν τοῖς προλαβοῦσιν εἶναι δεδώκαμεν, τρεφόμενον μὲν ἐλαίῳ τῷ καθαρωτάτῳ, τουτέστι, τῷ διὰ τοῦ Πνεύματος φωτισμῷ· ἔξω γεμὴν τοῦ καταπετάσματος, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτῷ κατηχητικός “Ἑτοιμάσατε γὰρ τὴν ὁδὸν Κυρίου, φησὶν, ”εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.” τὰ δὲ ἔσω τοῦ καταπετάσματος, τουτέστι, τὸ ἀποκεκρυμμένον περὶ Χριστοῦ μυστήριον, οὐ λίαν ἐκφαίνει. “Ἐγὼ μὲν” γὰρ, φησὶν, “ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω ”μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς “τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ- ”ματι Ἁγίῳ καὶ πυρί.” ὁρᾷς οὖν ὅπως καταλάμπει μὲν αὐτὸς, ὡς ἐν ἁπλουστέρῳ τῷ λόγῳ καλῶν εἰς μετάνοιαν, τὰ γεμὴν ἔσω τοῦ καταπετάσματος ἀπογυμνοῦν ἐπιτρέπει τῷ βαπτίζοντι διὰ πυρὸς καὶ Πνεύματος;

καὶ πλατύτερον μὲν τὰ περὶ τούτων διειλήφαμεν, προτεθέντος ἡμῖν ῥητοῦ, κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου “Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος ”καὶ φαίνων·” ἡψάμεθα δέ πως ἐκ παραδρομῆς ἀρτίως, ἐπείπερ ἦν ἀναγκαῖον, μετὰ τὴν Ἰωάννου πάροδον, γείτονα δεικνύειν καὶ εὐθὺς κειμένην τῶν ἁγίων ἀποστόλων τὴν ἀνάῤῥησιν.

Διὰ γὰρ ταύτην οἶμαι τὴν αἰτίαν ὁ λόγος προκατασημήνας αὐτὸν διὰ τοῦ λύχνου, τὴν ἐπὶ τοῖς δώδεκα ἄρτοις θεωρίαν ἡμῖν παρατίθησι· “Ποιήσετε γὰρ, φησὶ, δώδεκα ”ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς.” ἔθος τῇ θείᾳ γραφῇ τὸν ἀριθμὸν τὸν δέκα, τέλειον ἀεὶ προσδέχεσθαι καὶ εἰδέναι πληρέστατον, ἐπείπερ ἡ τῶν ἐφεξῆς ἀριθμῶν πάροδός τε καὶ θέσις, ἀνακύκλησίν τινα καὶ πολυπλασιασμὸν τῶν αὐτῶν εἰς τὰ αὐτὰ δεχομένη, πρὸς ὅπερ ἄν τις ἐθελήσαι βαδίζει καὶ ἐκτείνεται. ἐκ δύο τοιγαροῦν δεκάτων ἕκαστον εἶναι κελεύει, ἵνα τὸ τέλειον ἴδῃς ἐν τοῖς μαθηταῖς, ἐν ἴσῃ τῇ ξυνωρίδι, τῇ τε πραγματικῇ φημι καὶ τῇ κατὰ θεωρίαν ἀρετῇ. ἐπιτίθεσθαι γεμὴν δύο θέματα κελεύει χρησίμως, μονονουχὶ καὶ τὴν στάσιν αὐτὴν ὑποδεικνὺς, ἣν ἔθος ἦν κατὰ τὸ εἰκὸς ποιεῖσθαι, μέσον ἀεὶ τὸν Κύριον δεχομένους, καὶ ὥσπερ τινὰ καθηγητὴν ἀεὶ κυκλοῦν εἰθισμένους αὐτόν. ἵνα δὲ μάθωμεν, ὅτι καθάπερ ὁ Παῦλός φησι, Χριστοῦ γεγόνασιν εὐωδία τῷ Θεῷ καὶ Πατρὶ, ἐπιτίθεσθαι τοῖς ἄρτοις κελεύει τὸν λιβανωτὸν, καταπάττεσθαι δὲ καὶ ἁλσίν. εἴρηται γάρ που πρὸς αὐτούς “Ὑμεῖς ἐστε τὸ ἅλας τῆς ”γῆς·” ἀλλὰ καὶ τῇ τῶν σαββάτων ἡμέρᾳ προσκομίζεσθαι κελεύει χρησίμως· ἀνεδείχθησαν γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐσχάτη δὲ τῆς ἑβδομάδος ἡμέρα τὸ σάββατον.

καὶ οὐχὶ τοῦτο μόνον, ἀλλ᾽ ἐπείπερ κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐσαββατίσαμεν πνευματικῶς· ἠργήσαμεν γὰρ ἐξ ἁμαρτιῶν. συνέβη δὲ καὶ τοὺς ἁγίους τότε ἡμῖν ἀποστόλους ἀναδειχθῆναι, ὧν καὶ τὰ θεῖα τρεφόμενοι συγγράμματα πρὸς ζωὴν ἀναβαίνομεν τὴν ἐν ἁγιασμῷ. διὰ τοῦτο κατὰ τὴν τῶν σαββάτων ἡμέραν προκεῖσθαι μάλιστα κελεύει τοὺς ἄρτους ἐν τῇ ἁγίᾳ τραπέζῃ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· σημαίνεται γὰρ πολλάκις ἀπὸ μέρους τὸ πᾶν. τί δ᾽ ἂν γένοιτο τῆς ἁγίας Χριστοῦ τραπέζης τὸ ἁγιώτερον; οὐκοῦν ὡς ἄρτος μὲν ὁ Σωτὴρ προανετυποῦτο κατὰ τὸν νόμον· ἄρτοι δὲ πάλιν οἱ μαθηταὶ καθ᾽ ὁμοιότητα τὴν αὐτοῦ· πάντα γὰρ ἀληθινῶς μὲν ἦν ἐν Χριστῷ, καθ᾽ ὁμοιότητα δὲ τὴν ὡς πρὸς αὐτὸν, καὶ ἐφ᾽ ἡμᾶς διὰ τῆς αὐτοῦ χάριτος. <Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς.> “Πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι ”γνῶσιν,” κατὰ τὸ γεγραμμένον· σκοτεινὸν δὲ τοῖς ἀνοήτοις καὶ τὸ λίαν εὐμαθές. ὁ μὲν γὰρ συνετὸς ὄντως ἀκροατὴς, τὸ μὲν τῶν μαθημάτων εὐσυνοπτότερον τῷ τῆς διανοίας ἐγκατακλείει θησαυρῷ, μελησμὸν ἐπὶ τούτῳ μηδένα καταδεξάμενος· τὰ δὲ ἐφ᾽ οἷς ἂν φαίνηται χαλεπὸς ὁ λόγος, ταῖς ἐρεύναις περινοστεῖ, καὶ φιλοπευστῶν οὐ παύεται.

καί μοι δοκεῖ τοιοῦτόν τι χρησίμως ἐπείγεσθαι δρᾶν, ὁποῖόν τι φασὶ τὰς εὐδρομωτάτας καὶ θηρευτικὰς ἀπεργάζεσθαι κύνας, αἳ πρὸς αἴσθησιν τὴν διὰ ῥινῶν πολλὴν ἔχουσαι παρὰ τῆς φύσεως τὴν ὀξύτητα, τὰς τῶν ζητουμένων καταδύσεις ἀεὶ περιθέουσιν. ἢ γὰρ οὐχὶ πρὸς τοιαύτην τινὰ τὴν ἕξιν καλέσει τὸ σοφὸν καὶ προφητικὸν ὧδε λόγιον ἔχον “Ζητῶν ”ζήτει, καὶ παρ᾽ ἐμοὶ οἴκει;” χρὴ γὰρ ζητοῦντα ζητεῖν, τουτέστι, συντονωτάτην εἰς τοῦτο τὴν προθυμίαν εἰσφέροντα μὴ ἀπονοσφίζεσθαί ποι πρὸς ἐξιτήλους ἐννοίας, ἀλλ᾽ ὅσῳπερ ἂν ἀποτραχύνηταί τι πρὸς δυσχέρειαν, τοσούτῳ δὴ μᾶλλον ὀξυτέρῳ προσέχεσθαι νῷ, καὶ γοργοτέραις ἐνθυμημάτων ἐκπολιορκεῖν προσβολαῖς τὸ κρυπτόμενον. ἀλλὰ γὰρ ὁ ἀτριβής τε καὶ ἀχειραγώγητος νοῦς, ὅπερ ἂν αὐτὸν ἀνατρέχῃ, τοῦτο πάντως ἐξυβρίζει ταῖς ἀπειθείαις, καὶ ὡς κίβδηλον ἐκτρέπεται τὸ νικῶν, ἐξ ἀπαιδεύτου θράσους καὶ εἰς ἐσχάτην ἀναβαίνων ὑπεροψίαν. τὸ γὰρ μηδενὶ παραχωρεῖν ἐθέλειν, μηδὲ οἴεσθαί τι μεῖζον ὑπάρχειν αὐτοῦ, πῶς οὐκ ἂν εἴη λοιπὸν, ὅπερ ἀρτίως εἰρήκαμεν;

Τούτῳ περιπεσόντας τῷ πάθει καὶ τοὺς Ἰουδαίους εὑρήσομεν εἰς τὴν τοῦ πράγματος ἀφορῶντες φύσιν. δέον γὰρ αὐτοὺς παραδέχεσθαι μὲν ἀμελ[λ]ητὶ τοῦ Σωτῆρος τοὺς λόγους, προτεθαυμακότας ἤδη διὰ πολλῶν τὴν θεοπρεπῆ δύναμιν αὐτοῦ καὶ τὴν ἐφ᾽ ἅπασιν ἄμαχον ἐξουσίαν, ἐπὶ δὲ τοῖς δυσεφίκτοις φιλοπευστεῖν, καὶ παιδεύεσθαι μᾶλλον παρακαλεῖν περὶ ὧν ἂν φαίνοιντο δυσχεραίνοντες· πάλιν τό Πῶς ἀνοήτως ἐπὶ Θεοῦ λέγουσιν, ὥσπερ οὐκ εἰδότες, ὅτι δυσφημίας ἁπάσης ἀνάπλεως ὁ λόγος ὁρᾶται. τὸ γὰρ πάντα δύνασθαι κατορθοῦν ἀκονιτὶ πρόσεστι τῷ Θεῷ· ψυχικοὶ δὲ ὄντες, καθάπερ φησὶν ὁ μακάριος Παῦλος, οὐκ ἐδέχοντο “τὰ ”τοῦ πνεύματος τοῦ Θεοῦ, μωρία” δὲ αὐτοῖς τὸ σεπτὸν οὕτως ὁρᾶται μυστήριον.

Δεῖ τοιγαροῦν ἐντεῦθεν ἡμᾶς ὠφελουμένους, καὶ ἐξ ὧν ἕτεροι πταίουσι τὸν οἰκεῖον ἐπανορθοῦντας βίον, ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων πίστιν μὲν ἔχειν ἀζήτητον, μηδενὶ δὲ τῶν λεγομένων ἐπιφέρειν τό Πῶς· Ἰουδαϊκὸν γὰρ τὸ ῥῆμα, καὶ κολάσεως δὲ τῆς ἐσχάτης διὰ τοῦτο παραίτιον· ἐπεὶ καὶ ὁ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενος· Νικόδημος δὲ οὗτος ἦν· τό “Πῶς δύναται ταῦτα γενέσθαι” λέγων, ὅτε τῶν θείων κατηκροᾶτο λόγων, ἐγελᾶτο δικαίως ἀκούσας “Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ ”γινώσκεις;” ἐντεχνέστεροι τοίνυν πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ διὰ τῆς ἑτέρων ἀτοπίας εὑρισκόμενοι, τό Πῶς λέγειν ἐφ᾽ οἷς ἂν ἐργάζηται Θεὸς παραιτώμεθα, ἀνατιθέναι δὲ μᾶλλον μελετήσωμεν αὐτῷ τῶν ἰδίων ἔργων τὴν ὁδὸν ἐξεπίστασθαι· ὅνπερ γὰρ τρόπον εἴσεται μὲν οὐδεὶς, τὸ τί κατὰ φύσιν ἐστὶν ὁ Θεὸς, δικαιοῦται δὲ πιστεύων “ὅτι ἐστὶ, ”καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται,” οὕτως ἀγνοήσει μὲν πάλιν τὸν ἐφ᾽ ἑκάστῳ τῶν τελουμένων παρ᾽ αὐτοῦ τρόπον, ἀνατιθεὶς δὲ τῇ πίστει τὴν ἔκβασιν, καὶ τὸ πάντα δύνασθαι συναινῶν τῷ ὑπὲρ πάντας Θεῷ, κομιεῖται τῆς οὕτως ἀγαθῆς διαλήψεως οὐκ εὐκαταφρόνητον τὸν μισθόν.

οὕτω γὰρ ἡμᾶς διακεῖσθαι καὶ αὐτὸς ἐθέλων ὁ πάντων Δεσπότης διὰ τοῦ προφήτου φησὶν Ἡσαίου “Οὐ ”γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ “ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος· ἀλλ᾽ ὡς ”ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί “μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς ”διανοίας μου·” ὁ δὲ τοσοῦτον ἡμῶν κατά τε σοφίαν καὶ δύναμιν ὑπερκείμενος, πῶς οὐχὶ καὶ ἐργάσεται παραδόξως, καὶ τὴν ἡμετέραν ὑπεραλεῖται κατάληψιν;

Βουλοίμην δ᾽ ἂν ἔτι καὶ λογισμὸν ἐπὶ τούτοις οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται, παρεισενεγκεῖν. οἱ μὲν γὰρ κατὰ τονδὲ τὸν βίον τῆς καλουμένης μηχανικῆς τὴν ἐπιστήμην ἐπανελόμενοι, μέγα τι πολλάκις κατορθοῦν ἐπαγγέλλονται, καὶ τῶν μὲν ἀκροωμένων διαλανθάνει τὸν νοῦν πρὸ τῆς θεωρίας τῶν δρωμένων ἡ μέθοδος· εἰς δὲ τὴν ἐνοῦσαν αὐτοῖς ἀποβλέποντες τέχνην, καὶ πρὸ πείρας αὐτῆς ποιούμεθα τῇ πίστει δεκτὸν, τὸ ἀντιτείνειν ἔτι δυσωπούμενοι. πῶς οὖν, ἐρεῖ τις, οὐκ ἂν εἶεν εἰκότως δεινοῖς ἐγκλήμασιν ἔνοχοι, τὸν ἁπάντων ἀριστοτέχνην Θεὸν ταῖς ἀπειθείαις ἀτιμάζειν κατατολμῶντες, οἱ τό Πῶς ἐφ᾽ ὧν ἂν ἐργάζηται λέγειν οὐ παραιτούμενοι, καίτοι σοφίας ἁπάσης χορηγὸν ἐγνωκότες αὐτὸν, καὶ ὅτι πάντα δύναται διὰ πάσης παιδευόμενοι τῆς θείας γραφῆς; εἰ δὲ ἐπιμένεις Ἰουδαῖε λέγων τό Πῶς, ἐρῶ σοι κἀγὼ τὴν σὴν ἀμαθίαν διὰ σὲ μιμούμενος Πῶς ἐξῆλθες ἐξ Αἰγύπτου; πῶς δὲ, εἰπέ μοι, καὶ εἰς ὄφιν μετετράπη ῥάβδος ἡ Μωυσαϊκή; πῶς ἐλεπρώθη μὲν ἡ χεὶρ, ἀποκατεστάθη δὲ αὖθις, ὡς γέγραπται; πῶς εἰς τὴν αἵματος φύσιν μετῆλθε τὸ ὕδωρ; πῶς διῆλθες διὰ μέσης θαλάσσης “ὡς διὰ ξηρᾶς;” πῶς δὲ διὰ ξύλου τὸ πικρὸν τῆς Μεῤῥᾶς ὕδωρ εἰς γλυκὺ μετεσκευάζετο; πῶς δέ σοι καὶ ὕδωρ ἐκ τῶν πετραίων ἀνεδόθη μαστῶν; πῶς ἐπὶ σὲ κατηνέχθη τὸ μάννα; πῶς δὲ κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης;

ἢ πῶς κατεσείσθη διὰ μόνης κραυγῆς τῆς Ἱεριχοῦς τὸ ἀπόρθητον τεῖχος, καὶ οὐκ ἐπιλείψει λέγοντά σε τό Πῶς; πολλὰ γὰρ ἤδη προτεθαυμακὼς ἁλώσῃ μεγαλουργήματα, οἷς εἴπερ ἐπάγεις τό Πῶς, ὅλῃ παντελῶς ἀπειθήσεις τῇ θείᾳ γραφῇ, καὶ πάντας τῶν ἁγίων προφητῶν ἀνατρέψεις τοὺς λόγους, καὶ αὐτοῦ δὲ πρὸ πάντων τοῦ σοῦ Μωυσέως τὰ ἱερὰ συγγράμματα. οὐκοῦν ἔδει μᾶλλον πιστεύοντας τῷ Χριστῷ, καὶ τοῖς παρ᾽ αὐτοῦ λεγομένοις ἀμελλητὶ κατανεύοντας μανθάνειν ἐπείγεσθαι μᾶλλον τῆς εὐλογίας τὸν τρόπον, οὐκ ἀπερισκέπτως ἐμπαροινεῖν λέγοντας Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν; ὅτι καὶ τό Οὗτος, ἐν ὑπεροψίᾳ φασί· τοιοῦτόν τι γὰρ πάλιν αὐτοῖς τὸ ὑπέρογκον ὑπαινίττεται ῥῆμα. <Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.> Μακρόθυμος ὄντως καὶ πολυέλεος ὁ Χριστὸς, ὥσπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῶν ἤδη τῶν προκειμένων ἰδεῖν.

φιλονεικήσας γὰρ οὐδαμῶς ταῖς τῶν ἀπειθούντων μικροψυχίαις, πάλιν αὐτοῖς τὴν ζωοποιὸν τοῦ μυστηρίου γνῶσιν ἐπιδαψιλεύεται, καὶ νικήσας ὡς Θεὸς τὴν τῶν λυπούντων ἀλαζονείαν, τὰ δι᾽ ὧν εἰς μακραίωνα βίον ἀναβήσονταί φησι· καὶ τίνα μὲν τρόπον αὐτοῖς τὴν σάρκα δώσει φαγεῖν, οὔπω διδάσκει· ᾔδει γὰρ ὄντας ἐν σκότει καὶ νοεῖν οὐδαμόθεν ἰσχύοντας τὸ ἀπόῤῥητον· ὅσον δὲ αὐτοῖς ἐκ τοῦ φαγεῖν ἀγαθὸν ἐκβήσεται, παραδεικνύει χρησίμως, ἵνα τάχα πως αὐτοὺς ταῖς εἰς τὸ βούλεσθαι ζῆν ἀπεράντοις ἡδοναῖς ἑτοιμότερον πείθων, τὸ πιστεύειν διδάξειε. πεπιστευκόσι γὰρ ἤδη καὶ τὸ μανθάνειν δύνασθαι πρεπόντως ἀκολουθεῖ. ἐπεὶ καὶ οὕτω φησὶν ὁ προφήτης Ἡσαΐας “Ἐὰν γὰρ μὴ πιστεύσητε, ”οὐδ᾽ οὐ μὴ συνῆτε.” οὐκοῦν ἔδει προεῤῥιζωμένης ἐν αὐτοῖς τῆς πίστεως, δευτέραν ἐπεισκρίνεσθαι τὴν ἐφ᾽ οἷς ἀγνοοῦσι σύνεσιν, καὶ οὐ πρεσβυτέραν. τῆς πίστεως ὁρᾶσθαι τὴν ζήτησιν.

Διὰ ταύτην οἶμαι τὴν αἰτίαν παρεὶς εἰκότως ὁ Κύριος τὸ λέγειν αὐτοῖς, τίνα τρόπον ἐπιδώσει τὴν σάρκα αὐτοῦ φαγεῖν, ἐπὶ τὸ χρῆναι πιστεύειν πρὸ τῆς ἐρεύνης καλεῖ. τοῖς γὰρ ἤδη πεπιστευκόσι, διακλάσας τὸν ἄρτον ἐδίδου, λέγων “Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου·” ὁμοίως δὲ καὶ εἰς πάντας τὸ ποτήριον περιενεγκών Λάβετε “πίετε,” φησὶν, “ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τῆς ”διαθήκης τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρ- “τιῶν.” ὁρᾷς ὅπως τοῖς μὲν ἀνοηταίνουσιν ἔτι, καὶ τὸ πιστεύειν ἀζήτητον ἐξωθουμένοις, οὐκ ἐξηγεῖται τοῦ μυστηρίου τὸν τρόπον, τοῖς δὲ ἤδη πεπιστευκόσι σαφέστατα διειπὼν εὑρίσκεται; ἀκουέτωσαν τοίνυν οἱ τὴν πίστιν τὴν εἰς Χριστὸν ἐξ ἀνοίας οὔπω παραδεξάμενοι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς· ἀμέτοχοι γὰρ παντελῶς καὶ ἄγευστοι διαμένουσι τῆς ἐν ἁγιασμῷ καὶ μακαριότητι ζωῆς, οἱ διὰ τῆς μυστικῆς εὐλογίας οὐ παραδεξάμενοι τὸν Ἰησοῦν. ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶ, καθὸ καὶ ἐκ ζῶντος ἐγεννήθη Πατρός· ζωοποιὸν δὲ οὐδὲν ἧττον καὶ τὸ ἅγιον αὐτοῦ σῶμα, συνενηνεγμένον τρόπον τινὰ καὶ ἀῤῥήτως ἑνωθὲν τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ· διὸ αὐτοῦ λελόγισται, καὶ ὡς εἷς νοεῖται σὺν αὐτῷ.

ἀδιαίρετος γὰρ μετὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰς τὸ εἰδέναι τὸν ἐκ Θεοῦ Πατρὸς ἥκοντα Λόγον καὶ τὸν ἐκ τῆς παρθένου ναὸν, οὐ ταὐτὸν μὲν οὖν ὄντα τῇ φύσει· οὐ γὰρ ὁμοούσιον τῷ ἐκ Θεοῦ Λόγῳ τὸ σῶμα· ἓν δὲ τῇ συνόδῳ καὶ τῇ ἀπερινοήτῳ συνδρομῇ· καὶ ἐπείπερ ζωοποιὸς γέγονε τοῦ Σωτῆρος ἡ σὰρξ, ἅτε δὴ τῇ κατὰ φύσιν ἡνωμένη ζωῇ, τῷ ἐκ Θεοῦ δηλονότι Λόγῳ, ὅταν αὐτῆς ἀπογευσώμεθα, τότε τὴν ζωὴν ἔχομεν ἐν ἑαυτοῖς συνενούμενοι καὶ ἡμεῖς αὐτῇ, καθάπερ οὖν αὐτὴ τῷ ἐνοικήσαντι Λόγῳ. διὰ γάρ τοι τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς διανιστᾶν, οὐ λόγῳ μόνον, οὐδὲ τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ὁ Σωτὴρ ἐνεργῶν εὑρίσκεται, ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα, ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην, καὶ ὡς ἓν ἤδη γενομένην πρὸς αὐτόν. καὶ γὰρ ἦν ὄντως ἴδιον αὐτοῦ, καὶ οὐχ ἑτέρου τὸ σῶμα. καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων “Ἡ παῖς ἔγειραι,” ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται· ζωοποιῶν μὲν ὡς Θεὸς, τῷ παντουργῷ προστάγματι· ζωοποιῶν δὲ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἁγίας σαρκὸς, μίαν τε καὶ συγγενῆ δι᾽ ἀμφοῖν ἐπιδείκνυσι τὴν ἐνέργειαν. ἀλλὰ καὶ ὅτε εἰσεπορεύετο εἰς πόλιν καλουμένην Ναῒν, καὶ “ἐξεκομίζετο μονογενὴς υἱὸς ”τεθνηκὼς τῇ μητρὶ αὐτοῦ,” πάλιν “ἥψατο τῆς σοροῦ, ”λέγων Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.”

καὶ οὐ μόνον δίδωσιν ἐνεργεῖν τῷ λόγῳ τὴν τῶν νεκρῶν ἀναβίωσιν, ἀλλ᾽ ἵνα δείξῃ ζωοποιὸν τὸ ἴδιον σῶμα, καθάπερ οὖν ἤδη προείπομεν, τῶν τεθνεώτων ἅπτεται, καὶ δι᾽ αὐτοῦ τὴν ζωὴν ἐντιθεὶς τοῖς ἤδη κατεφθαρμένοις. καὶ εἰ διὰ μόνης ἁφῆς τῆς ἁγίας σαρκὸς ζωοποιεῖται τὸ διεφθαρμένον, πῶς οὐχὶ πλουσιωτέραν ἀποκερδανοῦμεν τὴν ζωοποιὸν εὐλογίαν, ὅταν αὐτῆς καὶ ἀπογευσώμεθα; μεταποιήσει γὰρ πάντως εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ἀθανασίαν, τοὺς μετεσχηκότας αὐτῆς.

Καὶ μὴ θαυμάσῃς ἐπὶ τούτῳ, μηδὲ εἴπῃς κατὰ σεαυτὸν Ἰουδαϊκῶς τό Πῶς· ἐννόει δὲ μᾶλλον ὅτι ψυχρὸν τῇ φύσει τὸ ὕδωρ ἐστίν· ἀλλ᾽ ὅταν εἰς λέβητα κεχυμένον ὁμιλήσῃ τῷ πυρὶ, τότε τῆς μὲν ἰδίας μονονουχὶ καὶ ἐπιλανθάνεται φύσεως, εἰς δὲ τὴν τοῦ νενικηκότος ἐνέργειαν ἀποφοιτᾷ. τὸν αὐτὸν οὖν ἄρα καὶ ἡμεῖς τρόπον, εἰ καὶ φθαρτοὶ διὰ τὴν φύσιν ἐσμὲν τῆς σαρκὸς, ἀλλὰ τῇ μίξει τῆς ζωῆς τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν, εἰς τὸ ἐκείνης ἴδιον ἀναστοιχειούμεθα, τουτέστι τὴν ζωήν. ἔδει γὰρ ἔδει, μὴ μόνον διὰ τοῦ Ἁγίου Πνεύματος εἰς ζωῆς καινότητα τὴν ψυχὴν ἀνακτίζεσθαι, ἀλλὰ γὰρ καὶ τὸ παχὺ τοῦτο καὶ γεῶδες σῶμα διὰ παχυτέρας καὶ συγγενοῦς ἁγιάζεσθαι μεταλήψεως καὶ καλεῖσθαι πρὸς ἀφθαρσίαν. οἰέσθω δὲ μηδαμῶς ὁ νωθρὸς εἰς σύνεσιν Ἰουδαῖος, νεωτέρων ἡμῖν μυστηρίων ἀνηυρῆσθαι τρόπον. θεωρήσει γὰρ ἐν ἀρχαιοτέροις συγγράμμασι, φημὶ δὲ τοῖς Μωυσαϊκοῖς, προκαταγραφόμενον ἤδη καὶ τῆς ἀληθείας φοροῦντα τὴν δύναμιν, ὅτι καὶ ἐν ψιλοῖς ἐτελεῖτο τοῖς σχήμασι. τί γὰρ ἐδυσώπησεν, εἰπέ μοι, τὸν ὀλοθρευτήν; τί δὲ καὶ τοὺς προγόνους ἐκείνων μὴ συναπολέσθαι τοῖς Αἰγυπτίοις παρεσκεύασεν, ὅτε κατὰ τῶν πρωτοτόκων ὁ πάντα νικῶν ἐξωπλίζετο θάνατος;

ἆρ᾽ οὐχὶ πᾶσιν ἂν γένοιτο συμφανὲς, ὡς ἐπείπερ τῷ θείῳ νόμῳ καταπειθόμενοι τεθύκασι τὸν ἀμνὸν, καὶ τῶν ἐκείνου σαρκῶν ἀπογευσάμενοι κατέχρισαν τῷ αἵματι τὰς φλιὰς, παρελαύνειν αὐτοὺς ὡς ἡγιασμένους ὁ θάνατος ἠναγκάζετο; παρετέτακτο μὲν γὰρ κατὰ πάσης τῆς ἀνθρωπείας φύσεως ὁ ὀλοθρευτὴς, τουτέστιν, ὁ τῆς σαρκὸς θάνατος, διὰ τὴν ἐν τῷ πρωτοπλάστῳ παράβασιν. τότε γὰρ πρῶτον ἠκούσαμεν “Γῆ εἶ καὶ εἰς ”γῆν ἀπελεύσῃ.” ἀλλ᾽ ἐπείπερ ἔμελλε τὸν οὕτω δεινὸν ἀνατρέψειν τύραννον ὁ Χριστὸς, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν ἡμῖν γινόμενος ὡς ζωὴ, προανετυποῦτο τοῖς πάλαι τὸ μυστήριον, καὶ ἀπεγεύοντο τῶν τοῦ προβάτου κρεῶν, ἁγιαζόμενοί τε τῷ αἵματι διεσώζοντο, παρατρέχοντος αὐτοὺς, κατὰ βούλησιν Θεοῦ, τοῦ ὀλοθρεύειν τεταγμένου, τοὺς οἵπερ ἦσαν μέτοχοι τοῦ ἀμνοῦ. τί τοιγαροῦν χαλεπαίνεις, Ἰουδαῖε, πρὸς τὴν ἐκ τῶν τύπων ἤδη καλούμενος ἀλήθειαν, ὅταν λέγῃ Χριστός Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς;

καίτοι μᾶλλον ἐχρῆν εὐθαρσέστερόν πως ἐπὶ τὴν τῶν μυστηρίων ἰέναι κατάληψιν, διὰ τῶν Μωυσαϊκῶν προπαιδαγωγηθέντα βιβλίων, καὶ διὰ σχημάτων ἀρχαιοτάτων ἐπὶ τὸ χρῆναι πιστεύειν ἀνενδοιάστως χειραγωγούμενον. <Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.> Κἀν τούτῳ δὴ μάλιστα θαυμάσαι προσήκει τὸν ἅγιον Εὐαγγελιστήν “Καὶ ὁ Λόγος σὰρξ ἐγένετο,” διαῤῥήδην ἀνακεκραγότα· οὐ γὰρ ὅτι γέγονεν ἐν σαρκὶ, ἀλλ᾽ ὅτι γέγονε σὰρξ, οὐκ ἀπενάρκησεν εἰπεῖν, ἵνα δείξῃ τὴν ἕνωσιν. καὶ οὐ δήπου φαμὲν, ἢ τὸν ἐκ Πατρὸς Θεὸν Λόγον εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν τὴν σάρκα μεταχωρῆσαι πρὸς Λόγον· μένει γὰρ ἑκάτερον, ὅπερ ἐστὶ τῇ φύσει, καὶ εἷς ἐξ ἀμφοῖν ὁ Χριστός· ἀποῤῥήτως δὲ καὶ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἡνωμένος ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ, καὶ ὅλην ὥσπερ εἰς ἑαυτὸν μεταστήσας κατ᾽ ἐνέργειαν τὴν ἐν τῷ δύνασθαι ζωοποιεῖν τὰ ζωῆς δεόμενα· τῆς μὲν ἡμετέρας φύσεως ἐξήλασε τὴν φθορὰν, ἐξέστησε δὲ καὶ τὸν πάλαι διὰ τὴν ἁμαρτίαν ἰσχύσαντα θάνατον. οὐκοῦν ὁ τρώγων τὴν ἁγίαν σάρκα Χριστοῦ, ζωὴν αἰώνιον ἔχει· ἔχει γὰρ ἡ σὰρξ ἐν ἑαυτῇ τὸν Λόγον κατὰ φύσιν ὄντα ζωήν. διὰ γὰρ τοῦτό φησιν, ὅτι ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

ἀντὶ δὲ τοῦ εἰπεῖν, ὅτιπερ αὐτὸν, τὸν ἐσθίοντα δηλονότι, τὸ ἐμὸν ἀναστήσει σῶμα, τό Ἐγὼ τέθεικεν, ὡς οὐχ ἕτερος ὢν παρὰ τὴν ἰδίαν σάρκα· καὶ οὐ πάντως τῇ φύσει, διατέμνεσθαι γὰρ ὅλως εἰς υἱῶν δυάδα μετὰ τὴν ἕνωσιν οὐκ ἀνέχεται. ἐγὼ τοιγαροῦν, φησὶν, ὁ ἐν αὐτῷ γεγονὼς, διὰ τῆς ἐμῆς δηλονότι σαρκὸς, ἀναστήσω τὸν ἐσθίοντα τῇ ἐσχάτῃ ἡμέρᾳ. ἦν γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως νικῆσαι τὴν φθορὰν καὶ κρατῆσαι θανάτου τὸν κατὰ φύσιν ὄντα ζωήν. διὰ τοῦτο κἂν βιάζηται τὸ ἀνθρώπινον σῶμα πρὸς τὸ καταφθείρεσθαι δεῖν ὁ διὰ τῆς παραβάσεως ἐπιπηδήσας θάνατος, ἀλλ᾽ ἐπείπερ ἐν ἡμῖν ὁ Χριστὸς διὰ τῆς ἰδίας γίνεται σαρκὸς, ἀναστησόμεθα πάντως· ἀπίθανον γὰρ, μᾶλλον δὲ καὶ ἀδύνατον, μὴ ζωοποιεῖν τὴν ζωὴν τοὺς ἐν οἷς ἂν γένοιτο. ὥσπερ γὰρ εἴ τις σπινθῆρα λαβὼν ἀχύροις ἐγκαταχώσαι πολλοῖς, ἵνα σωζόμενον ἔχοι τὸ τοῦ πυρὸς σπέρμα· οὕτω καὶ ἐν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῆς ἰδίας σαρκὸς ἐναποκρύπτει τὴν ζωὴν, καὶ ὥσπερ τι σπέρμα τὴν ἀθανασίαν ἐντίθησιν, ὅλην τὴν ἐν ἡμῖν ἀφανίζον φθοράν. <Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις.> Ἀντιδιαστέλλει πάλιν τῇ τοῦ μάννα χορηγίᾳ τὴν μυστικὴν εὐλογίαν, καὶ τοῖς ἐκ πετραίων λαγόνων νάμασι τοῦ ποτηρίου τὴν γεῦσιν. ὅπερ δὲ ἤδη καὶ δι᾽ ἑτέρων εἴρηκε φθάσας, τοῦτο πάλιν ἐνταῦθά φησι, πολυτρόπως τὸν αὐτὸν ἐξυφαίνων λόγον.

οὐ γὰρ δὴ χρῆναι λίαν ἀποθαυμάζειν αὐτοῖς τὸ μάννα παρεγγυᾷ, προσδέχεσθαι δὲ μᾶλλον αὐτὸν, ὡς ἄρτον ἐξ οὐρανοῦ καὶ χορηγὸν τῆς αἰωνίου ζωῆς. “Οἱ ”μὲν γὰρ πατέρες ὑμῶν, φησὶν, ἔφαγον τὸ μάννα ἐν τῇ “ἐρήμῳ καὶ ἀπέθανον· οὗτος δέ ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ ”οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ “ἀποθάνῃ·” ἡ μὲν γὰρ τοῦ μάννα τροφὴ πρὸς ὀλίγον, φησὶ, κομιδῇ τὸν καιρὸν τὴν τοῦ σώματος χρείαν διαπαίξασα, καὶ τὸ ἐκ τῆς ἐνδείας δυσωπήσασα βλάβος, ἠσθένησε πάλιν οὐκ ἐντιθεῖσα τοῖς βεβρωκόσι τὴν αἰώνιον ζωήν. οὐκ ἦν οὖν ἄρα βρῶσις ἀληθὴς καὶ ἄρτος ἐξ οὐρανοῦ τουτέστι· τὸ δὲ ἅγιον σῶμα τοῦ Χριστοῦ, πρὸς ἀθανασίαν καὶ ζωὴν αἰώνιον ἀποτρέφον, βρῶσις ὄντως ἀληθής. ἀλλ᾽ ἔπιον καὶ ὕδωρ ἐκ πέτρας ἐκεῖνοι. καὶ τί τὸ ἐντεῦθεν, φησὶ, ποία δὲ τοῖς πεπωκόσιν ἡ ὄνησις; τετελευτήκασι γάρ. ἦν οὖν ἄρα κἀκεῖνο πόσις οὐκ ἀληθὴς, ἀληθὴς δὲ κατ᾽ ἀλήθειαν εὑρίσκεται πόσις τὸ τίμιον αἷμα Χριστοῦ, ὅλην ἐκ βάθρων ἀποῤῥιζοῦν τὴν φθορὰν, καὶ ἀναμοχλεῦον τὸν ἐν τῇ ἀνθρωπείᾳ σαρκὶ κατοικήσαντα θάνατον. αἷμα γάρ ἐστιν οὐχ ἑνὸς τῶν τυχόντων ἁπλῶς, ἀλλ᾽ αὐτῆς τῆς κατὰ φύσιν ζωῆς.

διὰ τοῦτο καὶ σῶμα καὶ μέλη Χριστοῦ χρηματίζομεν, ὡς διὰ τῆς εὐλογίας αὐτὸν ἐν ἑαυτοῖς δεχόμενοι τὸν Υἱόν. <Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.> Πολυτρόπως ἡμᾶς διὰ τούτων μυσταγωγεῖ, καὶ ἐπείπερ ἐστὶ δυσέφικτός πως τοῖς ἀμαθεστέροις ὁ λόγος, τὴν ἀπὸ τοῦ πιστεύειν σύνεσιν ἐφ᾽ ἑαυτῷ μᾶλλον ἀπαιτῶν ἢ ζήτησιν, ἄνω τε καὶ κάτω τῶν αὐτῶν ἑλίττων ἐξευμαρίζει ποικίλως, καὶ πανταχόθεν ἡμῖν τὸ ἐκ τοῦ πράγματος καταλαμπρύνει χρήσιμον, θεμέλιον ὥσπερ τινὰ καὶ κρηπῖδα τῇ πίστει τὴν ἐπ᾽ αὐτῷ καλλίστην ἐπιθυμίαν καταπηγνύς. ὁ γὰρ τρώγων μου φησὶ τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. ὥσπερ γὰρ εἴ τις κηρὸν ἑτέρῳ συνάψειε κηρῷ, πάντως δήπου καὶ ἕτερον ἐν ἑτέρῳ γεγονότα κατόψεται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τὴν σάρκα δεχόμενος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πίνων αὐτοῦ τὸ τίμιον αἷμα, καθά φησιν αὐτὸς, ἓν ὡς πρὸς αὐτὸν εὑρίσκεται συνανακιρνάμενος ὥσπερ καὶ ἀναμιγνύμενος αὐτῷ διὰ τῆς μεταλήψεως, ὡς ἐν Χριστῷ μὲν αὐτὸν εὑρίσκεσθαι, Χριστὸν δὲ αὖ πάλιν ἐν αὐτῷ. οὕτω πως ἡμᾶς καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, Χριστὸς ἐπαιδαγώγει λέγων “Ὁμοία ”ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ “ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.”

τίς μὲν οὖν ἡ γυνὴ, τίς δὲ τῶν καλουμένων σάτων ἡ τριὰς, ἢ καὶ τί τὸ σάτον ὅλως ἐστὶν, ἐν οἰκείῳ λελέξεται τόπῳ· πρὸς δέ γε τὸ παρὸν εἰς μόνην ἐροῦμεν τὴν ζύμην. ὥσπερ οὖν ὁ Παῦλός φησιν, “ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ”ζυμοῖ,” οὕτως ὀλιγοστὴ πάλιν εὐλογία σύμπαν ἡμῶν εἰς ἑαυτὴν ἀναφύρει τὸ σῶμα, καὶ τῆς ἰδίας ἐνεργείας ἀναπληροῖ, οὕτω τε ἐν ἡμῖν γίνεται Χριστὸς, καὶ ἡμεῖς αὖ πάλιν ἐν αὐτῷ. καὶ γὰρ δὴ καὶ ἀληθεύων ἐρεῖ τις ὅτι καὶ ἐν παντὶ μέν ἐστιν ἡ ζύμη τοῦ φυράματος, καὶ τὸ φύραμα δὲ κατὰ τὸν ἴσον λόγον ἐν ὅλῃ γίνεται τῇ ζύμῃ· ἔχεις ὡς ἐν βραχέσι τῶν εἰρημένων τὸν νοῦν. ἀλλ᾽ εἴπερ ἐσμὲν τῆς αἰωνίου ζωῆς ἐρασταὶ, εἰ τὸν τῆς ἀθανασίας χορηγὸν ἐν ἑαυτοῖς ἔχειν εὐχόμεθα, μὴ κατά τινας τῶν ἀμελεστέρων τὸ εὐλογεῖσθαι παραιτώμεθα, μηδὲ παγίδα καὶ βρόχον ἡμῖν ἐξαρτυέτω τὴν ἐπιζήμιον εὐλάβειαν ὁ βαθὺς εἰς πανουργίαν διάβολος.

Ναὶ γὰρ γέγραπται, φησίν “Ὁ ἐσθίων ἐκ τοῦ ἄρτου καὶ ”πίνων ἐκ τοῦ ποτηρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ “πίνει·” δοκιμάσας δὲ τὰ κατ᾽ ἐμαυτὸν, οὐκ ἄξιον ὄντα βλέπω. Πότε τοίνυν ἄξιος ἔσῃ, καὶ παρ᾽ ἡμῶν ὁ τοῦτο λέγων ἀκούσεται, πότε σαυτὸν παραστήσεις τῷ Χριστῷ; εἰ γὰρ μέλλοις ἀεὶ καταπτοεῖσθαι τοῖς ὀλισθήμασιν, ὀλισθάνων δὲ οὐκ ἀποπαύσῃ· “Τίς γὰρ συνήσει παραπτώματα,” κατὰ τὸν ἅγιον ψαλμῳδὸν, ἀμέτοχος εὑρεθήσῃ παντελῶς τοῦ διασώζοντος ἁγιασμοῦ. οὐκοῦν λογιῇ μὲν εὐσεβέστερον σύννομον ἐπιτηδεύειν βίον, μεταλήψῃ δὲ οὕτω τῆς εὐλογίας, οὐ θανάτου μόνον, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν νοσημάτων ἀποκρουστικὴν εἶναι πιστεύσας· κατακοιμίζει γὰρ ἐν ἡμῖν γεγονὼς ὁ Χριστὸς τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον, καὶ ἀναζωπυρεῖ μὲν τὴν εἰς Θεὸν εὐλάβειαν, ἀπονεκροῖ δὲ τὰ πάθη, μὴ λογιζόμενος ἡμῖν τὰ ἐν οἷς ἐσμεν παραπτώματα, θεραπεύων δὲ μᾶλλον ὡς νενοσηκότας. καταδεσμεῖ γὰρ τὸ συντετριμμένον, ἐγείρει τὸ πεπτωκὸς, ὡς ποιμὴν ἀγαθὸς καὶ τὴν ψυχὴν ἑαυτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.

ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ᾽ ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. <Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι᾽ ἐμέ.> ΑΣΥΜΦΑΝΕΣΤΕΡΟΣ μὲν τῶν προκειμένων ὁ νοῦς, καὶ οὐ τῇ τυχούσῃ δυσχερείᾳ κατημφιεσμένος· πλὴν οὐ παντελῶς ἀποσκιρτήσει πρὸς τὸ δυσεύρετον, καταληφθήσεται γὰρ καὶ ἁλώσιμος ἔσται τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. ὅτε τοίνυν ἀπεστάλθαι φησὶν ἑαυτὸν ὁ Υἱὸς, τότε τὸ σεσαρκῶσθαι δηλοῖ, καὶ ἕτερον οὐδέν· τὸ σεσαρκῶσθαι δὲ ὅταν λέγωμεν, ἄνθρωπον ὁλοκλήρως γενέσθαι φαμέν. ὥσπερ τοίνυν ἄνθρωπόν με, φησὶ, πεποίηκεν ὁ Πατὴρ, καὶ ἐπείπερ ἐκ τῆς κατὰ φύσιν ἐγεννήθην ζωῆς Θεὸς ὢν Λόγος ζωὴ, καὶ ἄνθρωπος γεγονὼς τῆς ἐμαυτοῦ φύσεως τὸν ἐμὸν ἐμπλήσας ναὸν, τουτέστι τὸ σῶμα· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὴν ἐμὴν ἐσθίων σάρκα ζήσει δι᾽ ἐμέ· ἔλαβον γὰρ τὴν ἀποθνήσκουσαν σάρκα, ἀλλ᾽ ἐπείπερ ἐνῴκηκα ταύτῃ, ζωὴ κατὰ φύσιν ὑπάρχων, διὰ τὸ ἐκ ζῶντος εἶναι Πατρὸς, πᾶσαν εἰς ζωὴν ἀνεστοιχείωσα τὴν ἐμαυτοῦ. οὐ νενίκημαι τῇ φθορᾷ τῆς σαρκὸς, νενίκηκα δὲ μᾶλλον αὐτὴν ὡς Θεός.

ὥσπερ οὖν· ἐρῶ γὰρ αὖθις ὀκνήσας οὐδὲν διὰ τὸ χρήσιμον· εἰ καὶ γέγονα, φησὶ, σάρξ· τοῦτο γὰρ τὸ ἀπεστάλθαι σημαίνει· ζῶ πάλιν διὰ τὸν ζῶντα Πατέρα, τουτέστι, τὴν τοῦ τεκόντος εὐφυΐαν ἐν ἐμαυτῷ διασώζων, οὕτω καὶ ὁ διὰ τῆς μεταλήψεως τῆς ἐμῆς σαρκὸς ἐμὲ δεχόμενος ἐν ἑαυτῷ ζήσεται, πάντως ὅλος εἰς ἐμὲ μεταστοιχειούμενος, τὸν ζωογονεῖν ἰσχύοντα διὰ τὸ ὡς ἐκ ῥίζης εἶναι τῆς ζωοποιοῦ, τουτέστι τοῦ Θεοῦ καὶ Πατρός. σεσαρκῶσθαι δὲ λέγει παρὰ τοῦ Πατρὸς, καίτοι τοῦ μὲν Σολομῶνος λέγοντος “Ἡ σοφία ”ᾠκοδόμησεν ἑαυτῇ οἶκον·” τοῦ δὲ μακαρίου Γαβριὴλ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὴν τοῦ θείου σώματος ἀνατιθέντος ποίησιν, ὅτε τῇ ἁγίᾳ προσελάλει παρθένῳ “Πνεῦμα” γὰρ, φησὶν, “ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ”ἐπισκιάσει σοι·” ἵνα πάλιν ἐννοῇς, ὅτι μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος, καὶ ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι, οὐ μεμερισμένως ἕκαστος ἐνεργήσει περί τι τῶν ὄντων, ἀλλ᾽ ὅπερ ἂν λέγοιτο γενέσθαι καὶ δι᾽ ἑνὸς, τοῦτο πάντως ἐστὶν ὅλης ἔργον τῆς θείας φύσεως. μιᾶς γὰρ οὔσης τῆς ἁγίας Τριάδος κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, μία δήπου πάντως καὶ ἡ ἐφ᾽ ἅπασιν ἔσται δύναμις. πάντα γὰρ ἐκ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι· ὃ δὲ πολλάκις εἰρήκαμεν, τοῦτο πάλιν ἐροῦμεν· τὰ αὐτὰ γὰρ λέγειν εἰ καὶ φορτικὸν, ἀλλ᾽ οὖν ἔχει τὸ ἀσφαλές.

ἔθος γὰρ τῷ Σωτῆρι Χριστῷ τὰ ὅσαπέρ ἐστι τὴν ἀνθρώπῳ πρέπουσαν ἀναπηδῶντα δύναμιν, τῇ τοῦ Πατρὸς ἐνεργείᾳ χρησίμως ἀνατιθέναι. τεταπείνωκε γὰρ ἑαυτὸν ἄνθρωπος γεγονώς· καὶ ἐπείπερ τὴν τοῦ δούλου μορφὴν κατεδέξατο, τὸ δουλοπρεπὲς οὐκ ἀτιμάζει μέτρον, πλὴν οὐκ ἔξω κείσεται τοῦ πάντα ποιεῖν μετὰ Πατρός· ἐνεργεῖ δὲ ὁ γεννήσας αὐτὸν δι᾽ αὐτοῦ τὰ πάντα, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν “Ὁ Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα ”αὐτός.” ἀποδιδοὺς τοίνυν τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς τὸ πρέπον, ἀνατίθησι τῷ Θεῷ καὶ Πατρὶ τὰ ὑπὲρ ἀνθρώπου δύναμιν. τὸ γὰρ κτίσαι ναὸν ἐν παρθένῳ τὴν ἀνθρώπου δύναμιν ἐξάλλεται.

Ἀλλ᾽ ἐρεῖ πρὸς ταῦτα πάλιν ὁ δι᾽ ἐναντίας Καὶ πῶς ἂν ἑτέρως τὸ τί κατὰ φύσιν ἐστὶν ἐξεκάλυψεν ὁ Υἱὸς, ἢ πῶς ἂν ἔδειξε σαφῶς ὅτι μείζων ἐστὶν ὁ Πατὴρ, εἰ μὴ διὰ τοῦ λέγειν ὅτι ζῶ διὰ τὸν Πατέρα; εἰ γὰρ χορηγός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ τῆς ζωῆς, τίς εἰς τοσαύτην ἀβελτερίαν ἐλάσει λοιπὸν, ὡς μὴ πάντως ἐννοεῖν ὅτι τὸ μέτοχον ζωῆς οὐ ταὐτὸν ἔσται κατὰ φύσιν τῇ ζωῇ, ἤτοι τῷ ζωοποιεῖν ἰσχύοντι;

Πρὸς δὴ τὰ τοιαῦτα, καὶ ἡμεῖς τὸν τῆς ἀληθείας ἀντεξάγοντες λόγον, ἐροῦμεν εὐκαίρως “Ὁ μωρὸς μωρὰ λαλήσει, ”καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα “καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν.” τί γὰρ ἂν γένοιτο τῆς τοιαύτης τῶν αἱρετικῶν ἐννοίας τὸ παρανομώτερον; πῶς δὲ οὐκ ἐσχάτη πλάνησις λαλεῖται παρ᾽ αὐτῶν κατὰ τοῦ πάντα ζωογονοῦντος Χριστοῦ, ὅτε λέγειν οὐκ ἐρυθριῶσιν οἱ παραφρονέστατοι, ζῆν αὐτὸν τῆς παρ᾽ ἑτέρου μέτοχον ζωῆς, καθάπερ τὰ δι᾽ αὐτοῦ γεγονότα; ἆρ᾽ οὖν ἔσται λοιπὸν καὶ ζῷον ἡμῖν ὁ Υἱὸς, ἅτε δὴ καὶ ζωῆς ὑπάρχον μέτοχος, ἀλλ᾽ οὐκ αὐτὸ κατὰ φύσιν ζωή; τὸ γὰρ ζῷον ἕτερον εἶναι δεῖ πάντως παρὰ τὴν οὖσαν ἐν αὐτῷ ζωήν. εἰ δὲ νομίζουσι ταὐτὸν εἶναι δύνασθαι, λεγέσθω πᾶν ζῷον ζωή· ἀλλ᾽ οὐκ ἂν οἶμαί τις οὕτω ποιήσαι σωφρονῶν· οὐκοῦν οὐδὲ ζῷον ἡμῖν ὁ Μονογενὴς, ἀλλὰ ζωὴ κατὰ φύσιν νοηθήσεται. πῶς γὰρ ἂν καὶ ἀληθεύσαι λέγων “Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ”ζωή;” ζωὴ γάρ ἐστι τὸ ζωογονοῦν, οὐ τὸ τῆς παρ᾽ ἑτέρου ζωῆς ἐπιδεὲς, ὥσπερ οὖν ἀμέλει καὶ σοφία νοεῖται τὸ σοφοῦν δυνάμενον, οὐ τὸ σοφοῦσθαι πεφυκός. οὐκοῦν καθ᾽ ὑμᾶς διαψεύσεται μὲν ἡ ἀλήθεια, καὶ οὐκ ἀληθεύσει λέγων ὁ Χριστός Ἐγώ εἰμι ἡ ζωή. ψευδομυθήσει δὲ πάλιν καὶ ὁ λαμπρὸς τῶν ἁγίων χορὸς, τοὺς διὰ τοῦ Πνεύματος ἐρευγόμενος λόγους, καὶ ζωὴν ἀποκαλῶν τὸν Μονογενῆ.

ὁ μὲν γὰρ θεῖος ἡμῖν ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα λέγων εὑρίσκεται “Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·” ὁ δὲ θαυμάσιος Εὐαγγελιστὴς Ἰωάννης ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησίν “Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλ- ”μοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, “περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωρά- ”καμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν “τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ”ἡμῖν.” ὁρᾷς ἀληθεύοντα τὸν ψαλμῳδὸν, καὶ διὰ τῆς Ἰωάννου φωνῆς, ὅτε φησὶ πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν “Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς;” ἦν γὰρ καὶ ἔστι παρ᾽ αὐτῷ πηγὴ ζωῆς ὁ Υἱός· ὅτι γάρ φησιν περὶ αὐτοῦ τὰ τοιαῦτα ὁ πνευματοφόρος, διὰ τῶν αὐτοῦ πάλιν πληροφορήσει λόγων· ἐπιστέλλει γὰρ οὕτως “Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ”ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀλη- “θινὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ ”Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ “αἰώνιος.” εἶτα τίς εἰπέ μοι λοιπὸν τῆς τῶν ἑτεροφρόνων τερθρείας ἀνέξεται; ἢ τίς τῆς ἐκείνων δυσσεβείας οὐ καταβοήσει δικαίως, ζωῆς τῆς παρ᾽ ἑτέρου μέτοχον ἀποτολμώντων εἰπεῖν τὸν Υἱὸν, καίτοι τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς οὐδὲν μὲν τοιοῦτον λεγούσης περὶ αὐτοῦ, διαῤῥήδην δὲ μᾶλλον βοώσης, ὅτι καὶ Θεὸς εἴη κατὰ φύσιν, καὶ ἀληθινὸς, καὶ πηγὴ ζωῆς, καὶ ζωὴ πάλιν αἰώνιος;

πῶς γὰρ ἂν νοοῖτο Θεὸς ὑπάρχειν ἀληθινὸς ὁ ζωῆς τῆς παρ᾽ ἑτέρου δεόμενος, καὶ οὐχὶ μᾶλλον ὑπάρχων αὐτὸς κατὰ φύσιν ζωή; ἢ πῶς ἂν λέγοιτο ζωῆς ἔτι πηγὴ, ταῖς παρ᾽ ἑτέρου χορηγίαις εἰς τὸ δύνασθαι ζῆν βοηθούμενος;

Ἀλλὰ ναὶ, φησὶν ὁ δι᾽ ἐναντίας, κατὰ τοῦτο ζωὴν εἶναι δώσομεν τὸν Υἱὸν, καθὸ καὶ αὐτὸς δύναται ζωοποιεῖν, ὡς ἔχων ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. Ἀλλ᾽ οὐκ ἀρκέσει ταῦτα πρὸς ἀπολογίαν ὑμῖν, ὦ βέλτιστοι, τῆς κατὰ τοῦ Μονογενοῦς δυσφημίας· ἀπαίδευτος δὲ καὶ πανταχῆ διαπίπτων ὁ λόγος ὑμῖν κἀν τούτῳ πάλιν ἁλώσεται. τὸ γὰρ χρῆναι λέγειν ζωὴν ἀποκαλεῖσθαι τὸν Υἱὸν, ἐπείπερ οἶδε ζωογονεῖν τὰ ζωῆς δεκτικὰ, διὰ τὸ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, πῶς οὐκ ἄμετρόν τινα τὴν ἀμαθίαν ὠδίνει; οὐ γὰρ ἴστε δήπου κατὰ τὸ εἰκὸς, τί μέν ἐστι τὸ κατὰ φύσιν, τί δὲ τὸ ἐκ τοῦ κατὰ φύσιν, ὡς αὐτὸ συντιθέμενον, ὅπερ ἐστὶ τὸ κατὰ θέσιν. οἷον θερμὸν μὲν τῇ φύσει τὸ πῦρ, θερμὰ δὲ καὶ ἕτερα, τῆς ἐνεργείας μετασχόντα τῆς ἀπ᾽ αὐτοῦ, σίδηρος τυχὸν ἢ ξύλον· ἀλλ᾽ οὐκ ἐπείπερ ἐθερμάνθη, διὰ τοῦτο λέγοιντ᾽ ἂν εἶναι καὶ πῦρ· ἀλλοτρίαν γὰρ καὶ οὐ φυσικὴν ἐν ἑαυτοῖς τὴν ἐνέργειαν ἔχει.

ἥξει δὲ καὶ ἐφ᾽ ἡμᾶς αὐτοὺς τῶν παραδειγμάτων ὁ λόγος· ἡ γραμματικὴ τυχὸν ἤτοι γεωμετρικὴ, λογικῆς μὲν ἐπιστήμης εἴδη πιστεύεται, ἀλλ᾽ ὅταν τις ἴδρις γένηται γραμματικῆς ἤτοι τῆς ἑτέρας, οὐκ αὐτὸ γραμματικὴ νοηθήσεται τυχὸν, ἤτοι γεωμετρικὴ, ἀλλ᾽ ἐκ τῆς ἐν αὐτῷ γενομένης γραμματικῆς, γραμματικὸς ὀνομάζεται, καὶ πάλιν ὁμοίως τὸ ἕτερον· οὕτω καὶ ἡ κατὰ φύσιν ζωὴ, ἕτερόν τι πάντως ἐστὶ παρὰ τὰ ἐν οἷς γίνεται, μετασκευάζουσα πρὸς ἑαυτὴν τὸ μὴ φύσει τοιοῦτον. οὐκοῦν ὅταν ἐν Υἱῷ λέγητε τὸν Πατέρα ὑπάρχειν, ὥσπερ ἐν ὕλῃ τυχὸν, ἵνα, ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν, ζωογονεῖν δύνηται καὶ αὐτὸς, ἀνοήτως ἔτι ζωὴν εἶναι δώσετε, καὶ οὐχὶ μᾶλλον ζωῆς τῆς παρ᾽ ἑτέρου μέτοχον, σχέσει δὲ μᾶλλον καὶ οὐκ οὐσιωδῶς εἰς τὸ τοῦ χορηγοῦντος ἀνακεκλημένον ἀξίωμα. καὶ ὥσπερ οὐκ ἄν τις εὐλόγως τὸν θερμανθέντα σίδηρον ἀποκαλέσειε πῦρ, κἂν τὴν τοῦ πυρὸς ἐνέργειαν ἔχῃ, διὰ τὸ ἐξ αὐτοῦ τεθερμάνθαι· ἢ καὶ πάλιν οὐκ ἄν τις νοῦν ἔχων ὀνομάσαι γραμματικὴν τὸν γραμματικὸν, διὰ τὸ καὶ ἑτέρους δύνασθαι χειραγωγεῖν εἰς τὴν ἐπιστήμην· οὕτως καὶ οὐκ ἂν οἶμαί τις τὰ εἰκότα φρονῶν, ζωὴν ὀνομάσαι τὸν Υἱὸν διὰ τὸ καὶ ἑτέρους δύνασθαι ζωογονεῖν, οὐ κατὰ φύσιν ἔχοντα κατ᾽ ἐκείνους τὸ εἶναι ζωὴ, ἀλλ᾽ ἐκ τῆς τοῦ Πατρὸς ἐνεργείας ἐνεσπαρμένον, ἤτοι διὰ τὸν ἐνοικοῦντα Πατέρα.

τί δ᾽ ἂν, εἰπέ μοι, καὶ διακωλύσαι λοιπὸν, ὡς ἐξ ἡμῶν ἕνα νοεῖσθαι τὸν Υἱὸν, φθαρτῆς δηλονότι φύσεως, εἰ ζῇ διὰ τὸν Πατέρα, τουτέστι, τὴν ἐκ τοῦ τεκόντος ζωὴν χορηγούμενος, ὡς νοοῦσιν αὐτοί; ἐφθάρη γὰρ ἂν κατὰ τὴν τῶν νοημάτων ἀναλογίαν, εἰ μὴ ἔσχεν ἐν ἑαυτῷ τὸν ζῶντα Πατέρα. καὶ εἰ συγχωροῦμεν ἀληθεύειν λέγοντι “Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ ”Πατὴρ ἐν ἐμοὶ,” ἔχει μὲν αὐτὸς ἐν ἑαυτῷ τὸν Πατέρα ζωὴν ὄντα κατὰ φύσιν· ἔστι δὲ αὐτὸς ἐν Πατρὶ, καίτοι ζωὴ κατὰ φύσιν οὐκ ὤν· καὶ σιωπῶ τὸ δύσφημον, εἰ καὶ λέγειν ἐχρῆν εἰς ἔλεγχον τῆς τῶν θεομάχων ἀσεβείας· ἁλώσεται γὰρ ἔχων ὁ Πατὴρ ἐν ἑαυτῷ τὸ ζωῆς ἔρημον, τουτέστι φθορὰν, ἤτοι φύσιν τὴν φθειρομένην. ὅτι γὰρ ἡ τοῦ πράγματος φύσις οὕτως νοεῖν ἡμᾶς ἀναγκάσῃ περὶ τοῦ Υἱοῦ, ζητητέον ἡμῖν καὶ ἐσαῦθις, καὶ διὰ ποικίλων ἰτέον θεωρημάτων, ἐπείπερ ἡμῖν σκοπὸς ταῖς προσηκούσαις ἀκριβείαις καταλεπτύναι τὸ ζητούμενον. ζωὴν εἶναι φῂς κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα· καλῶς, ἔχει γὰρ οὕτως, ἀλλ᾽ ἔστι καὶ ἐν Υἱῷ. τοῦτο γὰρ καὶ ὁ παρ᾽ ὑμῶν δίδωσι λόγος. ἐροίμην δ᾽ ἂν εἰκότως ἤδη λοιπὸν, ἐκεῖνο μανθάνειν ἐπιθυμῶν, τί ἐνεργήσει περὶ τὸν Υἱὸν, ὑπάρχων ἐν αὐτῷ; ἆρα μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ ἰδίῳ γεννήματι, καθάπερ δεομένῳ καὶ οὐχ ἔχοντι τὴν ζωὴν ἐξ ἑαυτοῦ; καὶ πῶς οὐκ ἀνάγκη πᾶσα νοεῖν ἔρημον εἶναι ζωῆς τὸν Υἱόν;

τὸ δὲ ζωῆς ἔρημον, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ φθαρτόν; ἀλλ᾽ οὐ μεταδώσει τῆς ἑαυτοῦ ζωῆς τῷ γεννήματι· ζωὴ γὰρ, καὶ εἰ μὴ δέχοιτο παρ᾽ αὐτοῦ.

Πῶς οὖν ἔτι συκοφαντοῦσί τινες ἀθυρογλωττοῦντες ἀφυλάκτως, καὶ διὰ τοῦτο λέγουσι ζῆν τὸν Υἱὸν, ἐπείπερ ἔχει ζωὴν ὄντα κατὰ φύσιν ἐν ἑαυτῷ τὸν Πατέρα; εἰ μὲν γὰρ ζῇ καὶ δίχα τοῦ Πατρὸς, ὡς ὑπάρχων οὐσιωδῶς καὶ αὐτοζωὴ, οὐκέτι ζῇ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὴν ἐκ Πατρὸς μετάληψιν. εἰ δὲ χορηγὸν τῆς ἰδίας ζωῆς ἔχει τὸν Πατέρα, ζωὴν ἰδίαν οὐκ ἔχων αὐτὸς ἀναδειχθήσεται· διανείζεται γὰρ τὴν παρ᾽ ἑτέρου, καὶ ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ζῷον μᾶλλόν ἐστιν ἢ ζωὴ, καὶ φθαρτῆς ἤδη φύσεως. πῶς οὖν ἑαυτὸν ἀπεκάλει ζωήν; ἢ γὰρ ἐξέσται καὶ ἡμῖν ἀκινδύνως εἰπεῖν Ἐγώ εἰμι ἡ ζωὴ, ἢ εἴπερ ἐστὶ σφαλερὸς ὁ λόγος· οὐ γὰρ ἐξέσται ποιήματι τοῖς θεοπρεπέσιν ἀξιώμασιν ἐπιπηδᾶν· οἶδεν ἄρα ζωὴν ὄντα κατὰ φύσιν ἑαυτὸν ὁ Υἱός. ἐπεὶ πῶς ἔσται “χαρακτὴρ τῆς ὑποστάσεως” τοῦ γεννήσαντος αὐτὸν, πῶς δὲ εἰκὼν καὶ ὁμοίωσις ἀκριβής; ἢ πῶς οὐκ ὀρθῶς ἐποίει λέγων ὁ Φίλιππος “Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ”ἡμῖν;” καὶ γὰρ δὴ καὶ ὄντως ἐννοῆσαι προσήκει, ὅτι τὸν Υἱόν τις τεθεαμένος, οὔπω τεθεώρηκε τὸν Πατέρα, εἴπερ ὁ μέν ἐστι κατὰ φύσιν ζωὴ, ὁ δὲ ζωῆς τῆς παρ᾽ αὐτοῦ μέτοχος. οὐ γὰρ ἄν τις ἴδοι τὸ ζωοποιοῦν ἐν τῷ ζωοποιουμένῳ ποτὲ, ἐν τῷ δεομένῳ τὸν ἀπροσδεᾶ. οὐκοῦν καὶ καθ᾽ ἕτερον ψεύσεται τρόπον, εἰπών “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν ”Πατέρα.”

Ἀλλ᾽ ὁρᾷ που πάλιν ὁ τῶν εὐσεβῶν τῆς Ἐκκλησίας δογμάτων ἐραστὴς, ὅσα ταῖς ἐκείνων φλυαρίαις ἀκολουθήσει τὰ ἄτοπα. ἐκκλινέτω τοιγαροῦν ἀπ᾽ αὐτῶν καὶ παραλλαττέτω κατὰ τὸ γεγραμμένον· καὶ ποιείτω μὲν τροχιὰς ὀρθὰς, τὰς δὲ ὁδοὺς κατευθυνέτω τὰς ἑαυτοῦ, καὶ πρὸς τὸ ἁπλοῦν τῆς ἀληθείας ὁράτω κάλλος, ζωὴν μὲν κατὰ φύσιν εἶναι πιστεύων τὸν Θεὸν καὶ Πατέρα, ζωὴν δὲ πάλιν ὁμοίως τὸν ἐξ αὐτοῦ γεγεννημένον Υἱόν. ὡς γὰρ φῶς ἐκ φωτὸς εἶναι λέγεται, οὕτω καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὥσπερ τὰ φωτὸς δεόμενα φωτίζει ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ φωτὸς ἰδίου τοῦ Υἱοῦ, καὶ σοφοῖ τὰ σοφίας δεκτικὰ, ὡς διὰ σοφίας ἰδίας, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα, ὡς διὰ δυνάμεως πάλιν ἰδίας, οὕτω καὶ ζωοποιεῖ τὰ ὅσαπέρ ἐστι τῆς παρ᾽ αὐτοῦ δεόμενα ζωῆς, ὡς διὰ ζωῆς ἰδίας καὶ ἐξ αὐτοῦ προχεομένης, τουτέστι τοῦ Υἱοῦ. ὅταν οὖν λέγῃ Ζῶ διὰ τὸν Πατέρα, μὴ νομίσῃς ὅτι διὰ τὸ δέχεσθαι τὴν παρὰ τοῦ Πατρὸς ζωὴν, ζῆν ἑαυτὸν ὁμολογεῖ, ἀλλ᾽ ἐπείπερ ἐκ ζῶντος ἐγεννήθη Πατρὸς, διὰ τοῦτο καὶ ζῆν ἑαυτὸν διισχυρίσατο. οὐ γὰρ ἐνεχώρει μὴ ζῆν τὸν ἐκ ζῶντος Πατρός· καὶ ὥσπερ εἴ τις λέγοι τῶν καθ᾽ ἡμᾶς Ἄνθρωπός εἰμι λογικὸς διὰ τὸν πατέρα, ἀνθρώπου γὰρ λογικοῦ γέγονα τέκνον· οὕτω νοήσεις καὶ ἐπ᾽ αὐτοῦ τοῦ Μονογενοῦς· ζῶ φησι διὰ τὸν Πατέρα.

ἐπειδὴ γὰρ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ γεννήσας με Πατὴρ, εὐφυὲς δέ εἰμι καὶ γνήσιον γέννημα, τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἐπάγομαι, τουτέστι, τὸ εἶναι ζωὴ, τοῦτο γάρ ἐστι καὶ ὁ Πατήρ. ἐπειδὴ δὲ εἷς ἐξ ἑνὸς νοεῖταί τε καὶ ἔστιν· ἐκ Πατρὸς γὰρ ὁ Υἱὸς, εἰ καὶ συνῆν ἀϊδίως· εἰκότως τοῖς φυσικοῖς τοῦ γεννήσαντος ἀξιώμασιν, ὡς ἰδίοις ἐπισεμνύνεται. <Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.> Μεγάλα, φησὶν, εἶναι δεῖ τὰ ἐκ μεγάλων ἀποτελέσματα, καὶ τὰ διὰ τῆς ἄνωθεν χορηγούμενα χάριτος, ὁρᾶσθαι προσήκει θεοπρεπῆ, καὶ τῆς θείας μεγαλοδωρεᾶς ἄξια. εἰ γὰρ ὅλως ἐποιήσω παραδεκτὸν ἐν πίστει τὸ ἐξ οὐρανοῦ καταβαίνειν τὸν ἄρτον, ἐμποιείτω τοῖς ἐφιεμένοις διηνεκῆ τὴν ζωὴν, καὶ ἀκατάληκτον ἐχέτω τῆς ἀθανασίας τὴν ἐνέργειαν. εἴη γὰρ ἂν ἀπόδειξις αὕτη σαφὴς τοῦ εἶναι τὸν ἄρτον ἐξ οὐρανοῦ, τουτέστι, παρὰ Θεοῦ· ἐπεὶ καὶ πρέπειν ἐροῦμεν αἰώνια τῷ αἰωνίῳ χαρίζεσθαι, καὶ μὴ προσκαίρου τρυφῆς ἀπόλαυσιν, εἰς ὀλιγοστὸν κομιδῆ τὸν καιρὸν καὶ μόλις ἀντέχειν ἰσχύουσαν. λογιεῖται γάρ τις οὐκ ἔτι σοφῶς ἄρτον εἶναι τὸν παρὰ Θεοῦ καὶ ἄνωθεν, ὃν βεβρωκότες οἱ πρόγονοι θανάτῳ νενίκηνται, καὶ τὴν ἀπὸ τῆς φθορᾶς οὐκ ἀπεκρούσαντο βλάβην, καὶ θαυμαστὸν οὐδέν· ἄρτος γὰρ ἀπαθανατίζειν ἰσχύων, ἐκεῖνος οὐκ ἦν.

οὐκοῦν οὐδὲ ἐξ οὐρανοῦ δικαίως ἂν ὑπό του νοοῖτο καὶ λέγοιτο. ἦν γὰρ δὴ καὶ ἔργον τῷ ἐκεῖθεν καθικνουμένῳ πρέπον, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους ἀποτελεῖν τοὺς μετέχοντας αὐτοῦ. ἀναμφιλόγῳ δὲ πάλιν ἀποδείξει βεβαιωθήσεται, ἄρτον εἶναι τοῦτον ἐξ οὐρανοῦ, τὸν διὰ Χριστοῦ δηλαδὴ, τουτέστι, τὸ σῶμα αὐτοῦ. ζῆν γὰρ εἰς αἰῶνα ποιεῖ τὸν ἀπογευσάμενον. πολὺ δὲ δή τι τὸ ἀξιόπιστον τῆς θείας φύσεως κἀν τοιούτοις ὁρᾶται, οὐδὲν ἀξιούσης χαρίζεσθαι μικρὸν, πάντα δὲ μᾶλλον ὑπερφυῆ, εἰ καὶ τὴν ἡμετέραν διάνοιαν ὑπερτέλλοντα, ὡς διὰ τὸ μέγεθος ἤδη τῆς χάριτος καὶ ἀπιστεῖσθαι παρὰ τῶν ἁπλουστέρων. τῇ γὰρ οὕτω πλουσίᾳ χειρὶ πῶς οὐκ ἔδει προσεῖναι τὸ πλούσια χαρίζεσθαι θέλειν;

διὸ καὶ ὁ Παῦλος ἀποθαυμάζει λέγων “Ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ”ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν “ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·” ἐν μικροῖς δὲ ὁ νόμος παραδείγμασι τὰ μεγάλα διετύπου, “σκιὰν ἔχων τῶν μελ- ”λόντων ἀγαθῶν, οὐκ αὐτὴν δὲ τὴν εἰκόνα τῶν πραγμάτων,” καθὰ γέγραπται· ὡς ἐν τῇ τοῦ μάννα τροφῇ τὴν εὐλογίαν ὁρᾶσθαι τὴν διὰ Χριστοῦ· σκιὰ γὰρ τῶν μελλόντων ἐκεῖνα τοῖς ἀρχαιοτέροις προκατεγράφετο. <Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.> Θαυμαστῶν ἡμῖν μυστηρίων ἐξήγησιν εἰσενεγκὼν ὁ σοφώτατος Εὐαγγελιστὴς, ἀνατίθησιν εἰκότως τῷ Σωτῆρι Χριστῷ τὴν τῆς ἐπ᾽ αὐτοῖς διδασκαλίας ἀρχὴν, τῇ τοῦ προσώπου περιφανείᾳ τὸν ἀντιπράττοντα δυσωπῶν, καὶ τοὺς οἵπερ ἔμελλον ἀντεροῦντες ἀφίξεσθαι προκαταπτοῶν· ἡ γὰρ τῶν διδασκόντων ἔσθ᾽ ὅτε λαμπρότης ἑτοιμότερόν πως εἰς πίστιν τὸν ἀκροατὴν ἐργάζεται, καὶ γοργοτέραν παρὰ τῶν παιδευομένων ἀπαιτεῖ τὴν συναίνεσιν.

εὖ δὲ δὴ λίαν ἐπάγει τό Ἐν τῇ συναγωγῇ· μόνον γὰρ οὐχὶ τοῦτο δηλούμενος ὁ λόγος Ἀλλ᾽ οὐδὲ εἷς που τυχὸν ἢ δύο κατήκουσαν ταῦτα λέγοντος τοῦ Χριστοῦ, διαῤῥήδην ἐπὶ πάντων ἐν συναγωγῇ διδάξας ὁρᾶται, ὥσπερ οὖν αὐτὸς καὶ διὰ τοῦ προφήτου Ἡσαΐου φησίν “Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς ”σκοτεινῷ·” ἐποιεῖτο γὰρ ἐν παῤῥησίᾳ τοὺς περὶ τούτων λόγους, ἀναπολόγητον τοῖς Ἰουδαίοις τὴν κρίσιν ἀποτελῶν, καὶ τοῖς ἀπειθήσασι τὰ ἐκ τοῦ μὴ πιστεύειν αὐτῷ δυσαχθέστερα ποιῶν ἐγκλήματα. οὔπω μὲν γὰρ τὸ οὕτω σεπτὸν παιδευθέντες μυστήριον, εὔλογον ἂν ἐποιήσαντο τοῦ κολάζεσθαι τὴν παραίτησιν, καὶ τὸ μηδὲ ὅλως εἰδέναι προϊσχόμενοι, μετριωτέραν ἂν τὴν τοῦ κρίνοντος ὑπέμειναν κίνησιν. ἐγνώκοτες δὲ καὶ πολλάκις μυσταγωγούμενοι, εἶτα ταῖς ἀπειθείαις ὑβρίζοντες, πῶς οὐκ ἂν εἰκότως παντὸς ἀνῃρημένου λοιπὸν ἐλέου κολάζοιντο, καὶ πικροτάτην ἀποτίσειαν τῷ παρ᾽ αὐτῶν ἠτιμασμένῳ τὴν δίκην; τοιοῦτόν τι καὶ αὐτὸς ἐπ᾽ αὐτοῖς εἴρηκεν ὁ Σωτήρ “Εἰ μὴ γὰρ ἦλθον, φησὶ, ”καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρό- “φασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.” Παραφυλακτέον τοιγαροῦν, μᾶλλον δὲ παραιτητέον, ὡς θανάτου πρόξενον τὸ δυσήκοον, καὶ ζωῆς παρεκτικὴν τὴν πίστιν ἡγώμεθα τὴν ἐφ᾽ οἷς ἂν διδάσκῃ Χριστός. διαφευξόμεθα γὰρ οὕτω τὸ μετ᾽ ἐκείνων κολάζεσθαι.

προστίθησι δὲ ὅτι καὶ ἐν τῇ Καφαρναοὺμ ταῦτα λελάληκεν ὁ Χριστὸς, ἵνα φαίνηται μεμνημένος ἀκριβῶς. ὁ γὰρ εἰδὼς καὶ τόπον καὶ κώμην, πῶς ἂν ἁμάρτοι περὶ τὴν τῶν διδαχθέντων ἐξήγησιν; <Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς.> Τοῦτο τοῖς ἀνοήτοις ἔθος· ἀεὶ γὰρ τῶν μαθημάτων καταιτιῶνται τὰ λεπτότερα, καὶ τὴν ὑψηλοτέραν ἢ κατ᾽ αὐτοὺς θεωρίαν ἀμαθῶς διασύρουσιν, ἐπεὶ μὴ νοοῦσιν αὐτοί· καίτοι μᾶλλον ἐχρῆν μανθάνειν ἐπείγεσθαι, καὶ τοῖς λαλουμένοις συναπολεπτύνεσθαι φιλεῖν, οὐκ ἐκ τῶν ἐναντίων τῶν οὕτω σοφῶν κατεξανίστασθαι λόγων, καὶ σκληρὸν ἀποκαλεῖν, ὃ καὶ θαυμάζεσθαι πρέπει. πάσχουσι γάρ τι τοιοῦτον, ὁποῖόν περ ἄν τις ὑπομένοντας βλέποι τοὺς τῶν ὀδόντων ἐστερημένους. ἐκεῖνοι μὲν γὰρ τοῖς τρυφερωτέροις ἐπιτρέχοντες σιτίοις, ἀτιμάζουσι πολλάκις τὰ τῶν ἐδωδίμων χρηστότερα, καὶ τὸ κρεῖττον ἔσθ᾽ ὅτε κακύνουσιν, οὐχ ὁμολογοῦντες τὴν νόσον, ὑφ᾽ ἧς αὐτὸ παραιτεῖσθαι βιάζονται. οἱ δὲ ἀμαθίᾳ σύντροφοι, καὶ φρενὸς τῆς ἀγαθῆς ἡττώμενοι, καταφρίττουσι τὴν γνῶσιν, ἣν ἔδει καὶ σφόδρα πολλοῖς καταθηρᾶσθαι πόνοις, καὶ διὰ συντόνου μᾶλλον ἐξανύειν σπουδῆς.

ἀνὴρ μὲν οὖν ὁ πνευματικὸς τοῖς τοῦ Σωτῆρος ἡμῶν ἐντρυφήσει λόγοις, ἀναβοήσει δὲ ἂν μᾶλλον καὶ δικαίως “Ὡς γλυκέα ”τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι καὶ κηρίον τῷ “στόματί μου.” ὁ δὲ ψυχικὸς Ἰουδαῖος μωρίαν εἶναι λογιζόμενος ἀσυνέτως τὸ πνευματικὸν μυστήριον, καὶ διὰ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὴν ἀνθρώπῳ πρέπουσαν σύνεσιν ἀναβαίνειν παρακαλούμενος, ἐπὶ τὴν σύντροφον ἀεὶ καταπίπτει μωρίαν, τὸ μὲν πονηρὸν καλὸν λέγων, τὸ δὲ καλὸν πονηρὸν, κατὰ τὴν τοῦ προφήτου φωνήν. πατρώζει δὲ πάλιν, καὶ τὰς τῶν προγόνων ἀμαθίας ἀπομιμούμενος κἀν τούτοις ἁλώσεται· οἱ μὲν γὰρ τὸ μάννα παρὰ τοῦ Θεοῦ χορηγούμενοι, καὶ τῆς ἄνωθεν μετίσχοντες εὐλογίας ἐπὶ τὴν συνήθη χυδαιότητα κατεφέροντο, καὶ τὰς ἐν Αἰγύπτῳ δυσωδίας ἐζήτουν, κρόμμυα καὶ πράσα καὶ κρεῶν λέβητας ἐπιθυμοῦντες ἰδεῖν· οἱ δὲ τὴν ζωοποιὸν τοῦ Πνεύματος χάριν δέχεσθαι παρακαλούμενοι, καὶ τὸν ἄρτον τὸν ἀληθινὸν, τὸν ἐκ Θεοῦ καὶ Πατρὸς ἥκοντα τρέφεσθαι διδασκόμενοι, πρὸς τὴν ἑαυτῶν ἐκνεύουσι πλάνην, “φιλήδονοι μᾶλλον ὄντες ἢ ”φιλόθεοι·” καὶ ὥσπερ οἱ τούτων πρόγονοι καὶ αὐτῆς κατηγόρουν τῆς διὰ τοῦ μάννα τροφῆς, ἀποτολμῶντες λέγειν “Ἡ δὲ ψυχὴ ἡμῶν κατάξηρος” ἐν τῷ μάννᾳ τούτῳ· οὕτω καὶ οὗτοι πάλιν τὸν ἄρτον ἀποπέμπονται τὸν ἀληθινὸν, οὐκ ἐρυθριῶντες λέγειν Σκληρός ἐστιν ὁ λόγος οὗτος.

Δεῖ τοιγαροῦν σοφοὺς εἶναι τοὺς τῶν θείων μυστηρίων ἀκροατὰς, δεῖ δοκίμους εἶναι τραπεζίτας, ὡς εἰδέναι τὸ δόκιμον καὶ τὸ παράσημον νόμισμα, καὶ μήτε τοῖς πίστει παραδεκτοῖς ἀκαίρως ἐπάγειν τὴν ἀνεξίτητον ζήτησιν, μήτε τοῖς τῆς ζητήσεως δεομένοις ἐπασωτεύεσθαι πίστιν ἔσθ᾽ ὅτε τὴν ἐπιζήμιον, ἀποδιδόναι δὲ τὸ ἑκάστῳ πρέπον τῶν λαλουμένων, καὶ δι᾽ εὐθείας ὥσπερ ἰέναι τρίβου, τὸ ἐκκλίνειν ἐπ᾽ ἄμφω παραιτουμένους. ὁδῷ γὰρ βασιλικῇ πορεύεσθαι πρέπει τὸν εἰς ὀρθότητα πίστεως τρέχοντα τῆς ἐν Χριστῷ. <Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;> Ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας τῶν ὑπὸ τῷ Σωτῆρι Χριστῷ μαθητευομένων τινὲς ἐπὶ τοῖς παρ᾽ αὐτοῦ λόγοις ἐσκανδαλίζοντο. ἐπειδὴ γὰρ ἐπηκροῶντο λέγοντος “Ἀμὴν ”ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ “ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ”ἑαυτοῖς·” εἰς ὠμότητά τινα θηριοπρεπῆ καλεῖσθαι σφᾶς ὑπελάμβανον, ὡς σαρκοφαγεῖν μὲν ἀπανθρώπως, αἷμα δὲ ῥοφεῖν ἐπιτάττεσθαι, καὶ ὅσα καὶ μόνον ἀκοῦσαι φρικτὰ ταῦτα ποιεῖν ἀναγκάζεσθαι. οὐ γὰρ ᾔδεσάν πως τοῦ μυστηρίου τὸ κάλλος, καὶ τὴν ηὑρημένην ἐπ᾽ αὐτῷ καλλίστην οἰκονομίαν· ἐπὶ δέ γε τούτῳ κἀκεῖνό που πάντως καθ᾽ ἑαυτοὺς ἐλογίζοντο Πῶς ἂν ἡμῖν τὸ ἀνθρώπινον σῶμα τὴν αἰώνιον ἐμφυτεύσαι ζωήν; τί δὲ ὀνήσει πρὸς ἀθανασίαν τὸ ἡμῖν ὁμοφυές;

συνεὶς τοιγαροῦν ὁ Χριστὸς τὰ ἐν αὐτοῖς βουλεύματα· “πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα ”τοῖς ὀφθαλμοῖς αὐτοῦ·” θεραπεύει πάλιν εἰς κατάληψιν τῶν ἀγνοουμένων ἔτι πολυτρόπως χειραγωγῶν. ἀνοήτως γὰρ λίαν, ὦ οὗτοι, φησὶν, ἐπὶ τοῖς παρ᾽ ἐμοῦ σκανδαλίζεσθε λόγοις. εἰ γὰρ οὔπω πιστεύειν ἐγνώκατε, καίτοι πολλάκις μυσταγωγούμενοι, ὅτι ζωὴν ὑμῖν ἐνήσει τὸ ἡμέτερον σῶμα, τίνα τρόπον διατεθήσεσθε, φησὶν, ὅταν αὐτὸ καὶ εἰς οὐρανὸν ἀνιπτάμενον βλέπητε; οὐ γὰρ ὑπισχνοῦμαι μόνον, ὅτι καὶ εἰς αὐτὸν ἀναβήσομαι τὸν οὐρανὸν, ἵνα μὴ πάλιν λέγητε τό Πῶς· ἀλλ᾽ ἐν ὀφθαλμοῖς ὑμῖν ἡ θέα στήσεται, πάντα δυσωποῦσα τὸν ἀντιλέγοντα. ἐὰν οὖν βλέπητε, φησὶν, εἰς τὸν οὐρανὸν ἀναβαίνοντα τὸν υἱὸν τοῦ ἀνθρώπου, τί ἐρεῖτε πάλιν; ἐλεγχθήσεσθε γὰρ οὐ μετρίως ἀφραίνοντες. εἰ γὰρ μὴ δύνασθαι τὴν ἐμὴν σάρκα τὴν ζωὴν ὑμῖν ἐνθεῖναι λογίζεσθε, πῶς πτηνοῦ δίκην εἰς οὐρανὸν ἀναβήσεται; εἰ γὰρ μὴ δύναται ζωοποιεῖν, ὅτι μὴ πέφυκε ζωοποιεῖν, πῶς ἀεροβατήσει, πῶς δὲ εἰς οὐρανοὺς ἀναβήσεται; καὶ τοῦτο γὰρ ὁμοίως ἀδύνατον τῇ σαρκί. εἰ δὲ ἀναβαίνει παρὰ φύσιν, τί τὸ κωλύον ἔτι καὶ ζωοποιεῖν αὐτὴν, καὶ εἰ μὴ πέφυκε ζωοποιεῖν, ὅσον εἰς ἰδίαν φύσιν; ὁ γὰρ οὐράνιον ἀποδείξας τὸ ἀπὸ γῆς, καὶ ζωοποιὸν ἀποτελέσει, καὶ εἰ πέφυκε φθείρεσθαι κατὰ τὸν ἴδιον λόγον.

Ἐπιτηρητέον δὲ ὅπως οὐκ ἀνέχεται πάλιν εἰς δύο καταμερίζεσθαι χριστοὺς, κατὰ τὴν τινῶν ἀβουλίαν. ἀμέριστον γὰρ ἑαυτὸν πανταχῇ φυλάττει μετὰ τὴν ἐνανθρώπησιν. τὸν γὰρ υἱὸν τοῦ ἀνθρώπου φησὶν ἀναβαίνειν ὅπου ἦν τὸ πρότερον, καίτοι τοῦ ἐκ γῆς σώματος οὐκ ὄντος ἄνω πρὸ τούτου, μόνου δὲ ἔτι καὶ καθ᾽ ἑαυτὸν τοῦ Λόγου, πρὸ συνδρομῆς τῆς εἰς σάρκα· καλῶς οὖν ὁ Παῦλος τό “Εἷς Κύριος Ἰησοῦς Χριστὸς” ἐν ἰδίαις τέθεικεν ἐπιστολαῖς. εἷς γὰρ Υἱὸς, καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τὴν σάρκωσιν, καὶ οὐκ ἀλλότριον τοῦ Λόγου τὸ ἴδιον αὐτοῦ λογιούμεθα σῶμα· διὰ γάρ τοι τοῦτο καὶ υἱὸν ἀνθρώπου φησὶ τὸν ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσαντα Λόγον· σὰρξ γὰρ ἐγένετο, κατὰ τὸν μακάριον Εὐαγγελιστὴν, καὶ οὐκ εἰς σάρκα μεταχωρήσας ἐκ παρατροπῆς· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστὶν, ὡς Θεός· ἀλλ᾽ ὡς ἐν ἰδίῳ κατοικήσας ναῷ, τῷ ἐκ παρθένου φημὶ, καὶ ἄνθρωπος γεγονὼς κατὰ λόγον ἀληθινόν.

ἀναβήσεσθαι δὲ λέγων, ἔνθα καὶ πρότερον ἦν, δίδωσί πως ἐννοεῖν τοῖς ἀκροωμένοις, ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ· ἦν γὰρ οὕτως εἰκὸς συνέντας τοῦ λόγου τὴν δύναμιν, οὐχ ὡς ἀνθρώπῳ προσέχειν μόνον, ἀλλ᾽ εἰδέναι λοιπὸν καὶ τὸν ἐν σαρκὶ Θεὸν Λόγον, πιστεύειν τε ὅτι καὶ ζωοποιὸν ἔσται τὸ σῶμα αὐτοῦ. <Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.> Οὐ σφόδρα, φησὶν, ἀσυνέτως τὸ μὴ δύνασθαι ζωοποιεῖν περιτεθείκατε τῇ σαρκί· ὅταν γὰρ μόνη νοῆται καὶ καθ᾽ ἑαυτὴν ἡ τῆς σαρκὸς φύσις πως, οὐκ ἔσται δηλονότι ζωοποιός· ζωογονήσει μὲν γάρ τι τῶν ὄντων οὐδαμῶς, δεῖται δὲ μᾶλλον αὐτὴ τοῦ ζωογονεῖν ἰσχύοντος. ἐπὰν δὲ τὸ περὶ τῆς ἐνανθρωπήσεως πολυπραγμονῆται μυστήριον, εἶτα τίς ὁ ἐνοικῶν τῇδε τῇ σαρκὶ μανθάνητε, διατεθήσεσθε πάντως, φησὶν, εἰ μὴ καὶ αὐτοῦ κατηγορεῖτε τοῦ θείου Πνεύματος, ὅτι δύναται ζωοποιεῖν, κἂν μηδὲν ὅλως ἡ σὰρξ ἐξ ἑαυτῆς ὠφελῇ. ἐπειδὴ γὰρ ἥνωται τῷ ζωοποιοῦντι Λόγῳ, γέγονεν ὅλη ζωοποιὸς πρὸς τὴν τοῦ βελτίονος ἀναδραμοῦσα δύναμιν, οὐκ αὐτὴ πρὸς τὴν ἰδίαν βιασαμένη φύσιν, τὸν οὐδαμόθεν ἡττώμενον. κἂν ἀσθενῇ τοιγαροῦν ἡ τῆς σαρκὸς φύσις, ὅσον ἧκεν εἰς ἑαυτὴν, εἰς τὸ δύνασθαι ζωοποιεῖν, ἀλλ᾽ οὖν ἐνεργήσει τοῦτο τὸν ζωοποιὸν ἔχουσα Λόγον, καὶ ὅλην αὐτοῦ τὴν ἐνέργειαν ὠδίνουσα.

σῶμα γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, καὶ οὐχ ἑνός τινος τῶν ἀπὸ τῆς γῆς, ἐφ᾽ οὗπερ ἂν καὶ ἰσχύσαι δικαίως τό Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. οὐ γὰρ ἡ Παύλου τυχὸν, ἀλλ᾽ οὐδὲ ἡ Πέτρου, ἤγουν ἑτέρου τινὸς τοῦτο ἐν ἡμῖν ἐργάσεται· μόνη δὲ καὶ ἐξαιρέτως ἡ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐν ᾧ κατῴκησε “πᾶν τὸ πλήρωμα ”τῆς θεότητος σωματικῶς.” καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ μὲν μέλι τοῖς οὐκ ἔχουσι κατὰ φύσιν τὸ γλυκὺ τὴν ἰδίαν ἐντιθέναι ποιότητα, καὶ εἰς ἑαυτὸ μετασκευάζειν δύνασθαι τὸ, ᾧπερ ἂν ἀναμίσγηται, τὴν δὲ τοῦ Θεοῦ Λόγου ζωοποιὸν φύσιν μὴ ἀνακομίζειν οἴεσθαι πρὸς τὸ ἴδιον ἀγαθὸν, τὸ ἐν ᾧπερ ἐνῴκησε σῶμα. οὐκοῦν ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἀληθὴς ἔσται λόγος, ὅτι ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· ἀτονήσει δὲ ἐπὶ μόνου Χριστοῦ, διὰ τὸ ἐν αὐτῇ κατοικῆσαι τὴν ζωὴν, τουτέστι τὸν Μονογενῆ. πνεῦμα δέ φησιν ἑαυτόν· “Πνεῦμα γὰρ ὁ Θεός·” καὶ κατὰ τὸν μακάριον Παῦλον “Ὁ γὰρ Κύριος τὸ πνεῦμά ἐστιν.” καὶ οὐκ ἀναιροῦντες τὸ ἰδίως ὑφεστάναι τὸ Πνεῦμα τὸ Ἅγιον τὰ τοιαῦτά φαμεν, ἀλλ᾽ ὥσπερ υἱὸν ἀνθρώπου φησὶν ἑαυτὸν, ἐπειδὴ γέγονεν ἄνθρωπος, οὕτω πάλιν ἀπὸ τοῦ ἰδίου πνεύματος ἑαυτὸν ὀνομάζει. οὐ γὰρ ἀλλότριον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ. <Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.> Ὅλον ἤδη τῇ ζωοποιῷ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ ἴδιον σῶμα πληροῖ.

πνεῦμα γὰρ λοιπὸν τὴν σάρκα καλεῖ, καὶ οὐκ ἀνατρέπων τὸ εἶναι σάρκα αὐτήν· διὰ δὲ τὸ ἄκρως ἡνῶσθαί τε αὐτῷ, καὶ ὅλην αὐτοῦ τὴν ζωογόνον ἐνδύσασθαι δύναμιν, ὀφείλουσαν ἤδη καλεῖσθαι καὶ πνεῦμα. καὶ θαυμαστὸν οὐδὲν, μηδὲ γὰρ ἐπὶ τούτῳ σκανδαλισθῇς. εἰ γὰρ “ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι,” πῶς οὐχὶ μᾶλλον τὸ ἴδιον αὐτοῦ σῶμα ἓν ὡς πρὸς αὐτὸν ὀνομασθήσεται; σημαίνει τοιγαροῦν διὰ τῶν προκειμένων τοιοῦτόν τι πάλιν Ἐκ τῶν ἐνόντων ὑμῖν διαλογισμῶν ὑπαισθάνομαι, φησὶν, ἀσυνετοῦντες ὅτι διαλογίζεσθε γεγονέναι μοι λόγον τὸν πρὸς ὑμᾶς, ὅτι τῇ φύσει ζωοποιόν ἐστι τὸ ἀπὸ γῆς σῶμα· ἀλλ᾽ οὐχ οὗτός ἐστιν ἐν τοῖς ἐμοῖς ῥήμασιν ὁ σκοπός· ὅλη γὰρ ἦν πρὸς ὑμᾶς περὶ τοῦ θείου Πνεύματος ἡ ἐξήγησις καὶ περὶ τῆς αἰωνίου ζωῆς. οὐδὲ γὰρ ἡ τῆς σαρκὸς φύσις ζωοποιὸν τὸ πνεῦμα ἐργάζεται, ἀλλ᾽ ἡ τοῦ Πνεύματος δύναμις ζωοποιὸν τὸ σῶμα ποιεῖ. τὰ ῥήματα τοίνυν ἅπερ ὑμῖν διείλεγμαι, πνεῦμά ἐστι, τουτέστι πνευματικὰ καὶ περὶ τοῦ Πνεύματος, καὶ ζωή ἐστιν, ἀντὶ τοῦ ζωοποιὰ καὶ περὶ τῆς κατὰ φύσιν ζωῆς. καὶ οὐκ ἀθετῶν τὴν ἰδίαν σάρκα τὰ τοιαῦτά φησιν, ἀλλ᾽ ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο διδάσκων ἡμᾶς· ὅπερ γὰρ εἰρήκαμεν ἀρτίως, τοῦτο πάλιν ἐροῦμεν ἀναλαβόντες διὰ τὸ χρήσιμον· ἡ τῆς σαρκὸς φύσις, αὐτὴ καθ᾽ ἑαυτὴν οὐκ ἂν δύναιτο ζωογονεῖν· ἐπεὶ τί τὸ πλέον ἐν τῷ κατὰ φύσιν Θεῷ;

ἀλλ᾽ οὐ μόνη καὶ καθ᾽ ἑαυτὴν καὶ ἐν Χριστῷ νοηθήσεται· ἔχει γὰρ ἑνωθέντα τὸν Λόγον, ὅς ἐστι κατὰ φύσιν ζωή. ὅταν οὖν ζωοποιὸν αὐτὴν ὀνομάζῃ Χριστὸς, οὐκ αὐτῇ τοσοῦτον, ὅσον ἑαυτῷ, ἤτοι τῷ ἰδίῳ Πνεύματι τὸ ζωογονεῖν δύνασθαι μαρτυρεῖ. δι᾽ αὐτὸν γὰρ καὶ τὸ ἴδιον αὐτοῦ σῶμα ζωοποιόν ἐστιν, ἐπείπερ αὐτὸ πρὸς τὴν ἰδίαν ἀνεστοιχείωσε δύναμιν· τὸ δὲ ὅπως, οὔτε νῷ καταληπτὸν, οὔτε γλώττῃ λεκτὸν, σιωπῇ δὲ καὶ πίστει τῇ ὑπὲρ νοῦν τιμώμενον.

Ὅτι δὲ πολλάκις τῷ τοῦ Πνεύματος ὀνόματι παρὰ ταῖς θεοπνεύστοις γραφαῖς καλεῖται καὶ ὁ Υἱὸς, διὰ τῶν ὑποτεταγμένων εἰσόμεθα. γράφει τοίνυν ὁ μακάριος Ἰωάννης περὶ αὐτοῦ “Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ πνεύματος ”Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ “ὕδατι καὶ τῷ πνεύματι, καὶ τὸ πνεῦμά ἐστι τὸ μαρτυροῦν, ”ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.” ἰδοὺ γὰρ πνεῦμα τὴν ἀλήθειαν ὀνομάζει, καίτοι βοῶντος διαῤῥήδην τοῦ Χριστοῦ “Ἐγώ εἰμι ἡ ἀλήθεια·” Παῦλος δὲ πάλιν ἡμῖν ἐπιστέλλων φησίν “Οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς ”δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾽ ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ “οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος ”οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα “νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο- ”σύνην.” ἰδοὺ γὰρ δὴ πάλιν ἐν τούτοις τὸ τοῦ Θεοῦ Πνεῦμα κατοικεῖν ἐν ἡμῖν ἀποφηνάμενος, αὐτὸν εἴρηκεν ἐν ἡμῖν εἶναι τὸν Χριστόν. ἀδιαίρετον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ταυτότητι φύσεως λόγον, εἰ καὶ νοοῖτο ὑπάρχειν ἰδιοσυστάτως. διὰ τοῦτο πολλάκις ἀδιαφορεῖ, ποτὲ μὲν τὸ Πνεῦμα, ποτὲ δὲ ἑαυτὸν ὀνομάζων. <Ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν· ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.

καὶ ἔλεγε Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.> Ἐν τούτῳ δὴ πάλιν ἐστὶ διαῤῥήδην ὁρᾶν πληρούμενον τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν προκεκηρυγμένον “Ἀκοῇ ”ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ “οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, ”καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν “ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τῇ ”καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.” αὐτήκοοι γὰρ τῶν τοῦ Σωτῆρος γιγνόμενοι διδαγμάτων, καὶ οὐ παρ᾽ ἑτέρου τινὸς τῶν ἁγίων μανθάνοντες, διὰ φωνῆς δὲ μᾶλλον τοῦ πάντων Δεσπότου μυσταγωγούμενοι, ἀλλὰ γὰρ καὶ τοῖς τοῦ σώματος ὁρῶντες αὐτὸν ὀφθαλμοῖς, ταῖς σφῶν αὐτῶν ἀνοίαις ἐξεπαχύνοντο, καὶ τὸν τῆς διανοίας καταμύσαντες ὀφθαλμὸν, τὸν τῆς δικαιοσύνης ἥλιον ἀπετρέποντο, τὸν τῆς εὐαγγελικῆς παιδεύσεως φωτισμὸν οὐ παραδεχόμενοι· πονηροὶ γὰρ ἦσαν καὶ πολλοῖς ἤδη τοῖς παρῳχηκόσιν ἔνοχοι πταίσμασι. διὰ τοῦτο καὶ “πώρωσιν ἀπὸ ”μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ” ὁ σοφὸς ἡμῖν διεμαρτύρατο Παῦλος. ἐπεὶ δὲ καὶ οὐ τῆς τυχούσης φρονήσεως ἔργον ἦν τὸν ἐν ἀνθρωπείᾳ μορφῇ κρυπτόμενον ἐπιγνῶναι Θεὸν, μὴ δύνασθαί φησι πρὸς αὐτὸν ἰέναι τὸν οὔπω λαβόντα, σύνεσιν δὲ δηλονότι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μάλα εἰκότως.

εἰ γὰρ “πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα ”τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώ- “των·” πῶς ἂν οὐχὶ μᾶλλον καὶ τὸ ἐπιγνῶναι Χριστὸν, δῶρον ἂν γένοιτο τῆς τοῦ Πατρὸς δεξιᾶς; καὶ ἡ τῆς ἀληθείας κατάληψις, πῶς οὐκ ἂν νοοῖτο πάσης ἐπέκεινα χάριτος; ὅσῳ γὰρ ἂν φαίνοιτο τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν, τοσούτῳ μᾶλλον ἂν πρέποι τῆς θείας αὐτὴν ἠρτῆσθαι φιλοτιμίας. δίδωσι γεμὴν οὐ τοῖς ἀκαθάρτοις ὁ Πατὴρ τὸ ἐπιγνῶναι Χριστὸν, οὐδὲ τοῖς εἰς ἐκτόπους ἀπειθείας ἀποφοιτᾶν μελετήσασι τὴν ἐπωφελεστάτην τοῦ Πνεύματος ἐνίησι χάριν· οὐ γὰρ ἔδει βορβόρῳ τὸ τίμιον ἐπιχεῖσθαι μύρον. καὶ γοῦν ὁ μακάριος προφήτης Ἱερεμίας, προαποκαθαίρεσθαι δεῖν ταῖς εἰς πᾶν ἔργον ἀγαθὸν ἐπιθυμίαις, τοὺς ἐγγίζειν ἐθέλοντας τῷ Χριστῷ διὰ τῆς πίστεως ἐπιτάττει βοῶν “Ζητήσατε τὸν ”Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ᾽ “ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ καὶ ”ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ “Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρ- ”τίας ὑμῶν.” ὁρᾷς ὅπως προεξανίστασθαι χρῆναί φησι τῆς ἀρχαίας ὁδοῦ, καὶ τῶν παρανόμων ἀπανίστασθαι βουλευμάτων, ἵνα τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομισώμεθα, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. δεδικαιώμεθα γὰρ οὐκ “ἐξ ἔργων νόμου,” ἀλλὰ κατὰ χάριν τὴν ἐξ αὐτοῦ, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἄνωθεν ἀμνησικακίαν.

Ἀλλ᾽ ἐρεῖ τις τυχόν Τοιγαροῦν τί τὸ κωλῦσαν αὐτὸν ἀμνησικακῆσαι καὶ Ἰουδαίοις, καὶ τῷ Ἰσραὴλ σὺν ἡμῖν τὴν ἄφεσιν ἐπιδαψιλεύσασθαι; ἦν γὰρ δὴ καὶ οὕτως πρέπον τῷ τελείως ἀγαθῷ. πῶς δὲ καὶ ἀληθεύσει, φησὶν, ὅταν λέγῃ πρὸς ἡμᾶς “Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς ”εἰς μετάνοιαν;” Τί οὖν πρὸς ταῦτα; μόνοις τοῖς ἐξ Ἰσραὴλ καὶ πρώτοις ἡ διὰ τοῦ Σωτῆρος προσεπινοεῖται χάρις· ἀπεστάλη γὰρ, ὡς αὐτὸς διεβεβαιώσατο, πρὸς μόνα τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. καὶ γοῦν τοῖς ἐθέλουσι πιστεύειν ἐξῆν καὶ εἰς τὴν ζωὴν ἀνατρέχειν τὴν αἰώνιον. ἀλλ᾽ οἱ μὲν εὐγενεστέρῳ συζῶντες τρόπῳ, καὶ τῆς ἀληθείας ὄντες ἐρευνηταὶ, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς χάριν συνεργὸν λαβόντες εἰς σωτηρίαν διὰ πίστεως ἀνεσώζοντο· ὁ δὲ ἀλαζὼν Φαρισαῖος καὶ οἱ σκληροκάρδιοι μετ᾽ ἐκείνων ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ, πιστεύειν οὐκ ἤθελον, καίτοι προπεπαιδευμένοι διὰ Μωυσέως καὶ τῶν προφητῶν. ἐπειδὴ δὲ διὰ τὴν ἑαυτῶν δυσβουλίαν ἀνάξιοι λοιπὸν τῆς αἰωνίου ζωῆς ἀνεδείκνυντο, τὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἐκομίσαντο φωτισμόν. ἔχεις καὶ τούτου τὸν τύπον ἐν ἀρχαιοτέροις συγγράμμασιν.

ὅνπερ γὰρ τρόπον τοῖς κατὰ τὴν ἔρημον ἀπιστήσασι τῷ Θεῷ, τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐ δέδοται, οὕτω καὶ τοῖς διὰ τῆς ἀπειθείας ἀτιμάζουσι τὸν Κύριον, οὐκ ἐδόθη τὸ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς ἦν ὁ τύπος τῆς ἐπαγγελίας ἡ γῆ. καὶ οὐκ “ἄδικος ὁ Θεὸς ὁ ”ἐπιφέρων ἑκάστῳ τὴν ὀργήν·” δίκαιος γὰρ ὢν κατὰ φύσιν ὁριεῖ πάντως ὀρθὰ, καὶ τὸ οἰκεῖον ἀπευθυνεῖ κρῖμα πρεπόντως τῇ ἰδίᾳ φύσει, κἂν μὴ νοοῖμεν αὐτοὶ τῆς ὑπὲρ ἡμᾶς οἰκονομίας τὴν ὁδόν.

Χρησίμως γεμὴν ὁ μακάριος Εὐαγγελιστὴς πάντα φησὶν εἰδέναι τὸν Ἰησοῦν, καὶ οὐκ ἀγνοῆσαι πάλιν τίνες μὲν οἱ ἀπειθήσειν μέλλοντες, τίς δὲ ὁ τῆς εἰς αὐτὸν δυσσεβείας ὑπουργὸς, ἵνα πάλιν νοῆται Θεὸς, ὡς “εἰδὼς τὰ πάντα πρὶν ”γενέσεως αὐτῶν.” <Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.> Σκληρά πως ἐστὶ τοῖς ἀσυνέτοις ἀεὶ τὰ σοφὰ, καὶ ὅπερ ἂν οἴηταί τις καὶ οὐ μετρίως ὀνήσειν αὐτοὺς, τοῦτο πολλάκις ὁρᾶται καὶ ἐπιζήμιον. ὅνπερ γὰρ τρόπον τοῖς τὴν ὄψιν ἀλγοῦσι τὴν σωματικὴν μάχεται μὲν τοῦ ἡλίου τὸ φῶς, ἡδὺ δέ πως ἐστὶ τὸ ἀφεγγέσιν ἐγκαθιδρύεσθαι τόποις, οὕτω τοῖς νοσοῦσι τὰ κατὰ τὸν νοῦν, ἀπεχθῆ μὲν τῶν μαθημάτων τὰ περισκελέστερα, καὶ τὰ δυσευρέτοις ἐννοίαις ἐπεσκιασμένα, βδελυρώτατα, κἂν πολὺ τὸ ὠφέλιμον ἔχοι, προσφιλῆ δὲ μᾶλλον τὰ μικρὰ καὶ ἡδίονα, κἂν μηδὲν ἔσθ᾽ ὅτε περιποιῇ τὸ λυσιτελές. ἢ γὰρ οὐκ ἐκ τῶν προκειμένων τὸ εἰρημένον ἀληθὲς ὂν εὑρήσομεν;

τὸ θεῖον καὶ μέγα μυστήριον παρατιθέντος Χριστοῦ, καὶ διὰ ποικίλων θεωρημάτων ἀνοιγνύντος τὴν ἐπ᾽ αὐτῷ κατάληψιν, καὶ μονονουχὶ περιστέλλοντος ἤδη τὸ καταπέτασμα τοῦ ναοῦ, καὶ τὴν ἐσωτέραν σκηνὴν ἐκκαλύπτοντος, καταμυσάττονται μὲν τὸν οὕτω σοφόν τε καὶ οὐράνιον λόγον, ἀπονεύουσι δὲ πάλιν εἰς ἀμαθίαν κτηνοπρεπῆ, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω, καθάπερ φησὶν ὁ Εὐαγγελιστὴς, καὶ τὸ περιπατεῖν ἔτι σὺν αὐτῷ παραιτούμενοι. τοῦτο γὰρ ὄντως ἐστὶ τὸ ὀπίσω πεσεῖν. διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου φησὶ πάλιν Ἱερεμίου πρὸς τὴν ἀγνώμονα καὶ φιλόνεικον Ἱερουσαλὴμ, τὴν τῶν ἀπειθούντων δηλονότι τροφόν “Σὺ ἀπεστράφης με, λέγει Κύριος, καὶ ὀπίσω ”πορεύσῃ·” καὶ γὰρ δὴ κατὰ λόγον ἀληθῆ τῇ τῶν ἀγαθῶν ἀποστροφῇ τὸ ὀπίσω πίπτειν ἀκολουθεῖ· Θεὸς δὲ τὸ πᾶν ἀγαθόν. οὐκοῦν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ πεπτώκασιν ἀνόπιν οἱ δείλαιοι, τῷ Σωτῆρι μὴ συμβαδίζοντες ἔτι, πρὸς ἑτέρας δὲ ὥσπερ τραπόμενοι τρίβους, καὶ εἰς τὰ συνήθη κατασυρόμενοι πάθη.

Ἀλλ᾽ ἴδωμεν πάλιν, εἰ μὴ καὶ τούτου τὸν τύπον ἐν τοῖς τοῦ Μωυσέως εὑρίσκομεν λόγοις. οὐκοῦν ὅτε μακρὰς διιππεύσαντες ὁδοὺς, καὶ τὴν ἀγρίαν ἐκείνην διελάσαντες ἔρημον, ἐπ᾽ αὐτῇ λοιπὸν ἦσαν τῆς ἐπαγγελίας τῇ γῇ, κατασκεψόμενοι ταύτην κατὰ θεῖον ἀπεστέλλοντο πρόσταγμα Ἰησοῦς τε ὁ τοῦ Ναυῆ, καὶ σὺν αὐτῷ τινες ἕτεροι. ὡς δὲ διοπτεύσαντες ἅπασαν ἐπὶ Μωυσέα πάλιν ἀνεκομίζοντο, προσελάλουν τῇ συναγωγῇ πικρὰ μέν τινες· γῆ γὰρ, ἔφασκον, ἣν κατεσκεψάμεθα αὐτὴν, χαλεποὺς ἔχει τοὺς οἰκήτορας, καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ, καὶ ὅσαπερ ἦν τοὺς ἀκροωμένους ὀῤῥωδεῖν ἀναπείθοντα προστιθέντες διετέλουν. Ἰησοῦς δὲ μετ᾽ ἐκείνους πολλοῖς μὲν ἐπαίνοις καταστέφειν ἐπειρᾶτο τὴν γῆν, παρεκάλει δὲ λέγων “Ἡ γῆ, ἣν κατεσκε- ”ψάμεθα αὐτὴν, ἀγαθὴ σφόδρα· εἰ αἱρετίζει ἡμᾶς Κύριος, “εἰσάξει ἡμᾶς εἰς αὐτήν.” ἀλλὰ τῶν Ἰουδαίων οἱ πρόγονοι καταλιθοῦν μὲν ὅτι πρέποι τὸν Ἰησοῦν διετείνοντο· τοῦ δὲ πάντα ἰσχύοντος Θεοῦ τὸ μηδὲν δύνασθαι καταψηφιζόμενοι, “καθίσαντες ἔκλαιον,” καθὰ γέγραπται, καὶ παροξύνουσι μὲν ἐπὶ τούτοις εἰκότως τὸν ἁπάντων Δεσπότην. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς οὕτω καὶ ὑβρισταὶ, τῆς ἐπαγγελίας ἀποπεπτώκασιν· “Ὡς γὰρ ὤμοσα, φησὶν, ἐν τῇ ὀργῇ μου Εἰ εἰσε- ”λεύσονται εἰς τὴν κατάπαυσίν μου.” εἶτα τί τὸ ἐπὶ τούτοις;

παλινδρομεῖν αὐτοῖς, καὶ ὀπίσω βαδίζειν ἐσαῦθις ἐπιτάττει Θεός· λέγει γὰρ πρὸς Μωυσέα “Αὔριον ἀπάραντες ”ἐπιστράφητε ὑμεῖς ὁδὸν θάλασσαν ἐρυθράν.” ἐπειδὴ γὰρ εἰσελθεῖν οὐκ ἐβουλήθησαν, εἰς ἣν ἐκλήθησαν γῆν, πέμπονται πρὸς ἀποστροφὴν, καὶ τὴν αὐτὴν αὖθις ἀνελίττειν ὁδὸν ἀναγκάζονται· οὐ γὰρ ἠθέλησαν ἀκολουθῆσαι τοῖς Ἰησοῦ λόγοις, οὐδὲ ἀγαθὴν ἀκούοντες τὴν γῆν, ἐτίμων τῇ συναινέσει τὸν σύμβουλον. ὅπερ οὖν ἐκεῖνοι τότε πεπόνθασι, τοῦτο καὶ οὗτοι νυνί. διδασκόμενοι γὰρ τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰστρέχειν παρακαλούμενοι, ταῖς ἀπειθείαις ὑβρίζουσι· διὰ τοῦτο δικαίως ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ τὸ συμβαδίζειν ἔτι τῷ καθηγουμένῳ πρὸς σωτηρίαν ταῖς ἑαυτῶν δυστροπίαις ζημιούμενοι. <Εἶπεν οὖν τοῖς δώδεκα ὁ Ἰησοῦς Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;> Οὐ προτρέπει πρὸς ἀπόστασιν τοὺς ἁγίους ἀποστόλους ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐδὲ ἐλευθέραν αὐτοῖς καὶ ἀκατηγόρητον τοῦ πράγματος ἐπιδεικνύει τὴν ἄδειαν, ἀλλ᾽ οὐδὲ προχείρως ἀπονεύειν ἐφίησιν, ὡς οὐδὲν πεισομένους ἐκ τούτου τὸ βλάβος· ἀπειλεῖ δὲ μᾶλλον εὐφυῶς, ὡς εἰ μὴ φαίνοιντο κρείττους τῆς Ἰουδαίων ἀπαιδευσίας, ὀπίσω καὶ αὐτοὶ πεμφθήσονται, καὶ οὐκέτι σὺν αὐτῷ βαδιοῦνται, κατοιχήσονται δὲ πρὸς ἀπώλειαν.

οὐ γὰρ ὁ πολὺς ἐν ἀριθμῷ προσκυνητὴς πάντως ἔσται παρὰ Θεῷ καὶ τίμιος, ἀλλ᾽ ὁ ἐν ὀρθῇ διαπρέπων πίστει, καὶ εἰ φαίνοιτο βραχύς. διὰ τοῦτο πολλοὺς μὲν εἶναι τοὺς κεκλημένους ἡ θεία λέγει γραφὴ, παραδεχθήσεσθαι δὲ μόνους τοὺς ἐκλεκτοὺς, καὶ δοκιμωτάτους ὀλίγους ὄντας κομιδῆ. καὶ τοῦτο γὰρ αὐτὸς ὁ θεῖος ἡμῖν διεμαρτύρατο λόγος. ὅμοιον τοίνυν ὡς εἰ καὶ ἔφασκε τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Σωτήρ Εἰ μὲν τοῖς ἡμετέροις ἀμελλητὶ καταπείθεσθε λόγοις, εἰ τὸ κατηγοροῦν ἐνδοιάζειν ἀφέντες ἀπεριεργάστῳ πίστει λοιπὸν παραδέχεσθε τὸ μυστήριον, εἰ πικρὸν ὑμῖν φαίνεται καὶ βδελυρίας οὐ τῆς τυχούσης ἀνάμεστον τὸ σκληρίαν τῶν ἐμῶν κατηγορῆσαι λόγων, εἰ παραιτεῖσθε λέγειν Ἰουδαϊκῶς “Πῶς δύναται ”ἡμῖν οὗτος δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;” ὄψομαί τε συνόντας ἡδέως, καὶ συνδιαιτήσομαι χαίρων, καὶ γνησίους ὄντας ἀγαπῶ· εἰ δὲ τοῖς ὀπίσω πεσοῦσι τὰ ἴσα φρονεῖν ἐγνώκατε, καὶ συναποτρέχειν ἐφίημι, καὶ συναπελαύνω δικαίως. οὐ γὰρ ἐπιλείψουσι προσκυνηταὶ, τῶν εὐαγγελικῶν κηρυγμάτων οὐκ εἰς μόνην λαληθησομένων τὴν Ἰουδαίαν, ἀλλ᾽ εἰς πᾶσαν ἤδη περιφοιτώντων τὴν οἰκουμένην, καὶ καθάπερ εἰς θίασον ἕνα τοὺς ἁπανταχόσε καλούντων, καὶ συναγειρόντων εὐπετῶς ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν. “

Ἴδε τοιγαροῦν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ,” καθάπερ ὁ Παῦλός φησι· καὶ ἀποτομίαν μὲν ἐπὶ τοῖς ἀπειθήσασι, χρηστότητα δὲ πάλιν ἐπὶ τοῖς μέλλουσιν ἐπιγινώσκειν αὐτὸν, ἐὰν ἐπιμένωσι τῇ χρηστότητι, καθάπερ που πάλιν ὁ Παῦλος διισχυρίσατο· ἐπεὶ καὶ αὐτοὶ ἐκκοπήσονται· ὁ γὰρ τῶν κατὰ φύσιν οὐ φεισάμενος κλάδων, οὐδὲ τῶν ἐγκεντρισθέντων φείσεται. ἴστω τοιγαροῦν καὶ παιδευέσθω διὰ τούτων ὁ χωλεύων ἐξ ἀνοίας περὶ τὴν πίστιν, ὡς εἰ μὴ βούλοιτο τῆς τοιαύτης καταλῆξαι νόσου, βαδιεῖται μὲν εἰς τὰ ὀπίσω, καὶ τὸν καθηγούμενον ἔτι πρὸς ζωὴν αἰώνιον οὐκ ἔχων κατοιχήσεται μὲν εἰς ᾅδου στυγνὸς, ἀνοιμώξει δὲ τὴν ἑαυτοῦ δυσβουλίαν· “Ἐκεῖ γὰρ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς ”τῶν ὀδόντων.” εἰκὸς δὲ δὴ πάλιν καὶ ἕτερον ἡμῖν ὑποσημαίνεσθαι χρήσιμον διὰ τοῦ λέγειν τοῖς ἑαυτοῦ μαθηταῖς τὸν Ἰησοῦν Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἵνα γὰρ μὴ νομίζοιντο καὶ αὐτοὶ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συναποφέρεσθαι, καὶ συγκατολισθάνειν τοῖς ἀπειθήσασιν, ἢ καὶ ἄλλως καταβοῆσαι μετ᾽ ἐκείνων αὐτοῦ, ὡς σκληρὰ μὲν διδάσκοντος, ἀδύνατα δὲ μυσταγωγεῖν ἐπιχειροῦντος τοὺς ἀκροωμένους, ἐπυνθάνετο χρησίμως εἰ θελητὸν αὐτοῖς εἴη τὸ μετ᾽ ἐκείνων ἀποφοιτᾶν, ἵνα διὰ τούτου καλέσῃ πρὸς ὁμολογίαν τῆς ὀρθῆς καὶ ἀκηράτου πίστεως, ὃ δὴ καὶ γέγονεν.

ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τό τε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν. <Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις.> ΔΙ᾽ ἑνὸς οἱ πάντες λαλοῦσι τοῦ προὔχοντος, τὴν ἁγίοις ὄντως πρεπωδεστάτην ἀποσώζοντες ἐπιστήμην, ἵνα δὴ τύπος τοῖς μετ᾽ αὐτοὺς κἀν τούτῳ πάλιν εὑρίσκοιντο σώφρονός τε καὶ ἀξιαγάστου λογισμοῦ· χρῆν γὰρ εἰς διδασκάλου λαλεῖν ἀκοὰς, οὐχὶ πάντας ἀδιακρίτως προπηδῶντας τῶν ἄλλων προαλέστερον, καὶ τὸ ἀγορεύειν οὐκ αὐτοῖς πρεπόντως ἁρπάζοντας, παραχωρεῖν δὲ μᾶλλον ἐπείγεσθαι σοφῶς τοῖς οἵπερ ἂν εἶεν καὶ βουλῇ καὶ τάξει προτεταγμένοι. διὰ τοῦτο καὶ ὁ Παῦλος “Προφῆται, φησὶ, δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ ”μέρος.” οὐ γὰρ ἐπειδήπερ τῇ τῆς προφητείας τετίμηνται χάριτι, διὰ τοῦτο χρῆναι αὐτοὺς καὶ ἀτάκτως ποιεῖσθαι τὸν λόγον ἐπεψηφίζετο· ἀλλ᾽ ἐπείπερ ἦσαν ἅγιοι, διὰ τοῦτο δὴ μᾶλλον ἐπιστημόνως τοῖς ἀκροωμένοις προσλαλεῖν διεκελεύετο. οὐκοῦν ἐπιστήμης ἦν ἔργον ἁγιοπρεποῦς τὸ ὑπὲρ πάντων ἀπολογεῖσθαι μόνον ἐᾶν τὸν ᾧπερ ὑπῆρχε τὸ μεῖζον ἐν τάξει. Πρὸς τίνα τοιγαροῦν ἀπελευσόμεθα, φησὶν, ἀντὶ τοῦ Τίς ἡμᾶς μυσταγωγήσει τὰ παραπλήσια; ἢ καὶ τίνι προσελθόντες τὸ κρεῖττον εὑρήσομεν;

ῥήματα ζωῆς αἰωνίου ἔχεις· οὐ σκληρὰ, καθάπερ ἐκεῖνοί φασιν, ἀλλ᾽ εἰς τὸ πάντων ἐξαίρετον ἀναφέροντα, τουτέστιν, εἰς ἀκατάληκτον καὶ μακραίωνα βίον, καὶ φθορᾶς ἁπάσης ἐξῳκισμένην ζωήν. δῆλον δὲ δήπου πάντως ἡμῖν καὶ διὰ τούτων ἔσται τῶν λόγων, ὡς ἑνὶ καὶ μόνῳ διδασκάλῳ δεῖ προσκαθέζεσθαι τῷ Χριστῷ, καὶ προσεδρεύειν ἀδιαλείπτως τε καὶ ἀπερισπάστως αὐτῷ, καὶ αὐτὸν ποιεῖσθαι καθηγητὴν, ποδηγεῖν εἰδότα καλῶς εἰς ζωὴν τὴν ἀπέραντον. οὕτω γὰρ οὕτω καὶ εἰς τὴν οὐράνιόν τε καὶ θείαν αὐλὴν ἀναβησόμεθα, καὶ εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν εἰσελαύνοντες, τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐντρυφήσομεν ἀγαθοῖς. ὅτι γάρ ἐστιν ἀγαθόν τε καὶ σωτήριον χρῆμα τὸ μόνῳ βούλεσθαι κατακολουθεῖν τῷ Χριστῷ, καὶ αὐτῷ συνεῖναι διὰ παντὸς, καὶ αὐτὴ μὲν ἀναμφιλόγως ἡ τοῦ πράγματος πληροφορήσει φύσις. οὐδὲν δὲ ἧττον καὶ ἐκ τῶν ἀρχαιοτέρων γραμμάτων εἰσόμεθα.

Οὐκοῦν ὅτε τὰς Αἰγυπτίων πλεονεξίας ἀποδυσάμενοι πρὸς τὴν τῆς ἐπαγγελίας γῆν οἱ ἐξ Ἰσραὴλ ἠπείγοντο, οὐκ ἀτάκτους ποιεῖσθαι τὰς πορείας αὐτοὺς ἐκέλευε Θεὸς, οὐδὲ ὅποιπερ ἄν τις ἐθελήσαι βαδίζειν ὁ νομοθέτης ἠφίει· πλανηθήσεσθαι γὰρ πάντως οὐκ ἔχοντας τὸν ἡγούμενον οὐκ ἀμφίβολον ἦν. διὰ τοῦτο γὰρ γέγραπται πάλιν πρὸς ὑποτύπωσιν ἡμετέραν ἐν τῷ βιβλίῳ τῷ καλουμένῳ τῶν ἀριθμῶν “Καὶ τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν ”σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ “τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ. οὕτως ἐγίγνετο διὰ ”παντὸς, ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς “τὴν νύκτα. καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ”καὶ μετὰ ταῦτα ἀπῆραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ “οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ· ”διὰ προστάγματος Κυρίου ἀπαροῦσι. καὶ φυλάξονται οἱ “υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ καὶ οὐ μὴ ἐξάρωσι. ”διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος “Κυρίου ἀπαροῦσιν.” ὁρᾷς ὅπως ἀκολουθεῖν ἐπιτάττονται, καὶ συναπαίρειν μὲν ἀπαιρούσῃ τῇ νεφέλῃ, συγκαταλύειν δὲ πάλιν αὐτῇ καὶ συγκατευνάζεσθαι; τὸ γὰρ συνεῖναι τῷ ποδηγοῦντι σωτήριον καὶ τότε μὲν ἦν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἡμῖν δὲ νυνὶ τὸ μὴ χωρίζεσθαι Χριστοῦ.

αὐτὸς γὰρ ἦν τοῖς ἀρχαιοτέροις καὶ ὡς σκηνὴ καὶ νεφέλη, καὶ ὡς πῦρ μορφούμενος· μετοισθήσεται δὲ πάλιν, ὡς ἐφικτὸν, τῆς ἱστορίας ὁ λόγος ἐπὶ τὸ πνευματικόν. ὅτε γὰρ “ἡ σοφία,” κατὰ τὸ γεγραμμένον, “ᾠκοδόμησεν ἑαυτῇ οἶκον,” καὶ τὴν ἀληθεστέραν ἔστησε σκηνὴν, τουτέστι, τὸν ἐκ παρθένου ναὸν, καταβέβηκεν εἰς αὐτὴν ἀπερινοήτως τε καὶ θεοπρεπῶς ὁ ἐν κόλποις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς μὲν ἤδη πεφωτισμένοις, καὶ “ὡς ἐν ἡμέρᾳ” περιπατοῦσι, κατὰ τὸν Παῦλον, νεφέλη γένηται συσκιάζουσα, καὶ τῶν ἐξ ἀσθενείας παθῶν τὸν καύσωνα παραλύουσα· τοῖς δὲ ἀγνοοῦσιν ἔτι καὶ πλανωμένοις, καὶ καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διαιτωμένοις, πῦρ καταφωτίζον, καὶ εἰς τὴν τοῦ Πνεύματος ζέσιν μεταποιοῦν. θερμοὺς γὰρ εἶναι τῷ πνεύματι τοὺς οἵπερ εἰσὶν ἀγαθοὶ πιστεύομεν· οἶμαι γὰρ οὐχ ἑτέρου τινὸς ἕνεκα φαίνεσθαι μὲν ἐπὶ τῆς σκηνῆς τὴν νεφέλην ἐν ἡμέρᾳ, τὸ πῦρ δὲ τὴν νύκτα, ἢ τῆς ἤδη προαποδεδομένης ἡμῖν θεωρίας. τοῖσδε ἕπεσθαι τοῖς προστεταγμένοις μὴ αὐτομολεῖν εἰς ὁδοιπορίαν ἐπετάττετο, συναπαίρειν δὲ τῇ σκηνῇ καὶ συγκαταλύειν αὐτῇ, διὰ τύπου πάλιν ἵνα νοῇς ἐκεῖνο τὸ εἰρημένον παρὰ Χριστοῦ “Ὁ ἐμοὶ διακονῶν ”ἀκολουθείτω μοι· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος “ὁ ἐμὸς ἔσται.”

τὸ γὰρ πεπηγὸς περὶ τὴν ἀκολούθησιν, καὶ τὸ τῆς προσεδρείας ἐκτενὲς, διὰ τοῦ συμβαδίζειν ἀπερισπάστως αὐτῷ σημαίνεται· τὸ δὲ συμβαδίζειν τῷ Σωτῆρι Χριστῷ, καὶ ἀκολουθεῖν, οὐχὶ πάντως κατὰ σῶμα νοεῖται, πληροῦται δὲ μᾶλλον διὰ τῆς ἐν ἔργοις ἀρετῆς, ἐφ᾽ ᾗ τὸν οἰκεῖον καταπήξαντες νοῦν οἱ σοφώτατοι μαθηταὶ, καὶ τὸ ἀπελθεῖν ὀπίσω μετὰ τῶν ἀπειθούντων ὡς ὀλέθριον παραιτούμενοι, τό Ποῦ ἔχομεν ἀπελθεῖν ἀναβοῶσιν εἰκότως· ἀντὶ τοῦ Σοὶ πάντοτε συνεσόμεθα, καὶ τῶν σῶν ἀνθεξόμεθα προσταγμάτων, καὶ τοὺς σοὺς παραδεξόμεθα λόγους, οὐ κατά τι γοῦν ἐπαιτιώμενοι, καὶ μετὰ τῶν ἀπαιδεύτων σκληρὸν εἶναι νομίζοντες, ὅπερ ἂν λέγῃς μυσταγωγῶν, ἀλλ᾽ ἐκεῖνο μᾶλλον “Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ”ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.” Τῶν μὲν οὖν προκειμένων τοιοῦτος ὁ νοῦς· ὅτι δὲ ἡ σκηνὴ τοῖς ἀρχαιοτέροις εἰς τύπον ἦν τοῦ Χριστοῦ, γνωσόμεθα πάλιν, τοῖς περὶ αὐτῆς εἰρημένοις πρὸς τὸν ἅγιον Μωυσέα λεπτὴν ἐπιστήσαντες τὴν διάνοιαν. παρεκβατικὸς μὲν οὖν δόξειεν ἂν εἶναί τῳ τυχὸν ὁ περὶ τούτων λόγος, ἀλλ᾽ ὀνήσειεν οὐ μικρῶς· δεῖ γὰρ οἶμαι περὶ τούτων προθύμως δὴ μάλα στενολεσχεῖν τὰς τῶν οὐκ εὐλόγως ἐπαιτιωμένων φιλοψογίας παραιτουμένους. ἔχει τοιγαροῦν τὸ θεῖον λόγιον οὕτως· ἐκθησόμεθα γὰρ οὕτως ἀνὰ μέρος τὴν ἐκ τοῦ γράμματος σκιὰν ὡς ἔνι καταλεπτύνοντες. “

Καὶ ἐλάλησε,” φησὶ, “Κύριος πρὸς Μωυσῆν λέγων Ἐν ἡμέρᾳ μιᾷ τοῦ ”μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνήν.” τί τὸ πεπεικὸς τὸν ἁπάντων Κύριον, ἐρεῖ τις εὐλόγως τῶν φιλομαθεστέρων, ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προστάξαι, καὶ μὴ ἐν δυσὶν, ἢ τρισὶν, ἐν δὲ τῇ νουμηνίᾳ, καὶ οὐ μηνὸς ἁπλῶς τοῦ τυχόντος, ἀλλὰ τοῦ πρώτου; πολλὴν γὰρ ὄντως ἡμῖν τὰ τοιαῦτα καὶ μάλα εἰκότως ἐμποιήσαι τὴν ζήτησιν, ἐπειδὴ τῶν εἰρημένων ταῖς θείαις γραφαῖς τῶν εἰκαίων οὐδέν. οὐκοῦν· ἑψόμεθα γὰρ τοῖς ἑαυτῶν περὶ τούτων λόγοις· ἡ ἀνισταμένη σκηνὴ τὸ ἅγιον σῶμα σημαίνει Χριστοῦ καὶ, ἵνα οὕτως εἴπω, τὴν σύμπηξιν τοῦ τιμίου σκήνους αὐτοῦ, ἐν ᾧ ηὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ἀνίστασθαι γεμὴν αὐτὴν ἐν ἡμέρᾳ κελεύει μιᾷ, καὶ τοῦτο δὴ μάλιστα σοφῶς τε καὶ οἰκονομικῶς, ἵνα διὰ τῆς μιᾶς ἡμέρας τὸν αἰῶνα νοῇς τὸν ἐνεστηκότα, καθ᾽ ὃν καὶ μόνον γέγονεν ἄνθρωπος. νουμηνίαν γεμὴν οὐδὲν ἕτερον ἡμᾶς ἀκόλουθον ἐννοεῖν, ἢ τὴν ἀνακαινίζουσαν ἡμᾶς τοῦ Σωτῆρος ἐπιδημίαν, καθ᾽ ἣν “τὰ μὲν ”ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά.”

νέος γὰρ ἡμῖν ἀνεδείχθη καιρὸς ἐν Χριστῷ, τὴν μὲν παλαιότητα τῆς νομικῆς λατρείας ἐξωθούμενος, εἰς νέαν δὲ καὶ καινὴν ἀναῤῥυθμίζων ζωὴν διὰ τῶν εὐαγγελικῶν παιδευμάτων, ἀλλὰ καὶ τοὺς πεπαλαιωμένους ἐξ ἁμαρτίας καὶ ἀφανισμοῦ γεγονότας ἐγγὺς ἀνακαινίζων εἰς δικαιοσύνης ἀρχὴν, καὶ τὴν μὲν παλαιότητα καταλύων τῆς ἐπεισάκτου φθορᾶς, τῇ δὲ τῆς ἀφθαρσίας καινότητι καταφαιδρύνων τοὺς διὰ πίστεως εἰς ζωὴν ἀναδραμόντας τὴν αἰώνιον· “εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ ”κτίσις,” κατὰ τὸ γεγραμμένον.

Μηνὶ δὲ τῷ πρώτῳ, τὴν θείαν ἐγείρεσθαι διατάττει σκηνὴν, ὅτε τῆς τροπῆς τῆς ἐαρινῆς ἀναλάμπει τὸ κάλλος, ἀπονιψάμενον ὥσπερ τοῦ χειμῶνος τὴν κατήφειαν, ὑποθάλπεται δὲ μαλακῶς λαμπροτέροις ἤδη καὶ καθαρωτέροις ἡ γῆ ἡλίοις, καὶ κυπρίζουσι μὲν ἀμπελῶνες, ταῖς δὲ τῶν ἀνθέων εὐοσμίαις ὁ γηπόνος ἐντρυφᾷ, καὶ ποηφορεῖ μὲν πεδία, τοῖς δὲ τῶν ἀσταχύων ὀχμοῖς ὅλαι φρίττουσιν ἄρουραι, κατά τινας τῶν παρ᾽ Ἕλλησι ποιητῶν· ὅτε παρῆλθεν ὁ χειμὼν, κατὰ τὸ γεγραμμένον, ἐπορεύθη δὲ καὶ ὁ ὑετὸς ἑαυτῷ, ὅτε τῆς τομῆς ἔφθασεν ὁ καιρός. ταῦτα δὲ πάντα νοήσεις πνευματικῶς, καὶ χειμῶνα μὲν ἐκλείψει καὶ ὑετὸν παρελάσαντα, τοὺς ἐκ διαβολικῆς τυραννίδος ἐπισκήπτοντας πειρασμοὺς, καὶ τὴν κατὰ πάντων πλεονεξίαν· λέλυται γὰρ ἡ τῶν δαιμόνων ἰσχὺς ἐν ἡμέραις Χριστοῦ.

ἥλιος δὲ ἡμῖν ἀνέτειλεν ὁ λαμπρὸς, αὐτὸς δηλονότι περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ “Καὶ ἀνατελεῖ ὑμῖν ἥλιος δικαιοσύνης,” τοὺς ἀπεψυγμένους εἰς ἁμαρτίαν, τῇ τοῦ Πνεύματος ζέσει καταθάλπων εἰς δικαιοσύνην· ἀμπέλους δὲ πάλιν τὰς νοητὰς, καὶ ἄνθη τὰ πνευματικὰ, καὶ ἀστάχυας ἐπὶ τούτοις, τοὺς ἁγίους νοήσεις, πολυτρόπῳ τῇ εἰς Θεὸν εὐσεβείᾳ διαπρέποντας, καὶ πολυειδῆ τῆς ἀρετῆς ἀναβρύοντας τὸν καρπόν· εἰπεῖν δὲ ὡς ἐν συντόμῳ λοιπὸν ἀναγκαῖον· ἀνθοκομεῖ τὸ ἔαρ, καὶ χλοηφορεῖν μὲν ἅπασαν παρασκευάζει τὴν γῆν, καταστέφει δὲ νέῳ τοὺς λειμῶνας βλάστῳ, καὶ πρέμνα τὰ πάλαι ξηρὰ διὰ τὴν τοῦ χειμῶνος ἀφόρητον ὕβριν ἀνηβᾶν ἀναπείθει, καὶ πρὸς ὄψιν ἄγει τὴν ἀμείνονα, καὶ φύλλῳ μὲν τῷ συνήθει περιανθίζεσθαι ποιεῖ, καρποῖς δὲ τοῖς κατὰ φύσιν φιλοτιμεῖσθαι παρασκευάζει τὸν ἐφεστῶτα γηπόνον. τοιοῦτόν τι καὶ ἐφ᾽ ἡμῶν γεγενημένον εὑρήσομεν· οἱ γὰρ πάλαι ξηροὶ διὰ τὴν ἐφ᾽ ἡμᾶς βασιλεύουσαν ἁμαρτίαν, καὶ καρπῶν ἔρημοι τῶν εἰς ἀρετὴν, ἀνεθάλομεν εἰς δικαιοσύνην διὰ Χριστοῦ, καὶ τὸν διὰ πίστεως ἤδη καρπὸν ἀρτιφανῆ τε καὶ νέον τῷ τῶν πνευμάτων γηπόνῳ προσκομίζομεν· οὕτω τε νοοῦμεν εἰκότως τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς ἐκ προσώπου Χριστοῦ “Αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ ”τῶν ὀρέων.” τί γὰρ ἐν τοῖς ὄρεσιν ἡ ὥρα, τουτέστιν, ὁ ἐαρινὸς ἐργάζεται καιρὸς, προλαβόντες ἤδη σαφῶς εἰρήκαμεν.

Οὐκοῦν ἐν μιᾷ μὲν ἵστασθαι τὴν σκηνὴν ἡμέρᾳ προστάττει χρησίμως, τύπον ἐπέχουσαν τοῦ Χριστοῦ, ἵνα νοῇς ἐπ᾽ αὐτῷ, τὸ ἅπαξ ἀποθανεῖν ἐν ἑνὶ τούτῳ τῷ παρόντι καιρῷ· γεννηθήσεται γὰρ εἰσαῦθις οὐδαμῶς, ἀλλ᾽ οὐδὲ τεθνήξεται, γεγεννημένος ἅπαξ καὶ ἀποθανὼν καὶ διαναστὰς ἐκ νεκρῶν· ἀκολουθεῖν γὰρ ἀνάγκη τῷ θανάτῳ τὴν ἀνάστασιν, σύμπηξίν τινα τοῦ ἁγίου σκήνους ὑπάρχουσαν. ἐν νουμηνίᾳ δὲ, ὅτι νέος ἡμῖν αἰὼν ἐν Χριστῷ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ. καὶ ὁ μὴν δὲ ὁ πρῶτος παραλαμβάνεται, τὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν καὶ ἀφθαρσίαν ἐπανανέωσιν τῆς ἀνθρωπείας φύσεως ὑποδηλῶν, καὶ τὴν ἐκ τῆς ἀκαρπίας εἰς εὐκαρπίαν ἤδη μετάστασιν, καὶ τῆς τοῦ διαβόλου τυραννίδος τὴν παραδρομὴν, καταλήξαντος ἤδη χειμῶνος δίκην καὶ συνεσταλμένου. εἶτα πάλιν ἑτέρως ἡμῖν ὡς ἐν τύπῳ καὶ σχήματι τὸν Ἐμμανουὴλ ἐπιδεικνύει λέγων “Καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου, καὶ σκεπάσεις τὴν ”κιβωτὸν τῷ καταπετάσματι.” ἐν μὲν γὰρ τοῖς προλαβοῦσιν ὁ Λόγος ἡμῖν ὡς ἐν ὁλοκλήρῳ κατεγράφετο τῇ σκηνῇ· ἦν γὰρ οἶκος Θεοῦ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ, δηλονότι τὸ ἅγιον σῶμα Χριστοῦ· ἀλλ᾽ οὐδὲν ἧττον ἡμῖν καὶ διὰ τῆς κιβωτοῦ κατὰ μέρος ὁ αὐτὸς σημαίνεται. κατεσκεύαστο μὲν γὰρ ἐκ ξύλων ἀσήπτων, ἵνα τὸ σῶμα νοῇς τὸ ἀδιάφθορον αὐτοῦ· κατακεχρύσωτο δὲ ὅλη χρυσίῳ καθαρῷ, καθὰ γέγραπται, ἔσωθέν τε καὶ ἔξωθεν.

πάντα γὰρ τίμια καὶ βασιλικὰ τὰ ἐν αὐτῷ, καὶ τὸ θεῖον καὶ τὸ ἀνθρώπινον, καὶ ἐν πᾶσιν αὐτὸς πρωτεύει, κατὰ τὸν Παῦλον· εἰς τιμῆς δὲ τύπον καὶ ὑπεροχῆς τῆς κατὰ πάντων τὸ χρυσίον λαμβάνεται. κατεσκευασμένη τοιγαροῦν ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων καὶ κεχρυσωμένη, καὶ τὸν θεῖον εἶχεν ἐναποτεθέντα νόμον, εἰς τύπον τοῦ ἐνοικήσαντος καὶ ἑνωθέντος τῇ ἁγίᾳ σαρκὶ Θεοῦ Λόγου· ῥῆμα γὰρ Θεοῦ καὶ ὁ νόμος ἦν, εἰ καὶ μὴ ἐνυπόστατον, ὥσπερ οὖν ἐστιν ὁ Υἱός. καλύπτεται δὲ τῷ καταπετάσματι. καὶ γὰρ ἦν πως καὶ ἀσυμφανὴς τοῖς πολλοῖς ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ περιβολὴν ἔχων τὸ ἴδιον σῶμα, καὶ ὥσπερ ἐν καταπετάσματι διαλανθάνων τῇ ἰδίᾳ σαρκὶ, ὡς ἐντεῦθεν οὐδὲ ἐγνωκότας τινὰς αὐτοῦ τὸ θεοπρεπὲς ἀξίωμα, ποτὲ μὲν καταλιθοῦν ἐπιχειρεῖν, ἔγκλημα ποιουμένους, ὅτι περ ἄνθρωπος ὢν, ἑαυτὸν εἶναι λέγοι Θεόν· ποτὲ δὲ πάλιν, οὐδὲν ὅλως ὑπερυθριῶντας εἰπεῖν “Οὐχ ”οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν “πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ἐξ οὐρανοῦ ”καταβέβηκα;” οὐκοῦν τὸ ἐπεῤῥίφθαι τῇ κιβωτῷ τὸ καταπέτασμα, τὸ ἀγνοηθήσεσθαι παρὰ τοῖς πολλοῖς ὑποσημαίνει τὸν Ἰησοῦν. ἦν οὖν ἄρα καὶ ἡ κιβωτὸς εἰς τύπον αὐτοῦ. διὰ γάρ τοι τοῦτο καὶ προεβάδιζε τῶν ἐξ Ἰσραὴλ κατὰ τὴν ἔρημον τὴν τοῦ Θεοῦ τάξιν ἀποπληροῦσα τότε· αὐτὸς γὰρ ἦν ὁ τοῦ λαοῦ καθηγούμενος.

καὶ μάρτυς ὁ ψαλμῳδὸς λέγων “Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ ”σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, γῆ ἐσείσθη, καὶ γὰρ “οἱ οὐρανοὶ ἔσταξαν.” προελαυνούσης γὰρ καὶ προβαδιζούσης ἀεὶ τῆς κιβωτοῦ, Θεὸς διαῤῥήδην προπορεύεσθαι λέγεται. σαφεστέραν δ᾽ ἂν ἔχοις τὴν ἐπὶ τούτῳ πάλιν ἀπόδειξιν, ἐκεῖνο διενθυμούμενος. ἐκέλευέ ποτε τοῖς ἐξ Ἰσραὴλ διὰ Μωυσέως ὁ Θεὸς, ἀναβαίνειν μὲν τεθαρσηκότως ἐπὶ τὸ ὄρος τὸ Σηεὶρ, ἐκπολιορκεῖν δὲ τὸν Ἀμοῤῥαῖον· ἀλλ᾽ εἰς ἀδρανῆ πεσόντες δειλίαν οἱ κεκελευσμένοι, καὶ ῥώμαις ταῖς ἑαυτῶν ἀναθέντες τὸ κατορθοῦν, καὶ οὐχὶ μᾶλλον ταῖς ἄνωθεν ἐπικουρίαις ἐπιθαρσήσαντες, καθίσαντες ἔκλαιον παρὰ τὸ ὄρος, καθὰ γέγραπται· ἐπὶ τούτοις εἰκότως ὁ νομοθέτης ἐξεπικραίνετο, καὶ ἠπείλει λοιπὸν οὐδὲ ἀποίσειν εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτούς. καταδηχθέντες δὲ μόλις τῆς ἀπειλῆς, καὶ εἰς μετάγνωσιν ἐνεχθέντες οὐκ εὔκαιρον, ἀναβαίνειν ἐπεχείρουν, ἐκ παρακοῆς δευτέρας, ὅπλα κατὰ τῶν Ἀμοῤῥαίων ἁρπάσαντες. ἀλλὰ προηγόρευε Θεὸς τὰ ἐσόμενα διὰ Μωυσέως· εἶπε γὰρ “αὐτοῖς Οὐκ ἀναβήσεσθε,” φησὶ, “καὶ οὐ μὴ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ”ὑμῶν, οὐ γάρ εἰμι μεθ᾽ ὑμῶν.” πανταχῆ δὲ νοσοῦντες τὸ δυσήκοον, καὶ παραβιασάμενοι ἀνέβαινον εἰς τὸ ὄρος, καθὰ γέγραπται. ἀλλ᾽ ἡ κιβωτὸς, φησὶ, τοῦ Θεοῦ οὐκ ἀνέβη μετ᾽ αὐτῶν· ἔμεινε γὰρ ἐν τῇ παρεμβολῇ.

ὁρᾷς ὅτι Θεοῦ λέγοντος Οὐκ εἰμὶ μεθ᾽ ὑμῶν, οὐ συναναβαίνει τοῖς ἀπειθοῦσιν ἡ κιβωτὸς, αὐτὸ σαφῶς τοῖς εὐμαθεστέροις ἐπιδεικνύουσα, τὸ τάξιν ἐπέχειν τοῦ καθηγεμόνος Θεοῦ; ἀλλὰ καὶ κύκλῳ τῆς Ἱεριχοῦς διὰ τῶν ἱερέων ἐβαστάζετο, καὶ τὸ ὑψηλὸν αὐτῆς κατέπεσε τεῖχος, οὐχ ἑλεπόλεις ἐπιστήσασα καὶ κριοὺς, διὰ σαλπίγγων δὲ μᾶλλον καὶ φωνῆς· ὅπερ ὂν ἀληθὲς ἐν Χριστῷ πάλιν εὑρήσομεν. αὐτὸς γάρ ἐστιν ὁ τοῖς ἱεροῖς καὶ ἁγίοις ἀνδράσιν ἐποχούμενος, καὶ πᾶσαν τοῦ διαβόλου καταστρέφων ἰσχὺν, οὐχ ὅπλοις, ἀλλὰ κραυγῇ καὶ σάλπιγγι, τουτέστιν, ἀποστολικοῖς τε καὶ εὐαγγελικοῖς κηρύγμασι, καὶ συναινέσει τῇ παρὰ παντὸς τοῦ λαοῦ, ἐν ὀρθότητι πίστεως τὸν ἴδιον ὁμολογοῦντος Δεσπότην. ὃ καὶ ἐν ταῖς μυστικαῖς δοξολογίαις ὁρῶμεν ἀποπληρούμενον, προαναφωνούσης τοῦ λαοῦ σάλπιγγος ἱερατικῆς, ἣ καὶ ἐν τῇ τοῦ λειτουργοῦντος νοεῖται φωνῇ, πίπτει δὲ οὕτω καὶ συντρίβεται τῶν ἐναντίων ἡ δύναμις· “Τὰ γὰρ ὅπλα ἡμῶν οὐ ”σαρκικὰ, κατὰ τὸν Παῦλον, ἀλλὰ δυνατὰ τῷ Θεῷ.” ὅτι δὲ τοῖς ἁγίοις ἐποχεῖται τρόπον τινὰ καὶ ἐπίκειται Χριστὸς, σαφηνιεῖ μὲν λέγων καὶ ὁ προφήτης Ἀμβακούμ “Ὅτι ἐπι- ”βήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·” διδάξει δὲ οὐδὲν ἧττον καὶ αὐτὸς ὁ Σωτῆρ πρὸς τὸν Ἀνανίαν περὶ τοῦ Παύλου λέγων “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μου ”ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων “τῶν ἐθνῶν.”

Ἀλλὰ “καὶ εἰσοίσεις τὴν τράπεζαν, ἐπὶ τούτοις φησὶ, καὶ ”προθήσεις τὴν πρόθεσιν αὐτῆς, καὶ εἰσοίσεις τὴν λυχνίαν “καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς.” νοήσεις δὲ δι᾽ ἀμφοῖν τὸν Χριστόν· συσχηματίζεται γὰρ ἐν τραπέζης τρόπῳ προκειμένους ἐχούσης τοὺς ἄρτους, διὰ τὸ ἐν αὐτῷ πάντας εἰς ζωὴν αἰώνιον ἀποτρέφεσθαι, μετασχόντας δηλονότι τῆς ἁγίας αὐτοῦ σαρκὸς, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ “Ἐγώ εἰμι ὁ ”ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ “κόσμῳ. ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς ”τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστὶν “ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” οὐκοῦν τῆς τραπέζης ἡ πρόθεσις, τουτέστιν οἱ ἄρτοι, τὸ ἅγιον σημαίνουσι σῶμα Χριστοῦ, τὸ πάντας εἰς ζωὴν ἀποτρέφον τὴν αἰώνιον. ἐπειδὴ δὲ ὁ μακάριος Δαυεὶδ καὶ οἱ σὺν αὐτῷ πεινάσαντες, καθὰ γέγραπται, τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ἴδωμεν εἰ μή τι καὶ διὰ τούτου μυστικὸν ἀνεγράφετο. οὐκ ἐξῆν ἀπογεύσασθαι τῶν τῆς προθέσεως ἄρτων, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι, κατὰ διάταξιν νομικήν· ἀλλ᾽ οὐκ ὄντες ἐκ φυλῆς ἱερατικῆς Δαυείδ τε καὶ οἱ σὺν αὐτῷ, τῆς ἱερωτάτης ἥπτοντο τροφῆς· ἵνα διὰ τούτου πάλιν ἡ τῶν ἐθνῶν πίστις καὶ ἀπὸ μέρους τῶν ἐξ Ἰσραὴλ σημαίνηται.

ὠφείλετο μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ὁ Χριστὸς, ὡς ἱερωτέροις “διὰ τοὺς πατέρας” καὶ τὸν νόμον, ἀλλ᾽ ἐπεισδραμοῦσα τρόπον τινὰ, καίτοι διὰ τὴν πλάνην ἀνίερος οὖσα τῶν ἀλλογενῶν ἡ πληθὺς, ἔφαγε τὸν ἄρτον τῆς ζωῆς, συμπαρόντος αὐτῇ τοῦ Δαυεὶδ, καὶ ὥσπερ τινὰ τύπον ἀποπληροῦντος τῶν ἀνασεσωσμένων ἐξ Ἰσραὴλ, ὅπερ καὶ ὁ μακάριος Ἡσαΐας ὀνομάζει κατάλειμμα. πολλοὶ γὰρ ἐξ αὐτῶν πεπιστεύκασι τῷ Χριστῷ.

Οὕτω μὲν οὖν διὰ τῆς ἁγίας τραπέζης νοηθήσεται Χριστός. λυχνία δὲ πάλιν, ὡς ὅλῃ φαίνων τῇ οἰκίᾳ, τουτέστι τῷ κόσμῳ· “Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου,” φησίν· ἑπτὰ δὲ τοὺς λύχνους καὶ οὐχ ἕνα λαμβάνει· φωτίζει γὰρ πολυτρόπως καὶ διαφόροις καταλαμπρύνει χαρίσμασι τὰς τῶν πιστευόντων ψυχάς· γίγνεται δὲ πάλιν ἐκ χρυσίου καθαροῦ, διὰ τὸ ὑπὲρ πάντας καὶ τίμιον. ἀλλὰ καὶ στερεὸν ἔχει τὸν καυλόν· γέγραπται γὰρ οὕτω· διάκενον γὰρ, ἀλλ᾽ οὐδὲ κοῦφον, οὐδὲν ἐν Χριστῷ. ἔχει δὲ καὶ κρίνα διὰ τὴν εὐωδίαν τὴν ἐν ἁγιασμῷ, κατὰ τό “Ἐγὼ ἄνθος τοῦ πεδίου, ”κρίνον τῶν κοιλάδων.” καὶ αὗται δὲ πάλιν αἱ ἐπαρυστρίδες τὰς τῶν θείων χαρισμάτων χορηγίας σημαίνουσι. δύο γεμὴν κλάδους ἐλαιῶν ὁρᾶσθαι περὶ αὐτὴν ὁ προφήτης Ζαχαρίας διισχυρίσατο, ἵνα δύο νοῇς τοὺς ἠλεημένους λαοὺς, οὓς καὶ τῆς πιότητος ἀπεκάλεσεν υἱοὺς, παρεστάναι τε λέγει τῷ Κυρίῳ πάσης τῆς γῆς, καίτοι περὶ τὴν λυχνίαν τεθεωρημένων τῶν κλάδων, ἐναργεστάτην ἀπόδειξιν διὰ τούτου ποιούμενος, ὅτιπερ ἡ λυχνία Χριστὸς, δι᾽ ὑπακοῆς καὶ πίστεως ἑαυτῷ παραστήσας τόν τε ἐξ ἐθνῶν καὶ τὸν ἐκ τῶν Ἰουδαίων λαόν.

Εἶτα τούτοις ἐπιλέγει πολυτρόπως ἡμῖν κατασημαίνων αὐτόν “Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ ”θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ, καὶ ἐπιθήσεις κάλυμμα κατα- “πετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ”τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὴν θύραν “τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ περιθήσεις τὴν σκηνὴν, καὶ ”πάντα τὰ ἐν αὐτῇ ἁγιάσεις κύκλῳ.” ἐπιτηρητέον γὰρ, ὅπως καὶ δι᾽ ἀμφοῖν ἡμῖν τοῖν θυσιαστηρίοιν ὁ Χριστὸς καταγράφεται. ἀποτεθῆναι γὰρ διατεταχὼς τὸ θυσιαστήριον τὸ χρυσοῦν, ἐν ᾧ τὸ θυμίαμα κατέναντι τῆς κιβωτοῦ, καλύμματα δὲ διὰ μέσου ταῖς τῆς σκηνῆς περιτείνεσθαι θύραις εἰπὼν, ὡς ἂν μὴ τὰ ἔνδον ὁρῷτο, καὶ τὸ τῶν καρπωμάτων θυσιαστήριον παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου κεῖσθαι κελεύει, οὐκ ἀσυμφανὲς ἢ διαλανθάνον· ἔξω γὰρ ἦν τοῦ καταπετάσματος. ὅρα τοίνυν αὐτὸν, διὰ μὲν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρί· τοῦτο γὰρ ὑποδηλοῖ τὸ θυμίαμα· διὰ δὲ τοῦ θυσιαστηρίου τῶν καρπωμάτων, ὡς θῦμα καὶ σφάγιον ὑπὲρ ἡμῶν προσαγόμενον. ἐκρύπτετο δὲ διὰ τοῦ καταπετάσματος τὸ χρυσοῦν θυσιαστήριον· κεκρυμμένη γὰρ ἦν ἡ δόξα Χριστοῦ· ἐμφανὲς δὲ τὸ ἕτερον τὸ τῶν καρπωμάτων, ἐν ᾧ τὰ σφάγια· φανερὸς γὰρ ὁ Χριστοῦ θάνατος καὶ πᾶσι γνώριμος.

κεῖται γεμὴν οὐκ ἀδιακρίτως· τὸ μὲν γὰρ ἀπέναντι τῆς κιβωτοῦ, τὸ δὲ παρὰ τὰς θύρας τῆς σκηνῆς. καὶ τὸ μὲν ἀπέναντι τῆς κιβωτοῦ τὸ χρυσοῦν κεῖσθαι θυσιαστήριον, οἱονεὶ τὸ ἐν ὄψει τοῦ Θεοῦ καὶ Πατρὸς, θαυμαστὴν εἶναι τὴν δόξαν τοῦ Υἱοῦ δι᾽ αἰνίγματος ὑποδηλοῖ, κατὰ τό “Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ.” τὸ δὲ πρὸς αὐταῖς κεῖσθαι ταῖς θύραις τῆς σκηνῆς τὸ τῶν καρπωμάτων θυσιαστήριον, τύπον ἐπέχον τοῦ θανάτου αὐτοῦ καὶ τῆς ὑπὲρ πάντων σφαγῆς, σημαίνει πάλιν μὴ ἑτέρως δύνασθαι προσελθεῖν τῷ Θεῷ καὶ Πατρὶ ἡμᾶς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ θυσίας, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ “Ἐγώ εἰμι ”ἡ θύρα,” καί “Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ”ἐμοῦ.” ἐν κύκλῳ γεμὴν περιτείνεσθαι τὴν σκηνὴν διατάττει τῶν ἐν αὐτῇ πάντων περιεκτικὴν, ὡς μίαν ὁρᾶσθαι, καὶ μὴ πολλάς. εἷς γὰρ ἐν ἡμῖν ὁ Χριστὸς, κἂν πολυτρόπως νοῆται, σκηνὴ μὲν διὰ τὸ καταπέτασμα τῆς σαρκὸς, κιβωτὸς δὲ τὸν θεῖον ἔχουσα νόμον, ὡς Λόγος τοῦ Θεοῦ καὶ Πατρός· τράπεζα δὲ πάλιν, ὡς τροφὴ καὶ ζωή· λυχνία δὲ, ὡς φῶς νοητὸν καὶ πνευματικόν· καὶ θυσιαστήριον θυμιάματος, ὡς εὐωδίας ὀσμὴ τῆς ἐν ἁγιασμῷ· καὶ θυσιαστήριον καρπωμάτων, ὡς σφάγιον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ἁγιάζεται δὲ πάντα τὰ ἐν αὐτῇ· ἅγιος γὰρ ὅλος, καὶ ὅπως ἂν νοῆται Χριστός.

Καθηγουμένης τοιγαροῦν τῆς ἁγίας σκηνῆς, συναπαίρειν τε αὐτῇ καὶ συγκαταλύειν οἱ ἐξ Ἰσραὴλ ἐπετάττοντο, παιδεύοντος πάλιν ἡμᾶς τοῦ Θεοῦ καὶ διδάσκοντος χρησίμως, ἡγεμόνα ποιεῖσθαι καὶ καθηγητὴν τῆς εἰς σωτηρίαν ὁδοῦ, τὸν δι᾽ ἡμᾶς σαρκωθέντα Θεὸν Λόγον, καὶ τοῖς αὐτοῦ διατάγμασιν ἀμελλητὶ συννεύοντας, εἰς ζωὴν ἀναβαίνειν τὴν αἰώνιον· ὃ καὶ δρᾶν οὐ θελήσαντες οἱ διὰ πολλῶν μυσταγωγηθέντες λόγων, “ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ ”αὐτοῦ περιεπάτουν.” σοφώτατα γεμὴν ὁ μακάριος Πέτρος τό Ποῦ ἔχομεν ἀπελθεῖν πρὸς τὸν Σωτῆρά φησι· τὸ γὰρ κατὰ μηδένα τρόπον ἀποφοιτᾶν τοῦ Θεοῦ, συνεῖναι δὲ μᾶλλον ἐπείγεσθαι πνευματικῶς, ἁγίοις ὄντως πρεπωδέστατον. <Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν σὺ εἶ ὁ Χριστὸς ὁ ἅγιος τοῦ Θεοῦ.> Θαυμαστὴ τῶν ἁγίων ἀποστόλων ἡ πίστις, θερμὸς τῆς ὁμολογίας ὁ τρόπος, ἀξιεραστοτάτη καὶ ὑπερφερὴς ἡ σύνεσις. οὐ γὰρ δὴ κατά τινας τῶν ἀμαθεστέρων, ἢ καὶ κατ᾽ ἐκείνους τοὺς οἵπερ ἀπηνῆ τὸν τοῦ Σωτῆρος ἀπεκάλουν λόγον, ὀπίσω δικαίως ἀπῴχοντο καὶ πεπτώκασιν, οὔτε μὴν ἐξ ἐλαφρίας εὐσυναρπάστως ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν, πληροφορηθέντες δὲ πρότερον, καὶ διακείμενοι κατὰ τὸ ἀληθὲς, ὅτι ῥημάτων μὲν ζωοποιῶν ἀνάμεστος ἦν ὁ μυσταγωγῶν, οὐρανίων δὲ παιδευμάτων εἰσηγητής.

ἀσφαλὴς δὲ λίαν ἡ τοιαύτη πίστις· ἡ δὲ οὐχ οὕτως ἔχουσα, ῥᾳδίως ἂν εἰκότως καὶ ἀποπτύοιτο, καὶ ῥίζαν οὐκ ἔχουσα τὴν πληροφορίαν, ἑτοιμότατα τῆς ἀνθρώπου διανοίας ἐκτρίβεται. καὶ γοῦν αὐτὸς ἐν παραβολαῖς ὁ Σωτὴρ, ὅτε τοὺς περὶ τοῦ σπείροντος ἐποιεῖτο λόγους, ὃ δὲ ἔπεσεν ἐπὶ τὴν πέτραν, φησὶ, καὶ μὴ ἔχον ῥίζαν ἐξηράνθη, πέτραν εἶναι λέγων αἰνιγματωδῶς, νοῦν τὸν ἀπεσκληκότα καὶ τὸν ἅπαξ ἐγκαταβληθέντα λόγον οὐδαμόθεν ἔχοντα παραδέξασθαι. τοῦτο γὰρ δὴ καὶ πεπονθότες ἐκ πολλῆς ἄγαν τῆς ἀμαθίας οἱ τάλανες Ἰουδαῖοι “Διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ ”τὰ ἱμάτια ὑμῶν,” διὰ τῆς τοῦ προφήτου φωνῆς ἐδιδάσκοντο. ὅνπερ γὰρ τρόπον πρὸ τῆς τῶν σπερμάτων καταβολῆς, ἀρότρῳ χρῆναι προανατέμνεσθαι τὴν γῆν ὁ τῆς γηπονίας συμβουλεύει νόμος· οὕτως οἶμαι δεῖν τοὺς πρὸς ἀνάληψιν θείων ἰόντας λόγων προαναπτύσσειν τρόπον τινὰ ταῖς εἰς αὐτοὺς ἐπιθυμίαις τὴν καρδίαν· παραδεχθέντες γὰρ οὕτω, γῆν ὥσπερ τινὰ καρποφόρον ἀποτελοῦσι ψυχὴν τὴν ὠδίνουσαν. οὐκοῦν ἐν πληροφορίᾳ πίστεως ἐγνωκέναι φασὶν οἱ σοφώτατοι μαθηταὶ, καὶ πρός γε τούτῳ θαρσεῖν, ὡς αὐτὸς εἴη Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. σοφῶς δὲ λίαν, καὶ τὸν ἐπὶ τούτῳ πάλιν ἐξυφασμένον εὑρήσεις λόγον· καὶ πιστεύειν γὰρ καὶ ἐγνωκέναι φασὶ, συνενεγκόντες ἄμφω κατὰ ταὐτόν.

ἔδει γὰρ καὶ πιστεύειν καὶ νοεῖν· καὶ οὐκ ἐπείπερ ἐστὶ πίστει παραδεκτὰ τὰ θειότερα, διὰ τοῦτο χρὴ πάντως τῆς ἐπ᾽ αὐτοῖς ἐρεύνης ὁλοκλήρως ἀποφοιτᾶν, πειρᾶσθαι δὲ μᾶλλον καὶ γοῦν εἰς μετρίαν ἀναβαίνειν γνῶσιν, τὴν ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καθάπερ ὁ Παῦλός φησιν. εὖ δὲ δὴ πάλιν οὐ πρότερον ἐγνωκέναι φασὶν, εἶτα πιστεύειν, ἀλλὰ προθέντες τὴν πίστιν, δευτέραν τὴν γνῶσιν ἐπάγουσι. μετὰ γὰρ τὴν πίστιν ἡ γνῶσις, καὶ οὐ πρὸ τῆς πίστεως, κατὰ τὸ γεγραμμένον “Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ ”συνῆτε.” προκατατεθείσης γὰρ ἐν ἡμῖν κρηπῖδός τινος δίκην τῆς ἀπεριεργάστου πίστεως, ἐποικοδομεῖται λοιπὸν ἡ γνῶσις κατὰ βραχὺ, καὶ “εἰς μέτρον ἡλικίας” ἡμᾶς ἀναφέρουσα τῆς ἐν Χριστῷ, καὶ “εἰς ἄνδρα τέλειον” καὶ πνευματικόν. διά τοι τοῦτο καὶ ὁ Θεός που φησίν “Ἰδοὺ ἐγὼ ”ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνι- “αῖον ἔντιμον.” ἀρχὴ γὰρ ἡμῖν καὶ θεμέλιος εἰς ἁγιασμὸν καὶ δικαιοσύνην ὁ Χριστὸς, διὰ πίστεως δὲ δηλονότι, καὶ οὐχ ἑτέρως· οὕτω γὰρ ἐν ἡμῖν ἐνοικίζεται.

Ἐπιτήρει δὲ ὅπως πανταχῆ μοναδικῶς καὶ προτεταγμένου τοῦ ἄρθρου φασί Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τῶν μὲν ἐν χάριτι κεκλημένων εἰς υἱοθεσίαν ὡς ἕνα καὶ ἐξαίρετον ὑπεξάγοντες τὸν ἀληθῶς Υἱὸν, οὗ καθ᾽ ὁμοιότητα καὶ ἡμεῖς υἱοί. καὶ τὸν Χριστὸν δὲ πάλιν ἀποκαλοῦσιν αὐτὸν ὡς ἕνα· πλὴν ἰστέον ὅτι Χριστὸς οὐκέτι καλεῖται δι᾽ ἑαυτὸν, ἢ ὡς τοῦτο ὑπάρχων οὐσιωδῶς, ὥσπερ οὖν ἔσται καὶ Υἱὸς, ἀλλ᾽ εἷς μὲν ὄντως καὶ ἐξαιρέτως· οὐδεὶς γὰρ ἐν χριστοῖς ὡς αὐτὸς, πλὴν καθ᾽ ὁμοιότητα τὴν ὡς πρὸς ἡμᾶς ὀνομάζεται Χριστός· κύριον μὲν γὰρ αὐτῷ καὶ ἀφωρισμένον ἰδικῶς ὄνομά τε καὶ πρᾶγμα κατ᾽ ἀλήθειαν, τό Υἱὸς, κοινὸν δὲ ὡς πρὸς ἡμᾶς τό Χριστός. ἐπειδὴ γὰρ ἐχρίσθη καθὸ γέγονεν ἄνθρωπος, διὰ τοῦτο Χριστός. οὐκοῦν εἰ τὸ χρίεσθαι τῇ τῆς ἀνθρωπότητος περιθήσομεν χρείᾳ, Χριστὸς ἂν νοοῖτο καθ᾽ ὁμοίωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ οὐχ οὕτως ὥσπερ ἐστὶ καὶ Υἱὸς, πλὴν εἷς καὶ μόνος φυσικῶς τε καὶ ἐξαιρέτως, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ οὐ δύο, καθάπερ οἴονταί τινες, οὐ νοοῦντες, ὡς ἔοικε, τοῦ μυστηρίου τὸ βάθος. οὐ γὰρ εἰς ἄνθρωπον ὁ ἐκ Θεοῦ Πατρὸς καταπεφοίτηκε Λόγος, ὥσπερ ἐφ᾽ ἕνα τυχὸν τῶν ἁγίων προφητῶν ἡ διὰ Πνεύματος χάρις, ἀλλ᾽ αὐτὸς κατ᾽ ἀλήθειαν ἐγένετο σὰρξ, κατὰ τὸ γεγραμμένον, ἄνθρωπος δηλαδή.

ἀδιαίρετος τοιγαροῦν μετὰ τὴν ἕνωσιν, καὶ οὐκ εἰς δύο πρόσωπα κατασχίζεται, κἂν ἕτερόν τι νοῶμεν τὸν ἐκ Θεοῦ Λόγον, καὶ τὴν ἐν ᾗ κατῴκηκε σάρκα· ὅλου δὲ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὴν ἐπὶ τούτοις ἡμῖν διαβεβαιοῦντος πίστιν, δι᾽ ὧν ἐγνωκέναι φασὶ μοναδικῶς, ὡς αὐτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τοὺς ἕτερόν τι πρὸς τούτοις ἐπικαινοτομεῖν ἐξ ἀνοίας οὐ παραιτουμένους, εἰ φρονοίημεν ὀρθῶς, οὐ παραδεξόμεθα. <Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.> Ἐπιτείνει τὸν ἔλεγχον, καὶ δριμυτέροις αὐτοὺς κατασφίγγει λόγοις, τὸ χαῦνον καὶ ἀνειμένον εἰς ῥᾳθυμίας τὰς ἐπὶ τῷ σοφοῦσθαι θέλειν ὑποτεμνόμενος· τοιοῦτόν τι γὰρ μονονουχὶ λέγων ὁρᾶται Νήψεως, ὦ μαθηταὶ, καὶ φρενῶν ὁ καιρὸς καὶ συντόνου διανοίας εἰς τὸ διασώζεσθαι θέλειν. ὀλισθηροτάτη γὰρ λίαν ἡ τῆς ἀπωλείας ὁδὸς, οὐ τὸν ἀσθενῆ μόνον ὑποσύρουσα νοῦν, ἀλλὰ καὶ τὸν ἤδη δοκοῦντα βεβαίως ἑστάναι· δεινὸν δ᾽ ὅτι χρῆμα καὶ πολύμορφον ἁμαρτία, πολυτρόποις ἡδοναῖς τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, καὶ λειοτάταις ὥσπερ ἐπιθυμίαις εἰς ἃ μὴ προσῆκεν ἐξέλκουσα· ὑπόδειγμα δέ μοι τοῦ λόγου, φησὶν, ἔσται τὸ καθ᾽ ὑμᾶς.

ἐρῶ γὰρ τέως· οὐδένα ἐκείνων τῶν ἐξ ἐλαφρίας ὀπίσω πεσόντων, ὡς ἀγαθοὺς ὑμᾶς ἐπελεξάμην· ᾔδειν γὰρ ὡς Θεὸς τὰ ἐν ὑμῖν· ἀλλ᾽ ἥρπασεν ἐν ἀδείᾳ φιλοκερδίας ὁ σατανᾶς, καὶ οὐ διέψευσται πάντως ψῆφος ἡ ἐμή. προαιρετικὸν γὰρ ἐν ἀνθρώποις καὶ αὐθαίρετον τὸ ἐπ᾽ ἄμφω βαδίζειν, εἴτε εἰς δεξιὸν εἴτ᾽ οὖν εἰς ἀριστερὸν, ἀρετὴν δὲ δηλονότι καὶ κακίαν φημί. ὁμοῦ τοιγαροῦν διὰ τοῦ καὶ μειζόνως ἐπισκήπτειν αὐτοῖς, καὶ εἰς νῆψιν ἐγείρει τὴν πρέπουσαν, καὶ ἐν τοῖς καθ᾽ ἑαυτὸν, ἕκαστον ἀσφαλέστερον ἀπεργάζεται· τὸ μὲν γὰρ τίς ὁ παραδώσων αὐτὸν, οὔπω λέγει σαφῶς· ἑνὶ δὲ ἁπλῶς καὶ ἀδιορίστως τῆς ἀσεβείας ἐπιθεὶς τὸ φορτίον, εἰς ἀγῶνα καθίστη τοὺς πάντας, καὶ πρὸς νῆψιν ἀκριβεστέραν ἐκάλει, καταφρίττοντος ἑκάστου τῆς ἑαυτοῦ ψυχῆς τὴν ζημίαν. ὁμοῦ δέ τι τούτοις καὶ ἕτερον ἀπετέλει τῇ τῶν μαθητῶν εὐπιστίᾳ λυσιτελές. ἐπειδὴ γὰρ εἰδέναι καθωμολογήκασι, πεπιστευκέναι τε ἀραρότως, ὅτιπερ αὐτός ἐστιν “ὁ Υἱὸς τοῦ ”Θεοῦ,” φαίνεται προειδὼς τὰ ἐσόμενα, βεβαίαν ὥσπερ καὶ διὰ τούτου τὴν ἐφ᾽ ἑαυτῷ δεικνὺς ὁμολογίαν. πρέπει γὰρ τῶν ὄντων οὐδενὶ τὸ γινώσκειν τὰ μέλλοντα, πλὴν ἑνὶ τῷ μόνῳ κατὰ φύσιν Θεῷ, περὶ οὗ καὶ γέγραπται “Ὁ εἰδὼς τὰ ”πάντα πρὶν γενέσεως αὐτῶν.” διάβολον δὲ, τὸν τῶν διαβολικῶν θελημάτων ἀπεκάλεσεν ὑπουργὸν, οὐ διεψευσμένως.

ὥσπερ γὰρ “ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν,” οὕτω δηλονότι καὶ τὸ ἐναντίον.

ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. <Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν Ἰουδαῖοι ἀποκτεῖναι.> ΜΕΤΑ ταῦτα, φησὶ, τὰ εἰρημένα τε καὶ πεπραγμένα, πάλιν ἐποιεῖτο τὰς διατριβὰς ἀσμενέστερον ἐν τῇ Γαλιλαίᾳ Χριστός· τοῦτο γὰρ οἶμαι τὸ περιεπάτει δηλοῦν· ἀλλ᾽ οὐκ ἐθελούσιον αὐτῷ τὸ παρ᾽ ἐκείνοις εἶναι, μᾶλλον δὲ ὡς ἐξ ἀνάγκης συμβαῖνον ἐπιδεικνύει προστεθεικὼς τὰς αἰτίας. ἤθελον γὰρ, φησὶν, αὐτὸν ἀποκτεῖναι Ἰουδαῖοι· διὰ τοῦτο τοῖς ἀλλογενέσι καὶ εἰς μακροὺς ἑαυτὸν ἐχαρίζετο χρόνους, τὸ ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν παραιτούμενος.

ἀλλ᾽ οἶμαι πάλιν οὐδὲν ἧττον διὰ τούτων ἐπὶ πολλῇ λίαν δυστροπίᾳ κατηγορεῖσθαι τὸν Ἰσραὴλ, εἴ γε τοῦ διαιτᾶσθαι παρ᾽ αὐτῷ πολύ τι κρεῖττον ἐφαίνετο τὸ παρὰ τοῖς ἐξ ἐθνῶν εὑρίσκεσθαι μᾶλλον· ἦν δὲ ἄρα τουτὶ τὸ διὰ τοῦ προφήτου πεφωνημένον Ἱερεμίου “Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κλη- ”ρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς “χεῖρας ἐχθρῶν αὐτῆς·” τὸ γὰρ ἔξοικον μὲν διὰ τὴν τῶν διωκόντων ἀνοσιότητα γενέσθαι Χριστὸν, μεταφοιτῆσαι δὲ παρὰ τοῖς Γαλιλαίοις, πῶς οὐκ ἔστι διαῤῥήδην ἐπιδοῦναι τὴν οἰκείαν ψυχὴν εἰς χεῖρας ἐχθρῶν αὐτῆς; ἐχθρὰ γὰρ τὰ ἔθνη Χριστοῦ, κατά γε τὸ δουλεύειν ἑτέρῳ, καὶ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τὸ μήπω τὴν εἰς αὐτὸν παραδέξασθαι πίστιν. καὶ τοῦτο σαφῶς διδάξει λέγων αὐτός “Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν.” ἀλλ᾽ οἶμαι δὴ πᾶς τις ἐρεῖ πρὸ τῆς ἀληθοῦς θεογνωσίας καὶ πίστεως οὐκ εἶναι τὰ ἔθνη μετὰ Χριστοῦ· ἦν οὖν ἄρα κατ᾽ αὐτοῦ, καὶ ἐν τῇ τῶν ἐχθρῶν τάξει διὰ τοῦτο κείμενα· οὕτω δὲ ἔχοντος τούτου, καὶ σαφῶς διεγνωσμένου, τοσαύτη τις παρὰ τοῖς ἐξ Ἰσραὴλ μυσαρότης ἐπολιτεύετο, ὡς ἐν μοίρᾳ κεῖσθαι τῇ ἀμείνονι, τὸ παρ᾽ ἐχθροῖς ὁρᾶσθαι φοιτῶντα, καὶ μεθ᾽ ὧν ἥκιστα χρῆν ἥδιον ποιεῖσθαι τὰς διατριβὰς, ἢ ὅπερ ἦν μᾶλλον ἀκόλουθόν τε καὶ πρεπωδέστερον παρὰ τοῖς συγγενέσι κατὰ τὴν σάρκα· καὶ ὅσον εἰς τοῦτο καὶ ἀγαπᾶν ὀφείλουσιν.

εὐλογώτατα τοίνυν ἐπὶ τὰ ἔθνη μεθίστη Χριστὸς, καὶ δι᾽ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἤδη λέγων, ὡς, εἰ μὴ τοῦ διώκειν ἀπόσχοιντο, καὶ παραλύειν ταῖς ἀπονοίαις τὸν εὐεργέτην, ὁλοκλήρως ἑαυτὸν τοῖς ἔξωθεν χαριεῖται, καὶ ἐπὶ τὰ ἔθνη μεταστήσει Χριστός. ὥσπερ δὲ τοῦτό φαμεν ὑπεμφαίνειν αὐτὸν διὰ τοῦδε τοῦ πράγματος, οὕτω πάλιν εὑρήσομεν καὶ διὰ σχήματος ἀρχαιοτέρου τὴν ἐκ τῆς Ἱερουσαλὴμ ἀποδρομὴν ἀπειλήσαντα.

Ὅτε τοίνυν τοὺς περὶ τῶν θυσιῶν διωρίζετο νόμους, καθὰ καὶ ἐν τῷ βιβλίῳ γέγραπται τῷ Λευιτικῷ, προδιατυπώσας, ὡς ἐν εἰκόνι Χριστοῦ, προσάγεσθαι μόσχον εἰς τὸ δῶρον καὶ ὁλοκαύτωμα τῷ Κυρίῳ· καὶ πάλιν ἑτέρως αὐτὸν σχηματίζει λέγων “Ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ ”Κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα, “ἄρσεν ἄμωμον προσάξει αὐτὸ, καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ ”τὴν κεφαλὴν αὐτοῦ, καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ “θυσιαστηρίου πρὸς βοῤῥᾶν ἔναντι Κυρίου.” πῶς οὖν ἄρα καὶ διὰ τούτων ἡμῖν τὸ ἐπὶ Χριστοῦ μορφοῦται μυστήριον, ἀναγκαίως ἐρευνητέον. πρῶτον δὲ οἶμαι προσήκειν αὐτοῦ τε τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, καὶ τοῦ θείου θυσιαστηρίου τὴν θέσιν εἰπεῖν, ἵνα οὕτω νοῶμεν, ὅ τι ποτὲ ἄρα δηλοῖ, τὸ μὴ κατ᾽ εὐθὺ τῶν εἰρημένων ὁρᾶν, τετράφθαι δὲ μᾶλλον πρὸς βοῤῥᾶν τὸ πρόβατον. κεῖται τοιγαροῦν ἐν μὲν τοῖς νοτιωτέροις τῆς γῆς μέρεσι τῶν Ἰουδαίων ἡ χώρα, βλέπει δὲ εἰς ἑῴαν ὁ νεὼς, καὶ ταῖς πρώταις τοῦ ἡλίου βολαῖς ἀνοίγει τὰς θύρας· ἀλλὰ καὶ αὐτὸ τὸ θεῖον θυσιαστήριον, κατευθὺ τῶν ἁγίων ἐρηρεισμένον, ὥσπερ ἐν ὄψει Θεοῦ, τοῖς ἐξ ἑῴας εἰσβάλλουσι τὸ πρῶτον ἐδίδου μέτωπον, τῶν δύο πλαγίων τοῦ μὲν ὁρῶντος εἰς νότον, τοῦ δὲ ἐπὶ βοῤῥᾶν· ὅτι δὲ ταῦθ᾽ οὕτως ἔχει, καθάπερ εἰρήκαμεν, πληροφορηθήσῃ μαθὼν τὸ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ κείμενον.

ὅτε γὰρ δὴ τὰ περὶ τῆς τοῦ Φαλτίου τελευτῆς ἐδιδάσκετο, διὰ θεωρίας δὲ δηλονότι πνευματικῆς, οὕτω φησί “Καὶ εἶδον καὶ ἰδοὺ ὡς ”εἰκοσικαιπέντε ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν “Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι· καὶ οὗτοι προσ- ”εκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ.” εἰ δὲ ἀνίσχοντι τῷ ἡλίῳ προσκυνῶν ὀπισθομερῆ τις τὸν ναὸν ἐτίθει τοῦ ἰδίου σώματος, πῶς οὐκ ἀνάγκη νοεῖν εἰς ἀνατολὰς τετράφθαι τὸ πρόσωπον αὐτοῦ; κατὰ τοῦτο δὲ ἦν τὸ σχῆμα καὶ τὸ θεῖον αὐτὸ θυσιαστήριον, καθάπερ εἰρήκαμεν. οὐκοῦν αὐτοῦ τε τοῦ ναοῦ καὶ τοῦ θείου θυσιαστηρίου μέτωπον μὲν ἦν τὸ προσβάσιμον εἰς ἀνατολάς· πλάγια δὲ δύο, τὸ μὲν εἰς νότον, θάτερον δὲ πρὸς βοῤῥᾶν, τοῦ ἑτέρου δηλονότι καὶ λείποντος, ὃ δὴ νοεῖταί πως καὶ ὀπισθοφανὲς τοῖς τῆς ἑσπέρας ἐνορῶντος μέρεσιν· οὕτω τοιγαροῦν ἐχόντων ἡμῖν τῶν εἰρημένων, πρὸς αὐτῷ κειμένην εὑρήσομεν τῷ βοῤῥᾷ τὴν τῆς Ἰουδαίων γείτονα Γαλιλαίαν, τουτέστι, τὴν τῶν ἐθνῶν χώραν, κατὰ τὸ γεγραμμένον “Γαλιλαία τῶν ἐθνῶν.”

ἐπειδὴ δὲ ἔμελλεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὸ σωτήριον πάθος τῆς μὲν τῶν Ἰουδαίων ἀπανίστασθαι χώρας, ἀφικέσθαι δὲ εἰς τὴν Γαλιλαίαν, τουτέστι, πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἐκ πλαγίων ἐσφάζετο τοῦ θυσιαστηρίου τὸ ἐν τύπῳ ληφθὲν εἰς θυσίαν πρόβατον, ἵνα ὑποβλέψῃ πρὸς βοῤῥᾶν, κατ᾽ ἐκεῖνο τὸ εἰρημένον ὑπὸ τοῦ ψαλμῳδοῦ περὶ Χριστοῦ “Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν.” Ἐπειδὴ δὲ καὶ παραιτεῖσθαί φησιν ὁ μακάριος Εὐαγγελιστὴς τὸ συνεῖναι τοῖς Ἰουδαίοις αὐτὸν, ἐπείπερ αὐτὸν ἀνελεῖν ἐβουλεύοντο, τοῖς εἰρημένοις ἐκεῖνο προσθήσομεν, ὡς οὐ δειλίας ἔγκλημα τὴν ἀναχώρησιν λογιούμεθα τοῦ Χριστοῦ, ἀλλ᾽ οὐδὲ ἀσθενείας διὰ τοῦτο κατηγορήσομεν τοῦ πάντα ἰσχύοντος, τὸν δὲ τῆς οἰκονομίας ἀποδεξόμεθα τρόπον· ἔδει γὰρ οὐ πρόωρον, ἀλλ᾽ ἐν καιρῷ τῷ ἰδίῳ τὸν ὑπὲρ πάντων ὑπομεῖναι σταυρόν. <Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.

οὐδὲ γάρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.> Οὔπω τὸν ἐνοικήσαντα τῇ ἁγίᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγινώσκοντες οἱ νομισθέντες τοῦ Σωτῆρος ἀδελφοὶ, ἀλλ᾽ οὐδὲ εἰδότες κατ᾽ ἐκεῖνο καιροῦ, καθ᾽ ὃν τὰ τοιαῦτά φασιν, ὅτι γέγονεν ἄνθρωπος, μικρὰς ἔτι τὰς διαλήψεις ἔχουσι περὶ αὐτοῦ, καὶ πολὺ μετριώτερα τῆς ἐνούσης αὐτῷ χάριτός τε καὶ ὑπεροχῆς φαντάζονται, πλέον μὲν τῶν ἄλλων ὁρῶντες οὐδὲν, ταῖς δὲ κοιναῖς ἐπ᾽ αὐτῷ διαπαιζόμενοι δόξαις, οἰόμενοί τε κατὰ τὸ ἀληθὲς ἐκ πατρὸς γεγεννῆσθαι καὶ αὐτὸν τοῦ Ἰωσὴφ, καὶ τὴν κεκρυμμένην οὐχ ὁρῶντες τοῦ μυστηρίου κατασκευήν· πολλῶν γὰρ, ὡς εἰκὸς, λεληθότως θαυματουργουμένων παρὰ Χριστοῦ κατὰ τὴν Γαλιλαίαν, κενῆς ἐφίεσθαι δόξης αὐτὸν ἀναπείθουσι, καὶ ὡς μέγα τι χρῆμα τὸ ἐκ τῶν ὁρώντων ἀποδέχεσθαι θαῦμα συμβουλεύουσιν, ὡς τούτου γε ἕνεκα καὶ μόνου τὰς ἐφ᾽ ἑκάστῳ τῶν τελουμένων δυνάμεις ἐνεργεῖν ἐθέλοντος αὐτοῦ, ἵνα δὴ μόνον παρὰ τοῖς ὁρῶσιν ἀξιάγαστος εἶναι δοκῇ, καὶ τοῖς ἐξ ἀνθρώπων ἐπαίνοις ἐναβρύνηται, κατά τινας τῶν φιλοδοξεῖν εἰωθότων. ὅρα γὰρ ὅπως ἀναβαίνειν αὐτῷ συμβουλεύουσιν εἰς τὴν Ἰουδαίαν, ἐν αὐτῇ δὲ μᾶλλον τερατουργεῖν, οὐχ ἵνα πιστεύωσιν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, ἀλλ᾽ ἵνα θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖ.

εἰ γὰρ βούλει γινώσκεσθαι, φασί· τοῦτο γὰρ τὸ εἶναι ἐν φανερῷ· μὴ λεληθότως ἔσο μεγαλουργὸς μηδὲ, ἐν τῷ δύνασθαι πάντα δρᾶν ὑπάρχων ἐκπρεπὴς, φεῦγε τὴν παῤῥησίαν· ἔσῃ γὰρ οὕτω τῷ κόσμῳ γνώριμος καὶ ἐν τοῖς ὁρῶσι περιφανέστερος. λόγος μὲν οὖν ὁ παρ᾽ ἐκείνων ἐν τούτοις. ἐπισημαίνεται δὲ χρησίμως ὁ σοφώτατος Εὐαγγελιστὴς, ὡς οὔπω πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· καὶ γὰρ ἦν ὄντως τῶν ἀτοπωτάτων ἐπὶ τοῖς οὕτω ψυχροῖς καταγινώσκεσθαι λόγοις, τοὺς ἤδη διὰ τῆς πίστεως τὴν θεοπρεπῆ περὶ αὐτοῦ λαβόντας ἐπίγνωσιν. ἀλλὰ τότε μὲν οὔπω πεπιστευκότες λαλοῦσι σοφῶς· ἐπειδὴ δὲ πεπιστεύκασι τὸ μέγα περὶ αὐτοῦ συνέντες μυστήριον, εἰς τοῦτο θεοσεβείας τε καὶ ἀρετῆς ἀνατρέχουσιν, ὡς καὶ ἀποστόλους χρηματίσαι, καὶ διαπρεπῆ κτήσασθαι τὴν εὐλάβειαν. ἔχεις καὶ τοῦτο διὰ τῆς τῶν προφητῶν προᾳδόμενον φωνῆς. καὶ γοῦν ὁ μακάριός φησιν Ἱερεμίας, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος ”τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, “ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν ”αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά.”

οἱ γὰρ πρὸ τῆς πίστεως ἀθετήσαντες ἀδελφοὶ, καὶ διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, μονονουχὶ καὶ καταβοᾶν ἐπιχειροῦντες αὐτοῦ, συνήχθησαν διὰ πίστεως, λελαλήκασί τε καλὰ περὶ αὐτοῦ, καὶ προσωφελοῦντες ἑτέρους, καὶ τοῖς περὶ τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις. ἐπαγρύπνως δὲ λίαν ὁ προφήτης ἀδελφοὺς ὀνομάσας, ἐπιφέρει χρησίμως Ὁ οἶκος τοῦ πατρός σου, ἵνα μὴ καὶ αὐτοὶ γεγονότες νοοῖντό πως ἐκ τῆς ἁγίας παρθένου, μᾶλλον δὲ ὡς ἐκ μόνου πατρὸς τοῦ Ἰωσήφ. <Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.> Ἐπεσκιασμένος ἀεὶ τοῦ Σωτῆρος ὁ λόγος· οὕτω γὰρ γέγραπται περὶ αὐτοῦ, ὅτι “καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων ”τοὺς λόγους αὐτοῦ.” ὅτι δὲ καὶ τοῦτο χρησίμως ἐπετηδεύετο, τίς τῶν εὖ φρονούντων οὐκ ἐρεῖ; οὔπω τοιγαροῦν παῤῥησίας ἀκράτου καιρὸς, φησὶν, ἀλλ᾽ οὐδὲ ἀναδείξεως τῆς εἰς ἅπαντας ἀπημφιεσμένως οὕτω τῆς Ἰουδαίων διανοίας πεπαινομένης εἰς σύνεσιν, ὡς δίχα θυμοῦ καὶ ὀργῆς τοὺς παρ᾽ ἐμοῦ δύνασθαι χωρῆσαι λόγους· ἀλλ᾽ οὐδὲ ὅλως γνωρίζεσθαί με τῷ κόσμῳ νῦν ἐφίησιν ὁ καιρὸς, οὔπω παντελῶς ἀποφοιτώντων τῆς χάριτος Ἰουδαίων, ἀλλ᾽ οὐδὲ οὕτως ἐμπαροινησάντων εἰς ἐμὲ, ὡς ἤδη χρῆναι λοιπὸν μεθορμίσασθαι πρὸς ἑτέρους.

οὔπω τοιγαροῦν διὰ ταῦτα τὸν ἑαυτοῦ φησι παρεῖναι καιρὸν, παρεῖναι δὲ λέγει τὸν ἐκείνων, καὶ ἐν ἑτοίμῳ δὲ κεῖσθαι διὰ παντός· ἐξεῖναι γὰρ τοῖς ἐν κόσμῳ φαμὲν τὸ δοκοῦν ἐπιτελεῖν παραποδίζοντος ἀναγκαίου μηδενὸς, ἢ καὶ εἰς πρόσκαιρον καλοῦντος οἰκονομίαν πρὸς τὸ χρῆναί τι δρᾶν ἢ μὴ συμβουλεύουσαν, ὥσπερ οὖν ἦν ἀμέλει καὶ ἐπὶ Χριστοῦ· ἄλλωστε τῶν τὴν ἐν κόσμῳ ζωὴν ἑλομένων, ἀνειμένη τις ἐστὶν ἡ δίαιτα, καὶ φροντίδος τῆς ἐπιπονωτέρας ἀπηλλαγμένη, προκείμενον ὥσπερ ἀεὶ καὶ ἡπλωμένον εἰσφέρουσα τὸν ἐπὶ τοῖς ἡδίστοις καιρὸν καὶ ἐφ᾽ ὅπερ ἂν βούλωνται βαδίζειν, ἑτοίμως τοῖς αὐτῇ χρωμένοις ἐπιτρέπουσα.

Οὐκοῦν τῶν μὲν ἀναγκαίως οἰκονομίαις πραγμάτων ὑποκειμένων, καιρὸς οὐχ ἅπας εἰς τὸ δρᾶν ἃ προσῆκεν ἐπιτήδειος, ἀλλ᾽ ὁ πρέπων ἑκάστῳ τῶν τελουμένων, καὶ ὥσπερ ἂν ἡ τοῦ πράγματος ἀπαιτοίη φύσις· τῷ δὲ ἀπολύτως ἑλομένῳ βιοῦν, ἐπικείσεται μὲν τοιοῦτον οὐδέν· ἑτοιμοτάτη δὲ μᾶλλον καὶ ἀνειμένη παντελῶς, ἡ ἐφ᾽ ὅπερ ἂν ἐθέλωσιν ἰέναι πάροδος. <Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.> Χαριέντως σφόδρα καὶ νῦν ὁ Σωτὴρ κοσμικώτερον ἔτι φρονοῦντας καὶ διακειμένους ἐλέγχει τοὺς ἀδελφοὺς, καὶ δευτέραν ὥσπερ ἀπολογίαν τέχνῃ κεράσας εἰσφέρει, δι᾽ ἧς οὐχ ὅπως οὐκ ἐγνωκότας αὐτοὺς τίς κατὰ φύσιν ἐστὶν ἀποδείκνυσιν, ἀλλ᾽ ἔτι τοσοῦτον τῆς εἰς αὐτὸν ἀγάπης ἐξῳκισμένους, ὡς ἑλέσθαι διαζῆν οὐκ ἀπᾳδόντως τοῖς τὸν ἐν κόσμῳ θαυμάζουσι βίον, καὶ οὐχὶ μᾶλλον τὸν ἐν ἀρετῇ. ἦν γὰρ δὴ καὶ ὄντως ἀτοπώτατον τοῖς μὲν ἄλλοις ἅπασι προσλαλεῖν τὰ συμφέροντα, περιστολῆς ἁπάσης τῆς ἐπὶ τούτῳ παρῃρημένης· τοῖς δὲ εἶναι δοκοῦσιν ἀδελφοῖς, μὴ οὐχὶ πολλῷ καὶ πλείονι χαρίζεσθαι μέτρῳ, τὰ ἐφ᾽ οἷς ἔμελλον οὐ μετρίως ὠφελούμενοι μανθάνειν ἔχοντες ἤδη τῆς σοφίας τὸν χορηγόν. ἔθος δὲ τοῦτο τῷ Σωτῆρι Χριστῷ· δραξάμενος γὰρ εὐκαίρου προφάσεως ἔσθ᾽ ὅτε, μακρὰς τοῖς ἀκροωμένοις ἐξυφαίνει τὰς κατηχήσεις.

ἀεὶ τοιγαροῦν, φησὶ, φίλον ἑκάστῳ τὸ συγγενὲς, καὶ ἡ τοῦ τρόπου ταυτότης παραδόξως συνάγει πρὸς διάθεσιν. ὁ κόσμος ὑμᾶς οὐ μισεῖ· φρονεῖτε γὰρ ἔτι τὰ αὐτοῦ· ἐμὲ δὲ μισεῖ, οὐχ ἡδέως ἔχων ἐφ᾽ οἷς ἂν ἀσχημονῇ παρ᾽ ἐμοῦ κατηγορούμενος· οὐκοῦν ἀκινδύνως ἐπελεύσεσθε μὲν ὑμεῖς ἐπὶ τήνδε τὴν ἑορτὴν, ἐγὼ δὲ οὐκέτι. διαλέξομαι γὰρ πάντως καὶ ἐρῶ παρὼν τὰ συμφέροντα, πικρὸς δὲ τοῖς φιληδόνοις ὁ ἔλεγχος, καὶ πρὸς ὀργὴν ἀνακαῦσαι δεινὸς τὸν ὅτι προσήκοι σωφρονεῖν οὐ καταδεχόμενον.

Ὠφελεῖ δὲ πάλιν καὶ διὰ τούτων ἡμᾶς τῶν ῥημάτων ὁ Κύριος· καὶ γὰρ δὴ ποιεῖσθαι τοὺς ἐλέγχους οὐκ ἀπερισκέπτως συμφέρει, οὐδὲ εἰς πάντας ἐκφέρειν μετ᾽ ἐπιπλήξεως τὴν ὑφήγησιν, ἀλλ᾽ εἰδέναι τὸ γεγραμμένον “Μὴ ”ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε,” ὅτε τὸ μῖσος ἡμῖν οὐκ ἀζήμιον, εἰς ὦτα δὲ μᾶλλον ἀκουόντων ἐπείγεσθαι λαλεῖν, κατὰ τὸ γεγραμμένον. φιλαμαρτήμων μὲν γὰρ ὁ κόσμος ἐστὶν, ἐπανορθωτὴς δὲ τῶν οὐ δεόντως ἐπιτελουμένων ὁ Κύριος· δι᾽ ἐλέγχου δὲ πολλάκις ποιεῖσθαι προσήκει τὴν ἐπανόρθωσιν· τὸ γὰρ ὅλως καταλέγειν τῆς ἁμαρτίας, ἐπιτιμᾶν ἐστι τοῖς ἀγαπῶσιν αὐτὴν, καὶ τὸ τῆς φαυλότητος κατηγορεῖν, ἐπιπλήττειν ἐστὶ τοῖς ἔχουσιν αὐτήν. ὅταν οὖν ἀνάγκη μὲν εἰς τὸ ἐλέγχειν καλῇ τὸν διδάσκοντα, καὶ ὁ τῆς θεραπείας τρόπος διὰ τούτων ἰέναι κελεύῃ, χαλεπαίνῃ δὲ λίαν ὁ διὰ τῶν ἐλέγχων ἀβουλήτως παιδαγωγούμενος, τότε δεῖ πάντως τὰ ἐκ μίσους ἀναφύεσθαι κακά. διὰ τοῦτό φησιν ὁ Σωτὴρ ἑαυτὸν μισεῖσθαι παρὰ τοῦ κόσμου, ὡς οὔπω χωρεῖν ἰσχύοντος τὴν μετ᾽ ἐπιπλήξεως παραίνεσιν, ὅταν καὶ τοῦτο προσήκῃ γενέσθαι διὰ τὸ χρήσιμον. νοῦς γὰρ ἐπὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τυραννούμενος, χαλεπαίνει δὴ πάντως τὸν ὅτι προσήκοι σωφρονεῖν ἀναπείθοντα λόγον.

ταῦτα δέ φησιν ὁ Σωτὴρ οὐκ ἀποφήσας παντελῶς τὴν ἐν τοῖς Ἱεροσολύμοις ἀποδημίαν, οὐδὲ πρὸς ἐλέγχους ἀπειρηκὼς τοὺς οἵπερ ἂν φαίνοιντο τοῖς ἁμαρτάνουσι χρήσιμοι, ἀλλ᾽ ἐν καιρῷ τῷ δεόντι δρᾶν καὶ τοῦτο μετὰ τῶν ἄλλων διανοούμενος. σημειωτέον δὲ ὅτι καὶ τοῖς ἑαυτοῦ μαθηταῖς τοιοῦτόν τι φησί. παραμυθούμενος γὰρ, καὶ οὐ σφόδρα τοῖς ἐπισυμβήσεσθαι μέλλουσιν ἐπασχάλλειν διδάσκων, ὅταν αὐτὸν τῇ οἰκουμένῃ κηρύττωσι, καὶ μυρίοις διὰ τοῦτο περιπίπτωσι πειρασμοῖς “Εἰ ἦτε, φησὶν, ἐκ τοῦ ”κόσμου, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ “κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.” κόσμον ἐν τούτοις οὐ τὴν ὁρωμένην κτίσιν ἀποκαλῶν, μᾶλλον δὲ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ· οἷς δὴ καὶ λίαν ὁ μὲν τῶν ἴσων οὐκ ἐραστὴς, σκληρὸς καὶ προσάντης καὶ ἐν ἐχθροῦ τινος τάξει λελόγισται· συγγενὴς δὲ καὶ φίλος ὁ συνεθελητὴς, καὶ τῇ τοῦ βίου ταυτότητι πρὸς ἰσοτροπίαν τὴν ἐπ᾽ αἰσχροῖς συσφιγγόμενος. <Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.> Ἀποφάσκει μὲν ἤδη σαφῶς τὸ βούλεσθαι τοῖς Ἰουδαίοις συνεορτάζειν ὁ Κύριος, ἤγουν ἰέναι κατὰ ταὐτὸν, ὡς συμμεθέξων ἐκείνοις τῆς ἐν σκιαῖς εὐθυμίας. τὸ γὰρ ἅπαξ εἰρημένον, ὡς πρὸς ὀλίγους, καίτοι νομισθέντας ἀδελφοὺς, εἰς ὅλον δυνάμει διαδραμεῖται τὸ γένος τὸ ἐξ Ἰσραήλ.

οὐ γὰρ δή τις ἐρεῖ τὸ συνεῖναι τοῖς ἀδελφοῖς δι᾽ αὐτούς γε κυρίως παραιτεῖσθαι τὸν Ἰησοῦν, ὡς δὲ καὶ συνὼν ἐν τῇ Γαλιλαίᾳ φαίνεται· ὑποτοπητέον δὲ, ὅτι καὶ οὐκ ἀπὸ σκοποῦ διὰ τὴν τοῦ γένους τοῦ κατὰ σάρκα παρὰ πολλοῖς ὑπόνοιαν καὶ ὁμέστιος ἦν. πρόδηλον οὖν, ὅτι καθάπερ ἐν τύπῳ τοῖς ἀδελφοῖς ὅλης τῆς Ἰουδαίων πληθύος εἰσφερομένης, τὸ συνεορτάζειν αὐτοῖς ἀποφεύγει Χριστὸς, κατὰ τὸ εἰρημένον δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν “Μεμίσηκα, ἀπῶσμαι τὰς ”ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν “ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ ”θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας “ὑμῶν οὐκ ἐπιβλέψομαι· μετάστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν ”σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι·” “Πνεῦμα ”γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι “καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν,” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. ὑπάρχων δὲ πνεῦμα, πνευματικαῖς ἂν εἰκότως τιμαῖς καὶ δωροφορίαις ἐφήδοιτο, ὧν καὶ εἰς τύπον διὰ τῆς νομικῆς ἐντολῆς βουθυσίαι τε καὶ μηλοσφαγίαι, καὶ λιβάνου πρὸς τούτοις, σεμιδάλεώς τε καὶ οἴνου καὶ ἐλαίου προσκομιδαὶ τεταγμένως ἐγίνοντο, τὸ πολυειδὲς τῆς ἀρετῆς τῶν προσκυνούντων ἐν πνεύματι δι᾽ ἐμφανεστέρων σχημάτων καταμηνύουσαι.

ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ τὴν σκίαν ἀγαπῶντες ἔτι, παχύτερόν τε καὶ Ἰουδαϊκῶς διακείμενοι περὶ τούτων, ἀνάβητε πρὸς τὴν ἐν σκιαῖς καὶ τύποις πανήγυριν· ἐμοὶ δὲ οὐχ οὕτως ἑορτάζειν ἡδύ· πρὸς ταύτην οὐκ ἄνειμι τὴν ἑορτὴν, τὴν ἐν τύπῳ δηλονότι καὶ σχήματι· ἔχω γὰρ ἐν αὐτῇ τὸ τέρπον οὐδέν· περιμένω δὲ μᾶλλον τῆς ἀληθοῦς πανηγύρεως τὸν καιρὸν, ὃς οὔπω πεπλήρωται. τότε γὰρ τότε, φησὶ, τοῖς ἐμοῖς θιασώταις συνέσομαι χαίρων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, τῇ τοῦ Πατρὸς δόξῃ, τὴν εἰς ἄκρον ἀπαστράπτων φαιδρότητα. ἑαυτοῦ δέ φησι, καὶ ὡς ἴδιον ἀποκαλεῖ τὸν καιρόν· αὐτοῦ γὰρ ἡ ἑορτὴ, αὐτὸς ὁ πανηγυριάρχης ἐστίν. αὐτῷ γὰρ αὐτὴν καὶ ὁ μακάριος Ἱερεμίας ἀνετίθει λέγων τοῖς κατημεληκόσι τῆς εἰς Θεὸν εὐσεβείας, καὶ ἐν τῷ μηδενὶ πεποιημένοις τὸ βούλεσθαι διαπρέπειν ἐν ἀγαθοῖς “Τί ποιή- ”σετε ἐν ἡμέρᾳ πανηγύρεως, καὶ ἐν ἡμέραις ἑορτῆς Κυρίου;” οἱ γὰρ ὅλως, φησὶ, τὸ ὑπὲρ τῆς ἀρετῆς ἱδροῦν παραιτούμενοι, καὶ τὸ λαμπρὸν τῆς εἰς Θεὸν ἀγάπης ἄμφιον οὐκ ἔχοντες, τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως, πῶς εἰσελεύσεσθε πρὸς τὴν θείαν τε καὶ οὐράνιον ἑορτὴν, ἢ πῶς ἂν ὑμᾶς ὁ τοῦ δείπνου δεσπότης οὐκ ἂν εὐλόγως ἐξώσειε τοῦ φαιδροτάτου τῶν κεκλημένων χοροῦ λέγων “Ἑταῖρε, πῶς ”εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;”

τούτῳ δ᾽ ἂν εἴη συγγενὲς καὶ τὴν ἴσην ἡμῖν εἰσκομίζον διάνοιαν τὸ παρὰ τῷ προφήτῃ κείμενον Ζαχαρίᾳ “Καὶ ἔσται γὰρ, φησὶν, ὅσοι ”ἂν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων “ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ᾽ ἐνιαυτὸν τοῦ ”προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ “ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας.” ἀναβήσεσθαι δὲ τοὺς καταλειφθέντας φησὶν ἐπὶ τὴν τοῦ μεγάλου βασιλέως προσκύνησιν, καὶ πρὸς ἀποπλήρωσιν τῆς ἑορτῆς τῆς σκηνοπηγίας. πολλῶν γὰρ διὰ τῆς χάριτος κεκλημένων, οἱ πρὸς τὴν ἄνω πόλιν ἀναβαίνοντες οὐ πολλοί· ὀλίγοι γὰρ οἱ ἐκλεκτοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἐκ παντὸς δηλονότι ληφθέντες ἔθνους. ἀναβήσονται δὲ λέγων ἐπὶ τῷ προσκυνεῖν, οὐκέτι τὴν νομικὴν, μᾶλλον δὲ τὴν ἐν πνεύματι λατρείαν ἐπιτελοῦντας ἐπιδεικνύει, καὶ πληροῦντας ἑορτὴν τὴν ἐπὶ σκηνοπηγίᾳ τῇ κατ᾽ ἀλήθειαν, μονονουχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο λιγυρῶς ἀνιέντας μέλος “Εὐλογητὸς Κύριος, ”ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. ἐπ᾽ αὐτῷ “ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ ”σάρξ μου·” ἀνεθάλη γὰρ ἡ σὰρξ, καὶ εἰσαῦθις ἀναβιώσεται, καὶ οὐ δίχα Χριστοῦ· γέγονε γὰρ ἡμῖν αὐτὸς ἡ τῆς ἀναστάσεως ἀρχὴ, καὶ τῆς ἀληθεστέρας σκηνοπηγίας ἡ θύρα. καὶ τοῦτο ἦν ἄρα τὸ δι᾽ ἑνὸς εἰρημένον τῶν ἁγίων προφητῶν καὶ “ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτω- ”κυῖαν.”

σκηνὴ γὰρ ἡ πεσοῦσα τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ, πρώτη πρὸς ἀφθαρσίαν διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐξεγήγερται κατὰ τὸ εἰρημένον πρὸς Ἰουδαίους δι᾽ ἑνὸς τῶν ἀποστόλων περὶ αὐτοῦ “Τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ”ἔκδοτον λαβόντες διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνεί- “λετε, ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ”καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ·” καὶ πάλιν “Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ”ἡμεῖς ἐσμεν μάρτυρες.” ὅτι γὰρ ἔθος τῇ ἁγίᾳ γραφῇ, τὸν ἐκ Δαυεὶδ κατὰ σάρκα Χριστὸν, Δαυεὶδ ἀποκαλεῖν, χαλεπὸν οὐδὲν συνιδεῖν. <Ταῦτα εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτὴν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.> Ἐμφιλοχωρεῖ τῇ Γαλιλαίᾳ, καὶ τῆς Ἰουδαίων χώρας ἐξωστρακισμένος, ἥδιόν τε καὶ ἀσφαλέστερον διαιτᾶται Χριστὸς, ἵνα πάλιν τῶν εἶναι δοκούντων νομομαθῶν εὐγενεστέρα φαίνηται, καίτοι λίαν ἀπαίδευτος οὖσα τῶν ἐθνῶν ἡ πληθὺς, διὰ τὴν ἔτι συνέχουσαν πλάνην. σημαίνει δὲ διὰ τούτου καὶ τὴν εἰς αὐτὰ δικαίαν ἀγάπησιν, καὶ τὴν ἐπὶ τοῖς ἐξ Ἰσραὴλ εὐλογωτάτην ἀπέχθειαν.

πῶς γὰρ οὐκ ἔμελλεν “ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν,” οὕτω διατεθήσεσθαι, ὡς ἀγάπης μὲν ἤδη τῆς θείας ἀξιοῦν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλουμένην οὕτως εὐπετῶς ἐπὶ τῷ πιστεύειν αὐτῷ, ἀποσείεσθαι δὲ λοιπὸν καὶ καταμυσάττεσθαι δικαίως ὡς ἀγνώμονα τὴν Ἱερουσαλήμ· ὅς γε καὶ πρὸ αὐτῶν τῆς ἐπιδημίας τῶν χρόνων, ἐπιθυμῆσαι μὲν λέγεται τοῦ κάλλους αὐτῆς, κατὰ τὴν τοῦ ψάλλοντος ἀναφώνησιν, πόρνην δὲ καὶ μοιχαλίδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, τὴν σκληροτράχηλον Ἱερουσαλὴμ ἀπεκάλει; σαφέστατα γοῦν διὰ μὲν τοῦ προφήτου φησὶν Ἱεζεκιὴλ πρὸς αὐτήν “Διὰ τοῦτο πόρνη ”ἄκουε λόγον Κυρίου·” διὰ δὲ τῆς Ἱερεμίου φωνῆς ὡς μοιχαλίδα καταιτιᾶται βοῶν ὅτι “Καθὼς ἀθετεῖ γυνὴ εἰς ”τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ἰσραὴλ, “λέγει Κύριος.” ὡς οὖν ἤδη κατὰ πρόγνωσιν τὴν ἐκ προμηθείας θεοπρεποῦς, τῆς μὲν ἐξ ἐθνῶν Ἐκκλησίας περιαθρήσας τὸ κάλλος, τῆς δὲ τῶν Ἰουδαίων συναγωγῆς τὴν ἐν φαυλότητι τρόπων αἰσχρότητα, τὴν μὲν ἤδη προαγαπᾷ καὶ προεισοικίζεται, καθάπερ τινὰ νύμφην ἐπὶ παστῷ, ἐπὶ δὲ τῇ ἑτέρᾳ προαπεχθάνεται, τὸ τελείως ἑκατέρᾳ χρεωστούμενον καιρῷ τηρήσας τῷ δέοντι. οὔτε γὰρ πρόωρον τοῖς ἐξ Ἰσραὴλ ὁλοκλήρως ἐπάγει τὴν κόλασιν, οὔτε μὴν ὁλοσχερῶς ἑαυτὸν τῇ Γαλιλαίᾳ χαρίζεται πρὸ τοῦ σωτηρίου σταυροῦ· τότε γὰρ ἦν τοῦτο δρῶντα δικαίως ἐπ᾽ εὐλόγοις αἰτίαις τῆς πρὸς ἐκείνους ἀγάπης ἀποφοιτᾶν.

εἰρηκὼς τοιγαροῦν, ὡς οὐκ ἀναβήσεται πρὸς ταύτην τὴν ἑορτὴν, καὶ τοῖς ἀδελφοῖς ἐπιτρέψας, εἰ θελητὸν, ἰέναι, μόνος· παρεῖναι γὰρ οὔπω διεβεβαιοῦτο καιρόν· ἄνεισι μετ᾽ αὐτοὺς, οὐχ ἕτερα μὲν λέγων, πράττων δὲ οἷς ἂν λέγοι τὰ ἐναντία· τοῦτο γὰρ ἦν ἤδη καὶ ψεύδεσθαι, καίτοι δόλου, τουτέστι ψεύσματος, οὐχ ηὑρῆσθαι λεγομένου παντελῶς ἐν τῷ στόματι αὐτοῦ· ἀλλ᾽ ὄντως ἐκεῖνο δρᾶν ὅπερ ὑπέσχετο προθυμούμενος. οὐ γὰρ ἀναβαίνει συνεορτάσων, νουθετήσων δὲ μᾶλλον, καὶ ἐπείπερ εἰς τὸ σώζειν ἀφίκετο, τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἐρῶν τε καὶ εἰσηγησόμενος. ὅτι γὰρ οὗτος ἦν ὁ σκοπὸς ἐν αὐτῷ, διδάξει σαφῶς τὸ μηδὲ τοῖς ἀνιοῦσιν ἐθελῆσαι συμβαδίζειν αὐτὸν, ἀνελθεῖν δὲ μόλις καὶ λεληθότως, οὐ παῤῥησίᾳ καὶ ἱλαρότητι χρώμενον τῶν ἰόντων ἐπὶ πανήγυριν.

Καὶ γοῦν, ὅτε λοιπὸν ἐπὶ τὸ σωτήριον ἀνέβαινε πάθος, ἀνῆλθεν οὐ κεκρυμμένως, ἀλλὰ πώλῳ μὲν ἐποχούμενος εἰς τύπον τοῦ νέου λαοῦ, νηπίων δὲ προελαύνοντα δῆμον οὐκ εὐαρίθμητον ἔχων, σχῆμα πάλιν ἀποπληροῦντα τοῦ τεχθησομένου λαοῦ, περὶ οὗ γέγραπται “Καὶ λαὸς ὁ κτιζόμενος ”αἰνέσει τὸν Κύριον.” ἀνεφώνει δὲ καὶ τὰ προβαδίζοντα βρέφη “Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ”ἐν τοῖς ὑψίστοις.” οὐκοῦν διὰ τοῦ λεληθότως ἀνελθεῖν, ἀποδεικνύει ὅτι συνεορτάσων μὲν οὐδαμῶς, προσδιαλεχθησόμενος δὲ μᾶλλον αὐτοῖς εἰς Ἱεροσόλυμα παραγέγονεν ὁ Χριστός· ὡς γὰρ ἤδη προλαβόντες εἰρήκαμεν, οὔπω παντελῶς τοῦ Ἰσραὴλ ἀπανίσταται, πρὶν ἂν θανάτῳ παραδοθεὶς, ἀξίως ἤδη φαίνηται τοῦτο ποιῶν.

Τοῦ δὲ εἰπεῖν μὲν, ὡς οὐκ ἀναβήσεται, μετὰ δὲ τοῦτο μὴ παραιτεῖσθαι τὸ ἀνελθεῖν, εὑρήσεις καὶ πάλαι τὸν τύπον ἀποπληρούμενον ἐν βιβλίῳ τῷ ἐπίκλην Ἐξόδῳ. Μωυσῆς μὲν γὰρ ὁ θεοσπέσιός τε καὶ ἱερώτατος τὰς ἐν τῷ ὄρει διατριβὰς ἐποιεῖτο μετὰ Θεοῦ, τὸν δοθησόμενον παρ᾽ αὐτοῦ περιμένων νόμον. ἐμοσχοποίει δὲ κατὰ τὴν ἔρημον τῆς εἰς Θεὸν εὐσεβείας ὀλιγωρήσας ὁ Ἰσραήλ· ἀλλ᾽ ὀργίζεται δικαίως ἐπὶ τούτοις ὁ νομοθέτης, καὶ τῆς ἐλαφρίας τῶν οὕτως ἑτοίμως ἐφ᾽ ἃ μὴ προσῆκεν ἀποκλινάντων καταβοήσας, καὶ ἐξαναλώσειν εἰσάπαξ ἀπειλήσας αὐτοὺς, ἐν τελευταίοις φησὶ πρὸς τὸν ἅγιον Μωυσέα “Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν ”σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐξ Αἰγύπτου, εἰς τὴν “γῆν ἣν ὤμοσα τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων ”Τῷ σπέρματι ὑμῶν δώσω αὐτὴν, καὶ συναποστελῶ πρὸ “προσώπου σου τὸν ἄγγελόν μου,” εἶτα λέγει πρὸς αὐτὸν ὁ Μωυσῆς “Εἰ μὴ αὐτὸς συμπορεύσῃ μετ᾽ ἐμοῦ, μή με ἀνα- ”γάγῃς ἐντεῦθεν· καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι “εὕρηκα χάριν παρὰ σοὶ, ἐγὼ καὶ ὁ λαός σου, ἀλλ᾽ ἢ ”συμπορευομένου σου μεθ᾽ ἡμῶν; καὶ εἶπε Κύριος πρὸς “Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· ”εὗρες γὰρ χάριν παρ᾽ ἐμοί.”

ὁρᾷς ὅπως ἐπὶ μὲν τοῦ Ἰσραὴλ ἀποστασίᾳ λυπούμενος, οὐ συναναβήσεσθαι μὲν εἰς τὴν γῆν αὐτοῖς τῆς ἐπαγγελίας διισχυρίζετο, συναποστέλλειν δέ τινα ἄγγελον ἔφασκεν, αἰδοῖ δὲ τῇ πρὸς Μωυσέα, καὶ τῇ τῶν πατέρων μνήμῃ τὴν συγγνώμην ἐπιδιδοὺς, συμβαδιεῖσθαι πάλιν αὐτοῖς καθυπέσχετο.

Ἀρνησάμενος τοιγαροῦν τὸ συνεορτάζειν Ἰουδαίοις, ὡς ἀλαζόσι καὶ ὑβρισταῖς, ὡς διὰ τῆς ἀρνήσεως ἀτιμάζουσι Θεὸν, ὥσπερ οὖν ἐκεῖνοι διὰ τῆς μοσχοποιίας, οὐ σφόδρα φιλονεικήσας τοῖς τῶν λυπούντων πταίσμασιν, ἀποπληρῶν δὲ μᾶλλον τὴν εἰς τοὺς ἁγίους πατέρας ὑπόσχεσιν, ἄνεισι διδάξων, καὶ τὰ εἰς σωτηρίαν αὐτοῖς παραθήσων μαθήματα, οὐκ ἀγγέλῳ τὴν τοιαύτην ἐπιτρέψας διακονίαν, ὥσπερ οὖν οὐδὲ τότε, αὐτουργὸς δὲ μᾶλλον καὶ εἰς τὴν τῶν ἀχαρίστων σωτηρίαν γιγνόμενος. <Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος;> Ἐρευνῶσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα εὑρόντες πιστεύσειαν· ἢ γὰρ ἂν καὶ τὸ ζητεῖσθαι φθάσας ἑαυτὸν προσεκόμιζε κατὰ τὸ παρ᾽ αὐτοῦ λεγόμενον “Εὑρέθην τοῖς ἐμὲ μὴ ”ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·” ἀλλ᾽ ἐκ πολλῆς ἄγαν τῆς παρανομίας εἰς τὴν Ἑλλήνων εἰκαιοπονίαν κατολισθαίνοντες, καὶ τὰ ἐκείνοις συνήθη ζηλώσαντες μᾶλλον, ἤπερ τὰ δι᾽ ὧν εἰκὸς ἦν διὰ τῆς ἄνωθεν καταλαμπρύνεσθαι χάριτος.

Ἑλλήνων μὲν γὰρ οἱ δοκοῦντες εἶναι συνετοὶ, καὶ τῆς κοσμικῆς καὶ δαιμονιώδους σοφίας ἀναπεπλησμένοι, μακροὺς καὶ πικροὺς ἀναλίσκοντες λόγους, καὶ κύκλους θεωρημάτων εἰκαίων ἑλίττοντες, ἱστόν τε ἀράχνης κατὰ τὸ γεγραμμένον ὑφαίνοντες, τὴν ἀλήθειαν, ἤτοι τὸ ἀγαθὸν, ἢ τὸ δίκαιον ὅ τι ποτὲ κατὰ φύσιν ἐστὶν, προσποιοῦνται ζητεῖν, καὶ μόνην ὥσπερ σκιὰν τῆς ἀληθοῦς γνώσεως ἑαυτοῖς ἀναπλάττοντες, ἄγευστοι παντελῶς τῆς ἐν ἔργοις διατελοῦσιν ἀρετῆς, καὶ τῆς ἄνωθέν τε καὶ ὄντως σοφίας ἔρημοι διαμένοντες, ἐπ᾽ οὐδενὶ τῶν χρησίμων ἔσθ᾽ ὅτε τὰ μέχρι λόγων ποιοῦνται γυμνάσματα. Ἰουδαῖοι δὲ πάλιν, οἱ τῆς ἐκείνων ἀμαθίας ἀδελφοὶ καὶ γείτονες, ἀναζητοῦσι τὸν Ἰησοῦν, οὐχ ἵν᾽ εὑρόντες πιστεύσωσιν, ὡς ἡ τῶν πραγμάτων ἔδειξε φύσις, ἀλλ᾽ ἵνα πολλαῖς αὐτὸν λοιδορίαις κατακοντίζοντες, τὴν ἄσβεστον ταῖς ἑαυτῶν κεφαλαῖς ἐποίσειαν φλόγα. καὶ καθ᾽ ἕτερον δὲ τρόπον, εἰκαιοτάτην αὐτοὺς ποιεῖσθαι τὴν ζήτησιν οἰησόμεθα πάλιν. μόνον γὰρ ὅτι μὴ πάρεστι προσποιοῦνται ζητεῖν.

παρεῖναι γὰρ ἔδει, φασὶ, τοῖς ἑορτάζουσι τὸν θαυματουργὸν, τὸ ἐν τέρψει μᾶλλον ἡδὺ, καὶ οὐχὶ πάντως τὴν ἐκ τοῦ θαυμάζειν ὠφέλειαν θηρώμενοι· νομομαθείας δὲ δόξαν ἠμφιεσμένοι, καὶ πεπαιδεῦσθαι τοῖς ἱεροῖς γράμμασιν οὐ μετρίως οἰόμενοι, τῆς προφητικῆς ἀμνημονοῦσι φωνῆς, ἐχούσης ὧδε “Ζητή- ”σατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· “ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ ”καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ “Κύριον, καὶ ἐλεηθήσεται.” ὁρᾷς ὅπως οὐκ ἐξαρκέσει πρὸς σωτηρίαν τὸ μόνον ζητεῖν, ἀλλ᾽ εὑρόντας ἀνάγκη καὶ ἐπιστρέφειν, δι᾽ ὑπακοῆς δηλονότι καὶ πίστεως; οὕτω δὲ ἦν ἀνασώζεσθαι τὸν ἀμαθῆ καὶ δυσάγωγον τῶν Ἰουδαίων λαόν· ἐπειδὴ δὲ κἀν τούτῳ λίαν ἀσυνετοῦντες ἁλίσκονται, λοιπὸν εὐλόγως ἀκούσονται “Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, ”καὶ λόγος Κυρίου μεθ᾽ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη “σχοῖνος ψευδὴς γραμματεῦσιν. ᾐσχύνθησαν σοφοὶ, ἐπτοή- ”θησαν, ἑάλωσαν. σοφία τίς ἐστιν ἐν αὐτοῖς; ὅτι τὸν “λόγον Κυρίου ἀπεδοκίμασαν.” πῶς γὰρ οὐκ ἀπεδοκίμασαν, οὐ παραδεξάμενοι, ἢ πῶς οὐκ ἀτιμάζουσι, τό Ποῦ ἐστιν ἐκεῖνος, ἀπαιδεύτως περὶ αὐτοῦ λέγειν οὐ παραιτούμενοι;

ἀπονοουμένων γὰρ τό Ἐκεῖνος, καὶ οὔπω θαυμάζειν ἀξιούντων αὐτὸν, καίτοι διὰ πολλῆς ἄγαν τῆς μεγαλουργίας ἐκπρεπεστάτην ἔχειν ὀφείλοντα παρ᾽ αὐτοῖς τὴν ὑπόληψιν. <Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον Οὒ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.> Δυσθήρατον μὲν ἀεί πως καὶ δυσεύρετόν ἐστι τὸ ἀγαθὸν, καὶ τὸ δύνασθαι τῆς ἀληθείας τὸ κάλλος ἰχνηλατεῖν δυσκατόρθωτον τοῖς πολλοῖς, ἐξαιρέτως δὲ τοῖς ἀμαθεστέροις καὶ οὐκ ἔχουσι τὸ ἐν συνέσει πικρὸν, οἳ ῥοπαῖς ἀλογωτάταις λογισμῶν ἀσυνέτων ἐπὶ τὸ δοκοῦν αὐτοῖς εὐπετέστερον ἀποκλίνοντες, καὶ τὴν τοῦ παρεμπίπτοντος φύσιν δοκιμάζειν οὐκ ἀνεχόμενοι, τῆς ἀληθοῦς τῶν πραγμάτων ποιότητος οὐκ ἂν ἐφίκοιντό ποτε, καίτοι τοῦ Παύλου λέγοντος “Γίνεσθε ”δόκιμοι τραπεζῖται,” καὶ πάντα δὲ δοκιμάζειν ἡμᾶς ἀναπείθοντος, ὡς ἐξ ἀκριβοῦς ἐρεύνης ἐπὶ τὴν τοῦ συμφέροντος ἔρχεσθαι θήραν. ἀκουέτωσαν τοίνυν οἱ ἐκ πολλῆς παρανοίας τὸν Ἰησοῦν οὐ θαυμάζοντες, ἀδιακρίτως δὲ ὅτι πρέποι κατηγορεῖν ἐγνωκότες αὐτοῦ “Γεύσασθε καὶ ἴδετε ὅτι χρη- ”στὸς ὁ Κύριος.” ὅνπερ γὰρ τρόπον οἱ τὸ ἐξαίρετον ἐν τῇ κατὰ γεῦσιν ποιότητι δοκιμάζοντες μέλι, καὶ ἐξ ὀλίγης κομιδῇ τῆς γεύσεως δέχονται τοῦ ζητουμένου τὴν αἴσθησιν, οὕτως οἱ εἰς πεῖραν καὶ βραχεῖαν τῶν τοῦ διασώζοντος ἰόντες λόγων, ὅτι χρηστὸς ἐπιγνώσονται, καὶ μαθόντες θαυμάσουσιν.

οἱ μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις συνετώτεροι συναγορεύουσι τῷ Χριστῷ, καὶ ὀρθὴν ἐπ᾽ αὐτῷ τὴν ψῆφον ἐκφέρουσι, συναινοῦντες ὡς ἀγαθῷ, ἐκεῖνο δὴ πάντως κατὰ τὸ εἰκὸς ἐνθυμούμενοι, ὡς οὐκ ἄν τῳ προσείη δύνασθαι κατορθοῦν, ὧν ἂν ἐργάτης ὁρῷτο Θεὸς, εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπάρχοι, ἤγουν Θεοῦ μέτοχος, καὶ διὰ τοῦτο ἀγαθὸς, ᾧπερ ἂν πρέποι καὶ τὸ διὰ πάντων εὐδοκιμεῖν, καὶ διὰ τῆς ἄνωθεν δυναμοῦσθαι χάριτος, εἰ καὶ οὐχ οὕτως ἦν ἐν Χριστῷ· αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλογωτάταις δὲ λίαν ἐπινήχονται δόξαις, καὶ τῆς ἀληθείας ἀφεστᾶσι μακρὰν, οἱ πλάνον ἀποκαλεῖν οὐκ ὀκνήσαντες τὸν εἰς ἀπλανῆ τῆς δικαιοσύνης κατευθύνοντα τρίβον. ἀκουέτω τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος “Οὐαὶ οἱ λέγοντες ”τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ “σκότος φῶς καὶ τὸ φῶς σκότος.” ἐν ἴσῃ γὰρ τάξει τῷ συνειπεῖν φαυλότητι τὸ κατηγορεῖν τοῦ καλοῦ, καὶ τῶν μὲν αἰσχρῶν τὴν εὐλογωτάτην ἀποστῆσαι κατάῤῥησιν, τοῖς δὲ ἐν τῇ τῶν ἀρίστων μοίρᾳ τεταγμένοις μῶμον ἐπιῤῥίπτειν τὸν οὐδαμόθεν αὐτοῖς χρεωστούμενον.

προανεφωνεῖτο δὲ καὶ τὰ ἐπὶ ταύταις αὐτῶν ταῖς λοιδορίαις ἐγκλήματα· “Οὐαὶ” γάρ φησιν “αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ”ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ “δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.” <Οὐδεὶς μέντοι ἐν παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.> Ἐν τοῖς Ἰουδαίοις ὁ γογγυσμὸς, καὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐδένα δύνασθαί φησιν ἐν παῤῥησίᾳ λαλεῖν. οὐκοῦν ἐξαιρέτως Ἰουδαίους ὀνομάζει τοὺς τῶν Ἰουδαίων ἐξάρχοντας, οὐκ ἀξιώσας, ὥς γε μοι φαίνεται, πρεσβυτέρους αὐτοὺς, ἢ ἱερέας, ἢ ἕτερόν τι προσειπεῖν τῶν τοιούτων ὁ θεσπέσιος Εὐαγγελιστὴς, ζήλῳ τῷ πρὸς εὐσέβειαν πρὸς τὴν ἐπ᾽ αὐτοῖς λύπην ἠκονημένος, οὓς δὴ καὶ εἰκότως, ὡς τὸν νοητὸν καταφθείροντας ἀμπελῶνα, καταιτιᾶται λέγων ἐν προφήταις ὁ Θεός “Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ”ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου “εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας.” πῶς γὰρ οὐκ οἰησόμεθα κατεφθάρθαι κατ᾽ ἀλήθειαν ἀμπελῶνα τὸν δεσποτικὸν ταῖς ἑαυτῶν βδελυρίαις, ὅτε καὶ τὸ συνειπεῖν τῷ ἀγαθῶ καὶ θαυμάσαι μόνον τὸ θαύματος ἄξιον ἐπισφαλὲς ἀπεδείκνυον; φορτικωτέραν δὲ ὅτι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων τὴν κόλασιν ἀπεργάζεται μετὰ τῶν ἄλλων καὶ τοῦτο, τίνι τῶν εὖ φρονούντων ἀμφίβολον;

ἰδοὺ γὰρ ἰδοὺ, δέδιέ τε καὶ καταφρίττει μὲν ἅπας αὐτοὺς ὁ λαὸς, οὐ παιδαγωγεῖται δὲ κατὰ νόμον, ἀλλ᾽ οὐδὲ ζῆν ἐκδιδάσκεται κατὰ λόγον τὸν πρέποντα, καίτοι καὶ μάλα προθύμως οἷσπερ ἂν ἐπιτάξειαν ὑποκείμενος. ἀπόδειξις γὰρ τῆς εἰς ἄκρον ὑποταγῆς ὁ φόβος· παρανομεῖν τοιγαροῦν, ἢ τὸ τῷ νομοθέτῃ δοκοῦν περιαθρεῖν εὐγνωμόνως ἠναγκάζετο, καὶ δι᾽ ὧν οὐδ᾽ ὅσον ἐπαινέσαι τὸ ἀγαθὸν τολμῶσιν, ἐθελούσιον μὲν οὐδαμῶς, βιαιοτάτην δὲ ὥσπερ, καθ᾽ ὧν ἂν ἐκεῖνοι βούλωνται, τὴν ἐπὶ φαυλότητι ψῆφον ἐκφέρειν, καὶ τὸν ἐπαίνου καὶ θαύματος ἄξιον, ὡς αἰσχρὸν κατακρίνειν. ὅνπερ οὖν τρόπον ἂν ἄριστά τις ἀνὴρ θαλαττεύειν εἰδὼς, καὶ τοῖς τῆς νεὼς πηδαλίοις προσκαθήμενος, καὶ πειθομένην ἔχων αὐτὴν ἀγάγοι κατὰ πετρῶν, αὐτὸς ἂν ὑπαίτιος νοοῖτο γεγονὼς τοῦ πταίσματος· ἢ ὥσπερ ἂν εἴ τις ἱππηλατεῖν εἰθισμένος, εὐδρομωτάτοις μὲν λίαν ἐποχοῖτο τοῖς πώλοις, εὐπαρακόμιστον δὲ αὐτῶν καὶ τὴν ἐφ᾽ ὅπερ ἂν βούλοιτο πτῆσιν τοῖς τῶν χαλινῶν ἀνακρούσμασιν ἔχειν δυνάμενος, εἶτα λίθῳ προσαῤῥάξας τοὺς τροχοὺς, οὐ τοῖς πώλοις τοῦ παθεῖν τὴν αἰτίαν εὐλόγως μὲν, μᾶλλον ἑαυτῷ περιθήσει· τὸν αὐτὸν οἶμαι τρόπον οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οὐχ ὅπως τιμῶντα μόνον, ἀλλὰ καὶ τῷ ὑπὲρ τούτου φόβῳ δουλαγωγούμενον ἔχοντες τὸν λαὸν, ἀπᾳδόντως δὲ τοῖς θείοις προστάγμασι διοικήσαντες, δικαίως ἂν αὐτοὶ τῆς ἁπάντων ἀπωλείας εὐθύνας ἐκτίσειαν.

ὅτι δὲ αὐτοὶ τῆς τῶν λαῶν ἀπωλείας γεγόνασι πρόφασις, μαρτυρήσει λέγων ὁ προφήτης Ἱερεμίας “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ”ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ “διεσκορπίσθησαν.” <Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν.> Ἱεροπρεπὴς τοῦ Σωτῆρος ἡμῶν ἡ διδασκαλία· ποῦ γὰρ δὴ καὶ ἑτέρωθι μᾶλλον ἐχρῆν τὴν θείαν ἀκούεσθαι φωνὴν, εἰ μὴ ἐν τόποις, οἷς τὸ θεῖον ἐνοικεῖν πιστεύηται; πάντα μὲν γὰρ περιέπει Θεὸς, καὶ οὐκ ἂν νοοῖτο τόπῳ περιγραπτὸς, ὅσον δὲ εἰς ἰδίαν φύσιν, παντελῶς τοῖς οὖσιν ἀχώρητος· πρεπωδέστερόν πως χώροις αὐτὸν τοῖς ἁγίοις ἐνοικεῖν ὑποτοπήσομεν, καὶ τὸ δοκοῦν τῇ θείᾳ φύσει ἀκουστὸν ἡμῖν ἐν ἱεροῖς μάλιστα τόποις ἔσεσθαι νομιοῦμεν εὐλογώτατα· ὅπερ δὲ πάλιν ἐν τύπῳ καὶ σκιᾷ τοῖς ἀνωτέρω κατεγράφετο, τοῦτο νῦν εἰς ἀλήθειαν μετασκευάζει Χριστός· φησὶ γὰρ πρὸς Μωυσέα τὸν ἱεροφάντην Θεός “Καὶ ἐπιθήσεις τὸ ”ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν “ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἐὰν δῶ σοι· καὶ γνωσθήσομαί ”σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ “μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ ”μαρτυρίου, κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς “υἱοὺς Ἰσραήλ.”

ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, μεσούσης ἤδη τῆς ἑορτῆς, καθὰ γέγραπται, ἐν τοῖς ἱεροῖς τε καὶ ἀνακειμένοις τῷ Θεῷ τόποις παρελθὼν ὡς Θεὸς, ἐκεῖ τοῖς ὄχλοις προσλαλεῖ, καίτοι λεληθότως ἀναβεβηκὼς, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ κατὰ τὴν σκηνὴν ἱλαστηρίου, λεληθότως μὲν ἦν ἡ Θεοῦ κάθοδος, νοουμένη δὲ τότε μόλις, ὅτε τοῦ λαλεῖν ἐνειστήκει καιρός· ἑνὶ δὲ καὶ τότε τῷ μακαρίῳ Μωυσεῖ διελέγετο Θεὸς, ἑτέρῳ μὴ προσλαλῶν· οὕτω καὶ ὁ Χριστὸς, ἓν ἔτι τὸ τῶν Ἰουδαίων ἐπαίδευε γένος, ἑνί τε λαῷ προσδιαλέγεται, κοινὴν οὔπω τοῖς ἔθνεσιν ἁπλώσας τὴν χάριν. εὖ δὲ δὴ λίαν ὁ μακάριος Εὐαγγελιστὴς, οὐχ ἁπλῶς Εἰσῆλθεν, ἀλλ᾽ ἀνέβη φησὶν εἰς τὸ ἱερόν· ὑψηλὸν γάρ τι χρῆμα καὶ τῆς χαμαιζήλου φαυλότητος πολὺ λίαν ὑπερτεροῦν τὸ εἰς θεῖον εἰσέρχεσθαι παιδευτήριον, καὶ τοῖς ἁγίοις ἐνδιαιτᾶσθαι τόποις· ὁ δὲ τοῦ πράγματος τύπος ἀληθὴς ἐφ᾽ ἡμῶν. Χριστὸς γὰρ ἦν ὁ ἁγιάζων τὸ ἱερὸν, καὶ τύπος ἦν τούτου πάλαι Μωυσῆς, τῷ ἐλαίῳ τῷ ἡγιασμένῳ τὴν σκηνὴν καταχρίων καὶ ἁγιάζων αὐτὴν, καθὰ γέγραπται· καίτοι μᾶλλον ἐχρῆν ἁγιάζεσθαι διὰ τῶν ἁγίων τόπων τὸν ἄνθρωπον, ἤπερ ἁγιάζειν αὐτούς· ἀλλ᾽ οὐδεὶς τῶν ἐν τύπῳ τελουμένων ὁ λόγος διὰ τὴν ἀλήθειαν, ἧς δὴ καὶ χάριν τὰ ἐν σκιαῖς ἀνεπλάττετο· καθάπερ οὖν ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν ἁγίων προφητῶν.

ὁ μὲν γάρ τις πόρνῃ γυναικὶ καὶ οὐχ ἑκὼν συνοικεῖν ἐκελεύετο, γυμνὸς δὲ βαδίζειν ἕτερος, ἀλλὰ καὶ ἐπὶ πλευρὰν κατακεῖσθαι τὴν δεξιὰν οὐκ ὀλίγον ἡμερῶν ἀριθμόν. ἐπετελεῖτο δὲ ταῦτα διὰ τὰ ἐξ αὐτῶν, καὶ οὐ πάντως δι᾽ ἑαυτά· οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Μωυσῆς ἁγιάζειν ἐκελεύετο τὴν σκηνὴν, καίτοι μᾶλλον ἁγιάζεσθαι πρὸς αὐτῆς ὀφείλων, ἵνα Χριστὸς νοοῖτο πάλιν ὡς ἐν αὐτῷ τὸν ἴδιον ἁγιάζων ναὸν, καίτοι μετὰ σαρκὸς Ἰουδαίοις συνδιαιτώμενος, καὶ ἐν αὐτῷ τοῖς ὄχλοις προσλαλῶν, ὥσπερ οὖν ἐκ τοῦ ἱλαστηρίου πάλαι ὁ Θεός. <Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;> Οὐκ ἀπηχὲς τῶν Ἰουδαίων τὸ θαῦμα, κεκομψευσμένος δέ πως ἐστὶν ὁ ἐπὶ τούτῳ λόγος· ἦν γὰρ δὴ καὶ εἰκὸς καταπλήττεσθαι βλέποντας καὶ λόγῳ καὶ γνώσει διαπρέποντα ξένως, τὸν ὅτῳ πλουτεῖν ἐκ μαθημάτων οὐκ ἦν. δεκτικὸς μὲν γὰρ σοφίας ὁ ἀνθρώπινος νοῦς, καὶ εἰ μήπω τις ὁρῷτο σοφὸς, ἐπιτηδειοτάτη δὲ λίαν ἡ φύσις πρὸς ἀνάληψιν συνέσεώς τε καὶ ἐπιστήμης τῆς ἐπί τισιν. ἀλλ᾽ ἐν τοῖς οὐ σφόδρα περὶ τὰς ἐν λόγοις ἔχουσι τριβὰς συμμεμυκὸς τρόπον τινὰ καὶ κατηυνασμένον ἐστὶ τὸ ἐν τῇ φύσει χρήσιμον· ἐν δὲ τοῖς εἰωθόσι καὶ διὰ τοιούτων ἔρχεσθαι πόνων, καὶ γυμνάσμασι τοῖς διὰ λόγων ἐντρυφᾶν, λαμπρόν τε λίαν ἐστὶ, καὶ εἰς νῆψιν ἕτοιμον ἀγαθὴν, λόγων δὲ καὶ σοφῶν εὑρημάτων παράθεσιν οὐ μετρίαν ἔχον εὑρίσκεται.

καταπλήττονται τοιγαροῦν οἱ Ἰουδαῖοι, προσέχοντες οὔπω μὲν ὡς Θεῷ κατὰ φύσιν, ἔτι δὲ ὡς ἀνθρώπῳ ψιλῷ τῷ Σωτῆρι Χριστῷ, καὶ ὅτι πλουτεῖ καὶ ἐν σοφίᾳ θαυμάζουσι, τὴν τούτου πρόξενον μάλιστα, τὴν ἐν τοῖς ἀναγνώσμασι γυμνασίαν, οὐκ ἔχων, διὰ τὸ ἀδιδάκτως εἰδέναι γράμματα. οὐκοῦν ἀνοίας Ἰουδαϊκῆς καὶ τοῦτο μετὰ τῶν ἄλλων τὸ κατηγόρημα· ἢ γὰρ ἂν οὐδὲν αὐτοῖς ἐδόκει παράδοξον τὸ μὴ δεῖσθαι γραμμάτων τὴν ἁπάντων τεχνῖτιν σοφίαν, τουτέστι, τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, ὃς ἦν ἐν αὐτοῖς ἐν ἀνθρώπου διαλανθάνων σχήματι.

Ἐπιτηρητέον δὲ πάλιν ἐκεῖνο χρησίμως. ζητοῦντες μὲν γὰρ τὸν Ἰησοῦν ἐν τοῖς ἀνωτέρω λέγουσι “Ποῦ ἐστιν ”ἐκεῖνος;” ὡς ἐκ μόνων εἰδότες αὐτὸν τῶν θαυμάτων· τίς δὲ ἀκριβῶς, ἢ τίνος, ἢ πόθεν οὔπω σαφῶς ἐπιστάμενοι· ἐν δὲ τούτοις οὐχ ὅπως ἠγνοηκότες τι τῶν κατ᾽ αὐτὸν, ἀλλ᾽ ὡς πάντα σαφῶς ἐπιστάμενοι, λέγουσιν, ὅτι καὶ οἶδε γράμματα μὴ μεμαθηκώς. οὐκοῦν ἡ ἐπ᾽ αὐτόν τε ζήτησις παρὰ τῶν ἀγελαίων ἀσημοτέρα, καὶ παρὰ τῶν οὐκ εἰδότων αὐτὸν ἀκριβῶς, τό “Ποῦ ἐστιν ἐκεῖνος” ἀνεφωνεῖτο καταφρονητικῶς· παρὰ δὲ τῶν εἰδότων, τὸ ἕτερον. ἀγριωτέραν οὖν ἄρα τῶν ἐν ἀγνοίαις οἱ μὴ ἀγνοοῦντες ἀποτίσουσι δίκην· τοῖς μὲν γὰρ τὸ μὴ εἰδέναι παραίτησις, τοῖς δὲ τὸ εἰδέναι κατάκριμα. διὰ τοῦτο καὶ κρεῖττον εἶναι λέγεταί τισι τὸ μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας· ἐν γὰρ τῷ εἰδέναι μείζων ἡ κόλασις, ὅτι “φιλήδονοι μᾶλλον ἢ φιλόθεοι.” ὁ μὲν οὖν Ἰησοῦς, κατὰ τὴν τῶν Ἰουδαίων ἐπαπόρησιν, ᾔδει γράμματα μὴ μεμαθηκώς· ἐπαιδεύθη δὲ Μωυσῆς, καθὰ γέγραπται, “πάσῃ τῇ τῶν Αἰγυπτίων σοφίᾳ,” ἀλλ᾽ ὡς οὐδὲν ὅλως εἰδὼς, καίτοι λίαν ὢν ἐν ἐκείνοις σοφὸς, τοῖς θεόθεν λόγοις εἰς ἀμείνονα γνῶσιν ἐπαιδεύετο, ἐλεγχομένης ὡς ἀδρανοῦς δηλονότι τῆς τοῦ κόσμου σοφίας, διὰ τῆς θειοτέρας καὶ κρείττονος, καθ᾽ ἣν ἤτοι δι᾽ ἧς τὰ ἐπὶ Χριστῷ μυσταγωγούμεθα, τὴν ἄνωθεν ὄντως καὶ παρὰ Θεοῦ κομιζόμεθα σύνεσιν.

Χριστὸς οὖν ἄρα τὸ ἐν πᾶσι τελείως ἀγαθὸν, ἓν δὲ τῶν πάντων καὶ ἡ σοφία καὶ ἡ σύνεσις, ἐφ᾽ ᾗ τὸ λαμπρὸν οὐ διδακτῶς, ἀλλ᾽ ἔμφυτον ἔχων νοεῖται. καὶ γοῦν ὁ προφήτης που περὶ αὐτοῦ φησιν Ἡσαΐας “Ὅτι πρὶν ἢ ”γνῶναι τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ “ἐκλέξασθαι τὸ ἀγαθόν.” καὶ οὐ δήπου νομιοῦμεν ἀφραίνοντες, ὡς ἐν διακρίσει λογισμῶν, ἤτοι κατὰ τὴν τοῦ βελτίονος αἵρεσιν τὸ μὲν φαῦλον ἀποτρέπεσθαι τὸ δὴ θεῖόν τε καὶ οὐράνιον γέννημα, προσίεσθαι δὲ μᾶλλον τὸ ἀγαθόν· ἀλλ᾽ ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ πυρὸς, ὅτι ἀπειθεῖ τῷ ψυχρῷ, τὸ εἶναι ψυχρῶν οὐ καταδεχόμενον, οὐχ αἵρεσιν ἐν αὐτῷ τὴν ἐκ θελημάτων σημαίνει, φύσεως δὲ μᾶλλον ἑδραιοτάτην εἰς τὸ ἴδιον στάσιν· οὕτω καὶ ἐπὶ Χριστοῦ. φυσικὰ γὰρ ἐν Θεῷ πάντα τὰ ἀγαθὰ, καὶ οὐκ ἔξωθεν ἐπεισκρίνεται· οὕτω δὲ ἦν ἐν αὐτῷ καὶ ἡ σοφία, μᾶλλον δὲ αὐτὸς ἦν ἡ πηγὴ κυρίως τε καὶ ἰδικῶς σοφία, δι᾽ ἧς τὰ ἐν μεθέξει σοφὰ κατὰ μέρος, οὐράνιά τε καὶ ἐπίγεια λογικὰ κτίσματα. <Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με.> Ἀληθὲς ὄντως ὑπάρχον τὸ ὑπό του τῶν σοφῶν ἀναγεγραμμένον εὑρήσομεν “Ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν ”οἰκουμένην, καὶ οὖς ἀκροάσεως ἐπακροᾶται τὰ πάντα.”

πρὸς δέ γε τοὺς οἰομένους ἀνοήτως κομιδῆ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς, ὅτι φθεγξάμενοί τι τὸν θεῖον διαλήσονται νοῦν, ὁ θεσπέσιος ψαλμῳδός που φησί “Σύνετε δὴ ἄφρονες ἐν ”τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε· ὁ φυτεύσας τὸ οὖς, “οὐχὶ ἀκούει;” πῶς γὰρ ὅλως ἂν ἐνδέχοιτο μὴ οὐχὶ πάντως ἀκροάσασθαι τὰ πάντα, τὸν τοῖς δι᾽ αὐτοῦ γενομένοις καὶ τὴν διὰ τῆς ἀκοῆς αἴσθησιν ἐμφυτεύσαντα; βλέπε τοιγαροῦν κἀν τούτῳ πάλιν Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον. τὸ γὰρ ὡς ἐν ὄχλῳ λάθρα διαψιθυρισθὲν παρὰ τῶν Ἰουδαίων οὐκ ἀγνοεῖ· δέχεται δὲ ὥσπερ ἐν ὠσὶ θεοπρεπῶς, κἂν διὰ τὸν φόβον τῶν ἡγουμένων μηδὲν ἐν παῤῥησίᾳ λαλῶσι περὶ αὐτοῦ. ἐπειδὴ δὲ ἅπαξ τεθαυμάκασί τινες τῶν συνδεδραμηκότων ἐν τῷ ἱερῷ καὶ διελογίζοντο κατὰ τὸ εἰκὸς, ἢ καὶ ἀλλήλοις προσελάλουν ἠρέμα “Πῶς οὗτος γράμματα ”οἶδε μὴ μεμαθηκώς;” ἀναγκαίως δὴ πάλιν ἴσον ἑαυτὸν ἀναδείκνυσι τῷ Θεῷ καὶ Πατρὶ, τῷ μαθόντι μὲν τὸ παράπαν οὐδὲν, ἔχοντι δὲ τῶν ὅλων τὴν γνῶσιν φυσικῶς τε καὶ ἀδιδάκτως, διὰ τὸ παντὸς ὑπερκεῖσθαι νοῦ καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσιν ὑπερανίπτασθαι φρόνησιν. ἦν μὲν οὖν καὶ ἐξ ἑτέρων τοῦτο δεικνύειν πραγμάτων, καὶ πληροφορεῖν τοὺς ἀκροωμένους, ὡς ὅσα περ ἔνεστι τῷ γεγεννηκότι, ταῦτα καὶ αὐτῷ προσόντα φαίνεται, διὰ ταυτότητα φυσικήν.

ὅπερ ἐποίει καὶ ἐν ἑτέροις ἀπὸ τοῦ δύνασθαι ταὐτὰ, καὶ ἀπαράλλακτον ἔχειν τὴν ἐφ᾽ ἅπασιν ἐνέργειαν πρὸς τὸ ἴσον εἰκότως ἀναβαίνων ἀξίωμα “Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, φησὶ, ταῦτα ”καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ,” καὶ πάλιν “Ὥσπερ γὰρ ὁ ”Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς “οὓς θέλει ζωοποιεῖ.” Ἀλλ᾽ ἦν πως ἐν τούτοις ἐπικαιρότατόν τε καὶ πρεπωδέστατον, ἐξ ὧν ἔδει μάλιστα ποιεῖσθαι τὴν ἀπόδειξιν. συνέσεως γὰρ πέρι καὶ φιλομαθίας τῆς δίχα γραμμάτων ὁ λόγος ἦν τοῖς ἐκεῖνα διενθυμουμένοις. ἑαυτῷ τοιγαροῦν τοῦτο δεικνύειν ἐνυπάρχον ἐχρῆν, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. τίς οὖν ὁ τῆς ἀποδείξεως τρόπος; ἀπὸ τοῦ τὴν ἴσην ἔχειν ἐκείνῳ σοφίαν, εἰ καὶ ὅτι μάλιστα κατὰ τὸν ἀληθῆ τε καὶ σώφρονα λογισμὸν, αὐτός ἐστιν ἡ σοφία καὶ ἐκ Θεοῦ Πατρὸς, ᾧ καὶ κατὰ πάντα προσεοικὼς ταυτὰ διδάσκειν ἐκείνῳ φησὶ, κατ᾽ οὐδένα τρόπον ἐξηλλαγμένως. ἢ γὰρ διὰ τὸ εἰς ἄκρον ἐξωμοιῶσθαι τῇ τοῦ Πατρὸς διδαχῇ τὴν ἑαυτοῦ, ταύτην εἶναι τὴν ἐκείνου φησὶν, ἢ διὰ τὸ αὐτὸν εἶναι τὴν σοφίαν τοῦ Πατρὸς, δι᾽ ἧς τὰ πάντα λαλεῖ καὶ νομοθετεῖ, αὐτοῦ καὶ τὴν διδαχὴν εἶναι φησίν· ὁμοῦ δέ τι πρὸς τούτῳ καὶ ἕτερον οἰκονομεῖ, πρὸς δὲ τὴν τῶν παιδευομένων σωτηρίαν οὐ μετρίως λυσιτελοῦν.

ἐπειδὴ γὰρ ἄνθρωπον ὁρῶντες, διὰ τὴν ἀπὸ γῆς σάρκα οὐκ ἐδέχοντο τὸν λόγον ὡς παρὰ Θεοῦ, πιθανὴν δέ τινα διὰ τοῦτο νοσεῖν ἐδόκουν τὴν ἀπείθειαν, ἀνατίθησι χρησίμως τῷ Θεῷ καὶ Πατρὶ τὴν διδασκάλιαν, ὁμοῦ καὶ πρᾶγμα λέγων ἀληθὲς, καὶ φόβῳ τοῦ θεομάχους εἶναι δοκεῖν ἀντιτείνοντας ἔτι τοῖς ἄνωθεν ὁρισμοῖς, καταδέχεσθαι πείθων τὰ λεγόμενα.

Ἰστέον δὲ ὅτι διὰ τοῦ πάλιν ἀπεστάλθαι λέγειν, οὐκ ἐν δευτέροις τῆς τοῦ Πατρὸς ἀξίας ἑαυτὸν ὄντα δεικνύει· οὐ γὰρ δουλοπρεπῆ νοητέον τὴν ἀποστολὴν, εἰ καὶ ὅτι μάλιστα τὴν τοῦ δούλου μορφὴν ἠμφιεσμένος, ἀνεγκλήτως ἂν λέγοι καὶ ταῦτα περὶ ἑαυτοῦ. ἀπεστάλη δὲ οὕτως ὡς λόγος ἐκ νοῦ, ὡς ἀπαύγασμα τὸ ἡλιακὸν ἐξ αὐτοῦ. ταῦτα γάρ πως ἐστὶ τῶν ἐν οἷς εἰσιν ἐκφαντικὰ, διὰ τοῦ προκύπτειν ἐπὶ τὸ ἔξω δοκεῖν, πλὴν τοῖς ἀφ᾽ ὧν εἰσιν ἐνυπάρχοντα φυσικῶς καὶ ἀδιαστάτως. οὐ γὰρ ἐπειδήπερ ἐξεδόθη λόγος ἐκ νοῦ, καὶ ἀπαύγασμα τυχὸν ἐξ ἡλίου, διὰ τοῦτο χρὴ πάντως οἴεσθαι τῶν ἐκβεβηκότων ὑπάρχειν ἔρημα τὰ γεννήσαντα, μᾶλλον δὲ κἀκεῖνα ἐν τούτοις, καὶ ταῦτα δὲ ἐν ἐκείνοις ἐνυπάρχοντα πάλιν ὀψόμεθα. ἄλογος γὰρ οὐκ ἔσται ποτὲ νοῦς, ἀλλ᾽ οὐδὲ λόγος οὐκ ἔχων τὸν ἐν αὐτῷ μορφωθέντα νοῦν. ἀναλόγως δὲ τούτῳ καὶ τὸ ἕτερον ἐκληψόμεθα. <Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.> Ἀζητήτως μὲν ἔδει καὶ παντὸς ἐνδοιασμοῦ δίχα τοὺς τῆς ἀληθείας παραδέξασθαι λόγους, καὶ τὸ ἅπαξ εἰρημένον, μὴ ἑτέρως ἔχειν δύνασθαι πιστεύειν, ἢ ὥσπερ ἂν εἶναι διωρίσατο. πλὴν οὐκ ἀναπόδεικτον ἐᾷ διὰ τοὺς ἀπειθοῦντας τὸ λεγόμενον, ἐναργεστάτην δὲ αὐτῷ καὶ σαφῆ λίαν ἐπάγει τὴν λύσιν, τέχνῃ πολλῇ κεράσας τοῦ λόγου τὸ σχῆμα.

καὶ τίς ἡ τέχνη, τίς δὲ τῆς οἰκονομίας ὁ λόγος, ἐροῦμεν πάλιν. ἐζήτουν αὐτὸν ἀποκτεῖναι διὰ τὸν πάρετον, τὸν ἐν τῷ σαββάτῳ θεραπευθέντα φημί. ὁμοῦ τοιγαροῦν ἠρέμα καὶ ὑποπλήττει διανοουμένους ἤδη κατ᾽ αὐτοῦ τὸ δεινὸν, καὶ τὴν ἐπ᾽ αὐτῷ μιαιφονίαν ὠδίνοντας διελέγχει σαφῶς, ὡς ἐπιθυμεῖν ἑλομένους πληροῦσθαι τὸ αὐτοῖς μᾶλλον ἤπερ τὸ τῷ νομοθέτῃ δοκοῦν. εἴσεσθε γὰρ τότε δὴ μάλιστα, φησὶ, τὴν παρ᾽ ἐμοῦ διδαχὴν, ὅτι τοῦ Θεοῦ καὶ Πατρός ἐστιν, ἐπὰν βούλοισθε τοῖς ἐκείνου μᾶλλον ἤπερ τοῖς οἰκείοις ἀκολουθῆσαι θελήμασι. θέλημα δὲ τοῦ νομοθέτου καὶ Θεοῦ, τὸ μιαιφονίας ἐξίστασθαι παντελῶς. τότε γὰρ τότε, φησὶν, οὐκ ἀδίκῳ μίσει προκατειλημμένοι, οὐδὲ τρόπῳ θηριοπρεπεῖ πρὸς οὐκ εὐκαίρους ὀργὰς ἐξωθούμενοι, διαγνώσεσθε σαφῶς, πότερον ἐκ Θεοῦ ἐστιν ὁ τῆς ἐμῆς διδαχῆς λόγος, ἢ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. οὐκοῦν τῷ χρησίμῳ συναναπλέξας τὸν ἔλεγχον, καταιτιᾶται δικαίως, ὡς οὐκ εὐλόγως ἐπισκώπτοντας οἷσπερ ἂν φαίη διδάσκων, συνευδοκοῦντος αὐτῷ καὶ συνεθέλοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ καὶ ὅπερ ἐστὶν ἀληθὲς, συνδιδάσκοντός τε καὶ συνεξηγουμένου. τίθησι δὲ τό Ἀπ᾽ ἐμαυτοῦ, ἀντὶ τοῦ ἰδιαζόντως, καὶ ἀποκεκομμένως κατὰ τὸ παντελὲς τοῦ κατὰ τὴν συνεθέλησιν καὶ ταυτοβουλίαν τοῦ Πατρός.

καὶ οὐ δήπου τις οἰήσεται, τὰ εἰκότα φρονῶν, τῶν οἰκείων ῥημάτων αὐτὸν ὡς κιβδήλων κατηγορεῖν, ἀλλ᾽ ὡς ἑτέρως οὐκ ἂν ἐσομένων πώποτε, εἰ μὴ κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ τοιαῦτά φησι. λαλεῖ γὰρ ὡς διὰ Λόγου καὶ σοφίας ἰδίας τοῦ ἰδίου γεννήματος· λαλεῖ δὲ πάντως οὐκ ἀπᾳδόντως ἑαυτῷ· πῶς γὰρ ἐνδέχεται; <Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ.> Σημεῖον τοῦτο τίθησιν ἐναργὲς τοῦ μὴ παντελῶς ἑαυτῷ τὴν ἐκ τοῦ διδάσκειν πραγματεύεσθαι δόξαν, τὸ μὴ ξένοις τισὶ καὶ ἀλλοτρίοις τοῦ νόμου προσχρῆσθαι λόγοις· τοῦτο γὰρ ἦν τὸ λαλεῖν ἀφ᾽ ἑαυτοῦ· καταπείθεσθαι δὲ μᾶλλον τοῖς ἤδη προτεθεσπισμένοις συμβουλεύειν αὐτοῖς, μόνην τοῦ γράμματος τὴν ἀνωφελῆ καὶ παχεῖαν ἀφιστῶντα σκιὰν, μετασκευάζοντά τε πιθανῶς εἰς πνευματικὴν θεωρίαν τὰ ἐν τύποις ἔτι λανθάνοντα· ὅπερ οὖν καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ φησίν “Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ ”πληρῶσαι.” τοῦτο πάλιν ἐνθάδε πλαγίως ὑποδηλοῖ· μόνην ἔχει τοῦ γράμματος μεταμόρφωσιν εἰς ἀλήθειαν ἡ εὐαγγελικὴ πολιτεία, καὶ Μωυσαϊκόν τι μετασκευάσας τύπον ἐπὶ τὸ πρεπωδέστερον, ἔχει τῆς ἐν πνεύματι λατρείας τὴν εἴδησιν. λαλεῖ τοιγαροῦν καὶ οὐκ ἀφ᾽ ἑαυτοῦ Χριστός· τουτέστι, ξένον οὐδὲν τῶν ἤδη προδιηγγελμένων.

οὐ γὰρ ἀποπέμπεται Μωυσέα, οὐδὲ τὴν ἐν νόμῳ παραιτεῖσθαι διδάσκει παίδευσιν, ἀλλὰ τοῖς ἐν τύπῳ σκιαγραφουμένοις, καθάπερ τι χρῶμα περιφανέστερον, ἐπαλείφειν τὴν ἀλήθειαν. εὐμεταχειρίστως δὲ σφόδρα τὰς τῶν Ἰουδαίων εὐνοίας ἐξωνούμενος, ἀνατίθησι τῷ Θεῷ τε καὶ Πατρὶ τιμήν τε καὶ δόξαν. ἐπειδὴ γὰρ οὐκ εἰδότες Ἰουδαῖοι τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, παρὰ μόνου τοῦ Πατρὸς ᾤοντο δεδόσθαι τὸν νόμον, εἰκότως αὐτὸν καὶ δοξάζεσθαι μὲν σωζομένου τοῦ νόμου διισχυρίζετο, καὶ τὸ ἐναντίον ὑπομένειν, εἰ μὴ φυλάττοιτο κατὰ λόγον. ἀλλ᾽ εἰ καὶ τῆς δόξης τοῦ Πατρὸς κοινωνός ἐστιν ὁ Υἱὸς, καὶ δι᾽ αὐτοῦ πρὸς Μωυσέα λελάληκεν ὁ Θεὸς καὶ Πατὴρ, ὅμως ταῖς ἐκείνων ὑπονοίαις οἰκονομικῶς συναινεῖ· ἐν δὲ τῷ μηδὲν ἀφ᾽ ἑαυτοῦ λαλεῖν, ὃ μὴ τῷ νόμῳ δοκεῖ, οὐ πάντως τὴν ἰδίαν ἐπείγεσθαι δόξαν οἰκοδομεῖν ὁμολογεῖ, ἀλλὰ τὴν τῷ νόμῳ χρεωστουμένην.

Πρὸς δέ γε τούτῳ, κἀκεῖνο θεωρητέον. πλαγίως γὰρ ἔτι καὶ ἐπεσκιασμένως ὑποπλήττει τοὺς Ἰουδαίους, περιπίπτοντας μὲν οἷς ἐγκαλοῦσιν ἀμαθῶς, ἑαυτοῖς δὲ μᾶλλον, ἤπερ τῷ πάντων δεσπότῃ Θεῷ τὴν δόξαν ἁρπάζειν κατειθισμένους, καὶ ὅπως, ἐρῶ. ἀποκλίνοντες γὰρ τῶν τοῦ νόμου διαταγμάτων, ἐπὶ τὸ δοκοῦν ἕκαστοι κατεφέροντο, “διδάσκοντες,” καθὰ γέγραπται, “διδασκαλίας ἐντάλματα ἀνθρώπων.” ἐπὶ τούτῳ πάλιν εὐφυῶς παρανομοῦντας ἐλέγχει Χριστὸς, καὶ εἰς αὐτὸν πλημμελοῦντας τὸν νομοθέτην, δι᾽ ὧν οὐ τοῖς ἐκείνου διαζῆν ὁρισμοῖς, προσκεῖσθαι δὲ μᾶλλον ταῖς παρ᾽ αὐτῶν διδασκαλίαις τοὺς ἀκροωμένους ἀνέπειθον. οὐκοῦν, κἂν ἀδιορίστως ἔτι καὶ ἀπολελυμένως λέγῃ Χριστός Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, τῆς τῶν Φαρισαίων ἀπονοίας ἐλέγχει τὴν νόσον, ὡς διὰ τοῦ μᾶλλον τὰ οἰκεῖα βούλεσθαι λαλεῖν τὴν τοῦ νομοθέτου κλέπτοντας δόξαν, καὶ περιπλανῶντας εἰς ἑαυτοὺς τὰ τῷ Θεῷ χρεωστούμενα, ἀφυλάκτως τε διὰ τοῦτο λοιπὸν καὶ φονεύειν αὐτὸν ἤδη βουλεύεσθαι. διὰ γάρ τοι τοῦτο μάλιστα παρανομοῦντας ἐλέγχει, πρόφασιν τοῦ λόγου ποιησάμενος οἰκονομικῶς, τὸ τηρεῖν ἐπείγεσθαι τὸν νόμον, διά τε τούτου τιμᾶν τὸν Θεὸν καὶ Πατέρα. ὁ δὲ ζητῶν φησιν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

ὡς τοῦ μὴ ζητοῦντος τὸ τοῦ Θεοῦ μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον, οὔτε ὄντος ἀληθοῦς, ἀλλὰ καὶ λίαν ἀδικωτάτου· οὐκ ἔστι μὲν γὰρ ἀληθὴς, ὡς συκοφαντῶν τὸν νόμον καὶ τὸ οἰκεῖον θέλημα παρεισφέρων αὐτῷ· ἀδικώτατος δὲ, ὡς τὸ τοῦ νομοθέτου δίκαιον κρῖμα παρωσάμενος, καὶ ἐν ἀμείνοσι τῶν δεσποτικῶν τὰ οἰκεῖα τιθείς. δίκαιος οὖν ἄρα καὶ ἀληθὴς ὁ Χριστὸς, οὐδενὶ τῶν εἰρημένων ὑποπίπτων ἐγκλήματι. <Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;> Διὰ πολλῶν εὑρημάτων ἐφ᾽ ἕνα συντρέχει σκοπὸν τοῦ Σωτῆρος ὁ λόγος. πλαγίως μὲν γὰρ ἐν τοῖς προλαβοῦσιν ὑπελέγξας τοὺς Φαρισαίους, ὡς προσῆκεν, οἰομένους, οὐχὶ τοῖς θεόθεν διατεταγμένοις καταπείθεσθαι δεῖν, ἀλλὰ γνώμας εἰσηγεῖσθαι τὰς ἑαυτῶν, θηρᾶσθαι δὲ μᾶλλον ἐπείγεσθαι τὴν παρὰ τῶν ὑπηκόων τιμὴν, καὶ οὐ τῷ πάντων ἀνατιθέντας Δεσπότῃ, ἀλλ᾽ εἰς τὸ σφῶν αὐτῶν περιέλκοντας πρόσωπον, ὡς ἐντεῦθεν ἤδη καὶ παρανομεῖν ἀποτολμᾶν εὐπετέστερον, ἑτέρῳ πάλιν καὶ δριμυτάτῳ χρησάμενος τρόπῳ, γυμνὸν αὐτοῖς ἤδη καὶ ἀκατακάλυπτον ἐξαρτύει τὸν ἔλεγχον. ἐπὶ γὰρ τῇ τοῦ σαββάτου λύσει κρινόμενος, καὶ παρανομίας ἀδικωτάτην ὑπομένων ἐπ᾽ αὐτῷ τὴν γραφὴν, οὐ καθ᾽ ἕνα λοιπὸν πλημμελοῦντας εἰς τὸν νόμον, ἀλλ᾽ ἤδη σύμπαν τὸ τῶν Ἰουδαίων ἔθνος παρ᾽ οὐδὲν ὅτι πεποίηται τὰ Μωυσέως διήλεγξε.

λέγετε γάρ μοι, φησὶν, οἱ τὸν ἐλεεῖν ἐν σαββάτῳ προθυμούμενον κατακρίνοντες, οἱ βδελυρωτάτην τὴν ἐπὶ τοῖς εὖ ποιοῦσιν ὁρίζοντες ψῆφον, καὶ τῶν οἰκτιρμόνων ἀνέδην καταδικάζοντες, ἆρ᾽ οὐχὶ διὰ Μωυσέως ὑμῖν, ὃν ἀεὶ θαυμάζετε, τὸ ἐπὶ τῷ μὴ χρῆναι μιαιφονεῖν δέδοται πρόσταγμα; οὐκ ἠκούσατε λέγοντος “Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτε- ”νεῖς;” τί τοιγαροῦν καὶ τὸν ἑαυτῶν λυπεῖτε Μωυσέα, προχείρως οὕτω τὸν ὁρισθέντα δι᾽ αὐτοῦ παραβαίνοντες νόμον; ἔλεγχος δὲ τούτου καὶ ἀπόδειξις ἐναργὴς, τὸ τὸν μηδὲν ἡμαρτηκότα διώκειν ἐμὲ, καὶ ἀναιρεῖν ἀδίκως ἐπείγεσθαι τὸν οὐδαμόθεν, ὅτι πρέποι τοῦτο παθεῖν αὐτὸ, κατηγορεῖσθαι δυνάμενον.

Οὐκοῦν ἐν ἤθει πολλῷ τοῦ Σωτῆρος ὁ λόγος, καὶ πληκτικώτατα μὲν ἐν τούτοις ταῖς τῶν Ἰουδαίων ἀπονοίαις ἐπιπηδᾷ, κατολισθαίνοντας δὲ ὥσπερ ἀχαλίνοις ὁρμαῖς ἐπὶ τὸ καταδικάζειν αὐτοῦ διὰ τὴν τοῦ σαββάτου παράβασιν, παρανομοῦντας ἐπιδεικνύει καὶ μιαιφονεῖν ἑλομένους, διά τε τοῦτο καὶ μόνον, εἰς ἁμαρτίαν τὴν ἁπασῶν καταπίπτειν χείρονα. μόνον δὲ οὐχὶ καὶ βοᾷ Πικρᾷ καὶ ἀνουθετήτῳ περιπεσόντα νόσῳ, καὶ ἀφορήτῳ λοιπὸν ἀῤῥωστίᾳ δαπανώμενον τεθεράπευκα τὸν παράλυτον, ἐν ἡμέρᾳ σαββάτου· ἀλλ᾽ εὖ ποιήσας, ὡς ἐφ᾽ ἅπασι τοῖς αἰσχίστοις ἁλοὺς κατακρίνομαι, καὶ φόνον διὰ τοῦτο τῆς ἐμῆς καθορίζετε κεφαλῆς. ποῖος οὖν ἄρα, φησὶ, τιμωρίας ὑμῖν εὑρεθήσεται τρόπος τῶν τολμημάτων ἐπάξιος; ἰδοὺ γὰρ παραβαίνετε μὲν καὶ αὐτοὶ τὸν νόμον· ὁ δὲ τῆς παραβάσεως λόγος, οὐ τοῖς ἐμοῖς ἐγκλήμασι παραπλήσιος· οὐ γὰρ εὖ ποιοῦντες, ὥσπερ κἀγὼ, τοῦτο δρᾶν ἀναπείθεσθε, ἀλλ᾽ εἰς φόνον ὁρῶντες, τὸν ἁπάσης πλημμελείας χείρονα. ποῦ τοιγαροῦν ἐν τούτοις ὑμῖν ὁ Μωυσῆς, δι᾽ ὃν ἐγὼ, καίτοι διασώζων, κρίνομαι; οὐκ αὐτὸς ὑμῖν τὸν ἐπὶ τούτῳ νόμον ὡρίσατο; μὴ ἄρα δὴ πάλιν, ὡς ἐμὸν πατήσαντες λόγον, παρ᾽ οὐδὲν ποιεῖσθε τὴν παράβασιν φονῶντες ἀδίκως;

τοιαῦτα μὲν οὖν πρὸς τοὺς ἀνοσίους Φαρισαίους εἰκότως ἂν λέγοι Χριστός· ἀφίστησι δὲ πρὸς τὸ παρὸν τοῦ οἰκείου προσώπου τὸν νόμον, καίτοι νομοθέτης ὑπάρχων αὐτὸς, μόνῳ δὲ ὥσπερ αὐτὸν ἀνατίθησι τῷ Πατρὶ, δι᾽ ἐκείνου δὴ μάλιστα δυσωπῶν ἀναισχυντοῦντας τοὺς Ἰουδαίους, ὃς εἶναι καὶ μείζων αὐτοῦ παρ᾽ ἐκείνοις ὑπείληπτο. καὶ γὰρ, ὡς πολλάκις εἰρήκαμεν, οὔπω κατὰ φύσιν ὄντα Θεὸν ἐπεγίνωσκον, ἀλλ᾽ οὐδὲ τῆς μετὰ σαρκὸς οἰκονομίας ᾔδεσάν πω τὸ βαθὺ μυστήριον, τὴν Μωυσέως δὲ μᾶλλον ἐθαύμαζον δόξαν. <Ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς.> Αἰσθάνονται τῶν ἐγκλημάτων, καὶ πικροῖς ἤδη τοῖς ἐντεῦθεν βαλλόμενοι λόγοις, χωροῦσι πρὸς ἄρνησιν, οὐκ αὐτοκυρίως τὸ μιαιφονεῖν παραιτούμενοι, μόνον δὲ τὸ δοκεῖν παραλύειν τὸν νόμον περισπουδάστως ἀποκρουόμενοι· ἐν μόνῃ γὰρ τῇ οἰήσει τῶν Φαρισαίων τὸ καύχημα. διὸ δὴ καὶ τάφους αὐτοὺς κεκονιαμένους ἀπεκάλει Χριστὸς, ἔξωθεν μὲν περικειμένους τῆς ἐκ τεχνῶν ἐπινοίας τὴν ὡραιότητα, γέμοντας δὲ κατὰ τὸ ἔσω τῆς νεκρῶν ἀκαθαρσίας. οἶμαι δὲ ὅτι καὶ τὸν ἐπὶ τῷ προσδοκῆσαί τι παθεῖν ἀφιστῶντες φόβον τὰ τοιαῦτά φασιν, οὐ τὸ θαρσεῖν ἀληθῶς ὡς οὐ πείσεται διδόντες αὐτῷ, ἀλλ᾽ εἰς ἐπικίνδυνον ἐξέλκοντες παῤῥησίαν, καὶ τὸ μὴ ἐπείγεσθαι διαλανθάνειν αὐτοὺς ἀναπείθειν οἰόμενοι.

τότε γὰρ ἦν δύνασθαι χαλεπὸν οὐδὲν ἐπιβουλεύειν αὐτῷ, κατά γε τὴν οὖσαν ἐν ἐκείνοις ὑπόνοιαν· ᾤοντο γὰρ ἀμαθῶς οὐκ εἰδότες τὸν διωκόμενον, ὅτι ταῖς παρ᾽ αὐτῶν δυστροπίαις ὑποκείσεται, κἂν μὴ βούληται παθεῖν, ἁλώσεται δὲ καθ᾽ ἕνα τῶν οὐκ εἰδότων τὸν ἐν ταῖς διανοίαις αὐτῶν διαλανθάνοντα λογισμόν. καρπὸς τοιγαροῦν δυστροπίας ἡ ἄρνησις, καὶ δυσσεβείας τῆς εἰς Χριστὸν ἕτερος τρόπος· δι᾽ ὧν γὰρ ἐπιχειροῦσιν, ὡς οὐκ ὂν ἀληθὲς ἀποκρούεσθαι τὸ παρ᾽ αὐτοῦ λελεγμένον, ὡς ψευσάμενον κατακρίνουσι, προστιθέντες “ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,” καθὰ γέγραπται. <Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε;> Ἀναγνωσόμεθα μὲν τὸ προκείμενον, ὡς ἐν ἐρωτήσει, καθ᾽ ὑποστιγμὴν καὶ τελείαν. πλὴν τὴν ἐν τῷ λόγῳ τέχνην οὐκ ἀγνοήσομεν, σοφωτάτην ἐν ἑαυτῷ τὴν οἰκονομίαν ὠδίνοντι. ἐπιτήρει γὰρ ὅπως τὴν ἐπὶ τῷ παρειμένῳ γεγενημένην φιλανθρωπίαν τοῖς Ἰουδαίοις ἐξηγούμενος, οὐκ ἀφυλάκτως φησί Τεθεράπευκα τὸν ἄνθρωπον ἐν σαββάτῳ, καὶ διὰ τοῦτο θαυμάζετε; ὑφειμένως δὲ μᾶλλον καὶ πολὺ λίαν εὐπεριστόλως Ἓν ἔργον ἐποίησα λέγει, τὴν ἐκ τοῦ πλήθους ἄκαιρον τιθασεύων ὀργήν· καὶ γὰρ ἦν οὐκ ἀπεικὸς διὰ τὴν ἐπὶ τῷ σαββάτῳ δηχθέντας παράβασιν, καταλιθοῦν ἤδη πειρᾶσθαι τὸν Ἰησοῦν.

ἀκριτόβουλον γάρ πως, κατὰ τοὺς παρ᾽ Ἕλλησι ποιητὰς, καὶ πρόχειρον εἰς ὀργὴν ἀεὶ τὸ πλῆθός ἐστι, καὶ λειοτάτῃ συμπνοίᾳ τῇ πρὸς ὅπερ ἂν βούλοιτο κεχρημένον, καὶ εἰς ἀκάθεκτον θράσος εὐκόλως ἀποταυρούμενον, γοργότερον δέ πως ἤπερ ἐχρῆν εἰς τὰς ἐπὶ τοῖς δεινοῖς ἁλίσκεται τόλμας. ἀποστήσας τοιγαροῦν τὸν ἐπὶ τῷ πράγματι κόμπον διὰ τὸ χρήσιμον, πραοτάτοις μὲν προσχρῆται λόγοις, ἐπιεικῶς δὲ σφόδρα φησίν Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε; ἐφ᾽ ἑνὶ, φησὶ, τούτῳ, καίτοι γεγονότι διὰ τὴν τοῦ κειμένου σωτηρίαν καὶ ζωὴν, ὡς ἐπ᾽ ἐκτόποις ὄντως τολμήμασι κατακρίνετε τὸν μεγαλουργὸν, καὶ εἰς μόνην ὁρῶντες τὴν τοῦ σαββάτου τιμὴν, οὐ τῷ παραδόξῳ τὸ θαῦμα χαρίζεσθε· τοῦτο γὰρ ἦν ὄντως τὸ πρεπωδέστερον· ἀλλ᾽ ὅτι λέλυταί πως κατὰ τὴν ἐνοῦσαν ὑμῖν ὑπόνοιαν ἀμαθῆ παράγγελμα νομικὸν, οὐκ ἐπὶ μικροῖς τισιν, ἢ καὶ οὐδενὸς ἀξίοις, ἀλλ᾽ ἐπ᾽ ἀνθρώπου σωτηρίᾳ καὶ ζωῇ, παραλόγως ἠγάσθητε, δέον ἐπαίνους μᾶλλον ἀπονέμειν αὐτῷ τῷ τὴν οὕτω μεγάλην καὶ θεοπρεπῆ κατημφιεσμένῳ δύναμιν. ἀπαίδευτος τοιγαροῦν καὶ διὰ τούτων ὁ τῶν Ἰουδαίων ἐλέγχεται δῆμος, ἐφ᾽ οἷς οὐ προσῆκε τὴν ἐπὶ τῷ τεθεραπευμένῳ δαπανήσας κατάπληξιν, καὶ οὐχὶ μᾶλλον αὐτὴν ἀναθεὶς τῷ παραδόξως διασώζοντι Χριστῷ.

ἰστέον δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ προσδιαλεγόμενος καὶ λέγων Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε, πλαγίως ὑπελέγχει πάλιν, καὶ τοιοῦτόν τι παραδηλοῖ. ἐφ᾽ ἑνὶ γὰρ τούτῳ, φησὶ, τῷ καθ᾽ ὑμᾶς πλημμελήματι τὴν ἐμὴν ἀποθαυμάζετε γνώμην, ὡς τῷ νομοθέτῃ προσκρούειν ἀποτολμήσαντος· εἶτα πῶς οἴεσθε διακεῖσθαι Θεὸν, οὐ καθάπαξ αὐτοὶ λυποῦντες τὸν νόμον, ἀλλ᾽ ὡς οὐδὲν παραβαίνοντες, τὰ ἐφ᾽ οἷς ἑτέρους κρίνετε; <Διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.> Βαθὺς μὲν ὁ λόγος καὶ δυσέφικτόν πως ἐστὶ τὸ ἐπὶ τῷ προκειμένῳ θεώρημα, πλὴν ἔσται καταφανὲς διὰ τὴν τοῦ φωτίζοντος χάριν.

διὰ πολλῶν τοιγαροῦν κατασοφιζόμενος λόγων τὴν τῶν Ἰουδαίων ἀπαιδευσίαν, καὶ διδάσκων πολυτρόπως, ἐπὶ τῇ τοῦ σαββάτου λύσει πρὸς ἀκαίρους ὀργὰς ὅτι μὴ προσῆκεν ἀποδημεῖν, διὰ τὸ κύριον εἶναι τοῦ σαββάτου τὸν υἱὸν τοῦ ἀνθρώπου· λοιπὸν ὀνήσας οὐδὲν διὰ τὴν τῶν ἀκροωμένων κακοβουλίαν, ἐφ᾽ ἕτερον οἰκονομίας διαβαίνει τρόπον, καὶ πειρᾶται δεικνύειν ἤδη σαφῶς αὐτὸν τὸν ἱεροφάντην Μωυσέα τὸν τοῦ νόμου διάκονον, τὸν ἐπὶ τῷ σαββάτῳ παραλύοντα νόμον διὰ τὴν περιτομὴν, τὴν ἐκ τῆς τῶν πατέρων συνηθείας μέχρι καὶ τῶν αὐτοῦ διήκουσαν χρόνων, ἵνα λοιπὸν εὐλόγως φαίνηται καὶ αὐτὸς πατρῷον ὥσπερ ἀποσώζων ἔθος, καὶ ἐπείπερ ἐν σαββάτῳ Θεὸς ἐργάζεται, διὰ τοῦτο καὶ ἑαυτὸν ἐνεργὸν ἐπιδεικνὺς, οὐδὲν ἡγούμενον τοῦ σαββάτου τὴν παράβασιν, διὰ τὸ συμφρονεῖν ἀεὶ τῷ γεννήσαντι. διὰ γὰρ τοῦτο καὶ ἔφασκεν “Ὁ Πατήρ μου ”ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.” ἵνα τοίνυν μὴ ἐμὲ, φησὶν, ἐνεργοῦντά τι κατὰ τὸ σάββατον βλέποντες, ὡς ἐπὶ ξένῳ καὶ παραλογωτάτῳ θαυμάζητε πράγματι, δέδωκεν ὑμῖν ὁ Μωυσῆς τὴν περιτομὴν ἐν σαββάτῳ, καὶ φθάσας ἐκεῖνος τὸν ἐπ᾽ αὐτῷ παρέλυσε νόμον. καὶ διὰ ποίαν αἰτίαν; οὐκ ἐνόμιζε πράττειν ὀρθῶς, τὸν τοῖς πατράσι διορισθέντα νόμον καὶ τὸ ἐξ ἐκείνων ἔθος ἀτιμάζων διὰ τὸ σάββατον. διὰ γὰρ τοῦτο καὶ ἐν σαββάτῳ περιτέμνεται ἄνθρωπος.

εἰ δὲ ὅτι προσήκοι τιμᾶν τὸ πατρῷον ἔθος ὁ Μωυσῆς ἐλογίζετο, καὶ κρεῖττον αὐτὸ τῆς εἰς τὸ σάββατον ἐτίθει τιμῆς, τί τεθορύβησθε μάτην ἐπ᾽ ἐμοὶ, καὶ ὥσπερ τινὰ τῶν παρανομεῖν ἀφυλάκτως εἰωθότων, ἐπὶ τῇ τοῦ νόμου καταφρονήσει θαυμάζετε; καίτοι τῷ γεγεννηκότι, φησὶ, τὰ ἴσα μὲν δρῶ, συμφρονῶ δὲ ἀεὶ πρὸς πᾶν τὸ δοκοῦν, καὶ ἐπείπερ ἐνεργής ἐστιν ἐν σαββάτῳ, τὸ ἀργεῖν ἐν αὐτῷ παραιτοῦμαι καλῶς. δεδωκέναι γεμὴν τὴν περιτομὴν τὸν Μωυσέα διισχυρίζεται, καίτοι μὴ οὖσαν ἐξ αὐτοῦ κατὰ τὸ ἀρτίως εἰρημένον, ἀλλ᾽ ἐκ τῶν πατέρων· διὰ τὸ δεδόσθαι μὲν τοῖς πατράσι τὴν ἐπὶ τῷ περιτέμνεσθαι δεῖν ἐντολήν· λεπτότερον δέ πως καὶ ἀκριβέστερον τὰ ἐπ᾽ αὐτῇ διωρίσθαι διὰ Μωυσέως. περιετμήθη μὲν γὰρ ὁ προπάτωρ Ἁβραὰμ, ἀλλ᾽ οὐκ ὀκταήμερος, οὐδὲ ζεῦγος ἐπ᾽ αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.

ΚΕΦΑΛΗ ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. <Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;> ΑΔΙΑΚΡΙΤΟΝ πως ἐστὶ τοῖς πολλοῖς τὸ ἀνάγνωσμα, καὶ οὐ σφόδρα σαφὲς εἰς διαίρεσιν, διὰ τοῦτο πρότερον ἐροῦμεν τὰ ἐπ᾽ αὐτῷ. ἀναγνωσόμεθα τοιγαροῦν κατὰ βραχὺ, παραμείβοντες τὴν ἐν τῇ λέξει συνθήκην· οὕτω γὰρ νοήσεις ἀκριβῶς τὸ δηλούμενον. Εἰ περιτομὴν τοιγαροῦν φησι λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; οὐ γὰρ δέχεται τὴν περιτομὴν ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως· λυέται γὰρ οὐκ ἀργοῦντος διὰ τὴν περιτομὴν τοῦ σαββάτου· ὡς γὰρ φθάσαντες ἤδη προεδιδάξαμεν, μᾶλλον δὲ ὡς αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, οὐκ ἐκ τοῦ Μωυσέως, ἀλλ᾽ ἐκ τῶν πατέρων ἐστὶν ἡ περιτομή. ὥστε διὰ τὴν ἐκ τῶν πατέρων περιτομὴν λύεταί πως ὁ νόμος ὁ Μωυσέως, ὁ ἐπὶ τῷ σαββάτῳ φημί. διά τοι τοῦτο Ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως, τοῖς τοῦ Σωτῆρος ῥήμασι συναπτέον· χολᾶτε γάρ μοι φησὶν ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ. τὰ μὲν οὖν τῆς διαιρέσεως, ἐν τούτοις ἤδη περιώρισται· ἰτέον δὲ καὶ πρὸς τὴν τῶν δηλουμένων ἐξήγησιν, εἰ καὶ σφόδρα δυσχερῆ πρὸς κατάληψιν.

φροντίδος τοιγαροῦν τῆς ἐπ᾽ ἀνθρώπῳ, φησὶ, τρόπος ἐστὶν ἡ περιτομὴ, καὶ αὐτὴν νικῶσα τὴν ἐπὶ τῷ σαββάτῳ διάταξιν. ἦν γὰρ ἀνάγκη τῷ παθόντι καὶ θεραπεύεσθαι. τί τοιγαροῦν τὸ ἀπεῖργόν ἐστιν, ἢ πῶς ἂν εὐλόγως διακωλύσειε τὸ πᾶν ὑγιάζεσθαι σῶμα τὸ ἐπὶ τῷ σαββάτῳ νομοθετούμενον, ἀνέγκλητον ἤδη τὴν λύσιν τῇ κατὰ μέρος καὶ βραχὺ θεραπείᾳ συγκεχωρηκός; περιτέμνεται γάρ τις, καὶ θεραπεύεται παθὼν, οὐ κατηγορούμενος ἐν σαββάτῳ. μάτην οὖν ἄρα, φησὶν, ἐπασχάλλετε τῷ τῶν ἀμεινόνων ἐργάτῃ τὴν τοῦ νόμου παράβασιν ἐπιφέροντες, ὅτε μὴ λυπεῖται νόμος καὶ ἐπὶ σμικρᾷ τῇ περιτομῇ παρὰ τοῦ Μωυσέως ἐξωθούμενος. ἀναπλέκεται δὲ διὰ τούτων συλλογισμὸς, ἀναπείθων εἰς συναίνεσιν, ὅτι μὴ προσήκοι λυπεῖσθαι μάτην αὐτοὺς, εἰ τύπος ἤδη τοῦ πράγματος γέγονεν ὁ Μωυσῆς, ᾧ συναγορεύειν παραλόγως ὅτι πρέποι νομίζοντες, καὶ εἰς τὸ χρῆναι μιαιφονεῖν κατεσύροντο παρ᾽ οὐδὲν τὸν δι᾽ ἐκείνου ποιούμενοι νόμον. <Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.> Ὁ νόμος, φησὶν, ᾧ συναγορεύειν ἐπείγεσθε, δι᾽ ὃν οὕτω καὶ εἰς ἀγρίαν ὀργὴν ἀνεκαύθητε, διαῤῥήδην βοᾷ ὅτι “Οὐ ”λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.”

οἱ τοίνυν ἐμὲ κατακρίνοντες, ὡς παρανομοῦντα διὰ τὸ σάββατον, καὶ ἐπὶ τούτῳ χαλεπαίνειν ὅτι καὶ μάλα προσήκοι διεγνωκότες, μελετήσατε τὴν εἰς τὸν νόμον τιμήν· δυσωπήθητε τὸ διηγγελμένον Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. εἰ μὲν γὰρ ἔξω τοῦ παρανομεῖν τεθείκατε τὸν Μωυσέα, καὶ τῆς ἐπὶ τούτῳ καταγνώσεως ἀμοιρεῖν εὖ μάλα ποιοῦντες λογίζεσθε, καίτοι παραλύοντα τὸν ἐπὶ τῷ σαββάτῳ θεσμὸν διὰ τὴν ἐκ πατέρων περιτομὴν, ἀπολύσατε τῶν ἐγκλημάτων καὶ τὸν Υἱὸν τῇ τοῦ Πατρὸς ἀεὶ συμφερόμενον γνώμῃ, καὶ τοῖς ἐκείνου συναινοῦντα θελήμασι, καὶ ἅπερ ἂν ἐργάζηται, ταῦτα καὶ αὐτὸν ὁμοίως ποιεῖν εἰθισμένον. εἰ δὲ μόνου καταδικάζετε τοῦ Υἱοῦ, Μωυσέα μὴ κρίνοντες, καίτοι τοῖς ἴσοις, φησὶν, ἐνεχόμενον, οἷσπερ ἂν οἴεσθε κἀμὲ διὰ τὸ σάββατον, πῶς οὐχὶ δὴ τὸν θεῖον πατοῦντες ἁλώσεσθε νόμον, καὶ τοῖς ἄνωθεν ἐνυβρίζοντες ὅροις καταληφθήσεσθε, αἰδοῖ τῇ περί τινας τὸν ἐπὶ τῷ τὰ δίκαια κρίνειν παραφθείροντες λόγον, καὶ τῶν θείων ἐνταλμάτων ποιούμενοι κρείττονα, τὸν ᾧ τὴν ἐκ προσωποληψίας αἰδὼ παρανομοῦντες χαρίζεσθε;

Ἐπιτηρείτω δὲ πάλιν ὁ συνετὸς ἀκροατὴς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν ἀξιάγαστον τέχνην. νόμου γὰρ ἑνὸς ἐγκαλούμενος λύσιν, διὰ πολλῶν ἄγαν παρανομοῦντας ἐλέγχει, μονονουχὶ τὸ εὐαγγελικὸν ἐκεῖνο λαλῶν “Τί δὲ ”βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, “τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;” κακὸν οὖν ἄρα τὸ κρίνειν ἑτέρους· “Ἐν ᾧ γάρ τις κρίνει τὸν ”ἕτερον, ἑαυτὸν κατακρίνει,” κατὰ τὸ γεγραμμένον. διάτοι τοῦτο καὶ παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος ἐλέγετο “Μὴ κρίνετε, ”καὶ οὐ μὴ κριθῆτε, μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικα- “σθῆτε.” καὶ ταῦτά φαμεν ἐν τοῖς καθ᾽ ἡμᾶς· παρανομήσει γὰρ οὐδαμῶς ὁ Χριστὸς, τοὺς ἑαυτοῦ μετατιθεὶς ἐφ᾽ ὅπερ ἂν βούληται νόμους, καὶ τῆς ἀληθείας τὴν εὔχροιαν ταῖς νομικαῖς ἐπιτάττων σκιαῖς· ἵνα δὴ λοιπὸν καὶ εἰς πνευματικὴν μεταβάλλοιτο θεωρίαν τὰ παχύτερόν πως τοῖς ἀρχαιοτέροις διατεταγμένα.

Ἐπειδὴ δὲ ἅπαξ ὁ λόγος ἡμῖν εἰς τὴν ἐπὶ τῷ σαββάτῳ καὶ τῇ περιτομῇ κατεῤῥύηκε μνήμην, οἶμαι δὴ πάλιν οὐ μεῖον εἰσοίσειν ἤπερ ἔδει τὸ κέρδος τῷ γε ὅλως φιλομαθεῖ, τὸ συνιδεῖν ἀκριβῶς, τοῦ μὲν ἂν εἴη σημαντικὸς ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, τί δ᾽ αὖ τὸ ὑποδηλούμενον διὰ τῆς ἐν ὀγδόῃ περιτομῆς, ἔτι τε πρὸς τούτῳ τὸ μαθεῖν καὶ διὰ ποίαν αἰτίαν ἡ περιτομὴ καὶ ἐν αὐτῷ λαμβάνεται τῷ σαββάτῳ, τῆς κατὰ νόμον ἀργίας οὐκ ἀνεχομένη· τὸν δὲ ἐφ᾽ ἑκάστῳ λόγον, ὡς ἂν οἷός τε ὦ, διευκρινησάμενος, σαφῆ ποιῆσαι πειράσομαι. προκείσεται δὲ πρῶτος ἡμῖν ὁ περὶ τῆς ἑβδόμης, ἤτοι τοῦ σαββάτου, καὶ τῆς ἀργίας τῆς ἐν αὐτῷ. οὕτω γὰρ ἂν γένοιτο καὶ τῶν ἐφεξῆς πρεπωδεστάτη λίαν ἡ βάσανος. οὐκοῦν ἤδη τὸν πρῶτον ἐπ᾽ αὐτῷ διορισθέντα νόμον, ὅπως τε καὶ τίνα τρόπον ἔφυ, ζητήσωμεν.

Ἐπειδὴ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας τὸν Ἰσραὴλ ἐξελὼν πρὸς τὴν ἄνωθέν τε καὶ ἀρχαίαν ἐλευθερίαν ἐκάλει Θεὸς διὰ τοῦ πανσόφου Μωυσέως, καὶ διὰ μέσης θαλάσσης ξηρῷ τρόπον τινὰ καὶ ἀβρόχῳ ποδὶ παραδόξως διενεγκὼν ἐπὶ τὴν τῆς ἐπαγγελίας ἐπείγεσθαι γῆν διεκελεύετο· λοιπὸν ἀναγκαίως προαφαγνίζεσθαι τρόπον τινὰ καὶ προκαθαίρεσθαι προσεθίζων αὐτοὺς, συνεκάλει μὲν εἰς ἐκκλησίαν ἐν τῷ ὄρει Σινᾷ· ἐν πυρὸς δὲ εἴδει καταφοιτήσας ἐπ᾽ αὐτὸ, τὰ πρὸς σωτηρίαν ἐνομοθέτει λέγων “Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ”ὅστις ἐξήγαγέ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· οὐκ “ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ ”εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ “ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς ”γῆς. οὐ προσκυνήσεις αὐτοῖς καὶ οὐ μὴ λατρεύσεις αὐτοῖς· “ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής.” ἔδει γὰρ ἔδει τῆς τῶν συμφερόντων νομοθεσίας ἐντεῦθεν ἀπάρχεσθαι, καὶ τοῖς εἰς θεογνωσίαν μαθήμασι προμυσταγωγεῖν τοὺς ἅπαξ παραστήσαντας ἑαυτοὺς εἰς δουλείαν καὶ ὑπακοὴν τῷ Θεῷ. ῥίζα γὰρ ἁπάσης ἀρετῆς ἡ θεογνωσία, καὶ κρηπὶς εὐσεβείας ἡ πίστις.

ἐπιδείξας τοιγαροῦν ἑαυτὸν, καὶ οἱονεὶ φανερὸν καταστήσας ἤδη, διὰ τοῦ εἰπεῖν Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, καὶ προγεωργήσας ἐν αὐτοῖς τὴν διὰ γνώσεως πίστιν, ἀποφήσας τε παντελῶς τὴν εἰδώλου κατασκευὴν, καὶ προσκύνησιν τῶν ψευδωνύμων θεῶν, ὅτι τὸ παραβαίνειν αὐτοῖς οὐκ ἀζήμιον, καὶ τὴν ἐκ τοῦ μεθίστασθαι κόλασιν εἰς ὄψιν ἄγει βοῶν “Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ”ἐπὶ ματαίῳ,” τουτέστιν, οὐ περιθήσεις εἰδώλῳ ματαίῳ τὸ θεῖόν τε καὶ φρικωδέστατον ὄνομα, “οὐ γὰρ μὴ, φησὶ, καθα- ”ρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.” ἔνοχον τοίνυν ἔσεσθαι διειπὼν οὐ μετρίῳ πταίσματι τὸν, ᾧπερ ἂν γένοιτο φίλον προσκυνεῖν ἑτέρῳ, καὶ ψευδώνυμον ἐπιγράφεσθαι θεὸν, καὶ ἀπειλήσας συμμέτρως, ἅτε δὴ καὶ ἐν ἀρχῇ πρὸς τὸ πιστεύειν ἠγμένοις, καὶ τρυφερωτέραν ἔχουσι τὴν διάνοιαν, τίθησιν ἐφεξῆς, καὶ δεύτερον ὥσπερ διετύπου νόμον “Μνήσθητι, λέγων, τὴν ἡμέραν τῶν σαββάτων ἁγιά- ”ζειν αὐτήν· ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα “σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ ”σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον·” εἶτα καὶ τίνα τοῦτο δρῶντες ἀπομιμήσονται χρησίμως ἐπιδεικνύς “Ἐν γὰρ ἓξ ”ἡμέραις ἐποίησε, φησὶ, Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν “καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ κατέπαυσε ”τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο ηὐλόγησε Κύριος τὴν “ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν.”

Τί οὖν ἄρα πάλιν, ἐρεῖ τις, ὁ ἐπὶ τῷ σαββάτῳ παρεδίδου θεσμός; δεύτερος δὲ καὶ γείτων εὐθὺς μετὰ τὴν ἐπὶ ταῖς παραβάσεσιν ἀπειλὴν εἰσενήνεκται διὰ ποίαν αἰτίαν; πρὸς δὴ καὶ τοῦτό φαμεν, ὡς ἔδει μὴ μόνον, ὅτι πείσονται τὰ δεινὰ τοῖς παραβαίνουσιν ἀπειλεῖν, μηδὲ μόνῳ τῷ δείματι πρὸς εὐλάβειαν ἀσφαλίζεσθαι τὸν Ἰσραήλ· δουλοπρεπέστερον γὰρ τὸ ἐν φόβῳ θεοσεβεῖν· ἀλλ᾽ ἐπιδεῖξαι καὶ τίνων ἔσονται μέτοχοι, ἢ καὶ εἰς ποῖον καταλήξουσι τέλος οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπρὶξ ἠρτημένοι. διορίζει τοιγαροῦν καὶ δίδωσιν ὡς ἐν τύπῳ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν τὴν ὑπόσχεσιν. σκιὰν γὰρ ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καθὰ γέγραπται, καὶ προγύμνασμά τι τῆς ἀληθείας τὸ ἐν αὐτῷ σχῆμα φαίνεται.

ἀργεῖν δὲ κελεύει τὴν τελευταίαν τῆς ἑβδομάδος ἡμέραν, τουτέστι τὸ σάββατον, καὶ ἀποπαύεσθαι μὲν ἔργου παντὸς, ἀνίεσθαι δὲ καὶ ἀνάπαυσιν ἐπιτηδεύειν ἐν αὐτῷ, τὴν ἐπὶ τέλει τῶν αἰώνων ἐσομένην τοῖς ἁγίοις ἀνάπαυσίν τε καὶ τρυφὴν διὰ τούτου δηλῶν, ὅτε τῆς ἐν κόσμῳ καταλήξαντες ζωῆς, καὶ τοὺς ἐπὶ ταῖς ἀγαθουργίαις ἱδρῶτας ἀπονιψάμενοι, τὴν ἄπονόν τε καὶ καμάτου δίχα παντὸς διαζήσονται βίον οἱ ἐν Χριστῷ, κατὰ τὸ εἰρημένον περὶ αὐτῶν διὰ τῆς τοῦ προφήτου φωνῆς “Ἐπιλήσονται γὰρ τὴν θλίψιν ”αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρ- “δίαν, ἀλλ᾽ εὐφροσύνη αἰώνιος ἐπὶ τὴν κεφαλὴν αὐτῶν· ἐπὶ ”γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται “αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.” καταλύσαντα τοίνυν, καὶ μονονουχὶ τῶν ἐπὶ τῇ δημιουργίᾳ πόνων καταλήξαντα τὸν Δημιουργὸν ἀπομιμούμενοι καὶ αὐτοὶ, τῶν ἐν τῷδε τῷ βίῳ καμάτων ἀποπαύσονται, πρὸς τρυφὴν ἀναβαίνοντες τὴν ἐπὶ τέλει τῶν αἰώνων δοθησομένην παρὰ Χριστοῦ. καὶ εἰς τοῦτον οἶμαι συντετάσθαι τὸν σκοπὸν τὴν ἐπὶ τῷ σαββάτῳ διατεταγμένην ἀργίαν.

Ἐπιτήρει δὲ ὅπως ἀποφατικῶς μέν φησιν ὁ νομοθέτης, τό Οὐ προσκυνήσεις θεοῖς ἑτέροις· τὸν δὲ ἐπὶ τῷ σαββάτῳ θεσμὸν γείτονα τούτῳ τιθεὶς τό Μνήσθητι λέγει, καὶ διὰ ποίαν αἰτίαν; ὅτι τοῦ μὲν μὴ προσκυνεῖν θεοῖς ἑτέροις ἤδη παρῆν ὁ καιρός. διὰ γάρ τοι τοῦτο καὶ ἐνεργοὺς εἶναι περὶ αὐτὸ παραχρῆμα διεκελεύετο, διὰ μνήμης δέ πως κατιδεῖν τὰ ἐσόμενα, καὶ τὰ ἐν τύποις ἔτι ζωγραφούμενα ταῖς ἐννοίαις προαναθεωρεῖν ἐνεδέχετο· εἶτα πρὸς τούτῳ κἀκεῖνο περισκεπτέον· εὖ γὰρ δὴ καὶ μάλα διατεταχὼς τὰ ἐπὶ τῇ πίστει παθήματα, τίθησιν εὐθὺς τῆς ἐπὶ τέλει τῶν αἰώνων ἐπαγγελίας τὴν μνήμην, εἶτα λοιπὸν τοὺς ἑτέρους ὁρίζει νόμους, τό “Τίμα, φημὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου,” καὶ τό Οὐ φονεύσεις, καὶ τὰ λοιπὰ, ἵνα μὴ ἐξ ἔργου δικαιοῦσθαι νομίζωμεν, μηδὲ τῶν οἰκείων πόνων καρπὸν τὴν ἄφθονον τοῦ Θεοῦ μεγαλοδωρεὰν, ἀλλ᾽ ἐκ πίστεως μᾶλλον ἑαυτοῖς ἔσεσθαι προσδοκήσωμεν. διὰ τοῦτο πρὸ τῶν νόμων τῆς κατ᾽ εὐσέβειαν πολιτείας, γείτων εὐθὺς τῇ πίστει τῶν ἐν ἐλπίσιν ἀγαθῶν ἡ χάρις εἰσβέβηκε.

Σημαίνει τοιγαροῦν ἡ κατὰ τὸ σάββατον ἀργία τὴν ἐν ἀναπαύσει καὶ ἁγιασμῷ τῶν ἁγίων ζωὴν, ὅτε δὴ σύμπαν ἀποδυσάμενοι τὸ λυποῦν, καὶ πόνου παντὸς καταλήξαντες, τοῖς θεόθεν ἐντρυφήσουσιν ἀγαθοῖς. καὶ γοῦν ὁ μακάριος Παῦλος, ὅτε τοὺς περὶ τούτων ἡμῖν ἐποιεῖτο λόγους, καὶ τὸν ἐπὶ τῷ σαββατισμῷ τοῦ λαοῦ διερευνήσασθαι τρόπον ἄριστά τε ποιῶν ἐδοκίμαζεν, οὕτω φησί “Τίσι δὲ ὤμοσε ”μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς “ἀπειθήσασι; καὶ βλέπομεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν ”διὰ ἀπιστίαν.” ἐπειδὴ γὰρ ᾤοντό τινες ἐκείνην εἶναι τῆς καταπαύσεως τὴν γῆν, εἰς ἣν ἐβάδιζον τῆς τῶν Αἰγυπτίων ἐκκεχωρηκότες, καίτοι ληφθεῖσαν εἰς τύπον τῆς τοῖς ἁγίοις δοθησομένης παρὰ Χριστοῦ, ἣν καὶ γῆν ζώντων ἀπεκάλεσεν ὁ Δαυεὶδ, πειρᾶται δεικνύειν ὁ σοφώτατος Παῦλος, ὅτι τύπος ἦν ἐκείνη τῆς προσδοκωμένης κατακληροδοτηθεῖσα τότε τοῖς υἱοῖς Ἰσραὴλ τοῖς Ἰησοῦ διατάγμασιν. ὅτι γὰρ εἰς τύπον τῆς ἀληθείας ἐκεῖνα λαμβάνεται, διελέγχει γοργῶς, ἀποδεικτικὸν τοῖς εἰρημένοις ἐπάγων συλλογισμόν. λέγει δὲ οὕτως “Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ ”πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾽ ἀπιστίαν, πάλιν “ὁρίζει τινὰ ἡμέραν Σήμερον ἐν Δαυεὶδ λέγων, μετὰ τοσοῦ- ”τον χρόνον, καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς “αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν ”τῷ παραπικρασμῷ.

εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, “οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.” ὁρᾷς ὅπως τὸ δοκοῦν ἀντιπίπτειν ἔλυσε γοργῶς; εἶπε γὰρ ἄν τις εὐθὺς πρὸς ἐκεῖνα τοῖς τῶν Ἰουδαίων ἐπαγωνιζόμενος λόγοις “Τί οὖν, ὦ βέλτιστε, φῄς; οὐκ εἰσκεκόμικεν ὁ Ἰησοῦς τὸν “λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας; οὐ κατέπαυσαν καὶ “ἐσαββάτισαν ἐν αὐτῇ;„ ναί φησιν, ἀλλ᾽ ὡς ἐν τύπῳ τῶν ἀληθινῶν καὶ μιμήματι. εἰ γὰρ ἐν τούτοις καὶ μόνοις ἡ τοῦ Θεοῦ χάρις, καὶ τῆς ἐπαγγελίας τῆς παρ᾽ αὐτοῦ τὸ μέτρον περιορίζεται, καὶ πεπλήρωται τῷ Ἰσραὴλ ἐν ἐκείνοις τὰ ἐν ἐλπίσι, δηλοῖ δὲ πρὸς τούτοις ἕτερον οὐδὲν τὸ γράμμα τὸ νομικὸν, κατὰ τίνα δὴ τρόπον, ὡς μή που καταπαύσαντος αὐτοὺς Ἰησοῦ, πάλιν ἕτερος διὰ τοῦ μακαρίου Δαυεὶδ ὁ τῆς καταπαύσεως ὁρίζεται καιρὸς, καίτοι τοσούτοις ὑστερίζοντος χρόνοις; σοφῶς οὖν ἄρα καὶ λίαν ἐμφρόνως τύπον ἐπιδείξας καὶ εἰκόνα πραγμάτων πνευματικῶν τὰ ἐν ταῖς ἱστορίαις κείμενα, τὸν κεκρυμμένον ἔτι καὶ διαλανθάνοντα λόγον ἐπὶ τῷ σαββάτῳ καταλαμπρύνει, προστιθείς “Ἄρα ἀπολείπεται ”σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. ὁ γὰρ εἰσελθὼν εἰς τὴν “κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ πάντων τῶν ”ἔργων αὐτοῦ, καθάπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.”

εἶτα πῶς ἐντεῦθεν οὐκ ἂν ἤδη λοιπὸν ὁμολογοῖτο σαφῶς, ὅτι τὸ καταλῦσαι πόνων τῶν ἐπ᾽ ἔργοις δηλαδὴ, σαββατισμὸν οἶδε τῶν ἁγίων ὁ νοῦς, ὅτε τοῖς ἤδη προειργασμένοις ἐν τῷδε τῷ βίῳ κατορθώμασι τὸ λαμπρὸν τῶν ἁγίων ἐντρυφήσει στῖφος, καθ᾽ ὁμοιότητα τοῦ πάντων Δημιουργοῦ, καταπαύσαντός τε καὶ εὐφραινομένου κατὰ τὴν ἑβδόμην ἡμέραν, ὥσπερ οὖν ἐν βιβλίῳ παροιμιῶν ἡ σοφία φησίν “Ἐγὼ ἤμην ᾗ προσέ- ”χαιρε, καθ᾽ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν “παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, ”καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.” οὐκοῦν· ἐπανήξω γὰρ αὖθις ἐπὶ τὸ ἐξ ἀρχῆς, καὶ τοῦ παντὸς λόγου τὸν σκοπὸν ἀναλήψομαι· τὴν ἄπονον τῶν ἁγίων ζωὴν ἡ κατὰ τὸ σάββατον ἀργία δηλοῖ. πάντα γὰρ δίχα πόνου τὰ ἀγαθὰ κατ᾽ ἐκεῖνο καιροῦ τοῖς ἁγίοις χορηγηθήσεται παρὰ Θεοῦ, καὶ οὔτε τὴν ἀρχέκακον ἁμαρτίαν ἐργασόμεθα τότε, διὰ τὸ πρόῤῥιζον αὐτὴν ἐξ ἡμῶν ἀπολέσθαι μετὰ τοῦ κατασπείρειν αὐτὴν ἐν ἡμῖν εἰωθότος, κατὰ τό “Οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ ”τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ, ἀλλ᾽ “ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται.” ἀλλὰ καὶ πάντων ἀκονιτὶ τῶν ἀγαθῶν τῶν ἁγίων ὁ νοῦς ἀνθέξεται. διὰ γάρ τοι τοῦτο καὶ ὁ συλλέγων ἐν σαββάτῳ τὰ ξύλα λιθόλευστος τελευτᾷ, ὡς ἀδικήσας ἐν τῷ τύπῳ τὴν ἀλήθειαν.

καταλύσαντες γὰρ καὶ εἰς ἐκείνην καταντήσαντες τὴν ἀνάπαυσιν, οὐκ ἐξελευσόμεθά ποτε τὸν ἀξιάγαστόν τε καὶ ἐν ἀρεταῖς διαφανῆ τρόπον, καθάπερ ἐκεῖνοι ἀπὸ τῆς ἰδίας σκηνῆς, ἀλλ᾽ οὐδὲ τὴν πυρὸς ἔτι τροφὸν καὶ μητέρα συλλέξομεν ἁμαρτίαν, ὡσπεροῦν ἐκεῖνος τὰ ξύλα διὰ πολλὴν ἄγαν ἀναισθησίαν, οὐ συνεὶς τὰ ἐν τύπῳ πρὸς ἀλήθειαν βλέποντα. διά τοι τοῦτο καὶ τοῖς λίθοις τοῖς ἀναισθήτοις, ἅτε δὴ καὶ ἁλοὺς ἐπ᾽ ἀναισθησίᾳ πολλῇ, παρὰ τῶν κολαζόντων ἐβάλλετο, γραφομένην ἔχων ἐν τῇ τιμωρίᾳ τὴν ποιότητα τοῦ τρόπου. ὅτι μὲν οὖν τότε τὴν βδελυρὰν ἁμαρτίαν οὐκ ἐργασόμεθα, δῆλον, ἀλλ᾽ οὐδὲ τὸ ὠφελοῦν ἱδρῶτι κατορθώσομεν· καὶ ὀψόμεθα πάλιν ὡς ἐν αἰνίγματι καὶ τοῦτο δηλούμενον ἐν βιβλίοις τοῖς Μωυσαϊκοῖς. δρόσου μὲν γὰρ δίκην ἐπηφίει τὸ μάννα τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἐρήμῳ Θεὸς, καὶ δέδωκεν ἄρτον ἀγγέλων αὐτοῖς, κατὰ τὸ γεγραμμένον· εἶτα καὶ νόμον ἐπ᾽ αὐτῷ διωρίζετο διὰ τοῦ πανσόφου Μωυσέως· προσεφώνει γὰρ οὕτως “Φάγετε σήμερον· ἔστι ”γὰρ σάββατα σήμερον τῷ Κυρίῳ, οὐχ εὑρήσετε ἐν τῷ “πεδίῳ· ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ”σάββατα, οὐκ ἔστιν ἐν αὐτῇ.”

ὑποδηλοῖ γὰρ, ὅτι πρὸ μὲν τῆς τῶν αἰώνων συστολῆς, πόνῳ τὸ ὠφελοῦν καὶ τὸ ἀποτρέφον ἡμᾶς εἰς ζωὴν τὴν αἰώνιον συναγείρειν ἀκόλουθον, ὡσπεροῦν ἐκεῖνοι τὴν πλατεῖαν περιθέοντες ἔρημον, ἁπανταχόθεν εἰς τροφὴν τὸ μάννα συνεκομίζοντο· ἐν δὲ τῇ ἑβδόμῃ, τουτέστιν, ἐπὶ τέλει λοιπὸν, ὁ μὲν τῆς τῶν χρησίμων συλλογῆς ἐξοίχεται καιρὸς, τοῖς δὲ ἤδη προπεπορισμένοις ἐντρυφήσομεν, κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ “Τοὺς ”καρποὺς τῶν πόνων σου φάγεσαι.” Ὁ μὲν οὖν νομοθέτης καὶ Θεὸς, οὐ ταῖς σκιαῖς ἐφηδόμενος, ἀλλ᾽ εἰς αὐτὴν ἤδη τὴν τῶν πραγμάτων εἰκόνα προαναβλέπων, διηγγέλλετο μὴ δεῖν ἐν σαββάτῳ πονεῖν. ἀλλ᾽ ὑπερφρονήσαντές τινες τοῦ διορισθέντος αὐτοῖς ἐπὶ τούτῳ νόμου, καὶ ῥιψοκινδύνως τῷ πάντων Δεσπότῃ προσκρούειν οὐ παραιτούμενοι, τὸ μὲν ὅτι προσήκοι βαδίζειν συγκομισομένους τὸ μάννα καὶ ἐν σαββάτῳ διεγνώκεσαν, καὶ οὐκ ἐν βουλαῖς τὸ τόλμημα μόναις, ἀλλ᾽ εἰς ἔργον ἤδη τὸ δοκοῦν διεξήγετο. ἐπισκήπτει τοιγαροῦν διὰ τοῦτο πάλιν αὐτοῖς ὁ νομοθέτης καί φησιν “Ἕως πότε οὐ βούλεσθε εἰσακούειν ”τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; ἴδετε, ὁ γὰρ Κύριος “ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην σάββατα· διὰ τοῦτο αὐτὸς ”δέδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθί- “σεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ὑμῶν ἐκπο- ”ρευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.”

ὁρᾷς ὅπως τὴν ἱδρῶτος καὶ πόνου παντὸς ἐλευθέραν ἡμῖν προαναπλάττων ζωὴν ἐν ταῖς κατὰ τύπον ἀργίαις, δρᾶν οὐδὲν ὅλως ἐφίησιν ἐν σαββάτῳ; συλλέγειν μὲν γὰρ οὐκ ἐᾷ, προσεπιτάττει δὲ τούτῳ, καὶ τὸ χρῆναι τὸν οἶκον ἀφέντα μηδαμόσε χωρεῖν, ἀλλ᾽ ἐκ τῶν ἰδίων μὴ ἐκπορεύεσθαι τόπων. καὶ τί πάλιν ἡμᾶς διὰ τούτου βούλεται μαθεῖν, ἐκθησόμεθα, συγγενὲς αὐτῷ καὶ ὡσαύτως ἔχον παραθέντες ῥητόν. προσελάλει τοιγαροῦν ὁ μακάριος προφήτης Ἱερεμίας τοῖς Ἰουδαίοις ὡδί “Τάδε λέγει Κύριος Φυλάξατε τὰς ψυχὰς ὑμῶν ”καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ “μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ἱερουσαλὴμ, καὶ μὴ ἐκφέ- ”ρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν “σαββάτων, καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ”ἡμέραν τῶν σαββάτων καθὼς ἐνετειλάμην τοῖς πατράσιν “ὑμῶν.” καὶ τί τὸ ἐντεῦθεν; εἰς ἕξιν ἡμᾶς προδιανιστὰς τὴν φιλάγρυπνον, φυλάττειν ἐπιτάττει τὴν ἰδίαν ψυχήν· οὕτω γὰρ ἂν ὑπάρξαι ῥᾳδίως καὶ τὸ δεῖν εἰσελάσαι λοιπὸν εἰς τὸν ἐν ἐλπίσι σαββατισμόν. ἀναφανεῖται δὲ ὅσα τοῖς τοῦδε τυχοῦσι τὰ ἀγαθὰ, διεσάφει καλῶς διὰ τῆς τῶν ἑτέρων ἐπαγωγῆς.

βαστάγματι μὲν γὰρ οὐκ ἐᾷ καταβρίθεσθαί τινας, ὡς οὐδενὸς ἔτι κατ᾽ ἐκεῖνο καιροῦ τὸ δυσαχθὲς τῆς ἁμαρτίας ἀναληψομένου φορτίον· ἁγιότητος γὰρ ὁ καιρὸς, οἰχομένης μὲν εἰς ἀναίρεσιν παντελῆ τῆς ἀρχαίας ἁμαρτίας, ἀνακαινιζομένης δὲ τῆς ἑκάστου ψυχῆς εἰς ἕξιν ἀκλινῶς τὴν φιλάρετον. ἀλλὰ καὶ τὸ ἔξω φοιτᾶν τῶν τῆς Ἱερουσαλὴμ οὐκ ἐφίησι πυλῶν. καὶ γὰρ δὴ κατὰ τὸν ἀληθῆ τε καὶ ὀρθῶς ἔχοντα λόγον οἰκήσει παγίως ὁ λαμπρὸς τῶν ἁγίων χορὸς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν οὐκ ἐκβήσεται πόλιν, ἔσται δὲ μᾶλλον διὰ παντὸς ἐν αὐτῇ καὶ πρὸς τὸ δύνασθαι δραπετεύειν οὐδαμῶς τῶν ἅπαξ δοθέντων ἀγαθῶν τῇ θείᾳ δυνάμει διακρατούμενος. “Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα ”καὶ ἡ κλῆσις τοῦ Θεοῦ,” κατὰ τὸν ἅγιον Παῦλον. ἐν δέ γε τῷ πάλιν εἰπεῖν Οὐκ ἐξελεύσεσθε ἕκαστος ἐκ τοῦ τόπου ὑμῶν, ἐκεῖνο δὴ μάλα σαφῶς ἔοικεν ὑποδηλοῦν. πολλαὶ μὲν γὰρ ὄντως αἱ μοναὶ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· καὶ τούτου δὴ πάλιν λαμπρῶς ἀνεπλήρου τὸν τύπον ἡ ἁγία σκηνὴ, δέκα λαμβάνουσα τὰς αὐλὰς, καὶ δοθήσεται μὲν ἑκάστῳ κατὰ τὴν ἀξίαν καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μονή· οἱ δὲ ὅλως ἐν κατασχέσει τῶν ἐκεῖσε σκηνωμάτων γεγενημένοι, διὰ παντὸς μὲν αὐτοὶ ἐνδιαιτήσονται, βαδιοῦνται δὲ οὐδαμῶς εἰς ἀπόπτωσιν τῶν ἐκ θείας αὐτοῖς ἀπονεμηθέντων δωρεᾶς.

καὶ ἀληθὴς ἡμῖν ὁ μάρτυς εἰσβήσεται· λέγει γὰρ οὕτως ὁ προφήτης Ἡσαΐας περὶ τῶν τοιούτων διειληφώς “Οἱ ὀφθαλμοί σου ὄψονται ”Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, “οὐδ᾽ οὐ μὴ κινηθῶσιν εἰς τὸν αἰῶνα χρόνον.” ἐν γὰρ τῷ μὴ σείεσθαι λέγειν τὰς ἐν τῇ πλουσίᾳ πόλει σκηνὰς, τὸ ἀμετάθετον τῆς ἐν αὐτῇ διαμονῆς καὶ ἐνδιαιτήσεως καταδηλοῖ. ἀλλὰ καὶ πρὸς τούτοις ἔτι, πᾶν ἔργον, φησὶν, οὐ ποιήσετε ἐν αὐτῇ, καὶ ἁγιάσετε τὴν ἡμέραν τῶν σαββάτων. καθάπερ ἤδη πολλάκις εἰρήκαμεν, ἀργίας τῆς ἐπ᾽ ἀμφοῖν καὶ ἀναπαύσεως ὁ καιρὸς, καὶ ὅλος ἅγιος ἀνατεθειμένος εἰς ἑορτὴν τῷ Χριστῷ.

Τὸ δὲ χρῆναι πάλιν ἡμᾶς ἐνεργεῖν μὲν ἐν σαββάτῳ μηδὲν, καταλύειν δὲ ὥσπερ καὶ ἀνεῖσθαι παντὸς τοῦ πρὸς ἱδρῶτα καλοῦντος καὶ πόνον, καὶ δι᾽ ἑτέρων ἐπιγνωσόμεθα. ἐν μὲν γὰρ τῇ ἐξόδῳ φησίν “Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ ”συνάξεις τὰ γεννήματα αὐτῆς· τῷ δὲ ἑβδόμῳ ἄφεσιν “ποιήσεις καὶ ἀνήσεις αὐτήν.” ἐν δὲ τῷ Λευιτικῷ “Ὅταν ”εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύ- “σεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα Κυρίῳ· ἓξ ἔτη ”σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου “καὶ συνάξεις τὸν καρπὸν αὐτῆς· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ”ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα Κυρίῳ.” τὴν μὲν γὰρ ἀναίσθητον τῶν πόνων οὐκ ἀνίησι γῆν, ἀλλ᾽ οὐδὲ αὐτῇ κυρίως τὸν ἐπὶ τούτοις ἐχαρίζετο νόμον, τὸ δὲ μὴ χρῆναι πονεῖν διὰ τοῦ τὴν γῆν ἀνεῖναι τοῖς αὐτὴν κεκτημένοις ἐπραγματεύετο. πολυτρόπως γὰρ ἡμῖν τὴν ἐπὶ Χριστῷ κατεσήμαινεν ἑορτὴν, καθ᾽ ἣν οἱ φόβῳ τῷ θείῳ συζήσαντες, εἰς παντελῆ καὶ ὁλόκληρον ἐλευθερίαν ἀναδραμοῦνται τὴν ἐν ἁγιασμῷ καὶ πλουσιωτάτῃ τοῦ Πνεύματος χάριτι. καὶ τοῦτο δὲ πάλιν δι᾽ αὐτῶν εἰσόμεθα τῶν Μωυσαικῶν ἐνταλμάτων. ἔχει γὰρ οὕτως “Ὅταν πραθῇ σοι ἀδελφός σου ἢ ἡ ἀδελφή ”σου, ὁ Ἑβραῖος ἢ ἡ Ἑβραία, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ “ἔτει τῷ ἑβδόμῳ ἄφεσις.”

οἱ γὰρ πάλαι τῇ ἁμαρτίᾳ δουλεύσαντες, καὶ ἡδονῇ τῇ πρὸς τὸ φαῦλον ἑαυτοὺς τρόπον τινὰ τῷ διαβόλῳ καταπωλήσαντες, δικαιωθέντες ἐν Χριστῷ διὰ τῆς πίστεως, εἰς τὸν ἀληθῆ καὶ ἅγιον ἀναβησόμεθα σαββατισμὸν, τὴν διὰ τῆς χάριτος ἐλευθερίαν ἠμφιεσμένοι, καὶ ἀγαθοῖς τοῖς θεόθεν λελαμπρυσμένοι.

ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσης ἡμῖν διανοίας τὸν ἐπὶ τῷ σαββάτῳ διαπτύξαντες λόγον, ἐπὶ τὴν τούτῳ γείτονα περιτομὴν τὸν ἐπὶ τῇ ζητήσει μετοίσομεν πόνον, πανταχόθεν τὸ λυσιτελὲς ὅτι πρέποι θηρᾶσθαι διεγνωκότες· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, καὶ γελοιότητος δὲ τῆς ἐσχάτης οὐκ ἀμοιροῦν, τὸ μὴ πάντα πόνον ἀδεῶς τῆς ἐν τούτοις γνώσεως ἀμείβεσθαι φιλεῖν. τί δὲ δὴ καὶ τὸ ἐξ αὐτῆς ὡς ἐν τύπῳ τοῖς ἀρχαιοτέροις ὑποδηλούμενον περιαθροῦντες πνευματικῶς, ἐκθησόμεθα πάλιν κατὰ τὸ μέτρον τῆς ἐπιχορηγίας τοῦ πάντα τὰ σκοτεινὰ φανεροῦντος Θεοῦ, καὶ θησαυροὺς ἡμῖν ἀποκρύφους ἀοράτους ἀνοίγοντος. τοῖς μὲν γὰρ πρὸς ἕξιν ἤδη βεβηκόσι τὴν ἀπροσδεᾶ, καὶ τελειοτέραν ἔχουσι τὴν διάνοιαν, ἐξέσται καὶ νοεῖν καὶ λαλεῖν τὰ πολὺ τούτων βελτίονα· ἡμεῖς δὲ τὰ εἰς νοῦν ἰόντα τὸν ἡμέτερον, κἂν τοῦ πρέποντος ὑστερίζειν δοκεῖ, τοῖς ἀκροωμένοις παραθήσομεν, οὐκ αἰδοῖ τοῦ μὴ δοκεῖν ἡττῆσθαι τινῶν τὴν φιλαδελφίαν λυπήσαντες, μᾶλλον δὲ τὸ γεγραμμένον εἰδότες “Δίδου σοφῷ ἀφορμὴν, καὶ ”σοφώτερος ἔσται· γνώριζε δὲ δικαίῳ, καὶ προσθήσει τοῦ “δέχεσθαι.”

πρῶτος τοιγαροῦν ἐπὶ τῇ περιτομῇ διωρίζετο νόμος, λέγοντος πρὸς Ἁβραὰμ τοῦ Θεοῦ “Σὺ τὴν διαθήκην ”μου διατηρήσεις, καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς “γενεὰς αὐτῶν· καὶ αὕτη ἡ διαθήκη μου ἣν διαθήσω ἀνὰ ”μέσον ὑμῶν καὶ ἐμοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου “μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται πᾶν ἀρσε- ”νικόν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας “ὑμῶν, καὶ ἔσται εἰς διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. ”καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῶν πᾶν ἀρσε- “νικόν.” ὁρισάμενος δὲ τὸν ἐπὶ τούτῳ νόμον, καὶ ὅτι προσήκοι πάντως αὐτοὺς τῆς ἀκροβυστίας τὴν σάρκα περιτέμνεσθαι διατεταχὼς, οὐκ ἀζήμιον ἀποφαίνει τοῦ νόμου τὴν παράβασιν, μυστηρίου τύπον ἀναγκαιοτάτου τὸ πρᾶγμα δεικνύς· ἐπιλέγει γὰρ τούτοις ἐφεξῆς “Καὶ ἔσται ἡ διαθήκη ”μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον· καὶ ἀπερίτ- “μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκρο- ”βυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ “ψυχὴ ἐκείνη ἐκ τοῦ σπέρματος αὐτῆς· ὅτι τὴν διαθήκην ”μου διεσκέδασεν.” ὁ μὲν οὖν θεσπέσιος Παῦλος σημεῖον ὥσπερ τι καὶ σφραγῖδα δεδόσθαι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τὴν περιτομὴν τῷ πατριάρχῃ διισχυρίσατο. σκοπὸς γὰρ ἦν, ὡς ἔοικεν, αὐτῷ καὶ περισπούδαστον ἐπιχείρημα, νομικοῦ παντὸς ἐπιτάγματος προανέχουσάν τε καὶ ἀρχαιοτέραν ἐπιδεῖξαι τὴν διὰ πίστεως κλῆσίν τε καὶ δικαιοσύνην.

ἐδυσώπει γὰρ οὕτω μόλις τοὺς ἐξ Ἰσραὴλ καὶ συνέπειθέ πως εἰς τὸ μὴ παράβασιν ἡγεῖσθαι τοῦ νόμου τὴν διὰ πίστεως δικαιοσύνην, ἐπαναδρομὴν δὲ μᾶλλον εἰς τὸ ἀπ᾽ ἀρχῆς, καὶ πρὸ νόμου παντός· ἀλλ᾽ ἐν καιρῷ περιενεγκὼν εἰς τὸ τέως ὠφελοῦν καὶ τῷ παρόντι χρήσιμον τοῦ λόγου τὴν δύναμιν, ἕτερόν τινα πάλιν εἰδὼς τῆς περιτομῆς τὸν τρόπον εὑρίσκεται. τὸ γὰρ ἐν σαρκὶ καυχᾶσθαι φιλεῖν τοῖς Ἰουδαίοις ἀπομαθεῖν συμβουλεύων, ἐπιστέλλει πάλιν “Οὐ γὰρ ὁ ἐν ”τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ “περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ ”καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ “ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.” ἢ γὰρ οὐχὶ διὰ τούτων καὶ ὑποπείθει λοιπὸν εἰς ἑτέρας ἐννοίας ἐπ᾽ ἐκείνῃ μεταβιβάζεσθαι, καὶ οὐ μέχρι τοῦ δεδόσθαι “σφραγῖδα τῆς ἐν ἀκρο- ”βυστίᾳ πίστεως,” τὴν περιτομὴν τῷ προπάτορι, διενθυμεῖσθαι βούλεται, ἀλλά τι καὶ μεῖζον ἐπὶ τούτῳ νοεῖν καὶ πνευματικόν;

Ζητητέον τοιγαροῦν καὶ περισκεπτέον οὐκ ἀνειμένως τίς ἡ ἐν πνεύματι περιτομὴ, τίνος δ᾽ ἂν νοοῖτο σύμβολον ἡ ἐν σαρκὶ τελουμένη, καὶ διὰ ποίαν αἰτίαν οὐκ ἀδιαφόρως, ἐν ᾗπερ ἂν ἡμέρᾳ τύχοι, μόνῃ δὲ ἐν ὀγδόῃ περιτέμνεται ἄνθρωπος. ἔστι τοίνυν οὐδενὶ τῶν ὄντων ἀμφίβολον, ὡς ἐπείπερ ἡμῖν ὁ σκοπὸς συντείνεται πρὸς τὸ θέλειν συνδεῖσθαι τῷ Θεῷ διὰ μεσίτου Χριστοῦ, διὰ τοῦτο δὴ πάντως καὶ προκαθαίρεσθαι πρέπει, προαγνίζεσθαι διὰ τρόπου παντὸς τοὺς εἰς οἰκειότητα διὰ πίστεως ἀναβαίνοντας τῷ πανάγνῳ Δεσπότῃ. ληψόμεθα δὲ εἰς ἀρίστην τοῦ τοιοῦδε πράγματος εἰκόνα τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν ἅγιον Μωυσέα “Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον ”αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια “ἑαυτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· ”τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος “Σινᾶ.” ἐν μὲν γὰρ τῷ προαγνίζεσθαι δεῖν, τὴν διὰ τρόπων ἐπιείκειαν ἐπιτηδεύειν βούλεται· ἐν δὲ τῷ χρῆναι τὰ ἄμφια περιπλύνειν αὐτοὺς, τὴν αὐτοῦ τοῦ σώματος ὑπεμφαίνει κάθαρσιν. ἄμφιον γὰρ ὥσπερ καὶ περιστολὴ τῆς ψυχῆς τὸ σῶμά ἐστιν.

Οὐκοῦν ἐπειδήπερ· ἀναβήσομαι γὰρ ἐπὶ τὴν τοῦ λόγου πρώτην τε καὶ ἀναγκαιοτάτην ἀρχήν· προαγνίζεσθαι πάντως ἐχρῆν τοὺς εἰς οἰκειότητα τρέχοντας τῷ ἁγίῳ Θεῷ, κατὰ τὸ παρ᾽ αὐτοῦ λεγόμενον “Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·” σύμβολον ἁγνισμοῦ διὰ τῆς ἐν σαρκὶ περιτομῆς τοῖς ἀρχαιοτέροις ὡρίζετο· καὶ ὅπως, ἐροῦμεν. τὴν τῶν καθ᾽ ἡμᾶς πραγμάτων διευκρινησάμενοι φύσιν, ἁμαρτίας ἁπάσης προβαδίζουσαν ἡδονὴν εὑρήσομεν· καὶ καλεῖ τις ἡμᾶς εἰς τὸ πλημμελεῖν ἐπιθυμία θερμὴ τῆς ἐνεργείας ἀεὶ προανίσχουσα, καὶ τὴν τῆς διανοίας σύνεσιν προαρπάζουσα, πείθουσά τε οὕτω λοιπὸν ἐπὶ τὴν τῶν αἱρεθέντων διεξαγωγὴν διὰ λειοτάτης ἔρχεσθαι τῆς ὁδοῦ. ἀληθῆ δέ πως ὄντα τὸν ἐπὶ τούτοις ἡμῶν λόγον ἀποφαίνει λέγων ὁ Χριστοῦ μαθητὴς, οὕτω βοῶν “Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ ”πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει “δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ”ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία “συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ”ἀποκύει θάνατον.” ὁρᾷς οὖν ὅπως ἐν ἐπιθυμίαις ταῖς ἐπί τισιν ἡ τῆς φαυλότητος προδημιουργεῖται γένεσις, καὶ ἐν ἐκτόποις ἡδοναῖς τὰ τῆς ἁμαρτίας προκυοφορεῖται σπέρματα;

προστάττει τοιγαροῦν ὁ νομοθέτης καὶ Θεὸς ἐκείνῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος, ἐν ᾧ καὶ δι᾽ οὗ τῶν ἡδονῶν ἡ γένεσις, τὸν περιτέμνοντα σίδηρον ἐπιφέρεσθαι, ἵνα δὴ μάθοις ὡς δι᾽ αἰνίγματος, ὡς ἀμήχανον ἡμᾶς ὀφθήσεσθαί ποτε καθαροὺς, εἰ μὴ τοῦ θείου λόγου τὴν τομωτάτην ἐνέργειαν ἐν καρδίᾳ δεξάμενοι, καὶ εἰς νοῦν λαβόντες τὴν τοῦ Πνεύματος μάχαιραν, τὰς ἐφ᾽ ἅπασι τοῖς αἰσχίστοις ἐπιθυμίας ἀποπεμψόμεθα, πράττοντες μὲν οὐδαμῶς τὰ ἐν ἰδίοις θελήμασι, κἂν ἡδίστην ἔχειν ὑποκρίνωνται τὴν ἀπόλαυσιν, μόνον δὲ τὸ δοκοῦν τῷ Θεῷ στέργειν καὶ δρᾶν ἀναπειθόμενοι. τοιαύτην ἡμῖν εἰσκομιζούσης τῆς ἀληθεστέρας περιτομῆς τὴν δύναμιν, πρὸς τοὺς ἐπὶ μόνῃ τῇ σαρκὶ μεγαλοφρονεῖν εἰωθότας εἰκότως ἂν λέγοιτο “Περιτμήθητε ”τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες “Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.” ὁ γὰρ τὴν σάρκα περιτεμνόμενος, μόνῃ περιτέτμηται τῇ σαρκὶ, ὁ δὲ τὴν ἐν πνεύματι περιτομὴν διὰ πίστεως τῆς εἰς Χριστὸν κομισάμενος, μόνῳ καὶ ἀληθῶς περιτέμνεται τῷ Θεῷ.

Δεχόμεθα δὲ τὴν ἐν πνεύματι περιτομὴν ἀνακομίζουσαν ἡμᾶς εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, σημεῖον τοῦτο τιθέμενοι τοῦ πρόξενον εἶναι ζωῆς τὴν ἐν πνεύματι περιτομὴν, καὶ συναινοῦντες τρόπον τινὰ δι᾽ αὐτοῦ τοῦ πράγματος, ὅτι συζησόμεθα τῷ Χριστῷ κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου· “Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ- ”πται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανε- “ρωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθή- ”σεσθε ἐν δόξῃ.” ἢ γὰρ οὐχὶ καὶ ἀληθεύων ἐρεῖ τις, ὅτι τῷ κόσμῳ τεθνήξεταί τις, τὰς ἐν κόσμῳ διὰ Θεὸν ἡδονὰς παραιτούμενος; τοιόσδε τις καὶ ὁ θεσπέσιος Παῦλος ἡμῖν ἀνεφαίνετο λέγων “Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν ”τῷ σταυρῷ τοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται “κἀγὼ τῷ κόσμῳ.” μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, τοῦ πᾶσαν τὴν ἐν ἡμῖν ἀκαθαρσίαν ἀχειροποιήτως περιτέμνοντος, ἐνεκρώθημεν τῷ κόσμῳ, ζῶμεν δὲ τὴν ἀρίστην ζωὴν τῷ Θεῷ. οὐκοῦν κατὰ τὴν ὀγδόην ἡ περιτομὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ οὐ πρὸ τῆς ὀγδόης· οὐ γὰρ πρὸ τῆς ἀναστάσεως ἡ τοῦ Πνεύματος δόσις, ἀλλὰ μετ᾽ ἐκείνην ἐστὶν, ἤτοι κατ᾽ αὐτὸν τῆς ἀναστάσεως τὸν καιρὸν, ὅτε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐνεφύσησε λέγων “Λάβετε Πνεῦμα Ἅγιον.”

Ἰουδαίοις μὲν οὖν ἡ διὰ σιδήρου πρεπωδεστέρα περιτομὴ, δοῦλοι γὰρ ἔτι καὶ ὑπὸ νόμον τὸν κολαστήν· κολάσεως δὲ σημεῖον ὁ σίδηρος· ἡμῖν δὲ ὡς ἐλευθέροις καὶ πνευματικοῖς ἡ διὰ Πνεύματος κάθαρσις, πάντα μὲν τῶν ἡμετέρων ψυχῶν ἐκπέμπουσα μολυσμὸν, τὸ δὲ τέλειον ἐν λαμπρότητι τῇ κατ᾽ εὐσέβειαν διὰ πίστεως εἰσκομίζουσα.

Ὅτι γὰρ διὰ τῆς ἀληθεστέρας καὶ πνευματικῆς περιτομῆς, τῆς κατ᾽ εὐσέβειαν τελειότητος ἀποπληροῦται τὸ καύχημα, περισκεψάμενοι πάλιν τὰ ἐπὶ τῷ πατριάρχῃ Ἁβραὰμ γεγραμμένα, θεωρήσομεν. γέγραπται τοίνυν περὶ τοῦ προπάτορος Ἁβραὰμ, ὡς ἦν μὲν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα τὸν ἀριθμὸν, ἐνομοθέτει δὲ τότε χρησίμως αὐτῷ τὴν περιτομὴν ὁ Θεὸς, σημεῖον ὥσπερ τι καὶ τοῦτο τιθεὶς ἐναργὲς, ὅτι πρόθυρον ὥσπερ καὶ προεισαγωγή τις ἐστὶ τῆς εἰς ἀρετὴν τελειότητος ἡ περιτομὴ, μᾶλλον δὲ οὐδὲ ὅλως ἀφίξεσθαί ποτε πρὸς τοῦτό τινα σαφῶς ὑποδηλῶν, μὴ τὴν ἐκ τῆς περιτομῆς σκιαγραφουμένην ἔχοντα κάθαρσιν· τελειότητος γὰρ σύμβολον ὁ ἑκατὸν ἀριθμός. πρὸ τῆς τελειότητος τοίνυν ἡ περιτομή. προβαδίζουσα γὰρ αὕτη πρὸς ἐκείνην ἡμᾶς ἀνακομίζει ῥᾳδίως. ἀλλ᾽ οὐ μέχρι τούτων ἡμῖν τὰ ἐκ τῆς περιτομῆς περιορίζεται χρήσιμα, περιτομῆς δέ φημι τῆς ἐν πνεύματι· ἀλλ᾽ ἤδη καὶ μόνοις αὐτὴν τοῖς κατὰ Χριστὸν ἐλευθέροις χρεωστουμένην εὑρήσομεν. ἐλεύθερος δὲ δήπου πάντως ἐστὶν ἐν Χριστῷ, τὴν μὲν ὑπὸ τῷ διαβόλῳ δουλείαν καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποσεισάμενος ὁ ἄνθρωπος, καὶ διαῤῥήξας μὲν τοὺς ἐκείνων δεσμοὺς, καθὰ γέγραπται, τὸ δὲ λαμπρόν τε καὶ ἀτυράννευτον τῆς δικαιοσύνης ἀναδησάμενος καύχημα, δικαιοσύνης δέ φημι τῆς ἐν πίστει Χριστοῦ.

Ὅτι δὲ πρέπουσαν ἐλευθέροις μὲν τὴν ἐν ὀγδόῃ περιτομὴν εὑρήσομεν, δούλοις δὲ οὐκ ἔτι, τὴν ἱεράν τε καὶ θείαν περινοστοῦντες γραφὴν, κατ᾽ οὐδένα πάλιν ἐνδοιάσομεν τρόπον. οὐκοῦν ὁ μὲν Ἰσμαὴλ, ὁ ἐκ θεραπαίνης τῆς Ἄγαρ τῷ πατριάρχῃ γεγεννημένος υἱὸς, περιετέμνετο μὲν, ἀλλ᾽ οὐκ ἐν ὀγδόῃ, ἐν ἔτει δὲ μᾶλλον τῷ τρισκαιδεκάτῳ· γέγραπται γὰρ οὕτως, ὅτι περιέτεμεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ δέκα καὶ τριῶν ἐτῶν, ἵνα τὸν τῆς δουλευούσης Ἱερουσαλὴμ υἱὸν, τουτέστι τὸν Ἰσραὴλ, καὶ τῆς ὀγδόης ἐκπεσόντα καὶ τῆς δωδεκάτης, ὁ θεῖος ἡμῖν ἐπιδείξῃ λόγος. ἐκπίπτει μὲν γὰρ τῆς ὀγδόης, ὡς οὐκ ἐθελήσας προσδέξασθαι τῆς ἐν ὀγδόῃ γενομένης ἀναστάσεως τὸ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, δι᾽ οὗπερ ἦν οὐκ ἀμφίβολον ὠφελουμένους εἰς πίστιν καὶ ἐν πνεύματι περιτέμνεσθαι. ἐκπίπτει δὲ πάλιν καὶ τῆς δωδεκάτης, ὡς ἐν αἰνίγματι τὸν ἱερὸν τῶν ἀποστόλων χορὸν ταῖς ἀπειθείαις ἐξωθούμενος, ἄγευστός τε καὶ παντελῶς ἀπείρατος τῆς παρ᾽ ἐκείνων διδασκαλίας διατελεῖν προθυμούμενος. ὁ μὲν οὖν οἰκέτης ἐν τούτοις· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐλεύθερος Ἰσαὰκ ἐν ὀγδόῃ περιτέμνεται.

οἱ γὰρ τῆς ἐλευθέρας ἐλεύθεροι παῖδες, τῆς ἄνω φαμὲν Ἱερουσαλὴμ, προσδεξάμενοι τὴν ὀγδόην, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ τὴν ἐν πνεύματι περιτομὴν πεπλουτήκασιν, ἁπάσης αὐτοὺς ἐλευθερώσασαν ἁμαρτίας, καὶ θανάτου μὲν ἀπαλλάττουσαν, ἐπειδὴ καὶ ἁμαρτίας, ἐξ ἧς καὶ δι᾽ ἣν ὁ θάνατος, εἰς δὲ τὴν Χριστοῦ ζωὴν μεθορμίζουσαν.

Ὅτι δὲ πάλιν πρὸς οἷς ἤδη φθάσαντες διειρήκαμεν, καὶ θανάτου λύσις καὶ φθορᾶς ἀνατροπὴ διὰ τῆς ἐν πνεύματι περιτομῆς εὑρίσκεται, θεωρήσομεν εὐκόλως, τὸ τῆς καλουμένης ἐξόδου πολυπραγμονοῦντες βιβλίον. Μωυσῆς μὲν γὰρ ὁ μακάριος διὰ θείου προστάγματος πρὸς Φαραὼ τὸν τῶν Αἰγυπτίων ἐστέλλετο τύραννον, ὅτι τῆς μακρᾶς ἐκείνης δουλείας ἀνεῖναι προσήκοι τὸν Ἰσραὴλ ἀπαγγέλλων. καὶ δὴ καὶ ἐβάδιζεν, ὡς ἤδη περιτευξόμενος ὧν εἰρήκαμεν χάριν· ἀλλ᾽ “ἐγένετο, φησὶν, ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι ”συνήντησεν αὐτῷ ἄγγελος, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι· “καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν ”τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ “παιδίου μου· καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ ”αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.” ἐνταῦθα μοι τίθει τὸ οὖς ἀκριβῶς· Μωυσέα μὲν γὰρ ὁ λεγόμενος ἄγγελος διαχειρίσασθαι καὶ ἀποκτεῖναι ζητεῖ, ἀναχωρεῖ δὲ μόλις αὐτοῦ καὶ ἀπανίσταται, τὴν τοῦ παιδίου περιτομὴν δυσωπούμενος, ἣν διὰ ψήφου Σεπφώρα δημιουργήσασα τὸ χρεὼν ἀποπληρῶσαί φησιν. ἔστη γὰρ τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου, τὸν Μωυσέως ὀλοθρευτὴν ἀποσοβοῦσα, βοᾷ.

ἀλλ᾽ εἰ μή τις καὶ τούτοις μυστικὸς ἐνεκρύπτετο λόγος, ποῖον ἂν εἰπέ μοι πιθανὸν ἐπιδείξαιτο νοῦν, τὸ τῇ τοῦ παιδίου περιτομῇ τὸν ἱεροφάντην σώζεσθαι Μωυσέα, καὶ θηρίου δίκην ἐπιπηδῶντα τὸν ὀλοθρευτὴν τῇ τοῦ αἵματος ἐπιδείξει καταλῆξαι μὲν τῆς ἐφόδου λοιπὸν, ἀνασειράζεσθαι δὲ ὥσπερ καὶ ὀπίσω χωρεῖν; οὐκοῦν· ἐπ᾽ ἐκεῖνο γὰρ δὴ καὶ πρῶτον βαδιοῦμαι τῶν ἄλλων· οὐκ ἤρκεσεν εἰς σωτηρίαν τῷ μακαρίῳ Μωυσεῖ τὸ ἐκ τῆς ἰδίας περιτομῆς ἀγαθὸν, ἤτοι καύχημα. δεῖν γὰρ οἶμαι μᾶλλον οὕτως εἰπεῖν. οὐ γὰρ ἀνατρέψει τὸν θάνατον κατὰ παντὸς ἀδιακρίτως ἐρχόμενον, πονηροῦ τε καὶ ἀγαθοῦ, τῆς κατὰ νόμον περιτομῆς ἡ δύναμις. φοβεῖ δὲ καὶ ἄκοντα, καὶ ἀνατρέπει λυσσῶντα, τοῦ νέου λαοῦ, τουτέστι, τῶν εἰς Χριστὸν πεπιστευκότων ἡ ἐν πνεύματι περιτομὴ, διὰ τῆς Σεπφώρας, τουτέστι τῆς Ἐκκλησίας, ἄριστα δὴ λίαν ἐπιτελουμένη.

Πῶς οὖν, εἴποι τις ἂν καὶ λίαν εἰκότως, ἐν τῇ τοῦ νέου λαοῦ κατὰ πνεῦμα περιτομῇ καὶ ὁ ταύτης ἀπείρατος Ἰσραὴλ περισώζεται; πρὸς δὴ τοῦτό φαμεν, ὡς ὅσον μὲν ἧκεν εἰς τὸ μὴ θελῆσαι τὸν Ἰσραὴλ παραδέξασθαι τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, βεβασίλευκεν ἂν καὶ εἰς τὸ διηνεκὲς ὁ θάνατος· ἐπειδὴ δὲ οἱ πιστεύσαντες παρεδέξαντο, δι᾽ αὐτοὺς εἰς ὅλην διέβη τὴν φύσιν ἡ τῆς ἀναστάσεως χάρις, προτεινομένη τρόπον τινὰ τοῖς ὅλοις διὰ τῆς ἐν πνεύματι περιτομῆς· εἰ καὶ πολλή τις ἡ τῆς ἀναστάσεως ἔν τε τούτοις κἀκείνοις ὁρᾶται διαφορά. οἱ μὲν γὰρ τὸ πιστεύειν εἰς Χριστὸν ἐξωθούμενοι, καὶ ταῖς ἀπειθείαις ὑβρίζοντες τὸν χορηγὸν τῆς ζωῆς, ὅσον εἰς τὸ μόνον ἀναβιῶναι τὴν ἀπὸ τῆς ἀναστάσεως κερδανοῦσι δύναμιν· ἀναβιώσονται γὰρ εἰς κατάκρισιν, οὐκ ἀγαπήσαντες τὸν δικαιοῦντα Χριστόν· οἱ δὲ τῆς τοῦ Σωτῆρος ἀναστάσεως θαυμασταὶ, καὶ τῶν ἐνταλμάτων γνήσιοι φύλακες, “εἰς ἀνάστασιν ζωῆς,” καθὰ γέγραπται, τῆς ἐν ᾗπέρ εἰσιν ἐξοιχήσονται γῆς. παραπέμψει τοιγαροῦν ὁ ἐν πνεύματι περιτετμημένος λαὸς καὶ εἰς τοὺς ἀπίστους ἔτι τὸ ἴδιον ἀγαθόν. αὐτῷ γὰρ κυρίως ἡ τῆς ἀναστάσεως ὀφείλεται χάρις, παραπέμψει δὲ καὶ εἰς ἑτέρους αὐτὴν, ὅλην ἐκ τέχνης ἀνασῶσαι τὴν φύσιν ἐθελήσαντος τοῦ Θεοῦ.

ὡς γὰρ ὁ Παῦλός φησιν, ὥσπερ ἡμεῖς ἠπειθήσαμέν ποτε τῷ ἐλέῳ τοῦ Ἰσραὴλ, ἵνα διὰ τῆς ἐκείνων εὐπειθείας τὴν διὰ Χριστοῦ κερδάνωμεν χάριν· “οὕτω καὶ ”αὐτοὶ νῦν ἠπείθησαν τῷ ἡμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ “πάλιν ἐλεηθῶσι,” παραπέμποντος καὶ εἰς αὐτοὺς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῆς ἡμετέρας πίστεως τὸ ἐκ τῆς ἀναστάσεως ἀγαθόν. τὰ γὰρ τοῖς πιστεύουσι χρεωστούμενα, πρεπωδέστερον ὅλῃ δωρεῖται τῇ φύσει. διὰ γάρ τοι τοῦτο καὶ ὁ θεσπέσιος ἡμῖν ἀπόστολος Παῦλος τὸ περὶ τῆς ἐσομένης ἀναστάσεως ἀποκαλύπτων μυστήριον, ἀπαρχὴν μὲν τὸν Χριστὸν ἀναστήσεσθαι λέγει. καὶ γὰρ δὴ καὶ ἐγήγερται πρῶτος ἐκ νεκρῶν, ἀλλ᾽ “ἔπειτα, φησὶν, οἱ τοῦ ”Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.” πρὸ γὰρ τῶν ἄλλων ἁπάντων τοὺς οἰκειωθέντας αὐτῷ διὰ πίστεως δεῖ ἀναστήσεσθαι λέγει, χρεωστουμένην αὐτοῖς δὴ μάλιστα κυρίως τε καὶ ἰδικῶς ἐπιδεικνύων τὴν ἀνάστασιν, εἰ καὶ εἰς ὅλην διικνεῖται τὴν φύσιν, ἐξ ἀγαθότητος δηλονότι καὶ φιλανθρωπίας τοῦ παντελῶς καταργῆσαι τὸν θάνατον ἐθελήσαντος Θεοῦ.

Ἐπιτήρει δὲ ὅπως οὐ σιδήρῳ περιτέμνει τὸ παιδίον ἡ Σεπφώρα· κολαστὴς γὰρ ὁ σίδηρος, καὶ τοῖς ὑπὸ νόμον τὸν κολάζοντα πρέπων· ἀλλὰ ψήφῳ, καθὰ γέγραπται, νοουμένῃ εἰς τύπον Χριστοῦ. τὸ γὰρ ἄθραυστόν τε καὶ στερεὸν ἐφ᾽ ἅπασι τῆς τοῦ Μονογενοῦς φύσεως διὰ τούτου σημαίνεται. τοιγάρτοι καὶ ἀδάμαντα τὸν Χριστὸν ὁ Θεὸς καὶ Πατὴρ ἐν ἁγίοις προφήταις ἀπεκάλει λέγων “Ἰδοὺ ἐγὼ ἐντάσσω ”ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραήλ.” τὸ γὰρ μηδαμόθεν εἴκειν τοῖς ἀντιπίπτουσι δύνασθαι τὴν θείαν τε καὶ ἄῤῥητον τοῦ Λόγου φύσιν, ὡς ἐν σχήματι πάλιν ὁ ἀδάμας ἡμῖν σημαίνει· οὕτω δὲ ἡμῖν καὶ ὁ θεσπέσιος Ἰησοῦς, μετὰ τὴν Μωυσέως στρατηγίαν καὶ τὴν ἐκείνου τελευτὴν εἰς ἡγεμονίαν κεκλημένος, ψήφῳ τῇ θείᾳ καθαροὺς ἀπετέλει τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐπείπερ τῆς τῶν πολεμίων χειρὸς κατεξανίστασθαι χρῆν, προεξοπλίζεσθαι τρόπον τινὰ διὰ τῆς περιτομῆς εὖ μάλα διεκελεύετο, οὐχ ἑτέρως ἔσεσθαι τοῦ πίπτειν ἀμείνους καὶ θανάτου κρείττονας τοὺς ὅσον οὐδέπω μαχομένους εἰδώς.

Γέγραπται δὲ οὕτως περὶ αὐτοῦ “Καὶ εἶπε Κύριος τῷ ”Ἰησοῦ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας “ἀκροτόμου, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ. καὶ ”ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας, καὶ περιέτεμε τοὺς “υἱοὺς Ἰσραήλ.” ἐν γὰρ δὴ τούτοις ἡμῖν τὸ μὲν τῆς πέτρας ὄνομα, τὸ οἱονεὶ πεπηγός τε καὶ ἄθραυστον τοῦ Θεοῦ Λόγου· τὸ δὲ λεγόμενον ἀκρότομον, τὴν ἐν τῷ καθικνεῖσθαι λεπτῶς εἰς ἅπαντα δύναμιν καὶ τὴν ὀξυτάτην ἐνέργειαν αὐτοῦ δηλοῖ, ἐπεὶ καὶ Παῦλος ἡμῖν, ὁ τοῖς ἱεροῖς τε καὶ θείοις ἐντεθραμμένος γράμμασι “ζῶντα καὶ ἐνεργῆ, καὶ ”τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον” τὸν θεῖον ἀποκαλεῖ λόγον, διικνεῖσθαί τε φησὶν αὐτὸν “ἄχρι μερισμοῦ ”ψυχῆς καὶ πνεύματος.” ὁ δὲ οὕτως λεπτὸς καὶ τομὸς, ἐν καρδίαις ταῖς ἡμετέραις διὰ τοῦ ἰδίου καθικνούμενος Πνεύματος, ἀπαλλάττει μὲν ἁπάσης ἀκαθαρσίας· περιτεμὼν δὲ, ὡς οὐκ ἔστιν εἰπεῖν, τὰ ἐφ᾽ οἷς ἐσμεν τῆς ἐσχάτης βδελυρίας ἀνάπλεῳ, καὶ ἁγίους καὶ ἀμώμους ἀπεργάζεται. ὅρα γάρ μοι διαφανεστάτην ἐν τούτοις τὴν τῆς ἀληθείας εἰκόνα. ἔστι γὰρ ὁ μὲν περιτέμνων Ἰησοῦς, οἱ δὲ ὑπομένοντες τοῦτο παρ᾽ αὐτοῦ, “πᾶν παιδίον νέον, καθὰ γέγραπται, ὅστις οὐκ οἶδε ”σήμερον ἀγαθὸν ἢ κακόν.”

οἱ μὲν γὰρ τῆς Αἰγυπτίων ἐκδεδημηκότες, τῆς ἀπειθείας ὀψώνιον τὴν θείαν εἶχον ὀργὴν, καὶ πολυειδὴς αὐτοὺς κατὰ τὴν ἔρημον ἐξεδέχετο κόλασις, δόξαν εἰκότως τῷ πανάγνῳ Θεῷ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν αὐτῶν. οἱ δὲ αὖ μετ᾽ ἐκείνους τῶν τῆς ἀπειθείας ἐγκλημάτων ἐλεύθεροι, τύπον ἀνεπλήρουν τοῦ νέου λαοῦ, ὡς καὶ τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ λαμβάνειν, κατοιχομένου πρὸς ἀπώλειαν, καθάπερ ἀρτίως ἐλέγομεν, τοῦ ἀρχαίου καὶ πρώτου λαοῦ, τουτέστι τοῦ Ἰσραήλ. περιτέμνεται γεμὴν ὁ εὐγενὴς καὶ νέος λαὸς, Ἰησοῦ διατάττοντος, πέραν τοῦ Ἰορδάνου, καθὰ γέγραπται. ἔχει γὰρ οὕτω καὶ τὰ ἐκ τῆς ἀληθείας θεωρούμενα. δεξόμεθα γὰρ οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἐν καρδίᾳ περιτομὴν, οὔπω τὸν μυστικὸν διαβιβασθέντες Ἰορδάνην, ἀλλ᾽ ἐπέκεινα γεγονότες τῶν ἁγίων ὑδάτων. ἐπειδὴ δὲ περιετμήθη πᾶς ὁ λαὸς διὰ προστάγματος Ἰησοῦ, τὸ ἐκ τοῦ πράγματος εὐθὺς ἀνακαλύπτει χρήσιμον ὁ νομοθέτης, καί φησι πρὸς τὸν ἅγιον Ἰησοῦν “Ἐν τῇ σήμερον ἡμέρᾳ ”ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ᾽ ὑμῶν.” ἐπὶ τίσιν οὖν ἄρα τὸν Ἰσραὴλ ὠφελεῖσθαι δώσομεν περὶ τῆς περιτομῆς; ἢ ποῖον αὐτὸν ὀνειδισμὸν ἀφαιρεθῆναί φαμεν; τὴν δουλείαν δηλονότι, καὶ τὸ ἐξ ἀσθενείας ἕτοιμον εἰς πλεονεξίαν, καὶ προσέτι πόνους τοὺς ἐπὶ πηλῷ καὶ πλινθείᾳ. ὁρᾷς ὅσων ἀπαλλάττει κακῶν τῆς ἐν πνεύματι νοουμένης περιτομῆς ἡ δύναμις;

ἐξέλκει μὲν γὰρ τῆς τοῦ διαβόλου χειρὸς τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἐλευθέραν καὶ ἀνειμένην τῆς τυραννούσης ἐν ἡμῖν ἁμαρτίας ἀποτελεῖ, καὶ πλεονεξίας ἁπάσης τῆς ἐκ πονηρῶν δαιμονίων ἀμείνω δεικνύει. ἀλλὰ καὶ πηλοῦ καὶ πλινθείας ἀνίησιν, οὐ γὰρ ἔτι ταῖς τῆς σαρκὸς μεμολυσμένον ἡδοναῖς, ἢ τοῖς περὶ γῆν ἐγκαταφύρεσθαι πόνοις ἐᾷ, ἐλευθεροῖ δὲ καὶ θανάτου καὶ φθορᾶς, καὶ οὐκ ἐν τούτοις ὅλα τὰ ἐκ τῆς περιτομῆς, ἀλλὰ καὶ θείας φύσεως ἀποτελεῖ κοινωνοὺς διὰ μετοχῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.

Ἐπισυνάπτει γὰρ τοῖς εἰρημένοις ὁ τοῦ βιβλίου συγγραφεὺς, ὅτι “Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ ”τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, καὶ ἐφάγοσαν ἀπὸ “τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα.” οὐ γὰρ ἔστιν ἑτέρως δύνασθαι μετασχεῖν τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ᾽ οὐδὲ τὴν ἄζυμόν τε καὶ νέαν τῶν εὐαγγελικῶν κηρυγμάτων εὑρέσθαι τροφὴν, μὴ προπαρελθόντας μὲν τὸν μυστικὸν Ἰορδάνην, τὴν δὲ ἐκ τοῦ ζῶντος Λόγου λαβόντας περιτομὴν, καὶ προαποτριψαμένους τρόπον τινὰ, καθάπερ κηλῖδα ψυχῆς, τὸν ὀνειδισμὸν Αἰγύπτου, κατὰ τὸν ἀρτίως ἡμῖν διερμηνευθέντα τρόπον.

Ὅτι γὰρ ὡς ὀνειδισμοῦ καὶ ἀκαθαρσίας ἀνάμεστον ἁπάσης τὸν οὔπω περιτετμημένον καταμυσάττεται Θεὸς, οὐ τὴν σάρκα βδελυττόμενος, ἣν οὐκ ἀπηξίωσε δημιουργεῖν· ἀλλὰ τὸν ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς ὑγιῶς ἔτι καὶ ὁλοκλήρως, ἵνα οὕτως εἴπωμεν, ἔχοντα, διὰ τὸ μηδὲν ἀποβαλεῖν, διαγνωσόμεθα πάλιν, ὅταν εὕρωμεν λέγοντα πρὸς τὸν ἅγιον Μωυσέα καὶ τὸν Ἀαρών “Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ”ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾽ αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς “καὶ ἀργυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπ᾽ ”αὐτοῦ.” ἐξείργει μὲν γὰρ παντελῶς τὸν ἀλλόφυλον, τὸν οὔπω διὰ πίστεως προσοικειωθέντα Χριστῷ διὰ τούτου δηλῶν· τὸν δέ γε τῇ ἁμαρτίᾳ δουλεύοντα, καὶ τῷ διαβόλῳ τρόπον τινὰ καταπεπραμένον, προπεριτμηθέντα καὶ προκεκαθαρμένον τῶν ἱερωτάτων ἅπτεσθαι κρεῶν εὐκαίρως δὴ λίαν ἐφίησι τότε. καθαροὶ γὰρ μᾶλλον καθαρῶς μεθέξομεν τοῦ Χριστοῦ, κατὰ τὸ ἐν ταῖς ἐκκλησίαις εὐρύθμως ἀναφωνούμενον Τὰ ἅγια τοῖς ἁγίοις. καὶ γὰρ ἦν ὄντως δίκαιόν τε καὶ πρέπον, ἀποθανόντος ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ οὐ τοῖς κατὰ νόμον ἡμᾶς περιῤῥαντηρίοις καθαρίσαντος, ἀλλ᾽ αἵματι τῷ ἰδίῳ, καὶ ἡμᾶς αὐτῷ τὴν ἰδίαν ἀναθεῖναι ζωὴν, καὶ ὡς ἐν τάξει δικαίων ὀφλημάτων καταθέσθαι λοιπὸν τὸ μὴ πολιτεύεσθαι μὲν ἑαυτοῖς, ἀντιδιδόναι δὲ ὡσπερεὶ τὴν ὁλοσχερῆ πρὸς ἁγιασμὸν ἀφιέρωσιν τῶν ἡμετέρων ψυχῶν.

ὅτι γὰρ ἡμᾶς τὸ τίμιον αἷμα καὶ ὁ θάνατος τοῦ ὑπὲρ πάντων ἀποθανόντος Χριστοῦ, καὶ παντὸς διέσωσε κακοῦ, καὶ τῆς ἐν πνεύματι περιτομῆς γέγονε πρόξενον, δι᾽ ἧς τὸ συνάπτεσθαι τῷ ἐπὶ πάντας Θεῷ κερδαίνομεν, κἀν τούτῳ πάλιν ὀψόμεθα. γέγραπται γάρ τι τοιοῦτο ἐπὶ τῷ μετὰ Μωυσέα γεγονότι στρατηγῷ, φημὶ δὲ πάλιν Ἰησοῦ τῷ τοῦ Ναυῆ “Καὶ ἐγένετο μετ᾽ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ ”δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. καὶ ἔθαψαν αὐτὸν πρὸς “τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ· ἐκεῖ ἔθηκαν μετ᾽ αὐτοῦ εἰς ”τὸ μνῆμα ἐν ᾧ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς “πετρίνας ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραήλ.” ἐθάπτετο μὲν γὰρ τεθνεὼς ὁ μακάριος Ἰησοῦς· παρεπήγνυντο δὲ χρησίμως αἱ μάχαιραι τῷ μνημείῳ, πρὸς τὸν τῆς περιτομῆς ὑπουργήσασαι τύπον· ἵνα πάλιν ἡμεῖς διὰ τούτου συνῶμεν, ὅτι τῷ θανάτῳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῆς ἐν πνεύματι περιτομῆς παραπέπηγεν ἡ χάρις ἡ πάντων ἡμῖν τῶν οὐρανίων ἀγαθῶν προμνήστρια.

Ἐκληψόμεθα τοίνυν τὴν ἐν ὀγδόῃ περιτομὴν, Ἰουδαϊκὸν νοοῦντες οὐδὲν, τὴν διὰ Πνεύματος κάθαρσιν, ἐν πίστει καὶ ἀναστάσει Χριστοῦ, πάσης ἁμαρτίας ἀποβολὴν, θανάτου καὶ φθορᾶς ἀναίρεσιν, πρόξενον ἁγιασμοῦ καὶ οἰκειότητος τῆς εἰς Χριστὸν, ἐλευθερίας εἰκόνα, τῆς πρὸς Θεὸν οἰκειώσεως ὁδόν τε καὶ θύραν.

Ἅλις μὲν οὖν ἤδη τῶν ἐπὶ τούτοις πανταχόθεν ἡμῖν ἠρανισμένων θεωρημάτων πνευματικῶν, διῃρημένοιν δὲ ὡς εἰκὸς τοῖν δυοῖν κεφαλαίοιν, ἑκάστῳ τε τὸν αὐτῷ πρέποντα διηντληκότες λόγον· λεῖπον ἂν εἴη καὶ χρεωστούμενον εἰπεῖν, ὅτου δὴ χάριν τῆς περιτομῆς τὸ χρῆμα τὸ πνευματικὸν κατανεανιεύεταί πως καὶ τῆς τοῦ σαββάτου τιμῆς. δεκτὴ γὰρ ἡ περιτομὴ καὶ ἐν σαββάτῳ, τὸν ἐπ᾽ αὐτῷ τῆς ἀργίας οὐ καταφρίττουσα νόμον. κατασημαίνοντος τοίνυν τοῦ μὲν ἐν ἑβδόμῃ σαββατισμοῦ τὴν ἐκ φαυλότητος ἁπάσης ῥᾳστώνην τε καὶ ἀργίαν, καὶ τὴν ἀπὸ τῆς ἁμαρτίας σχολὴν, σημαινούσης δὲ πάλιν τῆς ἐν πνεύματι περιτομῆς οὐδὲν παρὰ ταῦτα ἕτερον, ὡς ἐν ἐξηλλαγμένῳ τρόπῳ· τὸ γὰρ οἶμαι τῶν περιττῶν ἐπιθυμιῶν ἀπαλλάττεσθαι καὶ ἡδονῆς τῆς πλείονος, τὴν ἐκ φαυλότητος ἀργίαν ὠδίνειν διαφανῶς· οὐχ ὅπως κατ᾽ οὐδένα παραλύουσαν τρόπον τὸν ἐπὶ τῷ σαββάτῳ νόμον τὴν περιτομὴν εὑρήσομεν, ἀλλ᾽ ἤδη καὶ συνασπίζουσαν καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν μονονουχὶ καὶ συνθέουσαν λόγον, καὶ ὅτι προσῆκεν ἀργεῖν καὶ ἀνεῖσθαι φαυλότητος ἀναφανδὸν ἀγορεύουσαν, ὡς εἶναι ταὐτὸν ἀμφότερα, τό τε περιτέμνεσθαι λέγω, καὶ τὸ ἀργεῖν ἐν σαββάτῳ, καθόσονπερ ἄν τις ἄριστά γε ποιῶν ὑπολάβοι, κατὰ τὴν ἐξ ἀμφοῖν εἰς ἕνα σκοπὸν συνδρομήν. οὐ γὰρ δήπου τῷ παχεῖ τῆς ἱστορίας προσεδρεύσομεν τύπῳ, προσβαλοῦμεν δὲ μᾶλλον πνευματικῶς τοῖς λογίοις τοῦ Πνεύματος.

οὐκοῦν ἀκατηγορήτως καὶ ἐν σαββάτῳ τὸ ἐκ τῆς περιτομῆς εἰσβήσεται χρήσιμον, ἐπεὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, “βεβη- ”λοῦσιν οἱ ἱερεῖς ἐν τῷ ναῷ τὸ σάββατον” ἱερουργοῦντες ἐν αὐτῷ, καὶ τῶν συνήθων οὐ καταλήγοντες, “καὶ ἀναίτιοί ”εἰσιν,” ὡς αὐτὸς αὐτοῖς μεμαρτύρηκεν ὁ Κριτὴς, εὖ δὴ μάλα καὶ λίαν εἰκότως. ἔργων γὰρ ἱερῶν καὶ τῶν ὅσα τὸ θεῖον εὐφραίνει ποῖος ἂν γένοιτο καιρὸς, ὅτι προσῆκεν ἡμᾶς ἀποσχέσθαι λέγων; τὸ δὲ καταλήγειν τῆς ἐν εὐσεβείᾳ σπουδῆς κατὰ τίνα χρόνον οὐκ ἐπιζήμιον; φαυλότητος οὖν ἄρα καὶ μόνης τῆς βδελυρᾶς ἁμαρτίας ἀξιεπαινετωτάτην ἔχει κατάλυσιν καὶ ἀνοκωχὴν ἡ κατὰ τὸ σάββατον ἀργία, διακωλύει δὲ οὐδαμῶς ἔργοις μὲν ἐφήδεσθαι τοῖς ἱεροῖς, ὅπερ δ᾽ ἂν οἴηταί τις πρὸς ὠφέλειαν ἔσεσθαι τῇ οἰκείᾳ ψυχῇ, τοῦτο καὶ λίαν ἐπείγεσθαι περαίνειν ὀρθῶς ἀνεγκλήτως ἐφίησι. τοῦτο δ᾽ ἂν ἴδοις αὐτὸ καὶ ἐν τῇ δυνάμει τῆς περιτομῆς εἰσκεκομισμένον τὸ χρήσιμον. ἐν γὰρ τῷ τὰς εἰς τὸ φαῦλον ἡδονὰς ἀποτέμνειν, ἀργίας μὲν τῆς εἰς ἁμαρτίας ὁρᾶται γένεσις, λατρείας δὲ τῆς ἐν πνεύματι καὶ πολιτείας τῆς ἱερωτάτης ἀρχή· ἀλλ᾽ ἥ γε διαφορὰ μικρὰ μὲν ἐν τούτοις, ἀναγκαία δ᾽ οὖν ὅμως. τὸ γὰρ ἄμφω μὴ ἐν ἑβδόμῃ τελεῖσθαι προστάττειν, μήτε μὴν ἐν ὀγδόῃ τυχὸν, ὅτι διέσταλταί πως ὁ ἐφ᾽ ἑκάστῳ λόγος δίδωσιν ἐννοεῖν. ἀλλ᾽ ἔχει τινὰ καὶ τοῦτο διάνοιαν, οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται.

τὸ γὰρ ἀργῆσαι φαυλότητος, οὔπω πάντως ἐστὶ καὶ φαυλότητος ἀποβολή. ἠρεμεῖ γὰρ πολλάκις ἐν ἡμῖν τὰ πάθη, τῆς μὲν διανοίας οὐκ ἔξωθεν ὄντα κατὰ τὸ πάντη· λογισμῷ δὲ τῷ σώφρονι, καθάπερ τινὶ χαλινῷ περιενεχθέντα βιαίως εἰς ἀπᾴδουσαν αὐτοῖς ἡσυχίαν, ἀλλὰ καὶ τοῖς εἰς ἄσκησιν πόνοις καὶ οὐχ ἑκόντα παραχωρεῖ· τὸ δὲ ἀποσείσασθαι πάθος, ὅσον ἀνθρώπῳ πρέπει, πάντως γε δήπου καὶ ἕτερόν τι παρ᾽ ἐκεῖνό ἐστι, καὶ πολύ τι μεῖζον παρὰ τὸ ἀργῆσαι πάθους. διεσκευασμένων δὲ οὕτω τῶν ἐπὶ τούτοις λόγων, προσήκει λοιπὸν ἐννοεῖν, ὡς οὐ πρότερον ἐπὶ τὴν τῶν παθῶν, ἤτοι τῶν ἐξ ἡδονῆς πταισμάτων, ἥξομεν ἀποβολὴν, ὃ καὶ διὰ τῆς περιτομῆς σημαίνεται, μὴ οὐχὶ τῆς κατ᾽ ἐνέργειαν δραστικῆς κακίας προκαταλύοντες, καὶ ἱστῶντες ὥσπερ εἰς ἀργίαν τὰ εἰς πλημμέλειαν τρέχοντα τοῦ νοῦ κινήματα. βαθμῷ γὰρ ὥσπερ τινὶ τότε τῷ τοιούτῳ χρησάμενοι, καὶ προσέτι μεῖζον καὶ ὑπερτεροῦν ῥᾳδίως ἀναβησόμεθα, τὴν ὁλοσχερῆ φημι τῶν παθῶν ἀποτομήν. ἀλλὰ τὸ μὲν ἀργῆσαι πάθους, ἔχει τινὰ μοῖραν τοῦ καὶ ἐφ᾽ ἡμῖν κεῖσθαι δοκεῖν· καταλήξομεν γὰρ τοῦ κακοῦ τοῖς ἀμείνοσι τῶν ἰδίων θελημάτων ἐπιδιδόντες τὴν ῥοπήν· τὸ δὲ ἀπαλλάττεσθαι πάθους, οὐχὶ πάντως ἐφ᾽ ἡμῖν, ἔργον δ᾽ ἂν εἴη πρέπον ὄντως Χριστῷ τῷ παθόντι ὑπὲρ ἡμῶν, ἵνα καὶ πάντας ἀναῤῥυθμίσῃ πρὸς καινότητα ζωῆς.

διάτοι τοῦτο τὴν μὲν ὀγδόην ἡ περιτομὴ πρεπόντως ἀπεκληρώσατο, τὸν ἀνακαινιστὴν, ἵν᾽ οὕτως εἴπω, τῆς ἀναστάσεως εἰσκομίζουσα καιρόν. γείτονα δὲ τὴν ὀπίσω βραχὺ, τὴν ἑβδόμην, ἡ ἀργία. λείπεται γάρ πως καὶ ὀπίσω κεῖται βραχὺ τῆς ὁλοκλήρου τῶν παθῶν ἀποτομῆς, ἡ πρόσκαιρός τε καὶ κατὰ θέλησιν ἀργία.