Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Ε'

Εξέταση του θαύματος του πολλαπλασιασμού των άρτων και της πεζοπορίας επί της θαλάσσης. Εκτενής θεολογική ανάπτυξη για τον Χριστό ως άρτο της ζωής και το μυστήριο της θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 13

ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα, καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα· προκειμένου ῥητοῦ Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα· προκειμένου ῥητοῦ Οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ τῷ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ᾽ αὐτὸς ἑκὼν τοῦτο ὑπὲρ ἡμῶν πέπονθεν, ἵνα πάντας διασώσῃ· προκειμένου ῥητοῦ Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτὸν ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ. δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον· προκειμένου ῥητοῦ Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί. ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ [αὐτο]σοφία καὶ δύναμις αὐτοῦ· προκειμένου ῥητοῦ Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. <Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;> ἙΟΡΤΗΣ οὔσης τῆς κατὰ νόμον σκηνοπηγίας κατωνομασμένης, καὶ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, τῆς περιοικίδος συνδεδραμηκότων Ἰουδαίων εἰς Ἱεροσόλυμα· τοῦτο γὰρ ἦν τὸ τῷ νομοθέτῃ δοκοῦν· τὴν πρὸς ἅπαντας διδασκαλίαν ἐποιεῖτο Χριστός. οὐ γὰρ δήπου μόνοις προσελάλει τοῖς ἀστικοῖς. οὐκοῦν ἀνάγκη ζητεῖν τόν γε ὅλως χρηστομαθῆ καὶ φιλήκοον, τί τὸ πεπεικὸς τὸν θεῖον ἡμῖν Εὐαγγελιστὴν, τὴν μὲν ἄλλην ἅπασαν τῶν Ἰουδαίων ἀγέλην σιωπῶσαν εἰσάγειν, Ἱεροσολυμίταις δὲ μόνοις τὸν ἐπὶ τούτῳ προσάψαι λόγον· τί δὲ ἄρα διεσκεμμένοι καὶ καθ᾽ ἑαυτοὺς ἐνθυμούμενοι τὰ τοιαῦτά φασιν· σχῆμα γὰρ τῷ λόγῳ περιτέθειται βαθύ. τί τοιγαροῦν πρὸς τοῦτο ἐροῦμεν; οὐκ εὐαρίθμητα κατὰ τὸ ἄστυ σημεῖα πεποιηκότος τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συχνότερον δὲ τοῖς Ἱεροσολύμοις ἐνδιατρίβοντος, ὑποπείθονται δέ πως, ἠρέμα βαδίζουσιν εἰς τὸ λοιπὸν θελῆσαι πιστεύειν αὐτῷ τῶν κατὰ τὸ ἄστυ τινὲς, ἀλλ᾽ οὔτε γυμνῶς, οὔτε μὴν ἐλευθέρως ἀγαπᾶν ἀπετόλμων, τῷ τῶν ἡγουμένων καταπτοούμενοι θράσει, καὶ πρὸς δέος ἐπιζήμιον οὐκ ἐξ ἐπιβουλίας συνωθούμενοι.

τοῦτο γὰρ ἐδήλου σαφῶς ἐν τοῖς ἤδη παρῳχηκόσιν εἰρηκὼς ὁ μακάριος Εὐαγγελιστὴς, ἐν παῤῥησίᾳ μηδένα λαλεῖν “περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ”Ἰουδαίων.” Ἰουδαίους γὰρ ἐν τούτοις τοὺς ἡγουμένους ἀποκαλεῖ λοιπὸν, κατοκνήσας, ὥς γ᾽ ἐμοὶ φαίνεται, τοῖς οὕτως ἀπεγνωσμένοις τὴν τῶν ἡγουμένων ἐπωνυμίαν χαρίζεσθαι. παῤῥησιαζομένου τοιγαροῦν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἀρχόντων ἀπονοίαις ἐπιπηδῶντος εὐτόνως, διελέγχοντός τε καὶ μάλα σαφῶς ὡς οὐδεὶς μὲν αὐτοῖς τοῦ νομοθέτου λόγος, ἐπὶ δὲ τὸ δοκοῦν ἕκαστοι καὶ λίαν εὐπετῶς ἀποκλίνοντες καὶ εἰς τὸ φονᾶν ἀπερισκέπτως ὡς ἐπὶ μηδενὶ τῶν φαύλων ἐξώλισθον, ὑπομένοντός τε τῶν ἀηδῶν ἐπὶ τούτοις οὐδὲν παρ᾽ ὧν ἦν εἰκὸς ὑποστήσεσθαι τὰ δεινά· αὐτὸ δὴ τοῦτο πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας Ἱεροσολυμῖται λαμβάνουσι, καὶ τοῖς ἤδη προτεθαυμασμένοις προσθήκην ὥσπερ τινὰ καὶ τοῦτο δεχόμενοι, καὶ τοῖς προλαβοῦσιν ἐπισωρεύοντες, θερμοτέροις λοιπὸν τοῖς κινήμασιν ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ συνελαύνονται. διὰ τοῦτό φασιν τὴν ἐκ λογισμοῦ τοῦ εἰκότος ἐρανιζόμενοι γνῶσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

ἐννόει γὰρ ὅτι μονονουχὶ καὶ ὑψηλὴν ἀνατείνοντες χεῖρα τὴν δεξιὰν, τῇδε κἀκεῖσε περικομίζοντες, δεικνύουσι μὲν τὸν ἐλέγχοντα, διαγελῶσι δὲ ἤδη τὴν ἐκείνων ἀτίθασον ἀγριότητα κατηυνασμένην ὁρῶντες, οὐ λογισμῷ τῷ σώφρονι· πόθεν; θεοπρεπεῖ δὲ μᾶλλον δυνάμει καὶ ἐξουσίᾳ.

Σημειωτέον δὲ ὅτι τοῖς ἄλλοις ἅπασι τῶν Ἰουδαίων ὄχλοις Ἱεροσολυμῖται μόνοι τἀναντία φασὶ, καὶ ὅπως, ἐρῶ. εἰσηγουμένου ποτὲ τὰ κάλλιστα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παρειστήκεισαν οἱ Φαρισαῖοι διαπριόμενοι ἐπὶ τούτοις, ἀνακεκαλυμμένοι δὲ ἤδη πρὸς ἀνήμερον θράσος, καὶ τὰ ἐκ φόνου πράττειν ἐπειγόμενοι· πρὸς δὴ τοῦτο αὐτὸς ἔφασκε παρανομοῦντας ἐλέγχων αὐτοὺς τοὺς ὅτι προσήκοι φονᾶν ἐγνωκότας “Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ”ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;” καὶ ὁ μὲν σύμπας τοῦ λόγου σκοπὸς τὰς τῶν ἡγουμένων κατατοξεύει καρδίας· ὑποπλήττεται δ᾽ οὖν ὅμως ἡ ἀγελαῖα πληθὺς, ἀφορητῶς δὲ διατεθεῖσα περὶ τοὺς λόγους ὑβριστικώτερον ἀπεκρίνατο λέγουσα “Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ”ἀποκτεῖναι;” ἀλλ᾽ οἶμαι παντί τῳ δῆλον ὑπάρχειν, ὡς ἐπείπερ ἐθεᾶτο φονῶντας ἤδη τοὺς Φαρισαίους, ἐκεῖνά φησιν ὁ Χριστός. πῶς οὖν ἀρνουμένων ἐνταῦθα τινῶν, καὶ τό Τίς σε ζητεῖ ἀποκτεῖναι, βοώντων, Ἱεροσολυμῖται μόνοι τἀναντία τοῖς ἄλλοις ἅπασι καταψηφιζόμενοι λέγουσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; εὖ δὲ καὶ τοῦτο Ζητοῦσιν, ἵνα τοῖς ἄρχουσι μόνοις ἐπιγράφηται τὰ τολμήματα.

οὐκοῦν πιθανός τις ἡμᾶς ἀναπείθει λόγος ἐννοεῖν, ὡς ὁ μὲν ἄλλος τῶν Ἰουδαίων ἠγνόησε δῆμος τὸν ἐν τοῖς ἡγουμένοις σκοπὸν, Ἱεροσολυμῖται δέ γε κατὰ τὰ πλεῖστα συνόντες αὐτοῖς καὶ μίαν συνοικήσαντες πόλιν, ἀεί τε περιτυγχάνοντες, ἴσασί πως τὸν ἐγκεχωσμένον αὐτοῖς ἀνόσιον ἐπὶ τῷ Σωτῆρι τῷ Χριστῷ σκοπόν. καὶ συμβέβηκεν οὐ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς τὸ μιαρὸν τῶν Ἰουδαίων κατηγορεῖσθαι στῖφος, ἀλλ᾽ ἤδη καὶ ἐξ αὐτῆς τῆς ὑπ᾽ αὐτοῖς πραττούσης ἀγέλης, ἣ ταῖς αὐτῶν ἀπονοίαις διόλωλέ τε καὶ ἠνέχθη κατὰ κρημνῶν. καὶ γάρ ἐστι πως ἐκ τῶν εἰρημένων διψῶσαν μὲν ἤδη καὶ ἐκκεκαυμένην ὥσπερ εἰς τὴν ἐπὶ Χριστῷ πίστιν ὁρᾶν, ὀλίγης δὲ κομιδῆ δεομένην τῆς χειραγωγίας, ἧς εἴπερ ἔτυχον, εὐκόλως ἂν παραδέξωνται τὸν οὐρανόθεν ὡς ἡμᾶς ἀφιγμένον. ὑπαίτιοι τοιγαροῦν τῆς τῶν προβάτων ἀπωλείας εἰσὶν οἱ τὸ ἡγεῖσθαι λαχόντες. καὶ μαρτυρήσει πάλιν ὁ προφήτης Ἱερεμίας οὕτω βοῶν “Ὅτι ”οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· “διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.” <Ἴδε ἐν παῤῥησίᾳ αὐτοῖς λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν.> Ἐπιτείνουσι τῆς πληροφορίας ἐν ἑαυτοῖς τοὺς λόγους, καὶ εἰς φανερωτέραν ὥσπερ ἀναφοιτῶσιν ἀπόδειξιν, τὴν ἀκίνδυνον ὁρῶντες παῤῥησίαν Χριστοῦ.

καταπλήττονται δὲ καὶ σφόδρα εἰκότως εἰς ἀμελέτητόν τε καὶ ἀσυνήθη μακροθυμίαν ὑπενεχθέντας εὑρίσκοντες τοὺς ἀνοσίους τὸ πάλαι, καὶ ὑβριστὰς θεώμενοί τε καὶ ξένην ἐπιτηδεύοντας ἡμερότητα. εἰς εὐλόγους ἐντεῦθεν ἀποδημοῦσιν ὑποψίας· δι᾽ ὧν δὲ πάλιν ὡς ἀνεξικακοῦντας θαυμάζουσιν καὶ ἐφ᾽ οἷς οὐδαμόθεν ὀργίζεσθαι χρῆν, διὰ τούτων αὐτῶν κατηγοροῦντες ἁλίσκονται, ὡς ἐν ἔθει παρ᾽ ἐκείνοις ἦν τοῖς τῶν καλλίστων ἐξηγηταῖς ἀδιακρίτως ἐπιφύεσθαι, καὶ κατὰ παντὸς ἁπλῶς ἰέναι θερμῶς, ἂν μόνον αὐτοῖς ἀπᾴδοντα λέγῃ, κἂν εἴ τι τῷ θείῳ νόμῳ συνηγορῇ. δεινὸν γὰρ ἀεὶ τῶν Φαρισαίων τὸ φύσημα, καὶ μέτρον οὐκ ᾔδει τῆς ἐκείνων ἀπονοίας τὸ θράσος. τίς οὖν ἄρα, φασὶν, ὁ τιθασεύων εἰς τὸ παρὸν, καὶ τίς ὁ ἀσχέτῳ τῷ πάλαι θυμῷ χαλινὸν ἐπιθεὶς τὸν σώφρονα λογισμόν; τίς δὲ οὕτω καταγοητεύσας, καὶ ὥσπερ τινὰς ὄφεις ἐπιπηδῶντας ἀεὶ κατευνάζει πρὸς ἡμερότητα; ἴδε παῤῥησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. οὐχ ἁπλῶς λαλεῖ, φησὶν, ἀλλὰ μετὰ παῤῥησίας. καὶ οὐκ ἂν οἶμαί τις αἰτιάσαιτο δικαίως τὴν ἐκείνων ὀργὴν ἡσυχάζουσαν, εἰ λαθραίως ἐποιεῖτο τοὺς κατ᾽ αὐτῶν λόγους ὁ ζητούμενος.

ἐν γὰρ τῷ μὴ πυθέσθαι τυχὸν, οὐδ᾽ ἂν ἐκινήθησαν οἱ θυμοὶ, ἀλλ᾽ ἐν παῤῥησίᾳ γεγονότος τοῦ λόγου, καὶ δι᾽ ἐλέγχων ἐρχομένου πικρῶν· τοῦτο γὰρ δὴ μάλιστα τὸ τῆς παῤῥησίας ὄνομα δηλοῖ· οὐχ ὅπως ἀπειρήκασι πρὸς ὀργὰς, καίτοι λίαν ἑτοίμως τοῦτο νοσοῦντες, ἀλλὰ καὶ πρὸς λόγους ὀκνοῦσι μόνους. οὐδὲν γὰρ αὐτῷ λέγουσιν. <Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι αὐτός ἐστιν ὁ Χριστός;> Ὁρᾷς ὅπως ἐξ εὐλόγων ἐπινοιῶν καὶ λογισμῶν τῶν εἰκότων τὸ χρῆναι πιστεύειν ἐρανιζόμενοι μονονουχὶ καὶ ἀσχάλλουσιν, ὡς ἐγνωκότων μὲν ἤδη τῶν ἀρχόντων αὐτὸν, παραιτουμένων δὲ διαῤῥήδην ἐπὶ τῷ θεομαχεῖν, καὶ τοῦ ἄνωθεν ἥκοντος καταναισχυντεῖν οὐκ ἀνεχομένων, καταχωννύντων δέ πως βασκάνοις ἔτι ταῖς σιωπαῖς τὴν ἀνάῤῥησιν. εἰ γὰρ μὴ ἐγνώκασι, φησὶν, ἀληθῶς ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, τί τὸ ἀνέχεσθαι πεπεικὸς διελέγχοντος ἐν παῤῥησίᾳ, καινοτομοῦντος δέ πως καὶ τὰ πάλαι διηγγελμένα, δι᾽ ὧν καὶ ἐν σαββάτῳ θεραπεύων ἡλίσκετο, καὶ λυποῦντος οὐ μετρίως αὐτοὺς δι᾽ ὧν ἀπημφιεσμένως φησίν “Οὐ Μωυσῆς δέδωκεν ”ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον;” ἀνεξικακοῦσι δὲ πρὸς ταῦτα, καίτοι λίαν ἀφορήτως περὶ αὐτὰ διακείμενοι, καὶ θερμότερον εἰωθότες ἐνάλλεσθαι καὶ τοῖς ἀδικοῦσιν οὐδέν.

διὰ παντὸς τοιγαροῦν ἐρχόμενοι λογισμοῦ τὴν ἐπὶ Χριστῷ κατὰ βραχὺ συλλέγουσι πίστιν, ἀπονέμουσι γεμὴν τοῖς ἄρχουσι τὸ ἐγνωκέναι κατὰ ἀλήθειαν, ἅτε δὴ καὶ πρὸ αὐτῶν καὶ τοῖς ἱεροῖς ἐντεθραμμένοις γράμμασι, καὶ πλέον ἤπερ αὐτοὶ τὰ ἐν ταῖς θείαις γραφαῖς δυναμένοις συνιέναι μυστήρια. ἐπιτήρει δὲ διὰ πάντων ὅτι τοῖς ἄρχουσιν ἀόκνως ἀκολουθεῖν ὁ τῶν Ἰουδαίων ηὐτρέπιστο δῆμος, ὃς καὶ πάντως ἂν διεσώθη πρὸς τὸ εὐθὺ παρὰ τῶν ἡγουμένων παιδαγωγούμενος. διὰ γάρ τοι τοῦτο καὶ δίκας ὑφέξουσι πικρὰς, ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ κατῃτιᾶτο λέγων “Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς ”γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους “ἐκωλύσατε.” θύρα γάρ ἐστιν ὥσπερ τις καὶ πύλη πρὸς θεογνωσίαν, καὶ ὁδὸς εἰς ἅπασαν ἀρετὴν εὐκόλως κομίζουσα τῶν ὀρθὰ διδασκόντων ὁ λόγος, καὶ ἡ τοῦ ποιμαίνοντος ἐπιστήμη διασώζειν οἶδε τὴν τῶν θρεμμάτων ἀγέλην.

ὥσπερ οὖν καὶ τὸ ἐναντίον διόλλυσι μὲν εὐκόλως, κατὰ κρημνῶν δὲ ἀποίσει καὶ οὐχ ἑκόντα τὰ ποίμνια. <Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχεται, οὐκ οἴδαμεν πόθεν ἐστίν.> Οὐκ ἐκ μόνων τῶν ἔξωθεν ἐννοιῶν, οὐδὲ ἐπείπερ οἰστὸν ἐποιήσαντο τὸν ἐπὶ τοῖς ἐλέγχοις πόνον οἱ καθηγούμενοι, τὸ πιστεύειν εἰσδέχεται τῶν Ἱεροσολυμιτῶν ἡ διάνοια· σφόδρα δὲ χρησίμως καὶ τοὺς ἐξ εἰκότων ὠδινήσασα λογισμοὺς καὶ ὑπενεχθεῖσα πρὸς ἀληθεῖς ὑπονοίας τὰς ἐπὶ Χριστῷ διὰ τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, οὐκ ἀκόμψως ἤδη πρὸς τὴν τῆς εὐσεβείας παιδαγωγουμένη κατάληψιν, οὐκ αἰσθάνεται πάλιν εἰς τὴν Ἰουδαίοις σύντροφον ἀμαθίαν ἐξολισθαίνουσα. δοκοῦσι μὲν γάρ πως οἱ καλῶς ἐκεῖνα διεσκεμμένοι πανταχόθεν ἐθέλειν θηρᾶσθαι τὸ ἀληθὲς, καὶ οὐκ ἐκ μόνης τῆς τῶν ἀρχόντων σιγῆς καὶ τῆς ἀσυνήθους πραότητος ἐπὶ τὸ χρῆναι πιστεύειν βαδίζουσιν, ἀλλὰ καὶ αὐτὴν ἐρευνῶσι τὴν ἁγίαν γραφὴν, ἐξ ὀρθῆς μὲν εἰς τοῦτο καλούμενοι γνώμης, ἀπαιδαγωγήτως δ᾽ οὖν ὅμως καὶ ἀσυνέτως κομιδῆ τὴν ἐπὶ τῷ μυστηρίῳ ποιούμενοι βάσανον· ὅτι γὰρ μόνον ἐπιγινώσκουσι πόθεν ἐστὶν ὁ ἐν παῤῥησίᾳ λαλῶν, τουτέστιν ἐκ ποίας μὲν ὁρμᾶται κώμης, τίνων δὲ ἐξέφυ γονέων, οὐκ εἶναί φασιν αὐτὸν τὸν διὰ νόμου προκεκηρυγμένον. εἶτα τούτοις ἐπάγουσιν Ὁ δὲ Χριστὸς ὅταν ἔλθῃ, οὐδεὶς γινώσκει πόθεν ἐστίν.

καὶ παντὶ μέν που δῆλον, ὡς ἐξ ἀμαθίας αὐτοῖς τὸ πλανᾶσθαι κἀν τούτῳ συμβέβηκεν. ἐξετάσαι δὲ δεῖν ὑπολαμβάνω, πόθεν εἰς τοῦτο πρόεισιν αὐτοῖς τὰ φρονήματα· τί δ᾽ ἄρα τὸ ἀναπεῖσάν ἐστιν τοὺς, οἵγε καλῶς τὰ ἐπ᾽ αὐτῷ διεσκέπτοντο, διὰ ταύτην οἴεσθαι τὴν αἰτίαν οὐκ εἶναι Χριστὸν, ἐπείπερ ὅθεν ἐστὶν οὐκ ἠγνόουν· διὰ τί δὲ τούτοις ἐπάγουσι τό Χριστὸς ὅταν ἔλθῃ οὐδεὶς οἶδε πόθεν ἐστίν; ἀπὸ γάρ τοι τούτου λοιπὸν τὴν τῆς ἀληθείας ζημιοῦνται κατάληψιν. οὐκοῦν φέρεταί τις ἐν τῷ Ἡσαΐᾳ λόγος περὶ Χριστοῦ “Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ”ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.” καὶ ὁ μὲν μακάριος προφήτης ἐπὶ τοῦ Θεοῦ Λόγου τὸ ῥῆμα τιθεὶς, τὴν γενεὰν ἀντὶ τῆς ὑπάρξεως λέγει. τίς γὰρ ἂν ὅλως καὶ φράσαι τὸν τρόπον τῆς ὑπάρξεως τοῦ Μονογενοῦς; ποία δὲ γλῶσσα διηγήσεται τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν τοῦ Υἱοῦ; ἢ ποῖος ἄρα νοῦς οὐκ ἀτονήσει πρὸς τοῦτο; ὅτι μὲν γὰρ ἐγεννήθη παρὰ Θεοῦ καὶ Πατρὸς ἴσμεν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ πῶς, ἄβατον εἶναί φαμεν παντὶ νῷ, καὶ σφαλερωτάτην ἔχει τὴν βάσανον.

δεῖ γὰρ βαθύτερα μὴ ζητεῖν, μηδὲ ἐξετάζειν τὰ χαλεπώτερα, διανοεῖσθαι δὲ μᾶλλον ἃ προστετάγμεθα, καὶ πιστεύειν μὲν οὐ σεσαλευμένως περὶ Θεοῦ “ὅτι τε ἔστι κατ᾽ ἀλήθειαν καὶ τοῖς ἐκζητοῦσι μισθα- ”ποδότης γίνεται·” ζητεῖν δὲ οὐκέτι, κατὰ τὸ γεγραμμένον, τὰ ὑπὲρ νοῦν καὶ φρόνησιν, οὐ μόνον τὴν ἐν ἡμῖν, ἀλλὰ καὶ τὴν ἐν ὅλῃ τῇ κτίσει, ἢ καὶ ἐν παντὶ πεποιημένῳ λογικῷ. τίς οὖν ἄρα τοῦ Μονογενοῦς “τὴν γενεὰν ἐξηγήσεται; ”αἴρεται γὰρ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ,” τουτέστιν, ὑψηλότερος ἁπάντων τῶν ὄντων ἐπὶ τῆς γῆς ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ φαίνεται λόγος. ζωὴν γὰρ πάλιν ἐνθάδε τὴν ὕπαρξιν λέγει.

Τοῦτο τὸν ἀσύνετον τῶν Ἰουδαίων ἀπέσφηλε νοῦν, καὶ ἀπεβουκόλησέ πως τῆς ἀληθοῦς ἐπὶ Χριστῷ διαγνώσεως. οὐ γὰρ ἐνενόησαν, ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται. ὅτε μὲν γὰρ ὅτι παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ σημαίνουσι, κατὰ σάρκα φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν· “Ἰδοὺ γὰρ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.” ἀλλὰ καὶ ὅποι τεχθήσεται κηρύττουσι σαφῶς “Καὶ σὺ ”γὰρ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν “χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ”ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ “ἡμερῶν αἰῶνος.” τὴν δέ γε ἐκ Πατρὸς καὶ Θεοῦ ἄῤῥητον γέννησιν ὡς ἔνι διερμηνεύοντες, ἢ ἐκεῖνό φασιν, ὅπερ εἴπομεν φθάσαντες “Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ”ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” ἢ τὸ τῷ παροισθέντι συνεζευγμένον ῥητόν “Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν ”αἰῶνος.” ἐξόδους γὰρ ἐνταῦθα τοῦ Μονογενοῦς τὴν ὡς ἐκ φωτὸς ἀνάλαμψιν, καὶ πρὸ παντὸς αἰῶνος καὶ ἡμέρας καὶ ῥοπῆς εἰς ἰδίαν ὕπαρξιν ἐκδρομὴν ὥσπερ τινὰ τὴν ἀπὸ τῆς τοῦ τεκόντος οὐσίας σημαίνει.

ἄμφω τοιγαροῦν ἡμῖν τῆς ἁγίας παρατιθείσης γραφῆς, καὶ τῶν ἱερῶν γραμμάτων καὶ πόθεν ἔσται λεγόντων τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἀζήτητον τιμώντων σιγῇ τὴν ἐκ Πατρὸς ὕπαρξιν, πῶς οὐκ ἄν τις εὐλόγως οὐ μετρίως ἀμαθαίνοντας τοὺς Ἰουδαίους εὑρὼν, πλατὺ γελάσας ἐρεῖ Οὐκ ἀπὸ μόνου τοῦ μὴ γινώσκεσθαι τὴν γενεὰν τοῦ Χριστοῦ, τὰ ἐπ᾽ αὐτῷ ζητητέον, ἀλλὰ καὶ ἐκ τοῦ γινώσκεσθαι τίς καὶ πόθεν ὁρμᾶται τὸ κατὰ σάρκα; <Ἔκραξεν οὖν ὁ Ἰησοῦς διδάσκων ἐν τῷ ἱερῷ καὶ λέγων Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί.> Ἀλλήλοις ἠρέμα ψιθυριζόντων ἐκεῖνα τῶν Ἱεροσολυμιτῶν· οὐ γὰρ ἀπετόλμων “ἐν παῤῥησίᾳ λαλεῖν διὰ τὸν ”φόβον τῶν Ἰουδαίων,” καθὰ γέγραπται· δέχεται πάλιν τῶν εἰρημένων τὴν γνῶσιν θεοπρεπῶς ὁ Χριστός. ἐπειδὴ δὲ προσωφελεῖν ὅτι πρέποι διεσκόπει τοὺς ἄνδρας, παραχρῆμα δεικνύει θεοπρεπῆ πάλιν ἐν ἑαυτῷ τὴν ἐνέργειαν, καὶ ὅτι πάντων ἔχει τὴν γνῶσιν ἀνακαλύπτει σαφῶς. ἐξαίρει μὲν γὰρ εἰς ὕψος τὴν βοὴν, καίτοι πρότερον οὐκ εἰωθὼς τοῦτο πράττειν αὐτὸς, διελέγχει δὲ πάλιν ὡς οὐκ ἔχοντας ἑδραῖον τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς, καὶ ῥίζαν ποιεῖται τοῖς ἑαυτοῦ λόγοις τὸ ἐν παραβύστῳ καὶ μόλις ἀπεπτυσμένον. εἶτα πρὸς τούτοις ἔτι καὶ ἐξ ὧν ὅτι χρὴ μὴ πιστεύειν ᾤοντο παραφρόνως, διὰ τούτων αὐτῶν ὅτι προσήκει πιστεύειν αὐτοὺς ἀναπείθει γοργῶς· ἔστι δὲ τῶν λεγομένων τοιοῦτος ὁ νοῦς.

ἐθαυμάσατέ φησιν, καὶ σφόδρα ποιοῦντες ὀρθῶς, ὅτι θεοπρεπὴς ὄντως ἐνυπάρχει μοι δύναμις, ἐξημεροῦσα ῥᾳδίως καίτοι φονῶσαν τὴν τῶν Ἰουδαίων διάνοιαν· ζητοῦσι γὰρ ἀποκτεῖναί με κατὰ τὸν παρ᾽ ὑμῶν ἀψευδῆ τε καὶ ἐξ ἀκριβείας παρ᾽ ὑμῶν ποιηθέντα λόγον, καὶ πολλὴν ἄγαν εἰς τοῦτο τίθενται τὴν σπουδήν. ἀλλ᾽ ἐμὲ, φησὶν, ἐξίστασθαι δέον καὶ ἀποφοιτᾶν ὡς ποῤῥωτάτω τῶν ὅτι προσήκει φονεύειν βεβουλευμένων, οὐδὲν ὅλως τῆς ἐκείνων ἀπονοίας φροντίσας, ἐκ τῶν ἐναντίων ἐν παῤῥησίᾳ λαλῶ καὶ διελέγχω λυποῦντας τὸν νόμον διὰ τοῦ μὴ τὰ δίκαια κρίνειν ἐθέλειν αὐτούς· πάσχω δὲ τὸ σύμπαν οὐδέν. ἀνεξικακοῦσι γὰρ οὐχ ἑκόντες οἱ πάλαι δεινοὶ, καὶ οὐ τῆς ἐκείνων προαιρέσεως τὸ πρᾶγμα καρπὸς, ἀλλὰ τῆς ἐμῆς ἐξουσίας ἡ δύναμις. οὐ γὰρ ἐφίημι καίτοι λελυττηκόσιν αὐτοῖς καὶ εἰς ἀπάνθρωπον ἀποτεθηγμένοις ὀργὴν, πρόωρον εἰς ἐμὲ τὴν μιαιφονίαν ἀποτολμᾶν. ἐπὶ τούτοις οὖν ἄρα, φησὶ, καὶ λίαν εἰκότως, καταπέπληχθε μὲν ὑμεῖς, ἐγνωκέναι δὲ ἀληθῶς τοὺς ἡγουμένους φατὲ, ὅτι ἐγώ εἰμι ὁ Χριστός. λογισμῷ δὲ τῷ πρέποντι κατακολουθοῦντες ἐν τούτοις, πρὸς τὰ ἐκ τῆς θείας γραφῆς ἀπονεύοντες λόγια, δέον ὠφελεῖσθαι μᾶλλον εἰς τὴν ἐπ᾽ ἐμοὶ βεβαιουμένους κατάληψιν, τοὐναντίον παθόντες ἐσκανδαλίσθητε. ἀπὸ γὰρ τοῦ μόνον ἐπίστασθαι πόθεν εἰμὶ, καὶ διὰ τίνος γεγέννημαι, νενομίκατε, φησὶν, οὐκ εἶναί με τὸν Χριστόν.

ἴστε τοιγαροῦν, ὅτι κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμὶ, τουτέστιν δέδωκεν ὑμῖν ἡ θεία γραφὴ καὶ τὸ εἰδέναι με καὶ πόθεν εἰμί. καὶ οὐκ ἐπείπερ ἐγνώκατε τυχὸν, ὅτι Ναζαραῖος ἢ Βεθλεεμίτης εἰμὶ, καὶ ὅτι γεγέννημαι διὰ γυναικὸς, διὰ τοῦτο χρὴ πάντως ὑμᾶς καὶ τὸ τῆς ἀπιστίας εἰσδέχεσθαι νόσημα· ἀλλ᾽ ἐκ τῶν εἰρημένων ἐπ᾽ ἐμοὶ, καὶ διὰ τὴν κατὰ σάρκα γέννησιν, ἀπὸ τούτων ἰέναι μᾶλλον ἐχρῆν εἰς κατάληψιν τῶν ἐπ᾽ ἐμοὶ μυστηρίων, καὶ οὐκ εἰς μίαν ἀποκλῖναι μόνην προφήτου φωνὴν, ὃς τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον καταμηνύει γέννησιν. <Καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με.> Διὰ μακρᾶς ἀπειθείας ὑβρίζοντας ὑποπλήττει πάλιν ἐν ἀπολογίας σχήματι. τέχνῃ μὲν οὖν οὐ μετρίᾳ συνεξυφήνας τὸν λόγον, οἰκονομεῖ πανταχῆ τὸ μὴ δοκεῖν εὐαφόρμως πρὸς εὐλόγους ὁρμὰς διανιστᾶν τοὺς ἀκροωμένους, κατασκιάσας δέ πως ἀσαφείᾳ τὸ εἰρημένον, ὑποκλέπτει τοῦ θυμοῦ τὸ πλέον, καὶ παραιρεῖ τὸ δριμὺ τοῦ κινήματος.

τί τοίνυν καὶ διὰ τοῦτο, φησὶν, ἐξηγουμένου πολλάκις καὶ διαῤῥήδην ἀνακεκραγότος ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀπιστοῦσιν ἔτι, καὶ ἐπείπερ αὐτοῦ τὸ κατὰ σάρκα γινώσκουσι γένος, οὐκ εἶναί φασιν αὐτὸν τὸν διὰ νόμου προκεκηρυγμένον καὶ διὰ τῶν ἁγίων προφητῶν προκατηγγελμένον· μόνον δὲ οὐχὶ καὶ ὑπαντιάζουσι λέγοντες Ψευδομυθεῖς ὦ οὗτος, ἐξ οἰκείων δὲ θελημάτων ὡς ἡμᾶς ἀφιγμένος, εἶτα τὸ τοῦ Πατρὸς ὄνομα πλαττόμενος οὐκ ἐρυθριᾷς; ἀποκρουόμενος τοιγαροῦν καὶ τὴν ἐπὶ τούτῳ συκοφαντίαν αὐτῶν, ταῖς ἀπολογίαις ἀναμίσγει τὸν ἔλεγχον, εὐφυέστατά τε φησίν Ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με. ὑμῖν μὲν γὰρ ἔθος, φησὶν, ὦ πάντα τολμῶντες εὐκόλως, καὶ πρὸς ὁτιοῦν καὶ τῶν σφόδρα δεινῶν ἀπερισκέπτως βαδίζοντες, ψευδοπροφητεύειν ἔσθ᾽ ὅτε, καὶ Θεοῦ μὴ ἀπεσταλκότος, πεπέμφθαι λέγειν παρὰ Θεοῦ. ἐγὼ δὲ τῶν καθ᾽ ὑμᾶς οὐκ εἰμὶ, ἀλλ᾽ οὐδὲ τὰς παρ᾽ ὑμῖν τετριμμένας ἀπομιμήσομαι τόλμας. οὐκ ἀφικόμην ἀπ᾽ ἐμαυτοῦ, οὐδὲ αὐτάγγελος, ὡς ὑμεῖς, ἀλλ᾽ ἐξ οὐρανοῦ παραγέγονα· ἀληθινός ἐστιν ὁ πέμψας με, οὐ κατ᾽ ἐκεῖνον δήπου τὸν ὑμέτερον τὸν φιλοψευδῆ, τουτέστι τὸν διάβολον, οὗ τὸ πνεῦμα λαμβάνοντες καὶ τὸ ψευδῆ προφητεύειν ἀποτολμᾶτε. οὐκοῦν ἀληθινὸς μὲν ὁ πέμψας με, ὁ δὲ ὑμᾶς πρὸς τὸ πλάττεσθαι τοὺς παρὰ Θεοῦ λόγους διανιστὰς, οὐκ ἀληθινός. ψεύστης γάρ ἐστι καὶ τῶν ψευδομένων πατήρ.

ὅτι δὲ τοῖς Ἰουδαίοις κατειθισμένον εὑρήσομεν τὸ προφητεύειν ψευδῆ, τοῖς τῶν προφητῶν περιτυγχάνοντες λόγοις ἀκονιτὶ θεωρήσομεν. σαφέστατα γάρ που φησὶν ὁ πάντων Δεσπότης περὶ αὐτῶν “Οὐκ ἀπέ- ”στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐκ ἐλάλησα “πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον.” καὶ πάλιν ἐν Ἱερεμίᾳ “Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, ”οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς καὶ “οὐκ ἐνετειλάμην αὐτοῖς· ὅτι ὁράσεις καὶ οἰωνίσματα καὶ ”προφητείας καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν.” ἐλέγχεται τοιγαροῦν ἐπὶ τούτῳ ὁ ἀλαζὼν Ἰουδαῖος, ὡς καὶ αὐτῷ περιθεὶς τῷ Χριστῷ τὸ προσὸν ἑαυτῷ καὶ κατὰ Θεοῦ θράσος, τουτέστι, τὴν ψευδοπροφητείαν. τὸ δὲ ὅλως ἀπιστεῖν τῷ θεόθεν καὶ ἐκ Πατρὸς ἀπεστάλθαι βοῶντι, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ διαῤῥήδην ἀνακραγεῖν, ὅτι ψευδοπροφητεύεις τὰ ἡμῶν εἰς ἡμᾶς μιμούμενος; <Ὃν ὑμεῖς οὐκ οἴδατε, ἐγὼ δὲ οἶδα αὐτὸν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.> Ἐλέγετε, φησὶν, ἀρτίως Ὁ Χριστὸς ὅταν ἔλθῃ, οὐδεὶς οἶδε πόθεν ἐστίν. ἀλλ᾽ ἐπείπερ ὑμῖν τοῦτο δόξαν ἔχειν ὀρθῶς, ὡς ἀληθὲς κρατύνετε, συναινῶ τοῖς παρ᾽ ὑμῶν περὶ τούτου λόγοις. ἀληθινὸς μὲν γὰρ ἐξ οὗπέρ εἰμι Πατὴρ, ἀλλ᾽ οὐχ ὑμῖν ἐγνωσμένος.

ὅταν τοίνυν, φησὶν, ἀβουλότατα μὲν, πλὴν ἑαυτοῖς ἀρεσκόντως διασκέπτησθε τὸ περὶ ἐμοῦ μυστήριον, εἶτα γινώσκοντες τίς καὶ πόθεν εἰμὶ τὸ κατὰ σάρκα, τὸ χρῆναι πιστεύειν ἐκπέμπητε, διὰ τοῦτο μόνον παραδέξασθε τὴν πίστιν, ὅταν εὑρίσκησθε μὴ νοοῦντες πόθεν εἰμί· εἰμὶ δὲ ἐκ Πατρὸς, ὃν ὑμεῖς οὐκ οἴδατε, τὸν ἐξ αὐτοῦ μὴ εἰδότες, ἐν ᾧ καὶ μόνῳ θεατὸς ὁ Πατήρ. ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ὁ γινώσκων τὸν Υἱὸν οὐκ ἠγνόησε τὸν γεννήσαντα. οὐκοῦν ἁπάσης αὐτοῖς εὑρεσιλογίας καὶ διὰ τοῦτο ἐξῃρημένης, κακονοίας πάλιν ὄντες ἁλώσονται, πρόφασιν μὲν ἀπειθείας οὐδεμίαν εὑρίσκοντες ἔτι, μόναις δὲ ταῖς ἑαυτῶν δυστροπίαις τὴν γνῶσιν ἐξωθούμενοι, ἵνα φαίνηται καὶ τὸ γεγραμμένον ἀληθές “Εἴ- ”δετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, “καὶ οὐκ ἠκούσατε.” ἐπειδὴ δὲ τοῖς τῶν Ἰουδαίων προσέκειτο λόγοις, ὡς “οὐδεὶς γινώσκει πόθεν ἐστὶν ὅταν ἔλθῃ ”Χριστὸς,” ἀναγκαίως ἑαυτὸν ὑφεξέλκων, ὡς Θεὸς, τῆς τῶν γενητῶν πληθύος, καὶ τῶν ἄλλων ἁπάντων καθ᾽ ὃν ἂν εἰκότως ἔρχοιτο τό Οὐδεὶς, ἕτερον ὄντα τῇ φύσει δεικνύων, ὡς οὐ μετ᾽ ἐκείνων ἀγνοεῖ τὸν ἑαυτοῦ γεννήτορα, φησὶν, ἀλλ᾽ εἰδέναι κατὰ πᾶσαν ἀκρίβειαν ἑαυτόν τε κἀκεῖνον διισχυρίσατο. ἔστι γὰρ Θεὸς ἐκ Θεοῦ Πατρὸς, παράδοξόν τινα καὶ ξένην, ἢ καὶ αὐτῷ πρέπουσαν μόνῳ τὴν ἐπὶ τούτοις εἴδησιν ἔχων.

οὐ γὰρ ὥσπερ ἡμεῖς γινώσκομεν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οἶδεν ὁ Υἱὸς τὸν Πατέρα. μέχρι γὰρ ἐννοίας μόνης ἐπὶ τὴν θεοπτίαν ἡ τῶν γενητῶν ἔρχεται φύσις, καὶ τοὺς αὑτῇ πρέποντας ὅρους οὐχ ὑπερτρέχουσα, τὸ ἐν ἀῤῥήτοις κρύπτεσθαι λόγοις καὶ οὐχ ἑκοῦσα τῇ θείᾳ φύσει παραχωρεῖ. ὁ δὲ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς Μονογενὴς ὅλον ἐν ἑαυτῷ θεωρεῖ τὸν γεννήσαντα, καὶ τὴν τοῦ τεκόντος οὐσίαν ἐν τῇ οἰκείᾳ φύσει ζωγραφῶν οἶδεν οὕτως αὐτὸν, ὡς οὐκ ἔστιν εἰπεῖν· ἀνέκφραστα γὰρ τὰ περὶ Θεοῦ.

ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα· καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα. <Ἐζήτουν οὖν αὐτὸν πιάσαι Ἰουδαῖοι· καὶ οὐδεὶς ἐπέβαλεν εἰς αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.> ΚΑΤΑΔΗΧΘΕΝΤΕΣ τοῖς ἐλέγχοις οἱ Φαρισαῖοι, καὶ τὴν ἐπὶ τούτοις σιωπὴν ταῖς μὲν σφῶν δυστροπίαις ὁρῶντες οὐκ ἀζήμιον, ἐπωφελῆ δὲ τοῖς ὄχλοις· συνεπείθοντο γάρ πως ἐπὶ τὸ χρῆναι λοιπὸν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν· ἐπὶ τὸ συνῆθες αὐτοῖς κατασύρονται θράσος, καὶ διψῶσι πάλιν τὸ μιαιφονεῖν. αἰδὼ μὲν τὴν πρὸς τὸν νόμον, ὡς ἀχρειοτάτην αὐτοῖς παρωσάμενοι, ἐν δὲ τῷ μηδενὶ λόγῳ τὰ ἐν τοῖς ἱεροῖς πεποιημένοι γράμμασι, τὸ δέ “Ἀθῷον καὶ ”δίκαιον οὐκ ἀποκτενεῖς” οὐδεμιᾶς ἀξιώσαντες μνήμης, ἀδικωτάτην κατὰ Χριστοῦ νοσοῦσι μανίαν. ἀλλ᾽ ἐκ θείας ἰσχύος περιτρέπεται πάλιν αὐτοῖς πρὸς πᾶν τοὐναντίον τῶν ἐγχειρημάτων ἡ ἔκβασις. “Οὐ γὰρ ἐπιτεύξεται δόλιος ”θήρας,” κατὰ τὸ γεγραμμένον. ζητοῦσι μὲν γὰρ αὐτὸν πιάσαι, καθά φησιν ὁ Εὐαγγελιστὴς, ὡς ἐθελούσιον καὶ αὐτοκέλευστον τὴν ἐπὶ τοῖς ἐλέγχοις ποιησάμενοι σιωπὴν, καὶ τὸ κεκωλύσθαι δοκεῖν παρ᾽ αὐτοῦ ταῖς ὑστέραις ὀργαῖς ἀποκρουόμενοι.

τοῦτο γὰρ εἰς ἀπόδειξιν τοῦ εἶναι κατὰ φύσιν Θεὸν τὸν Ἰησοῦν ἐδέχοντο λέγοντές τινες τῶν Ἱεροσολυμιτῶν “Ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι· ”μήποτε ἄρα ἔγνωσαν οἱ ἄρχοντες ἀληθῶς ὅτι αὐτός ἐστιν “ὁ Χριστός;” ἀλλ᾽ “ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ ”πανουργίᾳ αὐτῶν,” ἀχρειοτάτην μὲν τοῖς ἐκεῖνα διεσκεμμένοις ἀποφαίνει τὴν τόλμαν, βεβαιοῖ δὲ τοῖς ὄχλοις τὸ ὡς ἐν σκέψει καὶ στοχασμοῖς ἠρέμα διαθρυλούμενον. εἴργονται γὰρ ἐνεργείᾳ θεοπρεπεῖ χαλινὸν αὐτοῖς ἐπιτιθείσῃ τοῖς ἀνοσιουργήμασι, καὶ μέχρι μόνων ἐγχειρημάτων ἐκτείνεσθαι συγχωρούσῃ τὰ σκέμματα. τὴν δὲ αἰτίαν τοῦ μὴ δεδυνῆσθαι διεξάγειν εἰς πέρας αὐτοὺς τὸν προτεθέντα σκοπὸν ἐπὶ τούτῳ χρησίμως ἐπήνεγκεν ὁ σοφώτατος Εὐαγγελιστής· οὔπω γὰρ ἐληλύθει φησὶν ἡ ὥρα αὐτοῦ· ὥραν ἐν τούτοις διαῤῥήδην εἰπὼν τὸν καιρὸν, δῆλον δὲ ὅτι τοῦ πάθους καὶ τὸν τοῦ τιμίου σταυροῦ. εἶτα τίνι λοιπὸν οὐκ ἂν γένοιτο καὶ διὰ τούτου καταφανὲς, ὡς οὐκ ἂν ὅλως πέπονθεν ὁ Χριστὸς τὸ παθεῖν ἐθέλειν ἐξωθούμενος; οὐ γὰρ ἐκ πλεονεξίας Ἰουδαϊκῆς, ἀλλ᾽ ἐθελοντὴς ἐπὶ τὸν ὑπὲρ ἡμῶν δι᾽ ἡμᾶς ἀνέβη σταυρόν. διά τοι τοῦτο καὶ λέγει, τὴν ἐκ τοῦ δοκεῖν ἀτονῆσαι λοιδορίαν ἀποτριβόμενος “Οὐδεὶς αἴρει τὴν ”ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· “ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω ”λαβεῖν αὐτήν.”

ὡς γὰρ ἤδη προειρήκαμεν, οὐκ ἀβούλητον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρόν. αὐτὸς γὰρ ἑαυτὸν καθάπερ ἅγιον θῦμα προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων σωτηρίαν ἐξωνούμενος. διὸ δὴ καὶ ἔφασκεν ἐν εὐαγγελικοῖς κηρύγμασιν “Ὑπὲρ αὐτῶν ἐγὼ ”ἁγιάζω ἐμαυτόν.” τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ προσάγω καὶ ἀνατίθημι· ἅγιον γὰρ τὸ προσαγόμενον εἰς θυσίαν τῷ Θεῷ. ὅτι δὲ πλεονεξίας ἁπάσης τῆς παρά τινων ἐλευθέραν ἐδέχετο τὴν ὑπὲρ ἁπάντων σφαγὴν, διαγνωσόμεθα πάλιν ὅταν ἐν ψαλμοῖς ἀκούωμεν λέγοντος πρὸς Θεὸν καὶ Πατέρα “Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ”σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας “οὐκ ηὐδόκησας, τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου ”γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι τὸ θέλημά σου ὦ Θεός.” ὁρᾷς ὅπως αὐτόμολος εἰς τὸ ὑπὲρ πάντων ἀνίει πάθος; ἰδοὺ γὰρ ἥκω, φησὶν, οὐκ ἐξ ἀνάγκης τῆς παρ᾽ ἑτέρου τεθήραμαι. διαδιδράσκει τοίνυν τῶν ἡγουμένων τὸ παραυτίκα θράσος, καιρῷ τῷ πρέποντι τὸ παθεῖν ταμιευόμενος, καὶ θεοπρεπεστάτην ἐφ᾽ ἅπασιν ἐπιτηδεύων τὴν παῤῥησίαν.

Ἀρκέσει μὲν οὖν πρὸς τὴν τῶν προκειμένων σαφήνειαν οἶμαι καὶ ταῦτα· ἀλλ᾽ ἐπείπερ εἰκός τινας τῶν μυσταγωγουμένων ἀκούοντας καὶ τό Οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ἐκ πολλῆς ἄγαν τῆς ἐλαφρίας πρὸς Ἑλληνικὰς καὶ μανιώδεις ὑπενεχθῆναι κακοβουλίας, ὡς νομίσαι παραλόγως, ὥραις καὶ ἡμέραις καὶ καιροῖς ὑποκεῖσθαι τὰ ἀνθρώπινα, οἶμαι δὴ πάλιν ἀναγκαῖον ὑπάρχειν ὀλίγα ἄττα περὶ τούτων εἰπεῖν, εἴπερ ἡμῖν ὁ σκοπὸς διὰ πάσης ἐννοίας τοῖς ἐντευξομένοις τὸ λυσιτελοῦν ἐμπορίζειν ἐπείγεται. τοῖς μὲν οὖν τῆς Ἐκκλησίας τέκνοις, ἃ καὶ τοῖς ἱεροῖς ἐντέθραπται γράμμασιν, ἀρκέσειν ὑπολαμβάνω πρὸς ἔλεγχον τῆς Ἑλλήνων ἀπάτης, καὶ πρὸς τὸ δύνασθαι καλῶς τὴν ἐντεῦθεν ἀποφορτίσασθαι δυσβουλίαν, τὸ ὡς ἐν τρόπῳ κατηγορίας ἤτοι σοφῆς ἐπιπλήξεως εἰρημένον παρὰ τοῦ Παύλου πρός τινας τῶν τῇδε διακειμένων “Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας ”καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῇ “κεκοπίακα εἰς ὑμᾶς.” καὶ γὰρ δὴ καὶ ὄντως εὑρεσιλογίας ἁπάσης ἀνῃρημένης, ὁ τῇ τοιαύτῃ κατειλημμένος μωρίᾳ τὴν μὲν οἰκείαν ὀλοθρεύσει ψυχὴν, αὐτὸν δὲ ἀτιμάζων ἁλώσεται τὸν ἁπάντων ἡμῶν γενεσιουργὸν, ᾧ καὶ μόνῳ τῶν καθ᾽ ἡμᾶς ὁ σοφός τε καὶ εὐπαίδευτος λόγος ἀνατίθησι τὰ πηδάλια.

οἱ δὲ ἐπιτηρεῖν οὐκ ὀρθῶς ἐκεῖνα διεγνωκότες, τὸν μὲν τῆς προνοίας ἀνατρέψουσι λόγον, οὐκέτι δὲ τῶν καθ᾽ ἡμᾶς ταμίαν εἶναι πιστεύουσι τὸν ἁπάντων Δεσπότην, καιροῖς δὲ καὶ ὥραις τὸ πάντων ἐπιτρέψουσι κράτος, τὴν κτίσιν ἐπιτιθέντες ἐπάνω τοῦ ποιητοῦ, καὶ τῶν μὲν καλλίστων ἀποστεροῦντες τὸν, ᾧ πᾶσα χρεωστεῖται τιμὴ καὶ δόξα καὶ προσκύνησις, τὰ δὲ ὑπὲρ κτίσιν τῇ κτίσει δωρούμενοι, καὶ τοῖς ποιήμασιν ἀπονέμοντες τὰ οἷσπερ ἐχρῆν καταστέφειν τὸν Δημιουργόν· καὶ οὐ μέχρι τούτων αὐτοῖς στήσεται τὰ ἐγκλήματα, προβήσεται δὲ καὶ ἐπί τι τούτων τὸ χαλεπώτερον· διαλοιδορήσεται ἀναφανδὸν τῷ φιλαγάθῳ Θεῷ, καὶ τῶν φαύλων ἐργάτην ἐρεῖ τὸν ἁπάσης ἁμαρτίας ἐχθρόν. εἰ γὰρ παρ᾽ αὐτοῦ πεποίηται χρόνος, ὥρα τε καὶ ἡμέρα καὶ ἐνιαυτὸς, ἄγει δὲ ταῦτα τινὰς ὡς ἐξ ἀνάγκης καὶ πλεονεξίας εἰς ἀβούλητον ἔσθ᾽ ὅτε φαυλότητα, πρὸς τὸ καὶ ταῖς ἐντεῦθεν περιπίπτειν συμφοραῖς, πῶς οὐκ ἀληθὴς ὑμῖν ὁ περὶ τούτῳ ἀναλάμψει λόγος; ὅποι δὲ ἡμῖν καὶ βαδιεῖται λοιπὸν τὸ διὰ τοῦ πανσόφου Μωυσέως; “Καὶ εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς ”πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ πάντα καλὰ λίαν.” ἓν δὲ τῶν πάντων ὁ χρόνος· ἐν δὲ τῷ χρόνῳ καὶ ὥρα καὶ ἡμέρα καὶ ἐνιαυτός. εἰ δὲ ὅπερ εἶδεν ἀγαθὸν ὁ τῆς θείας φύσεως ὀφθαλμὸς, τοῦτο τῶν φαύλων ἐροῦμεν ἐπαγωγὸν, πῶς οὐκ ἄντικρυς τὸ ἐπ᾽ αἰσχίστοις ἁλῶναι δημιουργὸν τὸν ἁπάντων ὁμολογήσομεν Κύριον;

Οἶμαι μὲν οὖν ὑπερυθριάσειν ἤδη τοὺς ἐνεχομένους τοῖς ἀρτίως ἡμῖν εἰρημένοις πταίσμασιν. ἐπειδὴ δὲ εἰκὸς οὐχ ὅπως ἐνίστασθαι μόνον ταῖς Ἑλληνικαῖς ἀβουλίαις, ἀλλ᾽ ἤδη καὶ συναγορεύειν αὐταῖς, βεβουλῆσθαί τινας, φέρε δὴ πάλιν τὴν ἐνοῦσαν ἀτοπίαν τῷ δόγματι καὶ ἑτέρως διασκεψώμεθα, καὶ τὰ ἐκ λογισμῶν χρήσιμα ἐπισωρεύοντες βοηθήματα ταῖς ἐκείνων βδελυρίαις ἀντεξάγωμεν τὴν ἀλήθειαν. εἰ γὰρ δὴ καθ᾽ ὑμᾶς, ὦ οὗτοι, καλοῦντος ἡμᾶς ὡς ἐκ πλεονεξίας τοῦ καιροῦ καὶ ὥρας ἐπαναγκαζούσης, ἐπί τι τυχὸν τῶν ἀγαθῶν ἢ τῶν ἐναντίων ἑλκόμεθα, περιττὸς, ὡς ἔοικεν, ἡμῖν ὁ πρὸς ἕκαστα τῶν πρακτέων διιθύνων λογισμὸς, καὶ τῶν μὲν φαύλων ἐξίστασθαι συμβουλεύων, ἐπιτρέχειν δὲ μᾶλλον τοῖς ἐπαινουμένοις διακελευόμενος· ποῖα γὰρ ἐντεῦθεν ὄνησις, εἰπέ μοι, λοιπὸν, τί δὲ τὸ ἐκ λογισμῶν ὠφέλημα χρηστὸν, εἰ πείσομαι πάντως καὶ βαδιοῦμαι καὶ οὐχ ἑκὼν ἐφ᾽ ὅπερ ἂν ἡ ὥρα καλῇ, καὶ ὁ καιρὸς ἐπαναγκάζειν βούληται;

ἀκόλουθον ἄρα, καθάπερ τῶν ὁλκάδων φασὶν τοὺς οἰακοστρόφους, πρὸς πᾶσαν ἀπειρηκότας ἐλπίδα τοῦ διασώζεσθαι τὴν ναῦν, ἐπειδὰν ἐν χειμῶνι κινδυνεῦσαι συμβῇ, πάντα μὲν ἀνεῖναι κάλων, ἀπολῦσαι δὲ καὶ αὐτοὺς ἤδη τοὺς οἴακας, οὐδὲν ἔτι τῆς τέχνης ἀνεχομένους τῆς ἐν αὐτῷ, ἐπιτρέψαι δὲ οὕτω ταῖς τῶν κυμάτων ὁρμαῖς, διαῤῥίπτεσθαι δὲ κατὰ τὴν θάλασσαν· οὐδὲν γὰρ οὐδὲν ὡς ἐκ τῶν ἤδη προειρημένων τὸ κέρδος οὔτε τοῖς ἐθέλουσι τὴν ἀρετὴν, οὔτε μὴν τοῖς τῆς κακίας ἐργάταις ἀνατελεῖ τὸ βλάβος, εἰ μὴ πρὸς ἕκαστα τῶν τελουμένων ἀντικομιζώμεθα παρὰ Θεοῦ, καὶ κατὰ τὴν τῶν πραγμάτων ποιότητα τὰς ἀντιμισθίας ἀντιλαμβάνωμεν. ὁριεῖ γὰρ, εἰπέ μοι, πολλάκις ἡ ὥρα τὰ κάλλιστα, καὶ ἀδιακρίτως ἐποίσει τὸ ὠφελοῦν ὁ καιρὸς, κἂν ἐπὶ τοῖς αἰσχίστοις ἁλίσκωμαι; μετοισθέντος δὲ πάλιν πρὸς τὸ ἐναντίως ἔχον τοῦ λόγου, οὐδὲν ἔσθ᾽ ὅτε τῶν ἀγαθῶν ὁ καιρὸς ἐπιψηφιεῖταί τισιν, ἐποίσει δὲ μᾶλλον τὸ πάντων, ὡς ἔπος εἰπεῖν, χαλεπώτερον καὶ τοῖς ὅτι πρέπει τὴν τῶν ἀγαθῶν ἐργασίαν προτιμᾶν εὖ μάλα διεσκεμμένοις.

Ἀλλ᾽ οὐδὲν μὲν ἔσται τούτων, ἐρεῖ τις τυχὸν, ἑκάστῳ δὲ τὸ τυχὸν τὰ αὐτῷ πρέποντα δίδωσιν ἡ ὥρα καὶ ὁ καιρός. Οὐκοῦν βασιλεύσει μὲν ἤδη λοιπὸν ὁ καιρός; τὸ δὲ τῆς προνοίας ἀξίωμα ταῖς ὥραις περιθήσομεν, οὐδὲν ἔτι φροντίζοντες τοῦ Θεοῦ; αἰτήσομεν δὲ δι᾽ εὐχῆς παρ᾽ αὐτοῦ μὲν οὐδὲν, παρὰ δὲ τῆς ὥρας ἢ τοῦ καιροῦ; καὶ τί τὸ ἐντεῦθεν; προσκυνοῦμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὴν δόξαν τοῦ Δημιουργοῦ τοῖς παρ᾽ αὐτοῦ γεγονόσι δυσσεβοῦντες περιθήσομεν. αὐτόθεν μὲν οὖν τὸ ἐν τούτοις αἶσχος, καὶ τῆς δυσσεβείας τὸ μέγεθος οὐ σὺν πολλῷ τῷ πόνῳ περιαθρήσομεν καὶ γυναίων αὐτῶν τῶν ἑταιρίζεσθαι πεφυκότων ἐκφανεστέραν λαχόντα τὴν βδελυρίαν· τὸ δὲ δὴ πάλιν εἰς νοῦν ἀναβαῖνον ἐροῦμεν διὰ τὸ χρήσιμον. περιττῶς, ὡς ἔοικεν, οἱ θεῖοί τε καὶ ἀνθρώπινοι νόμοι, τοῖς μὲν τῶν φαύλων ἐρασταῖς τὰς αὐτοῖς πρεπούσας ὁρίζουσι δίκας, τοῖς δὲ τὸ ζῆν ἐθέλειν ἐπιεικέστερον περὶ πολλοῦ ποιουμένοις προστεθείκασι τὰς τιμάς. εἰ γὰρ ὅλως οὐδὲν ἐν τοῖς ἐφ᾽ ἡμῖν κεῖται θελήμασιν, ὑποπέπτωκε δὲ ταῖς ἐξ ὡρῶν ἀνάγκαις, ἀφύκτως τε καὶ ἀπαραιτήτως ἀγούσαις ἐπ᾽ ἄμφω, πῶς ἂν ἔτι δικαίως τοῖς μὲν ἀγαθοῖς τὸ ἐπαινεῖσθαι πρέπειν ὁμολογήσαιμεν, τοῖς δὲ μὴ τοιούτοις τὸ ἐναντίον ὡς ἐν ὀφλήματος τάξει καταθήσομεν;

τί δὲ, εἰπέ μοι, καὶ ἐπαναγκάζουσιν ἡμᾶς οἱ νόμοι τῶν μὲν φαύλων ἀποφοιτᾶν, τοῖς δὲ ἀμείνοσιν ἐπιτρέχειν ἐπείγεσθαι, ἑτέρων ἐχόντων τῶν ἐν ἡμῖν βουλευμάτων τὰς ἡνίας, καὶ ἐφ᾽ ὅπερ ἂν βούλωνται διεξαγόντων εὐκόλως; ταῖς γὰρ τῶν ὡρῶν ἐξουσίαις ὑποκεῖσθαι δεῖν τὰ ἀνθρώπινα, καὶ φασὶ καὶ βεβούληνται, τῆς ἐντεῦθεν ἀτοπίας οὐδὲν ὅλως φροντίσαντες. ἢ γὰρ οὐχὶ καὶ οὐχ ἑκόντες ἐροῦσιν, ὡς ὁ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς τὴν ἡγεμονίαν λαχὼν, καὶ αὐτῶν ἔσται τῶν ἀλόγων ἀθλιώτερος ζῴων, καὶ βιώσεται μὲν ἐλεεινῶς· ὁ δὲ προὔχειν ὀφείλων διὰ τὴν φύσιν, ἐν δευτέροις ἤδη, μᾶλλον δὲ καὶ ἐν τοῖς ἐσχάτοις, κατατετάξεται; εἰ γὰρ ἐκεῖνα μὲν αὐτοκελεύστοις ὁρμαῖς πρὸς τὸ δοκοῦν ἀπονεύει διακωλύοντος οὐδενὸς, καὶ προσίεται μὲν ὅπερ οἶδε λυσιτελοῦν, ἀποτρέχει δὲ τῶν ἀδικεῖν εἰωθότων, πικρῷ δὲ ἡμεῖς τῷ χρόνῳ δεσπότῃ δουλεύσομεν, καὶ ἀπαραίτητον τυραννίδα τὴν ἀπὸ τῶν ὡρῶν ἐξουσίαν σκήπτου τινὸς δίκην ἐπηρτημένην ἐσχήκαμεν, πῶς οὐ πολλῷ τινι μέτρῳ τὰ καθ᾽ ἡμᾶς ἐν χείροσιν, ἢ ἐν οἷς ἐκεῖνά ἐστιν;

Ἀλλ᾽ ἐρυθριάσει μὲν, ὡς ἔοικεν, ὁ συνειπεῖν ἐθελήσας, μᾶλλον δὲ καταψεύσασθαι, τῶν ὡρῶν καὶ τῶν εἰς οὐδὲν τῶν τοιούτων πεποιημένων χρόνων, τὴν δὲ ἐν τοῖς δόγμασιν ἀβελτερίαν ἀποκρουόμενος ἥξει λέγων Οὔτε τὴν ὥραν, ὦ οὗτος, ἀλλ᾽ οὐδὲ τὸν χρόνον ἢ τὸν καιρὸν κατεξουσιάζειν τῶν ἀνθρωπίνων διοριζόμεθα, ὥρας γεμὴν εἶναί φαμεν πονηρὰς, καὶ καιροὺς ἐπὶ ταύταις, οἳ ῥαγδαίων ἔσθ᾽ ὅτε πνευμάτων δίκην τοῖς ἀθλίοις ἡμῖν ἐπιθρώσκουσιν.

Ἀντεροῦμεν δὲ τούτοις ἡμεῖς Ὦ παράκοποι φρενῶν καὶ ἀκράτῳ μωρίᾳ μεμεθυσμένοι, πῶς ὑμᾶς διέλαθε πάλιν ὅτι κατ᾽ αὐτῆς τῆς ἀνωτάτω πασῶν οὐσίας οἰκεῖον ἐξοπλίζετε νοῦν; ἢ γὰρ οὐκ ἔσται τῶν φαύλων ἐργάτις, εἰ πονηρόν ἐστίν τι τῶν παρ᾽ αὐτῆς γεγονότων; ἀλλὰ τοῦτο μὲν ὡς ἤδη προειρημένον παριππεύσομεν, ἐκεῖνο δὲ μᾶλλον ὑμῖν ἀναπείθεσθαι σπουδάσομεν, πῶς ἂν ἡμᾶς ἡ ὥρα ἢ ὁ καιρὸς ἀδικήσαι, ἢ καὶ ἐκ τῶν ἐναντίων εὐφρανεῖ, μὴ οὐχὶ τοῦ τὰ πάντα διιθύνοντος Θεοῦ, καθ᾽ ὅπερ ἂν βούλεται, καὶ πρὸς τὸ ἑκάστῳ χρεωστούμενον ἢ λυπεῖν ἢ εὐφραίνειν ἐκ τῶν ἐναντίων θέλοντος; ἠκούομεν γὰρ λεγόντων ἀρτίως, ὡς ἐν ἐξουσίᾳ μέν ἐστι ταῖς ὥραις τῶν καθ᾽ ἡμᾶς οὐδὲν, πονηρὰς γεμὴν εἶναι τῇ φύσει τινὰς, καὶ ἀθρόως ἡμῖν ἐγκαταφορεῖσθαι πνεύματος δίκην. ἀλλ᾽ οἶμαι δὴ πάλιν ὡς χαλεπὸν οὐδὲν τῆς ἐσχάτης ἀβουλίας ἀνάπλεων καὶ τοῦτον ὑμῖν ἐπιδεῖξαι τὸν λογισμόν. τίνι γὰρ οὐκ ἔσται τῶν ὄντων καταφανὲς, ὅτι τὰ δέκα καὶ δύο τῶν ὡρῶν διαστήματα, τὰ μὲν ἡμέρᾳ, τὰ δὲ νυκτὶ συμμεμέτρηται· νὺξ δὲ καὶ ἡμέρα οὐ τινὶ μὲν συμβαίνει, τινὶ δὲ οὐκ ἔτι, ἀλλὰ διὰ πάντων ἔρχεται; τὸ δὲ πονηρὸν τῇ φύσει, καὶ ἀπαραποιήτως ἔχον εἰς τοῦτο, οὐ τῷ μὲν δεῖνι πονηρὸν, ἑτέρῳ δὲ οὐκέτι, ἀλλ᾽ οὐδὲ ἑνὶ τυχὸν ἢ δευτέρῳ, πᾶσι δὲ μᾶλλον ἐν ἴσῃ μοίρᾳ τὸ βλάβος ἐποίσει, δι᾽ ὧνπερ ἂν ἴοι τὸ τῆς νυκτὸς ἢ τὸ τῆς ἡμέρας διάστημα.

πῶς οὖν ἐν ἡμέρᾳ τυχὸν ἢ ἐν ὥρᾳ μιᾷ, τὸν μὲν ἔξεστιν εὐπαθοῦντα βλέπειν, καὶ πολλοῖς ἐντρυφῶντα τοῖς εὐφραίνειν εἰδόσιν, ὡς ἐπὶ διαίτας ἰέναι λαμπρὰς, καὶ συναγείρειν σὺν πολλῇ τῇ σπουδῇ τοὺς συνεστιασομένους, ἑτέρους δὲ ἀκριβῶς ἐν τοῖς ἐναντίοις, ὡς καὶ ἀπάγεσθαι πολλάκις τινὰ τεθνηξόμενον οἰκτρῶς. τίς ὁ λόγος, εἰπέ μοι, ἢ πῶς ἂν ἐνδέχοιτο μιᾶς οὔσης ὥρας, ἢ καὶ ἑνὸς τοῦ καιροῦ, τὸν μὲν ἐν ἐκείνοις, τὸ δὲ ἐν τούτοις ὁρᾶσθαι; τί τὴν ὥραν ἐκείνην προσερεῖς; πονηρὰν, ἢ τὸ ἐναντίον; εἰπεῖν γὰρ οὐκ ἔχω, κατὰ τῶν ἐπ᾽ ἄμφω βλέπων, καὶ τρυφῶντα μὲν ἕνα, νεκρὸν δὲ καὶ ἄπνουν καὶ ἐλεεινὸν εὑρίσκων τὸν ἕτερον. ἆρ᾽ οὐχὶ μῦθος ἀμαθὴς, καὶ δαιμονιώδους μανίας εὑρήματα τὰ ἐπὶ ταῖς ὥραις ἁλώσεται δόγματα; ἀλλ᾽ οἶμαι πάντας ἀμελλητὶ κατανεύσειν, καὶ τῶν ἐκεῖνα φρονούντων καταψηφίζεσθαι.

Καὶ ἦν μὲν ὡς ἔοικεν τοῖς εἰρημένοις ἀρκεῖσθαι πρέπον, ἀλλ᾽ ἵνα μὴ τοῖς ἐνδεχομένοις καὶ στοχασμοῖς τὸ πᾶν ἐπιτρέψας εὑρεσιλογίας πρόφασιν καταλείψω τισὶν, ἐπὶ πραγμάτων ἐξήγησιν μεταβήσομαι, καὶ ἐκ τῶν γεγονότων ἀναμφιλόγως ἐπισφραγιῶ τὸν ἀρτίως ἡμῖν διιππευθέντα λόγον. οὐκοῦν Ἀσσύριοί ποτε κύκλῳ περιέχοντες τὴν ἁγίαν πόλιν· φημὶ δὴ τὴν ἁγίαν Ἱερουσαλήμ· πολιορκεῖν ἐβουλεύοντο· ὁ δὲ τούτων στρατηγός· Ῥαψάκης δὲ οὗτος ἦν· ποτὲ μὲν ἀπατηλοῖς προεπειρᾶτο λόγοις καταμαλθάσσειν τῶν ἐν αὐτῇ μαχίμων τὸν νοῦν, ποτὲ δὲ ταῖς ἀπειλαῖς τοῦτο ποιεῖν ἐσκέπτετο· καὶ ὁ μὲν μακάριος Ἑζεκίας τὴν βασιλίδα τότε περιέπων τιμὴν, οὐ τοῖς ἰδίοις ἐπιθαρσεῖ στρατεύμασιν, ἀλλὰ Θεῷ τῷ πάντων ἀνετίθει τῆς νίκης τὸ τέλος, καὶ τὴν παρ᾽ αὐτοῦ μόνην ἐπικουρίαν δι᾽ ἐκτενεστάτης ἐκάλει τῆς προσευχῆς, καὶ κατέκλινε τὸ οὖς τῷ δικαίῳ παραχρῆμα μὲν Θεὸς, γείτονα δὲ ταῖς εὐχαῖς τὴν χάριν ἐτίθει. “Ἐξῆλθεν ”γὰρ ἄγγελος Κυρίου, καθὰ γέγραπται, καὶ ἀνεῖλεν ἐκ τῆς “παρεμβολῆς τῶν ἀλλοφύλων ἑκατὸν ὀγδοήκοντα πέντε ”χιλιάδας.” τί οὖν, ὦ βέλτιστε, πρὸς τοῦτο ἐρεῖς; ἐν μιᾷ νυκτὶ, καὶ καθ᾽ ὥραν τὴν αὐτὴν καὶ καιρὸν, ὁ μὲν Ἀσσύριος ἔπιπτεν ἀγγέλου χειρὶ δαπανώμενος, διεσώζετο δὲ τῶν Ἱεροσολυμιτῶν ἡ πληθὺς, καὶ οἱ μὲν ἦσαν ἐν τοῖς ἐσχάτοις, οἱ δὲ ἐν τέρψει καὶ χαρᾷ. ποῦ τῆς ὥρας ἡ δύναμις; πῶς ἐπ᾽ ἀμφοῖν ἀνωμάλως ἐμερίζετο;

καὶ τοῖς μὲν τὸ χαίρειν, τοῖς δὲ τὸ θνήσκειν κακῶς εἰργάζετο; οὐ γὰρ διφυᾶ τε καὶ πολύμορφον ἀποτολμήσαις ἂν αὐτὴν ὀνομάσαι, καὶ εἰ σφόδρα ληρεῖς. ὁ αὐτὸς δ᾽ ἂν ἡμῖν ἰσχύσαι λόγος ἐπί τε Δαθᾶν καὶ Ἀβιρὼν οἳ, τῆς Μωυσέως ἡγεμονίας καταστασιάσαντές ποτε καὶ ἄκλητοι πρὸς τὴν τῆς θείας ἱερωσύνης ἀναπηδῆσαι τάξιν οὐ καταδείσαντες, πανοικὶ κατέβησαν εἰς τὰ βάθη τῆς γῆς· καὶ οἱ μὲν ἦσαν εἰς ᾅδου, διεσώζετο δὲ τῆς συναγωγῆς τὸ λοιπόν. χρῆν δὲ δήπου πάντως, εἴπερ ἦν ὅλως οὐκ ἐκ θείας ὀργῆς, ἀλλ᾽ ἐξ ὥρας ἡ κόλασις, οὐκ ἐφ᾽ ἓν ἁπλῶς καταῤῥήγνυσθαι μέρος τῆς συναγωγῆς, ἀλλ᾽ ὅλην ἐξ ἴσου περισχοῦσαν ἑλεῖν.

Οὐκοῦν οὐχ ὥραν οὐδ᾽ ἡμέραν οὐδὲ καιρὸν ὡς ἢ τοῦ λυποῦντος πρόξενον, ἢ τοῦ πεφυκότος εὐφραίνειν καταδεξώμεθα, τὸ ὅσον εἰς ἰδίαν φύσιν, ἢ καὶ ὅπως ἄν τις εἰπὼν ἐπ᾽ αὐτὸν οὐκ ἂν ἁμάρτοι· ἀλλ᾽ ἐκδεξώμεθα μὲν τὸ ἐξ ὥρας ἢ ἀπὸ καιροῦ χρήσιμον, καὶ ἐκ τῶν ἐναντίων τὸ βλάβος, ὅταν ἢ ἐπιστημόνως προσιόντες ἤγουν ἀμαθῶς, ἢ τοῖς ἡδέσιν ἢ τοῖς οὐχ οὕτως ἔχουσιν περιπίπτωμεν. οἷον δέ τι φημί “Καιρὸς παντὶ πράγματι,” καθὰ γέγραπται, καὶ τὸ μὲν εἰδέναι καιροὺς, ἐπωφελέστατον, τὸ δὲ μὴ ἐπίστασθαι, πολὺ δὴ λίαν ἐπιζήμιον. δεῖ γὰρ οὐκ ἐν χειμῶνι ναυτίλλεσθαι, τὸ δὲ ἐν θέρει τοῦτο δρᾶν οὐκ ἀπαίδευτον· οὕτω δὲ περὶ τούτων διακείμενοι ἀναθήσομεν τῶν καθ᾽ ἡμᾶς τὰ πηδάλια τῷ πάντων ἐπιστάτῃ Θεῷ. εἰ γὰρ κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς στρουθίον οὐκ ἂν εἰς παγίδα πέσῃ ποτὲ δίχα τῆς γνώμης τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἂν ὁ οὕτω τετιμημένος καὶ τὴν κατὰ πάντων ψῆφον λαχὼν, πάθοι τι τῶν παρὰ γνώμην ἢ κατ᾽ εὐχὴν, μὴ οὐχὶ τῆς προνοίας οὐδέν τι καλούσης τῶν εἰρημένων ἀναλόγως τοῖς ἑκάστῳ βεβιωμένοις;

Παραθήσω δέ τι πρὸς τούτοις ἕτερον, ὃ καὶ μικροῦ τῆς μνήμης ἀποτιναχθὲν ἐξῴχετο, καίτοι λίαν ὑπάρχον τῶν προκειμένων συγγενὲς, μᾶλλον δὲ τὴν αὐτὴν ἐξαιτοῦν ἐφ᾽ ἑαυτῷ ζήτησιν, καὶ τὴν λύσιν ἔχον οὐ χαλεπὴν, ἀλλὰ καὶ σφόδρα ῥᾳδίαν ἑλεῖν τῷ γε ὅλως συνετῷ, καὶ τὰ αἰσθητήρια τῆς διανοίας ἔχοντι γεγυμνασμένα πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ. τί δὴ οὖν ἄρα κἀκεῖνό ἐστιν, περὶ οὗ δὴ τὰ τοιαῦτά φαμεν; γάμον ἐπετέλουν οἱ Καναναῖοί ποτε τὴν τῶν Ἰουδαίων γείτονα προσοικοῦντες χώραν· Γαλιλαία δὲ ἦν· οἱ τ᾽ ἐπὶ πανδαισίαν συνεκάλουν τὸν Κύριον ἅμα τῇ μητρὶ καὶ τοῖς ἁγίοις μαθηταῖς, καὶ πρόφασις αὐτοῖς τῆς πανηγύρεως ἦν ἡ γαμήλιος εὐνή· ὡς δὲ ὁμόσιτος τοῖς εἰς τοῦτο συνειλεγμένοις ὁ Κύριος παρῆν εὐλογήσων ὃν νενομοθέτηκε γάμον, οἶνος ἐπέλειπε τοὺς ἑστιωμένους· ἔτι δὲ ὡς υἱοῦ κατεξουσιάζουσα διὰ τὴν πολλὴν ἄγαν ὑποταγὴν τοῦ Σωτῆρος ἡ μήτηρ, ὁμοῦ τε καὶ τὸν ἐν δυνάμει θεοπρεπεῖ διὰ πολλῆς ἤδη τῆς πείρας μαθοῦσα “Οἶνον οὐκ ἔχουσι,” φησίν· ᾔδει γὰρ ἐξανύσοντα καὶ μάλα ῥᾳδίως, ὅπερ ἀπῄτει τῶν πραγμάτων ἡ φύσις. πρὸς αὐτὴν δὲ ὁ Κύριος “Τί ἐμοὶ καὶ σοὶ, ”γύναι; οὔπω ἥκει ἡ ὥρα μου.” ὁ μὲν οὖν φιλόθεος νοῦς καὶ τῶν ἀλλοκότων ἀπηλλαγμένος δογμάτων, Ἑλληνικῆς τε ὡς ποῤῥωτάτω δεισιδαιμονίας ἀναφυγὼν, τὸ εἰρημένον εὐσεβῶς ἐκδέξεται.

οὔπω γὰρ ἥκει, φησὶν, ὁ τῆς ἀναδείξεώς μου καιρὸς, τῆς διὰ σημείων δηλαδή. Θεὸς γὰρ ὢν κατὰ φύσιν, τὸν ἑκάστῳ πράγματι πρέποντα χρόνον οὐκ ἠγνόησε, πόθεν; ὁ δὲ ἐκ πολλῆς ἄγαν τῆς ἀσυνεσίας περιτρέπων εἰς ἐκεῖνο καὶ τοῦτο· ἱππηλατῶν γάρ πως ἐστὶ τοῖς πολλοῖς τὸ κακόν· καὶ ταῖς τῶν ὡρῶν ἐνεργείαις, ὥσπερ οὖν τινες ληροῦντές φασιν, ὑποκεῖσθαι καὶ αὐτὸν οἰόμενοι τὸν Χριστὸν, αὐτόθεν ἡμῖν ἀνοητεύων ἁλώσεται, καὶ δι᾽ ὧν ἐπαγωνιεῖσθαι τοῖς ἑαυτοῦ προσεδόκησε λόγοις, διὰ τούτων αὐτῶν τῆς ἐνούσης τοῖς δόγμασιν ἀτοπίας καταγνώσεται. εἰ γὰρ ταῖς τῶν ὡρῶν ἐνεργείαις ὑποκεῖσθαι δώσομεν τῶν πραγμάτων τὴν φύσιν, διά τε τοῦτο φάναι τὸν Χριστὸν πρὸς τὴν μητέρα τό Οὔπω ἥκει ἡ ὥρα μου, πῶς, εἰπέ μοι, κατὰ τὸν παρ᾽ ὑμῶν βδελυρόν τε καὶ ἀσοφώτατον λόγον, οὔπω τὴν ἀπὸ τῆς ὥρας συνασπίζουσαν αὐτοῦ τοῖς θελήμασιν ἐνέργειαν ἔχων δημιουργὸς τῶν αἰτηθέντων γίνεται; φαίνεται γὰρ παραχρῆμα τὸ ὕδωρ εἰς οἶνον μεταβαλών. ἀλλ᾽ εἴπερ οἴεσθε χρῆναι ταῖς τῶν ὡρῶν ἐξουσίαις ὑποκεῖσθαι τὰ πράγματα, πῶς οὐκ ἔδει μηδὲ τὴν ἀρχὴν ὅλως ἐπιχειρεῖν ἐξανῦσαι τὸν Κύριον, ὅπερ ἡ τῆς ὥρας οὐκ ἐδίδου συνδρομή; ἀλλ᾽ οὐδὲν τούτου φροντίσας ὁρᾶται, πρόωρον δὲ ὥσπερ ἐδίδου τὴν χάριν ἐκείνοις. οὐκ ἄρα τῆς ὥρας ἡ δύναμις ἦν ἐμποδὼν, καιροῦ δὲ οὔπω παρόντος εἰς ἀνάῤῥησιν τὴν διὰ θαυμάτων, τὰ τοιαῦτά φησιν ὁ Χριστός.

Οὐκοῦν ἀπηλλάχθημεν τῆς ἐν τούτοις ὑμῶν ὑπονοίας, αὐτὸς καὶ ὀνομαζομένης τῆς ὥρας νοείσθω καιρὸς, ὁ ἑκάστῳ πράγματι πρέπων· ὅτι δὲ καὶ ἡμεῖς τῆς ἐξ ὡρῶν ἀνάγκης ἐλεύθεροι καθεστήκαμεν, πλειόνων οἶμαι μὴ δεῖσθαι ῥημάτων τὴν πραγματείαν. ἀρκούντως γὰρ ἤδη τὰ ἐπὶ τούτῳ διειλήφαμεν.

Πλὴν ἐκεῖνο δεῖξαι σπουδάσομεν ἔν γε τῷ παρόντι λοιπὸν, ὅτι τὴν ὥραν ἐν ταῖς θείαις γραφαῖς τὸν ἑκάστῳ πρέποντα πράγματι καιρὸν εὑρήσομεν. καὶ κράζεται μὲν ὁ θαυμάσιος Παῦλος καὶ τῆς ὀνομαζομένης ὥρας σημαίνει τὴν δύναμιν “Καὶ τοῦτο εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ὑμᾶς ἐξ ”ὕπνου ἐγερθῆναι· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.” ὁρᾷς ὅτι καιρὸν προτάξας, τὴν ὥραν ἐπήνεγκεν, ὡς αὐτὸ διὰ τοῦ αὐτοῦ, καὶ οὐχ ἕτερόν τι δηλῶν. καιρὸς γὰρ ἦν διεγρηγορήσαντας ἤδη τοὺς κεκαρωμένους ἐν ἁμαρτίαις ἀναμῦσαι πρὸς τὸ συμφέρον, καὶ διεγερθῆναι πρὸς νῆψιν τὴν θεοφιλῆ. <Ἐκ τοῦ ὄχλου οὖν πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, καὶ ἔλεγον Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ἔχει ποιῆσαι ὧν οὗτος ἐποίησεν;> Ὅσην ὁ λόγος ἐν τούτοις ἔχει τὴν οἰκονομίαν καὶ ὅπως ἡμῖν μετ᾽ ἐκεῖνα πάλιν εὐρύθμως εἰσβέβηκεν, ἄξιον ἰδεῖν. προειρηκὼς γὰρ ὡς ἐζήτουν αὐτὸν Ἰουδαῖοι συλλαβεῖν, καὶ καθεῖρξαι βρόχοις τοῖς ἐξ ἀπονοίας εἰς ὠμὸν οὕτω καὶ οὐκ ἐν καιρῷ μελετώμενον κίνδυνον, τοὺς ὄχλους δεικνύει τοὺς πεπιστευκότας, ἵνα τῶν ἡγουμένων ὁμολογῆται λοιπὸν τὰ ἐπ᾽ αὐτῷ κακουργήματα. τοσοῦτον γὰρ ἀφεστᾶσιν οἱ δῆμοι τοῦ βουλεύεσθαι παροινεῖν ὡς αὐτὸν, ὡς καὶ τὰς ἐκ τῶν θαυμάτων ἤδη συλλέγειν ἐννοίας, καὶ ὅτι προσήκει λοιπὸν τοῖς παρ᾽ αὐτοῦ προσκεῖσθαι μαθήμασι διαῤῥήδην ὁμολογεῖν.

λόγος δὲ ἦν, ὡς εἰκὸς, ἐφ᾽ ὅλον τῶν Ἰουδαίων τὸ γένος ἐκτεθρυλημένος, καὶ ἀνὰ πᾶσαν αὐτῶν ἡπλωμένος τὴν χώραν, ὡς ἐπὶ μεγάλοις τισὶν ἡ Χριστοῦ παρουσία γενέσθαι· καὶ τερατουργήσει μὲν ὑπὲρ λόγον, ἀξιολογωτέραν δὲ σφόδρα καὶ τῆς νομικῆς ἀμείνω παιδεύσεως τὴν διδασκαλίαν εἰσοίσει. γυνὴ μὲν γὰρ ἡ Σαμαρεῖτις, ὅτε τὸ ὕδωρ ἀρυσαμένη εἰς τὴν τοῦ Ἰακὼβ ἀφικνεῖτο πηγὴν, καὶ τῷ Σωτῆρι προσδιελέγετο “Οἴδαμεν, φησὶν, ὅτι Μεσσίας ἔρ- ”χεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ “ἡμῖν πάντα.” καὶ τό Οἴδαμεν, ἐν τούτοις, οὐχὶ δὴ πάντως ἐκείνῃ καὶ μόνῃ περιθήσομεν εἰκότως, ἀλλ᾽ ὅλον προσάπτοντες τὸ Σαμαρειτῶν τε καὶ Ἰουδαίων γένος, τὸν ἀρτίως ἡμῖν προσκεκομισμένον βεβαιώσομεν λόγον. οὗτοι δὲ νυνὶ τὰ ἐν λαμπραῖς ἐλπίσι περὶ αὐτοῦ θρυλούμενα τῶν ἤδη παρόντων οὐκ ἐν μείζοσι βλέποντες, μονονουχὶ πρὸς ἀλλήλους τοιαῦτά φασιν Ἐπὶ τίσιν ἡμῖν ὁ νόμος ἀναδειχθήσεσθαι διαμεμήνυκε τὸν Χριστόν; τίνα δὲ αὐτὸν ὁ τῶν ἁγίων προφητῶν κεχρησμῴδηκε λόγος; θαυματουργὸν δηλονότι καὶ τῶν ἀρίστων εἰσηγητήν. ἀλλ᾽ ὁρῶμεν ἄκρως πρὸς ἄμφω τὸν ἤδη παρόντα διαπρεπῆ. ποία σημείων ὑπερβολὴ τοῖς ἔτι τὸ μεῖζον ἐννοοῦσι περιλιμπάνεται; πρὸς τί τῶν δυσχερῶν ἠσθένησεν; τί δὲ ὑπὲρ λόγον καὶ παραδόξως οὐκ εἴργασται; ἐν τίνι τὸ πλέον ἔτι ζητήσωμεν; ἴδωμεν εἰ μὴ λοιπὸν ἐν ὅροις τοῦ παντὸς ἀφικνεῖται θαύματος;

τί τὸ ἐν Χριστῷ προσδοκώμενον, ὃ μὴ ἐν τούτῳ φαίνεται; ἀναίσχυντος ἤδη λοιπὸν ἡ τοῦ πιστεύειν παραίτησις, ἀγνώμων ἡ ῥᾳθυμία, καὶ ὁ τῆς μελλήσεως λόγος ἀπίθανος κομιδὴ κατά γε τὸ δεῖν αἱρεῖσθαι τὰ κάλλιστα· ὁμολογείσθω Θεός· τοῦτο γὰρ αὐτὴ τῶν πραγμάτων ἡ φύσις καὶ οὐχ ἑκόντας αἰτεῖ.

Οὐκ ἀκόμψως μὲν οὖν οὐδὲ τοῦ πρέποντος ἐξῳκισμένως τὴν τοιαύτην ἄν τις τοῖς Ἰουδαίοις περιθείη φωνήν. σημειωτέον γεμὴν ὅτι ταῖς τῶν ἡγουμένων δυστροπίαις διόλωλε τὸ ὑπήκοον· οἱ μὲν γὰρ ἦσαν ἄριστοι στοχασταὶ τῇ τῶν τελουμένων λαμπρότητι πρὸς τὸ χρῆναι πιστεύειν ποδηγούμενοι, μόνην δὲ περὶ Χριστοῦ μένοντες τῶν ἡγουμένων σύνεσιν· οἱ δὲ οὕτως ἦσαν εἰς ὠμότητα δεινοὶ, ὡς κακοῦν ἐπιχειρεῖν τὸν ἐπὶ μεγάλαις ἐλπίσιν προκατηγγελμένον, διά τε τῶν τελουμένων ἤδη καὶ πεπιστευμένον. <Ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα.> Ἀσχάλλει μὲν ἡ πληθὺς κατὰ τῶν ἡγουμένων καὶ μάλα εἰκότως. ἐποιεῖτο δὲ πολλήν τινα τὴν καταβοὴν περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, οὐχ ὅτι ξένος ἦν καὶ ὑπὲρ ἐλπίδα θαυματουργὸς, ἀλλ᾽ οὐδὲ ὅτι τῆς νομικῆς λατρείας τὰ ἀμείνω παρῆλθεν ἐρῶν· ἀλλ᾽ ὅτι τοῖς ἀρχιερεῦσιν καὶ Φαρισαίοις οὔπω γεγόνει παράδεκτος τοῖς παρὰ Χριστοῦ λεγομένοις ἰσοστατοῦσαν ἔχων τὴν δόξαν, καὶ κατ᾽ οὐδὲν ὅλως ἐν ἐλάττοσιν ὢν ἢ ἐν οἷσπερ ἂν ἐκεῖνον οἱ ἐπ᾽ αὐτῷ διαγγέλλουσι θρῦλοι, ἢ καὶ ὁ τῶν ἁγίων προεκήρυξε προφητῶν λόγος.

ὡς οὖν ἤδη φθόνῳ κεκρατημένους ἤπερ ὄντως τῆς τοῦ λαοῦ σωτηρίας πεφροντικότας καταιτιῶνται δικαίως· πολὺς δὲ ὢν τῆς ἐπὶ τούτοις αἰτίας ὁ λόγος οὐ διαλανθάνει τοὺς ἡγουμένους, καὶ προσκέκρουκεν, ὡς εἰκὸς, ἡ πληθὺς, εὐλόγως μὲν ἤδη καταπεπληγμένη τὸν Κύριον, διψῶσα δὲ λίαν τὸ πιστεύειν αὐτῷ καὶ ἤδη πως τῆς τῶν ἀρχόντων πλεονεξίας τὸν ζυγὸν οὐ φέρουσα, μελετῶσα δὲ ὥσπερ ἐκεῖνο δρᾶν τὸ ἐν ψαλμοῖς εἰρημένον “Διαῤῥήξωμεν τοὺς ”δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν “αὐτῶν.” οὐ γὰρ τοῖς τοῦ νόμου διατάγμασιν ὑποζεύξαντες τῶν ἀγελαίων τὸν νοῦν, ἀλλὰ τοῖς ἰδίοις ὑποθέντες εὑρήμασι, καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, τὴν εὐθεῖαν ἀφέντες καὶ ἱππήλατον ἐπὶ κρημνοὺς καὶ βόθρους ἐξέπεμπον τοὺς οἷσπερ ἦν ἤδη καὶ ἐν ἑτοίμῳ τὸ σώζεσθαι, καὶ οἴκοθεν χειραγωγουμένοις πρὸς εὐθύτητα λογισμῶν. <Καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.> “Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς” τοῦ νόμου διηγγελκότος, ἄνω τε καὶ κάτω τό “Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ ”κακίᾳ” σαφῶς ἀνακεκραγότος, φονῶσιν οἱ νομοφύλακες, καὶ ἐπὶ τῷ τὰ Μωυσέως ἡγεῖσθαι σεπτὰ καταφρυαττόμενοι, καὶ τοῖς ἄλλοις ἅπασιν, εἰ μὴ τοῦτον διακέοιντο τὸν τρόπον, ἐπιτιμᾶν εἰωθότες.

ἀλλ᾽ οὐδὲν ἐν τούτοις τοῦ νόμου φροντίσαντες, διαλακτίσαντες δὲ ὥσπερ τὰ παρ᾽ αὐτοῖς τιμιώτατα, βρόχοις περιβαλεῖν σπουδάζουσι τὸν ἡμαρτηκότα μὲν τὸ παράπαν οὐδὲν, ὅτι δὲ μᾶλλον αὐτὸς εἴη ὁ Χριστὸς, δι᾽ αὐτῶν ἤδη τῶν ἔργων πεπιστευμένον. ἐχρῆν δὲ δήπου πάντως, ἐρεῖ τις εὐλόγως, τοὺς ἀνοσίους τῶν Ἰουδαίων καθηγητὰς, εἴπερ ἦσαν τῶν θείων λογίων ἵστορες καὶ τῶν θείων νόμων ἐπιστήμονες, προσλαλῆσαι μᾶλλον τοῖς ὄχλοις, ἀνατρέψαι λογισμοῖς τοῖς καθήκουσι τὴν ἐπὶ τούτῳ καταβοὴν, ἀποκρούσασθαι τοῦ φθόνου τὰς ὑποψίας, μεθιστᾶν εἰς τὸ φρονεῖν ἃ προσῆκεν, εἴτι περ ὅλως καὶ διεσφάλσθαι παρ᾽ αὐτοῖς ἐνομίζοντο, καλὰς ἐπὶ Χριστῷ τὰς ὑπονοίας ὠδίνοντες· ἔδει ταῖς ἐκ προφητῶν μαρτυρίαις πληροφορῆσαι, καὶ διὰ πάσης ἁπαξαπλῶς ἰόντας τῆς θείας γραφῆς, ἀπονίψασθαι μὲν τὰ ἐκ τῶν ὄχλων ἐγκλήματα, διδάξαι δὲ περὶ Χριστοῦ τὸ ἀληθέστερον ὡς ἐγνωκότας τι πλέον. ἀλλ᾽ οὐδεμίαν ἐντεῦθεν τὴν ἀπολογίαν εὑρίσκοντες, δυσωπούμενοι δὲ τὴν ἁγίαν γραφὴν, ἅτε κατηγοροῦσαν αὐτῶν μετὰ τῶν ὄχλων εὑρίσκοντες, εἰς ἀναίσχυντον ἐμπίπτουσι θράσος, καὶ ἐκ μέσου ποιεῖσθαι σπουδάζουσι τὸν Χριστὸν, ὅτι διέπταισται διελέγχειν οὐκ ἔχοντες.

τὸ δὲ δὴ τῶν ἄλλων ἀφορητότερον, οὐδὲ τῶν τυχόντων ἡ σκέψις, ἀλλὰ τῶν ἀρχιερέων τὰ τολμήματα σύνδρομον ἐχόντων τοῖς Φαρισαίοις τὴν γνώμην, καίτοι καθηγεῖσθαι δέον αὐτῶν ὡς πλεονεκτοῦντας τῷ τῆς ἱερωσύνης πράγματι, καὶ τὸ προτετάχθαι διὰ τούτου λαχόντας, ἔδει φαίνεσθαι καθηγητὰς, καὶ ἐν ἀγαθοῖς τοῖς σκέμμασι, καὶ βουλῆς κατάρχειν οὐκ ἀπᾳδούσης Θεῷ. ἀλλ᾽ ἐπείπερ ἔξω φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ κατόπιν τῶν ἰδίων ἐνθυμημάτων τὸν θεῖον ῥίψαντες νόμον, ἐπὶ μόνον τὸ δοκοῦν ἀδιακρίτοις ἐφέροντο ταῖς ὁρμαῖς· κεφαλὴ γὰρ γέγονεν εἰς οὐρὰν, κατὰ τὸ γεγραμμένον. ἕπεται γὰρ ὁ ἡγούμενος, καὶ τῇ τῶν Φαρισαίων ἀνοσιότητι συμφρονῶν ἀχαλίνους ἤδη καὶ κατὰ Χριστοῦ ποιεῖται τὰς καταδρομάς. ἀπροφάσιστος δέ πως ἀεὶ τοῖς πονηροῖς ὁ πρὸς φιλαρέτους εὑρίσκεται πόλεμος, καὶ μονονουχὶ χωλεύει τῆς μάχης ὁ τρόπος ταῖς ἐξ εὐλόγων αἰτιῶν εὑρεσιλογίαις οὐ βοηθούμενος, μόνοις δὲ τοῖς ἐκ φθόνου διακεκωλυμένος νοσήμασιν. οὐ γὰρ ἔχοντες ἁμιλλᾶσθαι τοῖς ἐκείνων μεγαλουργήμασιν, οὐδὲ διὰ τῆς ἴσης εὐψυχίας ἰσόμετρον αὐτοῖς ἀποκομίζεσθαι δόξαν, ἢ καὶ ἐν ἀμείνοσι τυχὸν διὰ τῶν ἀμεινόνων ὁρᾶσθαι, πρὸς ἀγριότητα πίπτουσι λογισμῶν, καὶ ταῖς τῶν νικώντων εὐφημίαις ἐξοπλίζονται παραλόγως, ἀφανίζειν σπουδάζοντες τὸ ἀσχημονεῖν ἀναγκάζον αὐτούς. ἀεὶ γὰρ τῇ παραθέσει τοῦ βελτίονος τὸ φαῦλον ἐλέγχεται.

χρῆν δὲ δήπου μᾶλλον αὐτοὺς διὰ τῶν ἴσων παρισοῦσθαι φιλεῖν, καὶ τοῖς ἐπαινουμένοις τὰ αὐτὰ μᾶλλον ἐπείγεσθαι φρονεῖν καὶ δρᾶν. εἰκὸς δὲ δή τι καὶ πικρὸν ἐννοῆσαι τοὺς Φαρισαίους. ἐπειδὴ γὰρ ἐπύθοντο διαγογγύζειν τοὺς ὄχλους, καὶ ἀλλήλοις ἤδη διαθρυλεῖν “Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἴδε ἐν ”παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἔγνω- “σαν οἱ ἄρχοντες ὅτι αὐτός ἐστιν ὁ Χριστός;” ἀποκρουομένοι πάλιν τῇ συντρόφῳ κακίᾳ τὴν ἐντεῦθεν ὑπόληψιν, δεσμεῖν ἐπιτάττουσιν, αὐτό τε τοῦτο πληρώσοντας τοὺς ὑπηρέτας ἐκπέμπουσιν. <Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.> Οὐκ ἠγνόησε πάλιν, ἅτε δὴ Θεὸς ὑπάρχων κατὰ φύσιν ὁ Κύριος, τὰ μιαιφόνα τῶν Φαρισαίων τολμήματα, καὶ τὴν ἐφ᾽ ἑαυτῷ τῶν ἀρχιερέων ἀνόσιον σκέψιν. θεωρεῖ δὲ τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἤδη καὶ παρόντας, καὶ τοῖς ὄχλοις ἀναμεμιγμένους τοὺς οἵπερ ἦσαν ἐξειλεγμένοι παρ᾽ ἐκείνων ὑπηρέται πρὸς τὸ συλλαβεῖν αὐτόν. διὰ τοῦτο κοινὸν μὲν ὡς πρὸς ἅπαντα τὸν περιεστῶτα δῆμον ποιεῖται τὸν λόγον, ἔχοντα δὲ ὥσπερ πρὸς ἐκείνους ἀπόκρισιν ἰδικὴν, ὁμοῦ δὲ καὶ ἐν ταὐτῷ πολλὰ διδάσκει τὰ χρήσιμα. ἀπειλεῖ μὲν γὰρ χαριέντως, ἀλλὰ καὶ, ἐφ᾽ οἷς ἥδεσθαι χρὴ, μικροψυχοῦντας ἐλέγχει· ἄπρακτον δὲ καὶ ἑτέρως αὐτοῖς ἔσεσθαι τὸ ἐγχείρημα κἂν γενέσθαι συμβῇ.

καὶ ὅπως, ἐροῦμεν, τὸν ἐφ᾽ ἑκάστῳ διελόντες λόγον· ἐν μὲν γὰρ τῷ εἰπεῖν Ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, μονονουχὶ τοῦτο διδάσκων φαίνεται Λέγετέ μοι, φησὶ, διὰ ποίαν αἰτίαν ὡς ἐν τῷδε τῷ κόσμῳ βραδύνοντί μοι λοιπὸν ἐπασχάλλετε; φορτικός εἰμι τοῖς καθ᾽ ὑμᾶς, ὁμολογῶ, καὶ τοῖς οὐ τιμῶσι τὴν ἀρετὴν οὐ λίαν ἡδὺς, συντρίβων τὸν οὐ φιλόθεον, καὶ ὑποπλήττων ἐλέγχοις ἔσθ᾽ ὅτε τὸν δυσσεβῆ. μῖσος ἐμαυτῷ γεωργήσας οὐκ ἀγνοῶ. ἀλλὰ μὴ πρόωρον οὕτως ἐπ᾽ ἐμοὶ τὸν τοῦ θανάτου βρόχον ἐκτείνετε. μικρὸν ἔτι μεθ᾽ ὑμῶν ἔσομαι χρόνον, ἀπαναστήσομαι χαίρων, ὅταν ὁ τῷ παθεῖν πρέπων ἔλθῃ καιρὸς, οὔτε αὐτὸς ἀνέξομαι συνεῖναι κακοῖς, οὐχ ἡδεῖαι μοί φησιν αἱ μετὰ φονώντων διατριβαὶ, ἀποδραμοῦμαι τῶν δυσσεβούντων, ὡς Θεὸς, συνέσομαι δὲ τοῖς ἐμοῖς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος κἂν ἀπεῖναι δοκῶ τῇ σαρκί. ἐν δὲ τῷ λέγειν Ὑπάγω πρὸς τὸν πέμψαντά με, σημαίνει τι πάλιν τοιοῦτον Μάτην ἐπ᾽ ἐμοὶ τὸ τῆς ἑαυτῶν δυσσεβείας, φησὶν, ἠκονήσατε ξίφος. τί δὲ καὶ ἀνηνύτοις καταξαίνεσθε βουλαῖς;

στήσατε τοῦ φθόνου τὸ βέλος· βάλλει γὰρ εἰς οὐδέν· οὐχ ὑποθήσεται θανάτῳ τὴν ζωὴν, οὐδὲ περιέσται τῆς ἀφθαρσίας ἡ φθορά· οὐκ ἔσομαι κάτοχος ταῖς ᾅδου πύλαις, οὐκ ἔσομαι μεθ᾽ ὑμῶν ἐν μνημείοις νεκρὸς, ἀναπτήσομαι πρὸς τὸν ἐξ οὗπέρ εἰμι, ἀναβήσομαι δὲ πάλιν εἰς οὐρανοὺς, ἔγκλημα τῆς ὑμετέρας δυσσεβείας καὶ ἀγγέλοις καὶ ἀνθρώποις ὁρώμενος. οἱ μὲν γὰρ ἀναφοιτῶντα θαυμάσουσιν, οἱ δὲ ὑπαντῶντες ἐροῦσι “Τί ”αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρῶ “πρὸς αὐτούς Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.” οὐκοῦν ἐν ἤθει πολλῷ καὶ ἐν ἐξαιρέτῳ πραότητι συντέθηται πάλιν ὁ λόγος, εἰς ὑπογραμμὸν δὲ καὶ τοῦτο ἡμέτερον· ὅθεν καὶ ὁ Παῦλος τὸν τοῦ Θεοῦ δοῦλον μὴ χρῆναι “μάχεσθαί” φησιν, “ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παι- ”δεύοντα τοὺς ἀντιδιατιθεμένους.” δεῖ γὰρ οἶμαι θορύβου παντὸς καὶ τῶν ἐξ ὀργῆς ἀτιθάσων κινημάτων ἔξω κεῖσθαι τὸν φιλόθεον νοῦν, καὶ ὥσπερ τινὰ κυμάτων ἀγρίαν ἐπεισφορὰν παραιτεῖσθαι φιλεῖν τὰ ἐκ μικροψυχίας συμβαίνοντα, νηνέμοις δὲ ὥσπερ εὐδίαις ἐφήδεσθαι τοῖς ἐκ πραότητος λογισμοῖς, καὶ ἀγαπᾶν ὅτι μάλιστα τὸ διαζῆν ἐν μακροθυμίαις, ἀνεξίκακον δὲ πρὸς πάντας ὁρᾶσθαι, καὶ φρενὸς μὲν ἔχεσθαι παντελῶς ἀγαθῆς, λόγον δὲ τὸν πρὸς ἐχθροὺς ποιεῖσθαι μὴ ἀσχήμονα. <Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε.> Χαριέντως καὶ τοῦτο, καὶ ἐν ἤθει πολλῷ.

σημαίνει μὲν γὰρ ὅ τι, κατὰ τὸ πρόχειρον ἐκληφθὲν, οὐ δυσχερὲς εἰς κατάληψιν, ὠδίνει δέ τι πικρὸν ἐν παραβύστῳ μυστήριον. ἐπειδὴ γὰρ ἀναβήσεσθαί φησι πρὸς τὸν ἀποστείλαντα αὐτὸν, τουτέστι, πρὸς τὸν Θεὸν καὶ Πατέρα, κἂν ἐπιβουλεύειν ἐπιχειρῶσιν ἔτι, κἂν τοῦ διώκειν οὐ παύσωνται, οὐδαμόθεν αὐτοῖς ἁλώσιμον ἔσεσθαι λέγει τὸν εἰς αὐτοὺς δραμόντα τοὺς οὐρανούς. τὸ δὲ ἀληθέστερόν τε καὶ αἰνιγματωδῶς ὑποδηλούμενον, τοιοῦτόν ἐστιν Ἐγὼ, φησὶ, χορηγήσων ὑμῖν ἀπεστάλην τὴν ζωὴν, ἀφῖγμαι δὲ τῆς ἀνθρωπείας φύσεως ἐξελεῖν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον, καὶ ἀνεξικάκως ἀνακομίσων πρὸς Θεὸν τοὺς δι᾽ ἁμαρτίας ἐξολισθήσαντας· παραγέγονα τοῖς ἐν σκότει τὸ θεῖον ἐνθήσων καὶ οὐράνιον φῶς, καὶ πρὸς τούτοις ἔτι “πτωχοῖς μὲν εὐαγγελίσασθαι, τυφλοῖς” ἐπιδοῦναι τὴν “ἀνάβλεψιν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καλέσαι ἐνιαυτὸν ”Κυρίου δεκτόν.” ἀλλ᾽ ἐπείπερ ὑμῖν ταῖς ἀπονοίαις ἐξελαύνειν δοκεῖ τὸν οὕτω πλουσίαν τῶν οὐρανίων ἀγαθῶν παραθέντα τὴν ἀπόλαυσιν, μετὰ βραχὺ μὲν αὐτὸς ἀνακομισθήσομαι πρὸς τὸν ἐξ οὗπέρ εἰμι, μεταγνώσεσθε δὲ ὑμεῖς, καὶ ἀπράκτοις ὑστεροβουλίαις δαπανώμενοι πικρῶς ἐφ᾽ ἑαυτοῖς θρηνήσετε, κἂν εὑρίσκειν ἔτι τὸν τῆς ζωῆς βούλησθε χορηγὸν, οὐκ ἐξέσται τότε τὸν ποθούμενον ἀπολαῦσαι. ἀποπηδήσας γὰρ ἅπαξ καὶ τῆς εἰς ὑμᾶς ἀγάπης ἀπονενευκὼς, ἀποτειχιῶ πάντως ὑμῖν καὶ τὸ ἐν ζητήσει χρήσιμον.

Τοιοῦτον δέ τι καὶ ἐν τοῖς τῶν προφητῶν κηρύγμασι περὶ αὐτῶν εὑρήσομεν. λέγει γάρ τις περὶ τῶν ἐξ Ἰσραήλ “Μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι ”τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτὸν, ὅτι ἐξέκλινον ἀπ᾽ “αὐτῶν.” οἱ γὰρ ἑλέσθαι παρόντι ζωὴν οὐ θελήσαντες, καὶ τὸ ἐν χερσὶν ἀγαθὸν λογισμοῖς ἀσυνέτοις ἐξωθούμενοι, πῶς ἂν εἶεν ἔτι πρὸς τὸ λαβεῖν ἐπιτήδειοι; καὶ οἱ τὸ καιροῦ διαμαρτεῖν ἐν τῷ μηδενὸς ποιησάμενοι λόγῳ, πῶς ἂν ἔχειν δύναιντο τὰ ἐκ τῶν καιρῶν ἀγαθά; ἐνεστηκότος μὲν γὰρ τοῦ καιροῦ καὶ παρόντος ἔτι, τὰ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ ζητητέον· ἐξοιχομένου δὲ ἤδη καὶ παρελαύνοντος, περιττὴ λοιπὸν καὶ εἰκαιοτάτη τῶν ἐν αὐτῷ χρησίμων ἡ ζήτησις. καὶ γοῦν ὁ μακάριος Παῦλος “Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν, ”ἰδοὺ νῦν ἡμέρα σωτηρίας,” ἀλλὰ καί “Ἕως καιρὸν ἔχομεν, ”ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.” ἤδη γὰρ ἤδη πρέπει τοῖς τὴν ἕξιν ἀγαθοῖς τὸ μὴ δεῖν, παρηβῶντος ἤδη τοῦ καιροῦ, τὰ ἐξ αὐτοῦ ζητεῖν ἀγαθὰ, ἀρχομένου δὲ μᾶλλον, καὶ ἀκμαιοτάτην ὥσπερ τὴν παρουσίαν ἐπιδεικνύοντος.

Καὶ πολλὰ μὲν ἦν ἐπὶ τούτοις ἔτι περὶ καιροῦ λέγειν ἀπὸ τῆς θείας γραφῆς, παρεὶς δὲ τοῖς φιλοπόνοις τὸ ἐκεῖνα ζητεῖν, ἐρῶ τι βραχὺ, κοινὸν μὲν καὶ ἐν χρήσει τῇ παρ᾽ ἡμῖν, ὅμως δ᾽ οὖν οὐ μετρίαν ἔχον τὴν ὄνησιν. φασὶ τοιγαροῦν τοὺς τὰς ἐν τοῖς πίναξιν ἀνατυποῦντας γραφὰς, ὅτε καιρὸν πρὸς εἶδος ἄγουσι τὸ ἀνθρώπινον, τὸ μὲν ἄλλο τοῦ σώματος σχῆμα κατὰ τὸ δοκοῦν αὐτοῖς ἀποσημαίνεσθαι, κεφαλὴν δὲ μόνην ἐπιτιθέναι τοιαύτην· ἀπὸ μὲν γὰρ τῶν κατόπιν αὐτὴν ἀπότριχά τε καὶ λειοτάτην ἐπιδεικνύουσι λαμπροῖς ἀλείφοντες χρώμασιν· ἀπὸ δὲ μέσου κρανίου, μακρὰν τοῖς μετώποις ἐπαρτῶσι τὴν τρίχα, καὶ κεχυμένην εἰς τὸ πρόσω καὶ διαῤῥέουσαν, δι᾽ αὐτοῦ δὴ τούτου δηλοῦντες τοῦ σχήματος, ὅτι καιροῦ μέν τινος ἐνεστηκότος τε καὶ οἷον ἀντιπροσώπου ὑπαντιάζοντος, ῥᾳδίαν ἐπιδράξαιτο, παρῳχηκότος δὲ ἤδη, πῶς ἂν ἔτι καὶ λάβοιτο; δασὺς μὲν γὰρ ὥσπερ καὶ εὐκάτοχος ἔτι παρὼν, παραδραμὼν δὲ, οὐκέτι. τοῦτο γὰρ ἡ κατόπιν λειότης ὑποδηλοῖ, μονονουχὶ τὴν τοῦ κατείργειν ἐθέλοντος διαπαίζουσα χεῖρα.

οὐκοῦν ἐπείπερ οὐκ ἐν ἡμῖν τὰ ἐκ τῶν καιρῶν μετὰ τοὺς καιροὺς, παροῦσι τοῖς ἀγαθοῖς μὴ ἐπινυστάξωμεν, ἐγρηγορῶμεν δὲ μᾶλλον, καὶ μὴ ὅτε τὸ ζητεῖν ἀνωφελὲς, τὸ θηρᾶσθαι τὸ ὠφελοῦν ἀσυνέτως σπουδάζωμεν. <Καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.> Ἀστειότατα πάλιν τῆς τῶν οὐρανῶν βασιλείας τὸ τῶν Ἰουδαίων ἐκπέμπει γένος, ἀκόλουθα μὲν τοῖς ἤδη προειρημένοις ἐπενεγκὼν, βαθὺ δ᾽ οὖν ὅμως αὐτοῖς ἐγκαταχώσας μυστήριον. ἁπλούστερον μὲν γὰρ προσβάλλοντες τῷ λόγῳ, καὶ ἀπεριεργοτέραν ἐπ᾽ αὐτῷ τὴν θεωρίαν δεξάμενοι, τοιοῦτόν τι φαμὲν ὑποδηλοῦν αὐτὸν, ὡς οὐδαμόθεν αὐτοῖς ἔσται καταληπτὸς, ἀλλ᾽ οὐδὲ τοῖς παρ᾽ αὐτῶν ὑποπεσεῖται βρόχοις παλινδρομήσας πρὸς τὸν Πατέρα. οὐ γὰρ βάσιμος αὐτοῖς ἔσται καὶ οὐρανὸς, ὁ δὲ αὐτῷ συνεδρεύων τῷ Θεῷ καὶ Πατρὶ, πῶς ἂν καὶ γένοιτο τοῖς ζητοῦσιν αὐτὸν ἁλώσιμος; εἷς μὲν οὖν λόγος οὗτος οὐ βαθὺς, πρεπωδέστερος δὲ ταῖς τῶν Ἰουδαίων ἐλαφρίαις μᾶλλον, καὶ ταῖς ἐκείνων διανοίαις ἐν ἀμείνοσι· χθαμαλώτερον γάρ πως ἀεὶ νοοῦντες εὑρίσκονται· ἡ δὲ ἀκριβὴς καὶ κεκρυμμένη τῶν εἰρημένων διάνοια τοῦτον ἔχει τὸν τρόπον Ἐγὼ μὲν, φησὶ, τῆς ὑμετέρας ἀνοσιότητος τὴν παγίδα διεκδραμὼν, ἀνακομισθήσομαι πρὸς Θεὸν καὶ Πατέρα· προαποδημήσω δὲ πάντως τῶν ἡμετέρων προσκυνητῶν, ἵνα καὶ πορεύσιμον αὐτοῖς ἀποδείξας τὴν πρὸς τὸ ἄνω διακομίζουσαν τρίβον, πάντας ἔχοιμι μεθ᾽ ἑαυτοῦ.

ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν ὅπου εἰμὶ ἐγὼ, τουτέστιν ἀπόκληροι τῶν θείων ἀγαθῶν εὑρεθήσεσθε, ἀμέτοχοι τῆς ἐμῆς ἔσεσθε δόξης, καὶ τοῦ συμβασιλεύειν τοῖς ἁγίοις ἀλλότριοι, ἄγευστοι διαμενεῖτε τῆς ἐν ἐλπίσι δωρεᾶς, ἀπόσιτοι τῶν θείων ἔσεσθε γάμων, τὴν ἐμὴν οὐκ ὄψεσθε πανήγυριν, οὐκ ἀναβήσεσθε πρὸς τὰς ἄνω μονὰς, ἀλλ᾽ οὐδὲ τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὸ κάλλος ἐπαθρήσετε· ἄποπτος ὑμῖν ἡ ἄνω γενήσεται πόλις· οὐ θεωρήσετε τὴν πλουσίαν Ἱερουσαλήμ· ἐκεῖ γάρ με τὸ ἐμὸν δοξολογήσει ποίμνιον, ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν. οὐ γὰρ παραδέξεται κυριοκτόνους ὁ οὐρανὸς, οὐδὲ ἀνοίξει τοῦ παραδείσου τὰς πύλας τὰ Χερουβὶμ, ἵνα θεομάχος εἰσέλθῃ λαὸς, δυσωπήσει δὲ οὐδαμῶς τὴν φλογίνην ῥομφαίαν ἀνὴρ ταῖς εἰς Θεὸν δυσσεβείαις ἔνοχος· μόνον οἶδε τὸν εὐσεβῆ καὶ τιμᾷ τὸν φιλόθεον, καὶ εἰρήνης σύνθημα ποιεῖται τὴν πίστιν.

Τοιαύτην τινὰ θεωρίαν τοῖς εἰρημένοις ἐποίσομεν πανταχόσε τὴν ἀληθῆ, καὶ τοῖς ἐν συνέσει πρέπουσαν ἰχνηλατοῦντες διάνοιαν. ὀλίγα δὲ τούτοις προσθήσομεν ἀποδεικνύντες διὰ τὸ χρήσιμον, ὅσοι μὲν πρὸς ἕξιν ἀναβαίνοντες τὴν φιλόθεον, καὶ συνέσονται καὶ συνεορτάσουσι τῷ Χριστῷ· οἱ δὲ ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις συντρέχοντες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; πικρὰν δὲ τῆς ἀπειθείας πραχθήσονται κόλασιν. οὐκοῦν ὁ θεσπέσιος ἡμῖν εἰσίτω Παῦλος πρὸς τοὺς τῇ ἁμαρτίᾳ νενεκρωμένους ἀναβοῶν “Ἀπεθάνετε γὰρ, καὶ ἡ ”ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ “Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ ”φανερωθήσεσθε ἐν δόξῃ.” καὶ πάλιν τοὺς περὶ τῆς ἀναστάσεως διεκβιβάζων λόγους “Καὶ ἡμεῖς οἱ ζῶντες, φησὶν, ”οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέ- “λαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε ”σὺν Κυρίῳ ἐσόμεθα.” συγγενῆ δὲ τούτοις καὶ αὐτὸς ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς διαγορεύων ὁρᾶται. συνεστιώμενος γὰρ αὐτοῖς “Λέγω δὲ ὑμῖν, φησὶν, οὐ μὴ πίω ἀπ᾽ ”ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς “ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ ”βασιλείᾳ τῶν οὐρανῶν.”

ἀλλὰ καὶ τῷ συνανηρτημένῳ λῃστῇ παρ᾽ αὐτὰς τοῦ θανάτου τὰς πύλας διὰ πίστεως τῆς εἰς αὐτὸν τὴν τῶν ἁγίων ἁρπάζοντι χάριν “Ἀμὴν ἀμὴν ”λέγω σοὶ, φησὶ, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.” οἱ μὲν οὖν ταῖς εὐπειθείαις τετιμηκότες αὐτὸν, συνέσονται μὲν ἀδιακωλύτως, ἐντρυφήσουσι δὲ τοῖς ὑπὲρ νοῦν ἀγαθοῖς· οἱ δὲ ταῖς ἀπονοίαις ἐξυβρίζειν οὐ παραιτούμενοι, καίτοι τοῦ νυμφῶνος οὐκ ὄντες υἱοὶ, κατοιχήσονται μὲν εἰς ᾅδου στυγνοὶ, πικρὰς ἀποτίσοντες δίκας. “ἐκβληθήσονται” γὰρ, κατὰ τὸ γεγραμμένον, “εἰς τὸ σκότος τὸ ἐξώτερον.” ἀληθεύσει τοιγαροῦν ὡς ἐν αἰνίγματι λέγων πρὸς Ἰουδαίους ὁ Κύριος Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. <Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;> Ὁρᾷς ἐν τούτοις πάλιν Ἰουδαϊκῶν ἀθλιότητα λογισμῶν; ὁρᾷς χαιμαιζήλου διανοίας οἰκτροτάτην ὑπόνοιαν; οὐ γὰρ ὅτι πρὸς οὐρανὸν ἀναβήσεταί φασι, καίτοι διαῤῥήδην ἀκούσαντες “Ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν ”πέμψαντά με,” ἀλλὰ τὴν τῶν Ἑλλήνων φαντάζονται χώραν, ὥσπερ παρ᾽ ἐκείνοις ὄντος τοῦ πεπομφότος αὐτὸν, πρὸς ὃν καὶ ἐπανήξειν ἐπηγγέλετο. προφητεύει δὲ, ὡς εἰκὸς, διὰ τούτων, καίπερ οὐκ εἰδὼς ὃ λέγει τῶν Ἰουδαίων ὁ δῆμος.

διὰ γὰρ θείας τινὸς ἐνεργείας κεκινημένοι δὴ τῇ τῶν ἐθνῶν χώρᾳ χαρίζονται τὸν Χριστὸν, ὡς ἐν ὑποψίας σχήματι τὰ μικρὸν ὕστερον ἀληθῆ δοξάζοντες· ἔμελλε γὰρ καὶ βαδιεῖσθαι ὄντως πρὸς Ἕλληνας καὶ διδάσκειν αὐτοὺς, τὴν ἀχάριστον τῶν Ἰουδαίων ἀπολακτίσας μητέρα τὴν Ἱερουσαλήμ. ἐπιτήρει δὲ ὅπως οὐχ ἁπλοῦν τὸν ἐπὶ τούτῳ ποιοῦνται λόγον. οὐ γὰρ ὅτι μόνον εἰς τὴν τῶν Ἑλλήνων ἀποδραμεῖται διασπορὰν ὑπολαμβάνουσιν, ἀλλ᾽ ἐπάγουσι δυστρόπως ὅτι καὶ μέλλει διδάσκειν τοὺς Ἕλληνας, ἵνα πάλιν αὐτοῖς κατηγορίας ἀποτέκῃ πρόφασιν καὶ ἡ παρ᾽ αὐτῶν ὑποψία. τὸ μὲν γὰρ ἐπιμίγεσθαι ταῖς τῶν Ἑλλήνων διασποραῖς διὰ τοῦ πρὸς τὰς ἐκείνων ἰέναι πόλεις ἢ χώρας, τετριμμένον τε καὶ ἀκατηγόρητον παρὰ τοῖς Ἰουδαίοις ηὑρίσκετο· τὸ δὲ ἐξηγεῖσθαι τοῖς ἀλλογενέσι τὸν νόμον, καὶ τὰ θεῖα τοῖς ἀμυήτοις ἀνακαλύπτειν μυστήρια, διαβεβλημένον καὶ οὐκ ἀνέγκλητον παρ᾽ αὐτοῖς. καὶ γοῦν ἀδιαφορήσαντάς τινας περὶ τοῦτο κατῃτιᾶτο Θεὸς διὰ τοῦ προφήτου λέγων Ἱερεμίου “Καὶ ἀνέ- ”γνωσαν ἔξω νόμον.”

πικρῶς οὖν ἄρα φασὶν ὅτι μέλλει διδάσκειν τοὺς Ἕλληνας, ὡς ἑτοίμως παραβαίνοντα τὸν νόμον διασύροντες, καὶ ἐκ τῶν ἤδη προειργασμένων ἐν ἡμέρᾳ σαββάτου τὸ πάντα πράττειν ἀπερισκέπτως, κἂν τοῖς θείοις ἀπᾴδῃ νόμοις, σύνηθες ὂν αὐτῷ καὶ ἐν τῷ μηδενὶ γεγονὸς πιστεύοντες. <Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἑορτῆς τῇ μεγάλῃ εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξε λέγων Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω.> Ζητητέον εὖ μάλα κἀν τούτῳ, τί δὴ πάλιν ὁ σοφώτατος ἡμῖν Εὐαγγελιστὴς ὑπαινίττεται μετὰ πολλῆς τινος ἄγαν τῆς ἐπιτηρήσεως, μεγάλην ὀνομάσας τὴν ἐσχάτην τῆς ἑορτῆς ἡμέραν, ἢ τί τὸ παρασκευάσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὥσπερ ἐξ ἀναγκαίου τινὸς λόγου καὶ τῷ καιρῷ πρέποντος κατ᾽ αὐτὴν μάλιστα τοῖς Ἰουδαίοις εἰπεῖν Εἴ τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. ἦν μὲν γὰρ καὶ ἑτέροις αὐτὸν ἀποχρήσασθαι λόγοις· οἷον Ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια. ἀλλ᾽ εἰς τὸν τοῦ πιστεύειν παρατρέψας λόγον τὴν ἐξήγησιν, τό Πινέτω, ἀναγκαῖον ὥσπερ τι καὶ χρεωστούμενον τοῖς περὶ τῆς ἑορτῆς εἰσκεκόμικε λόγοις. τὸν δὲ ἐν τῷ προκειμένῳ σκοπὸν ὡς ἐν ὀλίγοις εἰπεῖν πειράσομαι.

Ὅτε τοίνυν τὰ περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας διετύπου Θεὸς οὕτω πρὸς τὸν Μωυσῆν “Τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ”τοῦ μηνὸς τοῦ ἑβδόμου ἑορτὴ σκηνῶν τῷ Κυρίῳ, καὶ “προσάξετε ὁλοκαυτώματα καὶ θυσίας ἑπτὰ ἡμέρας, καὶ ”ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν.” εἶτα τούτοις ἐπιδιατάξας τῶν θυσιῶν τοὺς τρόπους, ἐπήνεγκε πάλιν “Καὶ ”τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, “προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ ”ἡμέρα ἡ πρώτη ἀνάπαυσις, καὶ ἡμέρα ἡ ἑβδόμη ἀνά- “παυσις. καὶ τῇ ἡμέρᾳ τῇ πρώτῃ λήψεσθε κάλλυντρα ”φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ καρπὸν ξύλου “ὡραίου καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου εὐφραν- ”θῆναι.” ἤδη μὲν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα τοῦ παροισθέντος ῥητοῦ διεξιόντες τὰ μέρη, μακρὸν ἐπ᾽ αὐτῷ δεδαπανήκαμεν λόγον, συντεμόντες δ᾽ οὖν ὅμως ἐν ὀλίγοις, αὖθις ἐπαναμνήσομεν. ἐφάσκομεν γὰρ τὴν μὲν ἑορτὴν τῆς σκηνοπηγίας τὸν τριπόθητον ἡμῖν τῆς ἀναστάσεως κατασημαίνειν καιρόν. τὸ δὲ κάλλυντρα λαβεῖν, καὶ καρπὸν ὡραίου ξύλου, καὶ πρὸς τούτοις ἔτι τὰ ἕτερα, ἐπανάληψίν τινα τοῦ παραδείσου δηλοῦν, ὡς καὶ εἰσαῦθις ἡμῖν δοθησομένου διὰ Χριστοῦ.

ἐπειδὴ δὲ ὅτι τὰ πάντα λαβεῖν ἐκ χειμάῤῥου προσήκει τελευτῶντι προσέκειτο τῷ ῥητῷ, ἐξ αὐτοῦ τε πάλιν εὐφραινόμενοι, ἐλέγομεν, χειμάῤῥῳ παρωμοιῶσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ δὴ πᾶσαν τὴν ἐν ἐλπίσι τέρψιν τε καὶ τρυφὴν εὑρήσομεν, ἐν αὐτῷ τε εὐφρανθησόμεθα θείως τε καὶ πνευματικῶς. ὅτι δὲ χειμάῤῥους ἐστί τε καὶ καλεῖται πνευματικῶς, ἐπιμαρτυρήσει λέγων καὶ ὁ σοφώτατος ἡμῖν μελῳδὸς, ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ ἡμῶν “Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ ”τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος “οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς ”αὐτούς.” καὶ αὐτὸς δέ που φησὶν ἐν προφήταις ὁ Κύριος “Ἰδοὺ ἐγὼ ἐκκλίνω πρὸς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ”ὡς χειμάῤῥους ἐπικλύζων.” Ἐπειδὴ τοίνυν ὁ νόμος κλητὴν ἁγίαν ἐκάλει τήν τε πρώτην, καὶ τὴν ἑβδόμην τῆς ἑορτῆς ἡμέραν, μεγάλην αὐτὴν κατωνόμασεν καὶ αὐτὸς ὁ θεσπέσιος Εὐαγγελιστὴς, τετριμμένον, ὡς ἔοικε, τοῖς Ἰουδαίοις οὐκ ἀτιμάσας ἔθος. ἐνούσης τοιγαροῦν τοῖς περὶ τῆς ἑορτῆς διατεταγμένοις καὶ τῆς τοῦ χειμάῤῥου μνήμης, ἐπιδεικνὺς ἑαυτὸν ὁ Σωτὴρ αὐτὸν ἐκεῖνον ὄντα τὸν χειμάῤῥουν, ὃς ἐν τῷ νομικῷ προκατηγγέλετο λόγῳ Εἴ τις διψᾷ φησιν ἐρχέσθω πρός με καὶ πινέτω. ὅρα γὰρ ὅπως ἐξίστησι τῶν Ἰουδαίων τὸν νοῦν τῶν ἐν γράμμασι τύπων, καὶ μετακομίζει εὐφυῶς τὰ ἐν σχήμασιν, εἴ τι συμβουλεύει τὴν ἀλήθειαν.

ἐγὼ γὰρ εἰμί φησιν ὁ διὰ τοῦ νομοθέτου χείμαῤῥος ἐν τοῖς περὶ τῆς ἑορτῆς προαναφωνούμενος λόγοις. καὶ εἰ κλάδους ἰτέας καὶ ἄγνου καὶ κλάδους ξύλου δασεῖς ἐκ χειμάῤῥου λαβεῖν ἀναγκαῖον, χείμαῤῥος δὲ ὁ Χριστὸς οὐ κυρίως, οὐδὲ ἀληθῶς τῆς ἑορτῆς ἐν ἐκείνοις ἐστὶ τὸ σχῆμα, εἴη δ᾽ ἂν μᾶλλον πραγμάτων σύμβολα νοητῶν, ἃ δοθήσεται τοῖς εὐσεβοῦσι διὰ Χριστοῦ.

Πλατύτερον δὲ περὶ αὐτῶν ἐν τῷ δευτέρῳ διειληφότες βιβλίῳ, καθάπερ οὖν ἤδη προείπομεν, οὐ ταυτολογήσομεν, ἑψόμεθα δὲ μᾶλλον τοῖς ἐφεξῆς. <Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.> Μακρὰν καὶ ἀγήρω τῆς πίστεως ἐπιδείκνυσι τὴν ἀμοιβὴν, καὶ πλουσιωτάτοις ἐντρυφήσειν χαρίσμασι τοῖς παρὰ Θεοῦ τὸν οὐκ ἀπειθοῦντά φησιν. ἔσται γὰρ οὕτω τῶν διὰ τοῦ Πνεύματος δωρημάτων ἀνάπλεως, ὡς μὴ μόνον τὸν ἐν αὐτῷ καταπιαίνεσθαι νοῦν, ἀλλ᾽ ἤδη καὶ ταῖς ἑτέρων καρδίαις ἐπικλύζειν δύνασθαι, ποταμίου ῥεύματος δίκην τὸ θεόσδοτον ἀγαθὸν καὶ εἰς τὸν πέλας ἐκβλύζοντας. αὐτὸ δὴ τοῦτο τοῖς ἁγίοις ἀποστόλοις ἐπέταττε λέγων “Δωρεὰν ἐλάβετε, δωρεὰν ”δότε.” ἐνεργὸς δὲ ἤδη περὶ αὐτὸ γενέσθαι ποθῶν καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς καὶ ἱερὸς ἐπιστέλλει Παῦλος “Ἐπιποθῶ γὰρ ”ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα πνευματικόν.” ἴδοις δ᾽ ἂν τοῦτο σφόδρα καλῶς ἔν τε τοῖς ἁγίοις εὐαγγελισταῖς, ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελικοῖς τῆς Ἐκκλησίας διδασκάλοις, οἳ τοῖς ἰοῦσιν ἐπὶ Χριστὸν διὰ τῆς πίστεως, ἀφθονώτατον τῆς ἐνθέου διδασκαλίας προχέοντες λόγον, πνευματικῶς κατευφραίνουσιν, οὐκέτι δὲ διψῆν ἐπιτρέποντες τῆς ἀληθείας τὴν γνῶσιν, σοφοῖς δ᾽ ὥσπερ ἐν ἠχήμασι μονονουχὶ καὶ λαρυγγίζοντες εἰς τὴν τῶν παιδευομένων καρδίαν.

διὸ δὴ χαίρων ὁ ψαλμῳδὸς ἐν πνεύματι περὶ αὐτῶν ἀνεφώνει “Ἐπῆραν οἱ ποταμοὶ Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς ”αὐτῶν.” μέγα τι καὶ ἐξαίσιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ “εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,” καθὰ γέγραπται, “καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα ”αὐτῶν.” τοὺς τοιούτους ἡμῖν ποταμοὺς ἀναδείξειν ἐπηγγέλλετο διὰ τοῦ προφήτου λέγων Ἡσαΐου Θεὸς, ὁ πάντων Θεὸς καὶ Δεσπότης “Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, ”σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ “ὕδωρ καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου ”τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς “μου διηγεῖσθαι.” πρόδηλον οὖν ὅτι ποταμοὺς ἐκ τῆς τοῦ πιστεύοντος κοιλίας προελεύσεσθαί φησιν ὁ Σωτὴρ τὴν διὰ τοῦ Πνεύματος διδακτήν τε καὶ ἐλλόγιμον χάριν ἧς καὶ ὁ Παῦλος μνημονεύει λέγων “Ὧι μὲν δίδοται διὰ τοῦ Πνεύ- ”ματος λόγος σοφίας.” Εἰδέναι γεμὴν πρὸς τούτοις ἐστὶ καλὸν, ὅτιπερ οὐ τὸ ῥητὸν οὕτως ἔχον ὡς προενήνεκται παρὰ τῇ θείᾳ γραφῇ τοῖς ἑαυτοῦ λόγοις ἐντέθεικεν ὁ Σωτὴρ, ἑρμηνεύσας δὲ μᾶλλον τὸ πρὸς διάνοιαν. εὑρίσκομεν γάρ που περὶ παντὸς τοῦ τιμῶντος καὶ ἀγαπῶντος τὸν Θεὸν, ὅτι “Ἔσται ὡς κῆπος μεθύων ”καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ.” ὅπερ δέ φησιν ἐν τοῖς ἤδη κατόπιν πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα, τοῦτο καὶ νῦν διαγορεύει σαφῶς.

ἐκεῖ μὲν γάρ φησιν “Πᾶς ὁ πίνων ”ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ “ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ”ἀλλὰ τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ γενήσεται αὐτῷ πηγὴ “ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.” ἐνταῦθα δὲ πάλιν πρὸς τὴν ἴσην ἀναφέρων διάνοιαν τὸν τοῦ λόγου σκοπὸν, ποταμοί φησιν ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.

ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. <Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.> ΔΡΙΜΕΙΑΝ ἐφ᾽ ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ τῶν προκειμένων ὁ νοῦς, καὶ πολλῆς ἀγχινοίας ἔργον ἂν γένοιτο μόλις τὸ συνιέναι διαρκῶς τοῦ μυστηρίου τὸ βάθος. ἀναλογιζόμενος γάρ τις καὶ εἰς ἕκαστον βλέπων τῶν ἁγίων προφητῶν, εἰκότως ἂν ἤδη καὶ εἰς ἐννοίας ἐκβαίνει θερμὰς, πῶς οὐκ ἦν τὸ Πνεῦμα, καίτοι τοσούτου προφητῶν ἀναδεδειγμένου χοροῦ, οἳ καὶ λαλοῦντες ἐν Πνεύματι τὰ θεῖα περὶ Χριστοῦ μυστήρια διὰ μακρῶν εὑρίσκονται λόγων. μὴ γάρ τοι τοσοῦτον ἡμεῖς ἔξω βαίνομεν λογισμοῦ τοῦ καθήκοντος, ὡς οἰηθῆναι Πνεύματος ἐρήμην τὴν τῶν ἁγίων γενέσθαι διάνοιαν. δυσωπεῖ γὰρ ἡμᾶς καὶ καθάπερ ἐξ ἀνάγκης πρὸς τὸ πείθεσθαι καλεῖ, ὡς διακεῖσθαι κατὰ ἀλήθειαν, ὡς ἦσαν πνευματοφόροι, καὶ αὐτὸ τῆς προφητείας τὸ χρῆμα καὶ τὰ ἐν τοῖς ἱεροῖς εὑρισκόμενα γράμμασι.

Πρὸς μὲν γὰρ τὸν Σαοὺλ ὁ Σαμουήλ φησιν, ὅτι “ἐφα- ”λεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ στραφήσῃ εἰς ἄνδρα “ἄλλον·” περὶ δὲ αὐτοῦ γέγραπται τοῦ μακαρίου Ἐλισαίου “Καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ”χεὶρ Κυρίου.” μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῷ μακαρίῳ Δαυεὶδ, ὡς ἐν Πνεύματι λαλοῦντι μυστήρια. καὶ πολλὰ μὲν ἄν τις ἐπισωρεύσαι ῥᾳδίως τοῖς εἰρημένοις τὰ παραπλήσια, δι᾽ ὧν ἂν γένοιτο καὶ λίαν εὐκόλως δύνασθαι κατιδεῖν πνευματοφοροῦντας τοὺς ἁγίους. ἐν δὲ τοῖς οὕτω προφανεστάτοις τὸ μακροῖς ἐντρίβεσθαι λόγοις περιττὸν, ὡς ἔοικεν, ἢ καὶ ἑτέρως φορτικόν. πῶς οὐκ ἦν Πνεῦμα, ζητητέον ἀκριβῶς. οἶμαι γὰρ δεῖν ἀληθεύειν ἡγεῖσθαι τὸν μακάριον Εὐαγγελιστήν.

Οὐκοῦν τὸ μὲν ὄντως ἀληθὲς, αὐτὸς ὁ πάντων ἴδρις ἴστω Θεός· χρὴ γὰρ οὐ περιεργότερον τοῖς ὑπὲρ ἡμᾶς προσβάλλειν ἀποτολμᾶν. πλὴν ὅσον ἔστιν ὡς ἐν εὐσεβέσιν ἰδεῖν λογισμοῖς, τοιοῦτόν τι περὶ ἡμᾶς συμβέβηκε γενέσθαι. γέγονε γὰρ ἐξ ἀρχῆς ἐν ἀφθαρσίᾳ τουτὶ τὸ λογικὸν ἐπὶ γῆς ζῷον, τουτέστιν ὁ ἄνθρωπος. αἴτιον δὲ τῆς ἀφθαρσίας αὐτῷ καὶ τῆς εἰς ἅπασαν ἀρετὴν διαμονῆς, τὸ ἐνοικεῖσθαι παρὰ Θεοῦ Πνεῦμα διεφαίνετο. “ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον ”αὐτοῦ πνοὴν ζωῆς,” καθὰ γέγραπται. ἀλλ᾽ ἐξ ἀπάτης τῆς ἀρχαίας ἐκείνης ἀπονεύσας εἰς ἁμαρτίαν, εἶτα κατὰ βραχὺ διὰ τῶν ἐφεξῆς πολλὴν εἰς τοῦτο λαβὼν τὴν ἐπίδοσιν, ὁμοῦ τοῖς ἄλλοις ἀγαθοῖς καὶ τὴν τοῦ Πνεύματος ὑπομένει ζημίαν, γέγονέ τε οὕτω λοιπὸν οὐχ ὑπὸ μόνην τὴν φθορὰν, ἀλλὰ καὶ πρὸς πᾶσαν εὔκολος ἁμαρτίαν. ἐπειδὴ δὲ ὁ πάντων γενεσιουργὸς “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ,” καλῶς γε σφόδρα ποιῶν ἐβουλεύσατο, καὶ ἀνακομίσαι πάλιν εἰς τὸ ἀρχαῖον ἠθέλησε τὴν τοῦ ἀνθρώπου φύσιν, ἐπαγγέλλεται μετὰ τῶν ἄλλων ἐπιδώσειν αὖθις αὐτῇ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· οὐ γὰρ ἦν ἑτέρως εἰς ἀκλόνητον στάσιν τῶν ἀγαθῶν ἀναδραμεῖν. ὁρίζει τοιγαροῦν τῆς ἐφ᾽ ἡμᾶς τοῦ Πνεύματος καθόδου τὸν καιρὸν, καὶ ἐπαγγέλλεται λέγων “Ἐν ταῖς ἡμέραις ἐκείναις· ταῖς τοῦ Σωτῆρος ἡμῶν δηλαδή· ”ἐκχέω· ἀπὸ τοῦ Πνεύματός μου, δηλαδή· ἐπὶ πᾶσαν σάρκα.”

ἐπειδὴ δὲ τῆς φιλοτιμίας ὁ χρόνος παρεκόμιζεν εἰς μέσον μετὰ σαρκὸς ἐπὶ τῆς γῆς τὸν Μονογενῆ, τουτέστιν, ἄνθρωπον ἐκ γυναικὸς γεγονότα κατὰ τὴν ἁγίαν γραφὴν, ἐδίδου πάλιν τὸ Πνεῦμα ὁ Θεὸς καὶ Πατὴρ, ἐδέχετο δὲ πρῶτος ὡς ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως τὸ Πνεῦμα Χριστός. “Ἐμαρ- ”τύρησε γὰρ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα “καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.” Ἐδέχετο δὲ πῶς; ἐπεξεργαστέον γὰρ ἀναγκαίως τὸ εἰρημένον. ἆρ᾽ ὡς οὐκ ἔχων; οὐ τοῦτό φαμεν· μὴ γένοιτο. ἴδιον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καὶ οὐκ ἔξωθεν, ὥσπερ ἡμῖν ἐπεισκρίνεται τὰ παρὰ Θεοῦ χορηγούμενον, ἀλλ᾽ ἐνυπάρχει φυσικῶς αὐτῷ καθάπερ καὶ τῷ Πατρὶ, καὶ δι᾽ αὐτοῦ πρόεισι τοῖς ἁγίοις κατὰ τὸ ἑκάστῳ πρέπον διανεμηθὲν παρὰ τοῦ Πατρός. εἰληφέναι δὲ λέγεται, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἦν ἀνθρώπῳ πρέπον τὸ λαβεῖν. καὶ ὥσπερ Υἱὸς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γεγεννημένος, καὶ πρὸ τῆς ἐνανθρωπήσεως, μᾶλλον δὲ καὶ πρὸ πάντων αἰώνων, κατ᾽ οὐδὲν ὅλως ἀσχάλλει λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς αὐτὸν ὅτε γέγονεν ἄνθρωπος “Υἱός μου εἶ σὺ, ”ἐγὼ σήμερον γεγέννηκά σε.”

τὸν γὰρ πρὸ αἰώνων ὄντα Θεὸν, ἐξ αὐτοῦ γεγεννημένον, σήμερον γεγεννῆσθαί φησιν· ἵν᾽ ἡμᾶς ἐν αὐτῷ καταδέξηται πρὸς υἱοθεσίαν, ὅλη γὰρ ἦν ἡ ἀνθρωπότης ἐν Χριστῷ, καθόπερ ἦν ἄνθρωπος· οὕτω καὶ τὸ ἴδιον ἔχοντι Πνεῦμα, διδόναι πάλιν αὐτὸ λέγεται τῷ Υἱῷ, ἵνα ἡμεῖς ἐν αὐτῷ τὸ Πνεῦμα κερδάνωμεν. ταύτης τοιγαροῦν τῆς αἰτίας ἕνεκα “σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται,” κατὰ τὸ γεγραμμένον, ὡμοιώθη δὲ “κατὰ πάντα τοῖς ἀδελφοῖς.” δέχεται τοίνυν οὐχ ἑαυτῷ τὸ Πνεῦμα τὸ Ἅγιον ὁ Μονογενής· αὐτοῦ γάρ ἐστι καὶ ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ τὸ Πνεῦμα, καθάπερ ἤδη προείπομεν· ἀλλ᾽ ἐπείπερ ἄνθρωπος γεγονὼς, ὅλην εἶχεν ἐν ἑαυτῷ τὴν φύσιν, ἵνα πᾶσαν ἐπανορθώσῃ μετασκευάσας εἰς τὸ ἀρχαῖον.

Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο περισκεπτέον. ὀψόμεθα γὰρ διὰ λογισμῶν ἰόντες σοφῶν, καὶ τοῖς ἀπὸ τῆς θείας γραφῆς βεβαιούμενοι λόγοις, οὐχ ἑαυτῷ λαβόντα τὸ Πνεῦμα Χριστὸν, ἡμῖν δὲ μᾶλλον ἐν ἑαυτῷ· πάντα γὰρ δι᾽ αὐτοῦ καὶ εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά. ἐπειδὴ γὰρ ὁ προπάτωρ Ἀδὰμ οὐ διέσωσε τὴν τοῦ Πνεύματος χάριν παρατραπεὶς ἐξ ἀπάτης εἰς παρακοὴν καὶ ἁμαρτίαν, ὅλη τε οὕτως ἐν αὐτῷ ἐζημιοῦτο λοιπὸν ἡ φύσις τὸ θεόσδοτον ἀγαθὸν, ἀναγκαίως ὁ τροπὴν οὐκ εἰδὼς Θεὸς Λόγος γέγονεν ἄνθρωπος, ἵνα λαβὼν ὡς ἄνθρωπος διασώσῃ παγίως τῇ φύσει τὸ ἀγαθόν. τῶν τοιούτων ἡμῖν μυστηρίων ἐξηγητὴς καὶ αὐτὸς εἰσβήσεται ὁ θεῖος μελῳδός· λέγει γὰρ οὕτως πρὸς τὸν Υἱόν “Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· ”διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιά- “σεως παρὰ τοὺς μετόχους σου.” ἐπειδὴ γὰρ, φησὶν, ἠγάπησας ἀεὶ τὴν δικαιοσύνην· δίκαιος γὰρ εἶ ὁ Θεὸς, παρατρέπεσθαί ποι παρὰ τοῦτο μὴ δυνάμενος· ἐμίσησας δὲ τὴν ἀδικίαν ἀεί· φυσικῶς γάρ σοι τὸ μισοπόνηρον ἐμπέφυκεν, ὡς φιλοδικαίῳ Θεῷ· διὰ τοῦτό σε κέχρικεν ὁ Θεὸς καὶ Πατήρ· ὁ γὰρ φύσεως ἰδίας πλεονέκτημα τὴν ἄτρεπτον ἔχων δικαιοσύνην, οὐκ ἂν μετηνέχθης ποτὲ πρὸς ἣν οὐκ ἔγνως ἁμαρτίαν· οὕτω δὲ ἔχων, διέσωσας ἀναμφιλόγως ἐν σεαυτῷ, καθὸ γέγονας ἄνθρωπος, τῇ ἀνθρωπότητι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ἅγιον χρίσμα, τουτέστι τὸ Πνεῦμα.

γέγονε τοίνυν καθ᾽ ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς, ἵν᾽ ἐν αὐτῷ καὶ πρώτῳ παλινδρομοῦντα τὰ ἀγαθὰ, καὶ ἡ τοῦ Πνεύματος ῥιζωθεῖσα χάρις ὅλῃ λοιπὸν ἀραρότως τῇ φύσει φυλάττοιτο, οἱονεὶ κιχρῶντος ἡμῖν τὸ τῆς ἰδίας φύσεως ἀμετάπτωτον τοῦ Μονογενοῦς, καὶ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, διὰ τὸ κατεγνῶσθαι τὴν ἀνθρώπου φύσιν ἐν Ἀδὰμ, ὡς ἀδιαπτώτως ἔχειν οὐ δυναμένην, κατολισθαίνουσαν δὲ καὶ σφόδρα ῥᾳδίως εἰς παρατροπήν. ὥσπερ οὖν ἐν ταῖς τοῦ πρώτου τροπαῖς εἰς ὅλην διήκει τὴν φύσιν ἡ τῶν ἀγαθῶν ζημία· κατὰ τὸν αὐτὸν οἶμαι λόγον καὶ ἐν τῷ μὴ εἰδότι τροπὴν τῆς τῶν θείων χαρισμάτων διαμονῆς ὅλῳ σωθήσεται τῷ γένει τὸ κέρδος. εἰ δέ τῳ μὴ σφόδρα δοκοῦμεν τὰ εἰκότα φρονεῖν τε καὶ λέγειν, διδασκέτω παρελθὼν τὴν αἰτίαν, δι᾽ ἣν παρὰ ταῖς θείαις γραφαῖς δεύτερος Ἀδὰμ ὁ Σωτὴρ κατωνόμασται. ἐν μὲν γὰρ ἐκείνῳ τῷ πρώτῳ πρόεισι μὲν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὸ γένος τὸ ἀνθρώπινον, καὶ προελθὸν ἐφθάρη, ὅτι τὸν θεῖον λελύπηκε νόμον· ἐν δὲ τῷ δευτέρῳ, τουτέστι τῷ Χριστῷ, πρὸς ἀρχὴν ἐπάνεισι δευτέραν ἀνασκευαζόμενον πρὸς καινότητα ζωῆς, καὶ εἰς τὴν τῆς ἀφθαρσίας ἐπαναδρομήν. εἴ τι γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, ὡς ὁ Παῦλός φησι.

δέδοται τοίνυν ἡμῖν τὸ ἀνακαινίζον Πνεῦμα, τουτέστι, τὸ Ἅγιον, τὸ τῆς αἰωνίου παραίτιον ζωῆς μετὰ τὸ δοξασθῆναι Χριστὸν, τουτέστι, μετὰ τὴν ἀνάστασιν, ὅτε διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ, καὶ κρείττων ἁπάσης φθορᾶς ἀναδεδειγμένος, ἀνεβίω πάλιν ὅλην ἔχων ἐν ἑαυτῷ τὴν φύσιν, καθόπερ ἦν ἄνθρωπος καὶ εἷς ἐξ ἡμῶν.

Πολυπραγμονήσας δὲ τὴν αἰτίαν, δι᾽ ἣν οὐ πρὸ τῆς ἀναστάσεως, ἀλλὰ μετὰ ταύτην ἡ τοῦ Πνεύματος γέγονε χύσις, ἐκεῖνο πάλιν ἀκούσῃ Ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως τότε γέγονεν ὁ Χριστὸς, ὅτε φροντίσας οὐδὲν τῶν τοῦ θανάτου δεσμῶν ἀνεβίω πάλιν, καθάπερ ἀρτίως εἰρήκαμεν. πῶς οὖν ἔδει πρὸ τῆς ἀπαρχῆς ζωοποιηθέντας ὁρᾶσθαι τοὺς μετ᾽ αὐτήν; ὅνπερ γὰρ τρόπον οὐκ ἂν ἀπὸ γῆς ἀναβλαστήσαι φυτὸν, μὴ οὐκ ἤδη πάντως τῆς ἰδίας ῥίζης ἐκπεφυκός· ἀρχὴ γὰρ αὐτῷ τῆς βλάστης ἐκεῖθεν· οὕτως ἦν ἀμήχανον ῥίζαν ἡμᾶς ἔχοντας εἰς ἀφθαρσίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρὸ τῆς ῥίζης ὁρᾶσθαι βλαστήσαντας. ἐπιδεικνύων δὲ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Πνεύματος ἤδη παρόντα τὸν καιρὸν, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνεφύσησε τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα Ἅγιον. τότε γὰρ ἦν ὄντως ἐπὶ θύραις, μᾶλλον δὲ εἴσω θυρῶν ὁ τῆς ἀνανεώσεως χρόνος. καὶ περιαθρείτω μοι πάλιν ὁ φιλομαθὴς εἰ μὴ γέγονεν ἡμῖν ἀληθὴς καὶ ὁ περὶ τούτων λόγος· ἐν ἀρχῇ μὲν γὰρ, ὥσπερ οὖν ἡμῖν ὁ πνευματοφόρος ἔφη Μωυσῆς, λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ διαπλάσας τὸν ἄνθρωπον ὁ πάντων Δημιουργὸς, “ἐνεφύσησεν εἰς τὸ πρόσ- ”ωπον αὐτοῦ πνοὴν ζωῆς·” καὶ τίς ἡ πνοὴ τῆς ζωῆς, ἢ δηλονότι τὸ Πνεῦμα τοῦ Χριστοῦ τοῦ λέγοντος “Ἐγώ εἰμι ”ἡ ἀνάστασις καὶ ἡ ζωή;”

ἐπειδὴ δὲ τῆς ἀνθρωπότητος ἀπέπτη τὸ Πνεῦμα τὸ πρὸς τὸν θεῖον ἡμᾶς χαρακτῆρα συνέχειν τε καὶ διαπλάττειν δυνάμενον, αὖθις ἡμῖν ὁ Σωτὴρ χαρίζεται τοῦτο, πρὸς ἐκεῖνο τὸ ἀρχαῖον ἀναφέρων ἀξίωμα, καὶ ἀναπλάττων εἰς εἰκόνα τὴν ἑαυτοῦ. διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος πρός τινας λέγει “Τεκνία, οὓς πάλιν ὠδίνω, ”ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.” Λογιζώμεθα τοίνυν· ἀναλήψομαι γὰρ τὸν τοῦ λόγου σκοπόν· ἐν μὲν τοῖς ἁγίοις προφήταις ἔλλαμψιν ὥσπερ τινὰ πλουσίαν καὶ δᾳδουχίαν γενέσθαι τοῦ Πνεύματος, παιδαγωγεῖν ἰσχύουσαν εἰς τὴν τῶν ἐσομένων κατάληψιν καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν· ἐν δὲ τοῖς πιστεύουσιν εἰς Χριστὸν οὐ δᾳδουχίαν ἁπλῶς τὴν ἀπὸ τοῦ Πνεύματος, ἀλλ᾽ αὐτὸ κατοικεῖν τὸ Πνεῦμα, καὶ ἐναυλίζεσθαι τεθαρσήκαμεν. ὅθεν εἰκότως καὶ ναοὶ Θεοῦ χρηματίζομεν, καίτοι τῶν ἁγίων προφητῶν οὐδενὸς θείου ναοῦ κεχρηματικότος πώποτε. ἐπεὶ πῶς ἐκεῖνο διαληψόμεθα, τί δὲ δὴ καὶ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Σωτῆρος λέγοντος ἡμῶν Χριστοῦ “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυ- ”ναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος “ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;” καὶ τίς ἡ βασιλεία τῶν οὐρανῶν; ἡ δόσις δηλονότι τοῦ Ἁγίου Πνεύματος κατ᾽ ἐκεῖνο τὸ εἰρημένον “Ἡ βασιλεία τῶν ”οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν·” ἐναυλίζεται γὰρ ἡμῖν τὸ Πνεῦμα διὰ τῆς πίστεως.

ὁρᾷς οὖν ὅπως προτάττει παντὸς γεννητοῦ γυναικῶν τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦ τελείου μειονεκτούμενον; καὶ μή τις οἰέσθω τὴν δόξαν, ἢ τῆς ἐκείνων ἀρετῆς κατασμικρύνειν ἡμᾶς τῶν ἁγίων, ἢ ἀμείνους εἶναι λέγειν καὶ τοὺς εὐτελεστάτους. οὐ γὰρ τοῦτό φαμεν· ἀσύγκριτον γὰρ τῆς ἐκείνων πολιτείας τὸ κάλλος. ὑπὲρ δὲ τοῦ συνιέναι σαφῶς ἐν ὀλίγοις διερμηνεύσωμεν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον. μέγας ἦν ὄντως ὁ μακάριος Βαπτιστὴς, καὶ διὰ πάσης μὲν ἀρετῆς ἐκπρεπέστατος, ἐπ᾽ αὐτοὺς δὲ λοιπὸν ἐλάσας τῆς ἐνούσης ἐν ἡμῖν δικαιοσύνης τοὺς ὅρους, ὡς ὑπέρτερον εἶναι μηδέν. ἀλλ᾽ ὁ οὕτως ἔχων ἐδεῖτο Χριστοῦ λέγων “Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτι- ”σθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;” ὁρᾷς ὅπως τέλειος ὢν, ὅσον ἧκεν ἐν ἀνθρώποις καὶ ἐν γεννητοῖς γυναικῶν, ἀνακτίζεσθαι τρόπον τινὰ καὶ ἀναγεννᾶσθαι παρακαλεῖ διὰ τοῦ Ἁγίου Πνεύματος; ὁρᾷς ὅπως παραχωρεῖ τοῖς ἀναγεννηθεῖσι τὸ μεῖζον, δι᾽ ὧν αὐτὸς ἔτι δεῖσθαι τούτου φησίν; εἰ μὲν γὰρ ᾖ ἐν ἀμείνοσι μὴ βεβαπτισμένος, τί τὸ βαπτίζεσθαι παρακαλεῖν αὐτὸν καὶ ἀναπεῖθον; εἰ δὲ οἶδεν ἑαυτὸν ἐσόμενον ἐν βελτίοσιν, ὅταν ἔρχῃ τὸ βάπτισμα, πῶς οὐκ ἀναθήσει τὸ μεῖζον τοῖς ἤδη βεβαπτισμένοις;

μείζονα τοιγαροῦν καὶ αὐτοῦ φησιν Ἰωάννου Χριστὸς τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον, τουτέστι, καὶ τὸν ἄρτι βεβαπτισμένον, οὔπω δὲ καὶ τὸ ἐν ἔργοις ἐξαίρετον ἔχοντα, κατὰ τοῦτο μόνον, καθὸ γεννητὸς μὲν ἔτι γυναικὸς ὁ μακάριος ἦν Βαπτιστὴς, ὁ δὲ ἐκ Θεοῦ γεγέννηται, κατὰ τὸ γεγραμμένον, καὶ θείας γέγονε φύσεως κοινωνὸς, ἐνοικοῦν ἔχων ἐν αὐτῷ τὸ Ἅγιον Πνεῦμα, καὶ ναὸς ἤδη χρηματίζων Θεοῦ.

Ἐπ᾽ αὐτὸ δὲ δὴ πάλιν ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ προφητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι, καὶ ἐν αὐτῷ πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι᾽ ἡμᾶς καὶ τὸ Πνεῦμα λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος σημαίνειν αὐτὸν ὑποτοπήσωμεν. <Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντές τινες τὸν λόγον τοῦτον ἔλεγον Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός.> Καταπλήττονται τὴν παῤῥησίαν ὡς θεοπρεπῆ, καὶ τοὺς λόγους ὁρῶντες οὐκέτι τοῖς ἀνθρώπου πρέποντας μέτροις, ἐπὶ τὴν τοῦ νόμου καταφεύγουσι μνήμην, ὡς προαγγείλαντος ἤδη περὶ Χριστοῦ, καὶ προφήτην ἀναστήσεσθαι καὶ λέγοντος τῷ πανσόφῳ Μωυσεῖ παραπλήσιον διαπορθμεύειν μέλλοντα τοὺς παρὰ Θεοῦ λόγους τῷ Ἰσραήλ.

οὕτω γάρ που φησὶν ὁ Θεὸς περὶ αὐτοῦ πρὸς τὸν ἅγιον Μωυσέα “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν ”αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς τὸ “στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ”ἐντέλλωμαι αὐτῷ.” οὐκοῦν ἀπὸ τῆς τῶν λόγων ποιότητος, καὶ τῆς τῶν ῥημάτων ὑπερβολῆς αὐτὸν ἐκεῖνον ἤδη φασὶ τὸν διὰ νόμου προκεκηρυγμένον ἀναπεφάνθαι λοιπόν. τίνι γὰρ ἂν πρέποι τὸ λέγειν “Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ ”πινέτω·” καί “Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, ”ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος,” εἰ μὴ μόνῳ τῷ κατὰ φύσιν Θεῷ, τοῦτο δὲ ἦν ὁ Χριστός. εἰ καὶ μικρὰ φρονοῦντες Ἰουδαῖοι περὶ αὐτοῦ, προφήτην ἁπλῶς ὀνομάζουσιν, οὐκ εἰδότες τὴν κατὰ πάντων ὑπεροχὴν τοῦ Ἐμμανουὴλ, ἀλλ᾽ ὡς ἕνα τῶν ἄλλων ἀναμετροῦντες αὐτὸν, ἀσυνέτως δὲ σφόδρα καὶ τοῖς νομικοῖς προσβάλλοντες θεωρήμασι κἀν τούτῳ πάλιν ἁλώσονται· ἕτερον γὰρ εἶναι νομίζουσι τὸν Χριστὸν παρὰ τὸν ἐν τῷ νόμῳ προφήτην. καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν ἐν τούτοις ἀκρίβειαν ὁ δῆμος οὐκ ἔχει, ὅπου καὶ αὐτὴ τῶν ἀλαζόνων Φαρισαίων ἡ θεομάχος πληθὺς τὴν ἴσην τοῖς ὄχλοις ἀμαθίαν νοσοῦσα φαίνεται. ἐπιπλήττουσα γάρ ποτε τῷ μακαρίῳ Βαπτιστῇ “Τί οὖν ”βαπτίζεις, φησὶν, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἡλίας οὐδὲ “ὁ προφήτης;”

δύο γὰρ ἥξειν προσδοκωμένων, τοῦ τε κατὰ τὸν νόμον προφήτου φημὶ, τουτέστι Χριστοῦ, καὶ Ἡλίου, περὶ τριῶν ἐπυνθάνοντο, ἕτερον εἶναι τὸν προφήτην ὑποτοπήσαντες παρὰ τὸν Ἰησοῦν. οὐκοῦν εὔκαιρον ἐκεῖνο λέγειν ἐπ᾽ αὐτοῖς, τὸ διὰ τοῦ προφήτου λεγόμενον Ἰεζεκιήλ “Καθὼς ”ἡ μήτηρ καὶ ἡ θυγάτηρ, θυγάτηρ τῆς μητρός σου εἶ σύ.” νοσεῖ γὰρ ὁ δῆμος τὰ παραπλήσια τοῖς ἡγεῖσθαι λαχοῦσι· πλὴν ἐκεῖνο καλὸν συνιδεῖν ὡς ἦσαν μὲν ἤδη πρὸς τὸ πιστεύειν ηὐτρεπισμένοι, καὶ ἀναπείθονται δέ πως ἀπὸ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὸ θαυμάζειν αὐτὸν, οὐκ ἔχοντες δὲ τὴν ἀπὸ τῶν ἡγουμένων παιδαγωγίαν, εἰς πολυσχιδῆ νοημάτων ἀποφέρονται τρίβον, οἱ μὲν τὸν Χριστὸν, οἱ δὲ τὸν προφήτην ἀποκαλοῦντές τε εἶναι καὶ ἤδη πιστεύοντες. τὸ γάρ Ἀληθῶς ἐγκείμενον, ἔμφασιν ἔχει τινὰ πεπηγότος ἤδη λογισμοῦ, καὶ παραδεχθείσης εἰσφέρει πίστεως ὑποψίαν. <Οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ καὶ ἀπὸ Βηθλεὲμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός;> Οὐκ ἀταλαίπωρον Ἰουδαῖοι ποιοῦνται τὴν ζήτησιν τὴν ἐπὶ Χριστῷ. διὰ γὰρ πάσης ἰόντες ἐννοίας εὑρίσκονται, καὶ διὰ ποικίλων συνάγοντες ἐννοιῶν τὴν ἐπ᾽ αὐτῷ τῆς ἀληθείας κατάληψιν.

προτεθαυμακότες γὰρ ἤδη διὰ τῶν λόγων αὐτῶν, καὶ τὴν ἐν ταῖς ὑφηγήσεσιν ὑπερφερῆ παῤῥησίαν χειραγωγὸν ἤδη δεξάμενοι πρὸς τὸ λογίζεσθαί τι μέγα περὶ αὐτοῦ, καὶ αὐτὴν τὴν θείαν προσερευνῶσι γραφὴν, ἀπλανεστάτην ἐκεῖθεν εὑρήσειν οἰόμενοι περὶ αὐτοῦ τὴν διάληψιν· ἔχει γὰρ οὕτω τῇ φύσει τὸ πρᾶγμα. ὅτι μὲν οὖν ἀπὸ σπέρματος ἔσται τοῦ τρισμακαρίου Δαυεὶδ, καὶ ἐν Βηθλεὲμ ἀναδειχθήσεται τῆς Ἰουδαίας, πεπιστεύκασι ταῖς περὶ τούτου δηλονότι προφητείαις ἀναπεπεισμένοι. “Ὤμοσε γὰρ Κύριος τῷ Δαυεὶδ ”ἀλήθειαν, που φησὶν ὁ σοφὸς μελῳδὸς, καὶ οὐ μὴ ἀθετήσει “αὐτόν Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρόνον ”σου.” ὁ προφήτης δέ φησι “Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ ”Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ “σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰσ- ”ραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.” ἐπλανᾶτο γεμὴν ἡ τῶν Ἰουδαίων ἀχειραγώγητος γνώμη, καὶ ἐπὶ Χριστῷ διεσφάλλετο διὰ μόνην τὴν Ναζαρὲθ ἐν τῇ Γαλιλαίᾳ κειμένην, ἐν ᾗ τετράφθαι τὸν Κύριον ὁ πολὺς ἔχει λόγος. οὕτω γάρ φησί τις τῶν ἁγίων εὐαγγελιστῶν “Ἦλθε ”δὲ εἰς Ναζαρὲθ οὗ ἦν ἀνατεθραμμένος.”

ἀλλ᾽ οὐκ εἰδότες ὅτι γεγέννηται μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς ἁγίας παρθένου τῆς ἐκ σπέρματος Δαυείδ· φυλῆς γὰρ ἦν τῆς Ἰούδα τὸ γένος· ἀπὸ μόνου τοῦ τετράφθαι τὸν Κύριον ἐν Ναζαρὲθ, τῆς ἀληθείας ἐκπίπτουσι καὶ τοῦ σώζοντος ἁμαρτάνουσι λογισμοῦ. <Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι᾽ αὐτόν.> Φιλονεικοῦσι μάτην, καὶ εἰς διαφόρους κατασχίζονται γνώμας, οἱ μὲν εἶναι τὸν προφήτην αὐτὸν, οἱ δὲ τὸν Χριστὸν ὑπολαμβάνοντες. καὶ πρόφασις αὐτοῖς τῆς ἐντεῦθεν διχονοίας, τὸ μὴ εἰδέναι τὸν Χριστὸν, μηδὲ τὴν ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκρίβειαν συνιδεῖν· ἢ γὰρ ἂν οὐχ ἕτερον εἶναι τὸν Ἰησοῦν παρὰ τὸν ἐν τῷ νόμῳ προφήτην πιστεύοντες, τῆς ἀκαίρου διχονοίας ἐξέστησαν. <Τινὲς δὲ ἐξ αὐτῶν ἤθελον πιάσαι αὐτὸν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.> Οἱ παρὰ τῶν ἀρχιερέων καὶ Φαρισαίων ἀπεσταλμένοι πρὸς τὸ συλλαβεῖν τὸν Κύριον, εὔκαιρον τοῦ τολμήματος ἐποιοῦντο πρόφασιν τὴν ἐν ἀλλήλοις τῶν ὄχλων διχόνοιαν· ἀφιλονεικότερον γάρ πως ἐπιτρέψειν αὐτοῖς ὑπελάμβανον ἀποκομίζειν αὐτὸν, οὐδὲν μὲν ἔτι ζηλοῦντας ἐφ᾽ οἷς ἄν τι καὶ πάθοι, γεγονότι δὲ ὥσπερ πολέμου καὶ στάσεως ἀφορμῇ, καὶ ὑβριζομένῳ πάντως ἐφησθήσεσθαι.

ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας, οὐκ αἰδοῖ τῇ περὶ αὐτὸν, ἀλλ᾽ οὐδὲ τοῖς θυμοῖς τὸν ἐξ εὐλαβείας ἐπιῤῥίψαντες χαλινὸν, μόνῃ δὲ τῇ παρ᾽ αὐτοῦ καταραϊσθέντες δυνάμει· καιρῷ γὰρ ἰδίῳ τὸ παθεῖν ὑπὲρ ἡμῶν ἐχαρίζετο, καὶ δυσωπεῖται μόλις ἡ τῶν Ἰουδαίων ἐπιβουλὴ τοῖς ἄνωθεν εἰργομένη διακωλύμασιν. οὐ γὰρ ἔδει πρόωρον τὴν μιαιφονίαν ἐπιχειρεῖν, περιμένειν δὲ μᾶλλον, καίπερ ὄντας ἀνοσίους, τῆς ἀνοσιότητος τὸν καιρόν. <Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διατί οὐκ ἠγάγετε αὐτόν;> Οὐδὲν ἐξανῦσαι τῶν προστεταγμένων ἰσχύσαντες οἱ πρὸς τὸ θηρᾶσαι τὸν Κύριον ἐσταλμένοι πρὸς τοὺς ἡγουμένους ἀνεκομίζοντο. θορυβοῦνται δὲ λίαν πρὸς τὴν ἄφιξιν τῶν ὑπηρετῶν, οὐχ ὁρῶντες ἔχοντας τὸν ζητούμενον. ὃ δὲ ἦν ἐν ὑποψίαις αὐτοῖς, ἤδη δεδρᾶσθαι πιστεύοντες, οὐ μετρίως πλήττονται δείματι. ἐπειδὴ γὰρ διά τε σημείων ὑπερφυῶν καὶ τῆς ἐν λόγοις ὑπερβολῆς ἐθαυμάζετο Χριστὸς, τῷ μὲν συντρόφῳ κατεμαραίνοντο φθόνῳ· ἦσαν δὲ πάλιν οὐκ ἐν ὀλίγῳ τῷ φόβῳ μὴ ἄρα τῶν Ἰουδαίων ὁ δῆμος ἕπεσθαι λοιπὸν ὅτι πρέποι δοκιμάσας αὐτῷ τῆς αὐτῶν ἔξω γένοιτο χειρός. τοῦτο πεπράχθαι νομίσαντες· ἑτοιμότερα γὰρ εἰς τὸ πιστεύεσθαι τὰ ἐν ὑποψίαις ἀεί· σπουδαίως ἀναπυνθάνονται λέγοντες Διατί οὐκ ἠγάγετε αὐτόν; τί γὰρ ὑμᾶς τὸ διακωλύσαν, φασὶ, μὴ εἰς πέρας ἀγαγεῖν τὸ τοῖς κρατοῦσι δοκοῦν;

θερμότεροι δέ πως ἐσμὲν πρὸς τὸ πάντα μανθάνειν ἐπείγεσθαι, καὶ τὸ λυποῦν ἔσθ᾽ ὅτε μὴ διακρίνοντες, ἀλλ᾽ ἐκ προαλοῦς ἐπιθυμίας καὶ τῶν ἀπευκτῶν τὴν γνώμην ἁρπάζοντες. <Ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.> Εὔκαιρον εἰπεῖν ὄντως ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ “Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.” ἰδοὺ γὰρ ἰδοὺ, κατὰ τὸ γεγραμμένον, “βουλὴν πολύπλοκον ”ἐξέστησε,” καὶ ὅλην ἐξ ἀντιστρόφου τὴν τῶν πραγμάτων ἔδειξε φύσιν, πανταχόθεν τῶν ἡγουμένων τὴν μυσαρότητα καὶ τὴν τῶν τρόπων ἀνοσιότητα διελέγχων ὡς ἀσθενῆ καὶ ῥιψοκίνδυνον, θεομαχεῖν οὐ παραιτουμένους. δεδοικότες γὰρ οἵ τε ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, μὴ ἄρα τοῖς τοῦ Σωτῆρος ὑποπεισθεῖεν ῥήμασιν οἱ τῶν Ἰουδαίων λαοὶ, συλληψομένους αὐτὸν τοὺς ὑπηρέτας ἐκπέμπουσι, τὸ ἐκ μέσου γενέσθαι Χριστὸν ἀναιρήσειν αὐτοῖς τὴν ἐπ᾽ ἐκείνῳ φροντίδα νομίζοντες. ἀλλ᾽ ὅπερ ἦν αὐτοῖς ἐν ὑποψίαις κείμενον, τοῦτο παθόντες ὑπέστρεψαν οἱ παρ᾽ αὐτῶν ἀπεσταλμένοι, καὶ ὅπερ ἦν εἰκὸς ἀποφρίττειν ἀκούοντας, καὶ οὐχ ἑκόντες διδάσκονται, καὶ τοῖς παρὰ γνώμην ὁμιλοῦσιν ἀδοκήτως ἀκούοντες Οὐδεποτε ἐλάλησεν οὕτως ἄνθρωπος.

Ἐπειδὴ δὲ εἰς ἀπολογίαν τοῦ μὴ ἀγαγεῖν τὸν Κύριον τὰ τοιαῦτά φασι, φέρε δὴ πάλιν ἐκπλατύνωμεν εἰς λόγους τὸ παρ᾽ αὐτῶν εἰρημένον, πανταχοῦ τῆς σαφηνείας τῶν λαλουμένων φροντίζοντες. εἰ γὰρ τῇ μαθήσει, φησὶ, τῶν ἱερῶν ἐντρυφῶμεν γραμμάτων, εἰ τοὺς θείους ἐπαυχοῦμεν ὅτι πεπαιδεύμεθα νόμους, εἰ τὴν σοφίαν, ὡς χρῆμά τι τῶν ὑπερκοσμίων ἀγαθῶν θαυμάζομεν, τί δυσσεβοῦντες ἐλαύνομεν τὸν οὕτω σοφὸν, ἀδικοῦμεν δὲ οὐ μετρίως ὃν ἥκιστα χρὴ, καίτοι μᾶλλον αὐτῷ τὴν ἐξαίρετον χρεωστοῦντες ἀγάπησιν· ἀλλὰ καὶ τοῖς ἐκ νόμου κινδύνοις τὰς ἑαυτῶν ὑποτίθεμεν κεφαλὰς, ἀθῷον καὶ δίκαιον παραλόγως ἀποκτεῖναι διψήσαντες; ταύτην ἂν εἰκότως ὠδίνειν τὴν ἔννοιαν τοὺς παρὰ τῶν ὑπηρετῶν οἰησόμεθα λόγους. οἶμαι δὲ ἔγωγε καὶ πικρότερόν τι διεσκεμμένους εἰπεῖν Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος· μόνον γὰρ οὐχὶ τοῦτό φασιν Οὐκ εὐλόγως ἐπαιτιᾶσθε νυνὶ διαγαγεῖν οὐκ ἰσχύσαντας ὡς ὑμᾶς τὸν ζητούμενον· πῶς γὰρ ἄν τις καὶ οὐκ ἔχοντα βιάσαιτο τὸν ὅσον εἰς λόγους θείαν ἔχοντα φύσιν; ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος, οὐδὲ ἦσαν ἀνθρώπῳ πρέποντες οἱ παρ᾽ αὐτοῦ γεγονότες λόγοι, Θεῷ δὲ μᾶλλον τῷ κατὰ φύσιν ἀκατηγορήτως ἁρμόζοντες.

λεγέτω γάρ τις εἰ διαμέμνηται, φασί, τις τῶν ἁγίων προφητῶν χείμαῤῥον ἑαυτὸν ἁλώσεται λέγων, ἢ τίς ἀπετόλμησεν εἰπεῖν “Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·” πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωυσῆς “Ὁ πιστεύων εἰς ”ἐμὲ, [κἂν ἀποθάνῃ, ζήσεται·] ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ “ῥεύσουσιν ὕδατος ζωῆς.” ταῦτα δὲ λαλοῦντος ἠκούσαμεν. ἦν οὖν ἄρα φύσει Θεὸς ὁ τοῖς ὑπὲρ ἄνθρωπον λόγοις ἀκινδύνως μεγαλαυχούμενος· τὸ δὲ θηρᾶν ἐπιχειρεῖν ὡς ἐξ ἀνάγκης καὶ βίας τὸν ὑπὲρ τὴν κτίσιν, πῶς οὐκ ἐρεῖ τις ἐπισφαλέστατον; ἢ πῶς ἂν ἥλω πρὸς ἡμῶν οὐχ ἑκὼν ὁ τοσοῦτον ὑπὲρ ἡμᾶς, ὅσον ἀνθρώπου Θεός; οὐκοῦν ἀπόδειξιν ἐναργῆ τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Κύριον οἱ ὑπηρέται προτείνουσι τό Οὐδέποτε ἐλάλησεν ἄνθρωπος οὕτως. πλήττεται δὲ πανταχόθεν ὁ θεομάχος, καὶ δι᾽ ὧν ἂν νοῆται κατορθοῦν τὸ ποθούμενον, διὰ τούτων αὐτῶν οὐκ εἰδὼς ἐπισφάττεται. <Ἀπεκρίθησαν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε;> Ἐντονώτερον Ἰουδαΐζειν τοὺς ὑπηρέτας εἰκός γε δὴ σφόδρα, καὶ προσεδρεύοντας μὲν τοῖς Φαρισαίοις ἀεὶ, καὶ κοινῆς αὐτοῖς μετασχόντας γνώμης, τοὺς δὲ τῶν ἡγουμένων ἀεὶ περιαντλουμένους λόγους, ταῦτα δὲ φρονεῖν ὡς ἀεὶ συνόντας ἀναπεπεισμένους.

ἐπειδὴ δὲ ἧκον ἄγοντες μὲν οὐδαμῶς τὸν Κύριον, καταπεπληγμένοι δὲ παρ᾽ ἐλπίδα, καὶ ὃν οὐκ ἔδει μισεῖν ἐν ἀρχαῖς, ὀψὲ καὶ μόλις θαυμάζοντες, καὶ τοὺς ἄλλους ἅπαντας πρὸς αὐτῶν ἀναπείθεσθαι λογιζόμενοι, μετὰ πολλῆς τινος τῆς ἀγωνίας φασί Μὴ καὶ ὑμεῖς πεπλάνησθε; σύνες γὰρ ὅπως ἀπόγνωσίν τινα τῆς ἐπὶ τοῖς δήμοις ἐλπίδος ὠδίνει τὸ εἰρημένον. ὡς γὰρ ἤδη πεπλανημένης τῆς ἄλλης πληθύος, ὅσοιπερ ἦσαν οὐκ ἀσφαλέστεροι, τὸν ἐπὶ τοῖς ὑπηρέταις προΐσχονται φόβον. τὴν μὲν γὰρ ἄλλην, φησὶ, τῶν ἀγελαίων πληθὺν τοῖς ἱεροῖς οὐκ ἐντετριμμένην γράμμασιν, ἀλλ᾽ οὐδὲ τῇ προσεδρείᾳ τῇ πρὸς ἡμᾶς ὠχυρωμένην, διδόσθω τυχὸν ἀπεριεργάστοις αὐτῷ προστεθῆναι ῥοπαῖς, καὶ συντεθεῖσθαι μᾶλλον εὐσυναρπάστως οἷς ἔφη καὶ πέπραχεν· εἰσεδέχθη δὲ καὶ παρ᾽ ὑμῶν τὸ πλανᾶσθαι πόθεν; κατὰ τίνα δὲ τρόπον ἐξηπάτησθε καὶ αὐτοί; τί δὲ τὸ τῆς πρὸς ἡμᾶς ἐξελκύσαν ἀγάπης, καίτοι ταῖς ἴσαις ἡμῖν ἀπειθείαις κατεσκληκότας; ὑπεμφαίνειν γὰρ οἶμαί τι τοιοῦτον τῶν Φαρισαίων τὸ ῥῆμα. <Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;

ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσιν.> Ἐπὶ τὴν συνήθη πάλιν ἀλαζονείαν ἐκπίπτουσιν, ἀμαθίας μὲν ἐπιῤῥιπτοῦντες γραφὴν τοῖς ὡς τερατουργοῦντα καὶ εἰσηγούμενον τὰ θεοπρεπῆ καταπεπληγμένοις τὸν Ἰησοῦν, νομομαθείᾳ δὲ καὶ ἐπιστήμῃ τῶν ἱερῶν γραμμάτων μόνας τὰς ἑαυτῶν καταστέφοντες κεφαλάς· ὅτι δὲ μὴ συναινοῦσιν αὐτοὶ τοῖς ὀρθῶς ἐκεῖνα θαυμάζουσι, διὰ πάσης ἰέναι πιστεύουσιν ἀρετῆς. ὥσπερ δὲ τοῦ νόμου κελεύοντος τῶν ἀξιαγάστων κατηγορεῖν, καὶ τοῖς ἐπέκεινα θαύματος κρίσιν ἐπάγειν ἀντίστροφον, οὐ μετρίως ἁβρύνονται παραπαίοντές τε καὶ πρὸς πᾶσαν ἀπαιδευσίαν ἐκ πολλῆς ἄγαν τῆς ἐλαφρίας εὐκόλως διαῤῥιπτούμενοι. ὅθεν δὲ μᾶλλον ἐχρῆν ἐπιγινώσκειν αὐτοὺς ἤδη παρόντα τὸν Ἰησοῦν, ἐκεῖθεν ἑαυτοὺς ἀδικοῦντες ἁλίσκονται, καὶ βαρύνουσι τὸν κλοιὸν ἑαυτῶν, κατὰ τὸ γεγραμμένον· “Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- ”ράνθησαν.” καίτοι πολύ τι τὸ ἄμεινον ἦν, μὴ εἰδέναι τὸν νόμον ὁμολογεῖν, ἢ εἰδέναι καλῶς οἰομένους καὶ φάσκοντας, εἶτα τὸν δι᾽ αὐτοῦ κηρυττόμενον ἀτιμάζοντας, πικροτέρᾳ περιπίπτειν τῇ δίκῃ, καὶ ἀφύκτοις ἐγκαταπείρεσθαι κακοῖς. ὁ γὰρ εἰδὼς, φησὶ, τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας.

οὐκοῦν εἰδέναι τὸν νόμον ὁμολογήσαντες, αὐτοὶ τῆς αὐτῶν ἀπειθείας κατηγορεῖν ἐγνώκασι, διαγελῶσι δὲ τὸν ὄχλον ὡς ἀμαθῆ, διά τε τοῦτο τοῖς τοῦ Σωτῆρος ἡμῶν σεσαγηνευμένον θαύμασιν· εἶτα τοῖς ἐκ νόμου διηγήμασι μεταπείθειν οὐκ ἔχοντες, ἀλαζόνως ὑβρίζουσιν ἀπαιδεύτους ὀνομάζοντες τοὺς ἑτοίμους εἰς σύνεσιν. τοῦτο γὰρ ἔθος ἀεὶ τοῖς τῶν διδασκάλων ἀμαθεστέροις, οἱ μηδὲν ἔχοντες τῶν ζητουμένων εἰπεῖν, ὀργαῖς ἀποκρούοντες τῶν φιλοπευστούντων τὴν ἀκρίβειαν. ἐπαράτους δὲ εἶναί φασι τοὺς πιστεύοντας, αὐτοὶ καθ᾽ ἑαυτῶν δικαιότερον ἂν τοῦτο λέγειν ἀναπεπεισμένοι. τὸ γὰρ ἐπάρατον εἶναι τὸν ἀπειθῆ πρεπωδέστερον δὴ, εἰπόντος τοῦ νομοθέτου σαφῶς, ὡς περὶ προφήτου τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ “Καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ ὅσα ”ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐξολο- “θρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.” <Λέγει πρὸς αὐτοὺς Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ᾽ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;> Εἷς μὲν ὁ Νικόδημος τῶν ἡγουμένων ἐστὶ, καὶ τοῖς ἀρχὴν λαχοῦσιν ἐναρίθμιος, πλὴν οὐχ ὁλοκλήρως ἀπειθὴς, οὐδὲ ταῖς ἐκείνων ἀπονοίαις εἰς ἅπαν ἁμιλλώμενος, κατανενυγμένος δὲ ἤδη, καὶ ἐλευθέραν μὲν οὔπω τὴν εἰς Χριστὸν ἀγάπην ἔχων, πλὴν ἠρέμα τοὺς ἀπὸ τοῦ συνειδότος ἐλέγχους δυσωπούμενος.

ὅτι γὰρ καὶ διὰ νυκτὸς δὲ ἀφίκετο πρὸς αὐτὸν, καὶ ἐγνωκέναι σαφῶς διεβεβαιώσατο ὡς παρὰ Θεοῦ τε ἥκει διδάσκαλος, καὶ ὡς οὐδεὶς ἂν δύναιτο τοιαῦτα σημεῖα ποιεῖν, εἰ μὴ Θεὸν ἔχοι μεθ᾽ ἑαυτοῦ, πάντας οἶμαι μαθεῖν, τοῦτο σαφῶς εἰρηκότος ἐν ἀρχῇ τοῦ μακαρίου Εὐαγγελιστοῦ. συντεθαυμακὼς τοιγαροῦν τοῖς ὄχλοις τὸν Ἰησοῦν, ὑποπλήττεταί πως ἐπάρατος σὺν ἐκείνοις ἀποκεκλημένος. δεινὸν γὰρ ἀναπεῖσαι τὸ συνειδὸς ἐν τοῖς παρὰ γνώμην ἠρεμεῖν. ὡς οὖν ἐπὶ τούτῳ λελυπημένος, ἀντεπάγει τὴν ἴσην ὕβριν αὐτοῖς, ἐμφανῶς μὲν οὔπω, λόγοις δὲ τοῖς ἐκ νόμου τὸ πιθανὸν ἔχουσαν, καὶ οὐ σφόδρα γυμνὴν ἀντεξάγων τὴν ἀγανάκτησιν. τοῦ γὰρ νόμου, φησὶν, ἐφ᾽ ἑκάστῳ τῶν ζητουμένων πραγμάτων τό “Καὶ ἐκζητήσεις” ἀκριβῶς καὶ σαφῶς, εἰ γέγονε τὸ πρᾶγμα τοῦτο, τοῖς δικάζουσι λέγοντος, προαλῶς κατεκρίνατε τοὺς οὔπω κεκλημένους εἰς κρίσιν, καὶ πρίν τι τῶν παρ᾽ ἐκείνων ἀκοῦσαι ῥημάτων, προχειροτάτην οὕτω τὴν ψῆφον ἐπάγετε. ὑμεῖς οὖν ἄρα, φησὶν, οἱ ἀληθέστερον ἐπάρατοι καταφρονοῦντες τοῦ νόμου. γέγραπται γάρ “Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ”ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτά.” δι᾽ ὧν δὲ πάλιν ἀγανακτεῖ καταδικαζόντων τοῦ δήμου τῶν Φαρισαίων διὰ μόνον τὸ θαυμάσαι τὸν Ἰησοῦν, δῆλος ἂν εἴη τοῖς πιστεύουσι συναινῶν.

αἰδὼ μὲν γὰρ ἔτι νοσῶν ἐπιζήμιον, οὔπω τε κεράσας τῷ ζήλῳ τὴν παῤῥησίαν, γυμνὴν οὐχ ὁρᾶσθαι τὴν ἐνοῦσαν αὐτῷ πίστιν ἐφίησι, σκοτεινῷ δὲ ὥσπερ ἀμφίῳ τῇ ὑποκρίσει περιβαλὼν, λανθάνει πως ἔτι συναγορεύων Χριστῷ· χαλεπὸν δ᾽ οὖν ὅμως νόσημα νοσεῖ. χρὴ γὰρ πιστεύειν ἀνυποστόλως, καυχωμένους μᾶλλον ἤπερ αἰσχυνομένους, καὶ διαφανῆ μὲν παῤῥησίαν ἐπιτηδεύοντας, ὑπόκρισιν δὲ παραιτουμένους τὴν δουλοπρεπῆ· διὰ γάρ τοι τοῦτο καὶ ὁ σοφὸς διωρίζετο Παῦλος ἐργάτην ἀνεπαίσχυντον δεῖ εἶναι τὸν ὀρθοτομοῦντα τῆς ἀληθείας τὸν λόγον· καὶ αὐτὸς δέ που φησὶν ἐν ἑαυτῷ τὴν ἀρετὴν διαλάμπουσαν ἐπιδεικνύς “Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις ”γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.” γέγονε τοίνυν· ἐρῶ γὰρ αὖθις ἀναλαβών· πικρὸς ὁ τοῦ Νικοδήμου λόγος· ὅτου γὰρ χάριν ταῖς τῶν Φαρισαίων φωναῖς αὐτὸς ἀντεπράττετο μόνος λέγων, καίτοι πολλοὺς ἔχοντος καὶ ἑτέρους τοῦ μιαιφόνου συστήματος; ἀλλ᾽ ἔστι δῆλον παντί τῳ λοιπὸν, ὡς ἐπείπερ τοῖς θαυμάζουσι τὸν Χριστὸν ἐναρίθμιος ἦν, ἐπαράτους ἀνταποφαίνει τοὺς οἷς ἥκιστα ἐχρῆν ἀνοσίως ἐπάγοντας τὴν ἀράν. <Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας ἐγήγερται.> Ἰουδαῖος, φησὶν, ὑπάρχων καὶ αὐθιγενὴς, τί τὴν Γαλιλαίων ἀπειρίαν ὑπέδυς, καὶ τοῖς ἀγνοήσασι παντελῶς τὰ ἡμέτερα συναμαθαίνεις ἐκτόπως;

ὁμιλήσας δὲ ὅτι μάλιστα τοῖς ἱερωτάτοις γράμμασι, καὶ τοῖς ἐν νόμων διατάγμασιν ὑπάρχων ἐντριβὴς, πόθεν οὐκ ἔγνως, φησὶν, ὡς οὐκ ἔστι προσδοκᾶν προφήτην ἐκ Γαλιλαίων; σκοπὸς μὲν οὖν τοῖς τῶν Φαρισαίων λόγοις ἐνυπάρχει τοιοῦτος. ἀθρητέον δὲ πάλιν ἐκεῖνο· οἱ γὰρ τοὺς ὄχλους ὡς εἰδότας οὐδὲν ὧν ἐχρῆν ἐξεπίστασθαι διαπτύοντες, καὶ ἐπὶ πολλῇ λίαν ἀμαθίᾳ καταιτιώμενοι, καταμυσαττόμενοί τε καὶ ἀπαιδεύτους ἀποκαλοῦντες ὑπερηφάνως, αὐτοὶ τὰ χείρω νοσοῦντες ἁλίσκονται, καὶ τῆς ἐκείνων ἀπειρίας κατ᾽ οὐδένα ἐπενεγκόντες τρόπον. ἐκεῖνοι μὲν τὰ διὰ Χριστοῦ λαβόντες θαύματα, καὶ συλλέγοντες ἤδη πως κατὰ βραχὺ τὴν ἐπ᾽ αὐτῷ πίστιν, ποτὲ μὲν ἔφασκον “Ὁ Χριστὸς ”ὅταν ἔλθῃ, μή τι πλείονα σημεῖα ἔχει ποιῆσαι ὧν οὗτος “ἐποίησεν;” ποτὲ δὲ πάλιν τῆς οὕτως ὀρθῆς ἐξελκόμενοι γνώμης, ἀπὸ μόνης ἐσφάλλοντο τῆς Ναζαρὲτ πρὸς τῇ Γαλιλαίων κειμένης, ἐν ᾗ ἐντεθράφθαι τὸν Κύριον ἡ θεία διαγορεύει γραφή· ἔφασκόν τε διὰ τοῦτο “Μὴ γὰρ ἐκ τῆς ”Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ “σπέρματος Δαυεὶδ καὶ ἀπὸ Βηθλεὲμ, τῆς κώμης ὅπου ἦν ”Δαυεὶδ, ὁ Χριστὸς ἔρχεται;” οἱ δὲ πλατὺ γελῶντες ἐπὶ ταῖς τῶν δήμων ἀπαιδευσίαις, ἐπαράτους δὲ διὰ τοῦτο καλοῦντες αὐτοὺς, τῆς ἐκείνων ἀγνοίας οὐκ ἦσαν ἐν ἀμείνοσιν. ἰδοὺ γὰρ καὶ αὐτοί φασιν Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.

Εἴποι δ᾽ ἄν τις πρὸς αὐτοὺς ἐπὶ τούτοις εὐλόγως κεκινημένος Ὦ τὸ νικᾶν ἐν ἀπαιδευσίᾳ παραχωροῦντες οὐδενὶ, ἄτευκτοι καὶ σκληροὶ, ποῦ τῆς ὑμετέρας ὀφρύος καύχημα σοφίας ἴχνος ἐν ὑμῖν; ποῦ δὲ τοῖς νομομαθέσιν ἡ πρέπουσα σύνεσις; οὐ γὰρ ἐνδοιάζειν ἐχρῆν ἐπὶ τῷ Σωτῆρι Χριστῷ, καταπείθεσθαι δὲ μᾶλλον οὐδὲν ὅλως ἀναδυομένους τῷ Θεῷ καὶ Πατρὶ λέγοντι περὶ αὐτοῦ πρὸς τὸν ἅγιον Μωυσέα, ὅτι “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ”ὥσπερ σε.” τὸ δέ Ἐκ τῶν ἀδελφῶν αὐτῶν, πῶς οὐχὶ πάντως εἶναι χρῆν ἐκ τῶν Ἰουδαίων καὶ ἐξ Ἰσραήλ; ἄλλωστε τῶν μὲν θύραθεν οὐ δεήσεσθε κατηγόρων, αὐτοὶ δὲ δι᾽ ἑαυτῶν ἀσυνετοῦντες ἐξελεγχθήσεσθε. διδάσκοντος μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ διαῤῥήδην εἰπόντος “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα ”τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,” πικρὰ μὲν τότε διελογίζεσθε, θυμὸν δὲ τούτοις οὐ μέτριον ἐπωδίνοντες, ἐλέγετε πάλιν “Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ”ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει “ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;” ὅτε τοίνυν ὡμολόγηκας ἐναργῶς εἰδέναι σαφῶς τὸν πατέρα καὶ τὴν μητέρα, ᾔδεις που πάντως τοῦτον ἀπὸ ῥίζης ὄντα τῆς ἐξ Ἰσραήλ· πῶς οὖν Γαλιλαῖον εἶναι φῂς τὸν ἐξ Ἰουδαίων; πῶς ἀλλογενὴς ὁ ἐξ Ἰσραήλ;

οὐ γὰρ δὴ τὸ ἐν τῇ Γαλιλαίᾳ ἐντεθράφθαι χώρᾳ, καὶ χρόνους ἐνδεδιητῆσθαί τινας, τοῦτο δὴ πάντως καὶ τοῦ γένους ἐξίστησι καὶ τὸν ἐξ Ἰσραὴλ, ἐπεὶ τὸ κωλύον οὐδὲν Ἰουδαῖον εἶναι τὸ γένος τὸν ἐκ Γαλιλαίων ὁρμώμενον, εἰ πρὸς τὴν τῶν Ἰουδαίων ἀφίκοιτο χώραν. εἰκαῖον οὖν ἄρα τὸ λέγειν τοὺς οἰησίφρονας Φαρισαίους περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. μᾶλλον γὰρ ἔδει ζητεῖν πῶς ἂν εἴη Γαλιλαῖος ὁ ἐξ Ἰουδαίων, οὕτω τε λοιπὸν ἐννοεῖν τὴν εἰς Ναζαρὲτ ἀνατροφὴν, καὶ μὴ διὰ τοῦτο τοῦ πιστεύειν ἀποφοιτᾶν.

Ἐπιτηρητέον δὲ πάλιν ὡς οὐδαμόθεν ἔχοντες ἐπισκήπτειν τοῖς θαύμασι τοῖς παρ᾽ αὐτοῦ, καίτοι πρὸς ἀκροτάτην ἠκονημένοι δυσμένειαν, ἀπὸ μόνης ἀντιλέγουσι τῆς χώρας, ἐπείπερ ἦν ἐκ τῆς Γαλιλαίας κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ὑπόνοιαν. λελυμένης οὖν ἄρα τῆς ἐντεῦθεν αὐτοῖς ὑποψίας, ἡ πίστις ἤδη λοιπὸν οὐκ ἀμφίβολος, εἴπερ ἦσαν σοφοί. <Πάλιν οὖν ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.> Ὥσπερ ἐλέγομεν πρέποντα τοῖς περὶ τῆς ἑορτῆς γεγραμμένοις πεποιῆσθαι τὸν λόγον τὸν Ἰησοῦν, ὅτε κατὰ τὴν ἐσχάτην ἡμέραν εἱστήκει βοῶν “Εἴ τις διψᾷ, ἐρχέσθω πρός ”με καὶ πινέτω,” ἐπείπερ χειμάῤῥου τὸ Μωυσέως διεμέμνητο λόγιον· οὕτω καὶ νῦν ἐπικαιροτάτην ποιεῖται τὴν ἐξήγησιν, καὶ τῇ τῶν πραγμάτων φύσει χρεωστουμένην. ἐπειδὴ γὰρ συναφραίνοντας τοῖς ὄχλοις ἐθεᾶτο τοὺς διδασκάλους, καὶ τοὺς γελῶντας τοῖς γελωμένοις νοσοῦντας τὰ παραπλήσια, μιᾷ δὲ ὥσπερ νυκτὶ τῇ τῆς ἀμαθίας βεβαπτισμένους, καὶ ζητοῦντας μὲν ἐπιχειρεῖν τὸ ἐπ᾽ αὐτῷ μυστήριον, εὑρίσκοντας δὲ τὸ παράπαν οὐδὲν, τὴν αἰτίαν ὥσπερ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας εἰς μέσον ἄγει βοῶν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. διὰ πάσης, φησὶ, τῆς ἁγίας ἰόντες γραφῆς, καὶ τὰ ἐπ᾽ ἐμοὶ διὰ τῶν προφητῶν εἰρημένα βασανίζειν οἰόμενοι, πολὺ τῆς ὁδοῦ τῆς ζωῆς διασφάλλεσθε.

καὶ θαυμαστὸν οὐδέν· οὐ γάρ ἐστιν ἐν ὑμῖν ὁ ἀποκαλύπτων μυστήρια, καὶ πάντα καταφωτίζων τὸν κόσμον, ἡλίου τε δίκην εἰς τὰς τῶν δεχομένων αὐτὸν καταλάμπων καρδίας. τὸν δὲ οὐκ ἔχοντα φῶς ἐν ἑαυτῷ τὸ θεῖον καὶ νοητὸν ἀνάγκη δὴ πάντως ἐν σκότῳ περιπατεῖν, καὶ πολλοῖς διὰ τοῦτο περιπταίειν τοῖς ἀτοπήμασιν. ὅτι δὲ φῶς κατὰ φύσιν ἐστὶν ὁ Μονογενὴς, ὡς ἐκ φωτὸς τοῦ κατὰ φύσιν ἀναλάμψας τοῦ Θεοῦ καὶ Πατρὸς, διὰ μακρῶν ἡμῖν δέδεικται λόγων ἐν τῷ πρώτῳ βιβλίῳ, ῥητοῦ προτεθέντος Ἦν τὸ φῶς τὸ ἀληθινόν.

Ἀθρητέον δὲ πάλιν ὅτι φῶς ἑαυτὸν εἶναί φησιν οὐκ ἰδίως ἢ ἀφωρισμένως τῶν ἐξ Ἰσραὴλ, ἀλλ᾽ ὅλου τοῦ κόσμου. καὶ πρᾶγμα μὲν διὰ τούτου φησὶν ἀληθέστατον· αὐτὸν γὰρ εἶναί φαμεν τὸν ὅλῃ τῇ φύσει τὸ νοητὸν ἐνιέντα φῶς, καὶ ὥσπερ τινὰ σπέρματος καταβολὴν παντὶ τῷ κεκλημένῳ πρὸς γένεσιν τὴν ἀνθρώπῳ πρέπουσαν ἐνσπείροντα σύνεσιν, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ “Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ ”φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.” πλὴν οἶμαί τι τῷ λόγῳ πάλιν ἐγκατακεχῶσθαι πικρόν. εἰ γὰρ μή τι τοιοῦτον ὠδίνει τὸ εἰρημένον, ἔδει μόνον εἰπεῖν Ἐγώ εἰμι τὸ φῶς. ἐπειδὴ δὲ τοῦ κόσμου προστέθεικεν, οἶμαι δή τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι καὶ νῦν ἐθέλειν. ἦν μὲν γὰρ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ δὲ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, βαθὺς δὲ ὥσπερ τὴν ἑτέραν ἅπασαν γῆν κατεπίμπλη σκότος, οὐδενὸς τῶν ἐν τῷ κόσμῳ τὸ θεῖόν τε καὶ οὐράνιον ἔχοντος φῶς, πλὴν ὅτι μόνου τοῦ Ἰσραήλ.

ἀλλ᾽ ὥσπερ τὸ τηνικάδε πάντων ὁμοῦ τῶν ἐθνῶν τῶν ἐν τῷδε τῷ κόσμῳ τῆς θεογνωσίας ἐξῳκισμένων, καὶ ὥσπερ ἐν ἰδίᾳ τινὶ τάξει κειμένων, “Ἐγενήθη λαὸς Κυρίου ”μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·” οὕτω πάλιν ἐφ᾽ ὅλον τὸν κόσμον τοῦ νοητοῦ μετοισθέντος ἡλίου, καὶ ἀπάραντος μὲν τῶν ἐξ Ἰσραὴλ τοῦ φωτὸς, μεθορμιζομένου δὲ παρὰ τοῖς ἔθνεσιν, ἔξω τῶν ὅλων ὁ Ἰσραὴλ ηὑρίσκετο· “Ὑπομεινάντων γὰρ αὐτῶν φῶς ἐγένετο αὐτοῖς ”σκότος, κατὰ τὸ γεγραμμένον, μείναντες αὐγὴν ἐν ἀωρίᾳ “περιεπάτησαν.” οὐ μάτην οὖν ἄρα φησὶν ὁ Σωτὴρ τοῖς Φαρισαίοις προσλαλῶν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἀπειλεῖ γὰρ εὐφυῶς ὡς ἀπαναστήσεται μὲν τοῦ Ἰσραὴλ, μετακομίσει δὲ τὴν χάριν ἐφ᾽ ὅλον ἤδη τὸν κόσμον, καὶ ἐφαπλώσει λοιπὸν ἑτέροις τὴν τῆς θεογνωσίας ἀκτῖνα.

Ἐπιτηρητέον δὲ ὅπως, καίτοι παρὰ τοῖς ἀκροωμένοις ἄνθρωπός τε ὁρώμενος καὶ μετὰ σαρκὸς, οὐκ ἐν ἐμοί φησι τὸ φῶς, ἀλλ᾽ ἐγώ εἰμι τὸ φῶς, ἵνα μή τις εἰς υἱῶν δυάδα διατέμῃ Χριστὸν μετὰ τὴν διὰ τῆς ἐνανθρωπήσεως οἰκονομίαν· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, ὡς ὁ Παῦλός φησι, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τεθέντος τοῦ ἐκ γυναικὸς ληφθέντος ναοῦ· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν ὅλως μετὰ τὴν σάρκωσιν, κατά γε τὸν τῆς υἱότητος λόγον, δυσφημίας οὐκ ἀμοιρεῖ. πλὴν ἰστέον, ὅτι κἂν σεσαρκῶσθαι λέγωμεν, οὐ μόνῃ σαρκὶ περιβεβλῆσθαί φαμεν τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ᾽ ἐν τῷ τῆς σαρκὸς ὀνόματι τὸν πάντα δηλοῦμεν ἄνθρωπον. <Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.> Ὑποπείθει πάλιν αὐτοὺς πανταχόθεν τὸ λυσιτελοῦν θηρᾶσθαι φιλεῖν, καὶ παιδαγωγεῖσθαι μᾶλλον ἐθέλειν τοῖς αὐτοῦ διατάγμασιν, ἤγουν ταῖς σφῶν αὐτῶν ἀμαθίαις ἀκολουθεῖν ἑλομένους, καὶ αὐτῆς τῆς αἰωνίου στερεῖσθαι ζωῆς. ὅσον δὲ πειθηνίοις αὐτῷ γεγονόσι προσέσται τὸ ὠφελοῦν, ὑποδείκνυσιν, ἐπείπερ ἐστὶ κατὰ φύσιν ἀγαθὸς καὶ “πάντας ”ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας “ἐλθεῖν.”

ἐπειδὴ δὲ ᾔδει πάλιν ἀντεροῦντας ὡς Θεὸς, εἰκόνι πραγμάτων ἀρχαιοτέρᾳ συναναπλάττει τὸν λόγον, καὶ ἐκ τῶν τοῖς προγόνοις συμβεβηκότων, ὅτι πρὸς πολλῆς αὐτοῖς ὠφελείας γενήσεται τὸ ἀκολουθεῖν ἐθέλειν αὐτῷ, διαγορεύει σαφῶς. γέγραπται τοίνυν περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι “καὶ ”ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα “ἐν φωτισμῷ πυρός.” ὅτε γὰρ τὴν πλατεῖαν διεβάδιζον ἔρημον, πρὸς τὴν τῆς ἐπαγγελίας εἰστρέχοντες γῆν, νεφέλη μὲν αὐτοῖς ἐν ἡμέρᾳ τὴν ἡλιακὴν ἀποτινάσσουσα φλόγα κατὰ βούλησιν δηλονότι τὴν θείαν, ὀρόφου δίκην ἐπήρτητο· στύλος δὲ ἡγεῖτο πυρὸς τῆς νυκτὸς μαχόμενος σκότῳ, καὶ ἀπλανεστάτην τοῖς ἰοῦσι χαράττων τὴν ὁδόν. ὡσπεροῦν οἱ κατ᾽ ἐκεῖνο καιροῦ τῷ ἡγουμένῳ καὶ προελαύνοντι κατακολουθοῦντες πυρὶ, τὸ πλανᾶσθαι διέφυγον, καὶ κατευθὺ τῆς εὐθείας καὶ ἁγίας ἐφέροντο γῆς, οὐδὲν ὅλως νυκτὸς ἢ σκότους φροντίζοντες· οὕτως ὁ ἀκολουθῶν ἐμοὶ, τουτέστιν, ὁ κατ᾽ ἴχνη βαίνων τῶν ἐμῶν διδαγμάτων, ἔσται μὲν οὐδαμῶς ἐν σκότῳ, τὸ δὲ φῶς τῆς ζωῆς ἀποκερδανεῖ, τουτέστι, τῶν ἐπ᾽ ἐμοὶ μυστηρίων τὴν ἀποκάλυψιν χειραγωγεῖν αὐτὸν δυναμένην εἰς ζωὴν τὴν αἰώνιον.

τεχνίτης δὲ πάλιν εἰς λόγους ὑπάρχων ὁ Κύριος, ἀγριαίνοντας ἤδη τοὺς Φαρισαίους καὶ λελυττηκότας οὐ μικρῶς, προσερεθίζει μὲν οὐδαμῶς διὰ τοῦ γυμνότερον λέγειν ὅτι καὶ μενοῦσιν ἐν σκότῳ καὶ ταῖς ἑαυτῶν ἀπειθείαις ἐντεθνήξονται· τρόπῳ δὲ πάλιν ἑτέρῳ τοῦτο λέγων εὑρίσκεται, μεταστρέψας ἐπὶ τὸ χρηστότερον τοῦ λόγου τὴν δύναμιν. δι᾽ ὧν γὰρ ἐνθάδε τὸν αὐτῷ κατακολουθεῖν ᾑρημένον ἕξειν τὸ φῶς τῆς ζωῆς ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν ὑποδηλοῖ περιεσταλμένως, ὡς τὸ ἕπεσθαι παραιτούμενοι, καὶ φωτὸς ἕξουσιν ἐρημίαν τοῦ πρὸς ζωὴν αὐτοὺς ἀνακομίζειν ἰσχύοντος. ἢ γὰρ οὐ πᾶσι καταφανὲς, καὶ ἀναμφιλόγως παραδεκτὸν, ὅτι τοῖς τὸ εὐθυμεῖν ἀποφεύγουσι συμβαίνειν ἀνάγκη τὸ ἐναντίον; ἦν οὖν ἄρα τοῦ Σωτῆρος ἡμῶν ὁ λόγος ἀληθὴς, καὶ τὸ διὰ τῆς ἐν αὐτῷ τέχνης οἰκονομηθὲν οὐκ ἀμφίβολον. <Εἶπον οὖν οἱ φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.> Νωθὴς καὶ βραδύνους ὁ Φαρισαῖος, καὶ δυσάγωγος λίαν εἰς τὸ δύνασθαι κατιδεῖν τὴν τοῦ Κυρίου θεότητα· πλανᾶται δὲ πάλιν διὰ τὴν σάρκα, καὶ πλέον οὐδὲν τῶν ὁρωμένων φαντάζεται. πολὺ γὰρ τοῖς ὑπὲρ ἄνθρωπον ῥήμασι κεχρημένον ὁρῶν, καὶ θεοπρεπεστάτων ἐπακούσας λόγων, ἄνθρωπον ἔτι κοινὸν ἐννοεῖ, πρὸς τὸ τῆς θεότητος περιφανὲς οὐ βλέπων, οὐδὲ τὸν τῆς διανοίας ἀνοιγνὺς ὀφθαλμὸν πρὸς τὸ ἐπαθρῆσαι τὸν Ἐμμανουήλ.

τίνι γὰρ ἂν καὶ πρέποι τὸ λέγειν “Ἐγώ εἰμι τὸ τοῦ κόσμου φῶς,” εἰ μὴ ἑνὶ καὶ μόνῳ τῷ κατὰ φύσιν Θεῷ; τίς τῶν ἁγίων προφητῶν τοιαύτην εἰπεῖν ἀπετόλμησε φωνήν; ποῖος ἡμῖν τῶν ἀγγέλων τοιοῦτον ἔῤῥηξε λόγον, ὅλην ἡμῖν τὴν θεόπνευστον περινοστοῦντες γραφὴν, καὶ τὸν ἱερὸν καὶ θεῖον περιεργαζόμενοι λόγον, αὐτὸ δὴ τοῦτο δεικνύτωσαν. ἀλλ᾽ οὐδένα τῶν ἀναγκαίων τιθέμενοι λόγον, ἀντερεῖν ὅτι πρέπει λογίζονται, καὶ ἐπ᾽ ἐκεῖνο χωροῦσι θερμῶς ὃ μόνον ἴσασιν ἀκριβῶς, τὸ τῆς φιλοψογίας ἔγκλημά φημι. διασύρουσι γὰρ ὡς οὐκ ὄντα τὸ φῶς τοῦ κόσμου, κατηγοροῦντες τῶν παρ᾽ αὐτοῦ λεγομένων, οὐκ εἶναί τε ἀληθῆ τὴν παρ᾽ αὐτοῦ μαρτυρίαν διαβεβαιούμενοι. “Σοφοὶ ”γάρ εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ “ἔγνωσαν,” ἀνατρέψειν τε καὶ σφόδρα κιβδήλως ὑπολαμβάνουσι δύνασθαι τὴν μαρτυρίαν αὐτοῦ, ἀπὸ ψιλῆς καὶ μόνης τῆς παρ᾽ ἡμῖν συνηθείας, οὐκ ἐκ νομικῶν ἐνταλμάτων ἀκυροῦν ἐπιχειροῦντες αὐτήν.

Ποῦ γὰρ ὁ νόμος, διδασκέτωσαν πάλιν, ἀβέβαιον εἶναί φησι τήν τινος μαρτυρίαν περὶ ἑαυτοῦ· φορτικὸν μὲν γάρ πως ἐστὶ, καὶ οὐκ οἰστὸν ἔσθ᾽ ὅτε τισὶ τό τινα τῶν ὄντων τυχὸν ἐπιμαρτυρεῖν ἑαυτῷ τὰ ἐξαίρετα. καὶ γοῦν ὁ σοφώτατος παροιμιαστής “Ἐγκωμιαζέτω σέ φησιν ὁ πέλας καὶ ”μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη·” πλὴν οὐ πάντως διεψευσμένον ὁρᾶται τὸ ὑπό του τυχὸν περὶ ἑαυτοῦ λελεγμένον. ἡκέτω γάρ τις ἡμῖν τῶν Φαρισαίων εἰς μέσον, εἶτα τί δράσωμεν διδασκέτω τὸν μακάριον Σαμουὴλ ἑαυτῷ μαρτυροῦντα τὰ κάλλιστα. εὑρίσκεται γάρ που τοῖς ἐξ Ἰσραὴλ ἀπολογούμενος καὶ λέγων “Μάρτυς Κύριος ἐν ”ὑμῖν καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ “ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν ταῖς χερσί μου οὐδέν.” ἀλλ᾽ εἴπερ ὁ νόμος ἑαυτῷ μαρτυρεῖν τινα διεκώλυε, πῶς εἰπέ μοι παρ᾽ οὐδὲν αὐτὸν ἐποιήσατο Σαμουὴλ, καίτοι τῆς θείας γραφῆς λεγούσης περὶ αὐτοῦ “Ἅγιος ἦν Μωυσῆς καὶ ”Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς “ἐπικαλουμένοις αὐτόν· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς ”ἐπήκουεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· “ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ”αὐτοῦ ἃ ἔδωκεν αὐτοῖς.” ὁρᾷς ὅτι συνεπλάκη τῷ μακαρίῳ Μωυσεῖ ὡς συντρέχουσαν ἔχων ἐκείνῳ τὴν ἀρετὴν, καὶ ὡς ἀκριβὴς νομοφύλαξ μαρτυρεῖται διὰ τοῦ Πνεύματος; πῶς οὖν παρέβη τὸν νόμον ἑαυτῷ μαρτυρήσας, εἴποι τις ἄν;

ἀλλ᾽ οὐ παρέβη· μαρτυρεῖται γὰρ ὡς φυλάσσων, καὶ μεμαρτύρηκεν ἑαυτῷ. νόμος οὖν ἄρα τὸ μαρτυρεῖν ἑαυτῷ τῶν ὄντων οὐδένα κωλύει. τί δὲ πρὸς τούτοις ἐροῦμεν, ὅταν ἴδωμεν λέγοντα τὸν μακάριον Δαυείδ “Κύριε ὁ Θεός μου, εἰ ἐποίησα ”τοῦτο, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά;” ἀλλὰ καὶ πρὸς τοῦτό φησιν ὁ μακάριος Ἱερεμίας “Κύριε παντο- ”κράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾽ “ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου·” Παῦλος δὲ πάλιν ὁ σοφώτατος, καίτοι “πεπαιδευμένος κατὰ ἀκρίβειαν ”τὸν πατρῷον νόμον,” καθάπερ οὖν καὶ αὐτός που διεμαρτύρατο “Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα” διαῤῥήδην ἀναβοᾷ.

Λεγέτω τοιγαροῦν ἐφ᾽ ἑκάστῳ τούτων ὁ Φαρισαῖος Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιτιμᾶν αὐτῷ μὴ παραιτουμένοις τῷ πάντων Δεσπότῃ, τὸ κατὰ τῶν ἄλλων τὰ χείριστα δρᾶν ἱππηλατῶν. πλὴν ἐκεῖνο λέγομεν ἀναλαβόντες εἰσαῦθις, ὡς οὐκ ἀναγκαία μὲν ἐκ νομικῶν ἐνταλμάτων ἡ τῶν Φαρισαίων ἀντίῤῥησις, ἀπὸ δὲ μόνου πεποιημένη τοῦ κρατοῦντος ἐν συνηθείᾳ, καὶ τοῦ μὴ πρέπειν δοκοῦντος τοῖς ἐπιεικέσι τὸν τρόπον· λοιδορία δὲ μᾶλλόν ἐστιν ἡ ἀντίῤῥησις νομικὴ, ὑποκλέπτουσά πως αὐτοῦ τοὺς ἤδη θαυμάζοντας καὶ ὅτι προσήκει πιστεύειν ἀναπεπεισμένους. διασύρουσι γὰρ ὡς οὐκ ἀληθεύοντα, καὶ τὴν τῶν εἰρημένων ἀρτίως παραφθείροντες πίστιν, οὐδὲ φῶς κατὰ ἀλήθειαν εἶναί φασι, τὸν ἐκ τῆς δυσφημίας ὄλεθρον ταῖς ἑαυτῶν ἐπαντλοῦντες οἱ δειλαιοὶ κεφαλαῖς. <Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.> Τοῦθ᾽ ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ἀληθῶς ἑαυτὸν φάσκοντος εἶναι τοῦ Χριστοῦ “Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου,” διαῤῥήδην ἀνεφώνει· διεψεῦσθαι πάλιν αὐτὸν ἡ φιλοκίνδυνος τῶν Φαρισαίων ᾠήθη πληθύς.

οὐ γὰρ ᾔδεσαν ἀσυνετοῦντες ἐκτόπως, ὅτι τὴν ἰδίαν τινὲς ὅταν γε ἐκδιηγοῦνται φύσιν, καὶ τὰ οὐσιωδῶς αὐτοῖς ἐνυπάρχοντα λέγουσιν, οὐ φιλοκόμπως αὐτοὺς τοῦτο δρᾶν τὰ εἰκότα φρονοῦντες ὑποτοπήσομεν, ἀλλ᾽ οὐδὲ δόξαν ἐροῦμεν φιλοθηρεῖν τὴν διάκενον, ἐκτρανοῦν δὲ μᾶλλον, ὅπερ εἰσὶν ἀληθῶς. οἷον δὲ δή τι πάλιν ἐπὶ τούτῳ φαμὲν, ὅταν ἄγγελος εἴπῃ τὴν ἰδίαν κατασημαίνων φύσιν Ἄγγελός εἰμι· εἰ καὶ ὅταν ἄνθρωπος τοῦθ᾽ ὅπερ ἐστὶν ἐπιδεικνύων λέγει Ἄνθρωπός εἰμι· ἀλλὰ καὶ εἴ τις ἡλίῳ περιθείη φωνὴν, εἶτα κἀκεῖνος τῆς ἑαυτοῦ φύσεως τὸ ἴδιον ἐκδιδάσκων Ἐγὼ, φαίη, τὸν οὐράνιον διαθέων κύκλον, λαμπρὸν ἀφίημι φῶς τοῖς ἐπὶ τῆς γῆς· οὐχ ἑαυτῷ τις αὐτὸν τὰ μὴ προσόντα μαρτυρεῖν, ἀλλ᾽ ὅπερ ὄντως ἐστὶ κατὰ φύσιν, εὐλόγως οἰήσεται. τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, κἂν φῶς ἑαυτὸν εἶναι λέγῃ, τἀληθὲς ἐρεῖ, καὶ οὐδὲν ἧττον ἔξωθεν ἐπικομπάζων ἁλώσεται. οὐ συνέντες τοιγαροῦν τὸν Ἐμμανουὴλ οἱ πολλοὶ συζῶντες ἀπαιδευσίᾳ, φιλοδοξεῖν μὲν αὐτὸν ὑπολαμβάνουσιν, ὡς ἑνὶ δὲ τῶν καθ᾽ ἡμᾶς ἐπιφύονται, καὶ οὐ καταπεφρίκασι λέγοντες “Ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς,” τῷ μὴ εἰδότι τὸ ψεύδεσθαι· οὐ γὰρ “εὑρέθη δόλος ἐν τῷ στόματι ”αὐτοῦ,” καθὰ γέγραπται.

ἀλλ᾽ ἔδει πάλιν πολὺ δὴ λίαν τῆς ἀληθείας ἀπεσφαλμένους, καὶ ἀποφοιτῶντας τοῦ πρέποντος λογισμοῦ χειραγωγῆσαι τοὺς πλανωμένους καὶ ἀνεξικάκως ὅτι τοῦ πρέποντος διημαρτήκασιν εἰπεῖν, τῷ ἄνωθεν ὄντι καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ, τὸ καὶ ψεύδεσθαι φιλεῖν ἀνοσίως ἐπιγράφοντες. ἀληθὴς γάρ φησίν ἐστιν ἡ ἐμὴ μαρτυρία κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ. ἀνθρώποις μὲν γὰρ ἐκ φιλαυτίας ἔσθ᾽ ὅτε τὸ θέλειν ἑαυτοῖς ἐπιμαρτυρεῖν τὰ κάλλιστα, κἂν εἰ μὴ τύχοιεν ἔχοντες, ὁρᾶται προσπεφυκός· εὐόλισθος γὰρ εἰς τὸ φαῦλον ἡ φύσις· ἀλλ᾽ οὐκ ἐμοὶ, φησὶ, τὸ δύνασθαι ταὐτὰ πρόσεστι νοσεῖν τοῖς ἀπὸ τῆς γῆς. οἶδα γὰρ πόθεν εἰμί· φῶς ἐκ φωτὸς δηλονότι, καὶ Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ ἄβατον ἀσθενείας ἔχων τὴν φύσιν. εἰ γὰρ καὶ ἄνθρωπος γέγονά φησι διὰ τὴν εἰς ἀνθρώπους ἀγάπην, ἀλλ᾽ οὐ διὰ τοῦτο τῆς θεοπρεποῦς ἀξίας ἔρημος ὢν γνωσθήσομαι· μένω δὲ πάλιν ὅπερ εἰμὶ κατὰ φύσιν, τουτέστι Θεός. ἀπόδειξις δὲ τούτου σαφὴς, τὸ εἰδέναι ποῦ ὑπάγω· ἀναβήσομαι γὰρ εἰς οὐρανοὺς πρὸς τὸν ἐξ οὗπέρ εἰμι Πατέρα. ὅπερ οἶμαι φαίη τις ἂν οὐκ ἀνθρώπῳ πρέπειν ἑνὶ τῶν καθ᾽ ἡμᾶς, ἀλλὰ τῷ κατὰ φύσιν Θεῷ, καὶ εἰ γέγονεν ἄνθρωπος. οὐκοῦν τὸ μὲν οἶδα πόθεν εἰμὶ, τὸ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν εἶναι τὸν Υἱὸν ὑπαινίττεται· τὸ δέ Ποῦ ὑπάγω, θεοπρεποῦς μὲν ἐξουσίας ἐπίδειξις.

ἄνεισι γὰρ ὡς Θεὸς ἐπάνω τῶν οὐρανῶν, ὡς ὁ Παῦλός φησιν· ἀπειλὴν δ᾽ οὖν ὅμως, εἰ καὶ οὐ σφόδρα σαφῶς, τῇ τῶν Ἰουδαίων ἀνοσιότητι πρέπουσαν ἔχει. ὡς γὰρ ὅσον οὐδέπω πάντως μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ γενέσθαι παρασκευάσει, ὅπερ αὐτοῖς ἐν ἑτέροις σαφέστερον φαίνεται διειπών “Ἕως γὰρ τὸ ”φῶς ἔχετε, φησὶ, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία “ὑμᾶς καταλάβῃ.” <Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ κρίνω οὐδένα.> Ἀξιεραστοτάτῃ πραότητι πάλιν τὸν ἁπάντων Κύριον ἀποκεχρημένον εὑρήσομεν· οὐ γὰρ ἰσοστάθμοις ὀργαῖς τοὺς δυσφημοῦντας αὐτὸν ἀνταμείβεται, καίτοι πικρὰς ᾔδει μετασχεῖν ὀφείλοντας δίκας· ἀλλὰ τοὺς τῶν ἰατρῶν ἐπιεικεστέρους ἀπομιμούμενος δικαίως ἂν οἶμαι κἀν τούτῳ θαυμάζοιτο. οἱ μὲν γὰρ τὰς τῶν ἀῤῥωστούντων ὀλιγωρίας ἐν οὐδενὶ πολλάκις τίθενται λόγῳ, ἀνεξικακοῦντες δὲ τληπαθέστατα πάλιν αὐτοῖς ἐπίκουρον ποιοῦνται τὴν τέχνην, τὸ πεφυκὸς ἀνιᾶν ἀφανίζοντες, καὶ διαλοιδορούμενοι ἔσθ᾽ ὅτε, τὸ συντελοῦν εἰς ὑγείαν ἐξηγούμενοι μεταπείθουσί πως ἐπὶ τὸ δρᾶν ἐπείγεσθαι τὰ συμφέροντα, καὶ τῆς νόσου τὴν αἰτίαν καταλευκαίνουσιν.

ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ δυσφημούντων ἀνέχεται, καὶ λοιδορούμενος ὠφελεῖ, καταδεσμεῖ τῶν ὑβριζόντων τὰ τραύματα· ἀλλὰ καὶ πόθεν αὐτοῖς συνέβη νοσεῖν τῆς εἰς αὐτὸν ἀπιστίας τὰ ἐγκλήματα, καταλέγει διαφανέστατα. ὑμεῖς γάρ φησι κατὰ τὴν σάρκα κρίνετε, τουτέστι, πλανᾶσθε, καὶ λίαν εἰκότως, ἐπείπερ ὁρᾶτε πρὸς μόνην ταύτην τὴν σάρκα, καίτοι πολὺ δὴ μᾶλλον τῇ τῶν ἔργων μεγαλοπρεπείᾳ προσέχειν ὀφείλοντες· ἕνα δὲ τῶν καθ᾽ ὑμᾶς εἶναι πιστεύοντες διὰ τὸ κατημφιέσθαι τῇ ὑμετέρᾳ σαρκὶ, ἐξηπάτησθε δεινῶς, καὶ τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας οὐκ ἐπαθροῦντες μυστήριον, ἀβουλοτάτην ἐπ᾽ ἐμοὶ τὴν ψῆφον ὁρίζετε, ψεύδεσθαι λέγοντες τὴν ἀλήθειαν. ἐγὼ δὲ τὸ κρίνειν ὑμᾶς εἰς καιρὸν ἕτερον ὑπερθήσομαι “Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν ”κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος.” Οἶμαι μὲν οὖν οὐκ ἀκόμψως λελύσθαι τὸ ἐν τῷ προκειμένῳ ζητούμενον· ἰέναι δὲ πάλιν καὶ δι᾽ ἑτέρων ἐξέσται θεωρημάτων τὸν ἐπ᾽ αὐτῷ καθ᾽ ὅσον ἐνδέχεται καταλεπτύνουσι νοῦν. ὑμεῖς φησι κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. οὐδέν φησιν ἔχοντες τὸ παράπαν ἐγκαλεῖν, ἀλλ᾽ οὐδὲ τοῖς ἡμετέροις τερατουργήμασιν εὐλόγως ἂν ἐπισκῆψαι δυνάμενοι, διὰ μόνην μὲν τὴν σάρκα κατασμικρύνετε, καὶ ἐπείπερ ἄνθρωπος ὁρῶμαι καθ᾽ ὑμᾶς, ἐν τῷ μηδενὶ δυσσεβῶς κατετάξατε.

ἀλλ᾽ ἐγώ φησιν οὐ διὰ ταύτην ὑμᾶς κατακρίνω τὴν αἰτίαν. οὐ γὰρ ἐπείπερ ἄνθρωποι τὴν φύσιν ἐστὲ, διὰ τοῦτο πάντως ὑμᾶς λογιοῦμαι τὸ μηδὲν, οὐδὲ διὰ τοῦτο δίκην ἀποδώσετε τῷ Κριτῇ. οὐκ ἐπιτιμῶ τῇ φύσει, οὐ καταδικάζω τῶν ἐμαυτοῦ δημιουργημάτων, οὐδὲν ἐν ἀνθρώπῳ τὸ πλημμέλημα διὰ τὸν ἄνθρωπον εἶναί φημι. ἀλλ᾽ ὑμεῖς μὲν διὰ τὴν σάρκα τὸ μηδὲν εἶναί με λογίζεσθε, καὶ διὰ τοῦτο κατεκρίνατε· ἐγὼ δὲ οὐχ οὕτω λελόγισμαι περὶ ὑμῶν, ἀλλά τι μέγα καὶ τίμιον χρῆμα τὸν ἄνθρωπον, εἰ καὶ γέγονεν ἀπὸ γῆς, ἐπιστάμενος· καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ ἐν μορφῇ γεγεννηκότος με Πατρὸς, ἐμαυτὸν ἐταπείνωσα μορφὴν δούλου λαβὼν, καὶ ἄνθρωπος γεγονώς· ἐφ᾽ ᾧ δὴ νυνὶ μόνῳ κατακρίνομαι παρ᾽ ὑμῶν, καίτοι κρίνων αὐτὸς ἐπὶ τούτῳ μηδένα. καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶ καὶ ἀληθὴς, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ᾽ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. “Ἆρ᾽ οὖν, ἐρεῖ τις τυχὸν τῶν τἀναντία τοῖς τῆς Ἐκκλη- “σίας φρονούντων δόγμασι, διὰ τοῦτο καὶ μόνον κρίνειν “ὀρθῶς οἶδεν ὁ Υἱὸς, ἐπείπερ αὐτῷ τοῦτο δρῶντι σύνεστιν “ὁ Πατήρ; τούτου δὲ τῇδε κειμένου, καὶ ἔχοντος ἀληθῶς, “τί λοιπόν ἐστι τὸ διακωλύον εἰπεῖν διὰ βουλῆς τοῦ Πατρὸς “πηδαλιουχεῖσθαι τρόπον τινὰ πρὸς ὀρθότητα τὸν Υἱὸν, οὐκ “ἔχοντα τοῦτο τελείως, ἢ καὶ ἀνεγκλήτως δυνάμενον κατορ- “θοῦν ἐξ ἑαυτοῦ;„ Τί οὖν ἄρα καὶ ἡμεῖς τοῖς παρ᾽ ἐκείνων ἀντεροῦμεν λόγοις;

δυσσεβὲς ὑμῶν, ὦ οὗτοι, τὸ φρόνημα, καὶ μόναις ταῖς Ἰουδαίων ἀπονοίαις ὅτι μάλιστα πρεπωδέστατον· οὐ γὰρ ὡς οὐκ ἔχων τὸ δίκαια κρίνειν ἐξ ἑαυτοῦ δύνασθαι, τὰ τοιαῦτά φησιν ὁ Υἱός· ἐπιμαρτυρήσει γὰρ αὐτῷ λέγων καὶ ὁ μελῳδὸς ἐν Πνεύματι “Ὁ Θεὸς κριτὴς δίκαιος.” ὅτι δὲ κριτὴς ἕτερος παρ᾽ αὐτὸν οὐδεὶς, αὐτὸς εἰσδραμεῖται μάρτυς ἡμῖν ἐν εὐαγγελίοις εἰπών “Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ ”πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ.” ἆρα οὖν ὡς οὐκ εἰδότι κρίνειν ὀρθῶς τὴν κρίσιν δέδωκεν ὁ Θεὸς καὶ Πατήρ; ἀλλ᾽ οἶμαι τῆς ἁπασῶν ἐσχάτης ἀπονοίας δοίη τις ἂν τὸ οὕτως διακεῖσθαι περὶ τῆς δικαιοσύνης τοῦ Πατρὸς, τουτέστι τοῦ Υἱοῦ. οἶδε γὰρ ὁ Πατὴρ τὸ ἴδιον γέννημα, δέδωκεν αὐτῷ τὴν κρίσιν, τὸ δίκαια κρίνειν δύνασθαι καὶ διὰ τοῦ δοῦναι σαφῶς ἐπιμαρτυρῶν. ἔστι τοιγαροῦν προδηλότατον, ὡς οὐκ ἀσθενῶν περὶ τὸ τὰ δίκαια κρίνειν συνδικάσειν ἑαυτῷ τὸν Πατέρα φησὶν, ἀλλ᾽ ὠδίνει τινὰ θεωρίαν τὸ προκείμενον τοῖς ἀνωτέρω συγγενῆ καὶ ἀκόλουθον. τί δὴ οὖν ἄρα βούλεται δηλοῦν, ἐροῦμεν σαφῶς. Ὑμεῖς, φησὶν, ὦ τῶν Ἰουδαίων ἡγεμόνες καὶ διδάσκαλοι, πονηρὰν ἐπ᾽ ἐμοὶ καὶ ἀδικωτάτην ἐποιήσασθε κρίσιν· διὰ γὰρ μόνην τὴν σάρκα τὸ μηδὲν ἡγεῖσθαι δεῖν ὑπολαμβάνετε, καίτοι κατὰ φύσιν ὄντα Θεόν.

ἐγὼ δὲ κρίνειν τὰ καθ᾽ ὑμᾶς ἀρξάμενος, οὐ τοιαύτην καθ᾽ ὑμῶν ἐξοίσω τὴν ψῆφον· οὐ γὰρ ἐπείπερ ἐστὲ κατὰ φύσιν ἄνθρωποι, διὰ τοῦτο κολάζεσθαι πρέπειν ὑμᾶς οἰήσομαι δεῖν· ἔχων δὲ μᾶλλον ἐφ᾽ ἅπασι συνθελητὴν καὶ συνδικαστὴν τὸν Πατέρα, κατακρίνω δικαίως ὑμᾶς. καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἐδέξασθε τὸν οὐρανόθεν ἥκοντα, καὶ ὡς ὑμᾶς ἐκ Πατρὸς ἀπεσταλμένον ἐξυβρίζοντες οὐ διαλελοίπατε, τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐπιδημήσαντα κατεσμικρύνατέ με διὰ μόνην τὴν σάρκα, μακράν που τὸν ἀεὶ φίλον ὑμῖν ἀπολακτίσαντες νόμον. ποῦ γὰρ εἰπέ μοι Μωυσῆς καταδικάζειν χρῆναι κελεύει τινὸς διὰ τὸ ἄνθρωπον εἶναι τὴν φύσιν; οὐκοῦν ἄδικα μὲν ὑμεῖς καὶ κρίνετε καὶ λογίζεσθε· οὐ γὰρ ἔχετε συνεθελητὴν ἐν τούτοις τὸν νόμον, μόνοι δὲ κατὰ παντὸς τολμᾶτε δεινοῦ, τὰς ἐκ τῶν θείων θελημάτων συμπνοίας οὐκ ἔχοντες· ἐγὼ δὲ οὐχ οὕτως, σύνδρομον γὰρ ὥσπερ καὶ συνευδοκητὴν ἔχων ἐφ᾽ ἅπασι τοῖς καθ᾽ ὑμῶν ἐν ἐμαυτῷ τὸν Πατέρα, κρίνω δικαιότατα παραδιδοὺς εἰς ἐρήμωσιν ὅλην ὑμῶν τὴν χώραν, καὶ ταῖς ἐκ πολέμου καταχωννύων συμφοραῖς, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν οὐρανῶν βασιλείας ἐκπέμπων τοὺς οὕτω λελυττηκότας κατὰ τοῦ σώζειν ἐθέλοντος, καὶ διὰ ταύτην ἀφιγμένου τὴν αἰτίαν ἐν ἀνθρωπίνῳ σχήματι. <Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ πέμψας με Πατήρ.> Συνδικάσειν ἑαυτῷ τὸν Θεὸν καὶ Πατέρα καὶ συγκατακρινεῖν τοὺς εἰς αὐτὸν δυσσεβοῦντας εἰπὼν, δέχεται τὴν τῶν προσώπων δυάδα καὶ πρὸς ἕτερόν τι χρήσιμον. ἐγὼ μὲν γὰρ, φησὶν, ὅπερ εἰμὶ κατὰ φύσιν, τοῦτο καὶ λέγειν οὐ παραιτήσομαι. φῶς μὲν γάρ εἰμι τοῦ κόσμου, καὶ φιλοκομπεῖν μὲν ὅλως οὐκ ἄν τῳ δοκοίην ἐγώ· οὐ γὰρ ἐπ᾽ ὀθνείοις πλεονεκτήμασιν, ἀλλὰ τοῖς ἐμοὶ προσοῦσιν οὐσιωδῶς σεμνύνομαι. πλὴν εἰ ταῦτα λέγων, οὐκ ἀξιόχρεως εἶναι δοκῶ πρὸς τὸ χρῆναι λαβεῖν παρ᾽ ὑμῶν τὴν ἐπ᾽ ἀληθείᾳ σύνεσιν, ἐπείπερ εἰμὶ μόνος, καὶ ἐμαυτῷ μεμαρτύρηκα, παραλήψομαι συνεργοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα. συνθαυματουργεῖ γάρ μοι, φησὶν, ὡς ὁρᾶτε, καὶ συνεργάζεται. ὅσον μὲν γὰρ ἧκεν εἰς ἀνθρώπου φύσιν, οὐκ ἄν τι δρῴην ἐγὼ, εἰ τὸ εἶναι Θεὸν κατὰ φύσιν οὐκ ἔχω· ὅσον δὲ εἰς τὸ ὑπάρχειν ἐκ Πατρὸς, ἔχειν τε ἐν ἐμαυτῷ τὸν Πατέρα, καὶ πάντα δύνασθαι κατορθοῦν ὁμολογῶ, καὶ τῇ τοῦ γεννήσαντος μαρτυροῦμαι φύσει· ὡς γὰρ διὰ τὴν ταυτότητα τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ, ἐπὶ τὸ πάντα κατορθοῦν ἀδιακωλύτως ἔρχομαι.

ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπὸ μὲν τῆς θείας φύσεως τὸ παντουργικὸν ὡς Θεὸς, καὶ εἰ πέφηνεν ἄνθρωπος· μαρτυρεῖται δὲ καὶ παρὰ τοῦ Πατρὸς, ὡς συνεργάτην αὐτὸν ἐφ᾽ ἅπασιν ἔχων κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ “Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ”ποιεῖ τὰ ἔργα αὐτός.” λογιζόμεθα δὲ συνεργάζεσθαι τῷ Υἱῷ τὸν Πατέρα, οὐχ ὡς ἀτονοῦντι τυχὸν ἰδίαν τινὰ καὶ ἑτέραν συνεισάγοντα δύναμιν πρὸς τὴν τῶν τελουμένων κατόρθωσιν. εἰ γὰρ οὕτω νοοῦμεν, ἀτελῆ πάντως εἶναι δώσομεν καὶ τὴν τοῦ Πατρὸς δύναμιν καὶ τὴν τοῦ Υἱοῦ, εἴ γε δι᾽ ἀμφοῖν ἀποτελεῖταί τι τῶν παραδόξων· ὥσπερ οὐκ ἀρκοῦντος εἰς τὴν χρείαν ἑνός. εὐσεβέστερον δὲ καὶ νοοῦντες καὶ δεχόμενοι τὸ εἰρημένον, ἐροῦμεν πάλιν, ὡς ἐπείπερ ἐστὶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ μία θεότης, καὶ τῆς αὐτῆς φύσεως ἀπαράλλακτος ἐξουσία τε καὶ δύναμις, ἔσται δήπου πάντως ἔργα τοῦ Θεοῦ καὶ Πατρὸς τὰ τοῦ Υἱοῦ, ἔργα δὲ αὖ πάλιν τοῦ Υἱοῦ τὰ τοῦ Θεοῦ καὶ Πατρός.

λέγει δὲ τό Οὐδὲν ἀπ᾽ ἐμαυτοῦ ποιῶ, οὐχ ὡς ὑπηρέτης ἢ ὑπουργὸς, ἢ καὶ ἐν μαθητοῦ τινος τάξει διακείμενος, καὶ περιμένων τὸ διακελεύεσθαι παρὰ τοῦ Πατρὸς, ἢ καὶ διδακτικὸς πρὸς τὸ κατορθοῦν ἰέναι τὰ παράδοξα· ἐκεῖνο δὲ μᾶλλον ἀκριβέστατα κατασημαίνων, ὅτι τῆς οὐσίας ἐκπεφυκὼς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ φωτός τινος δίκην ἐκ τῶν ἀδύτων αὐτοῦ κόλπων ἀῤῥήτως τε καὶ ἀνάρχως ἀναφὺς, καὶ συνυπάρχων ἀϊδίως αὐτῷ, εἰκών τε καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ καὶ ὑπάρχων καὶ νοούμενος, τὴν αὐτὴν αὐτῷ γνώμην, ἵν᾽ οὕτως εἴπω, καὶ τὴν ἐφ᾽ ἅπασιν ἐνέργειαν ἔχει. ἵνα γὰρ διδάξῃ σαφῶς ὅτι καὶ συνεθελητής ἐστι πρὸς ἅπαντα τῷ Γεννήτορι, ποιῶ, φησὶν, οὐδὲν ἀπ᾽ ἐμαυτοῦ· ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν Οὐκ ἐξῴκισμαί ποι πρὸς ἰδίαν τινὰ θέλησιν, τὴν οὐκ ἐνοῦσαν τῷ Θεῷ καὶ Πατρί. ὅσα πέφυκεν ἡ τοῦ Πατρὸς βούλεσθαί τε καὶ λογίζεσθαι φύσις, ταῦτα δὴ πάντως ἐστὶ καὶ ἐν ἐμοὶ, ἐπείπερ τῶν ἐκείνου κόλπων ἐξέλαμψα, καὶ εἰμὶ καρπὸς ἀληθινὸς τῆς οὐσίας αὐτοῦ. δυσχερῆ μὲν οὖν ταῦτα πρὸς ἐξήγησιν, καὶ τὸ ἐκτρανοῦσθαι διὰ γλώσσης οὐκ ἀταλαίπωρον τὸ καὶ αὐταῖς ἔσθ᾽ ὅτε ταῖς διανοίαις οὐκ ἐφικτόν. εἰς εὐσεβῆ δ᾽ οὖν ὅμως θεωρίαν, εἰς ὅσονπερ ἄγοντες ἐνδέχεται τὰ τοιαῦτα, μισθὸν ἑαυτοῖς περιποιήσομεν τὸν οὐράνιον, ἄτρωτόν τε οὕτω καὶ ἀκλόνητον ταῖς εἰς ἕτερόν τι παρατροπαῖς τὸν ἑαυτῶν διατηρήσομεν νοῦν.

Σημειωτέον δὲ ὅτι προσθεὶς ὁ Σωτὴρ καὶ λέγων πρὸς Ἰουδαίους Καὶ ἐν τῷ ὑμετέρῳ δὲ νόμῳ γέγραπται, καταδέχεσθαι λοιπὸν ὡς ἐξ ἀνάγκης ἀναπείθει τοὺς Φαρισαίους τὴν τῶν προσώπων δυάδα. μαρτυρῶ μὲν γὰρ ἐγὼ περὶ ἐμαυτοῦ, φησὶν, συλλήψεται δέ μοι καὶ πρὸς τοῦτο καὶ ὁ Πατήρ· ἆρα οὖν ἔσται παρ᾽ ὑμῖν δεκτὴ ἡ τῶν μαρτύρων δυὰς νομικῷ βεβαιουμένη γράμματι, ἢ πάλιν εἰς μόνον ὁρῶντες τὸν ἐπ᾽ ἐμοὶ φθόνον, οὐδὲ τὸν ὑμῖν τεθαυμασμένον τηρήσετε νόμον; <Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου;> Κἀν τούτῳ δὴ μάλιστα τῆς τῶν Ἰουδαίων ἀσυνεσίας πᾶς τις οὖν, οἶμαι, καὶ λίαν εἰκότως καταβοήσειε τὸ προφητικὸν ἐκεῖνο λέγων “Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος.” μακροῦ γὰρ πολλάκις πρὸς αὐτοὺς γεγονότος τοῦ λόγου παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἄνω τε καὶ κάτω τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν ὀνομάζοντος, πρὸς τοσαύτην οἱ δειλαιοὶ κατολισθαίνουσιν ἄνοιαν, ὡς ἀποτολμῆσαι λέγειν Ποῦ ἐστιν ὁ Πατήρ σου; λογίζονται μὲν γὰρ περὶ μὲν τοῦ ὄντος ἐν τοῖς οὐρανοῖς Θεοῦ τὸ παράπαν καὶ Πατρὸς οὐδὲν, περιβλέπονται δὲ μᾶλλον καὶ ζητοῦσι τὸν Ἰωσὴφ, αὐτὸν εἶναι πατέρα Χριστοῦ, καὶ οὐχ ἑτέρως ἔχειν τε πεπιστευκότες.

ὁρᾷς οὖν ὅπως λαὸς ὄντως μωρὸς καὶ ἀκάρδιος εὐλόγως ἀποκέκληται· τὸν γὰρ τῆς διανοίας ὀφθαλμὸν οὐδ᾽ ὅσον τῶν ἐπιγείων ἀνακουφίζειν δυνάμενοι, δεικνύουσιν ἀληθὲς τὸ ἐπ᾽ αὐτοῖς εἰρημένον “Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ ”βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον·” ζῴων μὲν γὰρ τῶν ἀλόγων συνεκάμφθη τὰ νῶτα, τοῦτο γὰρ παρὰ τῆς φύσεως ἐχόντων τὸ σχῆμα, καὶ ὀρθοτενὲς ἐν αὐτοῖς οὐδέν. ἀλλὰ καὶ τῶν Ἰουδαίων ὁ νοῦς ἀπεκτηνώθη τρόπον τινὰ, καὶ νένευκεν ἀεὶ πρὸς τὸ κάτω, βλέπει δὲ τῶν οὐρανίων οὐδέν. ἢ γὰρ οὐχὶ καὶ ἐξ αὐτοῦ τοῦ πράγματος εἰς τὸν ἐπὶ τοῦτο λόγον ἄριστα παιδαγωγούμενοι φρονοῦμέν τε καὶ λογιζόμεθα περὶ αὐτῶν ἀληθῆ; εἰ γὰρ ὅλως ἐλογίζοντο τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, πῶς ἂν ἐζήτησαν τὸν ἀσώματον ἐν τόπῳ; πῶς δ᾽ ἂν, εἰπέ μοι, περὶ τοῦ τὰ πάντα πληροῦντος Θεοῦ, τό Ποῦ ἐστιν ἀβουλότατα λέγοντες, οὐχ ὅλῃ μάχονται τῇ θείᾳ γραφῇ, καίτοι τὸν περὶ τοῦ Θεοῦ λόγον ὡς ἔνι διεξιὼν ὁ θεσπέσιος μελῳδὸς, καὶ τὸ πάντα δύνασθαι πληροῦν ἀναθεὶς αὐτῷ “Ποῦ πορευθῶ, φησὶν, ἀπὸ ”τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; “ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ εἶ ἐκεῖ, ἐὰν καταβῶ εἰς τὸν ”ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον “καὶ πορευθῶ εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ ”χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.”

ἀλλὰ καὶ αὐτὸς ἡμῖν ὁ ἐπὶ πάντων Θεὸς, ὅτι μὴ τόπῳ περιγραπτὴν φύσιν ἔχει καθαρῶς ἐπιδεικνὺς, πρὸς αὐτοὺς τοὺς οὕτω φησὶν ἀνοσίους Ἰουδαίους “Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν ”γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· ποῖον οἶκον οἰκοδομήσετέ “μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ὁ οὐρανός μοι ”θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.” ἔστι τοιγαροῦν διὰ πάντων ὁρᾶν ἀμαθαίνοντας Ἰουδαίους, ὅτε λέγουσι τῷ Σωτῆρι Χριστῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; εἰ μὴ περὶ τοῦ κατὰ σάρκα νομισθέντος πατρὸς τὰ τοιαῦτά φασι, ληροῦντες κἀν τούτῳ. εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι βαθὺ τῶν Ἰουδαίων τοὺς λόγους. ἐπειδὴ γὰρ ᾤοντο μεμοιχεῦσθαι πρὸ γάμου τὴν ἁγίαν παρθένον, ταύτῃτοι καὶ μάλα πικρῶς ὡς μηδὲ εἰδότι τῷ Χριστῷ τὸν ἐξ οὗπέρ ἐστι διαλοιδοροῦνται λέγοντες Ποῦ ἐστιν ὁ πατήρ σου; ληροῦντες. <Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ οἴδατε καὶ τὸν Πατέρα μου ἂν εἴδητε.> Ἀληθὴς ὁ λόγος, καὶ οὐδαμόθεν ἐπὶ τῷ διεψεῦσθαι κατηγορεῖσθαι δυνάμενος. οἱ γὰρ ὄντως ἐξ Ἰωσὴφ, ἤγουν ἐκ πορνείας, νομίζοντες εἶναι τὸν Χριστὸν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς ἀγνοήσαντες πεφηνότα Λόγον, πῶς οὐκ εὐλόγως ἀκούσονται τό Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου; εἰ γὰρ ᾔδεσαν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, καὶ δι᾽ ἡμᾶς ἐν σαρκὶ γεγονότα κατὰ τὴν θείαν γραφὴν, ἐπέγνωσαν ἂν καὶ τὸν τούτου γεννήτορα.

ἀκριβεστάτη γὰρ ἐπίγνωσις τοῦ Πατρὸς δι᾽ Υἱοῦ ταῖς τῶν φιλομαθεστέρων διανοίαις ἐγγίνεται, καθὰ καὶ αὐτός που διεβεβαιώσατο λέγων ὡς πρὸς Θεὸν καὶ Πατέρα “Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ”ἀνθρώποις.” καὶ πάλιν “Ἐθαυμαστώθη ἡ γνωσίς σου ἐξ ”ἐμοῦ.” ἐπειδὴ γὰρ ἐπέγνωμεν τὸν Υἱὸν, ἐπέγνωμεν ἐξ αὐτοῦ τὸν γεννήσαντα. εἰσφέρεται μὲν γὰρ δι᾽ ἀμφοῖν ἡ θατέρου περίνοια, καὶ συνειστρέχει μὲν πάντως ὀνομασθέντι τῷ Πατρὶ καὶ ἡ τοῦ γεννήματος μνήμη· συμβαδίζει δὲ πάλιν τοῦ Υἱοῦ σημασίᾳ τὸ τοῦ γεννήσαντος ὄνομα. διὰ γάρ τοι τοῦτο θύρα τις ὥσπερ ἐστὶ καὶ ὁδὸς, εἰς ἐπίγνωσιν ἀποφέρουσα τὴν περὶ τοῦ Πατρὸς, ὁ Υἱός. οὕτω καί φησιν “Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ·” δεῖ γὰρ πρότερον ἡμᾶς τί κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κατά γε τὸ ἐγχωροῦν, ἐκμαθεῖν, εἶθ᾽ οὕτως ὡς ἐξ εἰκόνος καὶ χαρακτῆρος ἀκριβεστάτου συνεῖναι καλῶς τὸ ἀρχέτυπον. ὁρᾶται γὰρ ὁ Πατὴρ ἐν Υἱῷ, καὶ καθάπερ ἐν ἐσόπτρῳ τῇ τοῦ ἰδίου γεννήματος φύσει διαφαίνεται. εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἐστιν ἀληθὲς, δυσωπείσθω πάλιν ὁ θεομάχος Ἀρειανός.

ἀνάγκη γὰρ ὅμοιον εἶναι κατὰ πάντα λόγον τε καὶ τρόπον αὐτῷ τὸν χαρακτῆρα τῆς οὐσίας αὐτοῦ, ἵνα μὴ ἕτερόν τι παρ᾽ ὅπερ ἐστὶν ὁ Πατὴρ ὑπολαμβάνηται ἐν Υἱῷ διαλάμπον ἀπαραποιήτως· καὶ εἰ ἀγαπᾷ τὸ ἐν Υἱῷ γνωρίζεσθαι καὶ ἐν αὐτῷ διαφαίνεσθαι, πάντως δήπου καὶ ὁμοούσιον, καὶ τῆς ἐνούσης αὐτῷ δόξης οἶδεν ὄντα κατ᾽ οὐδὲν ὅλως χείρονα· οὐ γὰρ ἂν ἠθέλησεν ἐν ἐλάττοσιν εἶναι πιστεύεσθαι, παρ᾽ ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. ἐπειδὴ δὲ τοῦτο καὶ ἀγαπᾷ καὶ βεβούληται, πῶς οὐκ ἀνάγκη λοιπὸν ὅμοιον εἶναι κατὰ πάντα τρόπον ὁμολογεῖν τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα τις δι᾽ αὐτοῦ γινώσκῃ καὶ τὸν γεννήτορα, καθάπερ ἤδη προειρήκαμεν, ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀναβαίνων ὀρθῶς, ἀκατηγόρητον ἔχειν δύνηται τὴν ἐπὶ τὴν ἁγίαν Τριάδα διάληψιν. οὕτω μὲν οὖν ὁ γινώσκων τὸν Υἱὸν, οἶδε καὶ τὸν Πατέρα. κατανόει δὲ ὅπως μετὰ τοῦ λέγειν τὰ ἀληθῆ πρὸς Ἰουδαίους ὁ Κύριος, καί τινα τέχνην ἑτέραν παραπλέκει τῷ λόγῳ· σαφῶς γὰρ εἰπών Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου, τὸν τῶν Ἰουδαίων ὑπεξέλκει νοῦν εἰς τὸ μὴ μόνα περὶ αὐτοῦ φρονεῖν τὰ ἀνθρώπινα, μήτε μὴν οἴεσθαι κατὰ ἀλήθειαν υἱὸν αὐτὸν εἶναι τοῦ Ἰωσὴφ παραληφθέντος οἰκονομικῶς, ζητεῖν δὲ μᾶλλον καὶ περισκέπτεσθαι, τίς μὲν ὁ ἐν τῇ σαρκὶ Λόγος, τίς δὲ ὁ τούτου κατὰ φύσιν Πατήρ.

ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ᾽ αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέπονθεν, ἵνα πάντας διασώσῃ. <Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτὸν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.> ἈΠΟΛΟΓΕΙΤΑΙ χρησίμως ὑπὲρ τοῦ σωτηρίου πάθους ὁ σοφώτατος Εὐαγγελιστὴς, καὶ τὸν ἐπὶ τῷ σταυρῷ γεγονότα θάνατον οὐκ ἐξ ἀνθρωπίνης ἀνάγκης, ἤγουν ἐξ ἑτέρας πλεονεξίας ἀβουλήτως ἐπιδεικνύει τὸν θάνατον τὸν Ἰησοῦν παθόντα, ἑαυτὸν δὲ μᾶλλον ὑπὲρ ἡμῶν καθάπερ ἄμωμον θῦμα τῷ Θεῷ καὶ Πατρὶ διὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ ἡμᾶς ἀγάπην ἱερουργήσαντα. ἐπειδὴ γὰρ ἔδει παθεῖν, οὕτω μελλούσης ἀνατρέπεσθαι τῆς ἐπεισάκτου φθορᾶς καὶ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, δέδωκεν ἀντίλυτρον ἑαυτὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς. ποῖος οὖν ἄρα λόγος ἐν τοῖς προκειμένοις εὑρεθήσεται τῷ σωτηρίῳ συναγορεύων πάθει, τί δὲ ὁ σκοπὸς τῶν ἐν τούτῳ θεωρημάτων ὠδίνει τὸ χρήσιμον, ἄκουε πάλιν. ταῦτα γάρ φησιν ἐλάλει τὰ ῥήματα Χριστὸς οὐκ ἔξω τῆς Ἱερουσαλὴμ, οὐδὲ εἰς πόλιν τινὰ τῶν περιοικίδων, ἀλλ᾽ οὐδὲ εἰς πόλιν ἢ εἰς κώμην τῆς Ἰουδαίας ἀσημοτέραν, παρ᾽ αὐτὸ γὰρ εἱστήκει τὸ γαζοφυλάκιον, τουτέστιν, εἰς αὐτοῦ τοῦ ναοῦ τὸ μεσαίτατον ἐν αὐτῷ τῷ ἱερῷ τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους.

ἀλλὰ καίτοι σφόδρα διαπριόμενοι καὶ λελυπηκότες ἐκτόπως ἐπὶ τοῖς παρ᾽ αὐτοῦ λεγομένοις οἱ Φαρισαῖοι, οὐκ ἐπίασαν αὐτὸν, ἐξὸν εὐκόλως τότε δὴ τοῦτο μάλιστα δρᾶν αὐτοῖς· ἦν γὰρ, ὡς ἔφην, ἀρκύων ἐντός. τί οὖν ἄρα τὸ πεπεικὸς καὶ οὐχ ἑκόντας ἠρεμεῖν, τοὺς θηρίων ἀτιθάσων ἀγριαίνοντας δίκην; τί τὸ ἀνακόψαν τὴν ἐκείνων ὀργήν; κατεγοητεύθη δὲ ὅπως ἡ μιαιφόνος τῶν Φαρισαίων καρδία; οὔπω φησὶν ἐληλύθει ἡ ὥρα αὐτοῦ, τουτέστιν, οὔπω παρῆν ὁ τοῦ θανάτου καιρὸς, οὐ παρ᾽ ἑτέρου τινὸς ὁ ὡρισμένος ἐπὶ τῷ Σωτῆρι Χριστῷ, ἀλλ᾽ οὐδὲ κατὰ τὰς Ἑλλήνων ψευδομυθίας ἐξ εἱμαρμένης ἐπιῤῥιπτούμενος, ἤγουν ἀπὸ τῆς ὥρας κατὰ τὸν παρ᾽ ἐκείνοις ληροῦντα λόγον, ὡρισμένος δὲ μᾶλλον παρ᾽ αὐτοῦ κατὰ συναίνεσιν τοῦ Θεοῦ καὶ Πατρός. Θεὸς γὰρ ὑπάρχων τῇ φύσει καὶ ἀληθινὸς καὶ τοῦ πρέποντος διαμαρτεῖν οὐκ εἰδὼς, εὖ δὴ καὶ λίαν ἐξηπίστατο πόσον μὲν ἔδει τοῖς ἐπὶ τῆς γῆς συνδιαιτᾶσθαι χρόνον μετὰ σαρκὸς, πότε δὲ αὖθις ἰέναι πρὸς οὐρανὸν, τῷ τῆς ἰδίας σαρκὸς θανάτῳ καθελόντα τὸν θάνατον· ὅτι γὰρ οὐκ ἐκ τῆς τινων πλεονεξίας ὁ θάνατος ἐπενήνεκται τῇ κατὰ φύσιν ζωῇ, δῆλον μὲν δήπου οἶμαι πᾶσιν εἶναι τοῖς σοφοῖς. πῶς γὰρ ἂν ὑπερίσχυσε τῆς κατὰ φύσιν ζωῆς τὰ τοῦ θανάτου δεσμά;

καὶ αὐτὸς δέ που διαμαρτύρεται λέγων ὁ Κύριος “Οὐδεὶς ”αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ “ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ”ἔχω λαβεῖν αὐτήν.” εἰ μὲν γὰρ ὡς ἐξ ἀνάγκης ὡρίζετο παρ᾽ ἑτέρου τινὸς ὁ καιρὸς, καθ᾽ ὃν ἔδει πάντως αὐτὸν ὑπομεῖναι τὸν θάνατον, πῶς ἐν ἐξουσίᾳ κείμενον εὑρήσομεν τῇ παρ᾽ αὐτῷ τὸ θεῖναι αὐτὴν ψυχήν; ἐλήφθη γὰρ ἂν καὶ οὐχ ἑκόντως, εἴπερ ἦν οὐκ ἐν ἑαυτῷ τὸ παθεῖν. εἰ δὲ τίθησιν αὐτὴν ἀφ᾽ ἑαυτοῦ, τὸ ἄρα παθεῖν οὐκ ἐν δυνάμει τῇ ἑτέρου τινὸς, ἀλλ᾽ ἐν βουλήσει μόνῃ τῇ αὐτοῦ θεωρήσομεν. τότε γὰρ ταῖς τῶν Ἰουδαίων ἀπονοίαις διεξάγεσθαι πρὸς τὸ ἐκείνοις δοκοῦν συγκεχώρηκεν, ὅτε δὲ συνεῖδεν ἤδη παρόντα τὸν πρέποντα τῷ θανάτῳ καιρόν.

Μὴ μέγα φρονείτω τοιγαροῦν ἐπὶ τοῖς ἑαυτοῦ τολμήμασιν ὁ ἀλαζὼν Φαρισαῖος, μηδὲ λεγέτω φυσώμενος ἐκ πολλῆς ἀβουλίας Εἰ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Χριστὸς, πῶς οὐ γέγονεν ἔξω βρόχων τῶν ἐμῶν; πῶς οὐ διέδρα χεῖρας τὰς ἐμάς; ἀντακούσεται γὰρ παρὰ τῶν ἀγαπώντων αὐτόν Οὐχ ὁ σὸς οὕτως ἴσχυσε βρόχος· ἦν γὰρ οὐδὲν χαλεπὸν τῷ πάντων κρατοῦντι Θεῷ τὴν σὴν συνθραῦσαι παγίδα, καὶ τὸ τῆς σῆς δυσσεβείας ὑπεκδῦναι δίκτυον· ἀλλ᾽ ἦν τὸ παθεῖν τῷ κόσμῳ σωτήριον, λύσις ἦν θανάτου τὸ πάθος, ἁμαρτίας καὶ φθορᾶς καταστροφὴν ὁ μέγας εἶχε σταυρός. ταῦτα γινώσκων ὡς Θεὸς τοῖς σοῖς ἑαυτὸν ὑπέθηκεν ἀνοσίοις τολμήμασι· τί γὰρ εἰπέ μοι διεκώλυε περιπλέκεσθαι τότε μᾶλλον αὐτῷ, ὅτε παρ᾽ αὐτῷ τῷ γαζοφυλακίῳ διδάσκοντι τοὺς ὀδόντας ἐπέτριζες· καὶ εἰ τῆς σῆς δυνάμεως ἔργον ἦν τὸ νικῆσαι Χριστὸν, τί μὴ δέσμιον ἐποιήσω τότε; ἀλλ᾽ εἱστήκεις θυμῷ μὲν ἀκράτῳ πρὸς μιαιφονίαν ἐκκεκαλυμμένως, πράττων δὲ τῶν δοκούντων οὐδέν. οὔπω γὰρ ἤθελε παθεῖν ὁ ταῖς σαῖς ἀπονοίαις τῶν ἀῤῥήκτων ὥσπερ χαλινῶν πεισθείς.

ταῦτα μὲν ἄν τις εἰκότως ταῖς τῶν Ἰουδαίων γλωσσαλγίαις ἀντιτιθεὶς δυσωπήσει καὶ οὐχ ἑκόντας εἰς τὸ μὴ οἷς ἥκιστα χρῆν ἀπαλαζονεύεσθαι· ἀποθαυμάσαι δὲ ἄν τις, καὶ μάλα εἰκότως, τὸν ἅγιον Εὐαγγελιστὴν ἐπισημηνάμενον εὐκαίρως, καὶ εἰρηκότα σαφῶς, ὅτι ταῦτα ἐδίδασκεν ἐν τῷ ἱερῷ παρὰ τὸ γαζοφυλάκιον ὁ Σωτὴρ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. ἐπεμαρτύρει γὰρ ὥσπερ τοῖς παρ᾽ αὐτοῦ ῥήμασιν, ἅπερ ἔφη πρὸς Ἰουδαίους ὅτε συλληψόμενοι παρῆσαν αὐτόν “Ὡς ἐπὶ ”λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν “με; καθ᾽ ἡμέραν ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ”ἐκρατήσατέ με.” καὶ οὐ δήπου φήσειεν ἄν τις τὰ εἰκότα φρονῶν, ὡς ἐπῃτιᾶτο τοὺς Ἰουδαίους ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλ᾽ οὐδὲ ὅτι τὸν δέοντα παρελάσαντες χρόνον, βραδεῖς ὥσπερ ἐβάδιζον ἐπὶ τὸ χρῆναι μιαιφονεῖν. ἐλέγχει δὲ μᾶλλον αὐτοὺς, ὡς οἰηθέντας ἀσυνέτως, καὶ οὐχ ἑκόντος αὐτοῦ περιέσεσθαί ποτε, καὶ βιασαμένους ἑλεῖν δύνασθαι τὸν οὐδὲν εἰδότα παθεῖν εἰ μὴ βούλοιτο. “Ἐκαθε- ”ζόμην γὰρ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με·” οὐ γὰρ ἠβουλόμην τότε, ἀλλ᾽ οὐδ᾽ ἂν εἰς τὸ παρὸν ἰσχύσατε τοῦτο δρᾶν, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελοντὴς ὑπενήνεγμαι.

οὐκοῦν διὰ πάντων ἔξεστιν ἰδεῖν, ὡς οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον, ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψαι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν, ἵνα πάντας ἐξέληται καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ παραστήσῃ τῷ Θεῷ καὶ Πατρί. “Θεὸς γὰρ ἦν,” κατὰ τὴν τοῦ Παύλου φωνὴν, “ἐν Χριστῷ κόσμον καταλλάσσων ”ἑαυτῷ,” καὶ τὸ τῆς εἰς αὐτὸν φιλίας ἐκπεπτωκὸς ἀνακομίζων ἀμνησικάκως εἰς ὅπερ ἦν ἐν ἀρχῇ. <Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε.> Ὅτι χρὴ παρόντος ἐπιδράττεσθαι τοῦ καιροῦ καθ᾽ ὅνπερ δύναιτό τις ἑαυτὸν ὠφελεῖν, ἐν τούτοις εὖ μάλα διαγορεύει Χριστός. τὸ γὰρ ὑστερίζειν ἐν ἀγαθοῖς, καὶ ὑστεροβουλεῖν εἰς τὸ χρήσιμον, ὄνησιν μὲν ἔχον οὐδεμίαν ὁρᾶται, θρῆνον δὲ μᾶλλον τὸν ταῖς ῥᾳθυμίαις πρέποντα προξενεῖ. χρηστὸς τοιγαροῦν ὑπάρχων ὁ Κύριος ἡμῶν καὶ ἐπιεικὴς, καθὰ γέγραπται, καὶ ἀτιμαζόντων ἀνέχεται, καὶ προσωφελεῖ τοὺς ὑβρίζοντας, καὶ τῆς ἐν ἀνθρώποις μικροψυχίας ἀμείνων ὡς Θεὸς εὑρίσκεται. ἀπειλεῖ δὲ χρησίμως τὴν ἐξ αὐτῶν ἀπανάστασιν, καὶ τό Ὑπάγω φησὶν ἐναργῶς, ἵνα γοργοτέραν αὐτοῖς ἐμφυτεύσῃ διάνοιαν, καὶ λογιζομένους ὅτι χρὴ παρόντα τὸν λυτρωτὴν ἄπρακτον οὐκ ἐᾶν, παρελαύνειν αὐτοὺς ἀκονήσῃ πρὸς πίστιν, ἑτοιμοτέρους τε ἤδη πρὸς εὐπείθειαν ἐργάσηται.

ἐπιβοήσας δὲ τό Ὑπάγω, καὶ ἀπειλήσας τὴν ἐκ παντὸς τοῦ ἔθνους ἀποδρομὴν, παρέζευξεν οἰκονομικῶς καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐσομένην ζημίαν. ἐντεθνήξεσθε γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, φησί· καὶ λόγον ἀληθῆ τὴν τοῦ πράγματος φύσιν εἰσκομίζουσαν θεωρήσωμεν. οἱ γὰρ ὅλως οὐ παραδεξάμενοι τὸν ὡς ἡμᾶς ἀφιγμένον ἐξ οὐρανῶν, ἵνα πάντας δικαιώσῃ διὰ τῆς πίστεως, πῶς οὐκ ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις ἀναμφιλόγως τεθνήξονται· καὶ τὸν καθαίρειν εἰδότα μὴ προσηκάμενοι, πῶς οὐ διηνεκῆ τὸν ἐκ τῆς ἑαυτῶν δυσσεβείας ἕξουσι μολυσμόν; τὸ δὲ τεθνάναι μὴ λελυτρωμένον, ἀλλ᾽ ἔτι τῷ τῆς ἁμαρτίας κατηχθισμένον βάρει, ὅποι παραπέμψει τὴν τοῦ ἀνθρώπου ψυχὴν, τίνι τῶν ὄντων ἀμφίβολον; ᾅδης γὰρ, οἶμαι, τὸν τοιοῦτον ὁ βαθὺς ἐκδέξεται, καὶ ἐν σκότει διατελέσει μακρῷ, ἀλλὰ καὶ πῦρ οἰκήσει καὶ φλόγας, ἐκείνοις εἰκότως ἐναριθμούμενος, περὶ ὧν εἴρηταί που διὰ τῆς τοῦ προφήτου φωνῆς “Ὁ σκώληξ αὐτῶν οὐ ”τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται “εἰς ὅρασιν πάσῃ σαρκί.” ὧν ἵνα τὴν πεῖραν ἀποκερδάνωσιν, εἰς ταχεῖαν αὐτοὺς ἀποστροφὴν τῆς συνήθους ἀπειθείας πολυτρόπως ἐκάλει Χριστὸς, οὐχ ἁπλῶς ὡς ἀποδραμεῖται καὶ ἀποφοιτήσει λέγων, ἀλλὰ καὶ ὅσην ἐντεῦθεν ὑπομένουσι συμφορὰν ἀναγκαίως προτιθείς. ἀποθανεῖσθε γάρ φησιν ἐν ταῖς ἁμαρτίαις ὑμῶν.

ἐπειδὴ δὲ διὰ μέσου τέθεικεν, ὅτι καὶ ζητήσετέ με, ζητοῦντας δὲ τέως αὐτὸν Ἰουδαίους οὐχ εὑρίσκομεν, ἥξομεν εὐλόγως ἐπὶ τοιαύτην τινὰ διάνοιαν· δεῖ γὰρ ἀληθεύειν αὐτόν. εἰ γὰρ καὶ νῦν ὄντες ἐν σώμασι καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἔτι διαπαιζόμενοι διὰ πολλὴν ἄγαν ἀναισθησίαν οὐ ζητοῦσι τὸν λυτρωτὴν, ἀλλ᾽ εἰς ᾅδου πεσόντες οἱ δειλαιοὶ, καὶ τοῖς τῶν κολαστηρίων ὁμιλήσαντες τόποις, ὅταν ἐν αὐτοῖς γένωνται τοῖς κακοῖς, τότε δὴ τότε καὶ οὐχ ἑκόντες ζητήσουσιν. “Ἐκεῖ γὰρ ἐστὶ, φησὶν, ὁ κλαυθμὸς ”καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,” ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ἐκεῖ γεγονότων τὴν ἐπ᾽ ἀγαθοῖς ῥᾳθυμίαν ἀνοιμώζοντος, καὶ μονονουχὶ τὸ ἐν βίβλῳ τῇ τῶν παροιμιῶν λέγοντος “Οὐκ ”ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με.” οὐκοῦν ὡς ὁ Παῦλός φησι “Φοβηθῶμεν οὖν μή ποτε καταλειπο- ”μένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, “δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.”

χρὴ γὰρ τρέχειν ἵνα καταλάβωμεν, καὶ τὸν ἐκ δουλείας ἡμᾶς ἐξέλκοντα τῆς πικρᾶς, μὴ ταῖς ἀπειθείαις ὑβρίζειν, προσίεσθαι δὲ μᾶλλον, καὶ ὑπτίαις ὥσπερ χερσὶν ἁρπάζειν τὴν χάριν. <Καὶ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.> Οὐ μόνον ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις τεθνήξονται, φησὶν, ἀλλ᾽ ὅτι καὶ τῶν τῆς βασιλείας ἀγαθῶν ἔξω μενοῦσι πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβαίνοντες, διαγγέλλει σαφῶς· οἱ γὰρ τὸν ἄνωθεν ἥκοντα μὴ παραδεξάμενοι, πῶς ἂν καὶ δύναιντο κατακολουθεῖν πρὸς τὰ ἄνω βαδίζοντι; διπλῆ τις οὖν ἄρα ἐστὶ τοῖς ἀπειθοῦσιν ἡ κόλασις, καὶ οὐκ ἐν ἁπλοῖς τισι τῆς ζημίας ὁ λόγος. ὅνπερ γὰρ τρόπον τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι σωματικῇ τληπαθεῖν ἀνάγκη λοιπὸν καὶ τὰ δεινὰ τοῦ πάθους ὑποφέρειν ἀλγήματα, καὶ πρὸς τούτῳ καὶ τῶν τῆς ὑγείας στερεῖσθαι καλῶν· οὕτως οἶμαι, καὶ οὐχ ἑτέρως, τοὺς ἐληλακότας εἰς ᾅδου, καὶ δίκην ἐκεῖ πραττομένους ταῖς ἁμαρτίαις ἰσόμετρον, καὶ τὴν ἐκ τῆς κολάσεως ὑπομένειν συμφορὰν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος ζημιοῦσθαι τὴν ἀπόλαυσιν. ἄριστα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὅτι ταῖς ἑαυτῶν ἁμαρτίαις ἐναποθανοῦνται μόνον, ἀλλ᾽ ὅτι καὶ πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβήσονταί φησι· διπλῷ γὰρ ὥσπερ αὐτοὺς καταδήσας σχοινίῳ, τῆς ἐνούσης δυσβουλίας ἐξέλκειν ἐπείγεται.

πανταχόθεν ἀνασώζων τὸ ἀπολωλὸς, καὶ καταδεσμῶν τὸ συντετριμμένον, καὶ ἀνορθῶν τὸ κατεῤῥαγμένον· ταῦτα γὰρ ἦν ποιμένος ἀγαθοῦ, καὶ τὴν ψυχὴν ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ἀντιδιδόντος ἑτοίμως· τοῖς μὲν αὐτοῦ μαθηταῖς ἐπηγγείλατο λέγων “Πορεύσομαι, καὶ ”ἑτοιμάσω τόπον ὑμῖν, καὶ πάλιν ἥξω καὶ παραλήψομαι “ὑμᾶς μετ᾽ ἐμαυτοῦ,” βάσιμον ἔσεσθαι δεικνὺς καὶ αὐτὸν τοῖς ἁγίοις τὸν οὐρανὸν, καὶ τὰς ἄνω μονὰς ηὐτρεπίσθαι διδάσκων τοῖς ἀγαπῶσιν αὐτόν· τοῖς γεμὴν ἀπειθεῖν ἑλομένοις αὐτῷ, δικαίως τε καὶ ἀναγκαίως φησὶν, ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. τίς γὰρ ἂν ὅλως ἀκολουθήσαι ποτὲ τῷ παναγίῳ Χριστῷ τὸν διὰ πίστεως οὐκ ἀγαπήσας καθαρισμόν; ἢ κατὰ τίνα τρόπον ὁ μεμολυσμένος ἔτι, καὶ τὸν ἐκ τῶν ἰδίων παθῶν οὐκ ἀποτριψάμενος ῥύπον, συνέσται τῷ φιλανθρώπῳ Δεσπότῃ; “Τίς κοινωνία φωτὶ πρὸς ”σκότος,” κατὰ τὴν τοῦ Παύλου φωνήν; οἶμαι γὰρ ἁγίους εἶναι δεῖν τοὺς τῷ πανάγνῳ Θεῷ λέγειν ἐθέλοντας “Ἐκολ- ”λήθη ἡ ψυχή μου ὀπίσω σου.” Ταύτην οἶμαι τὴν διάνοιαν οὐκ ἀκόμψως καὶ νῦν ἐφηρμόσθαι τῷ προκειμένῳ ῥητῷ· εἰ δὲ χρὴ περινοστοῦντας αὐτὸ διαφόρως ἐπαθρῆσαι, καὶ εἰπεῖν ἐπὶ τούτοις ἕτερόν τι πάλιν, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσομεν. Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

Θεὸς ὑπάρχων ἀληθινὸς, ἀφέστηκα μὲν οὐδενὸς, πληρῶ δὲ τὰ πάντα, καὶ τοῖς πᾶσι συνὼν, οἰκῶ μάλιστα τὸν οὐρανὸν, ἥδιστα τοῖς ἁγίοις ἐνδιαιτώμενος πνεύμασιν. ἀλλ᾽ ἐπείπερ εἰμὶ καὶ φιλάνθρωπος τῶν ὅλων γενεσιουργὸς, οὐ φορητὴν ἡγησάμην τῶν ἐμαυτοῦ ποιημάτων τὴν ζημίαν· εἶδον εἰς ὄλεθρον παντελῆ κεχωρηκότα τὸν ἄνθρωπον· ἐθεώρουν ἐξ ἁμαρτίας πεσόντα πρὸς θάνατον· ἀλλ᾽ ἔδει χεῖρα λοιπὸν τὴν ἐπίκουρον τῷ κειμένῳ προτείνεσθαι· ἔδει τῷ νενικημένῳ καὶ πίπτοντι διὰ παντὸς ἐπαμῦναι τρόπου. εἶτα πῶς ἦν ἀκόλουθον ἀνασῶσαι τὸ ἀπολωλός; ἔδει συνεῖναι τοῖς κινδυνεύουσι τὸν ἰατρὸν, ἔδει παρεῖναι τοῖς ἀποθνήσκουσι τὴν ζωὴν, ἔδει συνδιαιτᾶσθαι τοῖς ἐν σκότει τὸ φῶς. ἀλλ᾽ ἦν οὐκ ἐφικτὸν ἀνθρώπους ὄντας ὑμᾶς τὴν φύσιν ἀναπτῆναι πρὸς οὐρανὸν καὶ συνδιαιτᾶσθαι τῷ σώζοντι. ἀφῖγμαι τοιγαροῦν αὐτὸς ἐγὼ πρὸς ὑμᾶς, ἤκουον τῶν ἁγίων πολλάκις βοώντων “Κύριε κλῖνον οὐρανούς σου καὶ ”κατάβηθι.” καταβέβηκα τοιγαροῦν κατακλίνας, φησὶν, οὐρανούς· οὐ γὰρ ἦν ὑμᾶς ἥξειν ἐκεῖσε προσδοκᾶν ἄλλως. ἔτι σὺν ὑμῖν καὶ συνδιατρίβειν ἀνέχομαι, γοργότερον ἐπιδράξασθε τῆς ζωῆς, καθαρίσθητε διὰ τῆς πίστεως, ἕως ὅτου πάρεστιν ὁ ἐλεεῖν ἐπ᾽ ἐξουσίας εἰδὼς καὶ δυνάμενος.

βαδιοῦμαι γὰρ ἢ καὶ ἐπανήξω πάλιν ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, κἂν ζητήσητε τῆς σωτηρίας τὸν χορηγὸν ἐξ ἀκαίρου λοιπὸν ὑστεροβουλίας, οὐχ εὑρήσετε· τί δὴ τὸ ἐντεῦθεν ἐξέστω σκοπεῖν. ἀποθανεῖσθε γὰρ πάντως ἐν ἁμαρτίαις, καὶ τοῖς ἑαυτῶν πλημμελήμασι καταχθόμενοι, στυγνοὶ κατοιχήσεσθε λοιπὸν εἰς τὸ τοῦ θανάτου δεσμωτήριον, δίκας ἀποτίσοντες ἐκεῖ τῆς οὕτω μακρᾶς ἀπειθείας. ἀγαθὸς τοιγαροῦν ὑπάρχων καὶ σφόδρα φιλάνθρωπος ὁ Σωτὴρ, συνελαύνει τῷ φόβῳ τοὺς Ἰουδαίους τῶν ἐσομένων κακῶν καὶ οὐχ ἑκόντας ἐπὶ τὸ σώζεσθαι. <Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί.> Πάλιν ἐρεῖ τις τυχὸν τῶν φιλομαθεστέραν ἐχόντων διάνοιαν, καὶ λεπτότερον τῶν θείων θεωρημάτων ἐπαινεῖν κατειθισμένων, τί τὸ ἀναπεῖσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἄρτι τοῖς Ἰουδαίοις προσφωνοῦντα καὶ λέγοντα “Ἐγὼ ”ὑπάγω, καὶ ζητήσετέ με,” καθάπερ τι τῶν ἀναγκαίων ἐπενεγκεῖν Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. δοκεῖ μὲν γάρ πως οὐ σφόδρα τοῖς ἄνω κατακολουθεῖν τὰ τοιαῦτα, πλὴν ὠδίνει τινὰ κεκρυμμένην οἰκονομίαν.

ἐπειδὴ γάρ ἐστι Θεὸς χρείαν οὐκ ἔχων, ὡς αὐτός που φησὶν ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης, “ἵνα τις μαρτυρήσῃ περὶ ”τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ,” διικνεῖται γὰρ “μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἁρμῶν ”τε καὶ μυελῶν, καὶ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν “καρδίας·” οὐκ ἠγνόησε πάλιν τὰς τῶν Ἰουδαίων ἀμαθεῖς ὑπονοίας, οἳ ἐπείπερ αὐτοῖς παχύς τις καὶ ἀδρανὴς ἐνῴκισται νοῦς, τό Ὑπάγω παρὰ τοῦ Σωτῆρος ἀκούσαντες, ᾠήθησαν ἀσυνέτως ἢ ὅτι φεύξεταί ποι τὴν Ἰουδαίαν ἀφεὶς, ἢ καὶ ὅτι τοιοῦτόν τι φησίν Ἕως ὅτε περίειμι καὶ ζῶ, πιστεύσατε, μὴ ἄρα πως καὶ τεθνάναι συμβῇ. τὸ γάρ Ὑπάγω, κοινῶς ἐκληφθὲν ὑποσημαίνει καὶ τοῦτο· καὶ θαυμαστὸν οὐδὲν εἰ τοιαύταις ἀβουλίαις Ἰουδαῖοι περιπεπτώκασιν, ὡς καὶ λογίζεσθαί τι τοιοῦτον ἐπὶ Χριστῷ. Θεὸν γὰρ ὄντα κατὰ φύσιν οὐκ ᾔδεσαν, μόνον δὲ εἰς τοῦτο τὸ ἀπὸ γῆς ὁρῶντες σῶμα, ἄνθρωπον ἐνενόουν ἕνα τῶν καθ᾽ ἡμᾶς. διὰ γάρ τοι τοῦτο καὶ ἐπιπλήττων αὐτοῖς ἔφασκεν ὁ Σωτήρ “Ὑμεῖς κατὰ τὴν ”σάρκα κρίνετε.” ἀφιστὰς τοιγαροῦν αὐτοὺς τῆς οὕτω μειρακιώδους καὶ χαμαιπετοῦς ἐννοίας, διδάσκει πάλιν, ὡς οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ διαλογίζονται ταῦτα, περὶ δὲ τοῦ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένου κατὰ ἀλήθειαν.

ἁρμόσει τοιγαροῦν οὐκ ἐμοὶ μᾶλλον τὸ τεθνάναι, φησὶ, καὶ φεύγειν, ἄνωθεν γάρ εἰμι, τουτέστι, Θεὸς ἐκ Θεοῦ· τὸ γὰρ ἄνω πάντων Θεός· ὑμῖν δὲ τοῦτο προσέσται πρεπωδέστερον. κάτωθεν γάρ ἐστε, τουτέστι φύσεως ὑποκειμένης τε θανάτῳ, καὶ ὑποπιπτούσης φθορᾷ καὶ δειλίᾳ· ἐπ᾽ ἐμοὶ τοιγαροῦν διαλογίζεσθε, φησὶ, τοιοῦτον μηδὲν, τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν· οὐ γὰρ ἰσότιμον τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ ἄνωθέν τε καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ τὸ κάτωθεν καὶ ἀπὸ τῆς γῆς.

Ὅτι δὲ τό Ἄνωθεν τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν τοῦ Υἱοῦ ὑποσημαίνει, καὶ λογισμὸς ἡμᾶς ἀναπείσει σοφός. τοπικῶς μὲν γὰρ ἐκληφθὲν τό Ἄνωθεν, τὸ ἐξ οὐρανοῦ δηλονότι δηλοῖ, ἀλλ᾽ οὐδὲν ἐν Υἱῷ τὸ ἐξαίρετον παρὰ τὴν κάτω καὶ ὑποκειμένην τῷ Θεῷ κτίσιν, ὅταν ἔρχηται ἐξ οὐρανοῦ μόνον, ἐπεί τοι καὶ ἀγγέλων οἱ πλείους πρὸς διακονίαν ἀποστελλόμενοι κάτω βαδίζουσι διοικοῦντές τινα τῶν ἐπὶ τῆς γῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντες. καὶ μάρτυς ἡμῖν ὁ Σωτὴρ λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ”ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ “Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ”ἀνθρώπου.” ὅτε τοίνυν καὶ ἄγγελοι καταβαίνουσιν ἄνωθεν ἐξ οὐρανοῦ, τί μάτην ἐπικομπάζει Χριστὸς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ὅλην ὑπερέχοντι τὴν κτίσιν, τῷ ἄνωθεν ἥκειν φημί; ἀλλ᾽ ἔστιν ἀνιδρωτὶ καὶ ἀταλαιπώρως σφόδρα συνιδεῖν τίς μέν ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, τί δὲ οἱ παρ᾽ αὐτοῦ γεγονότες ἄγγελοι· οὐκοῦν ἀναγκαίως οὐ τὸ κοινὸν δὴ τοῦτο τὸ ἐξ οὐρανοῦ καταβαίνειν τό Ἄνωθεν ἡμῖν σημαίνει, ἀλλ᾽ ὅτι τῆς ἀνωτάτω καὶ ὑπερκειμένης τὰ πάντα φύσεως ἐξέλαμψεν ὁ Υἱός. οὐκοῦν τό Ἄνωθεν ἐπὶ μόνου τοῦ Μονογενοῦς τὸ ἐκ Θεοῦ κατὰ φύσιν καὶ οὐχ ἕτερον δηλοῖ.

πάντων γὰρ εἶναί τε καὶ ὑπάρχειν ἐκ Θεοῦ λεγομένων, πρόσεστι τῷ Υἱῷ κατὰ πάντων ἐξαίρετον, τὸ ἐξ αὐτῆς ὑπάρχειν τῆς οὐσίας τοῦ Πατρὸς γεννητῶς, καὶ οὐχ ὥσπερ τὰ ποιήματα δημιουργικῶς.

ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. <Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστὲ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.> ἜΔΕΙΞΕΝ ἐν τούτοις εὖ μάλα καὶ σαφῶς, τί μὲν ἂν νοοῖτο τό Ἄνω, τί δὲ τό Κάτω. ἐπειδὴ γὰρ δυναμένους συνιέναι μηδὲν εἰκὸς δήπου τοὺς Φαρισαίους σωματικώτερον τοῖς εἰρημένοις προσβαλεῖν, καὶ τὸ ἄνω τε καὶ κάτω τοπικῶς ἐκλαβεῖν, καὶ εἰς πολλὰς ἐντεῦθεν ἐννοίας περιπλανᾶσθαι, χρησίμως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ δοκοῦντος ἐπεῤῥίφθαι περιβλήματος καὶ ἀσαφείας ἁπάσης ἀπογυμνοῖ τὸν λόγον, λευκότερον ὥσπερ καὶ εἰσαῦθις αὐτοῖς παραθεὶς ὅπερ εἴρηκεν αἰνιγματωδῶς. Ὑμεῖς γάρ φησιν ἐκ τούτου τοῦ κόσμου ἐστὲ, τουτέστι τοῦ κάτω· ἐγὼ οὐκ εἰμὶ ἐκ τούτου τοῦ κόσμου, οὐκοῦν τοῦτό ἐστι τὸ ἄνω. ὑπερτρέχει δὲ ἅπαν τὸ ἐν γενέσει Θεὸς, οὐ τοπικοῖς ὑπερέχων ὑψώμασιν· εὔηθες γὰρ καὶ ἀνόητον κομιδῇ τὸ ἐν τόπῳ νοεῖν τὸ ἀσώματον· ἀλλὰ τοῖς τῆς φύσεως ἀῤῥήτοις πλεονεκτήμασιν ὑπερανίσχων τὰ γενητά. ταύτης ἑαυτὸν εἶναι τῆς οὐσίας φησὶν ὁ Λόγος, οὐκ ἔργον, ἀλλὰ καρπὸν καὶ γέννημα. ἐπιτήρει γὰρ ὅπως οὐχ ἁλίσκεται λέγων Ἄνωθεν ἐγὼ γέγονα καὶ πεποίημαι, μᾶλλον δὲ τό Εἰμὶ, ἵνα δείξῃ καὶ ὅθεν ἐστὶ, καὶ ὅτι συνῆν ἀϊδίως τῷ ἰδίῳ γεννήτορι.

ὢν γάρ ἐστιν ὥσπερ καὶ ὁ Πατήρ· ὁ δὲ ὢν, καὶ τῷ ὄντι συνὼν ἀϊδίως, κατὰ τίνα δὴ τρόπον οὐκ ἦν, ἡ τῶν ἑτεροδοξούντων λεγέτω μωρία.

Ἀλλ᾽ ἴσως ἡμῖν ἀνταναστήσεται λέγων ὁ τῆς ἀληθείας ἐχθρός “Οὐκ ἀδιακρίτως εἴρηκεν ὁ Χριστός Οὐκ εἰμὶ ἐκ τοῦ “κόσμου, προσθεὶς δὲ τό Τούτου, δέδειχεν ἀκριβῶς, ὅτι καὶ “ἕτερός ἐστι κόσμος ὁ νοητὸς ἀφ᾽ οὗπερ εἶναι δύναται.„ Οὐκοῦν ἐν ποιήμασιν ὁ Υἱός· τοῦτο γὰρ ἡμῖν ὁ σὸς, ὦ οὗτος, διαπραγματεύεται λόγος· τετάξεται δὲ πάντως ἐν τοῖς γενητὴν ἔχουσι τὴν φύσιν ὁ Δημιουργὸς, ἀγγελικὸν δὲ ἴσως αὐτῷ καὶ δουλοπρεπὲς ἀξίωμα περιθεὶς τῶν τῆς δυσφημίας ἐγκλημάτων ἑαυτὸν ἀπηλλάχθαι νομίζεις. ἢ γὰρ οὐκ οἶσθα πάλιν ὅτι κἂν τὴν ἀνωτάτω στάσιν τε καὶ ἵδρυσιν ἀποδῷς αὐτῷ ἤπερ ἂν νοοῖτο παρὰ τοῖς ἁγίοις ἀγγέλοις, κἂν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ θρόνων ὁμολογεῖς ὑπάρχειν αὐτὸν, γενητὸν δ᾽ οὖν ὅμως πιστεύσῃς, οὐδὲν ἧττον ὑβριεῖς; λόγος γὰρ ὅλως οὐδεὶς εἰς ἀξίαν τῷ Μονογενεῖ τῆς κατὰ τῶν ἄλλων ὑπεροχῆς, ἐστ᾽ ἂν ὅλως νοῆται πεποιημένος. οὐ γὰρ ἐν τῷ προτετάχθαι τινῶν ἔχει τὴν δόξαν, ἀλλ᾽ ἐν τῷ μὴ εἶναι γενητὸς, ὑπάρχειν δὲ μᾶλλον Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν.

σὺ δὲ πάλιν ἡμῖν τὸν ἐκ Θεοῦ πεφηνότα, καὶ διὰ τοῦτο Θεὸν, τοῖς γενητοῖς ἐγκαταριθμεῖς, καὶ μέρος εἶναι τοῦ κόσμου λογίζῃ, καὶ εἰ μὴ τούτου τυχὸν, ἀλλ᾽ οὖν ἑτέρου· διοίσει γὰρ ὅλως οὐδενὸς ὅσον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον ἡ νοουμένη τῶν κόσμων διαφορά· εἶτα τὸν τῷ γεννήσαντι συνεδρεύοντα Λόγον, τοῖς δορυφόροις καὶ παραστάταις ἐγκαταλέγων οὐκ ἐρυθριᾷς; εἰ γὰρ οὐκ ἀκούεις τοῦ μὲν Γαβριὴλ λέγοντος πρὸς τὸν Ζαχαρίαν “Ἐγώ εἰμι Γαβριὴλ ὁ παρε- ”στηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς “σέ·” Ἡσαΐου δὲ πάλιν ὅτι “Εἶδον τὸν Κύριον σαβαὼθ ”καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σερα- “φεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ.” καὶ τό γε παράδοξον, τὸν Υἱὸν ὁ προφήτης κατεθεᾶτο, καὶ Κύριον αὐτὸν ἀπεκάλει σαβαὼθ, καὶ ἐν βασιλέως τάξει δορυφορούμενον παρὰ τῶν ἀνωτάτω δυνάμεων εἰσφέρει. ὅτι δὲ τὴν τοῦ Μονογενοῦς δόξαν κατεθεᾶτο σαφῶς, μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης “Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδε τὴν δόξαν αὐτοῦ· ”καὶ ἐλάλησε περὶ αὐτοῦ.” διάτοι τοῦτο καὶ ὁ θεσπέσιος Παῦλος ἀπό τε τοῦ συνεδρεύειν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀπὸ τοῦ κεκλῆσθαι κατὰ φύσιν Υἱὸν, εἰς ἀκριβεστάτην ἐρχόμενος τοῦ μυστηρίου κατάληψιν, καὶ τῆς ἐπ᾽ αὐτῷ θεωρίας συλλέγων τὴν γνῶσιν “Τίνι γὰρ εἶπέ φησι τῶν ”ἀγγέλων ποτέ Υἱός μου εἶ σύ” ὁ Θεὸς δηλαδὴ καὶ Πατὴρ, “ἐγὼ σήμερον γεγέννηκά σε;”

ἐν γὰρ τῷ Γεγέννηκα, τὸ φύσει Θεὸν ὑπάρχειν ἐκ Θεοῦ τὸν Υἱὸν σημαίνεται. καὶ πάλιν “Τίνι δὲ εἶπέν ποτε τῶν ἀγγέλων Κάθου ἐκ ”δεξιῶν μου;” καὶ οὐ δήπου τὰ τοιαῦτα λέγων, ἢ ὡς ἄδικόν τι δρᾶν εἰωθότα καταιτιᾶται τὸν Θεὸν καὶ Πατέρα, ἢ ὡς τὴν τῶν ἀγγέλων ἀτιμάζοντα φύσιν, ὅτε τοῖς δευτέροις αὐτὴν ἔγνω τιμᾶν παρὰ τὸν Υἱόν· τί γὰρ δὴ τὸ διακωλύον, ἐρεῖ τις τυχὸν, ἐπείπερ ἐστὶ δίκαιος καὶ ἀγαθὸς ὁ Θεός τε καὶ Πατὴρ, σύνεδρον ἑαυτῷ καὶ τὴν τῶν ἀγγέλων ποιεῖσθαι φύσιν, εἴπερ ἐστὶν ὅλον ἐν γενητοῖς ὁ Υἱὸς καὶ ὁμογενὴς αὐτοῖς κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, κἂν ὑπεροχαῖς τισιν ἑτέραις τὸ ἐνὸν αὐτοῖς πλεονεκτῇ μέτρον, ὥσπερ οὖν ἡμᾶς ἐκεῖνοι τυχόν. ἀλλ᾽ οὐκ ἄδικος ὁ Θεὸς καὶ Πατὴρ, ὁ τοῖς μὲν ἀγγέλοις παρεστάναι κελεύων, καὶ τοῦτο διδοὺς τῇ ἐκείνων φύσει τὸ ἀξίωμα σύνεδρον ἔχων τὸν ἴδιον Υἱὸν, ἐπείπερ οἶδε κατὰ φύσιν ὄντα Θεὸν, καὶ οὐκ ἀλλότριον τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον γέννημα. πῶς οὖν ἔτι γενητὸς, πῶς δὲ ἀπὸ κόσμου τοῦ γενητοῦ, καὶ οὐχὶ μᾶλλον ἐν τούτοις, ἐν οἷσπερ ἂν εἴη Θεὸς ἀληθινὸς, ὑπὲρ πάντα δηλονότι τὰ ἐν παντὶ κόσμῳ νοούμενά τε καὶ ὑπάρχειν ὁμολογούμενα;

Ἐπειδὴ δὲ ὥς τι μέγα καὶ ἄμαχον προσετείνατε τὸ εἰπεῖν τὸν Χριστὸν εὐδιαστόλως Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, διὰ δέ Τούτου τὸν ἕτερον ἡμῖν κατασημαίνεσθαι κόσμον διισχυρίζεσθε λέγοντες ἐκεῖθεν ὑπάρχειν αὐτὸν, ἴδωμεν πάλιν εἰ μὴ σαθροῖς ἐπερείδεσθε λογισμοῖς, ταῦτα λογίζεσθαι καὶ φρονεῖν ὑπὸ μόνης τῆς ἑαυτῶν ἐλαφρίας ἀναπειθόμενοι. τὸ γάρ Οὗτος, ἢ Τούτου τυχὸν, καὶ εἴ τι λέγεται παρ᾽ ἡμῶν ἀντωνυμικῶς, δεικτικόν ἐστι, καὶ οὐχὶ πάντως οὐδὲ ἀναγκαίως ἑτέρου σημαντικόν. καὶ γοῦν ὁ μακάριος Βαροὺχ, τὸν ἕνα καὶ μόνον ἡμῖν κατασημαίνων Θεόν “Οὗτός φησιν ὁ Θεὸς ”ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·” ἀλλ᾽ εἴπερ ἦν πάντως τό Οὗτος ἑτέρου σημαντικὸν, πῶς οὐκ ἂν ἕτερος ἐλογίσθη πρὸς αὐτῷ; ἀλλὰ καὶ Συμεὼν ὁ δίκαιος τὸ ἐπὶ τῷ Χριστῷ προφητεύων μυστήριον “Ἰδοὺ οὗτος, φησὶ, ”κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν νεκρῶν πολλῶν ἐν τῷ “Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·” καίτοι τίνι τῶν ὄντων οὐ προδηλότατον, οὐχ ὡς ἑτέρων ἡμᾶς προσώπων ἀφιστὰς ὁ δίκαιος τό Οὗτός φησιν, ἀλλ᾽ ἵνα οὕτως εἴπω, μοναδικῶς τὸν ἤδη παρόντα καὶ πρὸς τοῦτο τεθειμένον ὑποδεικνύς.

οὐκοῦν ὅταν λέγῃ Χριστός Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, οὐχὶ πάντως ὡς ὑπάρχων ἐξ ἑτέρου κόσμου τὰ τοιαῦτά φησιν, ἀλλ᾽ ὥσπερ δύο τινὰς τόπους σωματικώτερον ὁρίζων καὶ τιθεὶς, τῆς γενητῆς φύσεώς φημι καὶ τῆς ἀῤῥήτου καὶ ἐπάνω πάσης οὐσίας ἀνθρώπου, μένοντας Ἰουδαίους ἐν τῷ τῶν γενητῶν τόπῳ τίθησι λέγων Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἑαυτὸν δὲ παντελῶς τῶν ἐν γενέσει διιστὰς, καὶ τῷ ἑτέρῳ συνάπτων τόπῳ τῷ τῆς θεότητος λέγω Οὐκ εἰμί φησιν ἐκ τοῦ κόσμου τούτου. οὐκοῦν ἀντιπαραθεὶς εἰς γνῶσιν τὴν θεότητα τῷ κόσμῳ, τούτου μὲν ἐκείνῳ δίδωσιν, ἑαυτὸν δὲ τῷ γεγεννηκότι Θεῷ καὶ τῇ ἀνωτάτω πασῶν οὐσίᾳ προσνέμει. “Ἀλλ᾽ οὐδὲν ἀδικήσει, φησὶ, τῶν ἀγγέλων τὴν φύσιν ὁ “Θεὸς καὶ Πατὴρ, εἰ μὴ τούτοις αὐτὴν οἷς καὶ τὸν Υἱὸν “ἔγνω τιμᾶν.

ἄδικον γὰρ οὐδαμῶς ἀποφαίνει τὸν Θεὸν, τὸ “ἐν τῇ κτίσει ποικίλον, ἢ τῷ ἑκάστῳ πρεπόντως ἀπονέμειν “τὴν δόξαν, ἐπεὶ κατά τινα τρόπον ἡμεῖς ἀγγέλων ἠλαττώ- “μεθα, καίτοι δίκαιον εἶναι ὁμολογοῦντες τὸν Θεόν· ὅπερ “οὖν ἡμεῖς πρὸς ἀγγέλους, τοῦτο καὶ ἄγγελοι πρὸς τὸν “Υἱόν· παραχωροῦσι δὲ ὡς ἀμείνονι καὶ τὸ ἐν μείζοσιν εἶναι “τιμαῖς, ἢ ἐν αἷσπέρ εἰσιν αὐτοί.„ Ἀλλ᾽, ὦ βέλτιστε· πάλιν ἐροῦμεν τὸν ἀμαθῆ δυσωποῦντες αἱρετικόν· εἰ καὶ τῆς τῶν ἀγγέλων δόξης ἀφεστήκαμεν, ἐπεὶ καὶ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας ἡττώμεθα, καὶ εἰ πολύ τι τὸ ἐν τῇ κτίσει ποικίλον καὶ παρηλλαγμένον καὶ πλεονεκτοῦν ἐν τιμαῖς, ἤτοι μειονεκτούμενον κατὰ τὴν τοῦ ποιήσαντος βούλησιν, ἀλλά γε τοῖς πᾶσιν τὸ ἐκτίσθαι κοινὸν, καὶ οὐδὲν ὅλως ἐν τούτοις τὸ ἕτερον ὑπερτεροῦν ἢ λειπόμενον. προὔχειν μὲν γὰρ ἔν τε τιμῇ καὶ δόξῃ τοῦ ἀνθρώπου τὸν ἄγγελον θαυμαστὸν οὐδὲν, ἢ καὶ τοῦ ἀγγέλου τὸν ἀρχάγγελον· τὸ γεμὴν εἰς τοῦ τὰ πάντα πεποιηκότος ἀναβαίνειν δύνασθαι δόξαν οὐδενὶ τῶν κτισμάτων προσὸν εὑρήσομεν· οὐ γὰρ ἔσται τι τῶν γεγονότων φύσει Θεὸς, οὐδ᾽ ἰσότιμον ἔσται τῷ Δεσπότῃ τὸ δοῦλον, σύνεδρόν τε καὶ συμβασιλεῦον αὐτῷ. ποῖον οὖν ἄρα μέτρον ἔσται τιμῆς τῷ Υἱῷ γενητῷ καθ᾽ ὑμᾶς ὄντι, καὶ ἐκ τοῦ κόσμου τοῦ νοητοῦ τὸ θεοπρεπὲς ἀξίωμα;

πῶς δὲ εἰς τὴν αὐτὴν ἀναδραμεῖται δόξαν τῷ κατὰ φύσιν Θεῷ τὸ τοῖς κτίσμασιν ὁμογενὲς, καίτοι τοῦ Θεοῦ λέγοντος “Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.” τί δὲ εἰπέ μοι τὸν διάβολον τῶν οὐρανίων ἐξέπεσεν αὐλῶν; ἆρα τὸ διψῆσαι τιμὴν πρέπουσαν μὲν φύσει τῇ γενητῇ, τῶν γεμὴν προσόντων αὐτῷ μέτρων τὴν ἀμείνω καὶ μείζονα, καὶ ἐν τούτοις ἦν αὐτῷ τῶν ἐγκλημάτων ὁ λόγος; ἢ ὅτι τετόλμηκεν εἰπεῖν “Ἔσομαι ὅμοιος τῷ ὑψίστῳ;” ἐφαντάσθη γὰρ δύνασθαι τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος ἀναβῆναι φύσιν, καὶ σύνθρονον ἔσεσθαι τῷ πάντων ἔχοντι τὸ κράτος Θεῷ. διὰ τοῦτο καὶ πέπτωκεν ὡς ἀστραπὴ, κατὰ τὸ γεγραμμένον, ἐξ οὐρανοῦ. σὺ δὲ ἡμῖν τοῖς οὕτω σφαλεροῖς ἀφυλάκτως ἐπιπηδῶν, ἐν τῷ μηδενὶ τίθης τὸ ἔκ τινος κόσμου καθ᾽ ὑμᾶς ὄντα τὸν Υἱὸν, καὶ μέρος διὰ τοῦτο τῆς κτίσεως, ἐν τάξει τιμῆς καλεῖσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὸ συνεδρεύειν αὐτῷ, τοῦτο προξενούσης αὐτῷ τῆς οὐσίας οὐδαμῶς, ἀλλ᾽ οὐδὲ ἐπὶ τὸ πρέπον αὐτῇ καὶ χρεωστούμενον καλούσης ἀξίωμα. δέχεται γὰρ, ἂν οὕτως ἔχῃ καθάπερ ὑμεῖς ληροῦντές φατε, ὡς ἐν χάριτος μέρει τὰ ὑπὲρ τὴν κτίσιν. ἄπαγε τῆς δυσφημίας ἄνθρωπε· διακεισόμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, μὴ δοίη Θεός.

ἀγγέλους μὲν γὰρ καὶ ἀρχαγγέλους, καὶ τοὺς ἔτι τούτων ἐν ἀμείνοσι τετιμῆσθαι διαφόρως πιστεύομεν κατ᾽ ἐξουσίαν καὶ βούλησιν τοῦ πανσόφου Θεοῦ, δικαίαν δηλονότι τὴν ἐφ᾽ ἑκάστῳ τῶν γεγονότων ὁρίζοντος ψῆφον· τὸν δὲ κατὰ φύσιν Υἱὸν, οὐκ ἐν τούτοις εἶναι νομιοῦμεν· οὐ γὰρ ἐν χάριτος μέρει καὶ ἐπακτὴν ἔχει τὴν δόξαν, ἀλλ᾽ ἐπείπερ ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ, σύνθρονός τε καὶ σύνεδρος ἐστὶν αὐτῷ, πάντα ὑπὸ πόδας ἔχων ὡς Θεὸς, καὶ ἐκ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς καὶ ὅλῃ τῇ κτίσει θεοπρεπῶς ἐποχούμενος. διὰ τοῦτο καὶ δικαίως ἤκουεν “Ὅτι τὰ σύμπαντα δοῦλα σά·” ἐπειδὴ δὲ πανταχόθεν Θεὸς ἀληθινὸς ὑπάρχων εὑρίσκεται, δῆλον δήπου πάντως ὡς οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, τουτέστι, γενητός. ὅλην γὰρ τῶν πεποιημένων τὴν φύσιν ὁ κόσμος ἡμῖν ἐν τούτῳ κατασημαίνει, τὴν ὡς ἐκ μέρους ἐπὶ τὸ σύμπαν τὸ πεποιῆσθαι νοούμενον παραπέμπων σύγκρισιν, ὥσπερ οὖν ἀμέλει πάσης ἑαυτὸν ὑπεξάγων τῆς πρὸς τὴν κτίσιν ὁμοφυΐας ἐν προφήταις ἔφη Θεός “Διότι Θεὸς ἐγώ ”εἰμι καὶ οὐκ ἄνθρωπος.” καὶ οὐκ ἐπείπερ ἔφη μὴ εἶναι καθ᾽ ἡμᾶς ἄνθρωπος, διὰ τοῦτο πάντως αὐτὸν ἀγγέλοις, ἤγουν ἑτέροις τισὶ τῶν γενητῶν, συντάξομεν, ἀλλ᾽ ἐκ μέρους ἐπὶ τὸ σύμπαν ἰόντες, ἕτερόν τι κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Θεὸν παρὰ πάντα τὰ γενητά.

οὕτως οἶμαι δεῖν εὐσεβοῦντας νοεῖν τὰ παρεμπίπτοντα δυσχερῆ· “Βλέπομεν ”γὰρ ἐν ἐσόπτρῳ δι᾽ αἰνίγματος,” καθάπερ ὁ Παῦλός φησιν. <Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.> Δι᾽ ὀλίγων ἀνατρέψας τὴν ἀβουλοτάτην τῶν ἐκεῖνα διενθυμουμένων ὑπόνοιαν, καὶ ληροῦντας ἐφ᾽ ἑαυτῷ πάλιν ἐλέγξας, ἐπάνεισιν ὥσπερ ἐπὶ τὸν ἐξ ἀρχῆς προτεθέντα τῷ λόγῳ σκοπὸν, καὶ ἐν ὅσοις ἔσονται κακοῖς, περιπεσοῦνται δὲ τίσιν, ἀλογώτατα παρωθούμενοι τὸ πιστεύειν αὐτῷ, καὶ εἰσαῦθις ἐπαναλαβὼν ὑποφαίνει. χρῆμα δὲ διδασκάλῳ τῷ σοφῷ καὶ ἐπιεικεῖ πρεπωδέστερον ἂν εἴη καὶ τοῦτο· δεῖν γὰρ οἶμαι τὸν διδάσκοντα, μὴ ταῖς τῶν ἀκροωμένων ἀμαθίαις φιλονεικεῖν, μηδὲ τῆς εἰς αὐτοὺς φροντίδος ὀλιγωρεῖν, εἰ καὶ μὴ λίαν ἑτοίμως παραδέχοιντο τυχὸν τῶν μαθημάτων τὴν γνῶσιν, ἀλλὰ καὶ εἰσαῦθις τὰ αὐτὰ, μᾶλλον δὲ καὶ πολλάκις ἀνακυκλοῦντα λέγειν, καὶ διὰ τῶν αὐτῶν ἰέναι ῥημάτων. ἐπείτοι καὶ ὁ τληπαθὴς ἀροτρεὺς ἀνατεμὼν ἔσθ᾽ ὅτε τὴν ἄρουραν, καὶ πόνους ἐν αὐτῇ διηντληκὼς οὐ βραχεῖς, καὶ τὸν σπόρον ἐγκαταχώσας τοῖς αὔλαξιν, ἂν ἴδῃ διεφθαρμένον, παλινδρομεῖ πρὸς ἄροτρον, καὶ τοῖς ἤδη κατεφθαρμένοις ἐπισπείρειν οὐ κατοκνεῖ. διημαρτηκὼς γὰρ ἐν ἀρχῇ τοῦ σκοποῦ πάθοι ἂν οὐ πάντως ἐν γοῦν τοῖς δευτέροις τὰ παραπλήσια.

τοιαύτην ἐπασκήσας τὴν ἕξιν καὶ ὁ θεσπέσιος Παῦλός που φησίν “Τὰ αὐτὰ λέγειν ὑμῖν ἐμοὶ μὲν οὐκ ”ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.” ὁρᾷς ὅπως ὄκνου κρείττων ὁ διδάσκων εὑρίσκεται, τότε τοῖς ἀκροωμένοις τὸ ἐν ἀσφαλεῖ τῶν ἐπιτηδευμάτων γενέσθαι πολλάκις ἀκολουθεῖ; χρησίμως τοιγαροῦν τὸν πρὸς Ἰουδαίους ἀναμηρυσάμενος λόγον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐκ ἐν τοῖς τυχοῦσιν ἔσεσθαι τοῦ μὴ πιστεύειν αὐτῷ τὴν ζημίαν διισχυρίζεται· δεῖν γὰρ πάντως ἐν ἁμαρτίαις ἀποθανεῖν τοὺς ἀπειθοῦντάς φησι, τὸ δὲ τεθνάναι πεφορτισμένον τοῖς πλημμελήμασιν, ὅτι φλογὶ τῇ παμφάγῳ παραδώσει τὴν τοῦ ἀνθρώπου ψυχὴν, οὐκ ἀμφίλογον. <Ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.> Ἀκριβέστερον εἰσηγεῖται τὰ συμφέροντα, καὶ φανότατον τῆς σωτηρίας καθιστὰς τὸν τρόπον ὑποδεικνύει λοιπὸν διὰ ποίας ἰόντες ὁδοῦ πρὸς τὴν τῶν ἁγίων ἀναβήσονται ζωὴν, καὶ εἰς τὴν ἄνω γενήσονται πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. καὶ οὐ μόνον ὅτι προσήκει πιστεῦσαί φησιν, ἀλλ᾽ ὅτι καὶ εἰς αὐτὸν τοῦτο γενέσθαι δεήσει διισχυρίζεται. δικαιούμεθα γὰρ πιστεύοντες εἰς αὐτὸν ὡς εἰς Θεὸν ἐκ Θεοῦ, ὡς εἰς Σωτῆρα καὶ λυτρωτὴν καὶ βασιλέα τῶν ὅλων καὶ Κύριον ἀληθῶς. ἀπολεῖσθε τοιγαροῦν οὐ πιστεύοντες, φησὶν, ὅτι ἐγώ εἰμι.

τὸ δέ Ἐγὼ περὶ οὗ, φησὶν, ἐν προφήταις γέγραπται “Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ ”ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.” ἐγὼ γάρ εἰμί φησιν, ὁ πάλαι πρὸς ἀπόστασιν τῶν ἐν ψυχῇ νοσημάτων βαδίσαι κελεύων, καὶ τὴν ἐξ ἀγάπης θεραπείαν ὑπισχνούμενος διὰ τοῦ λέγειν “Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι ”τὰ συντρίμματα ὑμῶν.” ἐγώ εἰμι ὁ τὴν θεοπρεπῆ ἐν σοὶ καὶ πάλαι χρηστότητα καὶ ἀσύγκριτον ἀνεξικακίαν χαριεῖσθαι δὴ εἰπὼν, διά τε τοῦτο βοῶν “Ἐγώ εἰμι ἐγώ εἰμι ὁ ”ἐξαλείφων τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι.” ἐγώ εἰμι, φησὶν, ὁ καὶ διὰ τοῦ προφήτου Ἡσαΐου λέγων “Λούσασθε, καθαροὶ γενέσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ ”τῶν καρδιῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύ- “σασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, καὶ δεῦτε καὶ διαλεχθῶμεν ”λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, “ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡσεὶ κόκκινον, ὡς ἔριον ”λευκανῶ.” ἐγώ φησίν εἰμι, περὶ οὗ πάλιν αὐτός που φησὶν ὁ προφήτης Ἡσαΐας “Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγ- ”γελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνὴν ὁ εὐαγγελι- “ζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ”ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων “μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ τὸ ἔργον ”ἐνώπιον αὐτοῦ.

ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ “τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας ”παρακαλέσει.” καὶ πάλιν “Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ ”τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς “ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.” ἐγώ εἰμί φησι, περὶ οὗ πάλιν γέγραπται ὅτι “Ἐξαίφνης ”ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ “ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει ”Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς “ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύ- ”σεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς ποία πλυνόντων.” ἐγώ φησίν εἰμι ὁ ὑπὲρ τῆς ἁπάντων σωτηρίας προσάγειν ἐμαυτὸν εἰς θυσίαν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ διὰ φωνῆς τοῦ μελῳδοῦ καθυπισχνούμενος καὶ βοῶν “Θυσίαν καὶ προσ- ”φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ- “ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ ”ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι “τὸ θέλημά σου ὁ Θεός.” ἐγώ φησίν εἰμι, καὶ αὐτὸς ὁ διὰ Μωυσέως ἐκήρυττε νόμος οὕτω λέγων “Προφήτην ἐκ τῶν ”ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, “αὐτοῦ ἀκούσεσθε· κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου ”τοῦ Θεοῦ σου ἐν ὄρει ἐν Χωρὴβ ἐν ἡμέρᾳ τῆς ἐκκλησίας.”

οὐκοῦν εὐλόγως ἀπολεῖσθε, φησὶ, καὶ δικαιοτάτην ἀποτίσετε τῷ κρίνοντι δίκην τὸν διὰ πολλῶν μὲν ὑμῖν προκεκηρυγμένον ἁγίων, μαρτυρηθέντα δὲ καὶ δι᾽ ὧν ἐργάζομαι διὰ πολλὴν ἀνοσιότητα τρόπων οὐ προσηκάμενοι. καὶ γὰρ δὴ καὶ κατὰ ἀλήθειαν οὐδεὶς ἐξαλεῖται λόγος τοῦ κολάζεσθαι δεῖν τοὺς ἀπειθοῦντας αὐτῷ, πεπληρωμένης μὲν τῆς θεοπνεύστου γραφῆς τῶν περὶ αὐτοῦ μαρτυριῶν τε καὶ λόγων, καὶ αὐτοῦ δὲ συνῳδὸν τοῖς πάλαι χρησμῳδουμένοις τὴν ἀπὸ τῶν ἔργων παρεχομένου λαμπρότητα. <Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ;> Πρόεισι πάλιν αὐτοῖς ἐξ ἀλαζονείας ὁ λόγος ἀγριωτάτῃ συγκεκραμένον ὀργῇ. φιλοπευστοῦσι γὰρ οὐχ ἵνα μαθόντες πιστεύσειαν, ἀλλ᾽ ἐκ πολλῆς ἀπονοίας μονονουχὶ καὶ ἐπιπηδῶσι Χριστῷ. ἁπλούστερον μὲν γὰρ τό Ἐγώ εἰμί φησιν αὐτὸς, οὐ προσθεὶς ὅτι Θεὸς ἐκ Θεοῦ, ἀλλ᾽ οὐδὲ ἕτερόν τι τῶν ὅσα τὴν ἐνοῦσαν αὐτῷ κατασημαίνει δόξαν· ὑφειμένως δὲ πάλιν καὶ κόμπου δίχα παντὸς μόνον ἐκεῖνό φησι, τό Ἐγώ εἰμι, προστιθέναι τὸ λεῖπον ἐπιτρέψας τοῖς εὐμαθεστέροις· οἱ δὲ πρὸς ἐκτοπωτάτην καὶ ἀχάλινον χωροῦσι μανίαν, καὶ ἐξ ἀμέτρου τῆς ὑπεροψίας μονονουχὶ καὶ διακόπτουσιν οὔπω πρὸς τέλος ἐλάσαντα τοῦ Σωτῆρος τὸν λόγον, ἐπιτιμῶσι δὲ ὥσπερ καὶ μεταξὺ διαλαβόντες φασί Σὺ τίς εἶ; τοῦτο δὲ ἦν εἰπεῖν ἐναργῶς Μὴ ἄρα τι μεῖζον ὧν ἴσμεν ἡμεῖς περὶ σεαυτοῦ φρονῆσαι τολμᾷς;

οἴδαμέν σε τοῦ τέκτονος υἱὸν, ἀνδρὸς εὐτελοῦς καὶ πενιχροτάτου, ἀσήμου παρ᾽ ἡμῖν καὶ οὐδενὸς παντελῶς. κατακρίνουσι τοιγαροῦν ὡς οὐδὲν ὄντα τὸν Κύριον ὁρῶντες εἰς μόνον τὸ κατὰ σάρκα γένος, τὴν δὲ ἐκ τῶν ἔργων μεγαλοπρέπειαν, ἀλλ᾽ οὐδὲ τὴν ἄνωθεν καὶ ἐκ Θεοῦ γέννησιν, οὐδ᾽ ὅσον εἰς νοῦν δεξάμενοι, ὅθεν ἦν μάλιστα Θεὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκειν αὐτόν· τίς γὰρ ἂν εἰργάσατο τὰ μόνῳ πρέποντα Θεῷ; μὴ οὐχὶ καὶ αὐτὸς ὑπάρχων κατὰ φύσιν Θεός; εἰργάζετο δὲ ὁ Χριστός· ἦν οὖν ἄρα, καὶ ἔστι Θεὸς, καὶ ἐν σαρκὶ γεγονὼς ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. ἀλλ᾽ οἱ μόναις ταῖς ἑαυτῶν δυσβουλίαις πειθόμενοι, τῆς δὲ θείας ἡμῶν καὶ θεοπνεύστου γραφῆς λόγον οὐδένα λαβόντες πώποτε, ἐφ᾽ οἷς ἔδει μᾶλλον εὐχαριστεῖν, ἐπὶ τούτοις αὐτὸν κατασμικρύνουσι, μὴ εἰδότες “μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.” Στήσαντες τοίνυν εἰς τό Σὺ μετ᾽ ἐμφάσεως τὴν ὑποστιγμὴν, καὶ τὴν καλουμένην ὀξεῖαν ἀναπέμψαντες, ὡς ἐν ἐρωτήσει μετὰ θαύματος ἐκδεχόμεθα τὸν λόγον· φασὶ γὰρ τό Σύ, οἱονεί Ὁ μηδεὶς ὢν ὅλως, καὶ τοῦτο παρ᾽ ἡμῖν γινωσκόμενος, ὁ εὐτελὴς καὶ ἐξ εὐτελῶν, τί περὶ σεαυτοῦ λαμπρὸν ἔχεις εἰπεῖν, τί δὲ ἄξιον λόγου τῶν περὶ σοῦ;

τῆς γὰρ Ἰουδαϊκῆς ἀπονοίας οὐδὲν τῶν τοιούτων τολμημάτων ἀλλότριον. <Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.> Ἀτιμάζομαι, φησὶ, καίτοι καλῶν εἰς αἰώνιον ζωὴν, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ἀπόθεσιν θανάτου καὶ φθορᾶς, εἰς ἁγιασμὸν, εἰς δικαιοσύνην, εἰς δόξαν, εἰς καύχημα πρὸς υἱοθεσίαν Θεοῦ· ἀλλὰ καὶ τούτοις ἅπασι στεφανοῦν ἐθέλων ὑμᾶς, ἐν τῷ μηδενὶ κατατέταγμαι λόγῳ, καὶ εὐτελὴς οὕτω λελόγισμαι παρ᾽ ὑμῖν· ἀλλὰ ναὶ δίκαια πάσχω, φησὶν, ὅτι καὶ λόγου παρ᾽ ὑμῖν ἐποιησάμην ἀρχὴν ὅτι καὶ προσπεφώνηκά τι τῶν εἰδότων ὠφελεῖν, καὶ διασώζειν ἐβουλευσάμην τοὺς οἵπερ ἔμελλον εἰς τοσαύτην κατοιχήσεσθαι μοχθηρίαν, ὡς πικρὰς ἀμοιβὰς ἀποδιδόναι φιλεῖν τῷ διασώζειν αὐτοὺς ᾑρημένῳ.

Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν διὰ τούτων ὑποδηλοῦν ὁ Χριστός. ἔδει γάρ με, φησὶν, οὐχ ὑμῖν ὅλως προσλαλῆσαι κατὰ τὴν ἀρχὴν, ἐκείνοις δὲ μᾶλλον τοῦτο χαρίζεσθαι τοῖς μέλλουσι καὶ λίαν ἀσμένως ἐφήδεσθαι λόγοις, καὶ ἀμελλητὶ τὸν αὐχένα τοῖς εὐαγγελικοῖς ὑποζεῦξαι διατάγμασι. σημαίνει δὲ διὰ τούτων τῶν ἐθνῶν τὴν πληθύν. ὅταν δὲ τὰ τοιαῦτα λέγοντα νοῶμεν αὐτὸν, παραφυλαξόμεθα πάλιν τῶν δι᾽ ἐναντίας τὸν λόγον· ἐρεῖ γάρ τις τυχὸν τῶν εἰωθότων χριστομαχεῖν Εἰ μὴ τοῖς Ἰουδαίοις προσλαλεῖν ἐν ἀρχῇ, μᾶλλον δὲ τοῖς ἔθνεσιν ἔδει, διήμαρτεν ἄρα τοῦ πρέποντος ὁ Υἱὸς, οὐχὶ τοῦτο μᾶλλον, ἀλλ᾽ ἐκεῖνο διαπεπραχώς. ἀλλ᾽ ἐροῦμεν πρὸς τοῦτο πάλιν Οὐκ εἰς μετάγνωσιν τῶν ἰδίων, ἢ τῶν τοῦ Πατρὸς θελημάτων ἐλθὼν ὁ Υἱὸς, τὰ τοιαῦτά φησιν, ἀλλ᾽ οὐδὲ ὡς ἔξω βεβηκὼς τοῦ πρέποντος τῇ οἰκονομίᾳ πράγματος, οὐ γὰρ ἂν ἐβουλεύσατό τι Θεὸς, ὃ μὴ πάντως ἦν γενέσθαι καὶ πρέπον· διὰ δὲ τοῦ λέγειν, ὡς οὐχ ὑμῖν ἔδει λαλῆσαι κατὰ τὴν ἀρχὴν, οὐδὲ θεμέλιον ὥσπερ καταβαλέσθαι παρ᾽ ὑμῖν τῆς σωτηριώδους διδασκαλίας, ἀληθῆ καὶ φιλάνθρωπον κατὰ φύσιν ὑπάρχοντα καὶ τὸν Πατέρα δεικνύει καὶ ἑαυτόν. ἰδοὺ γὰρ, καίτοι μὴ οὖσιν ἀξίοις τοῖς ἀνοσίοις Ἰουδαίοις τὸν σωτήριον ἐχαρίζετο λόγον, ἐν δευτέρῳ κατατάξας τόπῳ τῶν ἐθνῶν τὴν πληθὺν, καίτοι λίαν εὐπετέστερον καὶ πιστεύειν αὐτῷ καὶ πείθεσθαι μελετήσασαν.

Τί οὖν ἄρα τὸ ἀναπεῖσαν αὐτὸν τὸν σκληροτράχηλον τῶν Ἰουδαίων λαὸν τῶν ἑτέρων προτάξαι καὶ προτιμᾶν; πρὸς αὐτοὺς ἐποιήσατο τῆς ἀφίξεως τὴν ἐπαγγελίαν διὰ τῶν ἁγίων προφητῶν, αὐτοῖς ἡ χάρις διὰ τοὺς πατέρας ὠφείλετο. διὰ τοῦτο καὶ ἔφασκεν “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρό- ”βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·” καὶ πρὸς γυναῖκα δὲ τὴν συροφοινίκισσαν “Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν ”τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” οὐκοῦν ὁ μὲν Ἰσραὴλ ἐκ τούτου τετίμηται, καὶ προτέτακται τῶν ἐθνῶν, καίτοι σκαιοτέραν ἔχων τὴν γνώμην. ἐπειδὴ δὲ ἠγνόησε τὸν ἁπάντων Δεσπότην, καὶ τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν τὸν τελειωτὴν, μετέστη λοιπὸν ἐπὶ τὰ ἔθνη τῆς διδασκαλίας ἡ χάρις, οἷς ἐχρῆν κατὰ τὴν ἀρχὴν καὶ ἐν πρώτοις προσδιαλεχθῆναι τὸν Κύριον, οὐχ ὅσον εἰς τὴν ὑπόσχεσιν τὴν εἰς τοὺς πατέρας γεγενημένην, ἀλλ᾽ ὅσον εἰς τὴν ἐνοῦσαν αὐτοῖς εὐπείθειαν. <Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν.> Καταδικαζόντων αὐτοῦ τῶν Ἰουδαίων προαλέστερον, καὶ οὐδενὶ μὲν ἐχόντων τὸ παράπαν ἐγκαλεῖν, ἐπὶ μόνῃ δὲ τῇ εὐτελείᾳ τοῦ κατὰ σάρκα γένους ἐξωφρυωμένων, διά τε τοῦτο τὸ μηδὲν εἶναι λεγόντων αὐτὸν, ἐδυσώπει πράως, καὶ ἐν τοῖς ἀνωτέρω γυμνότερον εἰπών “Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ”ἐγὼ κρίνω οὐδένα.”

τὸ δὲ κρίνειν κατὰ τὴν σάρκα, τοιαύτην ἂν ἔχοι τὴν διάνοιαν εἰκότως· οἱ γὰρ μόνα θαυμάζοντες τὰ ἐπίγεια, τῶν μὲν οὐρανίων ἀγαθῶν ὁρῶσιν οὐδὲν, εἰς μόνην δὲ τὴν τῷδε τῷ βίῳ λαμπρότητα βλέποντες, τὸν πλουτοῦντα θαυμάζουσιν, ἤτοι τὸν ἑτέροις τισὶ δοξαρίοις ἐπικομπάζοντα· ἀλλ᾽ οἵ γε κατὰ τὸν τοῦ Θεοῦ νόμον τὰς τῶν πραγμάτων διευκρινόμενοι φύσεις, τῶν ἀξιεράστων ὄντως καὶ ἀξιοζηλώτων ἀνθρώπων ἐκεῖνον εἶναί φασιν, ᾧ τὸ βούλεσθαι βιοῦν ἐνυπάρχει κατὰ τὴν τοῦ πεποιηκότος βουλήν τε καὶ θέλησιν. ἀδικήσει γὰρ οὐδὲν τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀγαθουργεῖν εἰθισμένην τὸ κατὰ σάρκα σμικροπρεπὲς, ὠφελήσει δὲ καὶ ἐκ τῶν ἐναντίων οὐδὲν τοὺς διαζῆν ἐννόμως παραιτουμένους ἡ ἐν τῷδε τῷ βίῳ λαμπρότης καὶ τὸ ἐκ πλούτου περιφανές. κρίνουσι τοιγαροῦν κατὰ τὴν σάρκα, καθάπερ οὖν ἀρτίως ἐλέγομεν, οἱ μὴ βλέποντες εἰς ἁγιότητα, μὴ πολιτείαν, μὴ τρόπους εἰωθότες δοκιμάζειν, ἀλλ᾽ εἰς μόνα τὰ ἐπίγεια τὸν οἰκεῖον παρατρέποντες νοῦν, καὶ παντὸς ἀξιοῦντες θαύματος τὸν ἐν πλούτῳ καὶ τρυφῇ τεθραμμένον. ὑμεῖς οὖν, ὦ παραφρονέστατοι τῶν Ἰουδαίων καθηγηταὶ, καίτοι νόμῳ τῷ διὰ Μωυσέως πρὸς τὴν ἐπὶ τὸ δικάζειν ἀκρίβειαν παιδαγωγούμενοι, κατεγνωκότες ἐπ᾽ οὐδενὶ διὰ μόνην τὴν τῆς σαρκὸς εὐτέλειαν κατακρίνετε τὸν διὰ πολλῶν ὑμῖν παραδόξων ὀφθέντα Θεόν.

ἐγὼ δὲ τὴν ὑμετέραν ἀπαιδευσίαν οὐ μιμήσομαι, οὐδὲ τοιαύτην περὶ ὑμῶν ἐξοίσω τὴν ψῆφον· οὐδὲν μὲν γὰρ ὅλως ἡ ἀνθρώπου φύσις. τί γὰρ ἂν εἴη τὸ ἐπίκηρον τουτὶ καὶ ἀπὸ γῆς σῶμα; σαπρία καὶ σκώληξ καὶ ἕτερον οὐδέν. ἀλλ᾽ οὐ διὰ ταύτην ὑμᾶς τὴν αἰτίαν κατακρινῶ, οὐδὲ ἐπείπερ ἄνθρωποι κατὰ φύσιν ἐστὲ, διὰ τοῦτο πάντως ὑμᾶς καὶ περιπτύεσθαι δεῖν ὁριῶ· ἔχω πολλὰ περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν, τουτέστι, πλουτεῖ πᾶς ὁ λόγος ὁ κατηγορῶν ἐφ᾽ ὑμῖν, οὐχ ἓν ἐγκαλέσω μόνον, ἀλλὰ πολλὰ, καὶ ἐπ᾽ οὐδενὶ διαψεύσομαι, καθάπερ ὑμεῖς. ἔχω κρίνειν ὡς ἀπειθεῖς, ὡς ἀλαζόνας, ὡς ὑβριστὰς, ὡς θεομάχους, ὡς ἀγνώμονας, ὡς ἀχαρίστους, ὡς πονηροὺς, ὡς φιληδονοῦντας μᾶλλον ἢ φιλοθεεῖν εἰθισμένους, ὡς “δόξαν παρ᾽ ”ἀλλήλων λαμβάνοντας, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου “οὐ ζητοῦντας·” ὡς ἐμπυρίσαντας τὸν νοητὸν ἀμπελῶνα, ὡς μὴ βοσκήσαντας κατὰ λόγον τὴν ἐγχειρισθεῖσαν ὑμῖν ἀγέλην παρὰ Θεοῦ, ὡς μὴ χειραγωγήσαντας ἐπὶ τὸν διὰ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, τουτέστιν, ἐμέ.

τοιαῦτα μὲν ὁ Σωτὴρ τοῖς Ἰουδαίοις ἐπιφθέγξαιτο· προστιθεὶς δὲ τό Πολλὰ ἔχω λέγειν περὶ ὑμῶν ἔτι καὶ κρίνειν, ὑπαπειλεῖ πως αὐτοῖς, ὡς ἀναδειχθήσεταί ποτε Κριτὴς, ὁ μηδὲν εἶναι δοκῶν παρ᾽ ἐκείνοις διὰ τὴν σάρκα. <Ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.> Ἐῤῥῶσθαι φράσας ταῖς Ἰουδαίων ἀπαιδευσίαις, καὶ τοὺς ἀνέδην αὐτῷ διαλοιδορήσασθαι τολμήσαντας, ἐν τῷ μηδενὶ λογισάμενος, ἐπάνεισιν ὥσπερ ἐπὶ τὸ ἐξ ἀρχῆς, τὸ μὲν κρίνειν ἤδη τὰ κατ᾽ αὐτοὺς, καὶ τὴν ἐπὶ τούτῳ παῤῥησίαν οὐ τῷ παρόντι μᾶλλον, ἀλλὰ τῷ πρέποντι τηρήσας καιρῷ, καὶ τῷ τῆς ἐπιδημίας τρόπῳ τὸν ἴδιον ἀποσώσας σκοπόν· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον, ὡς αὐτός που φησί. διάτοι τοῦτο καὶ ἀπρὶξ τῶν αὐτῷ πρεπόντων ἐχόμενος, καὶ τὸν εἰς σωτηρίαν καλοῦντα πάλιν ἀναμηρυσάμενος λόγον, ἐπιτείνει τὴν παραίνεσιν. ἐν τούτῳ γὰρ μάλιστα θαυμάζειν ἄξιον τῆς τε ἀνεξικακίας τὸ μέτρον, καὶ τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὴν ὑπερβολήν· διὰ τοῦτο καὶ ὁ Πέτρος ἐπιστέλλει περὶ αὐτοῦ “Ὃς λοιδορού- ”μενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ “τῷ κρίνοντι δικαίως.”

οὐκοῦν ἀναλώσω φησὶ τὸν πρὸς ὑμᾶς νῦν μάλιστα λόγον, οὐκ ἐφ᾽ οἷς ὑμῖν ἔθος· εἰς φιλοψογίας δηλονότι καὶ τὴν ἐπ᾽ οὐδενὶ τῶν χρησίμων τριβήν· ἀλλὰ τὸ κρίνειν ὑμᾶς καιρῷ τηρήσας τῷ πρέποντι, τῶν ὑμῖν συμφερόντων ἀνθέξομαι, καὶ τῆς εἰς ὑμᾶς οὐκ ἀποστήσομαι φειδοῦς, κἂν ἐξ ἀπονοίας τῆς ἐνούσης ὑμῖν ἀσυνέτως ὑβρίζετε. ἔλεγον τοίνυν πρὸς ὑμᾶς ἀρτίως “Ἐγώ εἰμι τὸ φῶς ”τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ “σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς·” ἐπὶ τούτῳ παραλόγως ἀσχάλλοντες ἀνεπηδᾶτε δριμεῖς “Σὺ περὶ σεαυτοῦ ”μαρτυρεῖς, ἀναβοῶντες ἐκτόπως, ἡ μαρτυρία σου οὐκ ἔστιν “ἀληθής.” πρὸς δὴ τὰ τοιαῦτα πάλιν ἐγώ “Κἂν ἐγὼ μαρ- ”τυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι “οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.” ἀλλ᾽ εἰ δοκῶ τις εἶναι φορτικὸς, ταῦτα λέγων ἐν ὑμῖν, εἰ μὴ δεκτός εἰμι μάρτυς περὶ τῶν ἐμοὶ προσόντων ἀξιωμάτων φυσικῶν, ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. ταυτολογῶ, φησὶ, τῷ πέμψαντί με Πατρὶ, συνῳδὰ τοῖς ἐκείνου φθέγγομαι ῥήμασιν, ὅτι φῶς εἰμι κατὰ φύσιν εἰπών. ἅπερ οὖν ἤκουσα λέγοντος περὶ ἐμοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ταῦτα λαλῶ εἰς τὸν κόσμον. οὐκοῦν εἰ ψεύδομαι καθ᾽ ὑμᾶς, καὶ οὐκ ἀληθής ἐστιν ἡ μαρτυρία μου, προεψεῦσθαι πάντως ἀναγκαῖον ὑμᾶς εἰπεῖν τὸν Πατέρα.

ἀλλ᾽ ἔστιν ἀληθής· οὐκοῦν οὐ διέψευσμαι, καὶ εἰ μὴ τοῖς παρ᾽ ἐμοῦ καταπείθησθε λόγοις, δυσωπήθητε, φησὶ, τὰς τοῦ πέμψαντός με φωνάς. τί γὰρ ἔφη περὶ ἐμοῦ; “Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·” καὶ πάλιν πρὸς τοὺς σεβομένους αὐτόν “Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ”ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν “αὐτοῦ·” πρὸς ἐμὲ δή φησιν, ὃν οὐκ εἰδότες ὑβρίζετε “Ἰδοὺ ”δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.” ἀλλ᾽ ὅτι καὶ φῶς εἰμι πρὸς ὑμᾶς ἐλέγετο παρ᾽ αὐτοῦ “Φωτίζου ”φωτίζου γάρ φησιν, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, “καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε.” ταῦτα λέγοντος ἤκουσα περὶ ἐμοῦ τοῦ ἀποστείλαντός με Πατρὸς, κἀγὼ διὰ τοῦτο φῶς ἐμαυτὸν εἶναι τοῦ κόσμου φημὶ, ὑμεῖς δὲ διὰ μόνην τὴν σάρκα κατεσμικρύνατε κρίναντες οὐκ ὀρθῶς, καὶ διὰ τοῦτο λέγειν ἀποτολμᾶτε συχνῶς “Σὺ περὶ σεαυτοῦ ”μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.”

Οὐκοῦν· ἀνακεφαλαιώσασθαι γὰρ ὅλην ἀκόλουθον τὴν ἐν τῷ προκειμένῳ διάνοιαν· θεομαχοῦντας ἀντικρὺς ἀποφαίνει τοὺς Ἰουδαίους, καὶ οὐ μόνον ταῖς παρ᾽ αὐτοῦ μαχομένους φωναῖς, ἀλλὰ καὶ ψήφῳ τῇ παρὰ τοῦ Πατρός· ὁ μὲν γὰρ φῶς οἶδεν ὄντα κατὰ φύσιν τὸν ἴδιον Υἱὸν, καὶ ἀνατολὴν καὶ ἥλιον δικαιοσύνης διὰ τοῦτο καλεῖ· οἱ δὲ τὸν ἐξ ἀπειθείας ὄλεθρον ταῖς ἑαυτῶν ἐπισύροντες κεφαλαῖς ἀποδοκιμάζουσι τὴν ἀλήθειαν, “τὸ καλὸν λέγοντες πονηρὸν,” καὶ διά τοι τοῦτο δικαίως αὐτοῖς ἀκολουθήσει τό Οὐαί. <Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγε.> Καταπλήττεται πάλιν τὴν τῶν Ἰουδαίων ἀναισθησίαν ὁ πνευματοφόρος, καὶ μάλα εἰκότως· τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀνοητότερον, οἵ γε καὶ μακροῦ πολλάκις πρὸς αὐτοὺς γεγονότος λόγου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐδὲν ἐννοοῦσι περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἀκροώμενοι λέγοντος “Ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι.” τίς οὖν ἡ πρόφασις, καὶ διὰ ποίαν αἰτίαν ὁ μακάριος Εὐαγγελιστὴς οὐκ ἐγνωκέναι φησὶν Ἰουδαίους ὅτι τὸν Θεὸν αὐτοῖς καὶ Πατέρα διὰ τούτων ἐσήμανεν ὁ Χριστὸς, ἀναγκαῖον εἰπεῖν. ἐπειδὴ γὰρ ἔφη πρὸς αὐτοὺς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα ”μου ἂν ᾔδειτε,” ἵνα κἀν τούτῳ πάλιν ἀληθῆ λέγων εὑρίσκηται, τοὺς ἀγνοήσαντας τὸν Υἱὸν, ἀγνοοῦντας εἰσφέρει καὶ τὸν Πατέρα.

θύρα γὰρ ὥσπερ καὶ πύλη τις ἐστὶ τῆς εἰς τὸν Πατέρα γνώσεως ὁ Υἱός· διὰ τοῦτο καὶ ἔλεγεν “Οὐδεὶς ”ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ.” ὡς γὰρ ἐξ εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀνατρέχων ὁ νοῦς ἐκ τοῦ παρεμπίπτοντος ἐκεῖνο φαντάζεται. ἦν οὖν ἀναγκαῖον ἐπιδεῖξαι τοὺς Ἰουδαίους οὐδὲν ἐννοοῦντας περὶ Πατρὸς, ἐπείπερ οὐκ ἠθέλησαν ἀναγώγως ἀπὸ τῆς γνώσεως τῆς τοῦ Υἱοῦ πρὸς τὴν ἐκείνου χειραγωγεῖσθαι κατάληψιν. διὰ τοῦτο γοργῶς ὁ Εὐαγγελιστὴς μονονουχὶ καὶ ἐπισημαίνεται, ὅτι λέγοντος τοῦ Χριστοῦ Ὁ πέμψας με ἀληθής ἐστιν, οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. <Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.> Τοὺς τῶν ἰατρῶν ἀρίστους ἀπομιμούμενος, τῆς ἐνούσης αὐτοῖς κατὰ ψυχὴν ἀῤῥωστίας ἀπογυμνοῖ τὴν πρόφασιν, καὶ τὸ διακωλύον αὐτοὺς εἰς τὴν ἐπ᾽ αὐτῷ σύνεσίν τε καὶ πίστιν ἰέναι γοργῶς, ἀποκαλύπτει σαφῶς.

ἐπειδὴ γὰρ εἴς τε τὴν σάρκα καὶ τὸ ἐντεῦθεν βλέποντες γένος, μικρά πως φρονεῖν ἀνεπείθοντο περὶ αὐτοῦ, κάλυμμα δὲ τοῦτο τοῖς τῆς διανοίας ἔχοντες ὀφθαλμοῖς, οὐκ ᾔδεσαν ἂν ὄντα Θεὸν, καὶ εἰ πέφηνεν ἄνθρωπος, ἀναγκαίως αὐτοῖς προσεφώνει λέγων Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, τουτέστιν, ὅταν τῆς ἐπ᾽ ἐμοὶ μικρᾶς τε καὶ χαμαιπετοῦς ἀποπαύσησθε διαλήψεως, ὅταν ὑψηλόν τε καὶ ὑπέργειον φρονήσητε περὶ ἐμοῦ, καὶ Θεὸν ἐκ Θεοῦ πεφηνότα πιστεύσητε, εἰ καὶ γέγονα δι᾽ ὑμᾶς ἄνθρωπος καθ᾽ ὑμᾶς, τὸ τηνικάδε διαγνώσεσθε σαφῶς, ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· τοῦτο γὰρ εἰς ὑμᾶς ἔλεγον ἀρτίως· τί γὰρ ἂν ἔτι διακωλύσαι, φησὶ, τὸν ὅλως παραδεχθέντα Θεὸν ὑπάρχειν ἀληθινὸν, καὶ φῶς εἶναι τοῦ κόσμου; οὐ γὰρ δὴ πρὸς τοσαύτην κατοιχηθήσεταί τις μανίαν καὶ θράσος, ὡς καὶ τότε φάναι τολμᾶν “Ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής·” ψευδηγορήσει γὰρ οὐδαμῶς ἐφ᾽ οἷσπερ ἂν λέγῃ Θεὸς φύσει καὶ ἀληθινός.

Ἔστι τοίνυν προδηλότατον καὶ ἐκ τῶν τοῦ Σωτῆρος ῥημάτων, ὅτι σμικρὰν ἔχοντες ἐπ᾽ αὐτῷ τὴν ὑπόνοιαν, καὶ ἄνθρωπον εἶναι γυμνὸν, ἔρημόν τε τῆς κατὰ φύσιν θεότητος διενθυμούμενοι, πάντως δήπου καὶ ἀπιστήσομεν εἰκότως αὐτῷ, καὶ οὐ παραδεξόμεθα Σωτῆρα καὶ λυτρωτήν. εἶτα τί τὸ ἐντεῦθεν; τῆς ἐλπίδος ἀποπεπτώκαμεν. εἰ γὰρ διὰ πίστεως ἡ σωτηρία, φρούδη δὲ ἡ πίστις, τί τὸ διασῶζον ἔτι; πιστεύοντες δὲ καὶ εἰς ὕψος αἴροντες τὸ θεοπρεπὲς τὸν Μονογενῆ, καὶ εἰ γέγονεν ἄνθρωπος, ἐξ οὐρίας ὥσπερ ἐρχόμενοι, καὶ τὸ παγχάλεπον τοῦ βίου διαθέοντες πέλαγος, πρὸς τὴν ἄνω μεθορμισόμεθα πόλιν, τὰς ἐκ τοῦ πιστεύειν τιμὰς ἐκεῖ κομιούμενοι.

ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. <Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.> Πολλοῖς τε καὶ ἀγαθοῖς περιαντλήσας λόγοις τὸν τῶν Ἰουδαίων θυμὸν, σφριγῶντα πάλιν οὐδὲν ἧττον ὁρᾷ. δυσφημοῦντες γὰρ ἀφυλάκτως οὐ καταλήγουσιν, ἀλλὰ ποτὲ μὲν ἄκυρον αὐτοῦ ποιοῦσι τὴν φωνὴν, καὶ ψεύστην ἀποκαλοῦσι δυσσεβῶς· τὸ γὰρ ὅλον εἰπεῖν “Ἡ μαρτυρία σου οὐκ ἔστιν ”ἀληθὴς,” τί ἂν ἕτερον εἴη λοιπὸν ἢ τοῦτο; ποτὲ δὲ πάλιν ἐξ ἀγάπης αὐτοῖς τὰ εἰς σωτηρίαν εἰσηγουμένῳ, καὶ διὰ τοῦτο λέγοντι, ὅτι “Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀπο- ”θανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν,” ἀντηγείροντο θερμῶς, καὶ τοῖς ἐξ ἀγάπης αὐτοῖς ῥήμασι τοὺς ἐξ ἀπονοίας ἀντεξάγοντες λόγους, ἔφασκον Σὺ τίς εἶ; ἔδει τοίνυν τοῖς ἀκράτως οὕτως ἐγκεκυλισμένοις εἰς παράλογον θράσος τοῦ σωφρονίζοντος λόγου, καὶ μετριώτερον ἔχειν ἀναπείθοντος φρόνημα, χαλινὸν δὲ λοιπὸν ἐπιτιθέντος καὶ οὐχ ἑκούσῃ τῇ γλώττῃ.

διὰ ταύτην αὐτοῖς ἠπείλει τὴν αἰτίαν ἐναργέστατα λέγων ὡς οὐ διαφεύξονται τὴν ἐφ᾽ οἷς δυσσεβοῦσι κόλασιν, ἀλλ᾽ εἰ καὶ πρὸς τὸ παρὸν ἀνεξικακοῦντα βλέπουσιν, ἀλλ᾽ εἰς πέρας αὐτοῖς τὸ δεινὸν διεξοιχομένης τῆς εἰς αὐτὸν δυσσεβείας, τουτέστι τοῦ θανάτου καὶ τοῦ σταυροῦ, πάνδεινον ὑποστήσονται δίκην, καὶ ἀφόρητον ἀντιδέξονται συμφορὰν, τὴν ἐκ τοῦ πολέμου δηλονότι τοῦ πρὸς Ῥωμαίους, ὃς αὐτοῖς μετὰ τὸν τοῦ Σωτῆρος συνέβη σταυρὸν ἐξ ὀργῆς τῆς ἄνωθεν παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον ὑπομεῖναι τὰ παγχάλεπα, σαφέστερόν που πάλιν αὐτοῖς ὁ Σωτὴρ κατεσήμαινε λέγων, ποτὲ μὲν πρὸς τὰς κλαιούσας γυναῖκας “Θυγατέρες Ἱερουσαλὴμ, ”μὴ κλαίετε ἐπ᾽ ἐμοὶ, κλαίετε δὲ ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα “ὑμῶν·” ποτὲ δὲ πάλιν “Ὅταν ἴδητε κυκλουμένην ὑπὸ ”στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι “Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐφ᾽ ἡμᾶς.” εἰς τοῦτο γὰρ Ἰουδαίοις τὰ ἐκ τοῦ πολέμου περίεστι πάθη, ὡς τῆς ἐκείνων πείρας πᾶν εἶδος θανάτου γενέσθαι γλύκιόν τε καὶ αἱρετώτερον· τὴν δὲ τῆς χώρας αὐτῶν ἐξανάστασιν, καὶ τῶν ἐνοικούντων αὐτὴν τούς τε ἐξανδραποδισμοὺς, καὶ τὴν ὠμοτάτην σφαγὴν, καὶ τοὺς ἐν ἑκάστῃ πόλει λιμοὺς, τάς τε ἐν αὐταῖς τεκνοφαγίας, ἱστορεῖ καὶ Ἰώσηπος ἐν οἰκείοις συγγράμμασι.

ὅταν οὖν, φησὶ, σταυρῷ παραδόντες τὸν υἱὸν τοῦ ἀνθρώπου τὴν ἀντίῤῥοπον ὑπομείνητε κόλασιν, καὶ τῶν εἰς ἐμὲ τολμημάτων ἰσοστάθμους ἀντεκτίσητε δίκας, τότε κλαίοντες γνώσεσθε ὅτι ἐγώ εἰμι ὁ πάντα ἰσχύων, δηλονότι Θεός. εἰ γὰρ στρουθίον ἓν ἀθεεὶ πρὸς παγίδα τοῦ θηρεύοντος οὐκ εἰσβήσεται, πῶς δ᾽ ἂν ὅλη χώρα, φησὶ, καὶ ἔθνος τὸ ἠγαπημένον, πρὸς ὄλεθρον οὕτως βαδιεῖται παντελῆ, μὴ οὐχὶ πάντως τοῦτο γενέσθαι κατανεύσαντος τοῦ πάντων κρατοῦντος Θεοῦ; κακὸν οὖν ἄρα καὶ πάνδεινον ἡ Θεοῦ καταφρόνησις εἰς πέρας ἄγουσα τῶν ἀπεύκτων. διὸ καὶ ὁ Παῦλός τισιν ἐπιπλήττει λέγων ὡς περὶ Θεοῦ “Ἢ τοῦ ”πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς “μακροθυμίας αὐτοῦ καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν ”τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, κατὰ δὲ τὴν σκληρότητά “σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ”ἐν ἡμέρᾳ ὀργῆς.”

ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. Μακροὺς διετέλεσε χρόνους τοῖς Ἰουδαίοις συνδιαιτώμενος ὁ Χριστὸς, καὶ κατὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, συναγωγὴν προσλαλῶν, καὶ ἐν παντὶ σαββάτῳ προσδιαλεγόμενος, καὶ μάθημα πολλάκις αὐτοῖς ἀφθόνως παραθεὶς τὸ λυσιτελοῦν, ἐκάλει συχνῶς πρὸς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν· καὶ δὴ καὶ ἔφασκεν, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων κατὰ φύσιν καὶ ἀληθινός “Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·” ἀντέπραττον δὲ ταῦτα λέγοντι φρονοῦντες παραλογώτατα “Σὺ γὰρ, φησὶ, περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου ”οὐκ ἔστιν ἀληθής.” καὶ οὐ μέχρι τῶν ἐν ῥήμασιν ἀντιλογιῶν τὰ τῶν Ἰουδαίων ἐστὶ τολμήματα, οὐδὲ ἐν μόνῳ τῷ διαλοιδορῆσαι φιλεῖν τὸ ἀτίθασον αὐτῶν συμπεπέρασται θράσος· ἐρχόμενοι δὲ διὰ πάσης ὠμότητος ἀφειδῶς, τελευτῶντες καὶ σταυρῷ καὶ θανάτῳ παρέδοσαν αὐτόν. ἐπειδὴ δὲ ἦν κατὰ φύσιν ζωὴ, διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ, διεγήγερται μὲν ἐκ νεκρῶν, ἀποφοιτᾷ δὲ εἰκότως τῆς Ἰουδαίων βδελυρίας, καὶ τοῦ μὲν Ἰσραὴλ ἀπεπήδα καὶ σφόδρα δικαίως, ἑαυτὸν δὲ πρὸς τὰ ἔθνη μετατιθεὶς, πάντας ἐκάλεσε πρὸς τὸ φῶς, καὶ τυφλοῖς μὲν οὖσιν ἀνάβλεψιν ἐχαρίζετο. συμβέβηκε τοίνυν μετὰ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὰς μὲν τῶν Ἰουδαίων σκοτισθῆναι διανοίας, ἅτε δὴ καὶ ἐκεχωρηκότος παρ᾽ αὐτῶν τοῦ φωτὸς, τὰς δὲ τῶν ἐθνῶν καταλαμπρυνθῆναι καρδίας, ὡς ἐπιλάμψαντος αὐτοῖς τοῦ φωτὸς τοῦ ἀληθινοῦ.

Ὅταν οὖν ὑψώσητέ φησι τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. ἀντὶ τοῦ Περιμενῶ τῆς ὑμῶν δυσσεβείας τὸ τέλος, οὐκ ἐποίσω δὲ πρόωρον ὑμῖν τὴν ὀργὴν, ἐκδέξομαι τὸ παθεῖν καὶ τὸν θάνατον, ὑπομενῶ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο· ἀλλ᾽ ὅτε σταυρῷ παραδῶτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἄνθρωπον γυμνὸν νομισθέντα παρ᾽ ὑμῖν, τότε γνώσεσθε καὶ οὐχ ἑκόντες, φησὶν, ὡς οὐ διέψευσμαι λέγων ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ὅταν γὰρ ἑαυτοὺς σκοτισθέντας βλέπητε, πεφωτισμένην δὲ τῶν ἐθνῶν τὴν ἀμέτρητον πληθὺν διὰ τὸ γενέσθαι με παρ᾽ αὐτοῖς, πῶς οὐχὶ καὶ ἄκοντες συνερεῖτε λοιπὸν ὅτι φῶς εἰμι τοῦ κόσμου κατὰ ἀλήθειαν; ὅτι γὰρ ἔμελλεν τῆς Ἰουδαίων ἀποφοιτήσειν Συναγωγῆς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὁ Σωτὴρ, οὐδενὶ μὲν ἀμφίβολον· πέπρακται γὰρ καὶ διήνυσται· πλήν ἐστί πως, μᾶλλον δὲ ἤδη σαφῶς καὶ ἐκ τῶν παρ᾽ αὐτοῦ περιαθρῆσαι λόγων “Ἕως γὰρ τὸ φῶς ἔχετε, περι- ”πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.” ἡ γὰρ τοῦ φωτὸς συστολή τε καὶ ἀναχώρησις σκοτίας γένεσιν ποιεῖ, καὶ πάλιν ἡ τοῦ φωτὸς παρουσία σκοτίας ἀφανισμὸν ἐργάζεται. οὐκοῦν ἀποδείκνυται φῶς ὑπάρχων κατὰ ἀλήθειαν ὁ Χριστὸς, σκοτίσας μὲν Ἰουδαίους διὰ τῆς ἀπ᾽ αὐτῶν ἀποστάσεως, καταφωτίσας δὲ τὰ ἔθνη διὰ τῆς εἰς αὐτὰ παρουσίας, καὶ πικρὸν μάθημα τοῖς Ἰουδαίοις ἡ τῶν δεινῶν γέγονε πεῖρα.

ΑΛΛΩΣ ΤΟ ΑΥΤΟ. <Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.> Ἐπείπερ εἰς τὴν σάρκα, φησὶν, ἀφορῶντες μόνην, ψιλὸν ἄνθρωπον εἶναί με πιστεύετε, καὶ τῶν καθ᾽ ὑμᾶς ὑπάρχειν ἕνα νομίζετε, τὸ δὲ τῆς θεότητος ἀξίωμα, καὶ ἡ ἐντεῦθεν δόξα, οὐδ᾽ ὅσον εἰς νοῦν ἄνεισι τὸν ὑμῶν· ἔσται σημεῖον ὑμῖν ἐναργέστατον τοῦ κατὰ ἀλήθειαν ἐκ Θεοῦ Θεὸν ὑπάρχειν ἐμὲ, καὶ φῶς ἐκ φωτὸς, τὸ πάνδεινον ὑμῶν καὶ παρανομώτατον τόλμημα, τουτέστιν, ὁ σταυρὸς καὶ ὁ ἐπ᾽ αὐτῷ τῆς σαρκὸς θάνατος. ὅταν γὰρ ἴδητε τῆς ἑαυτῶν ἀπονοίας ἄπρακτον μὲν γενομένην τὴν ἔκβασιν, συντεθραυσμένην δὲ καὶ τὴν ἐπὶ τῷ θανάτῳ πάγην· διαναστήσομαι γὰρ ἐκ νεκρῶν· τότε καὶ οὐχ ἑκόντες ὡς ἐξ ἀνάγκης ἤδη λοιπὸν συνθήσεσθε τοῖς παρ᾽ ἐμοῦ πρὸς ὑμᾶς γεγονόσι λόγοις, καὶ Θεὸν εἶναι κατὰ φύσιν ὁμολογήσετε. κρείττων μὲν γὰρ ἔσομαι θανάτου καὶ φθορᾶς, ὡς δὲ ζωὴ κατὰ φύσιν ὑπάρχων τὸν ἐμὸν ἀναστήσω ναόν. ἀλλ᾽ εἴπερ ἐστὶ τὸ θανάτου κρατεῖν καὶ τῶν τῆς φθορᾶς καταλαζονεύεσθαι βρόχων Θεῷ πρέπον τῷ κατὰ φύσιν, καὶ οὐχ ἑτέρῳ τῶν ὄντων τινὶ, πῶς οὐ κατὰ πάσης ἐκποδὼν γενομένης ἀντιλογίας καὶ παντὸς ἐνδοιασμοῦ ἀναδειχθήσομαι πάντα διὰ τοῦτο νικᾶν ἰσχύων καὶ ἀκονητί; οὐκοῦν σημεῖον ἔσεσθαι τοῖς Ἰουδαίοις τὸν οἰκεῖον σταυρὸν ἔφασκεν ὁ Σωτὴρ, καὶ ἀπόδειξιν τὴν ἐναργεστάτην τοῦ κατὰ φύσιν αὐτὸν εἶναι Θεόν.

Τοῦτο δ᾽ ἂν ἴδῃς αὐτὸν καὶ ἑτέρωθί που λέγοντα σαφῶς· πολλῶν μὲν γὰρ καὶ ἀναριθμήτων τερατουργημάτων ἐπιδειχθέντων δι᾽ αὐτοῦ, προσῄεσάν ποτε πειράζοντες οἱ Φαρισαῖοι καὶ λέγοντες “Διδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον ”ἰδεῖν·” ὁ δὲ ἐπείπερ τοὺς ἐν αὐτοῖς ἰόντας ἐθεᾶτο διαλογισμοὺς, καὶ πικρῶς διενθυμουμένους οὐκ ἠγνόει “Γενεὰ,” φησὶ, “πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον ”οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· “ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας ”καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν “τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.” ἀκούεις ὅπως σημεῖον αἰτοῦσι τοῖς Ἰουδαίοις εἰς ἀπόδειξιν ὅτι Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν, εἰ καὶ πειράζοντες ἔλεγον, οὐχ ἕτερον αὐτοῖς ἐπιδειχθήσεσθαί φησιν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, τουτέστι, τὸν τριήμερον θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν; τί γὰρ ἂν γένοιτο τῆς θεοπρεποῦς ἐξουσίας σημεῖον οὕτω μέγα καὶ περιφανὲς, ὡς τὸ καταλῦσαι θάνατον, καὶ ἀνατρέψαι φθορὰν, καίτοι κατὰ θείαν ἀπόφασιν τῆς ἀνθρωπείας κατακρατήσαντα φύσεως; ἤκουσε γὰρ ἡ ἐν Ἀδάμ “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·” ἀλλ᾽ ἦν ἐν ἐξουσίᾳ τῷ Σωτῆρι Χριστῷ καὶ τέλος ἐπιθεῖναι ταῖς οἰκείαις ὀργαῖς, καὶ ταῖς εὐλογίαις ἀνατρέψαι τὸν ἐκ τῆς αὐτοῦ πάλιν ἀρᾶς ἰσχύσαντα θάνατον.

ὅτι δὲ σφόδρα κατέφριττον Ἰουδαῖοι τὸ ἐκ τῆς ἀναστάσεως σημεῖον ὡς ἀναπεῖσαι δεινὸν ὅτι Θεὸς ὑπάρχοι κατὰ ἀλήθειαν ὁ Χριστὸς, τὸ τελευταῖον αὐτῶν δραματούργημα διδάξει σαφῶς· ὡς γὰρ ἐπύθοντο τοῦ Σωτῆρος τὴν ἀνάστασιν, καὶ ὅτι οὐχ εὕρηται ἐν τῷ μνημείῳ, τεθορυβημένοι τε καὶ περιδεεῖς ἐπὶ τοῦτο γεγονότες λίαν, τὰς ἐκ τῶν στρατιωτῶν συκοφαντίας πολλοῖς ἐξωνεῖσθαι χρήμασιν ἐμελέτων. δεδώκασι γὰρ ἀργύριον αὐτοῖς, ἵνα λέγωσιν “ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμω- ”μένων.” μέγα τοιγαροῦν τὸ ἐκ τῆς ἀναστάσεως σημεῖον ἀναμφίλογον ἔχον τὴν ἀπόδειξιν τοῦ εἶναι Θεὸν τὸν Ἰησοῦν, ἐφ᾽ ᾧ καὶ τῶν Ἰουδαίων σκληρὰ καὶ ἀκαμπὴς διεταράχθη καρδία.

ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. <Καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ.> ΛΑΛΕΙ μὲν ἀνθρωπινώτερον, οὐχ ἑτέρως συνιέναι δυναμένων τῶν Ἰουδαίων, οὔτε μὴν ἀκρατῶς ἐπαΐειν ἀνεχομένων παρ᾽ αὐτοῦ τὰ θεοπρεπῆ. ἐπὶ γὰρ τοιούτων καὶ λίθοις αὐτὸν κατασφενδονῶντες ἁλίσκονται, βλασφημίαν αὐτοῦ καθορίζοντες, ὅτιπερ ἄνθρωπος ὢν, ἑαυτὸν ἐποίει Θεόν. ὑπεξελὼν τοιγαροῦν τῆς θεοπρεποῦς ἀξίας τὸ πλεῖον, καὶ πολὺ τῆς ἐπὶ τούτῳ λαμπρότητος ἀπαμφιέσας τὸν λόγον, ταῖς τῶν ἀκροωμένων ἀσθενείαις εὖ μάλα συμπλάττεται καὶ, ἐπείπερ τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν ἐρευνῶν εὑρίσκει Θεὸν οὐκ εἰδότας αὐτὸν, ἀνθρωποπρεπῆ ποιεῖται τὸν λόγον, ἵνα μὴ πάλιν αὐτοῖς εἰς ὀργὴν ἀνακαίοιτο τὰ φρονήματα, καὶ τοῦ προσεδρεύειν κἂν γοῦν ἐκ μέρους αὐτῷ παραλόγως ἀποπηδήσειαν. γνώσεσθε τοίνυν φησίν “ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀν- ”θρώπου ὅτι ἐγώ εἰμι·” γνώσεσθε πάλιν ὁμοίως, ὅτι ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ οὕτω λαλῶ.

Καὶ τίς ἡ χρεία τῶν τοιούτων ῥημάτων εἰπέ μοι, ἐρεῖ τις τυχόν· τί δὲ πάλιν ἐν τούτοις διδάσκει ἡμᾶς Χριστός; οὐκοῦν ἐροῦμεν εὐδιαστόλως ἕκαστα τῶν εἰρημένων εὐσεβῶς ἀπολεπτύνοντες· οὐ διαλελοίπατε, φησὶ, τοῖς ἐμοῖς ἐπισκήπτοντες ἔργοις, ὡς ἐκτόπως τε καὶ ἀνοσίως γεγενημένοις, κατεκρίνατε πολλάκις ὡς παρανομεῖν οὐ παραιτούμενον, ὡς τὰ ἀπᾴδοντα τῷ νομοθέτῃ δρᾶν εἰθισμένον. ἀπέλυον μὲν γὰρ τῆς οὕτω μακρᾶς ἀῤῥωστίας τὸν πάρετον, ἠλέουν ἄνθρωπον ἐν σαββάτῳ. ἀλλ᾽ ἰδὼν, φησὶν, ἐπὶ τούτῳ φιλεγκλήμονας, τοὺς θαυμάζειν ὀφείλοντας, καὶ πολύ τι τῶν ἐμοὶ πρεπόντων ἀπεσφαλμένους, ἀλλὰ καὶ ἔναγχος ὑμῖν τὰ πρὸς σωτηρίαν εἰσηγούμενος, καὶ βαδίζειν ἀνέπειθον ἐπὶ τὸ βούλεσθαι μετασχεῖν φωτός. εἶτα τὸ φῶς ὑμῖν τὸ ἀληθινὸν ἐπεδείκνυον· τὴν γὰρ ἐμαυτοῦ φύσιν ἐξηγούμενος, ἔφασκον “Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,” ὑμεῖς δὲ πάλιν ἀβουλότατα δρῶντες καὶ βουλόμενοι, τῶν ἐμῶν κατεξανέστητε λόγων, ἀνέδην εἰπεῖν τετολμήκατε “Ἡ μαρτυρία σου οὐκ ἔστιν ”ἀληθής.” ὅταν οὖν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τουτέστιν, ὅταν αὐτὸν περιβαλεῖσθε θανάτῳ, καὶ τῶν τοῦ θανάτου δεσμῶν κρείττονα βλέπητε· ἀναστήσομαι γὰρ ἐκ νεκρῶν, ἐπείπερ εἰμὶ κατὰ φύσιν Θεός· τότε γνώσεσθέ φησιν ὅτι οὐδὲν ἀπ᾽ ἐμαυτοῦ ποιῶ ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, οὕτω λαλῶ.

μαθήσεσθε γὰρ ὅταν ἴδητε κατὰ φύσιν ὄντα Θεὸν καὶ Υἱὸν, ὡς εἰμὶ μὲν ἰδιογνώμων οὐδαμῶς, συνεθελητὴς δὲ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ ὅσαπερ ἂν ἐργάζοιτο ταῦτα καὶ αὐτὸς ποιεῖν οὐκ ὀκνῶν, λαλῶν δὲ πάλιν ὅσα καὶ αὐτὸν οἶδα λέγοντα. τῆς γὰρ αὐτῆς οὐσίας εἰμι τῷ γεννήσαντι. ἐθεράπευον μὲν γὰρ τῷ σαββάτῳ τὸν πάρετον, ὑμεῖς δὲ πάλιν ἐπὶ τούτῳ διέκεισθε πικρῶς, ἀλλ᾽ ἐνεργὸν ὑμῖν ὑπέδειξα τὸν Πατέρα καὶ ἐν σαββάτῳ· ἔλεγον γάρ “Ὁ Πατήρ ”μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.” οὐκοῦν ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν. πάλιν ἔλεγον Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἀλλ᾽ ᾠήθητέ τι λέγειν τῶν ἀπᾳδόντων αὐτῷ, κἀν τούτῳ πάλιν ὑμᾶς ἐδυσώπουν ὑποδεικνὺς λέγοντα περὶ ἐμοῦ “Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.” μάτην οὖν ἄρα καταιτιᾶσθε, φησὶ, τὸν ἀεὶ τῷ Πατρὶ συνεθέλοντα, καὶ ποιοῦντα μηδὲν τῶν ἀπᾳδόντων αὐτῷ, μήτε μήν τι λαλεῖν ἀνεχόμενον, ὃ μή ἐστι παρ᾽ αὐτοῦ. τουτονὶ τοῖς προκειμένοις οἶμαι δεῖν ἐφαρμόσαι τὸν νοῦν.

Ἀλλὰ τὸ πικρὸν ἡμῖν ἴσως ἐφαλεῖται θηρίον, τὸν χριστομάχον δὲ δηλονότι, φημὶ Ἀρειανόν· καταβοήσει δὲ ὡς εἰκὸς, καὶ λέγων ἀφίξεται “Ἐξ οὐρίας, ὦ οὗτος, ἰόντα τὸν λόγον, “τί βιάζῃ πάλιν ἐπὶ τὸ σοὶ μόνῳ δοκοῦν ἀντωθεῖν ἐπειγό- “μενος, καὶ τὴν τῆς ἀληθείας παρακλέπτων δύναμιν οὐκ “ἐρυθριᾷς; ἰδοὺ σαφῶς ὁ Υἱὸς οὐδὲν ἐξ ἑαυτοῦ διισχυρί- “ζεται δρᾶν, ἀλλ᾽ ὅπερ ἂν μάθοι παρὰ Θεοῦ καὶ Πατρὸς, “τοῦτο καὶ λαλεῖν, οὕτως οἶδεν ἐν ἀμείνοσιν ὄντα τὸν ἑαυτοῦ “Πατέρα ἢ ἐν οἷς ἐστιν αὐτός.„ Τί οὖν ὦ βέλτιστε; πάλιν ὁ τοιοῦτος ἀντακούσεται, ἰσχὺν ἆρα καὶ σύνεσιν χορηγεῖται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς ἵνα καὶ δύνηταί τι δρᾶν καὶ λαλεῖν ἀνεγκλήτως; πῶς οὖν ἔτι Θεὸς κατὰ φύσιν, ὁ παρ᾽ ἑτέρου τὸ δύνασθαι καὶ φρονεῖν δανειζόμενος, καθάπερ οὖν ἔχει καὶ τῶν κτισμάτων ἡ φύσις; τοῖς γὰρ ἐξ οὐκ ὄντων λαχοῦσι τὴν γένεσιν, πᾶν ὅπερ ἂν γένοιτο προσὸν, τοῦτο δὴ πάντως ἐστὶ καὶ θεόσδοτον. ἀλλ᾽ οὐχ οὕτως ἐν Υἱῷ· Θεὸν γὰρ ἀληθινὸν ἡ θεία τε οἶδε καὶ κηρύττει γραφή. δεῖν γε οἶμαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ πάντα τελείως προσεῖναι τὰ ἀγαθά· τὸ δὲ τελείως οὐκ ἔχον κατά τι γοῦν ὅλως τῶν ὀφειλόντων θαυμάζεσθαι, πῶς ἂν εἴη κατὰ φύσιν Θεός; ὅνπερ γὰρ τρόπον τὸ ἄφθαρτον καὶ ἀθάνατον προσεῖναι δεῖ πάντως αὐτῷ φυσικῶς, καὶ οὐκ ἔξωθεν, οὐδὲ ἐπακτῶς, οὕτω καὶ τὸ ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς παντέλειον καὶ ἀπροσδεές.

εἰ δὲ κατὰ τὸν σὸν, ὦ οὗτος, ἀνόσιόν τε καὶ ἀμαθῆ λογισμὸν ἀτελής ἐστιν ὁ Υἱὸς κατά τε τὸ δύνασθαι δρᾶν τὰ θεοπρεπῆ καὶ τὸ δεόντως λαλεῖν, ἔστι δὲ δύναμις καὶ σοφία τοῦ Πατρὸς, κατὰ τὴν θείαν γραφὴν, τῷ Πατρὶ μᾶλλον ἁρμόσει καὶ οὐκ αὐτῷ τοσοῦτον τὸ κατηγόρημα. οὕτω γὰρ ταῦτα διαλαβὼν, οὐκ ἔτι τέλειον ὑπάρχειν ἐρεῖς ἐν δυνάμει τὸν Θεὸν καὶ Πατέρα, ἀλλ᾽ οὐδὲ τελείως σοφόν. ὁρᾷς οὖν ὅποι κατολισθαίνει πάλιν τῆς σῆς ἀμαθίας τὸ θράσος. θαυμάζω δὲ ὅπως κἀκεῖνο τὴν σὴν παρατρέχει διάνοιαν. κατὰ τίνα τρόπον, λέγε μοι, πάλιν ὁ Θεὸς καὶ Πατὴρ τῇ ἰδίᾳ δυνάμει χορηγήσει τὸ δύνασθαι, ἢ πῶς ἂν τὴν ἑαυτοῦ σοφίαν σοφωτέραν ἐργάσαιτο; ἢ γὰρ ἀνάγκη λέγειν ὡς ἐπί τι μεῖζον ἄνεισιν ἀεὶ, καὶ προκόπτει κατὰ βραχὺ πρὸς τὸ δύνασθαί τι καὶ πλέον τῆς ἐνούσης ἰσχύος αὐτῷ· ὅπερ ἐστὶν εὔηθές τε καὶ ἀδύνατον παντελῶς· ἢ δυσσεβοῦντας ὑπολαμβάνειν παρ᾽ ἑτέρου νευροῦσθαι μᾶλλον αὐτόν. πῶς ἂν ἔτι καὶ τῶν δυνάμεων ὀνομάζοιτο Κύριος ὁ Υἱὸς, ἢ πῶς ἂν ἔτι νοοῖτο σοφία καὶ δύναμις, δυναμούμενος καθ᾽ ὑμᾶς καὶ σοφούμενος παρ᾽ ἑτέρου; ἄπαγε τῆς δυσφημίας, καὶ τῆς τῶν λογισμῶν ἀτοπίας. ἢ γὰρ δότε σαφῶς ὑπάρχειν ποίημα τὸν Υἱὸν, ἵνα πᾶσαν ἔχητε καταβοῶσαν ὑμῶν τὴν θεόπνευστον γραφὴν, ἤγουν εἰ πιστεύετε κατὰ φύσιν εἶναι Θεὸν, δότε δὴ δότε τελείως ἔχειν αὐτῷ τὰ τῆς θεότητος ἴδια.

ἴδιον δὲ τῆς κατὰ φύσιν ἰδιότητος τὸ μήτε περὶ μηδὲν ἀσθενεῖν, μήτε μὴν τῆς ἀνωτάτω σοφίας ἀπολιμπάνεσθαι, μᾶλλον δὲ αὐτὸ κατὰ φύσιν εἶναι σοφίαν καὶ δύναμιν· ἐν δὲ τῇ σοφίᾳ διδακτῶς οὐδέν· ἀλλ᾽ οὐδ᾽ ἂν ἐν τῇ πρώτῃ τε καὶ ἀληθῶς νοουμένῃ δυνάμει τὸ δύνασθαί ποτε θεωρήσαιμεν ἐπακτόν.

Ἵνα δὲ καὶ αὐτὴν ἐξετάζοντες τῶν πραγμάτων τὴν φύσιν, τὰ εἰρημένα παρὰ Χριστοῦ βασανίσωμεν ἀκριβέστερον, καὶ τόδε τοῖς εἰρημένοις ἐποίσομεν. τί τοσοῦτον εἴργασται γεγονὼς ἄνθρωπος ὁ Μονογενὴς, ὃ τὴν ἐνοῦσαν αὐτῷ πλεονεκτήσει δύναμιν; εἰκὸς γὰρ δήπου φάναι τινὰς τότε γὰρ ἠνύσθαι πρεπόντως εἰπεῖν, ἅτε δὴ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ δύνασθαι δανεισάμενον Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ὅτι δαιμόνιον ἤλασεν, ὅτι τῶν ἀῤῥωστημάτων ἀφῆκε τὸν παράλυτον, ὅτι λεπρὸν τοῦ πάθους ἀπήλλαξεν, ὅτι τυφλοῖς δέδωκεν ὁρᾶν, ὅτι πληθὺν ἀνθρώπων οὐκ εὐαρίθμητον πέντε κατεκόρεσεν ἄρτοις, ὅτι θάλασσαν ἀγριαίνουσαν κατεκοίμισε λόγῳ, ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν· ἆρα καὶ ἀμείνω τῆς ἐνούσης ἰσχύος αὐτῷ τὴν ἐν τοῖς τοιούτοις ἐροῦμεν ἐπίδειξιν; εἶτα πῶς εἰπέ μοι τὸν οὕτω μέγαν ἔστησεν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, πῶς ἐθεμελίωσε τὴν γῆν, πῶς δὲ ἡλίου καὶ σελήνης καὶ τῶν ἐν τῷ στερεώματι γέγονεν ἐργάτης; πῶς δὲ ἔκτισεν ἀγγέλους καὶ ἀρχαγγέλους, θρόνους καὶ κυριότητας, καὶ πρὸς τούτοις ἔτι τὰ Σεραφίμ; ὁ δὲ ἐν τοῖς οὕτω μεγάλοις καὶ ὑπερφυέσιν, οὔτε δυνάμεως οὔτε μὴν σοφίας τῆς παρ᾽ ἑτέρου δεηθεὶς, πῶς ἂν ἠτόνησεν ἐν τοῖς οὕτω μικροῖς, ἢ πῶς ἂν ἐδεήθη τοῦ διδάσκειν ὀφείλοντος, ἃ χρῆν λαλῆσαι πρὸς Ἰουδαίους, ὁ καὶ διὰ τῶν ἁγίων προφητῶν ὡς σοφία δοξολογούμενος;

ἀκούω γάρ τινος λέγοντος “Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ ”αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην τῇ σοφίᾳ αὐτοῦ, καὶ “ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν,” πρὸς δέ γε τοῦτο καὶ ὁ θεσπέσιος Δανιήλ φησιν “Εἴη τὸ ὄνομα τοῦ ”Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας, ὅτι ἡ σοφία καὶ ἡ “σύνεσις καὶ ἡ ἰσχὺς αὐτοῦ ἐστιν.” εἰ δὲ αὐτοῦ, κατὰ τὸν τοῦ προφήτου λόγον, καὶ ἡ ἰσχὺς καὶ ἡ σοφία ἐστὶ, τίς ἔτι λοιπὸν τῆς τῶν ἑτεροδόξων ἀνέξεται γλωσσαργίας, παρ᾽ ἑτέρου καὶ δύναμιν καὶ σοφίαν χορηγεῖσθαι λεγόντων τὴν σοφίαν καὶ δύναμιν εἶναι τοῦ Πατρός; “Ἀλλ᾽ εἰ μὲν τινά, φησιν, ἐλέγομεν ἕτερον ᾖ τὸ λεῖπον “εἰς δύναμιν ἐπιχορηγεῖν τῷ Υἱῷ, ἤγουν διδάσκειν αὐτὸν, “εὐλόγως ἂν τοῖς παρ᾽ ἡμῶν ἐπεσκήψατε λόγοις, ὡς ὑβρι- “ζομένῳ συνηγορεῖν ἐγνωκότες αὐτῷ· ἐπειδὴ δὲ τὸν Θεὸν “καὶ Πατέρα ταῦτα διδόναι φαμὲν, ποία λοιπὸν ἐντεῦθεν “ὑμῖν ἡ τῆς λύπης ἀναφανεῖσα πρόφασις;” Οὐκοῦν εἰ μηδὲν ἀδικήσειν οἴεσθε τὸν Υἱὸν εἰς τὸ εἶναι κατὰ φύσιν ἀνόμοιον τῷ γεννήσαντι, κἂν χορηγεῖσθαί τι λέγεται παρ᾽ αὐτοῦ, τῶν νέων, ὦ ἄνθρωπε, διαμέμνησο λόγων, καὶ ἀναπείθου διὰ τούτου μὴ σκανδαλίζεσθαι· δίδου δὲ αὐτῷ τὸ ἐν ἴσοις ὑπάρχειν κατὰ πάντα τῷ ἰδίῳ γεννήτορι, καὶ κατὰ μηδένα παντελῶς ἡττᾶσθαι τρόπον ἢ λόγον.

εἰ δέ σε τοῦτο τῶν τῆς ὀρθότητος ἐξέλκει λογισμῶν, καὶ φρονεῖν ἃ μὴ θέμις ἀναπείθει περὶ αὐτοῦ, τί μάτην ἡμᾶς τοῖς οὕτω σαθροῖς κατασοφίζεσθαι λόγοις ἐπιχειρεῖς; διοίσει γὰρ ὅλως οὐδὲν κἂν αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ, κἂν ἕτερός τις παρ᾽ ἐκεῖνον διδόναι τι λέγεται τῷ Υἱῷ. ἐπὶ γὰρ τῷ τι λαβεῖν ἅπαξ κατηγορούμενος, ποίαν ἂν ἔχῃ τὴν ὄνησιν, κἂν λίαν ὑπάρχοι περιφανὲς τοῦ διδόντος τὸ πρόσωπον; τί γὰρ εἰπέ μοι διοίσει τῷ τὸ πλήττεσθαι παραιτουμένῳ τὸ ξυλίνῃ τυχὸν ἤγουν διαχρύσῳ παίεσθαι ῥάβδῳ; οὐ γὰρ τὸ τοιῶσδε παθεῖν, ἀλλὰ τὸ μηδαμῶς παθεῖν ἀγαθόν. ἐλεγχομένου τοιγαροῦν τοῦ Υἱοῦ, δυνάμεώς τε καὶ σοφίας ἐπιδεοῦς, ὅταν φαίνηταί τι παρ᾽ αὐτοῦ λαβὼν, καὶ ἐν τούτοις σύμπαν ἔχοντος ἤδη τὸ κατηγόρημα, πῶς οὐκ εὔηθες κομιδῇ λόγοις ἡμᾶς ἑώλοις κατακροτεῖν τοὺς ἀκροωμένους, καὶ τοῖς ἐξ ἀπάτης εὑρήμασι περιπλάττειν τὸ ἔγκλημα διὰ τοῦ δεῖν οἴεσθαι τῶν μὲν ἄλλων οὐδένα, μόνον δὲ τὸν Πατέρα καταδέχεσθαι χορηγόν; θαυμάζω δὲ ὅπως, καίτοι δοκοῦντας εἶναι σοφοὺς, καὶ λόγοις τοῖς ἔξωθεν οὐ μετρίως ἐξησκημένους πρὸς τὸ δύνασθαι διενθυμεῖσθαι πικρὰ, κἀκεῖνο διέλαθεν, ὅτι τὸν τοῦ Θεοῦ καὶ Πατρὸς κατασμικρύνοντες χαρακτῆρα, τουτέστι, τὸν Υἱὸν, οὐκ αὐτοῦ τοσοῦτον, ὅσον ἐκείνου κατηγορεῖν ἐγνώκατε, οὗ καὶ ἔστι χαρακτὴρ, οὕτως ἔχειν ἐξ ἀνάγκης ὀφείλοντος ὡς ἂν ἐν Υἱῷ διαφαίνηται. “

Ἀλλ᾽ ἐκβιάσεταί σε, φησὶν, ἡ τοῦ Υἱοῦ φωνὴ, πρὸς τὸ “καὶ οὐχ ἑκόντα συναινεῖν οἷς εἰπεῖν οὐκ ἀπηξίωσεν. αὐτὸς “γὰρ οὐδὲν ἐξ ἑαυτοῦ ποιεῖν ὡμολόγηκεν, ἀλλὰ καὶ ἅπερ ἂν “διδάσκοιτο παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ταῦτα λαλεῖν.„ Ἀλλὰ σοὶ μὲν, ὦ γενναῖε, καὶ τὰ καλῶς εἰρημένα δοκούντων ἔχειν οὐκ ὀρθῶς, ἐπείπερ ἠρνήσω τῆς ἀληθείας τὸ φῶς· ἡμεῖς δὲ πάλιν τὴν ἑαυτῶν βαδιούμεθα ὁδὸν, καὶ τὰ συνήθη καὶ φιλὰ φρονήσομεν περὶ τοῦ Μονογενοῦς μετὰ τῆς πρεπούσης ἡμῖν εὐσεβείας τοῖς προκειμένοις προσβάλλοντες. εἰ μὲν γὰρ εἴρηκεν ὁ Μονογενής Οὐδὲν ἀπ᾽ ἐμαυτοῦ ποιῶ, λαμβάνων δὲ τὸ δύνασθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τερατουργῶ καὶ θαυμάζομαι, ἦν μέν τις καὶ οὕτω λόγος οὐδὲν ὅλως ὀφείλοντα διὰ τοῦτο κατηγορεῖσθαι δεικνύων αὐτὸν, πλὴν ἔδοξέ πως ἂν εὐπροσωπότερον ἡμῖν ἀντιπράττειν ὁ δι᾽ ἐναντίας. ἐπειδὴ δὲ ἁπλῶς καὶ ἀπολύτως ἐπενεχθέντος οὐδενός Οὐδὲν ἀπ᾽ ἐμαυτοῦ ποιῶ φησιν, οὐ πάντως ἐροῦμεν αὐτὸν ὡς κατά τι γοῦν ἀσθενῆ τὴν ἰδίαν καταιτιᾶσθαι φύσιν, ἀλλ᾽ ἕτερόν τι σημαίνειν ἀληθὲς καὶ ἀκατηγόρητον.

ἵνα γὰρ ἐπ᾽ ἄνθρωπον μετασχηματίζοντες τοῦ λόγου τὴν δύναμιν, ἴδωμεν ἀκριβῶς, ὅ φησιν· ἔστωσαν δύο τινὲς ἄνδρες τυχὸν τὴν αὐτὴν δηλονότι λαχόντες φύσιν, ἰσοσθενεῖς τε ἀλλήλοις καὶ ὁμογνώμονες, εἶτα λεγέτω ὁ εἷς ἐξ αὐτῶν Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ· ἆρα ὡς ἀσθενὴς, ἢ καὶ δρᾶν ὅλως οὐδὲν ἀφ᾽ ἑαυτοῦ δυνάμενος τὸ τοιοῦτον φήσειεν ἂν, ἢ ὡς ἔχων ἐφ᾽ ἅπασι συνευδοκητὴν καὶ ὁμογνώμονα τὸν ἕτερον καὶ συνεζευγμένον αὐτῷ; οὕτω μοι νόει καὶ ἐφ᾽ Υἱοῦ, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο πολύ. ἐπειδὴ γὰρ ἐργαζομένῳ τὰ παράδοξα παραλόγως ἐπεπήδων Ἰουδαῖοι, ἄνω τε καὶ κάτω τὴν τοῦ σαββάτου λύσιν ἐπαιτιώμενοι, καὶ παρανομίαν ἐγκαλοῦντες αὐτῷ, λοιπὸν ἐφ᾽ ἅπασιν ὁμογνωμονοῦντα καὶ συνευδοκητὴν ἐπεδείκνυε τὸν Θεὸν καὶ Πατέρα, τέχνῃ δυσωπῶν τὸν ἀχάλινον τῶν ἀπειθούντων θυμόν. ἦν γὰρ δὴ καὶ εἰκὸς ἀποφρίξαι μὲν ἤδη τινὰς τὸ ἐγκαλεῖν ἐθέλειν αὐτῷ πάντα δρᾶν λέγοντι κατὰ βούλησιν τοῦ Πατρὸς, καὶ τὸ ἴδιον ἐν τῷ ἐκείνου δεικνύοντι θελήματι. τὸ δὲ πάντα κατὰ θέλησιν τοῦ Πατρὸς ἐργάζεσθαι τὸν Υἱὸν, οὐκ ἐλάττονα δείξει καὶ ὑπουργὸν, ἀλλ᾽ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιον. ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, καὶ ἡ ζῶσα βουλὴ, οὐχ ἕτερόν τι ποιεῖν ὁμολογεῖ παρ᾽ ὅπερ ἂν βούληται τυχὸν ὁ Πατὴρ, οὗ καὶ ἔστι καὶ σοφία καὶ βουλὴ, ἐπεὶ καὶ σύνεσις ἡ ἐν ἡμῖν οὐκ ἀφ᾽ ἑαυτῆς τι ποιεῖ, σύμπαν δὲ τὸ ἡμῖν δοκοῦν ἀποπληροῖ.

καὶ μικρὸν μὲν ὡς πρὸς ἐκεῖνο τὸ παράδειγμα, πλὴν ἔχον εἰκόνα τῆς ἀληθείας οὐκ ἀμυδράν. καὶ ὥσπερ ἡ σύνεσις ἡ ἐν ἡμῖν οὐχ ἕτερον εἶναι παρ᾽ ἡμᾶς τι λελόγισται· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, οὐχ ἕτερόν τι παρ᾽ αὐτόν ἐστιν ὅσον εἰς οὐσίας ταυτότητα λέγω, καὶ φύσεως ἀπαράλλακτον ὁμοιότητα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς ἰδιοσυστάτως.

Ἐπειδὴ δὲ πρὸς τοῦτό φησιν ὅτι Καθὼς ἐδίδαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ, νομιζέτω μηδεὶς μαθήσεως ὅλως τῆς κατά τι γοῦν ἐπιδεᾶ καθεστάναι τὸν Υἱόν· πολλὴ γὰρ ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία· σημαίνει δέ τι τοιοῦτον ἡ τοῦ λόγου δύναμις. Ἰουδαῖοι μὲν γὰρ οἱ συνιέναι τῶν ἀγαθῶν τι οὐκ ἰσχύοντες, οὐ μόνον ἐφ᾽ οἷς εἰργάζετο παραδόξως ἐσκανδαλίζοντο, ἀλλὰ καὶ ὅτε τι τῶν θεοπρεπῶν ῥημάτων ἐφθέγγετο τοῦτο παθόντας ἴδοι τις ἄν· καὶ γοῦν λέγοντός τε καὶ ἀληθεύοντος Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, διεπρίοντό τε καὶ τὰ πάνδεινα χρῆναι τολμᾶν διεσκέπτοντο. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα μάτην αὐτοὺς ἐπὶ τούτῳ λελυττηκότας ἐλέγξῃ, τοὺς ἑαυτοῦ λόγους τοῦ Θεοῦ καὶ Πατρὸς εἶναί φησιν, ἀνθρωπινώτερον μὲν τό Ἐδίδαξεν εἰπών. πλὴν οὐκ ἔξω θεωρίας λεπτῆς τὴν ἀπὸ τῆς λέξεως εὑρήσομεν δύναμιν· καὶ εἰ μὴ δέχοιτο τυχὸν ὁ τῆς ἀληθείας ἐχθρὸς τὰ ἀνθρώπινα, μάλιστα μὲν ἀδικεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον. ἐταπείνωσε γὰρ ἑαυτὸν ὁ Μονογενὴς ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο πολλάκις λαλῶν ὡς ἄνθρωπος. πλὴν ἴστω πάλιν ὡς οὐδὲν ἀδικήσει τὸν Υἱὸν εἰς ἀξίωμα τὸ θεοπρεπὲς τὸ εἰπεῖν Καθὼς ἐδίδαξέ με ὁ Πατὴρ οὕτω λαλῶ· πανταχόθεν γὰρ ὑγιῶς ἔχοντα καὶ καλῶς καὶ τοῦτον αὐτοῦ τὸν λόγον ἐπιδείξομεν.

ἀποκρινάσθω δὲ ἡμῖν διερωτῶσιν ἐκεῖνος τῶν τῆς εὐσεβείας δογμάτων ὁ κατήγορος Τίς εἰπέ μοι τὸ βρέφος τὸ ἀρτιγενὲς τῇ ἀνθρωπείᾳ διδάσκει κεχρῆσθαι φωνῇ; διὰ τί μὴ βρυχᾶται κατὰ τὸν λέοντα, ἤγουν ἕτερόν τι τῶν ἀλόγων ζῴων ἀπομιμεῖταί ποτε; ἀλλ᾽ ἔδει δήπου πάντως, καὶ ἐπ᾽ ἐκεῖνο δραμεῖται τὸ κοινὸν καὶ πᾶσι κατειθισμένον· ἡ φύσις διδάσκαλος πρὸς τὴν τοῦ σπείροντος ἰδιότητα τὸ ἐξ αὐτοῦ διαπλάττουσα. ἔστιν οὖν ἄρα μαθεῖν ἀδιδάκτως παρὰ τῆς φύσεως, ὅλης, ἵν᾽ οὕτως εἴπω, τῆς τοῦ σπείροντος ἰδιότητος ἐντεθείσης τῷ γεννήματι. οὕτω τοιγαροῦν καὶ αὐτὸς ὁ Μονογενὴς μαθεῖν παρὰ τοῦ Πατρὸς καὶ ἐν τούτοις διισχυρίσατο.

ὅπερ γάρ ἐστιν ἡμῖν ἡ φύσις, τοῦτο δὴ πάντως αὐτῷ νοοῖτ᾽ ἂν εἰκότως ὁ Θεὸς καὶ Πατὴρ, καὶ ὥσπερ ἡμεῖς, ἐπείπερ ἄνθρωποι καὶ ἐξ ἀνθρώπων ἐσμὲν, ἀδιδάκτως μανθάνοντες παρὰ τῆς φύσεως λαλοῦμεν ἀνθρωποπρεπῶς, οὕτω καὶ αὐτὸς, ἐπείπερ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἔμαθεν ὥσπερ ἀπὸ τῆς ἰδίας φύσεως λαλεῖν, ὡς Θεὸς, καὶ τὰ πρέποντα Θεῷ διαλέγεσθαι, ὅπερ ἐστίν Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὃ γὰρ οἶδεν ἑαυτὸν ὄντα διὰ τὸ ἐξ οὗπέρ ἐστι Πατήρ· φῶς ἐστι γὰρ ἐκ φωτός· τοῦτο μαθεῖν ἔφη παρ᾽ αὐτοῦ, ἀδίδακτόν τινα μάθησιν τῶν θεοπρεπῶν ἔργων τε καὶ λόγων ἐκ τῆς τοῦ γεννήσαντος ἰδιότητος ἔχων καὶ φύσεως, ὥσπερ ἀναγκαίοις θεσμοῖς εἰς ταυτοβουλίαν τὴν ἐφ᾽ ἅπασι καὶ ταυτολογίαν ἀναβαίνων τῷ Θεῷ καὶ Πατρί. πῶς γὰρ οὐκ ἔδει τὸ ἐν θελήσει ταὐτὸν, καὶ τὸ ἐν λόγοις ἴσον τε καὶ ὅμοιον ἀναμφιλόγως ἐνυπάρχειν τοῖς, οἵ γε μίαν ἔχουσι τὴν φύσιν; ἐπὶ Θεοῦ δὲ πάντως ὁ λόγος, οὐκ ἐφ᾽ ἡμῶν· ἡμᾶς μὲν γὰρ καὶ ἠθῶν παρατροπαὶ, καὶ θελημάτων διαφοραὶ, καὶ παθῶν πλεονεξίαι τῶν τοῦ πρέποντος ἐξέλκουσιν ὅρων· ἡ δὲ θεία τε καὶ ἀπερινόητος φύσις, ὡσαύτως ἔχουσα διὰ παντὸς καὶ ἐν τοῖς ἰδίοις ἀγαθοῖς ἀκλονήτως ἐρηρεισμένη, ποίαν ἔχοι τὴν ἐφ᾽ ἕτερόν τι παρατροπήν· ἢ πῶς οὐχὶ πάντως δραμεῖται κατ᾽ εὐθὺ τοῦ ἰδίου σκοποῦ, καὶ τὰ ἑαυτῇ πρέποντα καὶ λαλήσει καὶ ἐξεργάσεται;

τῆς αὐτῆς οὖν οὐσίας ὑπάρχων ὁ Μονογενὴς πρὸς τὸν ἑαυτοῦ γεννήτορα, καὶ τοῖς τῆς μιᾶς θεότητος ἀξιώμασι διαπρέπων, πάντως δήπου καὶ ἀναγκαίως ἐργάσεται μὲν ἅπερ ἂν ἐργάσαιτο καὶ αὐτὸς ὁ Πατήρ· τοῦτο γάρ ἐστι τὸ ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν· λαλήσει δὲ πάντως τὰ τοῦ γεννήσαντος, οὐχ ὡς ὑπουργὸς ἢ κεκελευσμένος ἢ ὡς μαθητὴς, ἀλλ᾽ ὡς φύσεως ἰδίας ἔχων καρπὸν, τὸ καὶ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς χρῆσθαι λόγοις. ἐν τούτῳ γὰρ διαφαίνεται σαφῶς καὶ λοιδορίας ἁπάσης ἀμοιροῦν τὸ μὴ λέγεσθαί τι παρ᾽ αὐτοῦ. <Καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστι· καὶ οὐκ ἀφῆκέ με μόνον.> Ἐν τούτῳ δείκνυσιν ἐναργῶς ὅτι τὴν τοῦ Θεοῦ καὶ Πατρὸς διερμηνεύει βουλὴν, οὐκ αὐτὸς ἔχων ἑτέραν παρὰ τὴν ἐν ἐκείνῳ· πόθεν; αὐτὸς γάρ ἐστιν ἡ ζῶσα καὶ ἐνυπόστατος βουλή τε καὶ θέλησις τοῦ γεννήσαντος αὐτὸν, κατὰ τὸ ἐν βίβλῳ ψαλμῶν εἰρημένον ὑπό τινος τῶν ἁγίων “Ἐν ”τῇ βουλῇ σου ὡδήγησάς με,” καὶ πάλιν “Κύριε, ἐν τῷ ”θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν,” πάντα γὰρ ἐν Χριστῷ τὰ ἀγαθὰ τοῖς ἀγαπῶσιν αὐτόν· ἀλλ᾽ ὡς εἰς γνῶσιν ἐκφέρων τὴν ἡμετέραν τὰ ἐν τῷ Θεῷ καὶ Πατρί.

ὅνπερ γὰρ τρόπον τὰ ἐν τῷ βάθει τῆς ἡμετέρας διανοίας ὁ προφορικὸς ἡμῶν οὗτος καὶ διὰ γλώσσης προχεόμενος σαφηνίζει λόγος, καὶ τὴν ἐν τῷ νῷ θέλησιν τὴν ἐπί τισι δηλονότι φημὶ, καθάπερ τι μάθημα λαβὼν, καὶ ἐξ αὐτῆς ἐπὶ τὸ τοιῶσδε τυχὸν λαλεῖν ὁρμώμενος· οὕτω πάλιν εὐσεβοῦντες ὑποτοπήσωμεν τὴν τοῦ παραδείγματος δύναμιν ἀναβαίνοντα τὸν Υἱὸν, ἐπείπερ ἐστὶν αὐτὸς καὶ Λόγος καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ ἐν αὐτῷ διαλέγεσθαι. καὶ ἐπείπερ ἐστὶν οὐκ ἀνυπόστατος ὥσπερ ὁ ἀνθρώπινος, ἀλλ᾽ ἐνούσιός τε καὶ ζῶν ὡς ἰδίαν ἔχων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς τὴν ὕπαρξιν, οὐκ εἶναι μόνος ἐνθάδε φησὶν, εἶναι δὲ μετ᾽ αὐτοῦ καὶ τὸν πέμψαντα αὐτόν. ὅταν δὲ λέγῃ τό Μετ᾽ ἐμοῦ, σημαίνει τι πάλιν θεοπρεπές τε καὶ μυστικόν· οὐ γὰρ δήπου νομιοῦμεν ἐκεῖνο λέγειν αὐτὸν, ὅτι ὥσπερ ἂν εἴη τυχὸν μετὰ προφήτου Θεὸς, συνασπίζων δηλονότι τῇ οἰκείᾳ δυνάμει, καὶ ταῖς εὐμενείαις ἐπικουρῶν ἤτοι ταῖς διὰ τοῦ Πνεύματος ἐλλάμψεσιν εἰς προφητείαν ἐγείρων, οὕτω καὶ μετ᾽ αὐτοῦ τὸν γεννήσαντα· ἀλλὰ καὶ ἐν τούτοις τίθησι τό Μετ᾽ ἐμοῦ καθ᾽ ἕτερον τρόπον· εἰς τὴν αὐτὴν γάρ μοι φύσιν ἐστὶν ὁ πέμψας μέ φησι, Θεὸς δηλονότι καὶ Πατήρ.

Κατὰ τόδε νοήσεις τὸ σχῆμα καὶ τὸ ἐν τῷ προφήτῃ κείμενον Ἡσαΐᾳ περὶ Χριστοῦ “Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ”ὅτι μεθ᾽ ἡμῶν ὁ Θεὸς,” ἁρμόσει μὲν γὰρ ὁ ἐπὶ τούτῳ λόγος καὶ ἐπ᾽ αὐτῷ τὴν τοῦ σώζεσθαι πεποιημένοις ἐλπίδα· φασὶ δὲ ὅμως καὶ οὗτοι τό Μεθ᾽ ἡμῶν ὁ Θεὸς, οὐχ ὥσπερ ἂν εἴ τις ὑπονοήσαι τυχὸν, ὅτι συνεργὸς μὲν γὰρ καὶ συμπαραστάτης ἔσται Θεὸς, ἀλλ᾽ ὅτι μεθ᾽ ἡμῶν, τουτέστιν, ἐξ ἡμῶν. ἄνθρωπος μὲν γὰρ γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἐν τούτῳ πάντες διασεσώσμεθα, καὶ διεῤῥήξαμεν τὰ τοῦ θανάτου δεσμὰ, καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἀπεδυσάμεθα φθορὰν, ἐπείπερ καταβέβηκεν εἰς ἡμᾶς, καὶ μεθ᾽ ἡμῶν γέγονεν ὁ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχων Θεὸς Λόγος. ὥσπερ οὖν ἐν τούτῳ νοοῦμεν τὸ μεθ᾽ ἡμῶν ὁ Θεὸς, ἀντὶ τοῦ εἰς τὴν αὐτὴν ἡμῖν γέγονε φύσιν ὁ ἐκ Θεοῦ καὶ Πατρὸς Λόγος, οὕτω κἀνθάδε τὴν ἴσην τοῖς θεωρήμασιν ἀναλογίαν ἀποσώζοντες ὅταν λέγῃ Χριστός Ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστι καὶ οὐκ ἀφῆκέ με μόνον, ἐκδεξόμεθα σαφῶς ἐκεῖνο σημαίνοντα μυστικῶς, ὅτι, καθάπερ ἤδη προείπομεν, εἰς τὴν αὐτήν μοι φύσιν ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, καὶ οὐκ ἀφῆκέ με μόνον. καὶ γὰρ ἦν ὄντως ἀμήχανον, μὴ οὐχὶ πάντως ἔχειν μετ᾽ ἐμαυτοῦ τὸν ἐξ οὗ γεγέννημαι Θεὸν καὶ Πατέρα.

Καὶ ἴσως ἐρεῖ τις καὶ διερωτήσει φιλομαθέστερον Διὰ ποίαν αἰτίαν αὐτὸς τὰ τοιαῦτά φησιν ὁ Σωτὴρ, ἢ τί τὸ πεπεικὸς ἐπὶ ταύτην αὐτὸν ἰέναι τὴν ἐξήγησιν; Πρὸς δὴ τὰ τοιαῦτα καὶ ἡμεῖς ἀπολογησόμεθα, χρησίμως καὶ ἀναγκαίως ἐπιδεικνύντες αὐτὸν τοῖς ἤδη προειρημένοις ἐπιτιθέντα καὶ τοῦτο. ἐπειδὴ γὰρ εἴρηκεν ὅτι “καθὼς ἐδί- ”δαξέ με ὁ Πατὴρ ταῦτα λαλῶ,” ἀναγκαίως ἤδη συνόντα τε καὶ ὁμοούσιον ἑαυτῷ δεικνύει τὸν Πατέρα, ἵνα πιστεύηται λοιπὸν τὰ ἐκείνου λαλῶν ὡς Θεὸς τὰ ἐκ Θεοῦ, καὶ ἀπὸ τῆς φυσικῆς τοῦ γεννήσαντος ἰδιότητος ἐπὶ τὸ λέγειν τὰ θεοπρεπῆ παρορμώμενος, καθαπεροῦν τὰ ἀνθρώπων τέκνα μάθησίν τινα παρὰ τῆς φύσεως ἀδίδακτον ἔχοντα, καθάπερ ἐν τοῖς ἀνωτέρω προειρήκαμεν, οἶδεν ἀληθῶς τὰ τῆς ἀνθρωπότητος ἴδια. οὐ σκανδαλιστέον τοιγαροῦν, ὅταν τι λέγῃ μαθεῖν παρὰ τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ διὰ ταύτην ἔσται τὴν αἰτίαν ἐλάττων αὐτοῦ, ἀλλ᾽ οὐδὲ ἔκφυλός τις κατ᾽ ἐκείνους εὑρεθήσεται· καὶ λογισμῷ τοιῷδε τὸ πρᾶγμα κατασκεψώμεθα. οὐ γὰρ ἐν τῷ εἰδέναι τι τυχὸν, ἢ μὴ εἰδέναι ὁ τῆς οὐσίας δοκιμάζεται λόγος, ἀλλ᾽ ἐν τῷ τί ἕκαστον κατὰ φύσιν ἐστίν· οἷον φέρε εἰπεῖν Παῦλος ὑποκείσθω καὶ Σιλουανός· καὶ ὁ μὲν Παῦλος ἴστω καὶ πεπαιδεύσθω τελείως τὸ ἐπὶ Χριστῷ μυστήριον· ἔλαττον δέ πως ἢ κατὰ τὸν Παῦλον ὁ Σιλουανός.

ἆρ᾽ οὖν οὐχ ὅμοιοι κατὰ τὴν φύσιν, ἢ ὑπερέξει κατὰ τὸν οὐσίας λόγον ὁ Παῦλος τὸν Σιλουανὸν, ἐπείπερ ἔγνω μειζόνως ἢ κατ᾽ ἐκεῖνον τοῦ μυστηρίου τὸ βάθος; ἀλλ᾽ οὐδένα ληρεῖν εἰς τοσοῦτον ὑπολαμβάνω, ὡς νομίσαι ποτὲ διηλλάχθαι τὴν φύσιν αὐτοῖς διὰ τὸ ἐν γνώσει μεῖζον ἢ ἔλαττον. ὅτε τοίνυν οὐκ ἐν τῷ τι μαθεῖν ἢ διδάξαι, τὰ τῆς οὐσίας ἀκριβῶς δοκιμάζεται, καθάπερ εἰρήκαμεν, οὐδὲν ἀδικήσει τὸν Υἱὸν εἰς τὸ εἶναι κατὰ φύσιν Θεὸν, ὅταν τι λέγῃ καὶ μαθεῖν παρὰ τοῦ ἰδίου Πατρός. οὐ γὰρ διὰ τοῦτο τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξοιχήσεται, μένει δὲ πάντως ὅπερ ἐστὶ, τουτέστι, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός.

Ἀλλ᾽ ἴσως ἐρεῖς Πῶς οὖν; ἐν γνώσει μείζων ὁ Πατήρ· διὰ γὰρ τοῦτο διδάσκει τὸν Υἱόν. ἐροῦμεν δὲ πάλιν ὅτι μάλιστα μὲν ἤδη διὰ πολλῶν ἀπεδείξαμεν λόγων ὅτι μαθήσεως καὶ διδασκαλίας ἀπροσδεὴς ἡ σοφία τοῦ Πατρὸς, καὶ πολλοὺς ἐπὶ τούτῳ συνείροντες λογισμοὺς, εἰς ἄμετρον δυσφημίαν καταστρέφοντα τὸν λόγον ἐξηλέγχομεν. εἶτά σοι κἀκεῖνο πρὸς τούτοις εἰπεῖν ἀναγκαῖον ἤδη φαίνεται, ὅτι σπουδὴ τῷ Υἱῷ καὶ πολλὴ λίαν ἡ ἐπιτήρησις πρὸς τὸ κολοβοῦν ἀεὶ τὸ ἴδιον ἀξίωμα, καὶ οὐ σφόδρα θεοπρεπῶς διαλέγεσθαι διὰ τὴν τοῦ δούλου μορφὴν, καὶ τὴν ἐντεῦθεν δι᾽ ἡμᾶς ἀναληφθεῖσαν ταπείνωσιν. ποῦ γὰρ καταβέβηκεν, ἢ ἐκ ποίων εἰς οἷα μετέστη λοιπὸν, εἰ μὴ λαλεῖ τι καὶ ὑποβεβηκότως καὶ τῆς θεοπρεποῦς δόξης οὐ λίαν ἐπαξίως; διὰ γάρ τοι τούτων πολλάκις, καὶ ἅπερ οἶδεν ὡς Θεὸς, ἀγνοεῖν ὡς ἄνθρωπος σχηματίζεται. ὄψει δὲ τοῦτο σαφῶς ἐν ἱστορίᾳ τῇ κατὰ τὸν Λάζαρον τὸν ἐκ Βηθανίας φημὶ, ὃν καὶ παραδόξῳ δυνάμει καὶ θεοπρεπεστάτῃ φωνῇ τεθρήμερον ὄντα καὶ ὀδωδότα, λοιπὸν παλινδρομῆσαι πρὸς ζωὴν παρεσκεύασεν· ἀλλ᾽ ὅρα μοι τὴν ἐν τῷ πράγματι πεπλασμένην οἰκονομίαν. εἰδὼς γὰρ ὅτι τέθνηκε Λάζαρος, καὶ τοῦτο προειρηκὼς τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς Θεὸς, ἀνθρωπίνως ἀντεπύθετο “Ποῦ τεθείκατε,” λέγων, αὐτόν. ὦ παραδόξου πράγματος.

ὁ μακράν που τῆς Βηθανίας διαιτώμενος, καὶ οὐκ ἀγνοήσας ὡς Θεὸς, ὅτι τέθνηκε Λάζαρος, πῶς ἐζήτει μαθεῖν τὸ μνημεῖον; ἀλλ᾽ ἐρεῖς ἄριστά γε φρονῶν, ὡς ὑπεπλάττετο τὴν ἐρώτησιν οἰκονομῶν τι χρήσιμον. δέχου τοίνυν κἀν τούτῳ πάλιν οἰκονομικῶς, ἅπερ οἶδεν ὡς Θεὸς, ταῦτα λέγοντα μαθεῖν παρὰ τοῦ Πατρός· παροτρύνεσθαι δὲ οὐκ ἐπιτρέπων μειζόνως τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, καὶ τὸν τῶν ἀμαθεστέρων κολάζων θυμὸν, οὐκ ἄκρατον εἰς αὐτοὺς τὸν θεοπρεπῆ λόγον εἰσφέρει, καίτοι πρέπον οὕτω μᾶλλον αὐτῷ διαλέγεσθαι.

Ἐπειδὴ δὲ ἄνθρωπον ἔτι καὶ ψιλὸν ὑπάρχειν αὐτὸν ὑπενόουν, τοῖς ἀνθρωποπρεπέσι λόγοις κεράσας ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα, μετριώτερόν πως ἢ καθ᾽ ἑαυτὸν οἰκονομικῶς προσλαλεῖ Ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε· δέχου μοι πάλιν κἀν τούτῳ τὴν λύσιν τοῦ δοκοῦντος εἶναι δυσχεροῦς, καὶ περιάθρει σαφῶς διερμηνευόμενον ὀρθῶς τό “Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ.” διὰ γὰρ τοῦτο, φησὶ, μηδὲν ἀπ᾽ ἐμαυτοῦ ποιεῖν διεμαρτυράμην ὑμῖν ἔναγχος προσλαλῶν, ἐπείπερ ἔθος ἐμοὶ καὶ τριβὴ μηδὲν ἀπᾷδον ἐργάζεσθαι τῷ Θεῷ καὶ Πατρὶ, μηδὲ εἰδέναι τι δρᾶν, εἰ μὴ ὅπερ ἀρέσκει τῷ φύσαντι. πρόδηλον οὖν ἄρα λοιπὸν ὡς ἐν τούτῳ καὶ μόνον τὸ μηδὲν ἀφ᾽ ἑαυτοῦ ποιεῖν τὸν Υἱὸν νοηθήσεται, ἐν τῷ τὰ ἀρεστὰ πράττειν ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ, ὡς εἴπερ εἰ μὴ τῶν τοιούτων εἰργάζετο τυχὸν, ἔδρασεν ἄν τι καὶ ἀφ᾽ ἑαυτοῦ, τουτέστι, τὸ παρὰ βούλησιν τοῦ γεννήσαντος. οὐκ ἄρα διὰ τὸ ἡττῆσθαι τῆς πατρῴας ἀρετῆς, οὐδὲ διὰ τὸ μὴ δύνασθαί τι κατορθοῦν ἐξ ἰδίας ἰσχύος, οὐδὲν ἀφ᾽ ἑαυτοῦ ποιεῖν ἐν τούτοις διισχυρίσατο, ἀλλ᾽ ἐπείπερ ἰσογνώμων ἐστὶ καὶ συνεθελητὴς ἀεὶ τῷ γεννήσαντι πρὸς πᾶν ὁτιοῦν, καὶ οὐδὲν μελετήσας κατὰ μόνας ὥσπερ καὶ διῃρημένως ἐπιτελεῖν.

καὶ οὐ δήπου νομιοῦμεν εἰς ἐκτόπους ἐννοίας κατολισθαίνοντες προαιρετικήν τινα καὶ ἑκτικὴν ἀρετὴν ἐνδείκνυσθαι τὸν Υἱὸν ἐν τούτοις, φύσεως δὲ μᾶλλον ἀτρέπτου καρπὸν, οὐκ ἀξιούσης τὸ θεοπρεπὲς ἐν τῷ τι βουλεύεσθαι δρᾶν. ἐπὶ μὲν γὰρ τῶν κτισμάτων ἅτε δὴ καὶ τρέπεσθαι δυναμένων ἐπὶ τὰ χείρω, καὶ μεταβολαῖς ὑπείκειν ταῖς ἐξ ἀμεινόνων ἐπὶ τὰ αἰσχίονα, καρπὸς ἂν εἴη θεοσεβοῦς τε καὶ φιλαρέτου γνώμης τὸ ἀγαθόν. ἐπὶ δέ γε τῆς θείας καὶ τὰ πάντα ὑπερκειμένης οὐσίας οὐχ οὕτως. ἀλλοιώσεως γὰρ καὶ τροπῆς ἁπάσης ἐξῃρημένης, καὶ τόπον οὐκ ἐχούσης οὐδένα, καρπὸς ἔσται λοιπὸν οὐσίας ἀπαραποιήτου τὸ ἀγαθὸν, ὥσπερ οὖν ἀμέλει καὶ ἐν πυρὶ τὸ θερμὸν, ἢ ἐν χιόνι τὸ ψυχρόν· οὐ γὰρ ἐν θελήσει τὸ πῦρ τὴν ἰδίαν ἐνέργειαν ἔχον ὁρᾶται, φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη, ἑτέρως ἔχειν οὐ δυνάμενον, εἰ μὴ ἄρα ποιεῖν τοῖς τοῦ πεποιηκότος ἐκβιάζηται νεύμασιν. οὐκοῦν οὐ καθάπερ ἡμεῖς, ἀλλ᾽ οὐδὲ ἕτερόν τι τῶν λογικῶν κτισμάτων, ἐκ προαιρέσεως τῆς ἐξαιρέτου διακρατούμενος εἰς τὸ δρᾶν ἐπείγεσθαι τὸ ἀρέσκον τι Θεῷ καὶ Πατρὶ τὰ τοιαῦτά φησιν ὁ Μονογενὴς, ἀλλ᾽ ὡς φύσεως ἰδίας θεσμοῖς ἀκολουθῶν, καὶ οὐδὲν ἕτερον εἰδὼς φρονεῖν τε καὶ πράττειν, εἰ μὴ τὰ ἐν θελήσει τοῦ γεννήσαντος αὐτόν. πῶς γὰρ ἂν ὅλως ἡ ὁμοούσιός τε καὶ μία θεότης αὕτη καθ᾽ ἑαυτῆς διχονοήσαι ποτέ;

ἢ πῶς ἂν τὸ μὴ αὐτῇ φίλον ἐργάσαιτο, τινὸς αὐτὴν ἐφ᾽ ἕτερόν τι παρατρέπειν ἰσχύοντος; εἰ γὰρ ὑφέστηκεν ἰδίᾳ καὶ καθ᾽ ἑαυτὸν ὁ Θεὸς καὶ Πατὴρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἀλλ᾽ οὖν εἰς ὁλοτελῆ μερισμὸν ἡ ἁγία καὶ ὁμοούσιος οὐ διασπασθήσεται Τριὰς, εἰς μίαν δὲ μᾶλλον θεότητος φύσιν σύμπαν αὐτῆς ἀναβαίνει τὸ πλήρωμα. πρὸς δέ γε τούτοις κἀκεῖνο περισκεπτέον, ὡς οὐδεὶς ἂν εἰκότως καθέλοι λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ταυτότητος τὸν Υἱόν· ἐπείπερ ποιεῖν τὰ ἀρεστὰ αὐτῷ πάντοτε διισχυρίσατο, ὁμοούσιος δὲ μᾶλλον ὑπάρχων αὐτῷ, καὶ διὰ τούτου γνωσθήσεται καὶ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινός. τίς γὰρ ἂν εἰπέ μοι φρονήσει τὰ Θεοῦ θεοπρεπῶς τε καὶ ἀπαραλλάκτως, εἰ μὴ καὶ αὐτὸς ὑπάρχοι κατὰ φύσιν Θεός; ἢ τίς ἂν ἐπιτελέσαι πάντοτε τὸ ἀρέσκον αὐτῷ, μὴ οὐχὶ τὴν φύσιν ἄβατον ἔχων τοῖς χείροσι, καὶ τὸ ἐξαίρετον τῆς θείας φύσεως ἀξίωμα λαχὼν, τὸ μὴ εἰδέναι φημὶ τὸ ἁμαρτεῖν; περὶ μὲν γὰρ τῶν κτισμάτων εἴρηται “Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παῤῥησιά- ”σεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;” ὅτε καὶ εἰς ἀκροτάτην ὑπερβολὴν ἀνατείνουσα τὸ εἰρημένον ἡ θεία γραφή “Ἄστρα δὲ, φησὶν, οὐ καθαρὰ ἐνώπιον αὐτοῦ.”

ἄγγελοι μὲν γὰρ καίτοι κατὰ πολὺ τῶν καθ᾽ ἡμᾶς διαλλάττοντες, καὶ στάσιν ἔχοντες ἑδραιοτέραν τὴν εἰς ἀρετὴν, οὐ τετηρήκασι “τὴν ἑαυτῶν ἀρχήν·” διὰ γὰρ τὸ κατεσπᾶσθαί τινας ὅλως ἐκεῖθεν καὶ πεσεῖν εἰς ἁμαρτίαν, ὅλη κατηγορεῖται τῶν λογικῶν κτισμάτων ἡ φύσις ὡς ἁμαρτίας δεκτικὴ, καὶ τροπῆς τῆς ἐπὶ τὸ χεῖρον ἀμοιρεῖν οὐκ ἰσχύουσα· ζῷον δὲ τὸ ἐπὶ τῆς γῆς λογικόν τε [καὶ] θεοείκελον, οὐδὲ ἐν μακροῖς ἐξώλισθε χρόνοις, ἀλλ᾽ ἐν πρώτῳ πέπτωκε τῷ Ἀδάμ. οὐκοῦν ἀπείρηται παντελῶς τῇ κτίσει τὸ ἀμετάφορον καὶ ἄτρεπτον, καὶ τὸ ὡσαύτως ἔχειν δύνασθαι φυσικῶς· μόνῳ γὰρ ἁρμόσει τῷ κατὰ ἀλήθειαν ὄντι Θεῷ. τοῦτο δὲ ἐν Υἱῷ διαφαίνεται καλῶς· “ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς ὁ Παῦλός φησιν, ”οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·” Θεὸς οὖν ἄρα καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱὸς τοῦ ἁμαρτάνειν καὶ τρέπεσθαι μὴ εἰδότος, καὶ τὸ πρέπον τῇ ἰδίᾳ φύσει μὴ ἐκτρέχοντός ποτε.

ὅταν οὖν τὰ ἀρεστὰ τῷ Πατρὶ ποιεῖν ὁμολογῇ πάντοτε, σκανδαλιζέσθω μηδεὶς, μηδὲ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ, ὑπάρχειν οἰέσθω τὸν ἐξ αὐτοῦ, φρονείτω δὲ μᾶλλον εὐσεβῶς, ὡς δὲ Θεὸς ἐκ Θεοῦ κατὰ φύσιν εἰς ταυτοβουλίαν καὶ, ἵν᾽ οὕτως εἴπω, ταυτοεργίαν ἀναβαίνει τῷ φύσαντι. <Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.> Τὸ σμικροπρεπὲς ἐν τῷ λόγῳ πολλάκις ἐπιτηδεύοντα τὸν Χριστὸν, διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καὶ μέγα τι τὸ ἐντεῦθεν κατορθοῦν εἰωθότα θαυμάζει πάλιν ἐντεῦθεν ὁ σοφὸς Εὐαγγελιστής· παρὸν γὰρ ὡς Θεῷ τὰ πάντα λαλεῖν, ἐλευθέραν τε καὶ βασιλικὴν ἔχουσαν τὴν ἐφ᾽ ἅπασιν ἐξουσίαν ποιεῖσθαι τὴν διάλεξιν, συμμετριάσας οἰκονομικῶς ἕξει τὸν λόγον, σαγηνεύει μὲν εἰς εὐπείθειαν πολλοὺς, προσεδρεύειν τε λοιπὸν πολλοὺς ὑποπείθει σπουδαιότερον αὐτῷ. οὐκοῦν οὐκ εἰκαῖον τῷ Σωτῆρι τὸ ἐπιτήδευμα, φημὶ δὲ τὸ λαλεῖν τοῖς ὄχλοις ἀνθρωποπρεπέστερον· ἀπεθρασύνοντο γὰρ οὐ μικρῶς, καὶ ἀπεφοίτων εὐκόλως αὐτοῦ τῶν ἀμαθεστέρων τινὲς, ἄνθρωπον βλέποντες, καὶ θεοπρεπῶν ἀκούοντες λόγων.

ἐπειδὴ δὲ ἦν ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος, ἀκατηγόρητον ἔχων ἐπ᾽ ἄμφω τὴν ἐξουσίαν, καὶ ἀνεγκλήτως καθ᾽ ὅνπερ ἂν βούλοιτο τρόπον διαλέγεσθαι δυνάμενος, ταῖς τῶν ἀκροωμένων ἐλαφρίαις εὖ μάλα ποιῶν συνεπλάττετο, τὰ ἀνθρώπῳ πρέποντα πολλάκις περὶ ἑαυτοῦ ποικίλως ἐξηγούμενος, οἷον δέ τι φημὶ τό Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ, καὶ τὰ τούτοις ἀδελφά· συνιέντες γὰρ ὅλως οὐδὲν, ἀβασανίστως δὲ μᾶλλον τοῖς λεγομένοις προσβάλλοντες, ἐπὶ τὸν κοινὸν δὴ τοῦτον καὶ πρόχειρον τοῖς πολλοῖς ἐβάδιζον νοῦν· ᾤοντο δὲ λέγειν αὐτὸν ὅτι Καὶ λαβὼν παρὰ Θεοῦ τὸ δύνασθαι θαυματουργῶ, καὶ ὅτι μετ᾽ ἐμοῦ ἐστιν, ἐπείπερ “αὐτῷ τὰ ἀρεστὰ ”ποιῶ πάντοτε.” Συμφρονοῦσιν οὖν ἄρα τοῖς ἀνοσίοις Ἰουδαίοις οἱ ἐπάρατοι τῆς ἀληθείας ἐχθροὶ καὶ, τοῖς τῆς εὐσεβείας ἀντιπράττοντες δόγμασι, μικρὰ περὶ τοῦ Κυρίου φιλονεικοῦντες βουλεύονται, καὶ τὰ οἰκονομικῶς τε καὶ καλῶς εἰρημένα, πρὸς καθαίρεσιν τῆς ἐνούσης αὐτῷ δόξης τε καὶ ἐξουσίας ἁρπάζοντες, τὸ τῆς ἀληθείας παρακλέπτουσι κάλλος. οὐ γὰρ διαμέμνηνται κατὰ τὸ εἰκὸς Παύλου μὲν λέγοντος, ὅτι χρὴ λογισμοὺς καθαιρεῖν “καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ ”τῆς γνώσεως τοῦ Θεοῦ, αἰχμαλωτίζειν τε πᾶν νόημα εἰς” Χριστὸν καὶ εἰς τὴν ὑπακοὴν αὐτοῦ· ἠγνοήκασι δὲ πάλιν τὸ περὶ τῶν θείων εἰρημένον λογίων δι᾽ ἑνός που τῶν προφητῶν “Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ”ἐπιγνώσεται ταῦτα;”

εἰ μὴ γάρ τις αὐτοῖς πολλὴ λίαν ἐπεπόλαζεν ἀσάφεια, καὶ βαθύ τι καὶ σκοτεινὸν ἐπενήχετο κάλυμμα, τίς ἡ χρεία τοῦ ζητεῖσθαι σοφὸν καὶ συνετὸν, ὃς ἂν εὑρεῖν δύναιτο τὴν τούτων ἐπίγνωσιν;

Ἀλλὰ τούτων μὲν ἅλις πρὸς τὸ παρὸν, ἐροῦμεν δὲ μᾶλλον ἀπὸ τῶν προκειμένων ἑλόντες τι χρήσιμον. ἐπίστευον τὰ τοιαῦτα λέγοντι τῷ Χριστῷ, καθά φησιν ὁ Εὐαγγελιστὴς, οὐ πάντες, ἀλλὰ πολλοί· ἀλλὰ καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ οὐδὲν ἔχων ἐν ὀφθαλμοῖς, ὃ μὴ πάντως ἐστὶ γυμνὸν, εἰδώς τε καὶ λίαν ἀκριβῶς, ὡς οὐχ ἅπαντας ἁρπάσει πρὸς εὐπείθειαν, διεκαρτέρει μακροὺς ἀναλίσκων λόγους τοῖς προσιοῦσιν αὐτῷ, κάλλιστον ἡμῖν ὑπογραμμὸν καὶ διὰ τούτων διδοὺς, καὶ τύπον ἑαυτὸν τοῖς τῆς Ἐκκλησίας διδασκάλοις ἀνατιθείς. εἰ γὰρ καὶ μὴ πάντες ὠφελοῖντο τυχὸν ἕνεκά γε τῆς σφῶν αὐτῶν μοχθηρίας, ἀλλ᾽ ἐπείπερ εἰκὸς ἀπόνασθαί τινας τῆς ἐντεῦθεν σπουδῆς, οὐκ ὀκνητέον περὶ τὴν τῶν συμφερόντων ὑφήγησιν. καταχωννῦντες γὰρ ὥσπερ εἰς ἄκαρπον σιωπὴν τὸ δοθὲν ἡμῖν τάλαντον, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος χάριν, κατ᾽ ἐκεῖνον ἐσόμεθα τὸν πονηρὸν οἰκέτην τὸν ἀνέδην λέγοντα τῷ οἰκείῳ δεσπότῃ “Ἤιδειν ὅτι σκληρὸς ἄνθρωπος εἶ, ”θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρ- “πισας, καὶ φοβηθεὶς κατέχωσα τὸ τάλαντόν σου. ἴδε ”ἔχεις τὸ σόν.” ἀλλ᾽ εἰς οἷον ὁ οὕτω δειλὸς κατέστρεψε τέλος, καὶ ποίαν ἐξῄτησε δίκην, ἔγνω που πάντως ὁ φιλομαθὴς τοῖς εὐαγγελικοῖς οὐχ ἅπαξ περιτυχὼν συγγράμμασιν.

οὐκοῦν ἐκεῖνο διενθυμούμεθα, καὶ σκοπῶμεν ὀρθῶς, ὡς ὄκνου μὲν ἀπηλλάχθαι προσήκει παντὸς, τοῦ πρὸς τὸ χρῆναι διδάσκειν φημὶ, τὸν εἰς τοῦτο προκεχειρισμένον, τρέπεσθαι δὲ πρὸς ὀλιγωρίας οὐδαμῶς, εἰ καὶ μὴ πάντες τοῖς παρ᾽ αὐτοῦ καταπείθωνται λόγοις, χαίροις δὲ μᾶλλον ἐφ᾽ οἷσπερ ἂν ὅλως ἀποκερδαίνοι πονῶν, ἐννοεῖν δὲ καὶ μάλα σωφρόνως ἀκόλουθον τὸ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον “Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ ”δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ ἵνα “γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ τῷ δούλῳ ὡς ὁ ”κύριος αὐτοῦ.” εἰ γὰρ οὐ πάντας ὁ Κύριος πείθει διὰ τὴν τῶν ἀκροωμένων σκαιότητα καὶ σκληροκαρδίαν, τίς ἀσθενοῦντα τὸν παρ᾽ ἡμῶν αἰτιάσεται λόγον, καίτοι προαιρετικὴν ἀπαιτοῦντα καὶ οὐκ ἐξ ἀνάγκης τὴν σύνεσιν;

Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ. Τρόπον ἀπαιτεῖ τοὺς πιστεύσαντας τὸν ἐρηρεισμένον καὶ πεπήγοτα καὶ ἑτοίμως ἔχοντα πρὸς διαμονὴν τοῦ καθάπαξ αἱρεθέντος αὐτοῖς ἀγαθοῦ. τοῦτο δὲ ἦν ἡ πίστις ἡ εἰς αὐτόν. τὸ γὰρ ἐπαμφοτερίζειν ἀνόητόν τε καὶ ἀκερδὲς ἀποφαίνει παντελῶς, ἐπεὶ καὶ “Ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ”ταῖς ὁδοῖς ἑαυτοῦ,” καθὰ γέγραπται. τὸ δὲ ἀπρὶξ ἅπτεσθαι τῶν λυσιτελούντων ἐπείγεσθαι, σοφὸν ὄντως ἐστὶ καὶ ἐπωφελέστατον. ὅσον μὲν οὖν ἧκεν εἰς τὸ νοῆσαι προχείρως, ἐκεῖνό φησιν, ὡς εἴπερ ἂν βούλοιντο τοῖς παρ᾽ αὐτοῦ καταπείθεσθαι λόγοις, τότε δὴ πάντως καὶ αὐτοῦ χρηματιοῦσι μαθηταί. ὅσον δὲ εἰς τὸ συνιέναι τι κεκρυμμένον, ἐκεῖνο δηλοῖ· λέγων γὰρ ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, φαίνεταί πως αὐτοὺς ἀγωγῶς τε καὶ πράως διδαγμάτων ἐξέλκων τῶν Μωυσαϊκῶν, καὶ τῆς μὲν τοῦ γράμματος προσεδρείας ἀφιστὰς, οὐκέτι τε τοῖς ἐν τύπῳ λαληθεῖσί τε καὶ πεπραγμένοις προσκεῖσθαι κελεύων, μᾶλλον δὲ τῷ λόγῳ τῷ παρ᾽ αὐτοῦ, ὅπερ ἐστὶν ἐναργῶς τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα. ἐλάλει γὰρ καὶ πάλιν πρὸς ἡμᾶς διὰ τῶν ἁγίων προφητῶν, ἀλλ᾽ ἦσαν οἱ μεσιτεύοντες, οἱ δι᾽ ὧν δηλονότι τοὺς πρὸς ἡμᾶς ἐποιεῖτο λόγους.

λόγος δὲ κυρίως αὐτοῦ τὸ εὐαγγελικὸν νοηθήσεται κήρυγμα· οὐ γὰρ δι᾽ ἑτέρου πρὸς ἡμᾶς, ἀλλὰ δι᾽ αὐτοῦ γεγονὸς εὑρίσκομεν· διὰ γάρ τοι τοῦτο καὶ ἐνανθρωπήσας φησίν “Αὐτὸς ὁ λαλῶν πάρειμι.” ἐπιμαρτυρήσει δὲ καὶ ὁ Παῦλος λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ “Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς ”λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ ἐσχάτου τῶν “ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.” οὐκοῦν αὐτουργὸς ἡμῖν εἰς διδασκαλίαν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ὁ Υἱός. διά τοι τοῦτο λόγος αὐτοῦ κυρίως ὀνομασθήσεται μάθημα τὸ εὐαγγελικόν.

ἦν μὲν γὰρ ἀκόλουθον γυμνότερόν πως καὶ ἀπημφιεσμένως εἰπεῖν Οἱ τὴν πίστιν τὴν εἰς ἐμὲ παραδεδεγμένοι, καὶ ὀψὲ μὲν, ὅμως δ᾽ οὖν ἐπεγνωκότες τὸν ἄνωθεν ὑμῖν διὰ νόμου καὶ προφητῶν κηρυττόμενον, μηκέτι τοῖς διὰ Μωυσέως προσπέπηχθε τύποις, μηδὲ ταῖς κατὰ τὸν νόμον προσεδρεύειν σκιαῖς ἀναπείθεσθε, μηδὲ ἐν ἐκείνοις ὅλως τὴν τῆς σωτηρίας ὁρίζεσθε δύναμιν, ἀλλ᾽ ἐν μαθήμασιν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς εὐαγγελικοῖς καὶ δι᾽ ἐμοῦ κηρύγμασιν· ἀλλ᾽ ἦν οὐκ ἀπεικὸς, μᾶλλον δὲ ἤδη καὶ ἀνενδοιάστως ἔχον, ὡς ἄρτι καὶ μόλις τὴν πίστιν παραδεξάμενοι, σαλευομένην τε καὶ εὐανάτρεπτον εἰς μετάστασιν ἔχοντες τὴν διάνοιαν, οὐκ ἂν τῶν τοιούτων ἀνέσχοντο λόγων, ἀλλ᾽ οὐκ ἂν διεκαρτέρησαν ὅλως ἑτοίμως ἀεὶ πίπτοντες εἰς ὀργὴν, ὡς ὑβριζομένου δὲ διὰ τούτων τοῦ πανσόφου Μωυσέως, καὶ πεμπομένου πρὸς τὸ μηδὲν διὰ τοῦ καταφρονεῖσθαι δι᾽ αὐτοῦ τὰ τοῖς ἀρχαιοτέροις διωρισμένα, πρὸς τὴν οἰκείαν εὐκόλως ἐτράποντο τόλμαν, καὶ τὸ συναγορεύειν ἐκείνῳ μελετῶντες ἀεὶ, παρ᾽ οὐδὲν ἂν ἐποιήσαντο τὸ πιστεύειν ἔτι βούλεσθαι τῷ Χριστῷ.

οἰκονομικῶς τοιγαροῦν καὶ ἐπεσκιασμένως ἔτι τοῖς ἑαυτοῦ λόγοις ἀντιδιαστέλλων τὰ Μωυσέως, τουτέστιν, ἀντιπαρεξάγων τῷ νόμῳ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ πολὺ λίαν ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων τὰ νέα τιθεὶς παιδεύματα Ἐὰν ὑμεῖς φησι μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μου ἐστέ· οἱ γὰρ ὁλοκλήρῳ διαλάμποντες πίστει, καὶ ἀνενδοιάστως εἰς νοῦν τὸ εὐαγγελικὸν παραδεξάμενοι μάθημα, σκιᾶς τε τῆς κατὰ νόμον οὐ σφόδρα φροντίζοντες, μαθηταὶ κατὰ ἀλήθειάν εἰσι τοῦ Χριστοῦ· οἱ δὲ μὴ τοῦτον αὐτὸν προσιόντες τὸν τρόπον ἑαυτοὺς διαπαίζουσι, τὸ εἶναι μαθηταὶ κατὰ ἀλήθειαν οὐκ ἔχοντες, διά τε τοῦτο τῆς σωτηρίας ἐκπεπτωκότες. καὶ γοῦν ὁ μακάριος Παῦλος τοῖς ἐκ νόμου δικαιοῦσθαι μετὰ τὴν πίστιν ἀνοήτως ἐθέλουσι, διαῤῥήδην ἐπιστέλλει “Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵ ”τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.” θαυμαστὸν οὖν ἄρα καὶ τίμιον ἡ μονότροπος πίστις, καὶ τὸ ἀκολουθεῖν ἀραρότως βούλεσθαι τῷ Χριστῷ τὰς ἐκ νόμου σκιὰς εἰς τὴν ἐπ᾽ αὐτῷ περιέλκοντας γνῶσιν, καὶ τὰ αἰνιγματωδῶς εἰρημένα πρὸς τὴν πνευματικὴν μεταπλάττοντας παίδευσιν.

κηρύττεται γὰρ διὰ νόμου καὶ τῶν προφητῶν τὸ ἐπ᾽ αὐτῷ μυστήριον. <Καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.> Ἀμυδρὸς μὲν ἔτι, καὶ οὐ σφόδρα διαφανὴς ὁ λόγος· ὠδίνει δ᾽ οὖν ὅμως ἀδελφὴν τοῖς πρὸ αὐτοῦ τὴν δύναμιν, καὶ διὰ τῶν αὐτῶν ἡμῖν εἶσι θεωρημάτων ἑτεροτρόπως ἐξυφασμένος. ἀποδημεῖν γὰρ καὶ αὐτὸς ἀναπείθει καὶ λοιπὸν ἀπανίστασθαι φιλεῖν τῆς κατὰ νόμον λατρείας τοὺς ἅπαξ πεπιστευκότας· παιδαγωγῶν δὲ ἡγεῖσθαι τὴν σκιὰν εἰς τὴν ἐπ᾽ αὐτῷ γνῶσιν, καὶ τὰ ἐν τύποις ἀφέντας καὶ αἰνίγμασιν, ἐπ᾽ αὐτὴν ἰέναι γοργῶς τὴν ἀλήθειαν, τουτέστι, Χριστὸν τὸν τῆς ἀληθοῦς ἐλευθερίας δοτῆρα καὶ λυτρωτήν. γνώσεσθε τοίνυν φησὶ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐμμένοντες λόγοις, ἀπὸ δὲ τοῦ γνῶναι τὴν ἀλήθειαν τὴν παρ᾽ αὐτῆς ὠφέλειαν εὑρήσετε.

καὶ δέχου μοι πάλιν τοιοῦτόν τι λέγοντα πρὸς Ἰουδαίους τὸν Κύριον· ἐκπλατῦναι γὰρ οἶμαι δεῖν καὶ τὸ ἐν τῷ προκειμένῳ θεώρημα, διὰ τὸ τοῖς ἐντευξομένοις λυσιτελοῦν· πικρὰν ἐν Αἰγύπτῳ, φησὶν, ὑπεμείνατε τὴν δουλείαν, καὶ μακρὸς ὑμᾶς ἀνήλωσε πόνος τὴν ὑπὸ τῷ Φαραῷ θητείαν εἰσδεδυκότας, ἀλλ᾽ ἐβοήσατε τὸ τηνικάδε πρὸς τὸν Θεὸν, καὶ πρὸς ἔλεον τὸν ἐφ᾽ ὑμῖν κεκινήκατε, ταῖς ἐνούσαις ὑμῖν ἐποιμώζοντες συμφοραῖς ἐξ οὐρανῶν ἐζητεῖτε τὸν λυτρωτήν· ἐπεφοίτων δὲ ὑμῖν παραχρῆμα καὶ τότε, καὶ γῆς μὲν ὑμᾶς τῆς ἀλλοτρίας ἐξέπεμπον, ὠμοτάτης δὲ σφόδρα τυραννίδος ἐξελὼν πρὸς ἐλευθερίαν ἐκάλουν. ἀλλ᾽ ἵνα μανθάνητε τὸν ἐπίκουρον καὶ λυτρωτὴν, κατέγραφον ὑμῖν ἐν προβάτου σφαγῇ τὸ ἐμαυτοῦ μυστήριον, καὶ τὴν δι᾽ αἵματος σωτηρίαν προανατυποῦν ἐκέλευον τότε· διεσώζεσθε γὰρ καταχρίοντες ἑαυτούς τε καὶ τὰς φλιὰς τῷ αἵματι τοῦ ἀμνοῦ. οὐκοῦν ἀπὸ τῶν τύπων ἔξω τὸ βραχὺ πηδήσαντες, ὅταν μανθάνητε τὴν ἀλήθειαν, ἔσεσθε δὴ πάντως καὶ ἀληθῶς ἐλεύθεροι. καὶ ἀμφιβαλέτω, φησὶν, ἐπὶ τούτῳ μηδείς. εἰ γὰρ τοσούτων ὑμῖν ἀγαθῶν ὁ τύπος τότε γέγονε πρόξενος, πῶς οὐχὶ μᾶλλον ἡ ἀλήθεια πλουσιωτέραν ἐπιδίδωσι τὴν χάριν;

Τοιαῦτα μὲν δὴ τὸ κωλύον οὐδὲν πρὸς Ἰουδαίους ὑποτοπῆσαι λέγειν τὸν Ἰησοῦν, εἰς πλατεῖαν ἐκτρέχοντος θεωρίαν τοῦ λόγου· εἰκὸς δέ τινα καὶ ἑτέραν ἡμῖν ἐκ τῶν προκειμένων ἀναλάμψαι τὴν διάνοιαν. ὁ νόμος ὁ διὰ Μωυσέως βαπτισμοὺς ἐτύπου καὶ περιῤῥαντήρια, ἀλλὰ καὶ ὅτῳ τυχὸν ἁλῶναι συμβέβηκε καὶ τῷ τῆς ἁμαρτίας βόθρῳ περιολισθεῖν, θύειν ἐκέλευε μόσχον ἢ πρόβατον, οὕτω τε τὰ ἐφ᾽ οἷς ἂν ἕκαστος πλημμελῇ περικόπτειν ἐγκλήματα. ἀλλ᾽ οὐδὲν ἐκεῖνα πρὸς ἀπόνιψιν ἁμαρτίας. οὐ γὰρ ἂν ἐξέλοι ποτὲ τῆς αἰτίας τοὺς κατεγνωσμένους, ἀλλ᾽ οὐδὲ τοῦ κολάζεσθαι δεῖν ἐλευθέρους ἀποφαίνει, τοὺς οἷς ὁ θεῖος πεπάτηται νόμος. τί γὰρ ἂν ὀνήσαι τὸν ἄνθρωπον τὸ βουθυτεῖν πλημμελήσαντα, ἐν δὲ τῷ μηλοσφαγεῖν ποῖον ἂν εὕρῃ τις τὸ κέρδος; τί γὰρ χαριεῖται διὰ τούτων οἱονεὶ, ὅσον ἧκεν εἰς τὴν τοῦ νόμου παράβασιν, ὑβρισμένῳ τῷ Θεῷ; αὐτοῦ γὰρ λέγοντος ἄκουσον “Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων ”πίωμαι;” πρὸς τούτοις ἔτι πρὸς Ἰουδαίους ἐναργῶς “Τὰ ”ὁλοκαυτώματα ὑμῶν κατὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε “καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ”ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ᾽ ἢ τὸ ῥῆμα “τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Κρῖμα δίκαιον κρίνατε.” οὐκοῦν ἀνόνητος παντελῶς ἡ δι᾽ αἱμάτων προσαγωγὴ, καὶ ἀποπλύνειν οὐκ οἶδε τὴν ἐξ ἁμαρτίας προστετριμμένην ἀνθρώπῳ κηλίδα.

πληροφορήσει δὲ πάλιν, ὅταν ἴδῃς αὐτὸν λέγοντα πρὸς τὴν τῶν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου “Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ”ἐποίησε βδελύγματα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν “ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;” “Ἀδύνατον ”γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας,” ὡς ὁ Παῦλός φησιν. ὅτι δὲ ὡς εἰκαίαν μελετῶντες λατρείαν, καὶ τὰς δι᾽ αἱμάτων προσαγωγὰς ἤτοι δωροφορίας ἐπ᾽ οὐδενὶ τῶν χρησίμων ἐπιτελεῖν σπουδάζοντες, τῆς θείας εἰκότως αὐλῆς ἐξεπέμποντο, διδάξει σαφῶς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν ”φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοι ἐστίν.” οὐκοῦν οὐκ ἐν ἐκείνοις· τοῖς ἐν νόμῳ διατεταγμένοις φημί· ἡ ἀληθὴς σωτηρία, ἀλλ᾽ οὐδ᾽ ἂν ἕλοιτό τις ἐκεῖθεν τὴν τριπόθητον ἐλευθερίαν, τὴν ἐκ τῆς ἁμαρτίας φημί· ὀλίγον δὲ τῶν τύπων ἀναπηδήσαντες, καὶ τῆς ἐν πνεύματι λατρείας περιαθροῦντες ἤδη τὸ κάλλος, ἐπεγνωκότες τε τὴν ἀλήθειαν, τουτέστι, τὸν Χριστὸν, διὰ τῆς εἰς αὐτὸν πίστεως δικαιούμεθα· δικαιούμενοι δὲ πρὸς ἐλευθερίαν τὴν ἀληθῆ διαβαίνομεν, καταταττόμενοι λοιπὸν οὐκ ἐν δούλοις ἔτι καθάπερ καὶ πρότερον, ἀλλ᾽ ἐν υἱοῖς δηλονότι Θεοῦ. καὶ μαρτυρήσει λέγων ὁ Ἰωάννης περί τε Χριστοῦ καὶ τῶν πιστευόντων εἰς αὐτόν “Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν ”τέκνα Θεοῦ γενέσθαι.”

χρησίμως τοιγαροῦν ὁ Κύριος καὶ Χριστὸς ἡμῶν, τὸ μὲν θαυμάζειν ἔτι τὰς ἐν νόμῳ σκιὰς οὐκ ἐᾷ τοὺς πιστεύοντας εἰς αὐτόν· οὐδὲν γὰρ ἐν ἐκείναις τὸ ὠφελοῦν, ἤτοι τῆς ἀληθοῦς ἐλευθερίας πρόξενον· ἐπιγνῶναι δὲ μᾶλλον ἐπιτάττει τὴν ἀλήθειαν. διὰ ταύτης γὰρ αὐτοὺς ἀραρότως ἐλευθερωθήσεσθαι λέγει, κατὰ τὴν ἐν τοῖς εἰρημένοις δύναμιν. <Σπέρμα Ἁβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;> Διαγελῶσι πάλιν τοῦ Σωτῆρος ἡμῶν τὴν ὑπόσχεσιν, μᾶλλον δὲ ἤδη καὶ δυσφοροῦσιν ὡς ὑβρισμένοι. τὸ γὰρ ᾧ δουλείας μετέστιν οὐδὲν, πῶς ἂν δέοιτο, φησὶ, τοῦ πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς, καὶ ὡς ἐν προσθήκης μέρει τὸ ἐνυπάρχον ἤδη διδόντος· ἀγνοοῦσι δὲ, καίτοι δοκησισοφεῖν εἰωθότες, ὅτι γέγονε μὲν ὁ προπάτωρ Ἁβραὰμ οὐ πατρὸς ἐπισήμου κατὰ τὸν κόσμον, ἀλλ᾽ οὐδὲ τοῖς ἐν τῷδε τῷ βίῳ θαυμαζομένοις περιφανέστατος, κατελαμπρύνθη δὲ διὰ μόνης τῆς πίστεως τῆς εἰς Θεόν· “Ἐπίστευσε δὲ Ἁβραάμ φησιν, ”τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἡ πίστις, καὶ “φίλος Θεοῦ ἐκλήθη.” ὁρᾷς δὴ οὖν καὶ μάλα σαφῶς τῆς ἐν ἐκείνῳ λαμπρότητος τὴν αἰτίαν. ἐπειδὴ γὰρ κεχρημάτικε φίλος τοῦ πάντων κρατοῦντος Θεοῦ, γέγονε διὰ τοῦτο μέγας καὶ ἀοίδιμος, ἐλογίσθη δὲ αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην, καὶ πρόφασις αὐτῷ γέγονεν ἐλευθερίας τῆς κατὰ Θεὸν ἡ ἐκ πίστεως δικαιοσύνη.

οὐκοῦν ὅτε πιστεύσας ἐδικαιώθη, τουτέστιν, ὅτε τὴν ἐκ τῆς ἁμαρτίας δυσγένειαν ἀπεσείσατο, τότε πέφηνε λαμπρὸς καὶ εὐγενὴς καὶ ἐλεύθερος. ἀνοήτως τοιγαροῦν οἱ Ἰουδαῖοι τὴν καὶ αὐτὸν ἐλευθερώσασαν τοῦ γένους τὸν ἀρχηγέτην περιπτύοντες χάριν, ἐπὶ μόνον τὸν δι᾽ αὐτῆς ἐλευθερωθέντα βαδίζουσιν, ἀλλ᾽ οὐδὲ ὅθεν ἐστὶν, ἢ ὅποι ποτὲ βλέποι, τὸ ἐν ἐκείνῳ λαμπρὸν περισκεψάμενοι, τὸν τῶν ἐν αὐτῷ καλλίστων ἀτιμάζουσι χορηγὸν, καὶ τὴν ἁπάσης εὐγενείας ἀφέντες πηγὴν, ἐπὶ τῷ ταύτης μετεσχηκότι φρονοῦσι μέγα· ἁλώσονται δὲ καὶ ἐπὶ τῷ μηδενὶ δουλεῦσαι πώποτε μάτην ἐπικομπάζοντες, καὶ διεψευσμένος αὐτοῖς καὶ ὁ περὶ τούτου λόγος οὐδὲν ἧττον διελεγχθήσεται. δεδουλεύκασι μὲν γὰρ Αἰγυπτίοις ἔτη τὸν ἀριθμὸν τετρακόσια καὶ τριάκοντα, καὶ διὰ τῆς ἄνωθεν χάριτος μόλις ἐξεκομίσθησαν ἐξ οἴκου δουλείας, καὶ ἐκ καμίνου σιδηρᾶς, καθὰ γέγραπται, τῆς Αἰγυπτίων πλεονεξίας δηλαδή. δεδουλεύκασι δὲ καὶ Βαβυλωνίοις καὶ Ἀσσυρίοις, ὅτε πᾶσαν τὴν Ἰουδαίων ἀναστήσαντες χώραν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ, εἰς τὴν ἑαυτῶν ὅλον μετέθεσαν τὸν Ἰσραήλ.

οὐδαμόθεν τοιγαροῦν τῶν Ἰουδαίων ὑγιὴς ὁ λόγος· πρὸς τῷ γὰρ τὴν ἀληθεστέραν ἀγνοῆσαι δουλείαν τὴν ἐν ἁμαρτίαις φημὶ, καὶ τὴν ἑτέραν ἀρνοῦνται δυσγενῆ παντελῶς, καὶ ἐπὶ τῷ μηδενὶ πολλάκις μέγα φρονεῖν εἰθισμένην ἔχοντες τὴν διάνοιαν. <Ἀπεκρίθη αὐτοῖς ὁ Σωτήρ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.> Ψυχικοὺς ὄντας αὐτοὺς, καὶ εἰς μόνα βλέποντας τὰ σωματικὰ, τῆς μὲν ἐνούσης ἀμαθίας ἐξίστησι, μεταβιβάζει δέ πως ἐπὶ τὰ πνευματικώτερα, καὶ ὥσπερ εἰς ἀτριβῆ τε καὶ ἀήθη παντελῶς μετακομίζει παίδευσιν, τὴν κεκρυμμένην αὐτοῖς καὶ ἐν πολλοῖς ἀγνοηθεῖσαν καιροῖς δουλείαν ὑποδεικνὺς, καὶ ὅτι μὲν ψευδόμενοι λέγουσι, τό “Οὐδενὶ δεδου- ”λεύκαμεν πώποτε,” παρίησι σοφῶς, ἀλλ᾽ οὐδὲ μάτην ἐπικομπάζειν αὐτοὺς τῇ τοῦ προπάτορος εὐγενείᾳ φησὶν, ἵνα μὴ πάλιν αὐτοὺς ἐφ᾽ ἃ μὴ προσῆκε παροτρύνειν δοκῇ κεκλιμένους ἤδη καὶ πολὺ ῥέποντας εἰς ὀργήν· ἐπ᾽ αὐτὸ δὲ ὥσπερ χωρήσας τὸ ἀναγκαῖον, καὶ ὅπερ ὄντως ἔδει μαθεῖν, δοῦλον εἶναί φησι τῆς ἁμαρτίας τὸν ποιοῦντα αὐτὴν, μόνον δὲ οὐχὶ τοῦτο λέγει Σύνθετόν τι ζῷον, ὦ οὗτοι, κατὰ τὴν γῆν ἄνθρωπος, ἐκ ψυχῆς δηλονότι καὶ σώματος, καὶ ἡ μὲν κατὰ σάρκα δουλεία περὶ τὴν σάρκα ἐστὶν, ἡ δὲ ἐν ψυχῇ καὶ περὶ ψυχὴν τελουμένη, βάρβαρον ἔχει μητέρα τὴν ἁμαρτίαν.

τὸ μὲν οὖν κατὰ σάρκα τῆς δουλείας ἀφεῖναι τὸν ἄνθρωπον ἡ τῶν κρατούντων ἐξουσία κεκτήσεται, τὸ δὲ ἐκ τῆς ἁμαρτίας ἐλευθεροῦν, μόνῳ μὲν ἂν πρέποι κατειρῆσθαι Θεῷ, ἁρμόσει δὲ τῶν ἄλλων οὐδενί. οὐκοῦν ἀναπείθει τὰ εἰκότα φρονεῖν, καὶ τῆς ὄντως τε καὶ ἀληθοῦς ἐλευθερίας ἐφίεσθαι, ζητεῖν δὲ οὕτω λοιπὸν οὐ τὴν τῶν προγόνων λαμπρότητα πρὸς οὐδὲν οὖσαν αὐτοῖς εἰς τοῦτο λυσιτελῆ, μόνον δὲ τὸν τῶν ἰδίων νόμων κατεξουσιάζοντα Θεὸν, ὧν ἡ παράβασις τὴν ἁμαρτίαν δημιουργεῖ τῆς ἐν τῇ ψυχῇ δουλείας τὴν τροφόν. ἔοικε δέ πως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λεληθότως ἔτι καὶ πολὺ κατεσκιασμένως ἐλέγχειν αὐτοὺς, ὡσανεὶ μάτην ἐπ᾽ ἀνθρώπῳ φρονοῦντας μέγα, ἐλεύθερόν τε ὑπάρχειν παντελῶς οἰομένους τὸν μακάριον Ἁβραάμ. τῷ γὰρ γενικώτερον ἀποφήνασθαι πάντα τὸν ποιοῦντα τὴν ἁμαρτίαν δοῦλον εἶναι τῆς ἁμαρτίας, καὶ αὐτὸν εἴσω βρόχων ποιεῖται τὸν Ἁβραὰμ δοῦλον ὄντα τῆς ἁμαρτίας ποτέ· δεδικαίωται γὰρ οὐ δίκαιος ὢν, ἀλλ᾽ ὅτε πεπίστευκε τῷ Θεῷ πρὸς τὴν ἐκ τοῦ δεδικαιῶσθαι κεκλημένος ἐλευθερίαν. καὶ οὐχὶ πάντως τῇ τοῦ δικαίου φιλονεικοῦντες δόξῃ τὰ τοιαῦτά φαμεν, ἀλλ᾽ ἐπείπερ οὐδεὶς ἐν ἀνθρώποις τῶν τῆς ἁμαρτίας βελῶν ἀπείρατος, ὑπηνέχθη δὲ πάντως καὶ ὁ δοκῶν εἶναι μέγας τῷ τῆς ἁμαρτίας ζυγῷ, κατὰ τὸ γεγραμμένον “Οὐκ ”ἔστι δίκαιος οὐδεὶς, πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται “τῆς δόξης τοῦ Θεοῦ.”

δόξα δὲ Θεοῦ πρὸς τοῖς ἄλλοις, καὶ τὸ μηδαμόθεν δύνασθαι περιπεσεῖν ἁμαρτίᾳ, ὃ δὴ καὶ μόνῳ τετήρηται τῷ Χριστῷ· μόνος γὰρ γέγονεν “ἐν νεκροῖς ”ἐλεύθερος,” οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, καίτοι γεγονὼς ἐν νεκροῖς, τουτέστιν ἐν ἀνθρώποις κατατεταγμένος, ὧν ὁ τῆς ἁμαρτίας ποτὲ κατεκράτει θάνατος.

Οὐκοῦν· ἀνακεφαλαιώσομαι γὰρ τὸν ἐν τοῖς εἰρημένοις σκοπόν· ὑπῃνίττετό πως ὁ Κύριος ὅτι καὶ αὐτὸς ὁ μακάριος Ἁβραὰμ δεδουλευκὼς τῇ ἁμαρτίᾳ ποτὲ, καὶ διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως ἐλευθερωθεὶς οὐχ ἱκανὸς εἰς ἑτέρους παραπέμψαι τὴν πνευματικὴν εὐγένειαν, ἐπεὶ μηδὲ τοῦ δύνασθαί τινας ἐλευθεροῦν ὑπάρχει κύριος ὁ τὴν ἐκ τῆς ἁμαρτίας δουλείαν οὐ δι᾽ ἑαυτὸν ἀποπεμψάμενος, ἀλλ᾽ οὐδὲ τῆς ἐλευθερίας ἑαυτῷ χορηγὸς ἀναδεικνύμενος, παρ᾽ ἑτέρου δὲ ταύτην λαβὼν, αὐτοῦ δηλονότι τοῦ δικαιοῦντος Χριστοῦ. <Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα.> Ἀνελεύθερον ἀποφήνας καὶ ὑπὸ δουλείαν ὄντα πικρὰν τὸν ταῖς ἁμαρτίαις ἔνοχον, ἐπιλέγει χρησίμως, καὶ τίνα μὲν ἔσται τῷ τὴν δουλείαν ἠγαπηκότι, τί δ᾽ αὖ πάλιν ὑπάρξει παρὰ Θεοῦ τοῖς βιοῦν ἑλομένοις ἐννόμως, καὶ ἐν υἱοῖς Θεοῦ διὰ τοῦτο κατατεταγμένοις. Ὁ μὲν γὰρ δοῦλός φησιν οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· καὶ γὰρ δὴ καὶ ὄντως εἰς τὸ σκότος δραμεῖται τὸ ἐξώτερον, ἐκεῖ δίκας ἀποτίσων τῆς ἀνελευθέρου ζωῆς, μένει δὲ ὁ Υἱὸς εἰς τὸν αἰῶνα. οἱ γὰρ ἅπαξ τῇ τῆς υἱοθεσίας ἀπολαύσαντες δόξῃ, μενοῦσιν ἐν προσώπῳ Θεοῦ, τῆς ἱερᾶς τῶν πρωτοτόκων αὐλῆς κατ᾽ οὐδένα καιρὸν ἐξωθούμενοι, μακρὸν δὲ μᾶλλον καὶ ἀμήρυτον αἰῶνα τρίβοντες ἐν αὐτῇ.

συνήσεις δὲ τὸ λεγόμενον ἀκριβῶς ἐν τοῖς εὐαγγελίοις παραβολὴν προτιθεὶς εἰς ἀνάγνωσιν, ἐν ᾗ στήσει μὲν τοὺς ἐρίφους ἐξ εὐωνύμων, ἐκ δεξιῶν δὲ τὰ πρόβατα, φησὶν, ὁ Χριστὸς, καὶ ὅτι τοὺς μὲν ἐρίφους ἀποπέμψεται “Πορεύεσθε λέγων οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον ”τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·” συνάξει δὲ πρὸς ἑαυτὸν τὰ πρόβατα, καὶ ἀσμένως εἰσδέξεται “Δεῦτε πάλιν ἀναβοῶν οἱ εὐλογημένοι τοῦ Πατρός μου, ”κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ “καταβολῆς κόσμου.” διὰ μὲν γὰρ τῶν ἐρίφων, ἡ ἄκαρπος τῶν φιλαμαρτημόνων δηλοῦται πληθύς· διὰ δὲ τῶν προβάτων, ὁ τῶν εὐσεβούντων χορὸς, καθάπερ ἐρίῳ τινὶ τῷ τῆς δικαιοσύνης καρπῷ καταβριθόμενος. οὐκοῦν ὁ μὲν τὸ τῆς δουλείας αἶσχος ἀράμενος, τῆς τῶν οὐρανῶν βασιλείας ὡς ἄχρηστόν τε καὶ ἀτιμώτατον σκεῦος ἐξωσθήσεται· εἰσδεχθήσεται δὲ καὶ ἐν αὐτῇ διαμενεῖ πᾶς ὁ βιοῦν ὀρθῶς ἀγαπήσας, ἐν υἱοῖς τε διὰ τοῦτο κατατεταγμένος Θεοῦ. εἰκὸς δὲ ὅτι τὰ τοιαῦτα λέγων ὁ Κύριος καὶ ὑπαινίττεταί πως αὐτοῖς, ὅτι τὴν διὰ πίστεως ἐλευθερίαν οὐ προσηκάμενοι, πάντως δήπου καὶ τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς ἐξοιχήσονται, τουτέστι, τῆς Ἐκκλησίας, κατὰ τὸ δι᾽ ἑνός που τῶν προφητῶν εἰρημένον “Ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς.”

ὅτι γὰρ εἰς πέρας αὐτοῖς τὸ προαναφωνηθὲν ἐκβέβηκεν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις διαμαρτύρεται· “Ἐγκατελίπη μὲν γὰρ ἡ θυγάτηρ ”Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν “σικυηράτῳ,” καθὰ γέγραπται· πέπτωκε δὲ καὶ καθῃρέθη παντελῶς ὁ ναὸς, καὶ αὐτοὶ μὲν ἔξω γεγόνασιν οὐ μείναντες ἐν αὐτῷ εἰς τὸν αἰῶνα, ἀντανέβη δὲ ὥσπερ καὶ ἀντεγήγερται διὰ Χριστὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐν αὐτῇ τε μένουσι διὰ παντὸς οἱ πρὸς τὴν θείαν υἱοθεσίαν κεκλημένοι διὰ τῆς πίστεως· πεπαύσεται γὰρ οὐδαμῶς, ἀλλ᾽ οὐδὲ καταλήξει ποτὲ τῆς Ἐκκλησίας τὸ καύχημα· αἱ γὰρ τῶν δικαίων ψυχαὶ τῶν ἐπιγείων ἀπαίρουσαι, πρὸς τὴν ἄνω μεθορμίζονται πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ τὴν τῶν πρωτοτόκων ἐκκλησίαν, “ἥ τις ἐστὶ μήτηρ ἡμῶν” κατὰ τὴν τοῦ Παύλου φωνήν.

Ἐπειδὴ δέ πως καὶ τὸν περὶ τῆς δουλείας βασανίζοντες λόγον, καὶ διὰ παντὸς τρόπου τὴν ἀλήθειαν ἰχνηλατεῖν γλιχόμενοι, καὶ αὐτὸν ἐν δούλοις κατωνομάσθαι τὸν Ἁβραὰμ εἰρήκαμεν, οὐδὲ τὸ αὐτοῦ πρόσωπον ἔξω τιθέντες τῆς ἐν τοῖς θεωρήμασι περιβολῆς, διὰ τὸ γενικώτερον εἰρῆσθαι παρὰ Χριστοῦ “Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ”ἁμαρτίας·” φέρε δὴ πάλιν τοῖς ἑαυτῶν ἑπόμενοι λόγοις τὴν τῶν εἰρημένων δύναμιν σαφηνίζωμεν. ἐφρόνουν οἱ Ἰουδαῖοι μεγάλα καὶ ὑπέρογκα τῆς ἐνούσης αὐτοῖς εὐγενείας ἀρχηγέτην ὥσπερ τινὰ καὶ πηγὴν προϊσχόμενοι τὸν Ἁβραὰμ, τὸ δὲ ὅτι προσήκει ζητεῖν τὸ διὰ τῆς ἄνωθεν ἐλευθεροῦσθαι χάριτος, οὐδ᾽ ὅσον ἐν ψιλοῖς ἐδέχοντο λογισμοῖς, “μωροὶ ”καὶ τυφλοὶ,” κατὰ τὴν τοῦ Σωτῆρος ὑπάρχοντες φωνήν. ἀναγκαίως τοιγαροῦν ἐπιδεῖξαι βούλεται Χριστὸς, ὅτι τὸ τῇ φύσει δοῦλον, εἰς ἐλευθερίαν οὐχ ἱκανὸν τὴν ἑτέρων, ἀλλ᾽ οὐδὲ ὅλως εἰς τὴν ἑαυτοῦ· κατὰ τίνα γοῦν τρόπον ἑαυτῷ χαριεῖται τὴν ἐλευθερίαν τὸ ταύτης ἐπιδεὲς, ὅσον εἰς τὴν φύσιν, τὸ δὲ παρ᾽ ἑτέρου τὴν ἐφ᾽ ἑαυτῷ χάριν δανειζόμενον, πῶς ἂν ἀρκέσαι πρὸς τὴν ἑτέρων; ἁρμόσει δὲ μόνῳ καὶ ἀνακείσεται πρεπόντως τὸ ἐλευθεροῦν δύνασθαι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ. ἀπόδειξιν τοιγαροῦν ποιεῖται σαφῆ τοῦ δεῖν ἀναγκαίως ὑπάρχειν καὶ ὁμολογεῖσθαι δοῦλον, πᾶν, ὃ μὴ μένει εἰς τὸν αἰῶνα, τουτέστιν, ᾧ μὴ πρόσεστι τὸ ὡσαύτως ἔχειν ἀεί.

σύμπαν μὲν γὰρ τὸ ἐν γενέσει, πάντως δήπου καὶ ὑποκείσεται τῇ φθορᾷ· τὸ δὲ οὕτως ἔχον, δοῦλον ἔσται δηλαδὴ τοῦ πρὸς τὸ εἶναι κεκληκότος Θεοῦ. περὶ γὰρ τῶν κτισμάτων ἐλέγετο πρὸς αὐτόν “Ὅτι τὰ σύμπαντα δοῦλα ”σά.” γέγονε μὲν ἐπὶ τούτῳ γενικὸς ὁ λόγος· ἓν γεμὴν τὸ μέρος τῷ παντὶ, τουτέστιν, ὁ μακάριος Ἁβραὰμ, ἤτοι καθόλου πάλιν ἡ ἀνθρωπότης. σημεῖον δὲ δίδωσιν ἐναργὲς τοῦ εἶναι βασιλέα καὶ δεσπότην τῶν ὅλων τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν Μονογενῆ, τὸ μένειν εἰς τὸν αἰῶνα· τίνι γὰρ ἂν πρέποι τὸ ὡσαύτως ἔχειν ἀεὶ, καὶ ἐν βεβαίῳ τῶν ἀϊδίων ἱδρύσθαι καλῶν, εἰ μὴ τῷ γε ὄντι κατὰ φύσιν Θεῷ; κατὰ τοῦτον ἡμῖν τὸν λόγον καὶ ὁ θεσπέσιος μελῳδὸς τὴν μὲν κτίσιν ἀπέδειξε δούλην, τὸν δὲ ἐκ Θεοῦ Πατρὸς πεφηνότα Θεὸν Λόγον βασιλέα καὶ Κύριον. ἀπὸ γὰρ μέρους ἐπὶ τὸ σύμπαν τὸ ἐν γενέσει φημὶ τὴν θεωρίαν ἐξαπλῶν, περί τε τῶν οὐρανῶν καὶ τοῦ κατὰ φύσιν Υἱοῦ φησιν “Αὐτοὶ ”ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον “παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ”ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ “ἐκλείψουσιν.” ὁρᾷς ὅπως εὖ μάλα καὶ διὰ τούτων ἀληθὲς ὑπάρχον ὁμολογουμένως, ὅτι τὸ μὲν δοῦλον οὐ μένει εἰς τὸν αἰῶνα, μένει δὲ ὁ Υἱὸς, καὶ τὸ μὴ μένειν, ἀπόδειξις τοῦ εἶναι δοῦλον τὸ καθ᾽ οὗπερ ἂν κατηγοροῖτό ἐστιν;

ἀναλόγως δὲ τούτῳ τὸ ἕτερον, τουτέστι, τὸ μένειν εἰς τὸν αἰῶνα, σημεῖον ἂν γένοιτο σαφὲς τοῦ δεσπότην εἶναι καὶ Θεὸν καθ᾽ οὗπερ ἂν λέγοιτο κυρίως τε καὶ ἀληθῶς ἡ τοιαύτη φωνή. ἐξήρκει μὲν οὖν εἰς τὸ τοῖς παρ᾽ ἡμῶν ἐπιμαρτυρῆσαι λόγοις ὁ ψαλμῳδός· ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον “ἐπὶ στόματος ”δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα,” φέρε πάλιν πρὸς ἐκείνῳ καὶ τὸν μακάριον Ἱερεμίαν συνῳδὰ καὶ φρονοῦντα καὶ λέγοντα δεικνύωμεν. ἀπὸ γὰρ τοῦ καταφθείρεσθαι πᾶν τὸ ποιηθὲν, καὶ δοῦλον αὐτὸ διὰ τοῦτο δεικνὺς, ἀπὸ δὲ τοῦ μένειν τε καὶ ἀμεταποιήτως ἔχειν Θεὸν ἀποφαίνων κατὰ φύσιν τὸν Υἱὸν, δῆλον δὲ ὅτι διὰ τοῦτο καὶ Κύριον, οὕτω που φησὶ πρὸς αὐτόν “Ὅτι σὺ καθήμενος τὸν ”αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.” ἐν παντὶ γὰρ χρόνῳ τὸ γενητὸν ἔσται φθαρτὸν κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ εἰ μὴ φθείροιτο δυνάμει Θεοῦ, ἔσται δὲ ἀεὶ καθήμενος ὁ Θεὸς, τῆς ἐνθάδε λεγομένης καθίσεως τὸ ἱδρυμένον καὶ ἐν ταυτότητι πεπηγὸς ὑποδηλούσης τῆς οὐσίας αὐτοῦ μετὰ τοῦ συνάγεσθαι, καὶ τὸ ἐν βασιλικῷ σχήματί τε καὶ πράγματι διαπρέπειν αὐτόν· εἰκόνα γάρ πως ἔχει καὶ τούτων ἡ κάθισις.

Οὐκοῦν· ἀναδραμοῦμαι γὰρ αὖθις εἰς τὸ ἐξ ἀρχῆς· ἀπὸ μὲν τοῦ μὴ μένειν εἰς τὸν αἰῶνα φθαρτόν τε καὶ γενητὸν ἐπιδείκνυσι τὸν μακάριον Ἁβραάμ· τετελεύτηκε γὰρ καὶ μετέστη τρόπον τινὰ τῆς οἰκίας τῆς δεσποτικῆς, τουτέστι, τοῦδε τοῦ κόσμου· ἀναλόγως δὲ ἐντεῦθεν καὶ δοῦλον αὐτὸν νοεῖσθαι βούλεται οὐχ ἱκανῶς ἔχοντα πρὸς τὸ δύνασθαι καὶ ἑτέροις τὴν ἐλευθερίαν χαρίζεσθαι· ἀπὸ δὲ τοῦ μένειν εἰς τὸν αἰῶνα τὸν Υἱὸν, ἑαυτὸν ἤδη σαφῶς Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν εἶναί φησιν, ᾧ δὴ πάντως ἕποιτο ἂν τὸ εἶναι βασιλέα καὶ Κύριον. καὶ τί τὸ ἐκ τῆς ἀρτίως εἰρημένης ἡμῖν διαφορᾶς οἰκονομούμενον, ἐν τῷ γείτονι καὶ ἐν τῷ ἐφεξῆς προκειμένῳ δειχθήσεται σαφῶς. <Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.> Μόνῳ, φησὶ, τῷ κατὰ φύσιν Υἱῷ τῷ κατὰ ἀλήθειαν ἐλευθέρῳ καὶ δουλείας ἁπάσης ἐξῃρημένῳ τὸ ἐλευθεροῦν δύνασθαι προσὸν εὑρίσκεται, ἑτέρῳ δὲ παρ᾽ αὐτὸν τὸ παράπαν οὐδενί. ὅνπερ γὰρ τρόπον ἐπείπερ ἐστὶ κατὰ φύσιν καὶ σοφία καὶ φῶς καὶ δύναμις, σοφοῖ μὲν τὰ σοφίας δεκτικὰ, φωτίζει δὲ τὰ φωτὸς δεδεημένα, καὶ δυναμοῖ τὰ δυνάμεως χρῄζοντα· οὕτως ἐπείπερ ἐστὶ Θεὸς ἐκ Θεοῦ, καὶ τῆς ἁπάντων βασιλευούσης οὐσίας γνήσιός τε καὶ ἐλεύθερος καρπὸς, οἷσπερ ἂν ἐθελήσαι χορηγεῖ τὴν ἐλευθερίαν.

ἀπὸ μὲν οὖν τοῦ κατὰ φύσιν οὐκ ἔχοντος αὐτὴν οὐκ ἂν γένοιτό τις ἐλεύθερος ἀληθῶς· ὅταν δὲ αὐτὸς ὁ Υἱὸς ἐλευθεροῦν ἐθελήσῃ τινὰς, τὸ ἴδιον αὐτοῦ ἐντιθεὶς ἀγαθὸν, χρηματιοῦσιν ὄντως ἐλεύθεροι παρὰ τοῦ τὴν ἐξουσίαν ἔχοντος κομισάμενοι τὸ ἀξίωμα, καὶ οὐχὶ παρά τινος τῶν παρ᾽ ἑτέρου δεδανεισμένων καὶ ὀθνείοις ὥσπερ λελαμπρυσμένου χαρίσμασιν.

Ἀναγκαιοτάτη τοιγαροῦν ἡ ἐν τοῖς προλαβοῦσιν ἐξήγησις, καὶ πολὺ τὸ χρήσιμον τὸ ἐκ τῆς ἐκεῖσε διαφορᾶς ἀνατελεῖ τοῖς ἐκμαθέστερον ἐπαΐειν ἐσπουδακόσιν. ἔδει γὰρ συνιέναι πόθεν ἡμᾶς ἀναγκαῖον ἐπιζητεῖν τὴν κατὰ Θεὸν εὐγένειαν, καὶ τὸν ἐλευθεροῦν ἰσχύοντα μανθάνειν Υἱόν. μελετάτωσαν τοίνυν μὴ ὑψηλοῖς ἐξογκοῦσθαι φρονήμασιν οἱ τοῖς ἐν κόσμῳ χαίροντες ἀξιώμασι, μηδὲ τῆς τῶν ἁγίων κατατρεχέτωσαν δόξης τε καὶ χάριτος, εἰ καὶ μικροί τινες ἐκ μικρῶν γεγόνασι κατὰ σάρκα· οὐ γὰρ τὸ ἐν ἀνθρώποις λαμπρὸν εἶναι δοκοῦν ἀρκεῖ πρὸς εὐγένειαν τὴν παρὰ Θεῷ, ἀλλὰ τὸ ἐν βίῳ καὶ τρόποις τοῖς ἐν ἀρετῇ διαφανὲς ἐλεύθερον ὄντως καὶ εὐγενῆ τὸν ἄνθρωπον ἀπεργάζεται. “ἐπράθη ”μὲν εἰς δοῦλον Ἰωσὴφ,” καθὰ γέγραπται, ἀλλ᾽ ἦν καὶ οὕτως ἐλεύθερος τῇ κατὰ ψυχὴν εὐγενείᾳ διαλάμπων· πατρὸς δὲ ἐξέφυ μὲν ἐλευθέρου καὶ ἦν ὄντως Ἡσαῦ, ἀλλὰ τῇ τῶν τρόπων αἰσχρότητι τὸ δουλοπρεπὲς ἐπεδείκνυ φρόνημα.

εὐγενεῖς οὖν ἄρα παρὰ Θεῷ, καθάπερ οὖν ἀρτίως εἰρήκαμεν, οὐχ οἱ πλοῦτον ἔχοντες, καὶ χρημάτων περιουσίαις περιχεόμενοι, καὶ λαμπραῖς ἐπιχαίροντες ταῖς ἐν κόσμῳ τιμαῖς, ἀλλ᾽ οἱ βίῳ σεμνῷ καὶ πολιτείᾳ συννόμῳ διαφανεῖς. <Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.> Πολυτρόπως αὐτοῖς τὸ ἐκ τῆς συγγενείας τῆς πρὸς Ἁβραὰμ καύχημά τε καὶ φρόνημα παντελῶς εἰκαῖον καὶ οὐδεμίαν ἔχον τὴν ὄνησιν ἐπιδεικνὺς, τὰ τοιαῦτά φησιν, ἵνα ζητῶσι τὴν ἀληθῆ καὶ Θεῷ φίλην εὐγένειαν. ὁρᾷ γὰρ οὐκ εἰς σάρκα Θεὸς, κατὰ τὸ εἰρημένον παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ “Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν,” ἀποδέχεται μᾶλλον καὶ ἐπαίνου παντὸς ἀξιοῖ τὸ ἐν ψυχαῖς εὐγενὲς, καὶ συγγένειαν οἶδεν ἔχοντας ἀληθῆ, οὕσπερ ἂν ἡ τῶν ἔργων ὁμοιότης ἤτοι τῶν ἐθῶν ἡ ταυτότης εἰς μίαν ὥσπερ ἀρετὴν συναγείρουσα, ταῖς ἴσαις τῶν ἀγαθῶν ἰδέαις ἐπισεμνύνεσθαι ποιεῖ, ἀναλόγως δὲ τούτοις καὶ τὸ ἐναντίον. ἐπεὶ κατὰ τίνα τρόπον ἀπὸ γῆς ὄντες ἡμεῖς, καὶ ἐκ πηλοῦ διηρτισμένοι, κατὰ τὸ γεγραμμένον, χρηματιοῦμεν τοῦ πάντων Δεσπότου, καθάπερ οὖν ὁ Παῦλός φησι “Γένος οὖν ὑπάρχοντες τοῦ ”Θεοῦ;” ὁμολογουμένως μὲν γὰρ συγγενεῖς γεγόναμεν αὐτῷ διὰ τὴν σάρκα τὴν ἐν τῷ κατὰ Χριστὸν μυστηρίῳ· ἀλλ᾽ ἔστι πως καὶ καθ᾽ ἕτερον τρόπον τοῦτο συνυπάρχον ἰδεῖν ἀληθές.

φρονοῦντες γὰρ τὰ αὐτοῦ καὶ ὅτι προσῆκεν εὐσεβεῖν οὐ παρέργως διενθυμούμενοι, χρηματιοῦμεν υἱοὶ τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ πρὸς τὴν ἐν αὐτῷ θέλησιν κατὰ τὸ ἐγχωροῦν τὸν οἰκεῖον διαπλάττοντες νοῦν, οὕτω τε τὴν πρὸς αὐτὸν ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν συγγενεῖς ὄντως ἐσμέν.

Ὅτι δὲ τὴν ἐξ ἔργων ἤτοι τῶν τρόπων ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν εἰς συγγενείας δύναμιν λαμβάνει Θεὸς, διαγνωσόμεθα σαφῶς τοῖς ἱεροῖς ἐγκύπτοντες λόγοις, καὶ τὴν θείαν περινοστοῦντες γραφήν. οὐκοῦν ἐν καιροῖς Ἱερεμίου τοῦ προφήτου, γέγονέ τις ἐλαμίτης Σαμείας τοὔνομα ψευδομάντις, τὰ ἀπὸ καρδίας ἐρευγόμενος τῆς ἑαυτοῦ, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ἐπειδὴ δὲ πολλή τις ἦν καὶ ἑτέρα πληθὺς ψευδομαρτύρων καὶ ψευδοπροφητῶν, περιπλανῶσα τοὺς ὄχλους καὶ ἐφ᾽ ἃ μὴ προσῆκεν ἐξέλκουσα, ἠγανάκτει λοιπὸν εἰκότως ὁ πάντων δεσπότης Θεός. εἶτα πολλοὺς ἐπὶ τῷ Σαμείᾳ δαπανήσας λόγους, καὶ ποίας ὑφέξει τὰς τούτου τοῦ τολμήματος δίκας λεπτότερον διειπὼν, ἐν τελευταίοις ἐπάγει, καὶ ἐκδικήσω “ἐπὶ Σαμείαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, ”τοὺς ποιοῦντας τὰ ὅμοια αὐτῷ·” ἀκούεις ὅπως ἐν τοῖς ὁμοίοις ἐπιχειρήμασι τὴν συγγένειαν ὁρᾷ; πῶς γὰρ ἂν ὁ τὰ δίκαια κρίνειν εἰδὼς συνεκόλασε τῷ Σαμείᾳ τὸ κατὰ σάρκα γένος οὐκ ἰσοτροποῦν αὐτῷ κατά γε τὸν ἐν φαυλότητι λόγον, καίτοι σαφῶς διὰ τοῦ προφήτου λέγων Ἰεζεκιήλ “Ψυχὴ ἡ ”ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.” οὐκοῦν ἵνα μή τι τοιοῦτο νοῆται περὶ αὐτοῦ, τὸ γένος εἰπὼν ἐπήνεγκεν εὐθύς Τοὺς ποιοῦντας τὰ ὅμοια αὐτῷ, ἐν τῇ τῶν δρωμένων ταυτότητι τὴν συγγένειαν ὁριζόμενος.

ἀλλ᾽ ἵνα καὶ ἐπ᾽ αὐτῶν ἴδωμεν τῶν Ἰουδαίων τὸ εἰρημένον ἀληθὲς, ἀναμιμνησκώμεθα τῶν Ἰωάννου λόγων, τοῦ ἁγίου φημὶ Βαπτιστοῦ· ἕωλον γὰρ ἀποφαίνων αὐτοῖς τῆς πρὸς Ἁβραὰμ συγγενείας τὸ καύχημα “Καὶ μὴ λέγετε, φησὶν, ἐν ἑαυτοῖς Πατέρα ”ἔχομεν τὸν Ἁβραάμ· δυνατὸς γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων “τούτων ἐγεῖραι σπέρμα τῷ Ἁβραάμ.” ἐπειδὴ γὰρ εἴρητο πρὸς αὐτὸν παρὰ Θεοῦ “Πληθύνων πληθυνῶ τὸ σπέρμα ”σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ,” τῷ χρῆναι πάντως ἀψευδεῖν τὸν ἐπαγγειλάμενον ἐπερειδόμενος τῶν Ἰουδαίων ὁ δῆμος, ἐφρόνει μὲν μέγα, προσεδόκα δὲ οὐδαμῶς τῆς τοῦ προγόνου συγγενείας ἀποπεσεῖσθαί ποτε, ἵνα τὸ θεῖον ἐπάγγελμα σώζηται, φησίν. ἀλλὰ καὶ ταύτην αὐτοῖς ἀφανίζων τὴν ἐλπίδα, σαφῶς δὴ μάλα φησὶν ὁ μακάριος Βαπτιστὴς, δυνατὸς “ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ”Ἁβραάμ.” συνδραμεῖται δὲ τούτοις καὶ ὁ μακάριος Παῦλος ὡδὶ λέγων “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ”οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα.” δεικνυμένου τοιγαροῦν πανταχόθεν ἀληθοῦς, ὅτι τὴν ἐν ἤθει καὶ τρόποις συγγένειαν οἶδε Θεὸς, μάταιον ἤδη φαίνεται τὸ προγόνοις μὲν ἐπαυχεῖν ἁγίοις καὶ ἀγαθοῖς, ἀπολιμπάνεσθαι δὲ καὶ ἀφεστάναι μακρὰν τῆς ἐκείνων ἀρετῆς.

Διά τοι τοῦτό φησιν εὐλόγως πρὸς Ἰουδαίους ὁ Κύριος Οἶδα ὅτι σπέρμα Ἁβραὰμ ἐστὲ ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. ναὶ γάρ, φησιν, ὅταν εἰς μόνην ἴδω τὴν σάρκα, καὶ ὅθεν ἐξέφυ τῶν Ἰουδαίων ὁ δῆμος περισκέψωμαι, τότε καὶ ἐκ σπέρματος Ἁβραὰμ γεγονότας ὁρῶ· ἐπὰν δὲ τῆς ἐκείνου πολιτείας τε καὶ γνώμης περιαθρήσω τὸ κάλλος, ἀλλοτρίους ὑμᾶς καὶ οὐκέτι συγγενεῖς καταθεῶμαι, φησί. ζητεῖτέ με γὰρ ἀποκτεῖναι, καίτοι τοῦ προπάτορος, ἐφ᾽ ᾧ νῦν φρονεῖτε μέγα, μὴ ὄντος φονευτοῦ· καὶ τό γε χείριστόν τε καὶ παρανομώτατον, οὐδὲ ἐπ᾽ εὐλόγοις παρ᾽ ὑμῶν διώκομαι ταῖς αἰτίαις, φονᾶτε δὴ λίαν ἀδίκως· διὰ τοῦτο γὰρ καὶ μόνον ἀναιρεῖν ἐβουλεύσασθε, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν, καίτοι καλῶν ὑμᾶς εἰς σωτηρίαν καὶ ζωήν. οὐ χωρεῖ δὲ ἐν ὑμῖν, διὰ τὴν ἐνοικήσασαν ἐν ὑμῖν ἁμαρτίαν δηλαδὴ, καὶ τόπον ὥσπερ οὐκ ἐῶσαν ἔχειν τινὰ τὴν ἐπ᾽ ἀγαθοῖς συμβουλήν τε καὶ παραίνεσιν. οὐκοῦν φονευταὶ κατὰ ταὐτὸν Ἰουδαῖοι καὶ ἀδικώτατοι κριταὶ, θανάτῳ χρῆναι τιμᾶσθαι διοριζόμενοι τὸν οὐδὲν ἀδικήσαντα, μᾶλλον δὲ τὸν ὠφελεῖν ἐγνωκότα, καὶ διασώζειν αὐτοὺς σπουδάζοντα.

πῶς οὖν ἔτι συγγενεῖς Ἁβραὰμ τῷ δικαίῳ καὶ ἀγαθῷ, οἱ τοσοῦτον τῶν ἐν ἐκείνῳ καλῶν λειπόμενοι, καὶ τῆς πρὸς αὐτὸν ὁμοηθείας ἐκδεδραμηκότες, ὅσον ἀφεστάναι δοίη τις ἂν καὶ διωρίσθαι λέγοι τῆς ἀρετῆς τὴν φαυλότητα; <Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε.> Ἀχώρητον ἔφη παρὰ τοῖς Ἰουδαίοις τὸν ἑαυτοῦ γενέσθαι λόγον, ταύτης τε καὶ μόνης ἕνεκα τῆς αἰτίας ἐπ᾽ αὐτῷ παροτρύνεσθαι διειπὼν, μᾶλλον δὲ καὶ φονῶντας ἐλέγχων, ἀναγκαίως ἐπάγει καὶ ταῦτα, καὶ διὰ ποίαν αἰτίαν, ἐκθήσομαι πάλιν. οὐ γὰρ ἠγνόησεν, ὡς εἰκὸς, ὡς ἀνταναστήσονται τῶν Ἰουδαίων τινὲς τοῖς παρ᾽ αὐτοῦ διαμαχόμενοι λόγοις, καὶ τὰ ἐκ τῆς ἐνούσης αὐτοῖς φρενοβλαβείας ἐρευγόμενοι, πάλιν ἐροῦσιν Οὐ μάτην, ὡς φῂς, ἐπὶ σοὶ φονῶσί τινες, ἐπ᾽ εὐλόγοις εἰς τοῦτο παρώρμηνται ταῖς αἰτίαις, θεοφιλὲς ἐν αὐτοῖς τὸ κίνημα, καὶ ζῆλος οὐκ ἔχων τὸ κατηγορεῖσθαι δικαίως· ἀχώρητος γὰρ ἐν αὐτοῖς ὁ σός ἐστι λόγος, ἐπείπερ αὐτὸν ἀπῳδὸν ἐποιήσω τῷ Θεῷ, φησὶν, ἑτέραν ἡμᾶς διδάσκεις πλάνησιν, καὶ τῆς μὲν κατὰ τὸν νόμον ἐξέλκεις ὁδοῦ, μεταβιβάζεις δέ πως ἐπὶ τό σοι καὶ μόνῳ δοκοῦν.

ταῦτα δήπου πάντως διαψιθυριζόντων κατὰ τὸ λεληθὸς τῶν Ἰουδαίων, ἢ καὶ καθ᾽ ἑαυτοὺς διενθυμουμένων προσυπαντᾷ πάλιν ὁ Κύριος, εἰδὼς τὰ ἐν αὐτοῖς τῶν διαλογισμῶν κινήματα· Θεὸς γάρ ἐστιν ἀληθινός· καὶ διὰ τοῦτο λέγει Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ, κατεσκεψάμην τὴν τοῦ Πατρὸς τοῦ ἐμοῦ φύσιν, εἶδον ἐξ ἐμαυτοῦ πολλάκις καὶ ἐν ἐμαυτῷ τὸν γεννήσαντα, καὶ τῶν ἐν αὐτῷ θελημάτων γέγονα θεωρός. εἶδον δι᾽ ἐμφύτου δηλονότι γνώσεως, ποίων ἔργων ἐστὶν ἐραστὴς, ταῦτά τε λαλῶ πρὸς ὑμᾶς, οὐδὲν δὲ ὅλως ἀπᾷδον εἰρηκὼς ἁλώσομαι, οὐδὲ διατέταχά τι παρὰ τὸ ἐκείνῳ δοκοῦν. ἐπ᾽ ἐκεῖνα καλεῖν ἐσπούδακα τοὺς ἀκροωμένους, οὐ τῶν ἐμῶν ἀφιστάς· ἐν ἐμοὶ γὰρ τὰ ἐκείνου, καὶ τὰ ἐμὰ πάλιν αὖ ἐν αὐτῷ· ἀλλ᾽ εἰ καὶ οὕτως ἔχων τῇ φύσει, καὶ συνεθελητὴς ἐν ἅπασιν ὑπάρχων τῷ Θεῷ καὶ Πατρὶ, δοκῶ τις εἶναι παρ᾽ ὑμῶν οὐκ ἀληθὴς, καὶ νενόμισμαι τῶν θείων ὑμᾶς ἀποπλανᾶν παιδευμάτων, λελύσθω τὸ ἔγκλημα, ῥίψατε τὴν ὑπόνοιαν· ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε, λελάληκεν ὑμῖν διὰ Μωυσέως, περάσατε τὴν ἐντολὴν, ἠκούσατε λέγοντος “Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.” πῶς οὖν ζητεῖτέ με ἀποκτεῖναι, καὶ τὴν τοῦ Πατρὸς παραλύοντες ἐντολήν;

Ἀλλὰ καὶ καθ᾽ ἕτερον πάλιν ἐκδεξόμεθα τρόπον Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ Πατρὸς ποιεῖτε· λελάληκε μὲν, φησὶ, διὰ τῶν προφητῶν ὑμῖν, ἠκούσατε λέγοντος “Χαῖρε ”σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· “ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, καὶ ”ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου,” ἀλλὰ καὶ διὰ φωνῆς Ἡσαΐου πάλιν “Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγ- ”γελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ “εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· ”ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ “ὁ βραχίων αὐτοῦ μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾽ ”αὐτοῦ, καὶ τὸ ἔργον ἐνώπιον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ “ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ”ἐν γαστρὶ ἐχούσας παρακαλέσει.” καταπειθόμενοι τοίνυν ταῖς τοῦ Πατρὸς ἐντολαῖς, παραδέξασθε τὸν προαναφωνούμενον· τιμήσατε τῇ πίστει τὸν προκεκηρυγμένον. δότε κἂν τοῖς τοῦ Πατρὸς λόγοις τὸ κρατεῖν ἐν ὑμῖν.

Ἰστέον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τὸν νόμον εἶναί φησι, καίτοι λαληθέντα παρ᾽ αὐτοῦ δι᾽ ἀγγέλων, οὐχ ἑαυτὸν ἔξω τοῦ νομοθετῆσαι τιθεὶς, ἀλλὰ ταῖς Ἰουδαίων συγχωρῶν ὑπονοίαις οὕτως ἔχειν πεπιστευκότων, καὶ οὐ διαμάχεται πρὸς τὴν ὑπόνοιαν οἰκονομικῶς· ἐδυσώπει γὰρ πολλάκις αὐτοὺς, ἐπείπερ αὐτὸν οὐ παραδέχονται· τὸ γὰρ τοῦ Πατρὸς ὄνομα παράγων εἰς μέσον· <Ἀπεκρίθησαν αὐτῷ καὶ εἶπον Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν.> Ὦ πολλῆς ἀμαθίας, καὶ νοῦ κατεσκληκότος εἰς ἀπείθειαν, καὶ εἰς μόνην ὁρῶντος φιλονεικίαν. συγκατανεύοντος γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ φάσκοντος ἐναργῶς “Οἶδα ”ὅτι σπέρμα Ἁβραάμ ἐστε,” τοῖς αὐτοῖς ἐπιμένουσι, καὶ καθάπερ τινὸς διατεινομένου καὶ ἀντιπράττοντος, οὐκ εἶναί τε λέγοντος αὐτοὺς ἐκ σπέρματος Ἁβραὰμ κατὰ σάρκα, πάλιν φασὶν ὅτι ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστι, καὶ διὰ τῶν αὐτῶν πολλάκις ἰόντες λόγων οὐκ ἐρυθριῶσιν, οἱ μηδὲ Βάττῳ τάχα που παραχωρεῖν οἰόμενοι δεῖν, μόνης δὲ τῆς ἐκείνου γλωσσαλγίας ἄριστοι ζηλωταί. ἀλλ᾽ ἴσως γέγονέ τις αὐτοῖς ἀλογωτάτη τοῦ πράγματος ἀφορμὴ, καὶ ποία πάλιν ἐροῦμεν. τοῦ γὰρ Κυρίου λέγοντος “Ἐγὼ ἃ ἑώρακα ”παρὰ τῷ πατρὶ ταῦτα λαλῶ,” τὸ μὲν Θεὸν καὶ Πατέρα διὰ τούτων σημαίνειν οὐχ ὑπελάμβανον, ᾤοντο δὲ λέγειν αὐτὸν, ἢ τὸν δίκαιον Ἰωσὴφ, ἢ καὶ ἕτερόν τινα τῶν ἐπὶ τῆς γῆς, μικρὰ κομιδῇ περὶ αὐτοῦ κωμῳδοῦντες καὶ φρονοῦντες καὶ διεσκεμμένοι.

ἡ μὲν γὰρ ἁγία παρθένος τὸ θεῖον ἐκυοφόρησε βρέφος, οὐχ ὁμιλήσασα γάμοις, ἀλλ᾽ “ἐκ Πνεύματος Ἁγίου,” καθὰ γέγραπται. καὶ ἀγνοήσας μὲν τῆς οἰκονομίας τὸν τρόπον ἐν ἀρχαῖς ὁ μακάριος Ἰωσὴφ, “ἐβουλήθη δὲ λάθρα ”ἀπολῦσαι αὐτὴν,” κατὰ τὴν τοῦ Ματθαίου φωνήν. πλὴν οὐκ ἠγνοήθη παντελῶς παρὰ τοῖς Ἰουδαίοις ὅτι πρὸ γάμου καὶ μίξεως ἐκυοφόρησεν ἡ ἁγία παρθένος, οὐ μὴν συνῆκαν ὅτι καὶ ἐξ Ἁγίου Πνεύματος, ᾤοντο δὲ μᾶλλον ὑπό του διεφθάρθαι τῶν ἐκ τοῦ ἔθνους αὐτὴν, ὅθεν οὐκ ὀρθὰς διαλήψεις εἶχον ἐπὶ Χριστῷ. ἑτέρου μὲν γὰρ αὐτὸν γεγεννῆσθαι πατρὸς ἐνόμιζον παῖδα τοῦ τὴν ἁγίαν διεφθαρκότος παρθένον κατὰ τὴν ἐκείνων ἀποπληξίαν, ἐπιγεγράφθαι δὲ μόνον τῷ Ἰωσὴφ νόθον ὄντα, καὶ οὐχ υἱὸν ἀληθῶς. λέγοντος τοίνυν “Ἐγὼ ἃ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ,” οὐδεμίαν μὲν ὅλως ἐδέχοντο περὶ Θεοῦ τὴν ἔννοιαν, κατασημῆναι γεμὴν αὐτὸν ἕνα τῶν ἐπὶ γῆς πατέρων, καὶ μετασκευάζειν αὐτοὺς ἐπιχειρεῖν τῆς ἐπὶ τῷ προγόνῳ φιλοτιμίας ὑπώπτευον, αἵματι δὲ τῷ οἰκείῳ προσνέμειν τὴν ἑτέρῳ χρεωστουμένην τιμὴν, καὶ τῆς πατριαρχείας τὴν ἀρχαιοτάτην δόξαν ὑποτοπήσαντες, φιλονεικότερόν τε καὶ εὐτονώτερον ὑπαντιάζουσι λέγοντες Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν.

ἴσον γὰρ ὡς εἰ καὶ ἔφασκον Κἂν σοφοῖς ἡμᾶς, ὦ οὗτος, περιαντλήσῃς λόγοις, κἂν τοῖς ἐξαισίοις περικτυπήσῃς θαύμασι καὶ ταῖς ὑπὲρ λόγον κατακροτήσῃς μεγαλουργίαις, οὐκ ἀποστήσεις τοῦ ἀρχαίου καυχήματος, οὐκ ἐπιγραψόμεθα τοῦ γένους ἀρχηγέτην πατέρα τὸν σὸν, ἑτέρῳ τὴν τοιαύτην οὐκ ἀναθήσομεν δόξαν, ἀλλ᾽ οὐδὲ νέους γενάρχας τῶν ἀρχαιοτέρων ἀνταλλαξόμεθα. θαυμαστὸν δὲ οὐδὲν, ἀλλ᾽ οὐδὲ τοῦ πιστεύεσθαι μακρὰν, τὸ τοιαύταις ἀμαθίαις περιπίπτειν Ἰουδαίους, ὅπου καὶ ψιλὸν ὑπάρχειν αὐτὸν ὑπελάμβανον ἄνθρωπον, καὶ τοῦ τέκτονος ἀπεκάλουν υἱὸν πολυτρόπως ἐξευτελίζοντες, καὶ ἐν τῷ μηδενὶ κατατάττοντες τὸν ἁπάντων βασιλέα καὶ Κύριον. ὅτι δὲ καὶ περὶ τῆς ἁγίας παρθένου διετέθησαν οὐκ ὀρθῶς, ὡς ὑπό του κατεφθαρμένης, διὰ τῶν ἐφεξῆς σαφῶς δὴ λίαν εἰσόμεθα. <Λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε ἄν· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε.> Διὰ παντὸς, ὡς ἔπος εἰπεῖν, τρόπου τε καὶ λόγου τὸ τῶν Ἰουδαίων τιθασεύων θράσος ἐπεσκιασμένως αὐτοῖς προσλαλεῖ Χριστὸς, οὐ γυμνὸν προσάγων τὸν ἔλεγχον, ἀλλ᾽ ἠπίῳ μὲν λόγῳ κεκραμένον, ὑφειμένως δέ πως καὶ ποικίλως αὐτῶν καταγοητεύων τι τὸν θυμόν.

ἐπειδὴ δὲ πολὺ λίαν ἀνοηταίνοντας βλέπει, καὶ συνιέντας τῶν εἰρημένων οὐδὲν, ἐλεύθερον ἤδη καταπετάσματος, καὶ γυμνὸν ἁπάσης περιβολῆς ποιεῖται τὸν λόγον. ἔδει γὰρ ἔδει, φησὶν, εἰ τὸ ἐν τέκνοις Ἁβραὰμ κατατετάχθαι, τιμὴν εἶναι τὴν ἀνωτάτω πεπιστεύκατε, τοὺς ἐκείνου σπουδάζειν ἀπομιμήσασθαι τρόπους· ἔδει τοῦ προγόνου τὴν ἀξιέραστον ἰχνηλατεῖν ἀρετὴν, ἔδει πρὸς τούτοις τὴν εὐπείθειαν ζηλοῦν καὶ ἀγαπᾶν. ἤκουσε τοῦ Θεοῦ λέγοντος “Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς ”συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.” καὶ μελλήσας οὐδὲν περὶ τὴν τῶν χρηματισθέντων ἐκπλήρωσιν, παραχρῆμα μὲν τῆς ἐνεγκούσης ἐξέθει, τὴν δὲ ἀλλοτρίαν οὐκ εἰδὼς καταλαμβάνεται τοῦ προστάξαντος ἐπιθαρσήσας φειδοῖ. ἐπὶ νύσσῃ δὲ ὥσπερ αὐτῇ γεγονὼς τοῦ βίου, καὶ ἑκατοστόν που τρίβων ἐνιαυτὸν, ἤκουσεν ὅτι ἔσται σοι σπέρμα· καὶ κατ᾽ οὐδὲν ἐνδοιάσας, θερμὴν ἐδίδου τῷ λαλοῦντι τὴν πίστιν, οὐ τῇ τῆς σαρκὸς ἀσθενείᾳ προσεσχηκὼς, ἀλλὰ τὴν τοῦ χρηματίσαντος ἐννοήσας ἰσχύν. ἤκουσεν εἰς θυσίαν ἀναθεῖναι τῷ Θεῷ τὸν ἀγαπητὸν, καὶ τῶν τῆς φύσεως εὐθὺς κατηγωνίζετο πόθων, δευτέραν ἐποιεῖτο τῆς θείας ἐντολῆς τὴν ἐπὶ τῷ νεανίσκῳ φιλοστοργίαν. πᾶν δὲ τούτοις ἐν ὑμῖν εὑρίσκω τὸ ἐναντίον· ἀποκτεῖναι γάρ με ζητεῖτέ φησιν, ὅτι λελάληκα ὑμῖν τὰ παρὰ τοῦ Θεοῦ· τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν.

οὐ γὰρ ἐξύβρισε ταῖς ἀπειθείαις τὸν λαλήσαντα πρὸς αὐτὸν, οὐκ ἐζήτησέ τι δράσαι τῶν λυπούντων αὐτόν. πῶς οὖν ἔτι τέκνα τοῦ Ἁβραὰμ ἐστὲ, τοσοῦτον τῆς ἐκείνου φιλοθεΐας ἀποφοιτήσαντες, ὅσον ἡ τῶν τρόπων δεικνύει διαφορά; ἐπιτήρει δὲ ὅπως οἰκονομεῖ τὸν λόγον· οὐ γὰρ εἴρηκεν ἐν τούτοις ἀκοῦσαι τὴν ἀλήθειαν παρὰ τοῦ Πατρὸς, ἀλλὰ παρὰ τοῦ Θεοῦ, ἐπείπερ, ὡς ἀρτίως εἰρήκαμεν, ἐκ τῆς ἐνούσης αὐτοῖς ἀμέτρου μωρίας κατεσύροντό πως ἐπ᾽ αὐτῷ πρὸς ἐννοίας οὐκ ἀληθεῖς, πατέρα τινὰ τῶν ἐπὶ τῆς γῆς οἰόμενοι λέγειν αὐτόν. εὖ δὲ δὴ λίαν τοὺς ἐπὶ τῷ τεθνάναι ποιούμενος λόγους, ἄνθρωπον ἑαυτὸν ὀνομάζει, πανταχῆ μὲν ἑαυτῷ φυλάττων τὸ ἀδιάφθορον ὡς Θεῷ κατὰ φύσιν, πλὴν οὐ διορίσας ἑαυτοῦ τὸν ἴδιον ναὸν, ἀλλ᾽ ὡς εἷς ὑπάρχων Υἱὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος· ἀλήθειαν γεμὴν λαλῆσαί φησιν. οὐ γὰρ ἐν τύποις ἔτι καὶ σχήμασι τὴν εὐσέβειαν ἐπιτηδεύειν ἡμᾶς ὁ τοῦ Σωτῆρος διδάσκει λόγος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθινὴν λατρείαν ἀναπείθει ἀγαπᾶν.

Ὅταν δὲ λέγῃ ὅτι Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, σκανδαλιστέον οὐδαμῶς. ἐπειδὴ γὰρ ἑαυτὸν ἄνθρωπον εἶναί φησιν, ἀνθρωποπρεπῶς καὶ τοῦτο λαλεῖ. ὡς γὰρ ἀποθνήσκειν ὡς ἄνθρωπος λέγεται, λεγέσθω καὶ ἀκούειν ὡς ἄνθρωπος. εἰκὸς δὲ ὅτι τὴν ἔμφυτον γνῶσιν, ἣν ἔχει περὶ τῶν θελημάτων τοῦ ἰδίου Γεννήτορος, ὡς ἐν τῷ Ἀκοῦσαι τίθησιν· οὕτω γὰρ ἔθος καὶ αὐτῇ λέγειν πολλάκις τῇ θεοπνεύστῳ γραφῇ περὶ Θεοῦ· ὅταν γὰρ εἴπῃ Καὶ ἤκουσε Κύριος, οὐχὶ δὴ πάντως ἰδικὴν καὶ ἀφωρισμένην τὴν ἀκουστικὴν αὐτῷ περιθήσομεν αἴσθησιν, καθάπερ οὖν ἐστιν ἐν ἡμῖν. ἁπλῆ γάρ ἐστιν ἡ θεία φύσις, καὶ συνθέσεως ἁπάσης ἀπηλλαγμένη· παραδεξόμεθα δὲ μᾶλλον ὡς ἀκοὴν τὴν γνῶσιν, καὶ τὴν γνῶσιν ὡς ἀκοήν· σύνθετον δὲ οὐδὲν ἐν ἁπλῷ, καθάπερ εἰρήκαμεν. τρίτον δὲ τούτοις ἐποίσομεν λόγον, οὐκ ἀπὸ τοῦ πρέποντος ἰόντες σκοποῦ. ἔφη που περὶ Χριστοῦ πρὸς Μωυσέα τὸν ἱερώτατον ὁ Θεὸς καὶ Πατὴρ, ὅτι “Προφήτην ἀναστήσω αὐτοῖς·” δῆλον δὲ ὅτι τοῖς ἐξ Ἰσραήλ· “ἐκ τῶν ἀδελφῶν αὐτῶν ”ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, “καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.”

διὰ ταύτην οὖν οἶμαι τὴν αἰτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀκοῦσαί φησι παρὰ τοῦ Πατρὸς τὴν ἀλήθειαν, ταύτην τε λαλῆσαι τοῖς Ἰουδαίοις, ὁμοῦ καὶ αὐτῷ μαχομένους ἐλέγχων αὐτοὺς τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἑαυτὸν ἐναργῶς ἐκεῖνον ὄντα δεικνὺς, ὃν ἀναστήσειν αὐτοῖς ὁ νομοθέτης προεπηγγείλατο. <Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.> Ἐξετεροτροποῦντας ἀποδείξας τῷ προγόνῳ τοὺς Ἰουδαίους, καὶ πολὺ τῆς ἐκείνου φιλοθεΐας ἐξῳκισμένους, ἀπογυμνοῖ μὲν εἰκότως τοῦ εἰκαίου σαρκικοῦ καυχήματος· τὸ δὲ μὴ χρῆναι λοιπὸν ἐν τοῖς ἐκείνου κατατετάχθαι τέκνοις διαῤῥήδην εἰπὼν, ἑτέρῳ τῷ κατ᾽ αὐτοὺς προσνέμει πατρὶ, καὶ τὴν ἐξ ἔργων ὁμοιότητα δεσμὸν ὥσπερ τινὰ συγγενείας ὡρίσατο, τοὺς μὲν ἀγαθοὺς τὴν ἕξιν ὅτι τοῖς ἀγαθοῖς συνδεῖσθαι πρέπει διδάσκων, τοὺς γεμὴν τῷ φαύλῳ συμβιοτεύοντας τρόπῳ τοὺς ἐπὶ τοῖς ἴσοις κατεγνωσμένους ἐν τάξει ποιεῖσθαι πατέρων ἀκόλουθον εἶναι διοριζόμενος. ὅνπερ γὰρ τρόπον τοῖς ἄριστα βιοῦν ἑλομένοις, καὶ ἁγίοις ἤδη διὰ τοῦτο κεχρηματικόσιν, ἀκινδύνως ἐξέσται πατέρα καλεῖν τὸν Θεὸν, ἐπείπερ αὐτὸν κατὰ τὸ ἐγχωροῦν ἀνθρώποις ἀπομιμεῖσθαι σπουδάζουσιν, οὕτω καὶ τοῖς πονηροῖς δικαίως ἂν ἐπιγράφοιτο γεννήτωρ ὁ πονηρὸς, ἐπείπερ αὐτοῦ καὶ τῆς πονηρίας καὶ δυστροπίας ἐν ἤθεσι τοῖς ἰδίοις διαπλάττουσι τὴν εἰκόνα.

πατὴρ γὰρ οὐ πάντως ὁ ἐξ ἑαυτοῦ γεννήσας νοεῖται παρὰ τῇ θείᾳ μάλιστα γραφῇ, ἀλλὰ καὶ ὁ τοῖς ἰδίοις ἤθεσι συμμόρφους ἔχων τινὰς, ὧν καὶ εἶναι λέγεται διὰ τοῦτο πατήρ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πρός τινας “Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ”ἐγὼ ὑμᾶς ἐγέννησα.” ὥσπερ οὖν, καθάπερ ἐλέγομεν, καὶ Θεῷ, καὶ τοῖς ἁγίοις πατράσι σύμμορφοί τινες ἀποτελοῦνται διὰ τῆς ἐν τρόποις ὁμοιότητος καὶ ἁγιασμοῦ· οὕτω καὶ τῷ διαβόλῳ, καὶ τοῖς κατ᾽ αὐτὸν ὁμοήθεσι, καὶ ὁμογνώμονες ἀποτελοῦνταί τινες ἐξ ἰδίας τοῦτο πάσχοντες μοχθηρίας. οὐκοῦν ἁγίοις μὲν πατέρες οἱ ἅγιοι, πονηροῖς δὲ αὖ πάλιν οἱ πονηροὶ τρεπόμενοι, πρεπωδέστατοι. καὶ οἱ μὲν τὴν θείαν μορφὴν ὅσον ἧκεν εἰπεῖν ἐν ἁγιασμῷ ταῖς ἑαυτῶν ἀναματτόμενοι ψυχαῖς, καὶ τὴν οἰκείοις υἱοῖς πρέπουσαν ἔχοντες παῤῥησίαν, εἰκότως ἐροῦσι “Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.” φαῦλοι δὲ πάλιν τῷ κατ᾽ αὐτοὺς ἀνακείσονται πατρὶ, γεννηθέντες ὥσπερ διὰ τῆς εἰς αὐτὸν ὁμοιώσεως εἰς τὴν ἴσην μοχθηρίαν αὐτῶν. πατέρα τοιγαροῦν Ἰουδαίοις ἕτερον παρὰ τὸν ἅγιον Ἁβραὰμ ὁρίζει τε καὶ ὀνομάζει Χριστός· τίς δὲ οὗτος, οὔπω λέγει σαφῶς. <Εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν Θεόν.> Φθάσας ἤδη προεῖπον ὅτι πικρὰς καὶ ἀνοσίους ἐπὶ τῷ Σωτῆρι Χριστῷ τὰς διαλήψεις ἐνόσουν οἱ πάντα τολμῶντες Ἰουδαῖοι εὐκόλως.

ᾤοντο γὰρ διεφθάρθαι μὲν τὴν ἁγίαν παρθένον, τὴν τοῦ Κυρίου μήτερα φημὶ, ἔχουσαν δὲ ἁλῶναι κατὰ γαστρὸς οὐκ ἐξ Ἁγίου Πνεύματος, ἢ ἐξ ἐνεργείας τῆς ἄνωθεν, ἀλλ᾽ ὑπό του τυχὸν τῶν ἐπὶ τῆς γῆς. ἀπειθεῖς γὰρ ὄντες καὶ ἀσύνετοι παντελῶς, ἢ λόγον οὐδένα τῶν προφητικῶν ἐποιοῦντο γραμμάτων, καίτοι διαῤῥήδην ἀκούοντες “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν,” ἢ εἰς μόνην ὁρῶντες τὴν σάρκα, καὶ ταῖς καθ᾽ ἡμᾶς ἀκολουθίαις ἑπόμενοι, τὴν δὲ καὶ ὑπὲρ λόγον ἐργάτιν οὐκ ἐννοήσαντες φύσιν, ᾗ δυσήνυτον μὲν οὐδὲν, ἅπαν δὲ τὸ δοκοῦν ἱππήλατον, μὴ ἑτέρως δύνασθαι κυοφορεῖν γυναῖκα νομίζουσιν, εἰ μὴ ἐκ συνόδου τῆς πρὸς ἄνδρα καὶ μίξεως. τοιαύτην νοσοῦντες τὴν ὑποψίαν οἱ δείλαιοι, συκοφαντεῖν ἀπετόλμων τὴν διὰ τοῦ Πνεύματος γέννησιν τοῦ θείου τε καὶ οὐκ ἀθαυμάστου γεννήματος. ἐπειδὴ δὲ τῆς πρὸς Ἁβραὰμ αὐτοὺς συγγενείας ἔξω τιθεὶς ἑτέρῳ προσνέμει δὲ πατρὶ, χαλεπαίνουσι σφόδρα, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ὀργὴν ἀχαλίνως ἐπαφρίζοντες, διαλοιδορούμενοι λέγουσιν Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. τοιοῦτόν τι γάρ φασιν αἰνιγματωδῶς Δύο μὲν πατέρας ἔχεις αὐτὸς, ἀλλ᾽ οὐδὲ ἐξ εὐγενῶν ἐγεννήθης γάμων, ἡμεῖς δὲ ἕνα τὸν Θεόν. ἀλλ᾽ ὁράτω τις πάλιν καὶ διασκεπτέσθω σαφῶς ὅσην κἀν τούτῳ νοσοῦσι μωρίαν.

οἱ γὰρ διὰ τὴν ἐν αὐτοῖς φαυλότητά τε καὶ μοχθηρίαν οὐδὲ ἐν τέκνοις Ἁβραὰμ τεθειμένοι παρὰ τῷ δικαίῳ Κριτῇ, πρὸς τοσοῦτον ἀποπληξίας οἴχονται μέτρον, ὡς καὶ Θεὸν ἑαυτοῖς ἐπιφημίζειν πατέρα, τάχα που διὰ τὸ εἰρημένον ἐν βιβλίοις Μωυσαϊκοῖς “Υἱὸς πρωτότοκός μου ”Ἰσραὴλ,” τὸ δὲ διὰ τῆς Ἡσαΐου φωνῆς εἰς νοῦν οὐ δεχόμενοι “Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος.” ζητήσειε δ᾽ ἄν τις εἰκότως, τί τὸ πεπεικὸς ἐπὶ τοῦ παρόντος τοὺς Ἰουδαίους οὐκέτι λέγειν Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν, ἢ ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, ἀλλ᾽ εὐθὺς ἐπὶ τὸν ἕνα Θεὸν ἀναδραμεῖν. καί μοι δοκοῦσι τοιοῦτόν τι διεσκέφθαι καθ᾽ ἑαυτούς. ἐπειδὴ γὰρ ὑποπλήττοντες τῇ λοιδορίᾳ τὸν Κύριον ὡς νενοθευμένης πρὸ γάμου τῆς μητρὸς, δύο πατέρας ἐπέγραφον αὐτῷ, ἀναγκαίως συνεργὸν ὥσπερ τινὰ τῆς ἐπὶ τούτῳ κακονοίας τὴν τοῦ ἑνὸς κλῆσιν ἐζήτουν λαβεῖν. δι᾽ ὧν γὰρ αὐτοὺς ἕνα πατέρα τὸν Θεὸν ἔχειν διισχυρίζονται, διὰ τούτων αὐτῶν δύο τῷ Κυρίῳ πλαγίως ἐπονειδίζουσιν ἀντιπαριστάντες ὥσπερ τὸν ἕνα δυσίν.

ἐνενόουν γὰρ ὅτι λέγοντες ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, πάντως ἂν ἠρνήσαντο τοὺς ἑτέρους, τὸν Ἰσαὰκ δὴ λέγω καὶ τὸν Ἰακὼβ, καὶ τοὺς ἐξ ἐκείνου δυοκαίδεκα, ὅπερ εἰ δρῷεν, ἐδόκουν ἤδη καθ᾽ ἑαυτῶν ἐξοπλίζεσθαι, μάχεσθαί τε τῷ ἰδίῳ θελήματι καὶ καυχήματι, τῆς τῶν πατέρων εὐγενείας τὸν Ἰσραὴλ ἀλλοτριοῦντες, συντρέχειν τε διὰ τούτου λοιπὸν ταῖς τοῦ Κυρίου φωναῖς. βλάβος τοιγαροῦν ἐκτρέχοντες τὸ ἐντεῦθεν αὐτοῖς ἀναφύεσθαι δοκοῦν, οὐκέτι μὲν λέγουσιν Ἕνα πατέρα ἔχομεν τὸν Ἁβραὰμ, ἐπιγράφουσι δὲ μᾶλλον ἑαυτοῖς ἕνα πατέρα τὸν Θεὸν, ταῖς εἰς λοιδορίας σφαλερωτάταις ἡδοναῖς καταθελγόμενοι μόναις, ἵνα καὶ μείζοσι περιπταίωσι ταῖς αἰτίαις, δυσσεβείας μὲν ἁπάσης ὄντες ἐργάται, ἐν πατρὸς δὲ τάξει λαβεῖν θαρσήσαντες τὸν ἁπάσης δυσσεβείας ἐχθρόν. <Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν εἴη, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω.> Οὐκ ἀναιρεῖ δὲ διὰ τούτων ὁ Κύριος τὸ ἐξεῖναί τισι καὶ ἐν υἱοῖς κατατάττεσθαι Θεοῦ, δεικνύει δὲ μᾶλλον τίσιν ἂν πρέποι τὸ καύχημα, καὶ ὅτι μᾶλλον ἁγίοις ἐνυπάρχον εὑρεθήσεται. διελέγχει δὲ μᾶλλον ἀφραίνοντα τὸν ὑβριστὴν Ἰουδαῖον. εἷς μὲν γὰρ, φησὶ, καὶ ἀληθὴς ἐγὼ πέφυκα κατὰ φύσιν Υἱὸς, ἐκ Θεοῦ δὲ δηλονότι Πατρός· τέθεινται δὲ πάντες ὡς πρὸς ἐμὲ μορφούμενοι, καὶ εἰς τὴν ἐμὴν ἀναβαίνοντες δόξαν· αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα.

πῶς οὖν ὅλως δύνασθέ φησιν ἐναριθμεῖσθαι ἐν τέκνοις Θεοῦ, τὸν ἐκ Θεοῦ πεφηνότα καὶ πρὸς τὴν ἰδίαν μεταπλάττοντα μόρφωσιν τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐχ ὅπως οὐκ ἀγαπᾶν ἐγνωκότες, ἀλλ᾽ ἤδη καὶ ἀτιμάζοντες, οὐ καθ᾽ ἕνα τρόπον, ἀλλὰ κατὰ πολλούς; καὶ οἱ τὸν χαρακτῆρα μὴ δεξάμενοι τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἂν ὅλως μορφωθεῖεν ὡς πρὸς αὐτόν; ἄλλως τε καὶ οὐ τοῖς τυχοῦσιν ἀνεγκλήτως ἐξέσται, φησὶ, πατέρα καλεῖσθαι τὸν Θεὸν, ἀλλ᾽ οἷς ἂν τῆς εἰς αὐτὸν εὐσεβείας ἐναστράπτοι τὸ κάλλος, ἐκείνοις οἶμαι, καὶ οὐχ ἑτέροις, ἁρμόσει. ἐγὼ τὰ κάλλιστα συμβουλεύσων ἐξ οὐρανοῦ παραγέγονα, καὶ πρὸς τὴν τοῦ Θεοῦ μόρφωσιν καλῶν ὑμᾶς ὁ ἐμὸς εὑρίσκεται λόγος. ἀλλ᾽ εἴπερ ἦν ὄντως ὑμῖν ἐν σπουδῇ καὶ πόθῳ τὸ ἔχειν πατέρα τὸν Θεὸν, πάντως ὅτι καὶ ἠγαπήσατέ με, τὸν τῆς τοιαύτης ὁδοῦ καὶ καθηγητὴν καὶ διδάσκαλον, τὸν διδόντα τῆς πρὸς τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὁμοιότητος τὰς ἀφορμὰς, τὸν ἀποτελοῦντα συμμόρφους ἑαυτῷ διὰ τοῦ Ἁγίου Πνεύματος τοὺς δεχομένους αὐτόν. ὁ δὲ ὅλως, φησὶν, οἰκειότητι τῇ πρὸς Θεὸν ἐπαυχῶν, πῶς οὐκ ἂν ἠγάπησε τὸν παρὰ Θεοῦ; πῶς γὰρ εἰπέ μοι τιμήσει τὸ δένδρον ὁ τὸν ἐξ αὐτοῦ γεννηθέντα καρπὸν ἀνοήτως ἐκμυσαττόμενος; “Ἢ τοίνυν, φησὶ, ποιήσατε τὸ δένδρον ”καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, ἢ ποιήσατε τὸ δένδρον “σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν.”

οὐκοῦν εἰ τὸ δένδρον εὐγενὲς, τουτέστιν, ὁ Θεὸς καὶ Πατὴρ, καὶ τὴν ἐξ αὐτοῦ λαμπρότητα ταῖς ἑαυτῶν κεφαλαῖς ἐπαντλεῖν ἐγνώκατε, διὰ τί μὴ καὶ τὸν ἐξ αὐτοῦ καρπὸν τοιοῦτον εἶναι πιστεύσαντες ἠγαπήσατε; ὁμοῦ τοιγαροῦν τὸ προκείμενον καὶ πικρὸν ἔχει πρὸς Ἰουδαίους τὸν ἔλεγχον· δεικνύει γὰρ ψευδομένους. ὅτε γὰρ πατέρα καλεῖν Θεὸν ἐπιχειροῦσι, πολύ τι τῆς ἀρετῆς τῶν εἰς τοῦτο κεκλημένων ἀφεστηκότες διὰ τοῦ μὴ ἀγαπᾶν τὸν ἐκ Θεοῦ κατὰ φύσιν· ὁμοῦ δὲ χρησίμως καὶ τῆς ἀῤῥήτου γεννήσεως εἰσφέρει τὴν μνήμην, ἵνα πάλιν κἀν τούτῳ δυσσεβοῦντες ἁλίσκωνται, δυσγενῆ καὶ νόθον ἀποκαλοῦντες αὐτόν. εἰ μὲν οὖν τὸ λέγειν Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον, τὴν ἐκ Πατρὸς ἄῤῥητόν τε καὶ ἄναρχον γέννησιν ἑαυτοῦ σημαίνει· τὸ δέ Ἥκω προστιθεὶς, τὴν ἐν τῷδε τῷ κόσμῳ πάροδον τὴν μετὰ σαρκός. καὶ οὐ δήπου φησὶν ἔναντι καὶ πρῶτον τότε ἐκ Θεοῦ καὶ Πατρὸς ἀναλάμψαι τὸν Θεὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος· τοῦτο γὰρ ἔν τισιν ἔδοξε τῶν ἀνοσίων αἱρετικῶν· ἐκλήψεται δὲ μᾶλλον καὶ ἀκολούθως τὸ εἰρημένον, καὶ νοήσει πάλιν εὐσεβῶς. οὐ γὰρ ἐπεὶ συνῆψε τὰς λέξεις, τό τε Ἐξῆλθον καὶ τό Ἥκω φημὶ, ὁμόχρονος ἔσται πάντως τῇ γενέσει τῆς σαρκὸς ὁ ἐκ Πατρὸς Λόγος, ἀλλ᾽ ἑκάστῳ τῶν σημαινομένων τὸ πρέπον διατηρήσομεν.

πρώτην μὲν γὰρ τὴν τοῦ Λόγου γέννησιν τὴν ἐκ Θεοῦ νοουμένην ἀνάρχως εἶναι καὶ ὑπὲρ νοῦν πιστεύοντες· διὸ καὶ προτέθειται ἐν τῷ Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον· ἡ δὲ δευτέρα, τουτέστιν ἡ κατὰ σάρκα Οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν. ἐσαρκώθην καθ᾽ ὑμᾶς, τουτέστι, γέγονα ἄνθρωπος, ἐν εὐδοκίᾳ τε τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικόμην ἐν τῷδε τῷ κόσμῳ διαλεξόμενος ὑμῖν τὰ παρὰ Θεοῦ, καὶ γνωρίσων οὐκ εἰδόσι τὰ ὅσαπερ αὐτῷ κατὰ γνώμην ἐστίν. ἀλλ᾽ οὐκ ἠγαπήσατε, φησὶ, τὸν ἐκ θείας ὑμῖν ἀναδειχθέντα βουλήσεως Σωτῆρα καὶ ποδηγόν. πῶς οὖν ἔτι χρηματιεῖτε τέκνα Θεοῦ, ἢ κατὰ τίνα τρόπον τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποκερδανεῖτε τὴν χάριν, τὸν ἐξ αὐτοῦ μὴ τιμήσαντες; εἰκὸς δὲ δή τι πάλιν ὑπαινίττεσθαι τὸν Κύριον, καὶ καθυλακτοῦντα μάτην αὐτοῦ τῶν Ἰουδαίων τὸν δῆμον κατασιγάζειν ἐπείγεσθαι καὶ διὰ τῶν τοιούτων ῥημάτων. τί δὲ ἄρα τὸ ὑποδηλούμενόν ἐστι, δι᾽ ὀλίγων ἐροῦμεν.

Πολλοὶ παρὰ τοῖς Ἰουδαίοις τὸν μὲν θεῖον παρ᾽ οὐδὲν ἡγούμενοι φόβον, θαυμάζοντες δὲ καὶ ἀποδεχόμενοι μόνας τὰς ἐξ ἀνθρώπων τιμὰς, καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, προφητεύειν ἀπετόλμων τὰ “ἀπὸ καρδίας ἑαυτῶν λαλοῦντες, ”καὶ οὐκ ἀπὸ στόματος Κυρίου,” καθὰ γέγραπται. καὶ γοῦν αὐτὸς ὁ πάντων Δεσπότης ἐπῃτιᾶτο λέγων “Οὐκ ἀπέστελον ”τοὺς προφήτας, οὐκ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προε- “φήτευον·” ἀλλὰ καὶ δράσειν αὐτοὺς τὰ δεινὰ ἐπηπείλει λοιπὸν βοῶν “Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, ”καὶ τὸ καθόλου μὴ βλέπουσι.” τοιοῦτός τις ἦν ὁ Σαμέας ὁ τοῖς Ἱερεμίου λόγοις τὸ οἰκεῖον ψεῦδος ἀντιτιθεὶς, καὶ τοὺς μὲν ξυλίνους ἁρπάσας κλοιοὺς, συντρίψας δὲ καὶ εἰπών “Τάδε λέγει Κύριος Συντρίψω τὸν ζυγὸν Βαβυλῶνος ”βασιλέως.”

ἐπειδὴ τοίνυν λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ “Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ”ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ,” διεγόγγυζον οἱ Ἰουδαῖοι, καὶ τίς ἐστιν ἀληθῶς οὐκ εἰδότες αὐτὸν, ψευδοπροφήτην ὑπάρχειν ἐνόμιζον, ἐσκληρύνοντό τε ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ἤδη μὲν αὐτῷ καὶ διαλοιδορεῖσθαι τολμᾶν, φονᾶν δὲ οὕτως ἀγρίως, ὡς ἤδη τοῦτο καὶ ἐπείγεσθαι δρᾶν, χρησίμως αὐτοὺς καταπτοεῖ πάλιν, οὐκ ἀφ᾽ ἑαυτοῦ μὲν ἐλθεῖν καθάπερ ἦν ἔθος αὐτοῖς ψευδοπροφητεύουσιν, ἀπεστάλθαι δὲ παρὰ Θεοῦ λέγων, ἵνα ἐν ταὐτῷ καὶ τὴν τοῦ ψευδοπροφήτου δόξαν ἀποκρουόμενος, καὶ διδάσκων ὡς οὐ μετρίαν ὑφέξουσι δίκην, οὐχ ὅπως ἀτιμάζοντες μόνον τὸν ἀπεσταλμένον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ᾽ ἤδη καὶ φονᾶν ἐπ᾽ αὐτῷ τολμήσαντες, τὸ ἀχάλινον αὐτῶν ἀνακόψειε θράσος.

Ὁ μὲν οὖν τοῦ προκειμένου λόγος ἐν τούτοις· εἰκὸς δὴ πάλιν τροφὴν ὥσπερ τινὰ ποιεῖσθαι τὸν αἱρετικὸν τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὸ εἰρημένον. κατηγορήσει γὰρ ἴσως τῆς οὐσίας τοῦ Μονογενοῦς, εἶναί τε αὐτὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ νομίσει, διὰ τὸ ἀπεστάλθαι λέγειν παρ᾽ αὐτοῦ. ἀλλ᾽ ἐννοείτω πάλιν ὁ τοιοῦτος καὶ τῆς ἀρτίως ἡμῖν εἰρημένης οἰκονομίας τὸν τρόπον, καὶ μεμνήσθω βοῶντος τοῦ Παύλου περὶ τοῦ Υἱοῦ “Ὃς ἐν μορφῇ Θεοῦ ”ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ “ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ”ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος “ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου.” εἰ δὲ τεταπείνωκεν ἑαυτὸν ἑκὼν, δηλονότι συγκατανεύοντος ὥσπερ καὶ συνεθέλοντος αὐτῷ τοῦ Πατρὸς, ποῖον ἕξει τὸ κατηγόρημα διεξάγων εἰς τέλος τῆς οἰκονομίας τὸν τρόπον, καθ᾽ ὃν ἔδει λόγον; εἰ δὲ διὰ τὸ λέγειν ἀπεστάλθαι, καὶ ἐν ἐλάττοσιν ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ οἴει κεῖσθαι τὸν Υἱὸν, πῶς εἰπὲ γάρ μοι πάλιν ὁ ἐν ἐλάττοσιν ὢν κατὰ τὴν σὴν ἀμαθίαν, ἀπαραλλάκτως ἐνεργεῖ τὰ Θεοῦ; ποῦ γὰρ τὸ ἔλαττον ἐν αὐτῷ διαφαίνεται πάντα τελείως ἔχοντος τὰ τοῦ ἰδίου γεννήτορος, καὶ πληρεστάτην ἐξουσίαν τὴν θεοπρεπῆ;

οὐκοῦν οὐκ ἐλάττων διὰ τὴν ἀποστολὴν νοηθήσεται, ἀλλὰ Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινῶς, ἐπείπερ αὐτός ἐστιν ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρὸς, πέμπεται πρὸς ἡμᾶς καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ σκεδαννύμενον φῶς, ἵνα σοφοῖ τὸ σοφίας ἐπιδεὲς, οὕτω τε λοιπὸν ἀναβιβάζοιτο δι᾽ αὐτοῦ, καὶ πρὸς ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρὸς δυναμωθείη τὸ ἠσθενηκὸς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἀναγάγοιτο. πάντα γὰρ τῇ ἀνθρώπου φύσει τὰ κάλλιστα διὰ μόνου πέφηνε τοῦ Χριστοῦ. οἰκετικὸν οὖν ἄρα τὸ παράπαν οὐδὲν ἐν Χριστῷ, πλὴν ἄρα μόνης τῆς κατὰ σάρκα μορφῆς, θεοπρεπὴς δὲ μᾶλλον ἡ ἐφ᾽ ἅπασιν ἐξουσία καὶ δύναμις, κἂν ὁ λόγος ἡμῖν σχηματίζηται τὸ ἀνθρώπινον τῷ τῆς ταπεινώσεως μέτρῳ καλῶς συμμορφούμενος. <Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.> Τὸ καὶ πολλάκις εἰρημένον ἡμῖν ἐροῦμεν πάλιν, διὰ τὸ τοῖς ἐντευξομένοις λυσιτελές· ἰέναι γὰρ καὶ μάλα συχνῶς τὸν λόγον διὰ τοῦ πεφυκότος ὠφελεῖν τὸ ἀδικοῦν οὐδέν. ἔθος τοιγαροῦν τῷ Σωτῆρι Χριστῷ τὸν μὲν ἀπὸ γλώσσης ἀναβρασθέντα λόγον οὐ πάντως ἐκδέχεσθαι τῶν ἀπειθούντων αὐτῷ, ἐνορᾶν δὲ μᾶλλον εἰς καρδίας καὶ νεφροὺς, καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τοὺς ἐν τῷ βάθει τῆς καρδίας αὐτῶν στρεφομένους ἔτι διαλογισμούς.

ἄνθρωπος μὲν γὰρ οὐκ εἰδὼς τὰ ἐν ἑτέρῳ διανοήματα, τὸν προφορικὸν ἀναγκαίως ἐκδέξεται λόγον, Θεὸς δὲ οὐχ οὕτως· πάντα γὰρ εἰδὼς, ἀντὶ φωνῆς ἔχει τὸ ἐνθύμιον. ἐπειδὴ τοίνυν ἔφη τοῖς Ἰουδαίοις ὁ Κύριος ἐληλυθέναι μὲν οὐκ ἀφ᾽ ἑαυτοῦ, καθάπερ ἦν ἔθος τοῖς ἐξ οἰκείας γνώμης, καὶ οὐκ ἐκ θείου Πνεύματος ἐπὶ τὸ προφητεύειν βαδίζουσι, πεπέμφθαι γεμὴν παρὰ τοῦ Θεοῦ, διενθυμοῦνται πάλιν, ἤτοι διαλογίζονται καθ᾽ ἑαυτοὺς, ἢ καὶ λεληθότως ἀλλήλοις ἐμψιθυρίζοντες ἔφασκον Πολλοὶ λελαλήκασι προφῆται τὰ παρὰ τοῦ Θεοῦ, καὶ τοὺς ἐκ τοῦ Πνεύματος εἰς ἡμᾶς εἰσεκόμισαν λόγους, ἀλλ᾽ εὑρίσκομεν οὐδὲν παρ᾽ ἐκείνοις τοιοῦτον, ὁποῖον ἐν τοῖς τούτου ῥήμασιν. ἀποφέρει γὰρ παντελῶς τῆς κατὰ νόμον λατρείας, καὶ εἰς ἑτέραν τινὰ μεθίστησι πολιτείαν, καὶ ξένην ἡμῖν εἰσηγεῖται βίου διαγωγήν. οὐκοῦν ἀσύμφωνος ἐναργῶς, ἀσύμβατος δὲ τοῖς πάλαι γέγονεν ὁ λόγος αὐτῷ. ταῦτα κατὰ τὸ εἰκὸς ἐπείπερ ἐθεᾶτο διενθυμουμένους αὐτοὺς, δεικνὺς ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ τὰ ἐν καρδίαις εἰδὼς βουλεύματα προσλαμβάνει καί φησι Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. οὐκ ἠγνόηκα, φησὶν, ὡς τὴν ἐμὴν οὐ δύνασθε συνιέναι λαλιὰν, ἤτοι διδασκαλίαν, ἀλλ᾽ ἐρῶ τὴν αἰτίαν ὑμῖν τοῦ πράγματος, καὶ τί τὸ ἐμποδὼν, καταστήσω σαφές.

οὐ δύνασθε τὸν ἐμὸν ἀκοῦσαι λόγον· τὸ δέ Οὐ δύνασθέ φησιν, ἀτονοῦντας ἐλέγχων περὶ τὸ τελείως ἀγαθὸν, διὰ τὸ ἰδίοις προκεκρατῆσθαι πάθεσιν. ἀπονευροῖ μὲν γὰρ ἡ φιληδονία τὸν νοῦν, καὶ ἡ πρὸς τὸ φαῦλον ἀχαλίνως ἔχουσα ῥοπὴ προσεκλύουσα τῆς καρδίας τὸν τόνον, ἀδρανῆ καὶ ἀτολμοτάτην αὐτὴν ἀπεργάζεται πρός γε τὸ δύνασθαι κατορθοῦν ἀρετήν. προησθενηκότες τοιγαροῦν ταῖς εἰς φαυλότητα ῥοπαῖς, καὶ ὑπὸ τῶν ἰδίων παθῶν τυραννούμενοι, φησὶ, τὸν ἐμὸν ἀκούειν οὐ δύνασθε λόγον· “Εὐθεῖαι μὲν γὰρ αἱ ὁδοὶ Κυρίου,” κατὰ τὸ γεγραμμένον, “καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ”ἀσθενήσουσιν ἐν αὐταῖς.” συγγενὲς εὑρήσεις τούτοις, καὶ τὸ ἐν ἑτέροις πρὸς τοὺς Φαρισαίους εἰρημένον “Πῶς δύνασθε ”πιστεύειν, δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν “δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;” κἀν τούτῳ γὰρ δὴ τὸ μὴ δύνασθαι πιστεύειν αὐτοὺς, τὴν ἑκούσιον τῆς διανοίας ἀσθένειαν, ἤτοι τὸ προκεχειρῶσθαι ταῖς φιλοδοξίαις τὸν νοῦν σημαίνει. ἀληθὲς δὲ πάλιν ὑπάρχον ἐπὶ τοῖς Ἰουδαίοις εὑρίσκομεν τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον “Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος ”τοῦ Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν.”

οὐκοῦν ἐπειδήπερ ἦσαν ψυχικοὶ, μωρίαν ἡγοῦντο τὸν ἐπὶ τὸ σώζεσθαι καλοῦντα λοιπὸν, καὶ τῆς ἐξαιρέτου πολιτείας διδάσκοντα τὴν ὁδὸν, ἀπευθύνοντά τε καλῶς εἰς τὸ ἀρέσκειν δύνασθαι τῷ φιλαρέτῳ Θεῷ, ᾧ πᾶσα τιμὴ, δόξα, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.