Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Το μήνυμα προς τον Ιωάννη τον Βαπτιστή και η αντιπαράθεση με τους Φαρισαίους (Ματθ. 11-12)

Η απάντηση του Κυρίου στους μαθητές του Ιωάννη, η θεολογική σημασία του προσώπου του Βαπτιστή, και η αντιπαράθεση με τους Φαρισαίους σχετικά με το Σάββατο και την πνευματική τύφλωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 13

Mt 11, 3 Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ ἢ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ πάθος αὐτοῦ. διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ᾽ ἵνα ἔτι ζῶν πείσῃ αὐτοὺς καὶ μὴ μετὰ θάνατον αὐτοῦ προστεθῶσιν ἑτέρῳ διδασκάλῳ.

Mt 11, 10 〈Κατεσκεύασε τὴν ὁδὸν〉 κυρίου τοῦτ᾽ ἔστιν ἡτοίμασε τοὺς ἀνθρώπους πρὸς τὸ ὑποδέξασθαι τὴν νομοθεσίαν τοῦ θεοῦ. ἔδειξε μὲν οὖν καὶ ἐντεῦθεν—παρ᾽ ἑαυτοῦ λοιπὸν ἐπάγει ψῆφον λέγων.

Mt 11, 11 Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου. τὸ δὲ 〈ἐγήγερται〉 εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρμένον ὡς ἐπὶ βασιλέως περιφανοῦς ἢ φυτοῦ εὐαυξοῦς· ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἶδε καὶ πᾶσιν ἐγνώρισεν.

Καὶ ὅρα πῶς ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· 〈ἀμὴν〉 γάρ φησι 〈λέγω〉, ὅτι 〈οὐκ ἐγήγερται μείζων〉 αὐτοῦ. 〈τὸ ἐγήγερται〉 εἶπεν ὡς περί τινος βασιλέως περιφανοῦς ἢ ὡς περὶ φυτοῦ λίαν εὐμηκεστάτου καὶ ταῖς ἀρεταῖς εἰς ὕψος ἀναδραμόντος.

Mt 11, 11 Ὁμοῦ τοῖς ἄλλοις, οἳ καὶ πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός, οἱ δέ γε τὴν πίστιν προσηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρηματίζουσιν γυναικῶν, ἀλλά, φησὶν ὁ σοφώτατος εὐαγγελιστής, «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν»· ἀνεγεννήθημεν γὰρ εἰς υἱοθεσίαν θεοῦ οὐκ ἐκ σπορᾶς φθαρτῆς, διὰ δὲ λόγου ζῶντος καὶ μένοντος. κρείττονες οὖν παρὰ πᾶν τὸ γεννητὸν γυναικὸς οἱ μὴ ἐκ σπορᾶς φθαρτῆς, γεγεννημένοι δὲ μᾶλλον ἐκ θεοῦ.

Ὁ μὲν Ἰωάννης γεννητὸς ἦν γυναικός, οἱ δέ γε τὴν πίστιν προσηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρηματίζουσι γυναικῶν, «ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν». ὅτε δὲ Χριστὸς ἀνεβίω σκυλεύσας τὸν ᾅδην, τότε τὸ τῆς υἱοθεσίας δίδοται πνεῦμα. ὁ δὲ μακάριος Ἰωάννης πρὸ τοῦ δοθῆναι τὸ πνεῦμα ἀπῆλθεν, ὥστε κἂν ἐλάττονες ὦμεν τῶν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, ἀλλ᾽ ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν.

Mt 11, 11 〈Μείζονα〉 λέγει Ἰωάννου τὸν πιστὸν τὸν διὰ τοῦ λουτροῦ ἀναγεννηθέντα, ἣν κατάστασιν καλεῖ 〈βασιλείαν τῶν οὐρανῶν〉 ὡς τοῖς πιστοῖς διδομένης βασιλείας οὐρανῶν, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὖν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος.

Mt 11, 12 Ἐπειδὴ ἡ 〈τῶν οὐρανῶν βασιλεία〉 ἐστὶν ἡ εἰς τὸν Χριστὸν πίστις, ἀπὸ τοῦ κηρύγματος Ἰωάννου ἤρχθη, ὃς ὑπεδείκνυ τὸν κηρυττόμενον διὰ τοῦ βαπτίσματος ἄγοντα εἰς βασιλείαν. ἐκεῖνοι δὲ βιάζονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οἱ τῷ τῆς εἰδωλολατρείας ἀποταττόμενοι παλαιῷ καὶ εἰκαίῳ ἔθει καὶ οἱ τῷ γράμματι μὴ προσέχοντες, ἀλλ᾽ ὥσπερ ἐκ βίας τινὸς διὰ τῆς εἰς Χριστὸν πίστεως μεθελκόμενοι. εἰπὼν δὲ ὑπὸ βιαστῶν ἁρπάζεσθαι τὴν βασιλείαν τὸ κακόηθες αἰνίττεται τῶν Ἰουδαίων, οἳ οὐ μόνον οὐκ ἐπίστευον εἰς τὸν Χριστόν, ἀλλὰ καὶ τοὺς ἄλλους διεκώλυον δι᾽ ἀπειλῶν καὶ πληγῶν. καὶ ἔδει βεβαίους τῷ φρονήματι δειχθῆναι τοὺς θέλοντας διὰ τῆς εἰς Χριστὸν πίστεως μετασχεῖν τῆς τῶν οὐρανῶν βασιλείας καταφρονοῦντας τῶν Ἰουδαίων ἀπειλῶν. πλὴν καὶ ὁ πιστός, ὅταν εὐτόνως ἀνθίστηται πρὸς τὰ σωματικὰ καὶ ψυχικὰ πάθη πρὸς τὸ εἰσελάσαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, οὗτος φιλόθεός ἐστι βιαστής. τὸ δὲ 〈ἕως ἄρτι〉 τοῦτ᾽ ἔστιν ἕως τοῦ διηνεκοῦς.

Mt 11, 12 Ἡ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος ἡ τοῦ θεοῦ 〈βασιλεία〉 ἐστίν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν. οἱ δὲ βιαζόμενοί εἰσιν οἱ τῇ εἰδωλολατρίᾳ ἀποταττόμενοι καὶ τῷ παλαιῷ ἔθει.

Mt 11, 16—17 Ὥσπερ παιδίων ὀρχουμένων, ἑτέρων δὲ θρηνούντων οὐχ ἵσταται εἰς ἓν 〈τὸ〉 βούλημα (ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις μὴ συμφωνοῦσιν αὐτοῖς), τοιοῦτόν τι πεπόνθασιν Ἰουδαῖοι οὐδὲ τὸ στυγνὸν τοῦ Ἰωάννου οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ ἀποδεξάμενοι οὐδὲ δι᾽ ἑνὸς τρόπου ὠφεληθέντες.

Mt 11, 18—19 Ὁ μὲν γὰρ Ἰωάννης δι᾽ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου πάθη, ὁ δὲ Ἰησοῦς ὡς θεὸς ἐξουσιαστικῷ νόμῳ ταῦτα ἐνέκρου, οὐ μὴν δι᾽ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης «κηρύσσων βάπτισμα μετανοίας» τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τούτῳ πενθεῖν, ὁ δὲ κύριος «βασιλείαν οὐρανῶν κηρύσσων» τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι᾽ οὗ νῦν τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν.

Mt 11, 18—19 Ἔπρεπεν Ἰωάννῃ ὡς οἰκέτῃ διὰ τῆς ἄγαν σκληραγωγίας κατανεκρῶσαι τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ Χριστῷ ὡς ἐλευθέρῳ δυνάμει τῆς θεότητος ἐξουσιαστικῶς τὰ τῆς σαρκὸς νεκροῦν κινήματα καὶ τὸν ἔμφυτον τῆς σαρκὸς νόμον, οὐ μὴν δι᾽ ἀσκητικῶν πόνων εἰς τοῦτο βοηθεῖσθαι. ὅμως Ἰωάννης «βάπτισμα κηρύσσων μετανοίας» τύπον ἑαυτὸν πάρεσχε τοῖς ὀφείλουσι πενθεῖν, ὁ δὲ κύριος «βασιλείαν οὐρανῶν κηρύσσων» εἰκότως τὸ ἀνειμένον καὶ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι᾽ οὗ τοῖς πιστοῖς ὑπέγραφεν τὴν ἀνέκφραστον χαρὰν καὶ τὴν ἄπονον ζωήν. αὐλὸς γάρ ἐστιν ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἡδύτης, θρῆνος δὲ τὰ γεέννης ἐπώδυνα.

Mt 11, 25 Τὸ 〈ἐξομολογοῦμαί〉 φησιν κατὰ συνήθειαν ἀνθρωπίνην ἀντὶ τοῦ χάριν ὁμολογῶ ἤγουν δοξάζω σε· ἔθος γὰρ τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον. γέγραπται γοῦν ὅτι «ἐξομολογησάσθωσαν» κύριε «τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν». καὶ πάλιν· «ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου». ἀλλ᾽ οἱ διεστραμμένοι τὸν νοῦν· ἰδού, φασίν, χάριν ὁμολογεῖ τῷ πατρί, εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίη τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίσαι δόγμασι· καὶ τί τὸ κωλῦον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ πατέρα, σῴζοντα δι᾽ αὐτοῦ τὴν ὑπ᾽ οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφ᾽ ἑξῆς. 〈κύριον〉 γὰρ 〈τοῦ οὐρανοῦ καὶ γῆς〉 ὁμολογεῖ καὶ ἀποκαλεῖ τὸν 〈πατέρα〉. ὁ δὲ υἱὸς τοῦ τῶν ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων, οὐχ ὡς ἐλάττων ἢ ἑτεροούσιος, ἀλλ᾽ ὡς θεὸς ἐκ θεοῦ ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς.

Mt 11, 27 Κατὰ διαφόρους ἐπινοίας ἡ θεοῦ γνῶσις· κτίστου, ᾗ ἔκτισεν, κριτοῦ 〈ᾗ ἔκρινε καὶ τὰ ἄλλα. ταῦτα δὲ πάντα φανερά, ᾧ ἂν ὁ υἱὸς〉 ἀποκαλύψῃ, οὐχ ἑτέρως ὄντι υἱῷ θεοῦ. 〈τοιγαροῦν〉 ὃς λαβὼν ἐξουσίαν τέκνον γενέσθαι ὅτε μὲν ἔχει οὐκ ἔγνω, οὐκ ἔχει τὸν πατέρα· ὅτε δὲ γίνεται ἀποκαλύψαντος Ἰησοῦ ὡς ἀδελφῷ γνώσεται.

Mt 11, 27 Ὥσπερ οὖν ὁ πατὴρ λέγεται πεποιηκέναι τὰ πάντα, καίπερ διὰ τοῦ υἱοῦ πάντα ποιῶν, οὕτω καὶ λέγεται τῷ υἱῷ 〈πάντα〉 παραδιδόναι αὐτὸν ἔχων δύναμιν καὶ δι᾽ αὐτοῦ κατάρχων τῶν ὅλων καὶ συνὼν αὐτῷ. πλὴν εἰ καὶ ὡς ἄνθρωπος ἐξουσίαν λαμβάνειν οἰκονομικῶς λέγεται ὡς μὴ πεφυκυίας ἀνθρώπου φύσεως δεσπόζειν, οὐδὲ τοῦτο ἔξω τοῦ εἰκότος.

Mt 11, 27 Ὁ ὁρῶν τὸν υἱὸν τὴν τοῦ πατρὸς εἰκόνα ἔχοντα ἐν ἑαυτῷ αὐτὸν ὁρᾷ τὸν πατέρα. ἀποκαλύπτει δὲ τὸν πατέρα ὡς ἐν πρωτοτύπῳ αὐτὸς τῷ πατρὶ φαινόμενος, ὑποφαίνων δὲ ἂν πάλιν ἐν ἰδίᾳ μορφῇ τὸ ἀρχέτυπον. ταῦτα δὲ θεοπρεπῶς νοητέον. ἐπειδὴ δὲ εἶπε 〈πάντα μοι παρεδόθη〉, ἵνα μὴ δόξῃ ἑτέρας φυλῆς εἶναι καὶ παρὰ τὸν πατέρα ἥττων, ἐπήγαγε τοῦτο, ἵνα δείξῃ τὴν ἑαυτοῦ φύσιν ἀπόρρητον καὶ ἀκατάληπτον οὖσαν ὡς τὴν τοῦ πατρός· μόνη γὰρ ἡ θεία φύσις τῆς τριάδος ἑαυτὴν ἐπιγινώσκει. μόνος ὁ πατὴρ οἶδεν τὸν υἱὸν τὸν ἴδιον τὸν τῆς ἑαυτοῦ φύσεως καρπόν, μόνον τὸ θεῖον γέννημα ἐπιγινώσκει τὸν ἐξ οὗ ἐτέχθη μόνον τὸ ἅγιον πνεῦμα οἶδεν «τὰ βάθη τοῦ θεοῦ», ὅ ἐστι τὰς ἐννοίας τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.

Mt 11, 28 Ὁ οὖν ἀκούσας τῆς κλήσεως καὶ ἐγγίσας καὶ κολληθεὶς τῷ προστάξαντι, οὗτος ἀναπαύεται. ἀποστάντες, φησίν, τῆς φιλαμαρτήμονος γνώμης καὶ τῆς φιλοσαρκίας καὶ μετατρεπόμενοι ἐπὶ τὰ ἐπαίνου ἄξια πράγματα ἐγγίσατέ μοι, ἵνα γένησθε «θείας κοινωνοὶ φύσεως» καὶ ἁγίου πνεύματος μέτοχοι. 〈πάντας〉 δὲ καλεῖ καὶ οὐ μόνους τοὺς ἐξ Ἰσραὴλ ὡς πάντων δημιουργὸς καὶ κύριος καὶ 〈κοπιῶντας〉 μὲν λέγει τοὺς Ἰουδαίους τοὺς μὴ ἰσχύοντας βαστάσαι τὸν νομικὸν ζυγόν, 〈πεφορτισμένους〉 τοὺς εἰδωλολάτρας τοὺς διὰ τοῦ διαβόλου καταφορτισθέντας καὶ τῷ πλήθει τῶν ἁμαρτιῶν καταβαρυνομένους. ὑμεῖς οὖν, φησίν, ὦ Ἰουδαῖοι, νεύσατε πρὸς τὴν ἀλήθειαν καὶ ἐπίγνωτε ἐμὲ τὸν ὑμέτερον κηδεμόνα καὶ δεσπότην καὶ ἐγγύθεν τῆς προσόδου τὸ κέρδος κομιζόμενοι. ἀπαλλάττω γὰρ ὑμᾶς τῆς ὑπὸ τὸν νόμον δουλείας, ἐν ᾗ πολὺν ὑπομένετε κόπον, οὔτε ῥᾳδίως ἐξανύειν αὐτὸν δυνάμενοι καὶ μέγιστον τῶν ἁμαρτημάτων «τὸ φορτίον» ἑαυτοῖς κατασκευάζοντες, ὅσῳ πλείονα φυλάττειν προσῆκεν ὑμᾶς ἀκόλουθα τῷ νόμῳ διαπραττομένους.

Mt 11, 30 〈Ἐλαφρός〉 ἐστιν 〈ὁ ζυγὸς〉 τοῦ Χριστοῦ, ἐπεὶ οὐ κολάζει ἡμᾶς καθάπερ ὁ νόμος τὸ ἀναμάρτητον ἀπαιτῶν καὶ ἀπαθές, ἀλλ᾽ ἐν ἁπλοῖς ῥήμασιν ἔχει τὴν ἐπαγγελίαν καὶ τὸν τῆς ἀρετῆς ὑπογραμμόν.

Mt 12, 1—2 Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον, ἡσυχάζουσιν, ἔνθα δὲ ὁρῶσί τινας σῳζομένους, καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων εἰσὶ σωτηρίας καὶ τῶν ἱερῶν γραμμάτων ἀνεπιστήμονες. εἰ γὰρ ἑτέρα παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς. ἀλλ᾽ οἱ Φαρισαῖοι τοῦτο συνιδεῖν μὴ θελήσαντες ἐφεδρεύουσι τοῖς ἁγίοις ἀποστόλοις καί φασι περὶ αὐτῶν τῷ Χριστῷ· ἰδού, τοῖς νομικοῖς ἐντάλμασι ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν σαββάτῳ καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. σὺ δὲ αὐτὸς εἰπέ μοι, ὦ Φαρισαῖε, τὴν σαββατικὴν ἑαυτῷ τράπεζαν παραθεὶς οὐ συνθραύεις τὸν ἄρτον; τί οὖν ἑτέρους αἰτιᾷ; πῶς δὲ καὶ ὁ σωτὴρ περὶ αὐτῶν ἀπολογεῖται;

Mt 12, 9—14 Ἀσεβεῖς ὄντες οἱ Φαρισαῖοι ὑπεκρίνοντο τὴν εὐσέβειαν, ἵνα τοὺς εὐσεβεῖς ἐξολοθρεύσωσι. διὸ καὶ τὸν Χριστὸν διαβάλλειν ἐπεχείρουν καὶ τοὺς αὐτοῦ μαθητὰς ὁρῶντες αὐτοὺς λαμπρυνομένους τοῖς θαύμασιν.

Mt 12, 23—28 Ἐπειδή, φησίν, 〈οὐκ ἐν τῷ ἄρχοντι τῶν δαιμόνων〉 ἐκβάλλω 〈τὰ δαιμόνια〉 ὡς ἔδειξεν εἰπών, ὅτι 〈πᾶσα βασιλεία καθ᾽ ἑαυτῆς μερισθεῖσα〉 διαλύεταί τε καὶ φθείρεται, ἐν τῇ δυνάμει τοῦ πνεύματος ἄρα 〈ἐκβάλλω〉 αὐτὰ καὶ διὰ τοῦτο ἤγγικεν ἡ 〈τοῦ θεοῦ βασιλεία〉.

Mt 12, 29 〈Ἰσχυρὸν〉 δὲ καλεῖ τὸν διάβολον οὐχ ὡς φύσει τοῦτο ὄντα, ἀλλὰ τὴν αὐτοῦ τυραννίδα δηλοῖ, ἣν ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας ἐκτήσατο· 〈διαρπάζω〉 δὲ αὐτόν, οὐκ ἐῶν ἔχειν προσκυνητὰς τοὺς ἀνθρώπους, ἀλλ᾽ εἰς ἐπίγνωσιν τοῦ θεοῦ μεταπείθων ἐλθεῖν. πῶς οὖν σύμμαχός μοι γενήσεται καθ᾽ ἑαυτοῦ;

Mt 12, 31—32 Ὅταν τις εἰς ἄνθρωπον ἡμάρτανε, δυνατὸν ἦν ὑπὲρ αὐτοῦ παρακαλέσαι τὸν θεόν, ὅταν δὲ εἰς θεὸν οἱ ἄνθρωποι ἐβλασφήμουν, οὐκ ἐξῆν ὑπὲρ αὐτῶν παρακαλέσαι. πλὴν ἐπειδὴ ὡς ἄνθρωπος ὁρώμενος ὁ τοῦ θεοῦ υἱός, εἰ καὶ φύσει θεὸς ἦν, οὐ πάνυ τι τοῖς ἀσυνέτοις ἐγνωρίζετο, δίδωσιν ἔσθ᾽ ὅτε τοῖς ἐξ ἀγνοίας ἁμαρτάνουσιν εἰς αὐτὸν συγγνώμην, τοῖς δὲ εἰς τὸ πνεῦμα διηνεκῆ λέγει τὴν κόλασιν ἐπάγεσθαι.

Mt 12, 31—32 〈Πνεῦμα〉 λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος, οὕτως εἶπεν, ἐπεὶ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ θεῷ ἐν τοῖς γνησίως καὶ κατ᾽ ἀξίαν μετανοοῦσιν. 〈Πνεῦμα〉 λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα λέγει· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος βαπτιζομένοις συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος εἶπεν τοῦτο· εἰ γὰρ καὶ ἔθος τῷ θεῷ πολλάκις ἢ ὧδε μόνον ἀπαιτῆσαι εὐθύνας τοὺς ἁμαρτήσαντας οὐ μὴν κἀκεῖ κατὰ τὸ «οὐκ ἐκδικήσει κύριος δὶς ἐπὶ τὸ αὐτό», ἤτοι ἀνεξικακῆσαι μὲν ἐν τῷ νῦν αἰῶνι, οὐ μὴν κἀκεῖθεν δοῦναι συγγνώμην, ἀλλ᾽ ἐπὶ τῶν τοιούτων ἀνεξάλειπτον καὶ ἀσύγγνωστον καὶ ὧδε κἀκεῖ λέγει τὴν κόλασιν.

Mt 12, 34—35 Ὅταν λέγῃ 〈θησαυρόν〉, τὸ πλῆθος ἐνδείκνυται τῶν ἐν τῇ ψυχῇ κειμένων. ἵνα δὲ μὴ εἴπωσί τινες ὅτι φύσει πεφύκασι πονηροὶ οἱ ἄνθρωποι, ἐπὶ τῶν Φαρισαίων τοῦτο ἐδήλωσεν, ὅτι δυνατὸν τὸν αὐτὸν καὶ ἕνα ἄνθρωπόν ποτε μὲν ἀγαθὸν γενέσθαι, ποτὲ δὲ κακόν, λέγων· ὁ 〈ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας〉 αὐτοῦ 〈λαλεῖ〉, ὁμοίως καὶ ὁ κακός.

Mt 12, 35 Εἰ καὶ εἶπεν ὁ κύριος, ὅτι 〈πονηροὶ〉 ὄντες οὐ δύνανται μὴ 〈πονηρὰ〉 λαλεῖν, οὐχ ὡς φύσει ὄντων αὐτῶν πονηρῶν τοῦτο εἶπεν, ἀλλ᾽ ὡς ἐκ πολλῆς τῆς ἀνοίας κατακρατηθέντων ὑπὸ τοῦ κακοῦ. Εἰ δὲ καὶ εἶπεν ὁ κύριος, ὅτι 〈πονηροὶ〉 ὄντες οὐ δύνανται 〈ἀγαθὰ〉 λαλεῖν, οὐχ ὡς φύσει ὄντων πονηρῶν τοῦτο εἶπεν, ἀλλ᾽ ἐξ αὐτῶν προαιρετοῦ κινήματος.

Mt 12, 38 Ἐπειδὴ τὰ γεγονότα σημεῖα, φασίν, δαιμόνων ἦσαν, ἅπερ ἐπὶ μόνης τῆς γῆς ποιεῖ τὰς φαντασίας, ποίησον καὶ σὺ ἀπὸ τῆς σῆς δυνάμεως σημεῖον ἐξ οὐρανοῦ· ἕτερος γὰρ εὐαγγελιστὴς σαφῶς εἶπεν, ὅτι «ἐξ οὐρανοῦ» ᾔτουν αὐτὸν σημεῖον ποιῆσαι, ὅπερ τῇ θείᾳ δυνάμει ἔπρεπεν ποιῆσαι. τοῦτο δὲ ἔλεγον ὡς μὴ δυναμένου αὐτοῦ ποιῆσαί τι τῶν θεοπρεπῶν τυφλώττοντες τῇ διανοίᾳ· τὸ γὰρ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ νεκροὺς ἐγεῖραι καὶ θαλάσσῃ καὶ ἀνέμοις ἐπιτιμᾶν μόνης ἐξουσίας θεοπρεποῦς.

Mt 12, 39 〈Πονηροὶ〉 δὲ ὡς τὸ ἐξαίρετον τῆς διανοίας δαπανῶντες οὐ περὶ φιλοθεΐαν, ἀλλὰ περὶ τὸ δρᾶν τι καὶ λέγειν κατὰ θεοῦ. 〈μοιχαλίδα〉 δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν· οὔτε γὰρ τῷ πατρὶ ἐπίστευσαν καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀπέστησαν τοῦ νυμφευσαμένου τὴν ἀνθρωπότητα καὶ μνηστευσαμένου κατὰ τὴν ἀνθρωπότητα διὰ τὸ εἰρημένον· «καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα», προσεκολλήθησαν δὲ τῷ σατανᾷ τὸν τῆς νοητῆς πορνείας τρόπον ἀποκαλοῦντες. δείκνυσιν ἑαυτὸν πάλιν τῷ πατρὶ—〈τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου〉.

Mt 12, 41 Ὥστε 〈εἰ〉 ὡς τύπος Χριστοῦ Ἰωνᾶς λαμβάνεται, οὐ κατὰ πάντα λαμβάνεται, οἷον ἀπεστάλη τοῖς Νινευίταις κηρῦξαι, ἀλλ᾽ ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν. ἀπέσταλται καὶ παρὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱὸς κηρύσσων τοῖς ἔθνεσιν, ἀλλ᾽ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν. παρεκάλει τοὺς συμπλέοντας ὁ προφήτης βαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν, κατεπόθη δὲ καὶ ὑπὸ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ καὶ πεπλήρωκε τὴν διακονίαν, λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος τοῦ θεοῦ τοὺς Νινευίτας. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον, ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς, ἀνεβίω τε ἂν καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν, πλὴν οὐ λελύπηται σῳζομένους ὁρῶν τοὺς κεκλημένους εἰς ἐπίγνωσιν. οὐκοῦν ὥσπερ αἱ μέλιτται λειμῶνας καὶ ἄνθη περιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσιν πρὸς τὴν τῶν κηρίων κατασκευήν, οὕτω χρὴ καὶ ἡμᾶς τὴν θεόπνευστον ἀνερευνωμένους γραφὴν τὸ τελοῦν εἰς διασάφησιν τῶν Χριστοῦ μυστηρίων ἀεὶ συλλέγειν καὶ συνδιατιθέναι καὶ τὸν λόγον ἐπιτελεῖν ἀνεπίπληκτον.

Mt 12, 43—45 Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων· διὰ γὰρ τοῦτο εἶπεν· 〈οὐχ εὑρίσκει〉 ἀνάπαυσιν, ἵνα δείξῃ, ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή· καὶ γὰρ ἀπὸ δύο τούτων τὸν τοιοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι. μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή, ἀλλ᾽ ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. ἦν μὲν αὐτοῖς ἔνοικον τὸ πονηρὸν πνεῦμα καὶ ὅτε ἐν Αἰγύπτῳ ἐθήτευον καὶ τοῖς Αἰγυπτίοις διαζῶντες ἔθεσί τε καὶ νόμοις μεστοὶ ἦσαν πάσης ἀκαθαρσίας. ἐπειδὴ διὰ Μωσέως λελύτρωνται καὶ νόμον ἐσχήκασι παιδαγωγὸν πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα. ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστόν, πάλιν αὐτοῖς ἐπεδήμησε τὸ δαιμόνιον· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ 〈σχολάζουσαν〉 ἀπὸ πάσης εὐσεβείας καὶ οἱονεὶ 〈σεσαρωμένην〉 καὶ κατῴκησεν ἐν αὐτοῖς· ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐναυλίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται ἐν αὐτῷ, οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ.