Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Οι παραβολές της Βασιλείας (Ματθ. 13)

Ερμηνεία των παραβολών της Βασιλείας των Ουρανών, με έμφαση στην παραβολή του σπορέως και της σαγήνης, και ο σκοπός της παραβολικής διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 13

Mt 13, 3 Διὰ τοῦτο 〈ἐν παραβολαῖς〉 λαλεῖ ὁ Χριστός, ἵνα καὶ διὰ τούτων δείξῃ, ὅτι αὐτός ἐστιν ὁ προφητευθείς, περὶ οὗ εἶπεν Δαυίδ· «ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου» καὶ πάλιν· «καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ᾽ ὕδατος φερομένου».

Mt 13, 12—13 Τοῖς ἐπιεικέσι καὶ φιλομαθέσιν ἔχουσι γνῶσιν ἐνοικισθήσεται τὸ θεῖον φῶς πλουσιώτερον ἢ πάλαι, τοῖς δὲ ἐσχηκόσι σπινθῆρα φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τραπεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μὴ πιστεύσαντες· εἶχον γὰρ μικρὰν φωταγωγίαν ἐκ τοῦ νόμου ὁδηγοῦσαν αὐτοὺς ἐπὶ τὴν εἰς θεὸν γνῶσιν. ἐπειδὴ δὲ εἰς Χριστὸν δεδυσσεβήκασιν, καὶ αὐτῆς ἐστερήθησαν. ὁ μέντοι κύριος σαφέστερον δεικνὺς τί ἐστιν ὅπερ εἶπεν, ὅτι τῷ ἔχοντι 〈δοθήσεται〉, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος 〈καὶ ὃ ἔχει ἀρθήσεται〉 ἀπ᾽ 〈αὐτοῦ〉, ἐπάγει· 〈διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν〉.

Τοῖς εὐμαθέσιν ἀνθρώποις καὶ καλῶς διακειμένοις πρὸς παραδοχὴν θείων λόγων ἐνοικισθήσεται τὸ πνεῦμα τὸ ἅγιον αὐξάνον ἐν αὐτοῖς τὰ χαρίσματα, τοῖς δὲ σπινθῆρα φωτὸς κεκτημένοις καὶ τούτου ἀμελήσασι σβεσθήσεται πάντως καὶ ἀρθήσεται ἀπ᾽ αὐτῶν καὶ τὸ σμικρότατον, ὃ πρότερον εἶχον. τοῦτο δὲ Ἰουδαῖοι πεπόνθασι λαβόντες φῶς ἐκ τοῦ νόμου καὶ μὴ πολυπλασιάσαντες, ἀλλὰ καὶ τῆς ἀληθείας ἐλθούσης ἀμβλυωπήσαντες πρὸς αὐτὴν ἀφῃρέθησαν, ὃ ἐκέκτηντο.

Mt 13, 15 Τὸ εἰπεῖν μήποτε 〈ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτοὺς〉 ἐπιτεταμένην ἐμφαίνει δυστροπίαν, πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γάρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς οὕτως λαλεῖ, ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾶν, πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν πάντα ποιεῖ.

Mt 13, 16 Μακαρίζει τοίνυν αὐτοὺς ὡς ἀκηκοότας τῆς τοῦ υἱοῦ φωνῆς καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι᾽ οὗ καὶ ἐν ᾧ τὴν τοῦ πατρὸς καὶ θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι καὶ πληρεστάτην ἔσχον τὴν ἐπ᾽ ἀγαθοῖς θυμηδίαν.

Mt 13, 19—22 Ἴδωμεν ὡς ἐν παχέσι πράγμασι, τί ἐστι τὸ ἐπὶ τῆς ὁδοῦ εἶναι. σκληρὰ καὶ ἀνόνητός πώς ἐστι πᾶσα ὁδὸς διὰ τὸ τοῖς ἁπάντων ὑποκεῖσθαι ποσὶ καὶ οὐδὲν αὐτῇ ἐγχώννυται τῶν σπερμάτων, κεῖται δὲ μᾶλλον ἐπιπολῆς καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν οἳ τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον, ἀλλὰ τοῖς ἀκαθάρτοις πνεύμασι πεπατημένη γεγόνασιν ὁδός· ταῦτα γάρ ἐστι «τὰ πετεινὰ τοῦ οὐρανοῦ». οὐρανὸν δὲ ἐνταῦθα τὸν ἀέρα νοοῦμεν, ἐν ᾧ τὰ τῆς πονηρίας πνεύματα στρέφονται, ὑφ᾽ ὧν καὶ τὸ καλὸν σπέρμα διαρπάζεται καὶ ἀπόλλυται. τίνες δὲ καὶ οἱ ἐπὶ τῆς πέτρας; εἰσί τινες ἀπεριέργως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, τὸν δὲ νοῦν οὐ καθιέντες εἰς τὴν τοῦ μυστηρίου βάσανον. οὗτοι κούφην τε καὶ ἀνάρριζον ἔχουσι τὴν εἰς θεὸν εὐσέβειαν. κἂν μὲν ἐξ οὐρίας φέρηται τὰ Χριστιανῶν πράγματα οὐδενὸς αὐτὰ καταχειμάζοντος πειρασμοῦ, σῴζουσιν τηνικάδε μόλις ἐν ἑαυτοῖς ἐκεῖνοι τὴν πίστιν, θορυβήσαντος δὲ 〈διωγμοῦ〉 ἀφιλοπόλεμον ἔχουσιν τὴν ψυχήν.

Mt 13, 19—23 Ματθαῖος ἔγραψε 〈πονηρός〉, Μᾶρκος δὲ «σατανᾶς», Λουκᾶς δὲ «διάβολος». οὐ ταὐτόν ἐστι 〈παρὰ τὴν ὁδὸν〉 καὶ ἐν τῇ ὁδῷ, δεόμεθα δὲ τῆς διαφορᾶς διὰ τὸ «ἐγώ εἰμι ἡ ὁδός»· πλὴν οἱ τρεῖς ἔγραψαν 〈παρὰ τὴν ὁδόν〉. χαριέστατα δὲ Ματθαῖος καὶ Μᾶρκος «ἐπὶ τὰ πετρώδη», οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον. ἐπὶ μὲν σύμπαντος τοῦ 〈παρὰ τὴν ὁδὸν〉 εἴρηται τὸ μὴ 〈συνιέντος. ἐπὶ〉 δὲ 〈τῆς καλῆς γῆς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς〉· μήποτ᾽ οὖν οἱ 〈ἐπὶ τὰ πετρώδη〉 καὶ οἱ 〈εἰς τὰς ἀκάνθας〉 μεταξύ εἰσιν ἀσυνετούντων καὶ συνιέντων. προτρεπτικὸν δὲ εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ 〈μὴ τοῦ συνιέντος〉 ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ, τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ καὶ μὴ γυμνὸν εὑρισκόμενον ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων.

Mt 13, 49—50 Ὅτι δὲ οἰκουμενικὴ γέγονεν ἡ διὰ Χριστοῦ κλῆσις, αὐτὸς πιστώσεται λέγων ἐναργῶς, ὅτι τῶν εὐαγγελικῶν κηρυγμάτων τὸ λίνον ἐκ παντὸς συνάγει γένους. καὶ ὥσπερ οἱ τῆς τῶν ἰχθύων θήρας ἐπιστήμονες καὶ θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ διακρίνοντες, ἀλλ᾽ ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάντως ἕλκουσιν εἰς γῆν, οὕτω καὶ ἡ δύναμις τοῦ κηρύγματος καὶ ἡ θαυμαστὴ καὶ πολύπλοκος τῶν ἱερῶν μαθημάτων διδασκαλία, ἣν οἱ καλοὶ ἁλιευταὶ ἀπόστολοι ἔπλεξαν, ἐκ παντὸς ἕλκει γένους καὶ συνάγει πρὸς θεόν. συνάγει δὲ μέχρι καιροῦ, ὃς πληρωθήσεται κατὰ τὸν καιρὸν τῆς συντελείας, καθ᾽ ὃν τοὺς σαγηνευθέντας ἐκτὸς τοῦ βίου ἑλκύσαντες οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ τὴν πάντων διάκρισιν ποιήσονται ἀφορίζοντες τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων.

Mt 13, 52 〈Γραμματεύς〉 ἐστιν ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν τῆς τε παλαιᾶς καὶ τῆς νέας θησαυρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. διὸ μακαρίζει τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικὴν παιδείαν καὶ εὐαγγελικήν, ὥστε 〈ἐκβάλλειν ἐκ τοῦ θησαυροῦ〉 νέα καὶ 〈παλαιά〉. τούτους καὶ γραμματεῖ ὁμοιοῖ καθὼς καὶ ἀλλαχοῦ φησιν· «ἀποστέλλω» ὑμῖν «σοφοὺς καὶ γραμματεῖς». εἶδες πῶς οὐκ ἐκβάλλει τὴν παλαιάν—δι᾽ ὧν καλλωπίζεται ἡ ψυχή.