Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η εσχατολογική ομιλία και οι παραβολές της κρίσεως (Ματθ. 24-25)

Η εσχατολογική διδασκαλία του Κυρίου για τη συντέλεια του κόσμου, τη Δευτέρα Παρουσία, και η ερμηνεία των παραβολών των δέκα παρθένων και των ταλάντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 13

Mt 24, 1 Εἰπὼν «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» ἀκόλουθον τοῦτο ποιεῖ 〈ἐξελθὼν ἀπὸ τοῦ ἱεροῦ〉 καὶ πορευόμενος καὶ διὰ τοῦτο δεικνὺς τὴν ἐκ τοῦ γένους τῶν Ἰουδαίων ἀπόστασιν τῆς θείας χάριτος, ἐφ᾽ ἑτέρους μεταχωρούσης. ὑπερβολικῶς δὲ ἐχρήσατο τούτοις, ὅμως καὶ ἔργῳ ἐξέβη ἐριπωθὲν τελείως τὸ τέμενος.

Mt 24, 1—3 Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γάρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα καίτοι θεὸς ὢν καὶ ἔχων θρόνον τὸν οὐρανόν. ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δέ, ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς καὶ ἅπασαν τὴν Ἰερουσαλὴμ τὰς τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι τὸν τοῦ σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς, οἱ δὲ οὐ συνίεσαν τῶν λεγομένων τὴν δύναμιν. ᾠήθησαν δὲ τοὺς περὶ συντελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτόν. ἤροντο δὴ οὖν 〈πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον〉, ὅταν μέλλῃ γίνεσθαι.

Mt 24, 4—5 Ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν ὁ κύριος καὶ περὶ συντελείας τέως φησὶ τοῦ παρόντος αἰῶνος· πρὶν γὰρ τὴν ἐξ οὐρανῶν γενέσθαι αὐτοῦ κάθοδον πρόδρομοί τινες ἀναφανοῦνται, ψευδόχριστοι καὶ ψευδοπροφῆται τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, ἀλλὰ μὴ ἀκολουθήσητέ φησιν αὐτοῖς.

Mt 24, 20 Ἴσως καὶ αἴνιγμα ἔχει ὁ λόγος, ὥστε εὔχεσθαι ἡμᾶς μὴ ἐκδημῆσαι ἀπὸ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄντας ἔργου ἀγαθοῦ, ὃ ὑποσημαίνει τὸ 〈σάββατον〉, μήτε ἐν ἀκαρπίᾳ, ὃ δηλοῖ 〈χειμών〉· σημειωτέον γὰρ ὅτι χειμῶνα κακῶν ὁ θεὸς οὐκ ἐποίησεν, ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν.

Τοῦτο αἰνίττεται ὁ Χριστὸς τὸ εὔχεσθαι ἡμᾶς μὴ γενέσθαι ἐν ἐκδημίᾳ τοῦ σώματος μήτε ἐν ἀργίᾳ ὄντας τῶν τῆς ἀρετῆς ἔργων, ὃ ὑποσημαίνει τὸ 〈σάββατον〉, μήτε ἐνοχλουμένους ἐν ταῖς βιωτικαῖς τύρβαις τε καὶ ταραχαῖς, ὅπερ δηλοῖ ὁ 〈χειμών〉.

Mt 24, 28 Ὥσπερ σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ᾽ αὐτὸ συντρέχει, οὕτως, ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες 〈οἱ ἀετοὶ〉 τοῦτ᾽ ἔστιν οἱ εἰς τὰ ὑψηλὰ πωτώμενοι καὶ ἀνωτάτω καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηνεγμένοι ἐπ᾽ αὐτὸν συνδραμοῦνται.

Mt 24, 29 Πῶς οὐ φρίξουσιν; ἀναστοιχειουμένων γὰρ οὐρανοῦ καὶ γῆς πρὸς τὸ δοκοῦν τῷ θεῷ (ἀκριβὲς γάρ τι λέγειν ἐν τοῖς τοιούτοις οὐκ ἔνι) ὁ μὲν 〈ἥλιος〉 καὶ ἡ 〈σελήνη〉 ἀμαυρωθήσονται, τὰ δὲ ἄστρα ὡς ἄνθη πεσεῖται τοῦ δημιουργήσαντος αὐτὰ πάλιν μεταστοιχειοῦντος, καθὼς θέλει, θορυβηθήσονται καὶ αὐτὰ τὰ στοιχεῖα· ἀνακαινιζομένης γὰρ τῆς ἀνθρωπότητος ἀνακεφαλαιοῦται καὶ συνανακτίζεται καὶ ἡ διὰ τὸν ἄνθρωπον δημιουργηθεῖσα κτίσις.

Mt 24, 36 Ἐπειδὴ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον μανθάνειν οἱ μαθηταί, ἀφορμὴν εὑρίσκει τοῦ κωλύειν αὐτοὺς τῶν τοιούτων τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος καί φησιν μηδὲ τοὺς κατ᾽ οὐρανὸν ἁγίους ἀγγέλους δύνασθαι ταῦτα εἰδέναι.

Mt 24, 36 Ἔθος τῷ σωτῆρι Χριστῷ τοιοῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς, εἰ μὲν διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα καὶ δρᾶν ἐπὶ τούτων τὰ δι᾽ ὧν ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστάτην ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ θεῷ. ἑλομένους τοιγαροῦν οὐκ οἶδ᾽ ὅπως τὰ ὑπὲρ μέτρον οἰκετικὸν ἐρέσθαι τε καὶ μαθεῖν, ἠρεμεῖν ἀναπείθει λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδ᾽ αὐτῷ τῷ υἱῷ καθίστησιν γνώριμον, εἴπερ τις εἴη ψιλὸς καὶ κατ᾽ αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς καὶ οὐκ ἔχων φύσει τὸ εἶναι θεός.

Ἔθος ἦν τῷ σωτῆρι Χριστῷ τοιοῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς, εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἦν φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, περιστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα. ἐπειδὴ οὖν τὰ ὑπὲρ αὐτοὺς ἤθελον μανθάνειν οἱ μαθηταί, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος καί φησι μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαρρηθέντες τὸ μέτριον. καὶ ὅρα πῶς ἠρεμεῖν ἀναπείθει λογισμοῖς οἰκείοις καὶ ἐκδυσωπεῖ, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδὲ αὐτῷ τῷ υἱῷ καθίστατο γνώριμον.

Mt 24, 36 Εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τί οὐκ ἂν ἐποίησαν; εἰ ὁ υἱὸς σοφία ἐστὶν τοῦ πατρὸς καὶ εἰ, ἃ οἶδεν αὐτός, οὐκ οἶδεν ἡ σοφία, εὑρίσκεται πάλιν αὐτὸς ἀγνοῶν ἢ ὅτι ἡ φύσις αὐτοῦ βελτίων ἐστὶν τῆς σοφίας αὐτοῦ, καὶ εὑρίσκεται σύνθετος καὶ ἀνόμοιος ἑαυτῷ ὁ ἁπλοῦς θεός· πλὴν οὐ τὸ ἀγνοεῖν καὶ εἰδέναι ποιεῖ τῆς οὐσίας διαφορὰν ὥσπερ οὐδὲ ἐπ᾽ ἀνθρώπων, ἀλλὰ πάθος ἐστὶν τὸ τῆς ἀγνοίας, ὅπερ οὐκ ἔχει ὁ υἱός, ἀλλὰ θεός ἐστιν φύσει καὶ κατὰ τοὺς αἱρετικοὺς πάθους ἀνεπίδεκτος. εἰ δὲ πάντα τὰ τοῦ υἱοῦ τοῦ πατρός ἐστιν καὶ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ, ἢ ἀμφότεροι ἀγνοοῦσιν ἢ οἶδεν ὁ πατὴρ καὶ ὁ υἱὸς οἶδεν ὡς ἔχων τοῦ πατρὸς πάντα κατὰ φύσιν αὐτῷ ὄντα· οὐ γὰρ περὶ τῆς δεσποτείας τῶν κτισμάτων τοῦτό φησιν· πλὴν ἡνίκα ὀνομάζει ἡ γραφὴ πατέρα, τὸ σύμπαν τῆς ἐν ἁγίᾳ τριάδι νοουμένης καὶ προσκυνουμένης θεότητος σημαίνει.

Mt 24, 40 Ὅρα, ὅτι εἰς δύο τάγματα διαιρεῖ ὁ λόγος τοὺς ἀνθρώπους, εἴς τε τῶν σῳζομένων καὶ τῶν ἀπολλυμένων. καὶ τοὺς μὲν σῳζομένους λέγει 〈παραλαμβάνεσθαι〉, τοὺς δὲ ἀπολλυμένους 〈ἀφίεσθαι〉 ἤγουν ἀποδοκιμάζεσθαι. 〈ἀγρὸν〉 δὲ νοητέον ὧδε τὸν κόσμον, ἔνθα «ὁ» μὲν «εἰς τὸ πνεῦμα σπείρων θερίζει ζωὴν αἰώνιον, ὁ» δὲ «εἰς τὴν σάρκα, φθοράν». ταῖς δὲ 〈ἀληθούσαις〉 παρεικάζει τοὺς διδασκάλους, οἵτινες τρόπον τινὰ ἀπολεπτύνοντες τὰς γραφικὰς ἐννοίας εὐπαράδεκτα καὶ εὐνόητα τοῖς ἀνθρώποις τὰ θεῖα λόγια προτιθέασιν· καὶ γὰρ νόμος κελεύων μὴ λαμβάνεσθαι εἰς ἐνέχυρον μύλον ἢ ἐπιμύλιον, ἵνα μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις ἐμποδίσῃ τοῖς τρεφομένοις δι᾽ αὐτῶν, αἰνιγματωδῶς τοὺς διδασκάλους ὑποσημαίνει.

Εἰς δύο τάγματα διαιρεῖ τοὺς ἀνθρώπους ὁ κύριος, εἴς τε τὸ τῶν σῳζομένων καὶ εἰς τὸ τῶν ἀπολλυμένων· καὶ τὸ μὲν τῶν σῳζομένων 〈παραλαμβάνεσθαι〉 λέγει, τοὺς δὲ ἀσεβεῖς 〈ἀφίεσθαι〉, ὅ ἐστιν ἀποδοκιμάζεσθαι. ταῖς δὲ 〈ἀληθούσαις〉 τοὺς διδασκάλους παρεικάζει ὡς λεπτύνοντας τὰς γραφὰς καὶ εὐπαραδέκτους καὶ εὐνοήτους τοῖς ἀνθρώποις ποιοῦντας· καὶ γὰρ ὁ νόμος μὴ λαμβάνεσθαι εἰς ἐνέχυρον μύλον κωλύει ἢ ἐπιμύλιον, ὅπως μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις ἐμποδὼν γένηται τοῖς τρεφομένοις. διὸ καὶ αἰνιγματωδῶς ὁ σωτὴρ τοὺς διδασκάλους ὑποσημαίνει.

Mt 24, 45—47 〈Πιστὸς〉 μὲν εἰς διδασκαλίας, 〈φρόνιμος〉 δὲ εἰς ἔργον καὶ τῶν ὁμοδούλων ταμίας ἐπιεικέστατος· ἔσται γὰρ ὁ τοιοῦτος τῆς τοῦ δεσπότου βασιλείας ὁλοκλήρου μέτοχος· τοῦτο γὰρ δηλοῖ 〈τὸ ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν〉. οὐ λέγει τίς ἐστιν οὗτος, ἀλλ᾽ ἀορίστως, ἵνα δείξῃ τὸ σπάνιον καὶ τὸ πολυτίμιον τῶν ὀρθῶν διδασκάλων. καλῶς δὲ ἀμφότερα ἀπαιτεῖν—ἂν δὲ θάτερον ἀπῇ, τὸ ἕτερον χωλεύει.

Mt 24, 48—51 Ὅτι δὲ ὁ λόγος κατὰ τῶν ἡγουμένων τῶν ἐν τρυφαῖς σχολαζόντων· 〈κακὸν〉 γὰρ καὶ πονηρὸν 〈δοῦλον〉 ὠνόμασε τὸν ἀμελῆ διδάσκαλον, ὃς διὰ τὸ ἀπεῖναι τὸν κριτὴν καὶ μὴ ὁρᾶσθαι διὰ τὸ ἀνεξίκακον τύπτει πικρῶς τοὺς ὑπὸ χεῖρα καὶ συναναμίγνυται τοῖς φιλοσάρκοις· οἱ γὰρ ἁμαρτάνοντες ὡς μὴ παρόντος τοῦ κριτοῦ ἁμαρτάνουσιν καὶ ὡς μὴ λογιζόμενοι κρίσιν. διὰ δὲ τοῦ τύπτεσθαί τινας ἐξ αὐτῶν δείκνυσι τοὺς κατὰ ψυχὴν βλαπτομένους ἐκ τῆς τῶν ἡγουμένων τρυφῆς, καθώς φησιν· ὁ ἀπόστολος· «οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν». ἐπαπειλεῖ οὖν τοῖς τρυφῶσι τὰ ἔσχατα ὑποστῆναι· ἀποσχίζει γὰρ αὐτὸν καὶ διαιρεῖ ἀπ᾽ αὐτοῦ μετ᾽ ἀλγηδόνων τῷ ζῶντι ἑαυτοῦ λόγῳ τοῦ ἑνωθέντος αὐτῷ ἐν τῷ αἰῶνι πνεύματος ἤγουν τοῦ θείου χαρίσματος· οἱ ὑποκρινόμενοι γὰρ τὰ ὀρθὰ φρονεῖν μὴ φρονοῦντες δὲ ὡς δεῖ, ἀλλὰ τὴν ἀρετὴν μὲν ἔξωθεν σχήματι μόνῳ περικείμενοι διχῇ τμηθήσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἥ ἐστιν ἀπὸ τοῦ πνεύματος εἰς τὸ διηνεκὲς ἀλλοτρίωσις· νῦν μὲν γὰρ εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ᾽ οὖν παρεῖναί πως δοκεῖ τοῖς ἅπαξ ἐσφραγισμένοις τὴν ἐκ τῆς ἐπιστροφῆς αὐτῶν σωτηρίαν ἀναμένων. τότε δὲ ἐξ ὅλης τῆς βεβηλωσάσης αὐτοῦ τὴν χάριν ψυχῆς ἀποτμηθήσεται καὶ 〈μετὰ τῶν ὑποκριτῶν τὸ μέρος αὐτοῦ〉 τεθήσεται.

ὑποκριτὰς δέ φησι τοὺς τὰ ὀρθὰ μὲν διδάσκειν πειρωμένους, δι᾽ ὧν δὲ ποιοῦσιν καταβλάπτοντας πλείω τοὺς μαθητευομένους. ἐπὶ τοίνυν, φησίν, τῶν οὐ κατὰ τὸ δέον χρησομένων ἐν τῷ παρόντι βίῳ τῇ ἐγχειρισθείσῃ αὐτοῖς λειτουργίᾳ παρὰ κυρίου οὐ μόνον οὐ προσθήσει ἑτέραν, ἀλλὰ καὶ τὴν ἤδη μετουσίαν αὐτοῖς ἐγγενομένην τοῦ πνεύματος, οὗ ἔτυχον πρὸς ἐκκλησιαστικὴν λειτουργίαν προχειρισθέντες, ἀφελόμενος, οὕτως αὐτοὺς παραδώσει τῇ κολάσει· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι παραδοθῆναί τινα εἰς κόλασιν· οὐ γὰρ σωματικὴν ὑποφαίνει τομήν, ἀλλὰ τὴν τῆς υἱοθεσίας τοῦ πνεύματος γύμνωσιν. κολάζονται τοίνυν ἀνθ᾽ ὧν ἐγέλων, βρύξουσι δὲ «τοὺς ὀδόντας» λογιζόμενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως.

Mt 24, 51 Τί ἐστιν τὸ 〈διχοτομηθῆναι〉, ἐξετάσωμεν. ὅτε γέγονεν ἐν ἀρχαῖς ὁ Ἀδάμ, τὸ ἐντελέστατον κάλλος ἀποδιδοὺς τῇ φύσει ὁ θεὸς μέτοχον αὐτὸν ἀποτελεῖ τοῦ ἰδίου πνεύματος· «ἐνεφύσησε» γὰρ «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς»· τὸ γὰρ ἀληθῶς ζωοποιοῦν τὸ πνεῦμά ἐστι τῆς ζωῆς, τοῦτ᾽ ἔστι Χριστοῦ. ἐπειδὴ δὲ παρώλισθεν ἐξ ἀπάτης εἰς ἁμαρτίαν, ἀπενοσφίσθη τὸ πνεῦμα. εὐδοκήσαντος δὲ τοῦ θεοῦ καὶ πατρὸς «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ» καὶ εἰς τὸ ἀρχαῖον ἀνακομίσαι κάλλος τὴν τῶν ἀνθρώπων φύσιν, ἀπελάβομεν διὰ τῆς χάριτος, ὅπερ ἡ τῆς ἁμαρτίας παρεισδρομὴ ἡμᾶς ἐζημίωσεν· ἐνεφύσησε γὰρ Χριστὸς ἡμῖν μετὰ τὴν ἀνάστασιν καὶ εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀνακαινίζων κάλλος· «λάβετέ» φησι «πνεῦμα ἅγιον». ἑνοῦται τοιγαροῦν ἡμῖν τὸ πνεῦμα· «ὁ κολλώμενος» γὰρ «τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». οὐκοῦν ἐν τοῖς κατ᾽ εὐσέβειαν σπουδάσμασι καταληφθέντες ἐπὶ τοῦ τέλους τὸ πλῆρες ἀπολαμβάνομεν, ὡς ἐν ἀρραβῶνος τάξει τὸ πνεῦμα νῦν ἔχοντες, κατηγορούμενοι δὲ ἐν ἁμαρτίαις καὶ αὐτὸν ζημιούμεθα τὸν ἀρραβῶνα τοῦ πνεύματος· ἀποτέμνεται γὰρ καὶ ἀπανίσταται ὥσπερ κατὰ τὸν τῆς κρίσεως καιρόν. καὶ ταύτην εἶναί φαμεν, ἣν ἐνθάδε φησὶ διχοτόμησιν· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι δοθῆναί τινα εἰς κόλασιν.

Mt 24, 51 Ἐν τῷ καιρῷ τῆς συντελείας ἀφαιρεῖται τὸ πνεῦμα τὸ ἅγιον· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι δοθῆναί τινα εἰς κόλασιν.

Mt 25, 1—13 〈Παρθένοις〉 παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, «ἵνα ᾖ ἁγία καὶ σώματι καὶ τῷ πνεύματι». ἐπειδὴ δὲ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς 〈πέντε〉 διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ 〈μωρὰς〉 ψυχὰς ὡς ἑκάστου καιροῦ ἔχοντος σοφοὺς καὶ εὐήθεις, δικαίους καὶ ἀδίκους. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς 〈λαμπάσι〉, δείκυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ τοῦ θεοῦ φυσικοῖς τε καὶ ἐμφύτοις νόμοις, ἀλλὰ μὴν καὶ τοῖς διὰ Μωσέως γραπτοῖς νόμοις. καὶ πάντες ἐξῆλθον εἰς συνάντησιν τῷ νυμφίῳ ἀντὶ τοῦ πάντες προέθεντο ἀρέσαι τῷ θεῷ καὶ συναφθῆναι πνευματικῶς τῷ νυμφίῳ τῷ ἐνσπείροντι ἐν ταῖς καρδίαις τῶν πιστῶν πᾶν εἶδος ἀρετῆς, διὸ καὶ νυμφίος καλεῖται. πλὴν ἀδιακρίτως τινὲς καίπερ ἔχοντες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπιεικῶς ζῆσαι, ὅπερ ἐποίησαν αἱ συνεταὶ ψυχαί, δι᾽ ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦντες ἐκλάμπειν τὴν ἔσωθεν δοθεῖσαν αὐτοῖς ἐκ θεοῦ φωτιστικὴν χάριν καὶ ὠφελοῦντες καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. 〈ἔλαιον〉 νοητέον τὴν φιλεργίαν τὴν ἀγαθήν, ὃ οὐκ ἔχουσιν οἱ ἀργοί, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέστερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός.

ὕπνῳ δὲ παρεικάζει καὶ νυσταγμὸν ἀποκαλεῖ τὸν τῆς σαρκὸς θάνατον, ὃς ἐξ ἀνάγκης προεπέρχεται 〈φρονίμοις〉 τε καὶ ἀσυνέτοις, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέλων σάλπιγξ κατὰ τὸν τῆς παρουσίας τοῦ Χριστοῦ καιρόν· πάντες γὰρ ἀνίστανται καταργηθέντος τοῦ θανάτου, καλοί τε καὶ κακοί, καὶ πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν τοῦ κριτοῦ, ὅπερ ἐστὶν διακοσμῆσαι τὰς λαμπάδας ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύλων μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ κατασβέννυσθαι καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται λεγόντων ἐκείνων 〈μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν〉· μόλις γὰρ ἀρκέσει πρὸς σωτηρίαν ψυχῆς ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. ἀλλὰ 〈πορεύεσθε πρὸς τοὺς πωλοῦντας〉, οἵτινές εἰσιν προφῆται, ἀπόστολοι, εὐαγγελισταί, δι᾽ ὧν τις μανθάνει τὴν ἀρετὴν ἐργάζεσθαι, καὶ ὀρθοὶ διδάσκαλοι τῶν ὀρθῶν δογμάτων. τῶν δὲ ἑτοίμως ἀπελθόντων οὐκ εἴασεν ὁ καιρὸς τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργασίας.

Ἐπειδὴ τὸν ἅπαντα βίον ἔθος τῇ γραφῇ εἰς 〈πέντε〉 διαιρεῖν, ἑκάστῳ καιρῷ ἀπονέμει καὶ ὁσίας καὶ 〈μωρὰς〉 ψυχάς. ἐν ᾧ δὲ πᾶσαι ἐξῆλθον σὺν ταῖς 〈λαμπάσι〉, δείκνυσιν, ὅτι πᾶσαι αἱ ψυχαὶ κατεφωτίσθησαν ὑπὸ θεοῦ τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ. πλήν τινες τὸν ἐκ θεοῦ φωτισμὸν οὐκ ἠνέσχοντο ἐπιεικῶς ζῆσαι, τινὲς δὲ δι᾽ ἔργων ἀγαθῶν ἐπὶ πλέον ποιοῦσιν ἐκλάμπειν τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτοῖς φωτιστικὴν χάριν καὶ ὠφελοῦσιν καὶ ἑαυτοὺς καὶ ἑτέρους εἰς δόξαν θεοῦ. 〈ἔλαιον〉 δὲ νοητέον τὴν ἀγαθὴν φιλεργίαν, οὗ μὴ ὄντος ἐπὶ τὸ ἀκαλλέστερον μεταβαίνει ὁ ἐν ἡμῖν θεῖος φωτισμός. ὕπνῳ δὲ καὶ νυσταγμῷ παρεικάζει τὸν τῆς σαρκὸς θάνατον, ὃς ἐξ ἀνάγκης πᾶσιν ἔπεισιν, οὓς ἀνίστησιν ἡ τῶν ἀγγέλων σάλπιγξ καταργηθέντος τοῦ θανάτου, καὶ πάντες εὐτρεπίζονται εἰς ἀπολογίαν· τοῦτο γάρ ἐστι τὸ διακοσμῆσαι 〈τὰς λαμπάδας〉 ἑκάστου τὸν ἴδιον ἀναλογιζομένου βίον. τῶν δὲ φαύλων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτοὺς διὰ τῆς ἑτέρων ἀρετῆς ἐλεηθῆναι. διὸ ἀποδοκιμάζονται· μόλις γὰρ ἀρκέσει πρὸς σωτηρίαν ἡ ἑκάστου ἀρετὴ διὰ τὸ πολλὰ πταίειν καὶ τοὺς ἄγαν ἐπιεικεῖς. οἱ δὲ 〈πωλοῦντές〉 εἰσιν οἱ τῶν ὀρθῶν δογμάτων διδάσκαλοι, δι᾽ ὧν τις μανθάνει τὴν ἀρετήν.

ὠνήσασθαι δὲ ἤτοι διδαχθῆναι ὁ καιρὸς οὐκ εἴασεν τῶν βεβιωμένων ποιούμενος ἐξέτασιν οὐκ ἀρχὴν διδοὺς ἐργασίας· ἐργασίας ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως.

Mt 25, 6—9 Αἱ ψυχαὶ ἀμελοῦσαι τῆς ἀρετῆς μαραίνονταί τε καὶ οἱονεὶ κατασβέννυνται καὶ εἰς παραφροσύνην χωροῦσιν οἰηθεῖσαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ σωτῆρος δύνασθαι σωθῆναι ἄνευ τῆς τῶν ἀρετῶν ἐργασίας. διὸ καὶ ἀποδοκιμάζονται ὑπὸ τῶν φρονίμων λεγουσῶν πρὸς αὐτάς· 〈μήποτε οὐκ ἀρκέσῃ ἡμῖν τε καὶ ὑμῖν〉· τοῦτο γὰρ ὑποσημαίνει ἐνταῦθα τὸ μόλις ποτὲ δύνασθαι σωθῆναί τινα διὰ τῆς οἰκείας ἀρετῆς, οὐ μὴν διὰ τῆς τῶν ἑτέρων· μωρὸν γὰρ τὸ μὴ ἐργαζόμενόν τινα μισθὸν εἰληφέναι τῆς ἐργασίας.

Mt 25, 11—12 Διὰ οὖν τὴν παρρησίαν τῆς παρθενίας αἰτοῦσιν ἀνοιγῆναι αὐταῖς. καὶ οὐκ ἀνοίγει, ὅτι κατὰ καιρὸν οὐκ ἐπεμελήσαντο αὑτῶν. καὶ τοῦτ᾽ ἔστιν 〈τὸ οὐκ οἶδα ὑμᾶς〉· τούτους γὰρ οἶδεν, οἵτινες οὐ μόνον πίστιν ἐνδείκνυνται, ἀλλὰ καὶ ἔργα ἔχουσιν· οἱ δὲ τῷ θατέρῳ πολιτευσάμενοι οὐδὲ ἐν γνώσει ποτὲ γεγόνασι τοῦ νυμφίου.

Mt 25, 14—30 〈Ἄνθρωπος〉 μὲν οἰκοδεσπότης ὁ τοῦδε τοῦ παντὸς δημιουργός τε καὶ κύριος. ἀποδημίᾳ δὲ παρεικάζει τῆς παραβολῆς ὁ λόγος ἤτοι τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ ἤγουν τὸ ἀφανές τε καὶ ἄποπτον τῆς θείας φύσεως. 〈ὑπάρχοντα〉 δὲ νοητέον θεοῦ τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει πιστεύσαντας εἰς αὐτόν. 〈δούλους〉 δὲ αὐτοῦ καλεῖ οὓς κατὰ καιροὺς ὁ Χριστὸς στεφανοῖ τῷ τῆς ἱερωσύνης καυχήματι· ὁ γὰρ θεσπέσιος γράφει Παῦλος· «οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλ᾽ ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ». τούτοις παραδίδωσιν τοὺς ὑπ᾽ αὐτῷ γεγονότας χάρισμα πνευματικὸν ἑκάστῳ διδούς, ὡς ἂν ἔχῃ γνώμης καὶ ἐπιτηδειότητος. ταύτην εἶναί φαμεν τὴν τῶν 〈ταλάντων〉 διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ τοῖς οἰκέταις χορηγουμένων διὰ τὸ τῆς διανοίας ἐξηλλαγμένον. 〈εὐθὺς〉 δὲ ἀπελθόντες εἰργάσαντο, φησίν, τοῦ 〈εὐθὺς〉 ἡμῖν ἐνθάδε σημαίνοντος, ὅτι μελλησμοῦ τινος δίχα πρέποι ἂν ἐργάζεσθαι τὰ θεοῦ. οἵ γε μὴν ὄκνῳ καὶ ἀργίᾳ κατεσχημένοι ἐν ἐσχάτοις ἔσονται κακοῖς. κατέχωσε γάρ, φησίν, τὸ δοθὲν αὐτῷ τάλαντον ἐν τῇ γῇ, τοῦτ᾽ ἔστιν ἄπρακτόν τε καὶ ἑτέροις ἀνωφελὲς ἐν ἑαυτῷ ἐτήρησεν τὸ χάρισμα. ἀφαιρεῖται τοιγαροῦν ἀπ᾽ 〈αὐτοῦ τὸ τάλαντον〉 καὶ τῷ πλουτοῦντι 〈δοθήσεται〉· ἀπαναστήσεται γὰρ τῶν τοιούτων τὸ πνεῦμα καὶ τῶν θείων χαρισμάτων ἡ δόσις, τοῖς δὲ φιλεργήσασι πλουσιωτέρα τις ἔσται χαρισμάτων ἐπίδοσις.

Οἰκοδεσπότης ἐνταῦθά ἐστιν ὁ δεσπότης Χριστὸς ὡς δημιουργὸς πάντων καὶ κύριος. ἀποδημία δὲ αὐτοῦ ἡ εἰς οὐρανοὺς ἀνάβασις. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· ὡς γὰρ ἀόρατος τῇ κτίσει ὑπάρχων καὶ ὑφ᾽ ἡμῶν ἁμαρτανόντων μὴ ὁρώμενος 〈ἀποδημῶν〉 λέγεται παρὰ τῇ γραφῇ. 〈ὑπάρχοντα〉 δὲ αὐτοῦ εἰσιν οἱ ἐν ἑκάστῃ χώρᾳ πιστοί.