Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Τα Πάθη, η Σταύρωση και η Ανάσταση του Χριστού (Ματθ. 26-28)

Ερμηνεία των γεγονότων του Μυστικού Δείπνου, της σύστασης της Θείας Ευχαριστίας, της προδοσίας, του Πάθους, της Σταύρωσης και των θείων εμφανίσεων μετά την Ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 13 από 13

Mt 26, 18 Ἵνα μὴ «πρὸ τῆς ἑορτῆς τοῦ πάσχα» τοῖς φονεῦσιν αὐτὸν ὁ προδότης παραδῷ, οὐ διαμεμήνυκεν ὁ σωτὴρ ἢ τὸν οἶκον ἢ τὸν ἄνθρωπον, παρ᾽ ᾧ 〈τὸ πάσχα〉 πεπλήρωκεν.

Mt 26, 18 Εἰπὼν 〈τὸν δεῖνα〉 οὐ δηλοῖ ὄνομα ἰδικῶς, ἀλλὰ πλαγίως δηλοῖ τινα τῶν ἁγίων· ἁρμόζει γὰρ καὶ ἐπὶ παντὸς ἁγίου ὁ λόγος, ὃς πρῶτον μὲν δέχεται τοὺς μαθητὰς τοῦ κυρίου, εὐαγγελιστάς, ἀποστόλους προομαλίζοντας αὐτοῦ τὴν ψυχήν, εἶθ᾽ οὕτως καὶ αὐτὸν τὸν Χριστόν, ὃς οὐ κληθεὶς ἀλλ᾽ αὐτόματος ἥξει σὺν τῷ ἁγίῳ πνεύματι οἰκῶν παρ᾽ ἐκείνῳ, παρ᾽ ᾧ ὁρᾷ τὸ ἅγιον βάπτισμα· τοῦτο γὰρ δηλοῖ ὁ ἄνθρωπος ὁ τὸ «κεράμιον βαστάζων τοῦ ὕδατος», ὥς φησιν Μᾶρκος καὶ Λουκᾶς.

Mt 26, 23 Οὐ δήπου νοήσομεν ἐκ τούτου τῶν μὲν ἄλλων οὐδένα μαθητῶν, μόνον δὲ τὸν Ἰούδαν 〈ἐμβάψαι〉 τὸ ψωμίον 〈ἐν τῷ τρυβλίῳ〉 μετ᾽ αὐτοῦ. οἶμαι δὲ ἔγωγε τοιαύτην ἔχειν διάνοιαν τὸ εἰρημένον· βούλεται γὰρ εἰπεῖν κατά γε τὸ εἰκός, ὅτι προδότης ἔσται ὁ 〈ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ〉, τοῦτ᾽ ἔστιν ὁ συνδειπνητὴς καὶ συνέστιος καὶ τραπέζης καὶ ἁλῶν κοινωνός τε καὶ μέτοχος· οὕτω γὰρ αὐτὸν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαβὶδ ᾐτιᾶτο λέγων· «σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα». καὶ πάλιν· «ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν». αὐτὸ δὲ τοῦτο σαφέστερον ὁ Ἰωάννης ἐποίησεν· ἔφη γὰρ εἰρηκέναι τὸν κύριον, ὅτι «ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας δώσω τὸ ψωμίον».

Mt 26, 24 Οὐχ ὡς ὄντος τινὸς ἢ ἀγαθοῦ ἢ φαύλου τυχὸν τοῖς οὔπω γενομένοις ἔξω αἰσθήσεως οὖσιν (ἔτι κομιδῇ εὔηθες τὸ οὕτω νοεῖν), ἀλλ᾽ ὅτι τοῖς μέλλουσιν ἀθλιότητος ἁπάσης εἴσω πεσεῖν, εἰ πρὸς τὸ εἶναι ἐμπαρενεχθεῖεν ὑπὸ θεοῦ, πολὺ δήπου καὶ ἀσυγκρίτως ἀμείνων ἡ ἀνυπαρξία.

Mt 26, 26—28 〈Εὐχαριστεῖ〉 ὁ κύριος 〈λαβὼν τὸ ποτήριον〉, τοῦτ᾽ ἔστιν ἐν σχήματι προσευχῆς διαλέγεται τῷ θεῷ καὶ πατρὶ κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ζωοποιοῦ εὐλογίας ἡμῖν, ἅμα δὲ καὶ ἡμῖν τύπον διδοὺς πρῶτον εὐχαριστεῖν καὶ οὕτω κλᾶν τὸν ἄρτον καὶ διαδιδόναι. διὸ καὶ ἡμεῖς ἐπ᾽ ὄψεσι θεοῦ τὰ προειρημένα τιθέντες δεόμεθα ἐκτενῶς εἰς εὐλογίαν ἡμῖν μεταπλασθῆναι τὴν πνευματικήν, ἵνα μετασχόντες αὐτῶν ἁγιασθῶμεν σωματικῶς καὶ πνευματικῶς. δεικτικῶς δὲ εἶπε 〈τοῦτό μού ἐστιν σῶμα〉 καὶ 〈τοῦτό μού ἐστιν τὸ αἷμα〉, ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ φαινόμενα, ἀλλὰ διά τινος ἀρρήτου ἐνεργείας τοῦ πάντα ἰσχύοντος θεοῦ μεταποιεῖσθαι εἰς 〈σῶμα〉 καὶ 〈αἷμα〉 Χριστοῦ κατὰ τὸ ἀληθὲς τὰ παρενηνεγμένα, ὧν μετασχόντες τὴν ζωοποιὸν καὶ ἁγιαστικὴν δύναμιν τοῦ Χριστοῦ εἰσδεχόμεθα· ἔδει γὰρ αὐτὸν διὰ τοῦ ἁγίου πνεύματος ἐν ἡμῖν θεοπρεπῶς συνανακίρνασθαι ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ καὶ τοῦ τιμίου αἵματος. ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ, ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν· συγκαθιστάμενος γὰρ ὁ θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ ζωῆς.

καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς αὐτοῦ λέγοντος ἐναργῶς 〈τοῦτό μού ἐστιν τὸ σῶμα〉 καὶ 〈τοῦτό μού ἐστιν τὸ αἷμα〉, δέχου δὲ μᾶλλον πίστει τοῦ σωτῆρος τὸν λόγον· ἀλήθεια γὰρ ὢν οὐ ψεύδεται.

Mt 26, 26—28 Μετὰ τὸ ἐξελθεῖν τὸν Ἰούδαν παραδίδωσιν ὁ σωτὴρ τοῖς ἕνδεκα τὸ σωτηριῶδες μυστήριον· ἐπειδὴ γὰρ μικρὸν ὕστερον ἔμελλεν ὁ Χριστὸς ἀναστὰς μετὰ τῆς ἰδίας σαρκὸς ἀναφοιτῆσαι πρὸς τὸν πατέρα, ἵνα τὴν τοῦ σώματος αὐτοῦ παρουσίαν ἔχωμεν—ἄνευ γὰρ τῆς παρουσίας τοῦ Χριστοῦ ἀδύνατον σωθῆναι ἄνθρωπον καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας μὴ συνούσης ἡμῖν τῆς ζωῆς—ἔδωκεν οὖν ἡμῖν τὸ ἴδιον 〈σῶμά〉 τε καὶ 〈αἷμα〉, ἵνα δι᾽ αὐτῶν καὶ τὸ τῆς φθορᾶς καταλύηται κράτος, ἐνοικίζηται δὲ ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ ἁγίου πνεύματος, καὶ γενώμεθα ἁγιασμοῦ μέτοχοι καὶ οὐράνιοι ἄνθρωποι καὶ πνευματικοὶ χρηματίσωμεν.

Ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἔμελλεν ὁ Χριστὸς ἀναληφθῆναι πρὸς τὸν πατέρα μετὰ σώματος, διὰ τοῦτο δέδωκεν ἡμῖν τὸ ἴδιον 〈σῶμά〉 τε καὶ 〈αἷμα〉, ἵνα ἐνοικιζομένη ἐν ἡμῖν ἡ αὐτοῦ σὰρξ καὶ τὸ 〈αἷμα〉 ποιήσῃ ἡμᾶς ἁγίους καὶ τῆς ἀθανασίας μετόχους.

Mt 26, 29 〈Ἕως αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ〉· τοῦ οἴνου πόσις οὐ χρείαν ἀποπληροῖ μόνον, ἀλλὰ καὶ πανποικίλην ἡδονὴν τῇ αἰσθήσει προσφέρει. μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀποτιναχθείσης τῆς φθορᾶς τῶν ἀνθρωπίνων σωμάτων καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις πρὸς καινότητα μετοισθήσεται, ὥστε καὶ αὐτὴν ἡμῶν τὴν εὐφροσύνην εἶναι καινήν. σωφροσύνης δὲ σύμβολον τὸ ἐξ οἴνου κρᾶμα, ὃ καὶ γενήσεσθαί φησιν 〈καινόν〉· καὶ οὔτι που πάντως τὸ πόμα φησὶν ἔσεσθαι 〈καινόν〉, ἀλλὰ τὸ ἐξ αὐτοῦ συμβαῖνον, τοῦτ᾽ ἔστιν τὴν εὐφροσύνην· ἀναχωρήσει γὰρ μετὰ τὴν ἀνάστασιν ἡ ἀνθρώπου φύσις τῆς αὐτοῦ συνήθους καὶ γηΐνης τέρψεως, μεταχωρήσει δὲ πρὸς καινότητα τρυφῆς αὐτοῦ δηλονότι τοῦ πάντων σωτῆρος ἡμῶν Χριστοῦ. τὴν ἔμφυτον καὶ ἰδίαν εὐφροσύνην ταῖς τῶν σεβομένων αὐτὸν ἐνιέντος ψυχαῖς καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις διανέμοντος· ὅτι δὲ ἐν εὐφροσύναις ἐσόμεθα νοηταῖς, ὁ θεῖος ἡμᾶς Δαβὶδ πληροφορήσει λέγων· «ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. μεθυσθήσονται ἀπὸ πιότητος καὶ τὸν χειμάρρουν τῆς τρυφῆς ποτιεῖς αὐτούς». ἡ σοφία δὲ πάλιν «τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κεράσασα» καὶ προθεῖσα τοὺς ἄρτους· «ἔλθατε», φησίν, «φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν».

Mt 26, 31 Ἐταράχθησαν οἱ μαθηταὶ οὐχ ὡς ἐλαφροί τινες, ἀλλ᾽ ὅτι πολλῆς ἔγεμεν ἀπορίας τὸ πρᾶγμα καὶ δυσκατάληπτος ἦν ἡ γνῶσις τοῦ μυστηρίου τούτου, πῶς ὁ τοὺς νεκροὺς ἀναστήσας καὶ μυρία ποιήσας σημεῖα ὑπὲρ ἄνθρωπον εἰς οὕτως ἄτιμον παρεδόθη θάνατον. οὗτος δὲ ἦν ὁ διὰ τοῦ προφήτου εἰρηκὼς «πατάξω τὸν ποιμένα». διὸ καὶ ὁ Δαβίδ φησιν πρὸς τὸν πατέρα, «ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν». πλὴν οὐ πάντη τοῦτο καὶ πάντως γέγονεν βουλήσει τοῦ πατρός, ἀλλ᾽ ἤθελε μὲν μὴ παθεῖν αὐτόν, εἴγε προσεδέξαντο οἱ Ἰουδαῖοι. ἐπειδὴ δὲ οὐ προσήκαντο, ἀλλ᾽ ἠθέλησαν φονεῦσαι, συγκατέθετο ὁ πατὴρ τῷ υἱῷ τοῦτο παθεῖν ἑλομένῳ. διὸ καὶ λέγεται, ὅτι ὁ πατὴρ ἐπάταξε «τὸν ποιμένα», ἐπειδήπερ εἴασεν αὐτὸν παθεῖν δυνάμενος κωλῦσαι μὴ παθεῖν. οὕτω δὲ νοητέον καὶ τὸ εἰρημένον πρὸς Πιλᾶτον ὑπὸ Χριστοῦ, ὅτι «οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν», ἀντὶ τοῦ μὴ συνῄνεσεν ὁ πατὴρ ἑλομένῳ μοι παθεῖν.

Mt 26, 32 Οὐκ ἀφῆκε τοὺς μαθητὰς μέχρι τῶν σκυθρωπῶν μεῖναι, προαναγγέλλει δὲ τὴν ἀνάστασιν λύων αὐτῶν τὴν λύπην καὶ ἐπαγγέλλεται προλαμβάνειν αὐτοὺς 〈εἰς τὴν Γαλιλαίαν〉, δι᾽ οὗ σημαίνει, ὅτι μέλλει ἀποφοιτᾶν τῶν Ἰουδαίων καὶ εἰς τὰ ἔθνη μεταχωρεῖν. οὐκ ἀπ᾽ οὐρανοῦ φαίνεται εὐθέως—διὸ καὶ ἐκεῖ ἐφάνη.

Mt 26, 37—38 λυπεῖται δὲ ὡς ἄνθρωπος καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος ἴδια ποιεῖται ὁ ἀπαθής. ἐπειδὴ τὰ τῆς ἀνθρωπότητος κοινά ἐστιν αὐτῷ, ὥσπερ καὶ τὰ μόνῃ τῇ θεότητι πρέποντα κοινά πως γέγονε τῇ σαρκὶ διὰ τὴν ἄρρητον καὶ ἀνέκφραστον ἕνωσιν, καὶ μὴ σκανδαλιζέτω τινὰ τὸ συμβάν· ἡ γὰρ πρὸς σάρκα σύνοδος τοῦ λόγου παθοῦσα τὰ ἑαυτῆς βεβαιώσει καλῶς ἐν ἡμῖν τῆς ἐνανθρωπήσεως τὸ μυστήριον.

Mt 26, 39 〈Ποτήριον〉 ἐν τούτοις τὴν διὰ τοῦ θανάτου κατακάρωσιν ἀποκαλεῖ καὶ τὴν οἱονεὶ πρὸς ὕπνον κατακοιμίζουσαν μέθην. τό γε μὴν παραιτεῖσθαι πιεῖν αὐτό, τοῦτ᾽ ἔστιν τὸ μὴ σφόδρα καθ᾽ ἡδονὴν ποιεῖσθαι τὸ παθεῖν, τῆς τῶν σταυρωσάντων δυσσεβείας κατηγορεῖ· οὐ γὰρ δήπου φαῖεν ὡς ἐπείπερ εἵλετο παθεῖν ὑπουργοὶ μᾶλλον ἡμεῖς τοῦ θελήματος· διελέγξει γὰρ αὐτοὺς ψευδομυθεῖν ἑλομένους ἡ παραίτησις.

Mt 26, 42—44 Ἐπιτείνει τὴν προσευχὴν καὶ διὰ τῶν αὐτῶν ἐξυφαίνει λόγων ὑποτύπωσιν καὶ ὑπογραμμὸν τὰ καθ᾽ ἑαυτὸν ἡμῖν παρατιθείς· οἶμαι γὰρ δεῖν οὐχὶ μίαν ἡμᾶς τὸ κατὰ προθυμίαν 〈προσευχὴν προσάγειν〉, προσιέναι δὲ μᾶλλον συχνῶς καὶ ταυτολογοῦντας οὐκ ἐρυθριᾶν ἄχρις ἂν ἡμῖν εἰς πέρας ἐξοίχοιτο τὰ αἰτήματα· διὰ γὰρ τοῦτο καὶ τρίτην εὐχὴν περὶ τῶν αὐτῶν ἐποιεῖτο Χριστὸς καίτοι μάλα σαφῶς τὴν τοῦ θεοῦ καὶ πατρὸς ἐπιστάμενος βούλησιν· μᾶλλον δὲ διὰ τοῦ τρίτου ἐβεβαίου, ὅτι ἄνθρωπος γέγονεν.

Mt 26, 47—50 Τάχα που ᾠήθη ὁ Ἰούδας δύνασθαι λαθεῖν φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ δόλου καὶ ἀγάπης ὄργανον τὴν ἐξαίρετον ἀρετὴν ἀποφαίνειν προσδοκῶν, προσετίθει δὲ καὶ τὸ 〈χαῖρε ῥαββί. χαῖρε〉 λέγεις τῷ παγιδευθέντι πρὸς θάνατον διὰ σοῦ; οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; ἀλλ᾽ ἦν ἐντεῦθεν ἰδεῖν, ὅτι τὸν ψεύστην ἔχων ἐν ἑαυτῷ, τοῦτ᾽ ἔστιν τὸν σατανᾶν καὶ 〈χαῖρε〉 λέγων ἐψεύδετο. καὶ τὸ φιληθῆναι κατεδέξατο ὁ Χριστός—καὶ τῆς ἡμερότητος θηρίου παντὸς χαλεπώτερος γέγονεν.

Mt 26, 53 〈Δώδεκα〉 εἶπε 〈λεγεῶνας〉· ἀντὶ ὑμῶν λέγων τῶν δώδεκα μαθητῶν, ὥστε οὐ τῆς ὑμῶν ἐπικουρίας δέομαι· οὐ γὰρ κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ᾽ ἐκδίδωμι ἐμαυτὸν τοῖς Ἰουδαίοις, ἐπείπερ τοῦτο ἐσόμενον προανήγγειλαν αἱ γραφαί, ὅτι ταῦτα μέλλουσιν οἱ Ἰουδαῖοι ποιεῖν.

Mt 26, 55 Ἆρα οὖν αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητάς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; οὐ τοῦτο βούλεται δηλοῦν, ἀλλ᾽ ὅτι ἐξὸν ὑμῖν 〈καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ διδάσκοντα〉 κατασχεῖν, οὐκ ἐκρατήσατε· ἐταμιευόμην γὰρ μᾶλλον τὸ χρῆναι παθεῖν καιρῷ τῷ προσήκοντι. οὐ τοίνυν τῆς Ἰουδαίων μανίας καταιτιώμενος ταῦτα ὁ Χριστὸς ἔφη, οὔτε μὴν ἐπιπλήττει τὸ βράδος αὐτῶν πρὸς μιαιφονίαν, ὅτι δὴ παρόντα καὶ ὁρώμενον οὐκ ἐν ἀρχαῖς κατεσχήκασιν· διελέγχει δὲ μᾶλλον ὡς οὐ τῆς ἐνούσης αὐτοῖς ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως τοῦ τὸ ἀβούλητον πάθος οἰκονομικῶς παραδεξαμένου καὶ ποιησαμένου θελητόν. οὐκ ἐπείπερ ἦν τὸ παθεῖν ἀγαθόν, ἀλλ᾽ ὅτι τὰ ἐξ αὐτοῦ συμβαίνοντα τὴν ἀνθρώπου φύσιν ἀνακομίζειν ἔμελλεν εἰς τὸ ἀπ᾽ ἀρχῆς δεικνύς, ὅτι τῆς αὐτοῦ συγχωρήσεως ἔργον ἦν τὸ ἑλεῖν.

Mt 26, 63—65 Ἔφη που διὰ Μωυσέως ὁ τῶν ὅλων θεός· «ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ συνεῖδεν, ἐὰν μὴ ἀναγγείλῃ», φησίν, «λήψεται τὴν ἁμαρτίαν». ἐπεγράφετο τοίνυν παρανομίας ἔγκλημά τισιν, εἰ μηδὲν ἀπολογοῖντο, φωνὴν ἀκούοντες ὁρκισμοῦ. διὰ τοῦτο πανούργως ὁρκίζει τὸν κύριον ὁ Καϊάφας, ἵν᾽ εἰ βούλοιτο καὶ μετὰ τοῦτο σιωπᾶν, ὡς παρανομήσαντα κατακρίνοι, εἰδώς, ὅτι ὁρκωθεὶς καὶ σιωπήσας ἔνοχος ἐγένετο τιμωρίᾳ τῇ ἀπὸ τοῦ νόμου· εἰ δὲ εἴπῃ τὸ ἀληθές, ὡς ψευδόχριστον αὐτὸν φονεύσωσιν ὡς λέγοντα ἑαυτὸν θεὸν οὐδὲν πλέον ἔχοντα τῶν λοιπῶν ἀνθρώπων κατὰ τὴν σάρκα καὶ τὸ ὁρώμενον. διὸ ὁ Χριστὸς εἶπε· 〈σὺ εἶπας〉 ἀντὶ τοῦ τὸ σὸν ὡμολόγησε στόμα λοιπόν. ἵνα δὲ φορτικωτέραν αὐτοῖς τὴν δίκην ἐργάσηται, τὴν ἐπί γέ φημι τῷ μὴ πιστεύειν εἰς αὐτὸν βούλεσθαι, πάλιν αὐτοῖς ἐναργῆ τὴν αὐτοῦ καθίστησι δόξαν εἰπών· 〈ὄψεσθε ἀπ᾽ ἄρτι τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ〉.

ἐν εἴδει, φησίν, τῷ καθ᾽ ὑμᾶς γεγονότα ἐμὲ τὸν υἱὸν τῇ φύσει καὶ ἀληθῶς τοῦ θεοῦ καὶ πατρὸς ἐν τῷ μηδενὶ πεποίησθε λόγῳ, καὶ ἐπειδὴ ἀμαθίας εἰς τοῦτο καταβεβήκατε, ὥστε τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖνό φημι, ὅτι τῆς κατ᾽ ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν καὶ διεσταλμένος ἐδόθη καιρὸς μέχρι τοῦ τιμίου σταυροῦ· μετὰ τοῦτο γὰρ εὐθὺς εἰς τὴν ἑαυτοῦ παλινδρομήσω τιμήν, ἀναβήσομαι πρὸς δόξαν τὴν ἐν ἀρχαῖς, σύνεδρος ἔσομαι τῷ θεῷ καὶ πατρὶ καὶ μετὰ τῆς σαρκός. ταῦτα λέγοντος τοῦ Χριστοῦ ὁ Καϊάφας 〈διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν〉. τοῦτο δὲ ἐποίησε σφοδροτέραν τὴν κατηγορίαν ποιῶν καὶ τὸ λεχθὲν ἐπαίρων διὰ τοῦ πράγματος. καίτοι ποία βλασφημία αὕτη—οὗτος μάλιστα καὶ ἔλαμψε καὶ ἐνίκησε κατὰ κράτος.

Mt 26, 67—68 Πρέποι ἂν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων προφητῶν· «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει» ὁ «κύριος» ὁ τῶν ὅλων θεός, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων· ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται καὶ διακαρτερεῖ τυπτόμενος καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας αὐτοῦ παρατιθείς· ὁ γὰρ «ἐξετάζων καρδίας καὶ νεφροὺς» ὁ προφητείας ἁπάσης δοτὴρ πῶς ἂν ἠγνόησε 〈τίς ἐστιν ὁ παίσας αὐτόν〉;

Mt 27, 11 Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ᾽ αὐτοῖς προαπηγγελμένα· ὁ μὲν γάρ φησιν· «οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ». ὁ δέ· καθὼς «ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς τὴν κεφαλήν σου».

Mt 27, 21—26 Μέγας ἔλεγχος ταῦτα τῶν Ἰουδαίων λῃστὴν καὶ φονέα ἑλομένων μᾶλλον ἢ τὸν Χριστόν· τοσοῦτον αὐτοῖς ἔμελε τοῦ δικαίου καὶ οὕτως διὰ τὴν ὁσιότητα κατηγόρουν Χριστοῦ· καὶ τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσιν τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, 〈καὶ〉 ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι τὴν κόλασιν, ἀνέκραγον λέγοντες· «αἶρε τοῦτον, ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν». ἰδοὺ δὴ σαφῶς «τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο» καθά φησιν ὁ μακάριος Πέτρος «καὶ ᾔτησαν ἄνδρα φονέα χαρισθῆναι» αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοί.

Mt 27, 24 Ἀμελήσας τῆς ὀρθῆς καὶ δικαίας κρίσεως ὁ Πιλᾶτος οὐδὲ ἐλογίσατο ἐκδοῦναι ἀναίτιον εἰς θάνατον καίπερ κύριος ὢν τοῦ ἐξελέσθαι αὐτόν· καὶ νίπτεται τὰς χεῖρας ὑπονοήσας ἑαυτὸν διὰ τούτου τῆς ἁμαρτίας ἐλεύθερον, ὅπερ ἐστὶν μωρὸν ἐννοῆσαι. τάχα δὲ ὡς ἐθνικὸς ἐνόμιζεν, ὅτι ἀρκεῖ αὐτὸ πρὸς καθαίρεσιν ἁμαρτημάτων τὸ ὕδωρ.

Mt 27, 25 Ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ κύριος διὰ φωνῆς Ἰερεμίου· «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου 〈ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου〉 ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν». ἔφη δέ που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος καὶ ὁ προφήτης Ὠσηέ· «οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ. πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾽ ἀπαιδευσίαν γλώττης αὐτῶν».

Mt 27, 32 Ἄγεται μὲν ὁ σωτὴρ ἐπὶ τὸ σωτήριον πάθος. Σίμωνι δὲ Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν «βαστάσαι» τὸ ξύλον. ἀληθῆ δὲ πάντως ἀμφότερα· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ σωτήρ, κατὰ μέσην δέ πως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν καὶ μετέθηκαν ἐπ᾽ αὐτὸν 〈τὸν〉 σταυρόν. εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἠσαίου, ὅτι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ»· ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρός, δι᾽ οὗ βεβασίλευκε τῆς ὑπ᾽ οὐρανοῦ, εἴπερ ἐστὶν ἀληθές, ὅτι «μέχρι θανάτου» γέγονεν «ὑπήκοος, θανάτου δὲ σταυροῦ, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν».

Mt 27, 33 Περὶ τοῦ 〈κρανίου τόπου〉 ἦλθεν εἰς ἡμᾶς, ὅτι Ἑβραῖοι παραδιδόασιν τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι καὶ ἐπεὶ «ἐν τῷ Ἀδὰμ πάντες» ἀποθνῄσκουσιν, ἀνέστη καὶ ὁ Ἀδὰμ καὶ «ἐν Χριστῷ πάντες ζωοποιηθήσονται».

Mt 27, 38 Εἶδες πῶς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ κύριος τὴν αὐτοῦ φύσιν ἐπανορθοῖ· ταύτην γὰρ εἰς τὸ ἐν ἀρχαῖς ἀναφέρων διὰ τοῦ γενέσθαι καθ᾽ ἡμᾶς δι᾽ ἡμᾶς τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὑπέμεινε πάθη. ἀπηρτημένῳ δὲ τοῦ σταυροῦ συνεκρέμαντο αὐτῷ δύο λῃσταὶ καὶ ὕβρις μὲν ὁμολογουμένως τό γε ἧκον εἰς τὸν τῶν Ἰουδαίων σκοπὸν πλὴν ἀνάμνησις προφητείας λεγούσης· «καὶ μετὰ ἀνόμων ἐλογίσθη». ἀλλὰ διὰ τῶν αὐτοῦ παθημάτων εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά· ἀληθὲς γάρ, ὅτι «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν». οἱ δύο οὗτοι λῃσταὶ τοὺς δύο ὑπέγραφον λαούς, ὧν ὁ μὲν μέχρι τελευτῆς τὴν ἀγνωμοσύνην ἐπεδείξατο καὶ οὐδὲ τὴν ἐσχάτην αἰχμαλωσίαν, ἣν ὑπὸ Ῥωμαίων ὑπέμεινεν, εἰς ἄμυναν τῶν κατὰ Χριστοῦ παροινιῶν ὡμολόγησεν ὑφίστασθαι, ὁ δὲ πρὸς αὐτῷ τῷ τέλει οὐκ ἀπέγνω τῆς ἀφέσεως, ἀλλὰ τὸ ὠμὸν τῶν κακῶν θεολογίᾳ διωρθώσατο. τό τε μὴν μέσον τῶν λῃστῶν σταυροῦ ἀνασχέσθαι τὸν κύριον τὸν ἑκούσιον αὐτοῦ 〈θάνατον τὴν〉 πρὸς τοὺς δύο λαοὺς ἀπεκάλυψε παρουσίαν. πρὸς οὓς ἑκὼν παρεγίνετο, ἀμφοτέρους τῇ ἑαυτοῦ ἐνανθρωπήσει βουληθεὶς ἀνανεώσασθαι, εἰ καὶ ὁ πρότερος ὡς ὁ εἷς τῶν λῃστῶν παρῃτήσατο, «οὐκ ἔχομεν» λέγων «βασιλέα εἰ μὴ Καίσαρα» καὶ τὸ αἷμα τὸ ἀθῷον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν ἐξαιτούμενος καὶ ὡς δικαίῳ τῷ φόνῳ ἐναβρυνόμενος, ἀφ᾽ ὧν καὶ οὗτοι κἀκεῖνος κοινῶς τῆς βασιλείας ἐξέπεσον.

Mt 27, 44 Ὁ μὲν οὖν εἷς τῶν λῃστῶν ταῖς τῶν Ἰουδαίων ἀφιλοθεΐαις συνδιαιτώμενος τοὺς αὐτοὺς ἐκείνοις ἠρεύγετο λόγους· εἰ γὰρ «σὺ εἶ», φησίν, «ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς». ὅ γε μὴν ἕτερος τὴν ἐναντίαν ἐκείνῳ βαδίζων ὁδὸν εἰκότως θαυμάζεται· πεπίστευκε γὰρ εἰς αὐτὸν καίτοι δίκης ἀπηρτημένης οὕτω πικρᾶς, ἐπιτιμᾷ ταῖς τῶν Ἰουδαίων ἀθυροστομίαις καὶ ταῖς τοῦ συγκρεμαμένου φωναῖς, ὡμολόγησε τὴν ἁμαρτίαν, ἵνα δικαιότερος φανῇ· μεμαρτύρηκε γὰρ Χριστῷ τὸ ἀνυπαίτιον παντελῶς καὶ τῆς τῶν σταυρωσάντων ἀπονοίας κατήγορος ἦν, ταύτῃ τοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον, τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπογραφήν. σταυρούμενον γὰρ βλέπων βασιλέα ἐκάλει· τὸν ἐν ἀτιμίᾳ καὶ πάθει προσεδόκησεν ἥξειν ἐν δόξῃ θεοπρεπεῖ, ἥρπασε τὴν πίστιν, καίτοι εὐγενῶς οὐ τεθραμμένος, ὀνίνησι δὲ καὶ ἡμᾶς 〈ἀνοίγων ἡμῖν τοὺς〉 οὐρανούς.

Mt 27, 45 〈Τὸ σκότος ἐφ᾽〉 ὅλην 〈τὴν γῆν ἐγένετο ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης〉 τοῦ ἡλίου ἐκλείποντος, ἵν᾽ εἰδεῖεν, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον ὑπὲρ αὐτῶν τὴν κτίσιν λαβών, ὅτε τοῖς Αἰγυπτίοις πεπολέμηκε δι᾽ αὐτούς. τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος ἡλίου τὴν ἀκτῖνα συστείλαντος καὶ οἷον οὐκ ἀνεχομένου πέμπειν αὐτὴν ἔτι τοῖς γεγονόσι κυριοκτόνοις. καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἐσκοτίσθαι φαμὲν τὴν Ἰουδαίων χώραν ἤτοι τοὺς κατοικοῦντας αὐτήν, ὅτι οὐκ εἰσεδέξατο τὸν ἥλιον τῆς δικαιοσύνης καὶ «τὸ φῶς τὸ ἀληθινόν».

Mt 27, 46 Εἶπεν ὁ κύριος τὴν φωνὴν ταύτην ὡς ἄνθρωπος, ἵνα κατορθώσῃ τῇ ἡμετέρᾳ τῶν ἀνθρώπων φύσει τὸ μετὰ παρρησίας λέγειν πρὸς τὸν θεόν, 〈ἵνα τί με ἐγκατέλιπες〉· μόνοις γὰρ τοῖς καθαροῖς καὶ ἁμαρτίας ἐκτός ἐστιν ἀδεὲς τοῦτο λέγειν. λέγων δὲ 〈θεέ μου〉 πρὸς τὸν πατέρα οὐδὲν ὑπομένει βλάβος περὶ τὴν οἰκείαν θεότητα καὶ δόξαν φύσει θεὸς ὤν, ὅταν ὡς ἄνθρωπος λέγῃ ταῦτα τὰ τῇ ἀνθρωπότητι πρέποντα, ἐπείπερ καὶ ἡμεῖς, ἐὰν καλῶμεν τὸν θεὸν πατέρα, οὐ παρὰ τοῦτο ἀπεβαλόμεθα τὸ εἶναι ἄνθρωποι φύσει καὶ κτίσματα θεοῦ, κἂν κατὰ χάριν ἡμᾶς ὁ θεὸς εἰς υἱότητα καλῇ διὰ τὴν εἰς Χριστὸν πίστιν.

Mt 27, 50 Μέγα καὶ ἐξαίρετον κατωρθώθη διὰ Χριστοῦ ταῖς ἡμετέραις ψυχαῖς· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς εἰς θεὸν πίστεως καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις ηὑρέθη πλουτήσασα, κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· «κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου». καὶ ἕτερος δὲ γράφει τῶν ἀποστόλων· «ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς» ἑαυτῶν «ψυχάς».

Mt 27, 51—54 〈Ἐσείσθη〉 δὲ 〈καὶ ἡ γῆ〉 τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν σημαίνουσα ἢ καὶ δείκνυσι τὴν κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνηκότων ἀγανάκτησιν. τὸ δὲ ῥαγῆναι τὰς πέτρας σημεῖόν ἐστι τοῦ τὴν «λιθίνην» τῶν ἐθνῶν «καρδίαν» ἀνεωχθῆναι πρὸς ὑποδοχὴν τοῦ εὐαγγελικοῦ σπόρου. οἱ δὲ ἀναστάντες ἅγιοι καὶ ὀφθέντες τοῖς 〈πολλοῖς οὐ〉 πρόωρον ἔλαβον μόνοι ἐκεῖνοι τὸ τῆς ἀναστάσεως χάρισμα, ἀλλ᾽ εἰς σημεῖον γέγονεν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. εἰς τοῦτο οἶμαι καὶ ὁ νόμος ὑπέβλεπε κελεύων τὸν ἀκουσίως φονεύσαντα φυγόντα αὖθις ἐπανατρέχειν εἰς τὴν πατρίδα μετὰ τὸν θάνατον τοῦ ἀρχιερέως· ὁ γὰρ τοῦ Χριστοῦ θάνατος τὴν εἰς τὴν ἄνω Ἰερουσαλὴμ ἄνοδον τοῖς ὑπευθύνοις ἡμῖν ἀπέδωκεν. 〈Ἐσείσθη ἡ γῆ〉 σημαίνουσα τὴν ἐπὶ τὸ κρεῖττον μετάθεσιν τῶν πραγμάτων κἂν τὴν ἀγανάκτησιν δεικνύῃ τοῦ θεοῦ κατὰ τῶν πεπαρῳνηκότων εἰς αὐτόν. τὸ δὲ ῥαγῆναι τὰς πέτρας τὰς τῶν ἐθνικῶν ψυχὰς ἀνεωχθῆναι δηλοῖ εἰς τὸ παραδέχεσθαι τὴν τοῦ Χριστοῦ πίστιν. οἱ δὲ ἀναστάντες τῶν ἁγίων καὶ ὀφθέντες 〈πολλοῖς〉 σημαίνουσιν, ὅτι κατηργήθη ὁ θάνατος διὰ τοῦ θανάτου τοῦ Χριστοῦ.

Mt 27, 51 Τὸ διαρραγῆναι τὸ καταπέτασμα σημεῖον ἦν οὐκ ἀσυμφανὲς τοῦ καὶ αὐτὸν μονονουχὶ πενθῆσαι τὸν ναὸν καὶ τοὺς εἰς ὄλεθρον καὶ ἀπώλειαν κατενηνεγμένους, οἳ τὸν αὐτοῦ τοῦ ναοῦ δεσπότην ἐσταύρωσαν· ἴσως δὲ καὶ ἐπὶ δυσσεβείᾳ τῇ κατὰ Χριστοῦ διὰ τῆς παρ᾽ αὐτοῖς συνηθείας ἐλέγχοντος αὐτοὺς τοῦ συμβεβηκότος· ἔθος γὰρ ἦν Ἰουδαίοις τὴν ἐσθῆτα περιρρήγνυσθαι βλασφημηθέντος θεοῦ. ἔοικε δέ τι καὶ ἕτερον τῶν ἀναγκαίων εἰς ὄνησιν ὑπεμφαίνειν ἡμῖν τὸ γεγενημένον· τὸ γὰρ καταπέτασμα κρύπτον εἴσω τὰ ἅγια τῶν ἁγίων ἐνστάντος καιροῦ, καθ᾽ ὃν ἔδει συστέλλεσθαι τὴν τοῦ νόμου σκιὰν καὶ τὴν ἐν τύποις καταλῆξαι λατρείαν, ἀνεῳχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, περιρρήγνυται δεικνύοντος ὥσπερ αὐτὰ τοῦ θεοῦ τοῖς ἀξίοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν τρέχωσι σκηνὴν οἱ κατ᾽ ἴχνος ἰόντες Χριστοῦ.

Mt 27, 54 «Καὶ οἱ ὄχλοι» δὲ οἱ παραγενόμενοι εἰς «τὴν θεωρίαν τύπτοντες» αὐτῶν «τὰ στήθη, ὑπέστρεφον», τάχα που τῆς κατὰ Χριστοῦ δυσσεβείας ἀπαλλάττοντες ἑαυτοὺς διὰ τοῦ τῶν σταυρωσάντων καταβοᾶν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα. τοσαύτη τοῦ σταυρουμένου ἡ δύναμις—τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει. ἀληθὴς ἦν λέγων ὁ κύριος, «ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»· ἰδοὺ γὰρ ἐν τῷ τιμίῳ σταυρῷ ὑψούμενος ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας· εἵλκυσε γοῦν τὸν ἑκατόνταρχον, εἵλκυσε δὲ καὶ τῶν Ἰουδαίων τινάς, οἳ καὶ «τὰ στήθη» ἔτυπτον κατανυττόμενοί που πάντως καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς κύριον.

Mt 28, 1—7 Ἐπειδὴ τὸ ἐπὶ τῷ σταυρῷ δι᾽ ἡμᾶς ὑπομεμένηκε πάθος ὁ κύριος καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δέδωκε σάρκα καὶ ἦν ἐν μνημείῳ καθάπερ τις «ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος» κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον, ἔδραμον αἱ γυναῖκες τὰ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἐπικομιζόμεναι καὶ ἀρωμάτων οὖσαι μεσταί· ἐνόμιζον γάρ, ὅτι κείσεται τοῖς ἄλλοις ὁμοῦ καὶ ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ. καὶ μήτοι θαυμάσῃς, εἰ γυναῖκες ἠγνόουν, ὅτι θεὸς ὢν καὶ ζωὴ τὸ τῆς φθορᾶς καταλύσει κράτος καὶ παλινδρομήσει πρὸς ζωήν, ὅπου καὶ αὐτοῖς τοῖς ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγος ἔδοξεν εἶναι λῆρός τις ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον διὰ τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον γραφήν. οὐκοῦν ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα, οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ τῆς εἰς αὐτὸν ἀγάπης ἕνεκα ὁρῶσιν ἅγιον ἄγγελον.

καὶ δὴ γέγονεν αὐταῖς εὐαγγελιστὴς καὶ κῆρυξ τῆς ἀναστάσεως· μὴ γὰρ ζητῆτε, φησίν, «τὸν» ἀεὶ «ζῶντα» κατὰ φύσιν ὄντα ζωὴν «μετὰ τῶν νεκρῶν· οὐκ ἔστι» γὰρ «ὧδε», τοῦτ᾽ ἔστιν ἐν θανάτῳ καὶ μνήματι, «ἀλλ᾽ ἠγέρθη» ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ᾽ ἡμῖν γενόμενος· διὰ τοῦτο γὰρ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ τὴν πρὸς ἡμᾶς ὑπῆλθεν ὁμοίωσιν, ἵνα «χάριτι θεοῦ», καθά φησιν ὁ μακάριος Παῦλος, «ὑπὲρ παντὸς γεύσηται θανάτου» καὶ γένηται τοῦτο τοῦ θανάτου θάνατος καὶ κατάλυσις ἀρᾶς τῆς ἐπενηνεγμένης τῷ πρωτοπλάστῳ ποτέ· τοιαύτης γὰρ ἐλπίδος παρεσκεύασεν εἴσω γενέσθαι ὁ κύριος εἰπών· ἀμὴν λέγω ὑμῖν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται»· εἰδέναι γὰρ δεῖ ὡς ἄγγελοι τοῖς ποιμέσι ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν λογικαὶ δυνάμεις κηρύττουσιν τὴν ἀνάστασιν. λελειτούργηκε τοίνυν ὁ οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγμασι καὶ περιέπουσι τὸν υἱὸν αἱ τῶν ἄνω πνευμάτων στρατιαὶ ὡς τῶν ὅλων δεσπότην καὶ κύριον καὶ ὅτε γέγονε σάρξ, τοῦτ᾽ ἔστιν ἄνθρωπος.

Mt 28, 9—10 Κεκέρδακε τὸ θῆλυ γένος καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν· ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτὰς «ἐν λύπαις τέξῃ τέκνα» παῦλαν αὐταῖς δέδωκε συναντήσας αὐταῖς ἐν τῷ κήπῳ καὶ εἰπὼν 〈χαίρετε〉. μεθ᾽ ὑπερβαλλούσης εὐφροσύνης αἱ γυναῖκες αὐτῷ—καὶ εἰς χρηστὰς ἐλπίδας καὶ τὸ πεπονηκὸς ἰώμενος.

Mt 28, 16—17 Ὁρᾷς δὲ πῶς ἔνια παρατρέχουσί τινες τῶν εὐαγγελιστῶν· τὸ γὰρ 〈ἐδίστασαν〉 ἀνέπτυκται σαφῶς παρὰ τῷ Ἰωάννῃ δεικνυμένου τοῦ διστάσαντος, ὃς ἦν ὁ Θωμᾶς· ὥστε καὶ τὸ μνημονεῦσαι τῆς ἐν τῇ Ἰουδαίᾳ ἐπιφανείας δεύτερον γενομένης πῶς ἔσχε τὸ πρᾶγμα. εἶπεν δέ, ὅτι αὐτοῖς ὤφθη ἐν τῇ Γαλιλαίᾳ, ὃ μόνον δοκεῖ μοι Ἰωάννης παραλιπεῖν ὡς ἂν προκείμενον αὐτῷ τὰ λοιπὰ εἰπεῖν ὁσάκις τε ὤφθη καὶ ὅπου, ἀλλὰ μὴν καὶ ὅπως σαφῶς ἐξηγούμενος.

Mt 28, 17 Ἄλλας λέγει ὁ Ἰωάννης ὀπτασίας, 〈ἣν〉 δὲ λέγει ὧδε ὁ Ματθαῖος οὐ μόνον [ἣν] εἶδον οἱ ἕνδεκα, ἀλλὰ καὶ οἱ πολλοὶ ὡς εἰκός.

Mt 28, 18 Οἰκονομικῶς ἔτι καὶ ἀνθρωπινώτερον ἔφη τὸ 〈ἐδόθη μοι〉· πλὴν βούλεται νοεῖσθαι, ὅτι τὴν κατὰ πάντων ἔχει ἐξουσίαν ὡς θεὸς καὶ ἀφεὶς τὸ τῆς κενώσεως μέτρον εἰς τὴν ἔμφυτον καὶ ἀεὶ προσοῦσαν αὐτῷ δόξαν ἀνέδραμεν καὶ μετὰ σαρκὸς θεὸς τῶν ὅλων καὶ κύριος ὁμολογούμενος. λοιπὸν οὖν λέγει 〈ἐδόθη μοι〉 οὐχ ὡς πρῶτον λαβών, ὅτε γέγονεν ἄνθρωπος, ἀλλ᾽ ὅπερ εἶχεν ἀεὶ διὰ τὸ ὑπάρχειν ἐκ πατρὸς καὶ φύσει θεὸς ὡς ἐν ἀνθρώπου τάξει δεχόμενος.