Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η Επί του Όρους Ομιλία (Ματθ. 5-7)

Ερμηνεία των εντολών της Επί του Όρους Ομιλίας, συμπεριλαμβανομένων των μακαρισμών, της προσευχής, της νηστείας και της αγάπης προς τους εχθρούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 13

Mt 5, 9 〈Εἰρηνοποιός〉 ἐστιν ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς συμφωνίαν, παλαιῶν πρὸς καινάς, νομικῶν πρὸς προφητικάς, εὐαγγελικῶν πρὸς εὐαγγελικάς. διὸ μιμησάμενος τὸν υἱὸν τοῦ θεοῦ 〈υἱὸς κληθήσεται〉 ἔργῳ τὸ «πνεῦμα» τῆς «υἱοθεσίας» λαβών.

Mt 5, 9 〈Εἰρηνοποιοὶ〉 δὲ οὐ μόνον οἱ φιλοποιοῦντες τοὺς ἐχθρούς, ἀλλὰ καὶ οἱ τὸν θυμὸν καὶ τὴν κακὴν ἐπιθυμίαν ἐξημεροῦντες, βιοῦντές τε ὀρθῶς ἔργῳ καὶ λόγῳ διὰ πίστεως ἀπταίστου, πλὴν καὶ οἱ μεταδιδάσκοντες τοὺς ἀπίστους καὶ ἄγοντες πρὸς τὴν πίστιν ὡς τοὺς ἐχθροὺς τοῦ θεοῦ φιλοποιοῦντες αὐτῷ. 〈μακάριοι〉 οἱ τοιοῦτοι ὡς μιμησάμενοι τὸν υἱὸν τοῦ θεοῦ· 〈υἱοὶ〉 γὰρ 〈κληθήσονται〉 ἀθανασίας μετασχόντες ἤτοι συμβασιλεύσουσι τῷ Χριστῷ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ.

Mt 5, 9 〈Εἰρηνοποιοί〉 εἰσι καὶ οἱ τοὺς ἀπίστους μεταπείθοντες πιστεῦσαι ὡς τοὺς πάλαι ἐχθροὺς τοῦ θεοῦ εἰρηνοποιοῦντες αὐτῷ. 〈Εἰρηνοποιοὶ〉 λέγονται καὶ οἱ πείθοντες τοὺς ἀπίστους πιστεύειν τῷ θεῷ.

Mt 5, 13 〈Ἅλας〉 καλεῖ τὴν φρόνησιν, ἧς ἔμπλεός ἐστιν ὁ ἀποστολικὸς λόγος, ὃς σπαρεὶς ἐν ταῖς ἡμετέραις ψυχαῖς τὸν τῆς σοφίας ἡμῖν ἐνοικίζει λόγον, ὃς διὰ τὸ νόστιμον καὶ χαρίεν τούτῳ παρείκασται· ὅνπερ γὰρ τρόπον ἄνευ ἁλὸς οὔτε ἄρτος οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς συνέσεως καὶ διδασκαλίας πᾶσα ψυχὴ καὶ μωρὰ καὶ ἄνοστος καὶ οὐχ ἡδεῖά ἐστι παρὰ τῷ θεῷ.

Mt 5, 14 Τὸ δὲ 〈οὐ δύναται πόλις〉· οἱ ἐπὶ τῇ πίστει ἱδρυμένοι ὡς ἐπ᾽ ὄρους ὑψηλοῦ οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ δειλίας λαλεῖν τὸν λόγον.

Mt 5, 14 〈Φῶς〉 δὲ αὐτοὶ κατὰ μετοχὴν γενόμενοι ὅτε ζῆτε οὐκέτι αὐτοί, ζῇ δὲ ἐν ὑμῖν 〈τὸ φῶς〉, ὁ Χριστός, δυνάμενος διὰ λόγου καὶ ὅλον φωτίζειν 〈τὸν κόσμον〉.

Mt 5, 18 Ἀντὶ τῆς σαρκικῆς λατρείας εἰσήγαγεν ὁ κύριος τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ»· καὶ τάχα ἅπερ οὐδὲ σαρκικῶς ἐποίουν οἱ Ἰουδαῖοι, ταῦτα καὶ νῦν πνευματικῶς οἱ Χριστοῦ μαθηταὶ ποιοῦσιν. διό φησιν· 〈ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα γένηται〉. δηλονότι οὐ πάντα ἐποίησαν οἱ Ἰουδαῖοι, ἢ κἂν ἐποίησαν, ἐπαύσαντο τοῦ ποιεῖν μηκέτι συγχωρούμενοι ποιῆσαι αὐτά, πῇ μὲν διὰ τὸν φόβον τῶν βασιλέων, πῇ δὲ καὶ τὸ καταλελύσθαι τὸν ναόν, ἐν ᾧ μόνῳ ἔδει τὰς θυσίας ἐπιτελεῖσθαι.

Mt 5, 19 Θεομάχος, φησίν, κληθήσεται ὁ τὴν 〈ἐλαχίστην〉 τῶν ἐν τῷ νόμῳ 〈ἐντολῶν〉 ἀθετῶν. διὸ καὶ ἀθετεῖται παρὰ θεοῦ ὡς αὐτῷ ἀνθιστάμενος καὶ ἀντινομοθετῶν.

Mt 5, 19 Ὁ ἀθετῶν 〈μίαν τῶν〉 τοῦ νόμου 〈ἐντολῶν〉 ἀθετεῖται παρὰ τοῦ θεοῦ ὡς θεομάχος καὶ ἀντινομοθετῶν τῷ θεῷ. καὶ νῦν ἐκ τοῦ εὐαγγελικοῦ νόμου δέχεται τὴν τιμωρίαν, ἣν νόμος πάλαι οὐκ ἦν ὁρίσας. διὸ καὶ ἀκολούθως λέγει ὁ Χριστός, «ὅτι οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». ὃ γὰρ ἐκεῖ ἔλειπε, ὧδε ἀνεπλήρωσεν, οἷον ἐν τῷ νόμῳ ἐλέχθη· «ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ» καὶ «ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου ὑποπεπτωκὸς ὑπὸ τὸν γόμον, συνέγειρον αὐτὸ μετ᾽ αὐτοῦ». ταῦτα εἰ παρέβη τις, οὐκ ἦν τιμωρία ὁρισθεῖσα ὑπὸ τοῦ νόμου. ἣν ἀποπληρῶν ὁ Χριστός φησιν, ὅτι ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὁ τοιοῦτος ἐξουθενηθήσεται. ταύτην οὖν καλεῖ 〈ἐλαχίστην ἐντολήν〉, ἐφ᾽ ἣν οὐκ ἦν ἐκ παραβάσεως ἐπαγομένη κόλασις.

Mt 5, 19 Διὰ τοῦτο καὶ ὁ Μωϋσέως νόμος τὸ διχηλοῦν δέχεται, ἵνα δι᾽ αἰνιγμάτων ἡμᾶς διδάξῃ δι᾽ ἀμφοτέρων ὁδεύειν διά τε λόγου καὶ πράξεως. Οἶμαι δὲ καὶ τὸ δίχηλον ἐν τῷ νόμῳ τοῦτο σημαίνειν, τὸ διὰ λόγου καὶ πράξεως ὁδεύειν ἡμᾶς καὶ μήτε πράττειν ἀλόγως μήτε λόγον ἔχειν πράξεως χωρίς. εἰ δέ τι ἐκ τῶν τοιούτων εἶναι βούλεται μεμονωμένον, πρᾶξις ἔστω λοιπὸν καὶ μὴ λόγος· λόγος γὰρ ἀχαλίνωτος κατὰ κρημνῶν ὤθησε πολλάκις τοὺς κεκτημένους, πρᾶξις δὲ οὐδέποτε.

Mt 5, 23 Τὸ εἰπεῖν 〈ἐὰν προσφέρῃς τὸ δῶρόν σου〉 καὶ ἑξῆς τοῦτο δηλοῖ, ὅτι τρόπον σωτηρίας καὶ διαφυγὴν τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐφεῦρεν ὁ θεὸς τὴν μετάγνωσιν, καὶ τὴν τοῦ λελυπημένου θεραπείαν ἀνατροπὴν ἔσεσθαι τιμωρίας φησίν. ἐπειδὴ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, οὐκ ἀγαπᾷ τὸν κύριον, εἰκότως τὸν ὄντα ἐν λύπῃ τοῦ ἀδελφοῦ οὐ προσδέχεται ὡς μὴ ἀληθῶς αὐτῷ προσιόντα.

Mt 5, 23—24 Διδάσκει ἡμᾶς ἐνταῦθα ὁ σωτὴρ τὴν τιμωρίαν διαφυγεῖν ἁμαρτάνοντας. ἡ τοίνυν μετάγνωσις ἐπὶ τοῖς ἁμαρτήμασι καὶ ἡ πρὸς τὸν λυπηθέντα ἀφ᾽ ἡμῶν παράκλησις καὶ ἡ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος αἴτησις καὶ 〈τὸν ἀδελφὸν〉 θεραπεύει καὶ τὸν θεόν.

Mt 5, 25—26 Ὁ μέντοι 〈κοδράντης〉 σημαίνει τὸ τέταρτον τοῦ ἲν μέτρου. οὗτος κατὰ τὴν Ἑβραίων φωνὴν δύο ἐστὶν ὀβολοί, ὅπερ ὁ Λουκᾶς σαφηνίσας «λεπτὸν» ὠνόμασεν. ἡμεῖς δὲ ἀπαλλαγῶμεν καὶ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ, ἤγουν τοῦ διαβόλου, ἕως ἐσμὲν 〈ἐν τῇ ὁδῷ〉 ταύτῃ, καὶ τῶν τῆς ἀτιμίας παθῶν, ἅτινα 〈ἀντίδικοι〉 ἡμῶν εἰσιν· οὐδεὶς γὰρ ἡμῶν ἕτερος 〈ἀντίδικος〉, ἐὰν μὴ ἡμεῖς ἑαυτῶν διὰ τούτων γενώμεθα 〈ἀντίδικοι〉 καὶ μὴ ἡ συνείδησις καταγινώσκῃ ἡμῶν ὡς καταφρονούντων τῆς ὑπομνήσεως αὐτῆς, 〈μήποτε παραδοθῶμεν τῷ κριτῇ〉 πάντων θεῷ ὑπὸ τῆς συνειδήσεως ἐλεγχθέντες· ὁ δὲ «παραδώσει τοῖς πράκτορσιν», ἤγουν τοῖς κολασταῖς ἀγγέλοις, καὶ ἀπαιτηθησόμεθα τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ τε καὶ μεγάλῳ.

Mt 5, 25 Ἐπιτετηρημένως οὖν ὁ κύριος ἐνταῦθα 〈ἀντίδικον〉 ὀνομάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφερόντων ἡμῖν. 〈εὐνοοῦμεν〉 δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ κυρίου εἰπόντος «τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον» καὶ ἐπὶ παντὸς πράγματος τοιούτου ὁμοίως.

Mt 5, 25—26 Ὃ λέγει, τοιοῦτόν ἐστιν· πρὸ δίκης εὐγνωμόνει. ἐπεὶ καὶ ἐὰν ἐγκληθῇς καὶ φυλακισθῇς, οὐκ ἀπολύῃ ἕως οὗ ἀποτίσῃς ἕως ὀβολοῦ· τοῦτο γὰρ ὁ 〈κοδράντης〉 δηλοῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· παραινεῖ γὰρ εὐγνωμονεῖν καὶ μὴ τῇ κρίσει θαρρεῖν· εἰ γάρ τι συμβαίη παρ᾽ ἐλπίδα καὶ κατασχεθῇς ὑπὸ τοῦ κριτοῦ, οὐκ ἀπολυθήσῃ ἕως οὗ ἀποτίσῃς τὸν 〈ἔσχατον〉 ὀβολόν· τοῦτο γὰρ λέγεται 〈κοδράντης〉.

Mt 5, 25—26 Ὑποκείσθω τις, φησίν, ἐφ᾽ ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν αἰτιάματά τινα ποιησάμενος κατά σου, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας ἀποφέρεσθαι ποιεῖ· ἕως τοίνυν, φησίν, 〈μετ᾽ αὐτοῦ εἶ ἐν τῇ ὁδῷ〉, τοῦτ᾽ ἔστιν πρὶν ἀφικέσθαι πρὸς 〈τὸν κριτήν〉, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδήν, ἵνα ἀπαλλαγῇς ἀπ᾽ αὐτοῦ. εἰ δὲ μὴ τοῦτο γένηται, 〈παραδώσει〉 σε 〈τῷ κριτῇ〉. εἶτα ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, «παραδοθήσῃ τῷ πράκτορι», τοῦτ᾽ ἔστιν τοῖς ἀπαιτηταῖς, κἀκεῖνοί σε κατακλείσαντες ἀπαιτήσουσι καὶ «τὸ ἔσχατον λεπτόν». οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασίν ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. ἑκάστου γε μὴν 〈ἀντίδικος〉 καὶ κατήγορος ὁ σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής· 〈ἕως〉 τοίνυν 〈ἐσμὲν ἐν τῇ ὁδῷ〉, τοῦτ᾽ ἔστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ, λύσωμεν τὰς καθ᾽ ἑαυτῶν αἰτίας, τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματός τε καὶ δίκης ἔξω τιθείσης κολάσεώς τε καὶ φόβου, μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν ἀπενεχθῶμεν πρὸς 〈τὸν κριτὴν〉 καὶ παραδοθῶμεν «τοῖς πράκτορσιν» ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνές. ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ καὶ μεγάλῳ.

τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες καὶ τὸ ἐπ᾽ αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες.

Mt 5, 28—30 Τάχα εἰσί τινες τοιοῦτον λαβόντες χάρισμα ὥστε μὴ 〈ἐπιθυμεῖν〉. πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας 〈ἐκκόπτειν〉.

Mt 5, 28 Ὁ 〈ἐμβλέψας γυναῖκα〉 καὶ 〈ἐπιθυμήσας〉 τότε κρίνεται, ὅτε φανῇ αὐτῷ ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι᾽ ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλήν, ἀλλὰ τὴν ψυχήν.

Mt 5, 29—30 Εἰπὼν ἐὰν ὁ 〈ὀφθαλμός σου σκανδαλίζῃ〉 σε καὶ τὰ ἑξῆς, ὀφθαλμὸν λέγει τὸν λογισμὸν τῆς ἐπιθυμίας, ὃν λέγει 〈ἐκκόπτεσθαι〉.

Mt 5, 29—30 〈Ὀφθαλμὸς〉 καὶ 〈χεὶρ〉 νοεῖται ὁ φίλος. ἐὰν γάρ τινα οὕτω φιλῇς ὡς ἐν τάξει 〈ὀφθαλμοῦ δεξιοῦ〉 καὶ χρήσιμον αὐτὸν νομίζῃς ὡς ἐν τάξει 〈δεξιᾶς χειρὸς〉 καὶ βλάπτῃ σου τὴν ψυχήν, ἀπότεμε τούτους ἀπό σου καὶ πόρρω χωρίσθητι ἀπ᾽ αὐτῶν· ὅταν γὰρ μὴ ἀλλήλους σῴζητε, ἀλλὰ μᾶλλον ἀμφότεροι προσαπολλύησθε ὄντες ὁμοῦ, 〈συμφέρει〉 χωρισθέντα κἂν τὸν ἕνα σωθῆναι.

Mt 5, 31 Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστὶν εἶδος μοιχείας ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ θεῷ λύει τὸν γάμον, ἀλλ᾽ ἡ ἄτοπος πρᾶξις.

Mt 5, 33—37 Τὸ 〈οὐκ ἐπιορκήσεις〉 καὶ τὰ ἑξῆς. ἐάν τις ἀναιδὴς ἐπάγῃ τοῖς ἁγίοις ὅρκον, ἀντὶ τοῦ ὅρκου ἔσται αὐτοῖς τὸ ναὶ καὶ 〈τὸ οὔ〉.

Mt 5, 33—35 Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ 〈τοῦ οὐρανοῦ〉 καὶ 〈τῆς γῆς〉, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν ἀξίωμα θεοποιοῦντες αὐτήν· οἱ γὰρ ὀμνύντες, φησίν, «κατὰ τοῦ μείζονος ὀμνύουσιν» ὡς ὁ ἀπόστολος ἔφη. ἀπαγορεύει δὲ καὶ τὸν κατὰ τῆς «Ἰερουσαλὴμ» ὅρκον, ἐπειδὴ ἡ ἐπίγειος «Ἰερουσαλὴμ» τῆς «ἄνω Ἰερουσαλὴμ» τύπος ἐστὶ καὶ καθ᾽ ἑαυτοῦ μόνου ὀμνύει ὁ θεός, ὅ ἐστι τῆς ἰδίας δόξης. διὸ ὡς ὑπερβαινούσης ἡμᾶς τῆς ὁμοιότητος οὐκ ὀφείλομεν καθ᾽ ἑαυτῶν ἤτοι τῆς ἑαυτῶν ὀμνύειν δόξης· οὐ γὰρ ἐλεύθεροί ἐσμεν ὡς ὁ θεός, ἀλλ᾽ ὑπὸ τὴν τοῦ θεοῦ ἐσμεν ἐξουσίαν.

Mt 5, 42 Ἔσο, φησὶν ὁ Χριστός, μὴ πρὸς τὸ λαμβάνειν ἕτοιμος, ἀλλὰ πρὸς τὸ διδόναι· τὸ μὲν γὰρ χωρίζει ἡμᾶς ἀπὸ θεοῦ, τὸ δὲ συνάπτειν πέφυκε καὶ μάλιστα, ὅταν ὁ αἰτῶν ἄξιος τυγχάνῃ καὶ δικαία ἡ αἴτησις.

Mt 5, 44 〈Ἀγαπῶμεν τοὺς ἐχθροὺς〉 οὐ καθὸ μοιχοί εἰσιν ἢ φονεῖς, ἀλλὰ καθὸ ἄνθρωποι· τὸ γὰρ ἁμαρτάνειν ἐνεργείας ἐστίν, οὐκ οὐσίας· διὸ οὐδὲ ἔργον θεοῦ ἡ ἁμαρτία.

Mt 5, 44 Ἴσως φήσειέ τις, πῶς ὁ μακάριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὅν φαμεν οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ᾽ ὡς ἐχθρὸν τοῦ εὐαγγελίου κατηράσατο αὐτὸν διδάσκων, ὅτι τοῖς τοῦ θεοῦ ἐχθροῖς ἀεὶ χρὴ πολεμεῖν.

Ἀλλ᾽ ἴσως τις τὸν μακάριον Παῦλον ὡς καταρώμενον τὸν χαλκέα Ἀλέξανδρον προσάγων ἡμῖν πείσειε μὴ 〈τοὺς ἐχθροὺς ἀγαπᾶν〉· πρὸς ὅν ἐστιν εἰπεῖν, ὅτι οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ᾽ ὡς τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου καταρᾶται ὁ Παῦλος διδάσκων ὡς ἀεὶ τοῖς τοιούτοις χρὴ πολεμεῖν.

Mt 6, 1 Ὁ δι᾽ αὐτὸ τὸ καλὸν ποιῶν ἀρετὴν ὑπερκόσμιον ἔχει τὸ καύχημα.

Mt 6, 2 Ἐκ μεταφορᾶς τοῦτο εἴρηται τῆς ἐν τοῖς στρατοπέδοις σάλπιγγος· ἐκεῖνοι γὰρ ἐπὰν βούλωνται ὁμοῦ συνάγειν τὸν στρατόν, ἠχοῦσι τὸ ἀνακλητικόν, 〈οἱ〉 δὲ 〈ὑποκριταὶ〉 οὐ συνάγειν βούλονται, ἀλλὰ θεατρίζεσθαι τοῖς πολλοῖς.

Mt 6, 7—8 Διὰ τοῦτο ὁ Χριστὸς παρακελεύεται διὰ συντόμου τὰς προσευχὰς ποιεῖσθαι, ἐπειδήπερ οἶδε τὸν νοῦν εὐπαράφορον ὄντα καὶ δι᾽ ἐννοιῶν καὶ φροντίδων ματαιῶν ἀποπλανώμενον, μάλιστα ἐν τῷ τῆς προσευχῆς καιρῷ. καὶ παραγγέλλει νηφαλέως καὶ ταχέως αἰτεῖν τὸν θεὸν ἃ ζητεῖ μὴ πάντα ὅσα θέλει ἀναγγέλλοντα· τοῦτο γὰρ τῆς ἄκρας ἐστὶ φρενοβλαβείας· οἶδε γὰρ ὁ θεὸς καὶ πρὸ τοῦ ἡμᾶς αἰτῆσαι τίνων χρῄζομεν. βαττολογία δὲ λέγεται ἡ πολυλογία ἀπὸ Βάττου τινὸς Ἕλληνος μακροὺς καὶ πολυστίχους ὕμνους ποιήσαντος εἰς τὰ εἴδωλα καὶ ταυτολογίαν ἔχοντας. βαττολογία ἐστὶ τὸ ἔξω τοῦ καλοῦ.

Τὴν πολυλογίαν καλοῦσιν οἱ παλαιοὶ βαττολογίαν ἀπό τινος οὕτως ὀνομαζομένου πολυστίχους εὐχὰς ποιήσαντος εἰς τὰ εἴδωλα καὶ τοὺς αὐτοὺς λόγους λέγοντος δι᾽ ἑτέρων τε καὶ ἑτέρων λέξεων.

Mt 6, 10 Οἰκονομικῶς ὡς ἄνθρωπος ὁ Χριστὸς βασιλεὺς καλεῖται καίπερ ὢν φύσει θεός. ἐπεύχονται τοίνυν οἱ πιστοὶ ἐνυπάρξαι καὶ τοῖς ἀπίστοις, ἵνα εἰς τὸν Χριστὸν πιστεύσαντες ἴδιον ἐπικαλῶνται, δι᾽ οὗ μεθέξουσι τῶν τελείων ἀγαθῶν νῦν μόνον ἔχοντες τὸν ἀρραβῶνα καὶ τὸ ἐκ μέρους ἀγαθόν· οὐ γὰρ ἂν ἐνεργῆ τότε τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορά, ὅταν ἐν ἡμῖν ἡ ζωὴ βασιλεύσῃ καὶ ἀφθαρσία τὸ κράτος ἔχῃ.

Φύσει θεὸς ὁ Χριστὸς ὑπάρχων καὶ φύσει ἄνθρωπος οἰκονομικῶς λέγεται βασιλεύς, τοῦτ᾽ ἔστιν ὡς ἄνθρωπος. διὰ τοῦτο οἱ δίκαιοι ἐπεύχονται ἑαυτοῖς τοῦτο ὑπάρξειν, ἔτι δὲ καὶ τοῖς ἀπίστοις, ἵνα ὁρῶντες καὶ πιστεύοντες εἰς αὐτὸν οἰκεῖον ἑαυτῶν ἕξωσι βασιλέα.

Mt 6, 14 Δύναται καὶ ὁ Ἰησοῦς ὡς θεὸς ἀφιέναι ἁμαρτίας, ἀλλ᾽ ὡς ἔτι ἀτελέσι τοῖς μαθηταῖς οὔπω τὸν περὶ τῆς ἰδίας θεότητος παρέδωκε λόγον καθαρῶς.

Mt 6, 16 Χρὴ τοίνυν μὴ στυγνὸν 〈φαίνεσθαι〉 μηδ᾽ ἔχοντά τι τῆς. φιλοδοξίας ἔγκλημα, ἀλλ᾽ ὥσπερ ῥύπον ὄντα τῆς ψυχῆς ἀπονίπτεσθαι.

Mt 6, 16—17 Δεῖ τὸ ἡγεμονικὸν—τοῖς ἀνθρώποις νηστεύων.

Mt 6, 21 Ὃ προέθετό τις, τοῦτο καὶ νοεῖ καὶ ἐργάζεται ἑτοιμότατα καὶ κατορθοῦν σπουδάζει· ὅπερ τῆς καρδίας εὑρίσκεται σαφέστερον ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ἐξάγων τὸν λόγον καὶ λέγων.

Mt 6, 24 Ἀγαθὸς δεσπότης ὁ ἀφιλάργυρος τρόπος, φαῦλος δὲ ὁ ἐρῶν χρημάτων. διὸ τῷ ἑνὶ προσθετέον· οὐ γὰρ δυνατὸν τοῖς δυσὶν ἀρέσαι διαφόρου καὶ ἐναντίας οὖσιν ἕξεως.

Mt 6, 25 Ἐπειδήπερ ἡ 〈ψυχὴ〉 καὶ 〈τὸ σῶμα〉 τιμιώτερά ἐστιν τῶν 〈τροφῶν〉 καὶ τῶν 〈ἐνδυμάτων〉, καὶ τῶν ἐλαττόνων καταφρονητέον, ἐπιμελητέον δὲ καὶ τῶν τιμιωτέρων, 〈ψυχῆς〉 λέγω καὶ 〈σώματος〉.

Mt 6, 25 Ἡ 〈ψυχὴ〉 τῆς 〈τοῦ σώματος〉 οὐσίας τιμιωτέρα ἐστὶν ὡς εἰκὼν θεοῦ καὶ ἐμφύσημα, τὸ δὲ σῶμα ὄργανόν ἐστιν αὐτῆς καὶ συνεργὸν πρὸς τὰ κάλλιστα. χρὴ οὖν ἡμᾶς ἀμφοτέρων φροντίζειν τοῦ τε σώματος ἅμα καὶ τῆς ψυχῆς καὶ τοῦ μὲν σώματος ἐπὶ τοσοῦτον, ἐφ᾽ ὅσον ἱκανὸν αὐτῷ καὶ μὴ ἐμποδίζεσθαι τὴν ψυχήν· αὐτῇ δὲ δοτέον ἀεὶ τὰ οἰκεῖα καὶ ἐπιμελητέον παντοίως καὶ ἀνακτέον διὰ τῶν ἀρετῶν πρὸς τὴν αἰτίαν αὐτῆς τὴν δημιουργικήν.

Mt 6, 33 Τοῖς τὰ τῆς ψυχῆς ζητοῦσι δίδωσιν ὁ θεὸς καὶ τὰ τοῖς σώμασιν ἐπιτήδεια, ἵνα μὴ φροντίζοντες ἡμεῖς ὑπὲρ τῶν τοιούτων πλέον τοῦ δέοντος ἐμποδισθησόμεθα πρὸς τὰ κάλλιστα.

Mt 7, 2 Οἱ πρὸς εὐλάβειαν παιδαγωγούμενοι τὸν ἐξ ἀγαθῆς φρονήσεως χαλινὸν ἐπιφέρουσι τῇ γλώσσῃ ἐκεῖνα μόνα λαλεῖν ἐπιτρέποντες, ὅσα οὐ βλάπτει. τοῦτο διδάσκων τις ἡμᾶς τῶν σοφῶν ἔλεγεν· τέκνον, «εἰ» μέν «ἐστίν σοι» λόγος «συνέσεως, ἀποκρίθητι· εἰ δὲ μή, χεὶρ ἔστω ἐπὶ στόματί σου». «θάνατος» γὰρ «καὶ ζωὴ ἐν χειρὶ γλώσσης», τοῦτ᾽ ἔστιν ἐν ἐξουσίᾳ, «οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς». ἐπεὶ δὲ τὸ γλώσσης κρατῆσαι οὐ σφόδρα ἐστὶν εὐχερές, ἄνωθεν καὶ τοῦτο ἡμᾶς ὁ ψαλμῳδὸς διδάσκει λέγων· «θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου». μὴ καταλαλῶμεν τοιγαροῦν ἀλλήλων μηδὲ κατακρίνωμεν τοὺς ἀδελφούς· ὁ μὲν γὰρ συνέσει κυβερνώμενος οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, ἀλλὰ τοῖς ἰδίοις ἐνατενίζων κακοῖς καλὸν ἐπ᾽ αὐτοῖς καταστάζει δάκρυον, ἵνα κομίσηται τὴν ἄφεσιν παρὰ θεοῦ· ἀμήχανον γὰρ ἀνθρώπους ὄντας καὶ οὕτως ἀσθενεῖς μὴ πάντως ὀλίγοις περιπίπτειν ἀτοπήμασιν. τὸ δὲ μηδ᾽ ὅλως περιπεσεῖν μόνῳ πρόσεστι κατὰ φύσιν τῷ θεῷ. ἡμᾶς δὲ ἀναγκαῖον τοὺς ὄντας ἐν ἁμαρτίαις, μὴ τοῖς ἀλλοτρίοις ἐφήδεσθαι κακοῖς, ἀλλὰ φροντίζειν, ὅπως ἂν αὐτοὶ τῶν φαύλων ἔξω γενώμεθα.

Mt 7, 5 〈Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου〉, τοῦτ᾽ ἔστιν σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρόν. εἰ δ᾽ οὐκ 〈ἐκβάλλεις τὴν δοκόν〉, κατακρίνεις δὲ τὸν ἔχοντα 〈τὸ κάρφος〉, εὐλόγως ἀκούσῃ τὸ ἀποστολικόν· «ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις», ὁ λέγων «μὴ κλέπτειν, κλέπτεις». οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφός, ἕτερον δὲ οὐ κατακρινεῖ. τοῦτο γὰρ καὶ ὁ νόμος διὰ Μωσέως παραγγέλλει λέγων· «πρόσεχε σεαυτῷ». «σεαυτῷ» φησιν, οὐχ ἑτέρῳ. τὸ δὲ «πρόσεχε» ἀντὶ τοῦ παραβλέπου τὰ κατὰ σαυτόν. ὁ μὲν δὴ συνετὸς οὕτως ἑαυτὸν παιδαγωγήσει οὐκ εἰς τὰ ἑτέρων ἀποβλέπων πταίσματα, ἀλλὰ τὰ οἰκεῖα περιεργαζόμενος καὶ ὑπὲρ αὐτῶν μεταγινώσκων. εἰσὶ δέ τινες οἵτινες τὰ μὲν ἑαυτῶν οὐχ ὁρῶσιν ὀλισθήματα, ἐπὶ δὲ τοῖς ἑτέρων προσκόμμασι γελῶσι πλατύ, οἳ χαμαὶ κείμενοι τοὺς ἑστῶτας ἐπιχλευάζουσιν, οἳ ἀπὸ ποδῶν ἕως κεφαλῆς βορβόρῳ κατεχρισμένοι τοὺς ὀλίγον ἔχοντας ῥύπον καταδικάζουσιν· λέγουσι γὰρ ἔσθ᾽ ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέροις οὐκ αἰσθάνονται τὸν ἑαυτῶν ζωγραφοῦντες τρόπον. ὅσην δὲ ζημίαν ἔχει τὸ κατακρίνειν ἑτέρους, διὰ τοῦ ἐξουθενοῦντος τὸν τελώνην Φαρισαίου μεμαθήκαμεν.

ταῦτ᾽ οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθεσίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα λέγων.

Mt 7, 7 Ἀρχὴ τῆς ἀρετῆς τὸ εὔχεσθαι γνωρισθῆναί τινι τὴν ὁδὸν τῆς ἀληθείας· δεύτερος βαθμὸς τὸ ζητεῖν πῶς δεῖ ὁδεῦσαι τὴν ὁδόν· τρίτος τὸ ἁψάμενον τῆς ἀρετῆς κρούειν τῷ Χριστῷ, ἵνα ἀνοίξῃ αὐτῷ τῆν θύραν καὶ ἀπαλλαγῇ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης καὶ εἰσαγάγῃ αὐτὸν εἰς τὴν εὐρύχωρον γνωστικὴν ἐργασίαν, ἅπερ πάντα διὰ τῆς ἐκ θεοῦ καὶ πρὸς θεὸν δεήσεως λαμβάνει τις. ἴσως δὲ καὶ τὸ μετὰ πράξεως αἰτεῖν ᾐνίξατο διὰ τοῦ εἰπεῖν· 〈κρούετε〉. κρούει γάρ τις τῇ δεξιᾷ χειρί. ἀγαθῆς δὲ πράξεως σύμβολον ἡ δεξιὰ χείρ. εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς· διὰ γὰρ τοῦτο εἶπεν 〈κρούετε〉.

Mt 7, 11 〈Δόματα〉 δὲ 〈ἀγαθὰ〉 καλεῖ τὰς πνευματικὰς δωρεάς, ὁ δὲ Λουκᾶς «πνεῦμα ἅγιον» εἶπεν ἀντὶ τοῦ εἰπεῖν 〈ἀγαθά〉. καὶ οὐδὲν τὸ διάφορον· τὸ γὰρ «ἅγιον πνεῦμα» αὐτό ἐστι τὸ φύσει ἀγαθόν. διὸ καὶ τοῖς μετόχοις δίδωσιν 〈ἀγαθά〉. τοῖς δὲ ἄγαν πονηροῖς διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται, οἷός ἐστιν ὁ σατανᾶς καὶ οἱ δαίμονες· δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ᾽ ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.

Mt 7, 22—23 Ὁ λόγος κατὰ τῶν ἐν ἀρχῇ πιστευσάντων ὀρθῶς καὶ ἐπιμελῶς ἐργασαμένων τὴν ἀρετὴν ὡς καὶ σημεῖα ποιῆσαι καὶ δαιμόνια ἐκβαλεῖν καὶ προφητεῦσαι, ὕστερον δὲ τραπέντων εἰς φαυλότητα καὶ ἐξ ἑκουσίου προαιρέσεως καὶ μοχθηροῦ καὶ προθυμίας· εἰ γὰρ λέγει, 〈ὅτι οὐκ ἔγνων ὑμᾶς οὐδέποτε〉, ἐν ἴσῳ τοῖς μηδ᾽ ὅλως ἐγνωσμένοις τίθησιν τὸν ἐν ἀρχαῖς ἐναρέτως ζήσαντα, ἀλλὰ ἐπὶ τέλει κατεγνωσμένον. 〈γινώσκειν〉 δὲ λέγει ὁ θεός, οὓς ἀγαπᾷ· ἀγαπᾷ δὲ τοὺς ὁλοτρόπως εἰς αὐτὸν πιστεύοντας καὶ ποιοῦντας τὰ ἀρεστὰ αὐτῷ.

Mt 7, 24—26 Ὁ ἀκροατὴς νόμου τοῦ πνευματικῶς νοουμένου οὐ μὴν καὶ ποιητὴς οἴκῳ ἀπεικάζεται ἐπὶ τῆς ψάμμου οἰκοδομηθέντι, ὃς ἐν καιρῷ πειρασμοῦ καταπίπτει καὶ χώννυται τῶν πνευμάτων τῆς πονηρίας ἐπιπνευσάντων, τῶν ταραττομένων ὑδάτων ἕως ψυχῆς εἰσελθόντων καὶ τοῦ θολεροῦ χειμάρρου τῆς ἀνομίας αὐτῶν ἐκταράξαντος καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπισείσαντος κίνδυνον. καλῶς δὲ ἐπὶ μὲν τοῦ φρονίμου 〈ὁμοιώσω αὐτὸν〉 εἶπεν, ἐπὶ δὲ τοῦ μωροῦ 〈ὁμοιωθήσεται〉· ὁ μὲν γὰρ τῆς ἀρετῆς ἐργάτης πάντως «ἰσχύει ἐν τῷ ἐνδυναμοῦντι» αὐτὸν Χριστῷ, παρ᾽ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον, παρ᾽ οὗ σοφία καὶ σύνεσις καὶ πρὸς τὸ ἀγαθὸν ἐξομοίωσις. ὁ δὲ φαῦλος οὐχὶ θεὸν ἔχει τῆς ἑαυτοῦ κακίας καὶ ἀφροσύνης αἴτιον, ἀλλ᾽ αὐτὸς ὁμοιοῦται τῷ ἄφρονι τοῦ κατὰ φύσιν ἀποστὰς καὶ ἐν τῷ παρὰ φύσιν γενόμενος.