Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η γέννηση και η παιδική ηλικία του Χριστού (Ματθ. 1-2)

Υπομνηματισμός στα πρώτα κεφάλαια του ευαγγελίου, με αναφορά στη γενεαλογία του Ιησού, την ενανθρώπηση, την προσκύνηση των Μάγων και την επιστροφή από την Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 13

Mt 1, 1 〈Ἰαὼ〉 τὴν σωτηρίαν οἱ Ἑβραῖοι ἔλεγον, 〈Χριστοῦ〉 δὲ εἶπε διὰ τὸ τοὺς παλαιοὺς βασιλεῖς τε καὶ ἱερεῖς τῷ ἐλαίῳ χρίεσθαι διὰ τοῦ κέρατος. ὁ δὲ ἡμέτερος 〈Ἰησοῦς Χριστὸς〉 οὐ διὰ τὸ τῷ κέρατι χρισθῆναι προσηγορεύθη Χριστός, ἀλλὰ τὸ τῷ θείῳ πνεύματι· ἀληθῶς γὰρ καὶ κυρίως αὐτὸς εἶχε τὸ πνεῦμα τὸ ἅγιον.

Mt 1, 1 Μέμνηται τοῦ 〈Ἀβραάμ〉, ἐπειδὴ ἐκεῖνος πρῶτος ἐγένετο τύπος τῶν δύο λαῶν τῶν μελλόντων πιστεύειν τῷ Χριστῷ· καὶ γὰρ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε καὶ μετὰ τὸ περιτμηθῆναι ἔμεινεν πάλιν πιστός. μέμνηται δὲ κατ᾽ ἐξαίρετον καὶ τοῦ 〈Δαβίδ〉, ἐπειδὴ καὶ αὐτὸς τύπος γέγονεν τοῦ Χριστοῦ· ὥσπερ γὰρ τοῦ Σαοὺλ ἐκβληθέντος ὡς ἀδοκίμου 〈Δαβὶδ〉 δεύτερος προεχειρίσθη βασιλεὺς εὐάρεστος τῷ θεῷ, οὕτως καὶ τοῦ πρώτου ἀνθρώπου, τοῦ Ἀδάμ φημι, ἐκβληθέντος διὰ τὴν παρακοὴν καὶ μηκέτι βασιλεύσαντος τῶν λοιπῶν ὅλως εἰσηνέχθη δεύτερος Ἀδάμ, ὁ Χριστὸς βασιλεὺς τῶν πάντων, ἵνα τὸ ἐν Ἀδὰμ ἀπολωλὸς διὰ Χριστοῦ τοῖς ἀνθρώποις ἐπαναληφθῇ, βασιλεὺς οὐ μόνον γῆς, ἀλλὰ καὶ οὐρανοῦ· 〈υἱὸς〉 δὲ ἀνθρώπου φύσει καλεῖται ὡς πάντα ἔχων, ὅσα εἶχεν ὁ Ἀδάμ, νυνὶ θεὸς ὤν. 〈Ἀβραὰμ〉 ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε τῷ θεῷ· εἶτα δεξάμενος τὰς ὑποσχέσεις καὶ περιτμηθεὶς ἀλώβητον τὴν πίστιν διετήρησεν. εἰκότως τοίνυν ἀναχθήσεται τὸ ῥητὸν εἰς ἕτερόν τι θεώρημα περὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς τε ἐκ περιτομῆς καὶ τῆς ἐξ ἐθνῶν· τύπος γὰρ ἦν, ὡς εἰκός, τῶν δύω λαῶν τῶν εἰς Χριστὸν πεπιστευκότων. ἀλλ᾽ ἐκεῖ μὲν προτέρα ἡ ἀκροβυστία τῆς περιτομῆς· φύσεως γὰρ ἔργον ἡ ἀκροβυστία, ἐντολῆς δὲ καὶ νόμου ἡ περιτομή.

διὰ τοῦτο ἐκείνη ταύτης προηγήσατο καὶ μετὰ ταῦτα εἰς αὐτὴν ἡ περιτομὴ ἀνακάμπτει, ἐπεὶ καὶ βέλτιόν ἐστι φύσις ἅμα καὶ νόμος ἢ τὸ διεστηκέναι ἀπ᾽ ἀλλήλων χωρίς. ἀλλὰ καὶ 〈Δαβὶδ〉 τύπος ἦν τοῦ Χριστοῦ· τοῦ γὰρ Σαοὺλ ἐκβληθέντος ἀντεισήχθη 〈Δαβίδ〉. οὕτως καὶ τοῦ Ἀδὰμ διὰ τὴν παρακοὴν τῆς Ἐδὲμ διωχθέντος ὁ δεύτερος ἀντεισήχθη Ἀδὰμ ὡς ἂν πρὸς τὴν ἀρχαίαν τάξιν τὸν Ἀδὰμ τὸν πρῶτον ἀποκαταστήσῃ.

Mt 1, 2 Διὰ τοῦτο ἐξ ἀνδρῶν ποιεῖται τῆς γενεαλογίας τὰ ὀνόματα, ἐπειδὴ «ἡ γυνὴ δόξα ἀνδρός ἐστι», παρακολούθημα οὖσα καὶ οὐκ ἀρχὴ τοῦ ἀνδρός.

Mt 1, 12 Ὠικοδόμησεν ὁ 〈Ζοροβάβελ〉 τὸν ἀπὸ Σολομῶνος μὲν πάλαι ᾠκοδομηθέντα ναὸν ὑπὸ δὲ Βαβυλωνίων ἐμπρησθέντα. καὶ ὁ κύριος ἀληθινὸς οἰκοδόμος ἐστὶ τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν οὐ μόνον τῷ σαρκικῷ φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀναιδῆ δι᾽ ἐνεργείας ἐξάψαντες. ἀλλὰ καὶ λίθον ἔχει ὁ 〈Ζοροβάβελ〉 ἐν τῇ χειρὶ ἑπτὰ ὀφθαλμοῖς κοσμούμενον. ἔστι καὶ τῷ κυρίῳ λίθος ἡ εἰς αὐτὸν πίστις· ἐν τῇ χειρὶ δέ, ὅτι ἐν τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται. πράξεως δέ ἐστι σύμβολον προδήλως ἡ χείρ. φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν ταῖς ἑπτὰ κοσμουμένην ἐνεργείαις τοῦ πνεύματος.

Mt 1, 16 Τὸ δὲ μὴ εἰπεῖν δι᾽ ἧς 〈ἐγεννήθη〉 ἴσως, ἀλλὰ ἐξ ἧς, ἀνατρέπει τὴν αἵρεσιν Ἀπολιναρίου λέγοντος ὡς διὰ σωλῆνος τῆς παρθένου τὸν Χριστὸν διελθεῖν καὶ μηδὲν ἐξ αὐτῆς προσλαβεῖν. ὁ γὰρ εὐαγγελιστὴς οὐ δι᾽ αὐτῆς φησι γεννηθῆναι τὸν Ἰησοῦν, ἀλλ᾽ 〈ἐξ αὐτῆς〉, τοῦτ᾽ ἔστιν ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων· τοιοῦτον καὶ τὸ τοῦ ἀποστόλου· «ἀπέστειλε» γάρ φησιν «ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός», ἀλλ᾽ οὐ διὰ γυναικός.

Mt 1, 20 〈Γυναῖκα〉 αὐτὴν ἐκάλεσεν ὁ 〈ἄγγελος〉, ὅπως πάσης ὑποψίας τῆς πρὸς ἕτερον πρόσωπον ἐλευθερώσῃ τὴν παρθένον· εἰ γὰρ τοῦ 〈Ἰωσὴφ γυναῖκα〉 αὐτὴν καλεῖ τοῦ ἀμυήτως ἔχοντος πρὸς αὐτήν, ἄρα οὐδὲ πρὸς ἄλλον τινὰ ἔχει ὑποψίας ἔννοιαν ἡ παρθένος.

Mt 1, 21 εἰ 〈λαὸν〉 ἔχει καὶ πρὸ τοῦ γεννηθῆναι ἐκ Μαρίας καὶ 〈σῴζει〉, δῆλον ὅτι ὡς θεός.

Mt 1, 24 Μετὰ τὴν μνηστείαν συνέλαβεν, ἵνα δόξῃ ἐξ αὐτοῦ κεκυηκέναι καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ καὶ σχῇ καὶ κηδεμόνα ἐν ταῖς ἐπιβουλαῖς.

Mt 2, 3—6 Οὐχ ἡ τῶν μάγων φωνὴ 〈ἐτάραξεν〉 αὐτόν, ἀλλὰ τὸ θρυλεῖσθαι παρὰ πάντων τῶν νομομαθῶν καὶ τοῖς τῶν προφητῶν πιστευόντων λόγοις· οἱ γὰρ μάγοι βασιλέα ἐζήτουν, οἱ δὲ Ἰουδαῖοι Χριστὸν ἐφήμιζον τετέχθαι. διὸ ἐάσας τοὺς μάγους, καλέσας δὲ τοὺς Ἰουδαίους ἠρώτα 〈ποῦ ὁ Χριστὸς γεννᾶται〉, ὃν νῦν ὑμεῖς φημίζετε ἀκούσαντες τῶν μάγων. καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ ἄκοντες λέγουσιν τὴν ἀλήθειαν καὶ τὴν προφητείαν ἑρμηνεύουσιν εἰκῇ πᾶσαν· οὐ γὰρ προσέθηκαν τὸ ἑξῆς. πρέσβεις δὲ καλεῖ τοὺς μάγους, ἐπειδὴ τρόπον τινὰ ἦλθον πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἵνα πρεσβεύσωνται καὶ γένηται εἰρήνη μεταξὺ αὐτῶν καὶ τῶν Ἰσραηλιτῶν καὶ γένηται τῶν ἐθνῶν καὶ Ἰουδαίων «μία ποίμνη, εἷς ποιμὴν» ἀμφοτέρων. τί δὲ τοῦτο ἦν, ὅτι αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς—ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἔρχονται ὀψόμενοι τὴν φάτνην.

Mt 2, 6 〈Ἰσραὴλ〉 πρῶτος ὁ Ἰακὼβ ἐκλήθη, ὅτε ἑώρακε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ᾽ αὐτὸν δι᾽ αὐτῆς καὶ προσεπάλαισε τῷ ὀφθέντι αὐτῷ καὶ πρὸς αὐτοῦ ἤκουσεν· «οὐκέτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραήλ». τούτῳ δὲ τῷ ὀνόματι ἅπας ὁ τῶν Ἰουδαίων ἐκλήθη λαὸς ὡς ἐξαιρέτῳ τε καὶ θείῳ καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν διαστέλλοντι αὐτούς. ἔστι δὲ 〈Ἰσραὴλ〉 νοῦς ὁρῶν τὸν θεόν. διὸ καὶ ἡ ἐξ ἐθνῶν ἐκκλησία 〈Ἰσραὴλ〉 ὠνομάσθη οὐ κατὰ σάρκα, ἀλλὰ κατὰ θείαν χάριν.

Mt 2, 7—11 Πότερον δὲ ἅμα τῷ γεννηθῆναι κατέλαβον καὶ ἐν σπαργάνοις ἐθεάσαντο τὸν Χριστὸν οἱ μάγοι ἢ ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς καθεζόμενον; ἀληθέστερον οἶμαι τὸ ἐν σπαργάνοις. διὸ καί, ὡς ἀνωτέρω εἴπομεν, ὁ ἀστὴρ πρὸ τῆς τοῦ κυρίου γεννήσεως ἐφάνη. ἐκ τούτου δὲ δῆλον, ὅτι προέλαβε καὶ τὴν τῶν μάγων ἄφιξιν.

Mt 2, 9 Ἔστη ὁ ἀστὴρ πῆγμα ἓν ἀκίνητον, ἵνα οἱ μάγοι μηκέτι προβῶσιν· οὐ μὴν κατελθὼν ἐξ οὐρανοῦ ἔστη ἐπὶ γῆς, οὔτε ἐπάνω τοῦ οἴκου ἐστήριξεν ἑαυτὸν ἔθος ἔχων οὐ κατὰ τὴν τῶν ἄλλων κίνησιν ποιεῖσθαι τὴν πορείαν, ἀλλὰ ξένον τινὰ δρόμον ποιούμενος καὶ ἄλλοτε ἐν ἄλλοις φαινόμενος κλίμασιν τότε μόνον ἔστη ἀκίνητος.

Ἀκίνητος ἦν ὁ ἀστὴρ καὶ ἑστηκώς, ἀλλ᾽ οὐ τὸν οὐρανὸν καταλιπὼν πλησίον τῆς γῆς ἐπορεύετο οὐδ᾽ ἐπὶ τῆς οἰκίας ἐστήρικτο· οὐ γὰρ τὴν αὐτὴν κίνησιν τοῖς λοιποῖς ἄστροις ἐποιεῖτο, ἀλλὰ ξένην τινὰ καὶ ἀλλόκοτον.

Mt 2, 20 Οὐκέτι φησίν, φεῦγε, ἀλλὰ 〈πορεύου〉, ἄνεσιν μετὰ τὸν πειρασμὸν αἰνιττόμενος· 〈τὴν ψυχὴν〉 δὲ 〈τοῦ παιδίου〉 εἰπὼν τὴν δόξαν Ἀπολιναρίου ἀνατρέπει σάρκα λέγοντος εἰληφέναι τὸν κύριον ἄνουν καὶ ἄψυχον. ἐν μέντοι τῇ οἰκονομικῇ τοῦ Χριστοῦ καθόδῳ εἰς Αἴγυπτον καὶ τῇ ἐκεῖθεν αὖθις εἰς Ἰουδαίαν ἀναστροφῇ ἀνακεφαλαιοῦται τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ὁ θεὸς καὶ λυτροῦται αὐτὸν ἐξ ἐπιβουλῆς ἐπὶ τὰ ἴδια πάλιν ἀνάγων.

Mt 2, 23 Πλὴν ἐπισημήνασθαι ἄξιον, ὅτι ἡ 〈Ναζαρὲτ〉 ἐν τοῖς τῆς Ἰουδαίας ἔκειτο τέρμασιν, εἰς ἣν κατοικήσας Χριστὸς δηλοῖ, ὅτι διὰ τὸ τῶν Ἰουδαίων μιαιφόνον ἔμελλε τὴν Ἰουδαίαν καταλιπεῖν καὶ ἐπὶ τὰ ἔθνη μετελθεῖν ἕνεκεν τοῦ τοῖς φιλομαθέσιν ἀφορμὴν δεδωκέναι τῆς εἰς Χριστὸν πίστεως.

Ἐν τοῖς ἐσχάτοις τῆς Ἰουδαίας ἔκειτο ἡ 〈Ναζαρέτ〉. καταλιπὼν δὲ ὁ Χριστὸς τὴν Ἰουδαίαν καὶ ἀπελθὼν εἰς 〈Ναζαρὲτ〉 ἀριδήλως ἐδήλωσεν ὡς Ἰουδαίους καταλείψει καὶ ἐπὶ τὰ ἔθνη μεταβιβάσει τὸ σέβας. ἅμα δὲ καὶ τοῖς φιλομαθέσιν αἰτίαν δώσει τοῦ πιστεῦσαι εἰς αὐτόν.

Mt 2, 23 Εἰ δὲ ὁ 〈Ναζωραῖος〉 ἅγιος ἑρμηνεύεται ἢ κατά τινας ἄνθος, εὑρίσκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα· «ἅγιον» γὰρ «ἁγίων» ὁ Δανιὴλ αὐτὸν ὀνομάζει. καὶ ὁ Ἠσαΐας· «ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς» καὶ αὐτὸς δὲ ὁ κύριος περὶ ἑαυτοῦ λέγει ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων· «ἐγὼ ἄνθος πεδίου, κρίνον τῶν κοιλάδων».