Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἱερεμίαν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Ειδωλολατρία και απιστία της Ιερουσαλήμ

Σχολιάζεται η προσφορά θυσιών στους δαίμονες και η αναζήτηση πιστού ανδρός στην Ιερουσαλήμ, γεγονότα που συνδέονται προτυπωτικά με την απόρριψη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 3

FRAGMENTA EX CATENIS IN IEREMIAM, BARUCH, EZECHIELEM ET DANIELEM PROPHETAS. IN JEREMIAM. <Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, κ.τ.λ.> Διαμέμνηται ὀρῶν καὶ βουνῶν, ἐπείπερ ἐν αὐτοῖς κατὰ τοὺς ἀρχαίους ἐκείνους καιροὺς ἱερά τε καὶ τεμένη δειμάμενοι καὶ βωμοὺς ἀναστήσαντες, τοῖς δαιμονίοις χαριεστάτας προσεκόμιζον θυσίας. <Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν.> Αἰσχύνην λέγουσι τὴν ἀληθῶς ἀκλεᾶ καὶ ἀδοξοτάτην εἰδωλολατρείαν, καὶ τὴν ἐπὶ τούτῳ πλάνησιν, ἣ καὶ τοὺς μόχθους τῶν πατέρων αὐτῶν κατανάλωσε· δεδαπανήκασι γὰρ ἱερουργοῦντες τοῖς δαίμοσι τὰ πρόβατα αὐτῶν, καὶ τοὺς μόσχους αὐτῶν, καὶ φρονήσεως ζημίαν ὁμοῦ τοῖς οὖσιν ὑπέμειναν. <Οἴ μοι! ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ.> Ὁρᾷς ἐν τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις, καὶ προχείρως μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλὴμ, εἰργόμενον δέ πως ὑφ᾽ ἑαυτοῦ, μονονουχὶ δὲ καὶ ἀνασειράζοντα τὴν θεοπρεπῆ γαληνότητα διὰ τὸ τῆς ἁμαρτίας ὑπέρογκον· ζητοῦντα δ᾽ οὖν ὅμως τὸ κατοικτείρειν τὰς ἁμαρτίας, καὶ ἐφ᾽ ἑνὶ θέλοντα καταλύειν τὰ ἐξ ὀργῆς; Ἕνα γὰρ ἄνδρα τοὺς περιθέοντας ἐπιδεικνύναι πιστὸν ἐν αὐτῇ διετάττετο. <Καὶ ἐγὼ εἶπα· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνήθησαν, κ.τ.λ.> Τὸ προὖχον καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ. Καὶ τοῦτο σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστὸς, Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον, κ.τ.λ. <Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι;> Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;