Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Α', Λόγος Β'

Η διάκριση της αισθητής από τη νοητή Ιερουσαλήμ, η προαναγγελία της ανάδειξης της Εκκλησίας και της παύσης των νομικών θυσιών, και η καταδίκη της αλαζονείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 27

ΛΟΓΟΣ Βʹ. <Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ.> Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν.

Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ τῆς Ἱερουσαλήμ. Δοκεῖ δέ πως, μέσην τινὰ καὶ οὐ σφόδρα σαφῆ τῆς ὁράσεως τὴν ἀπόδοσιν ἔχειν τοῦ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Πλὴν ὡς ἔνι σαφηνιοῦμεν αὐτὴν τὴν τῆς ὁράσεως δύναμιν, οἱονεί πως ἐν βραχεῖ συνενεγκόντες εἰς νοῦν. Ἐπειδὴ γὰρ τῆς μὲν αἰσθητῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὴν δῄωσιν πειρᾶται λέγειν, τῆς γε μὴν ἐν Χριστῷ καὶ νοητῆς τὴν ἀνάδειξιν, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ φανέρωσιν· ταύτης ἕνεκα τῆς αἰτίας, οὐχ ὑπέρ γε τῆς Ἰουδαίας, οὔτε μὴν κατὰ τῆς Ἱερουσαλὴμ, ἀλλὰ περὶ τῆς Ἰουδαίας, καὶ περὶ τῆς Ἱερουσαλὴμ τεθεᾶσθαί φησι τὴν ὅρασιν. Αἰσθητὴν δέ φαμεν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, αὐτὴν μὲν τὴν χώραν ἐν ᾗ κατῴκηκεν ὁ Ἰσραὴλ, καὶ αὐτὸ τὸ σύστημα τῆς Ἰουδαίων συναγωγῆς. Νοητὴν δὲ πάλιν Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίαν, τὴν Ἐκκλησίαν εἶναι νομιοῦμεν, ἤτοι τὴν ἐν πνεύματι περιτομὴν, τοῦτ᾽ ἔστι, τοὺς ἐν Χριστῷ τὴν ἀχειροποίητον περιτομὴν εἰς νοῦν ἔχοντας καὶ καρδίαν. Καὶ γοῦν Ἰουδαίοις ἐπεφώνησέ τις τῶν ἁγίων προφητῶν· Περὶ τμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ἡμῶν, ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.

Οἶδεν δὲ ὁ θεσπέσιος Παῦλος Ἰουδαῖον ἕτερον, οὐ τὸν κατὰ σάρκα μᾶλλον, ἀλλὰ τὸν ἐν πνεύματι. Γράφει γὰρ οὕτως· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.» Χρὴ τοιγαροῦν νηφαλίως ἐπιτηρεῖν, πηνίκα μὲν ὁ προφήτης κατὰ τῆς Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίας, ποιεῖται λόγους, πηνίκα δὲ περὶ τῆς ἐν Χριστῷ καὶ νοητῆς, ἣ καὶ ἀληθῶς ἐστι τελεία καὶ ἄμωμος. Τί τοίνυν φησίν; <Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.> Κατέληξε μὲν γὰρ ἡ ὅρασις αὐτῷ. Καὶ τῆς ἤδη φθασάσης προαγορεύσεως τὸ τέλος ἦν. Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ὧν αὐτοὶ ἐπεθύμησαν. Καὶ τίνα μὲν τρόπον κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, διαρκῶς εἰρήκαμεν.

Ἐπειδὴ δὲ μνήμη γέγονε τῆς ἐπ᾽ αὐτοῖς προφητείας, ἀρχόμενος ὁ προφήτης γείτονος ἐφεξῆς καὶ δευτέρας ὁράσεως, κατασημαίνει τὸν χρόνον, καθ᾽ ὃν οὐκ εἰς μέρος τι τῆς γῆς, οὐδὲ ἐν μιᾷ χώρᾳ τε καὶ πόλει τὸ τοῦ διαβόλου πεσεῖται κράτος, καθῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας καὶ βεβήλου κατασκευῆς, ἀλλ᾽ ἐξ ἁπάσης ληφθήσεται τῆς ὑπ᾽ οὐρανὸν ἡ τοιάδε νόσος, καὶ τῶν ἀκαθάρτων δαιμονίων ἡ τυραννίς.

Κατώρθωται δὲ καὶ τοῦτο τοῖς ἐπὶ τῆς γῆς ἐν ἐσχάταις ἡμέραις, τοῦτ᾽ ἔστιν, ἐν τελευταίοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ᾽ οὓς ἐπέλαμψεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἐκ γυναικός. Ὅτε καὶ αὐτὸς ἑαυτῷ παρέστησε τὴν νοητὴν Ἰουδαίαν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστιν, τὴν Ἐκκλησίαν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸ γεγραμμένον· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Καὶ περὶ αὐτῆς φησιν, ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ Ἰακὼβ ἐπ᾽ ἄκρων τῶν ὀρέων. Καὶ ἡμῖν μὲν Σιὼν ἡ κατά γε τὴν Ἰουδαίαν, ἐν ὄρει κεῖσθαί τε καὶ οἰκοδομεῖσθαι λέγεται. Νοηθείη δ᾽ ἂν οὐκ αἰσθητῶς μᾶλλον, ἀλλὰ πνευματικῶς ἐν τούτοις ἡ Ἐκκλησία, ἣ καὶ ὄρει παρεικάζεται.

Καὶ γὰρ ἔστιν ἀληθῶς ὑψηλὴ καὶ περίοπτος, καὶ γνωριμωτάτη τοῖς ἁπανταχοῦ. Ὑψηλὴ δὲ καὶ ἑτέρως· φρονεῖν γὰρ τῶν ἐπιγείων οὐδὲν ἀλλ᾽, ὑψοῦ τῶν ἐπιγείων ἔστιν, καὶ τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἔνι, περιαθρεῖ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ὑψηλοῖς ἄγαν τοῖς περὶ αὐτοῦ δόγμασιν ἐπαυχεῖ. Ἑλλήνων μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἡ δέ γε νοητὴ Σιὼν, τοῦτ᾽ ἔστιν, ἡ Ἐκκλησία, πᾶσαν μὲν ὑπερίπταται κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ἀφικνεῖται δὲ πρὸς αὐτὴν τὴν τῶν ὅλων ἐπέκεινα φύσιν. Φωτὸς γὰρ τοῦ θείου μεμέστωται, καὶ αὐτὴν ἐπιγινώσκουσα καὶ δημιουργὸν καὶ τεχνίτην τῶν ὅλων αὐτῇ τε καὶ μόνῃ τὸ κατὰ πάντων ἀπονέμει κράτος. Καὶ τῇ τοιᾷδε δόξῃ στεφανοῖ τὸν τῶν ὅλων παμβασιλέα καὶ Θεὸν καὶ Κύριον. Ὄρος τοιγαροῦν νοητὸν ὁ οἶκος τοῦ Θεοῦ δικαίως ἂν λέγοιτο. Καὶ ἔστι διαφανὴς, ὡς ἐπὶ βουνῶν ἠρμένος. Φαίη δ᾽ ἄν τις ἐπ᾽ αὐτοῦ καὶ μάλα εἰκότως τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς, ὡς ἐκ παραδείγματος ἐναργοῦς εἰρημένον· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.»

Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο, καὶ μάλα ῥᾳδίως τὰ δι᾽ ὧν ἔστιν ἰδεῖν παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, ὅτι καὶ βουνοῖς, καὶ ὄρεσι παρεικάζεται τῆς νοητῆς Ἱερουσαλὴμ τὸ ἀνάστημα, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας τὸ ὕψος. Βαδιούμεθα δὲ πρὸς τὰ ἐφ᾽ ἑξῆς, τοῖς φιλομαθέσιν ἀφέντες τὰ τοιάδε συλλέγειν, εἴπερ ἕλοιντο τοῦτο δρᾷν. Ἴδωμεν δὲ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐπὶ τῆς γῆς. Ἀπό γε τοῦ τὸν οἶκον τοῦ Θεοῦ περίοπτον οὕτω γενέσθαι τοῖς ἁπανταχοῦ, ὡς δοκεῖν ἤδη πως ὑψοῦσθαί τε ἐπὶ βουνοὺς, καὶ ἐπ᾽ ἄκρων κεῖσθαι τῶν ὀρέων. Οὐκοῦν πληροφορήσει λέγων εὐθὺς ὁ προφήτης. «Καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ὅτι μὲν οὖν συνηθροίσθη πάντα τὰ ἔθνη, καὶ συνδεδραμήκασι διὰ τῆς πίστεως εἰς τὴν Ἐκκλησίαν, οὐ μακρῶν ἡμῖν δεήσει πρὸς ἀπόδειξιν λόγων. Αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἔκβασις αὐτόμαρτυς ἔσται καὶ ἀληθής. Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον. Κέκληται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, οὐ διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οὐ διὰ προφητῶν ἁγίων· ἀγείρει δὲ μᾶλλον αὐτὰ θεία τις καὶ ἀπόῤῥητος χάρις νοητῶς ἐλλάμπουσα, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐντιθεῖσα τὴν ἔφεσιν.

Θέα γὰρ ὅπως διακηρύξαντος αὐτοῖς οὐδενὸς ἀλλήλοις ἐπιφωνεῖ· «Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Πρῶτον ἀναβαίνουσιν, εἶθ᾽ οὕτω ζητοῦσιν ἐπαγγέλλεσθαί τε τὸν τοῦ Θεοῦ λόγον αὐτοῖς. Ὑπισχνοῦνται δὲ καὶ βαδίζειν τὴν ὁδὸν τοῦ Κυρίου, δῆλον δὲ ὅτι τὴν εὐαγγελικὴν, προεισβολὴν ἔχουσαν τὴν διὰ πίστεως κάθαρσιν. Ἐοίκασι δὲ τὴν ὁδὸν Κυρίου ζητοῦντες μαθεῖν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης προεισδέξασθαι τὴν κατάγνωσιν.

Ἔσται γὰρ οὐχὶ ἑτέρως ἐν ἡμῖν τῶν βελτιόνων ἡ ἔφεσις, μὴ οὐχὶ δὴ πρῶτον προκατεγνωκότων τῶν πάλαι. Τίς οὖν ἄρα γέγονεν αὐτοῖς ὁ μυσταγωγός; Τίς ὁ ἀναφέρων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀναπείθων αὐτοὺς καταγέλαστα μὲν ἡγεῖσθαι τὰ πρῶτα, προστρέχειν δὲ τοῖς δευτέροις; ἢ δηλονότι Θεός; ὁ καὶ ἐλλάμψας αὐτοῖς, ὡς ἔφην, εἰς νοῦν καὶ καρδίαν, καὶ ἀναπείσας εἰπεῖν τε ἅμα καὶ φρονεῖν, ὅτι «Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ὠδίνει δὲ τοῦτο διπλῆν ἐφ᾽ ἑαυτῷ τὴν ἔννοιαν.

Ἢ γὰρ ἐκεῖνό φασιν, ὅτι Ληψόμεθα λόγον ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸν τοῦ Θεοῦ λόγον ἐκεῖ γεγονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ᾽ αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἀποπεφοίτηκεν ὁ τοῦ Θεοῦ Λόγος. Ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἠρνήσαντό τε τὴν βασιλείαν αὐτοῦ, καταλέλοιπεν αὐτοὺς, καὶ ἀφῆκεν ὀρφανούς. Καὶ τοῦτο ἦν τὸ διὰ τοῦ προφήτου λεγόμενον· «Καὶ εἶπα, οὐ μὴ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτω ἄνθρωπος ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.» Ἐξῆλθεν τοίνυν νόμος ἐκ τῆς Σιὼν, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.

Ἐσφραγίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οὐκέτι παρ᾽ αὐτοῖς ὁ τοῦ Θεοῦ νόμος τε καὶ λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀπειρηκὼς, καὶ ἀνουθέτητον βλέπων τὴν τῶν Ἰουδαίων πληθὺν, «Ὑμῖν, »φησὶν,» ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος.» Σύνες οὖν ὅπως ἐπὶ τῇ τοῦ Χριστοῦ χάριτι μεγαλαυχοῦνται τὰ ἔθνη. Ἀπὸ γὰρ τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ ἐκβεβηκέναι φασὶ νόμον τε καὶ λόγον τοῦ Κυρίου, μεταφοιτῆσαι δὲ πάντως εἰς αὐτά. Μεταβέβηκε γὰρ ἡ χάρις ἐκ τῶν ἀπειθεῖν ἑλομένων εἰς τοὺς διὰ τῆς πίστεως κεκλημένους. <Καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς τὰ δρέπανα.

Καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.> Προειρηκὼς ὅτι πεσεῖταί τε καὶ Οἰχήσεται πρὸς τὸ μηδὲν τὸ τοῦ διαβόλου κράτος· ἀργήσει δὲ καὶ ἡ τῶν εἰδώλων ποίησις προτροπάδην ἀλλήλων ἐπιφωνούντων ἐθνῶν· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·» καθίστησι τοῖς ἀκροωμένοις ἐναργῆ τὸν καιρὸν, καθ᾽ ὃν εἰς πέρας ἥξει τὰ προειρημένα, καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων καταστάσεως ποιεῖται γνωριμώτατον. Πάλαι μὲν γὰρ, οὐκ οὔσης τῆς γῆς ὑπὸ ζυγὸν ἕνα, διωρισμένων δὲ κατά τε χώρας καὶ πόλεις τῶν ἐθνῶν, καὶ ἰδικῶς ἑκάστης ἐχούσης τὸν ἡγούμενον, ἀμιξία τε ἦν καὶ μάχαι καὶ πόλεμοι, πανταχῆ καταδῃούντων ἀλλήλων τῶν ἐπὶ τῆς γῆς, καὶ διαρπαζόντων ἀεὶ τὰ ἑτέρων, καὶ τὴν καθ᾽ ὧν ἂν δύναιντο ἕκαστοι πλεονεξίαν καὶ ἀγριότητα, δόξαν ἡγούμενοι τὴν ἀνωτάτω.

Οὐκοῦν οὐδὲ ἀσφαλῆ τὴν οἴκησιν εἶχον, ἀεὶ μεθιστάμενοι πρὸς ἑτέραν, καὶ ὑπὸ τῶν δυνατωτέρων τῆς εἰλημμένης ἐξωθούμενοι. Ἐπειδὴ δὲ ὁ τῶν ὅλων Θεὸς τοῖς Ῥωμαίων σκήπτροις ὑπήγαγε τὴν ὑπ᾽ οὐρανὸν, μία τε λοιπὸν ἡ κατὰ πάντων, ἐκτέταται βασιλεία, κατέληξαν μὲν οἱ πόλεμοι, πέπαυται δὲ μάχη καὶ διχόνοια, καὶ κεκράτηκεν ἡ δικαιοσύνη, καὶ τῆς εὐνομίας τὸ ἀσφαλὲς, οὐδενὸς ἁρπάζοντος· οὐ καταδῃοῦντος ἔτι, καὶ πόλεων ἢ χωρῶν κατατρέχοντος· οὐκ ἀνεπίπληκτον ἔχοντος τὸ πλεονεκτεῖν.

Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ δὲ δίδοται μὲν ἡ τῶν ὅπλων χρεία μόνοις τοῖς μαχιμωτάτοις, καὶ τὴν στρατεύσιμον ἔχουσι τάξιν, ὑπὸ χεῖρά τε οὖσι τὴν βασιλέως. Ἠλέγχθησαν δὲ καὶ ἀσθενῆ τὰ πολλὰ τῶν ἐθνῶν, ὅσα τῆς Ῥωμαίων ἀρχῆς ἀποσεισάμενα τὸν ζυγὸν, πόλεσί τε καὶ χώραις ἀγρίως ἐπιφοιτᾷ. Οὐ γὰρ ἔστιν αὐτοῖς ἐλευθέρως, ὡς ἂν βούλοιντο, κατατρέχειν.

Ἀντανίστανται γὰρ τὰ Ῥωμαίων ὅπλα, καὶ ἠρεμεῖν ἀναγκάζουσι, καὶ καταπτοοῦσιν ὡς θῆρας, καὶ ταῖς παρὰ σφῶν εὐσθενείαις ἀνάνδρους ὄντας ἐλέγχουσιν. Ὁρίζεται τοίνυν τὸν καιρὸν, ὡς ἔφην, ὁ μακάριος προφήτης τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς. Καὶ ποῖός ἐστιν οὗτος; Ὅτε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, καὶ παμβασιλεὺς, καὶ Κύριος κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, τοῦτ᾽ ἔστι, δικαιοσύνην καὶ κρίσιν εἰς πάντα ποιεῖται τὰ ἔθνη.

Κεκράτηκε μὲν γὰρ ἡ ἀδικία, καθάπερ ἔφην ἀρτίως, διαρπαζόντων ἄλληλα τῶν ἐθνῶν, καὶ πάντα τρόπον ἐπιφερόντων ἀγριότητος καὶ πλεονεξίας. Ἐπειδὴ δὲ ταῦτα γέγονεν ἐκ μέσου, δικαιοσύνη καὶ κρίσις δέδοται παρὰ Θεοῦ, καὶ ἠλέγχθησαν, ὡς ἔφην, ἔθνη πολλὰ τοῖς Ῥωμαίων ὅπλοις νενικημένα. Ὥστε τοὺς ὑπὸ χεῖρα τὴν βασιλέως δεδιέναι μὲν οὐκέτι τάς τινων ἐφόδους, εἰς τοῦτο δὲ ἤδη προελθεῖν τὰ πράγματα αὐτοῖς εἰρήνης τε ὁμοῦ καὶ εὐημερίας, ὡς μηκέτι δεῖσθαι τῆς ἐν τῷ πολεμεῖν ἐμπειρίας, ἀνθελέσθαι δὲ μᾶλλον καὶ λίαν ἀσμένως τοῖς εἰρήνης ἔργοις ὁμιλεῖν, καὶ τῶν τῆς γεωπονίας μεταποιεῖσθαι πόνων, καὶ φροντίδα τίθεσθαι τὰ ἐν ἀγροῖς· μεταπλάττουσι γὰρ εἰς τοῦτο τοῦ πολέμου τὰ σκεύη, ὥστε καὶ ῥομφαίαν εἰς ἀρότρου χρείαν ἐπιλαμβάνεσθαι· καὶ μὴν καὶ ζιβύνην ἀποτελεῖσθαι δρεπάνην, ἀπομαθεῖν δὲ παντελῶς τὸν πόλεμον, καὶ τὴν πρὸς ἄλληλα παραιτεῖσθαι μάχην. Ἐπειδὴ γὰρ βεβασίλευκε τῶν ἐθνῶν ὁ Χριστὸς, ὅς ἐστιν εἰρήνη, γέγονεν ἐκ μέσου πᾶσά τε διχόνοια καὶ ἔρις, καὶ μάχαι, καὶ πᾶν εἶδος πλεονεξίας· ἐξῄρηται δὲ καὶ τὰ ἐκ τοῦ πολέμου· βλάβη, καὶ τὰ ἐντεῦθεν δείματα· κεκράτηκε δὲ τὸ αὐτοῦ θέλημα λέγοντος πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» <Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου.

Ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ.> Καταπτοήσας ἀρκούντως ταῖς προαναῤῥήσεσι τῶν δεινῶν, οὐκ ἐᾷ ταῖς ἀπογνώσεσιν ἀπολέσθαι τοὺς προσκεκρουκότας· ὑπεμφαίνει δὲ ὅτι μετανοεῖν ἑλομένοις ἵλεως ἔσται Θεός· καὶ μεταμαθεῖν ἐθέλουσι τὰ αἰσχίω, καὶ τῶν ἀμεινόνων ἐφίεσθαι, κατευρυνεῖ πάλιν τῆς σωτηρίας τὴν ὁδὸν, καὶ ἀμνησικάκως προσδέξεται, καίτοι πλεῖστά τε ὅσα καὶ οὐκ οἰστὰ πεπλημμεληκότας. Ταύτῃ τοι, φησὶν, ἀναπλέκων εὐτέχνως τοῖς ἐλέγχοις τὸν παρακαλοῦντα λόγον· «Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου.» Πρέπειν δὲ οἶμαι τῷ προφήτῃ μάλιστα τὸν ἐπὶ τῷδε λόγον προτρέπειν τοὺς ἐξ Ἰσραὴλ ὑπακούειν λέγοντι τῷ Χριστῷ· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Αὐτὸς δέ ἐστι τὸ φῶς. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ μείνῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Φῶς δ᾽ ἂν λέγοιτο Κυρίου, καὶ μάλα εἰκότως τὸ αὐτοῦ κήρυγμα, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικόν. Ὅμοιον οὖν ὡσεὶ λέγοι, Διαζήσωμεν εὐσεβῶς, τιμήσωμεν τῆς εὐαγγελικῆς πολιτείας τὸ περιφανὲς, παυσώμεθα τῶν ἐν τύποις, καταλήξωμεν τῆς σκιᾶς. Μεταπλάττωμεν τὰ Μωσέως γράμματα πρὸς ἀλήθειαν, εἰσδεξώμεθα τὸ σωτήριον φῶς.

Ἐπειδὴ δὲ τοῖς κατὰ σάρκα πατράσιν ἐπαυχοῦντες Ἰουδαῖοι, μεγάλην ἀεὶ τὴν ὀφρὺν ἀνασπᾷν ἐμελέτων, ὡς δι᾽ αὐτοὺς ἀγαπώμενοι, μερίς τε καὶ κλῆρος χρηματίζοντες τοῦ Θεοῦ, καὶ λαὸς ἅγιος καὶ ἀπόλεκτος· εἶτα ληροῦντες ᾤοντο πάντη τε καὶ πάντως ἐν φροντίδι καὶ ἀγάπῃ κεῖσθαι τῇ παρὰ Θεῷ· κἂν εἰ πολλὰ δρῷεν τὰ ἀπηχθημένα αὐτῷ· κἂν εἰ μηδὲν ἡγοῖντο τὸν νόμον· κἂν εἰ αὐτὴν ἀτιμάζειν καὶ ἀπαράδεκτον ποιοῖντο τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἤγουν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν χάριν· ἀναγκαίως ὁ προφήτης οὐχ ὧδε ἔχοντα τὸν τῶν ὅλων Θεὸν καταδεικνύει, λέγων· «Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ.» Τοιοῦτόν τι καὶ δι᾽ ἑτέρου προφήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν τῶν Ἰουδαίων ὀφρὺν καταστρέφων, καὶ ἀσυνέτους ὄντας ἐλέγχων αὐτούς. Καὶ ἐπεθύμουν γὰρ, φησὶν, ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο, λέγοντες· «Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ᾽ ἡμᾶς κακά.

Διὰ τοῦτο, δι᾽ ἡμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου, ὡς ἄλσος δρυμοῦ.» Εἰ μὴ τοίνυν ἕλοισθε, φησὶ, πορεύεσθαι μεθ᾽ ἡμῶν τῷ φωτὶ Κυρίου, τοῦτ᾽ ἔστιν, εἰ ἀπαράδεκτον ποιεῖσθε τὸ κήρυγμα τὸ διὰ Χριστοῦ, καὶ τὸν παρ᾽ αὐτοῦ φωτισμὸν ἀποστρέφεσθε, πάντη τε καὶ πάντως ἀνήσει καὶ αὐτὸς τὸν ἑαυτοῦ λαόν. Καὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Καὶ μὴν καὶ διὰ τῆς Ἱερεμίου φωνῆς, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» φησίν. <Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγενήθησαν ἐν αὐτοῖς.> Ἀπολογεῖται τρόπον τινὰ καὶ νῦν ὁ προφήτης ὑπὲρ τῶν τοῦ Θεοῦ κριμάτων, καὶ ἀποδίδωσι τὰς αἰτίας τοῦ καὶ σφόδρα δικαίως ἀνεῖσθαι παρὰ Θεοῦ τὸν οἶκον τοῦ Ἰσραὴλ, ἤτοι τὸν λαὸν αὐτοῦ.

Διαμέμνηται δὲ, ὡς ἔφην, παλαιῶν τε καὶ νέων πλημμελημάτων τοῦ Ἰσραὴλ, ἀφιλοθέους ὄντας ἐλέγχων, καὶ πολὺ βλέποντας εἰς τὸ ἀπηνὲς, καὶ ἀχαλίνως ἰόντας, πρὸς πᾶν ὁτιοῦν τῶν κατεψεγμένων, καὶ πολλὴν ἔχοντας ἐκ νόμου τὴν καταβοήν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ὀλίγα πεφροντικότες τῆς εἰς Θεὸν αἰδοῦς, καὶ τῆς δοθείσης αὐτοῖς διὰ Μωσέως ἐντολῆς ἀλογήσαντες, πολυτρόπως ἡλίσκοντο· δεδράκασι δὲ τὰ πάντων χείριστα καὶ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἐξηγεῖται τοιγαροῦν ποτὲ μὲν τῆς εἰς τὸν νόμον ἀπονοίας αὐτῶν τὰ ἐγκλήματα, καὶ τὰς ἐπὶ τούτῳ δίκας, ἃς ἐξῄτηνται δικαίως, πολεμούντων αὐτοῖς τὸ τηνικάδε Περσῶν καὶ Βαβυλωνίων, Ἰδουμαίων, Ἐλαμιτῶν, καὶ ἑτέρων ἐθνῶν· ποτὲ δὲ τῆς κατὰ Χριστοῦ μανίας ἐγκαλεῖ τοὺς τρόπους, καὶ ὅσα συμβέβηκε ταύτης ἕνεκα τῆς αἰτίας παθεῖν αὐτοὺς, καταστρατευόντων τῆς Ἰουδαίας ἁπάσης τὴν ὑπὸ χεῖρα πληθὺν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Ἐξηγεῖται τοίνυν τὸ παρὸν ὁ λόγος ἡμῖν τὰ πρὸ τῆς ἐπιδημίας τῆς Ἰουδαίων Συναγωγῆς πλημμελήματα· ταύτης ἕνεκα τῆς αἰτίας ἀνεῖσθαί φησι, τοῦτ᾽ ἔστι, δεδόσθαι τοῖς ἐχθροῖς παρὰ Θεοῦ τὸν λαὸν αὐτοῦ, διά τοι τὸ πάλιν ἑλέσθαι νοσεῖν τὰ ἐν ἀρχαῖς, καὶ παλινδρομῆσαι πρὸς ἀνοσιότητα τὴν πρώτην.

Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς ἐπιχωρίοις θεοῖς ἤτοι δαίμοσιν· εἶτα λελύτρωνται διὰ Μωσέως Θεοῦ κατοικτείροντος, ἀπηλλάττοντό τε ὁμοῦ ψυχικῆς τε ἅμα καὶ σαρκικῆς δουλείας. Ὥσπερ γὰρ ἀπεσείσαντο τῆς Αἰγυπτίων πλεονεξίας τὸν ζυγόν· οὕτω καὶ τῆς τῶν δαιμόνων σκαιότητος ἀπηλλάττοντο, λατρεύοντες μὲν οὐκέτι τοῖς ψευδωνύμοις θεοῖς, νόμῳ δὲ μᾶλλον τῷ διὰ Μωσέως παιδαγωγούμενοι πρὸς τὸ ἀληθὲς, ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ἐπιγινώσκοντες Θεόν. Ἤκουον γὰρ νομοθετοῦντός τε καὶ λέγοντος ἐν Χωρήβ· «Οὐ ποιήσεις σαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου.» Γέγραπται δὲ καὶ ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί. Μαντευόμενος μαντείαν, καὶ κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπαοιδὸς, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα. Τέλειος ἔσῃ ἐναντίον Κυρίου σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται.

Καὶ σοὶ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.» Καὶ ταῦτα μὲν ὁ νόμος· ἐπειδὴ δὲ ἦσαν εὐπαρακόμιστοι καὶ πολὺ δὴ λίαν ἕτοιμοι πρὸς ἀπόστασιν, δῆλον δὲ ὅτι τὴν ἀπὸ Θεοῦ, προσενομοθέτει λέγων· «Ἐὰν δὲ εἰσαγάγῃ σε ὁ Κύριος ὁ Θεὸς εἰς τὴν γῆν, εἰς ἣν πορεύσῃ ἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ καὶ ἰσχυρὰ πρὸ προσώπου σου (τὸν δεῖνα φησὶ, καὶ τὸν δεῖνα), καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς χεῖράς σου, καὶ πατάξεις αὐτούς.

Ἀφανισμῷ ἀφανιεῖς αὐτοὺς, οὐ διαθήσῃ αὐτοῖς διαθήκην, οὔτε μὴ ἐλεήσεις αὐτοὺς, οὐδ᾽ οὐ μὴ γαμβρεύσηται πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις· καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολοθρεύσει σε τὸ τάχος.» Πάντα γὰρ τρόπον ἀσφαλείας αὐτοῖς ἐπενόει Θεὸς, καὶ καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, Νόμον εἰς βοήθειαν ἔδωκεν. Οἱ δὲ τῶν οὕτω σεπτῶν ἐνταλμάτων ἠφειδηκότες, ἐτράποντο παραλόγως εἰς πᾶν τῶν ἐντεταλμένων τὸ ἐναντίον. Προσέκειντο γὰρ κληδονισμοῖς, καὶ ψευδομαντείαις καὶ παρὰ τοῖς τῶν εἰδώλων προσιζηκότων ζητεῖν ἐσπούδαζον τῶν ἐσομένων τὴν γνῶσιν, καίτοι προφήταις ἁγίοις ἐπιτιμῶντές τε καὶ λέγοντες· «Ἀλλὰ ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Συνῆσαν δὲ καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν θυγατράσιν, ἀπειρηκότος τοῦ νόμου τὸ χρῆμα. Γύναιά τε πονηρὰ καὶ θεομισῆ, καὶ τοῖς τῆς εἰδωλολατρείας ἔθεσιν ἐντεθραμμένα παρανόμως εἰσοικισάμενοι, παίδων ἀλλοτρίων γεγόνασι πατέρες, οἳ καὶ ἀνετρέφοντο τοῖς τῶν μητέρων ἔθεσι, τὸν διὰ Μωσέως νόμον, οὐδ᾽ ὅσον εἰπεῖν, εἰδέναι προσποιούμενοι. Ταύτῃ τοί φησιν, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡσεὶ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγε[ν]ήθησαν αὐτοῖς.

Ἦν δὲ σφόδρα τῶν ἀτόπων, καὶ πάναισχρον ἀληθῶς, τὴν ἁγίαν πόλιν κατῳκηκότας, τοὺς ἐξ ἀλλοφύλων γυναικῶν γεγονότας αὐτοῖς υἱεῖς, ἔθεσιν Ἑλληνικοῖς πολιτεύεσθαι καὶ ζῇν ἔξω νόμου. Καὶ τοῦ Θεοῦ προστάττοντος πᾶν παιδίον ἄρσεν ὀκταήμερον περιτέμνεσθαι, λέγοντός τε σαφῶς. «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου·» οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, ἀπεκομίζοντο δὲ τοῖς δαίμοσι τὰ γεννώμενα, καὶ ἐν τοῖς τῶν εἰδώλων τεμένεσι τὰς ἐπ᾽ αὐτοῖς ἐτέλουν θυσίας. Ὁρᾷς πανταχῆ πεπατηκότας τὸν νόμον. Εἶτα πῶς ἦν ἀκόλουθον τοὺς εἰς τοῦτο λοιπὸν ἥκοντας ἀσεβείας, ὡς μήτε εἰδέναι βούλεσθαι τὸν λυτρωτὴν, αὐτοῦ λαὸν ὀνομάζεσθαι;

Οὐκοῦν ὁσία ψῆφος ἡ ἐπ᾽ αὐτοῖς, καὶ τῆς ἀποστροφῆς οὐκ ἀγεννὴς ἡ πρόφασις. «Ἀπροσωπόληπτος γὰρ ὁ τῶν ὅλων κριτής.» <Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσοῦ, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν.> Δύο δὴ πάλιν αὐτοῖς τὰ πάντων μάλιστα τῶν κακῶν αἰσχίονα προσεῖναί φησι, φιλαργυρίαν τε ὁμοῦ καὶ ὑπεροψίαν. Καὶ ῥίζα μὲν ὅτι πάντων ἐστὶ τῶν κακῶν ἡ φιλαργυρία, μεμαρτύρηκεν ἐναργῶς ὁ σοφώτατος Παῦλος. Ἀπηχθημένον δὲ ὅτι τῆς ἀλαζον[ε]ίας τὸ χρῆμα παρὰ Θεῷ, παντί τῳ σαφές. Γέγραπται γὰρ, ὅτι «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» Φαυλότητος τίνα τρόπον οὐκ ἄν τις ἐνόντα βλέποι παρά γε τοῖς ἐθέλουσι πλουτεῖν; ποιοῖντο γὰρ οἱ τοιοίδε τὴν τῶν χρημάτων συγκομιδὴν ἔκ τε τόκων καὶ πλεονασμῶν, ἐκ πλεονεξίας καὶ ἀδικίας, ἐξ ἁρπαγῆς καὶ συκοφαντίας. Πρόσεστι δὲ τῷ πλούτῳ καὶ τὸ ἀγέρωχον, καὶ τὸ λίαν ἕτοιμον εἰς ἀποφορὰν τῶν ἐκτόπων καὶ βδελυρωτάτων ἡδονῶν.

Ὅπου γὰρ τὸ τρυφᾷν, ἐκεῖ που πάντως κῶμοι καὶ μέθαι, κοῖται, καὶ ἀσέλγειαι, καὶ πᾶν εἶδος ἀκολασίας. Τίς δὲ δὴ τῶν εὖ φρονεῖν εἰωθότων, οὐκ ἂν στυγητὸν ποιήσαιτο τὸν ὑπέροπτον διαπτύοντα τοὺς ἀσθενεστέρους, ὀφρὺν ἀνασπῶντα τὴν ὑψηλὴν, περιορῶντα τοὺς ἐν πτωχείᾳ, καὶ τοῖς ἐν ταλαιπωρίαις συναλγεῖν οὐκ ἀνεχόμενον, ἐλεεῖν οὐκ ἀξιοῦντα τοὺς ἐν ἀνάγκαις καὶ πόνοις, ἠγνοηκότα δὲ λοιπὸν, ὅτι καὶ χοῦς ἐστι καὶ σποδός; Αἰτιᾶται τοίνυν καὶ μάλα εἰκότως ὁ φιλάρετος ἡμῶν Θεὸς, ὡς ἀκόρεστον ἔχοντας εἰς φιλοκερδίαν τὸν νοῦν, ὡς ἵπποις ἐποχουμένους, καὶ τοῖς τῆς φιλοδοξίας ἐναλόντας βρόχοις.

Ἐμπεπλῆσθαι δὲ ἵππων τὴν χώραν αὐτῶν φησιν, ὡς οὐχ ἑνὸς ἢ δευτέρου νενοσηκότος τὴν ὑπεροψίαν, ἀλλ᾽ οἷον ὅλης αὐτῶν κατειλημμένης τῆς χώρας τῷ πάθει, καὶ κατὰ πάντων ἰόντος τοῦ κακοῦ. Πλὴν ἐλέγχει καὶ διὰ τούτου τῷ νόμῳ προσκεκρουκότας, καὶ ἀπειθεῖν ᾑρημένους Θεῷ, διειρηκότι σαφῶς· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ᾽ αὐτῆς, καὶ εἴπῃς· Καταστήσω ἐμαυτῷ ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· καθιστῶν καταστήσεις ἐπὶ σαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.» Εἶτά φησι περὶ τοῦ καθισταμένου· «Διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψει τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως ἂν μὴ πληθύνῃ ἑαυτῷ ἵππον.» Καὶ πρὸς τούτοις ἔτι· «Καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα.» Αἰτιᾶται τοίνυν ὡς ποιουμένους μὲν τῶν χρημάτων τὴν ἄθροισιν, καὶ τοῦτο ἀπλήστως, πληθύνοντας δὲ ἑαυτοῖς καὶ ἵππον. Ἅπτεται δὲ, κατὰ τὸ εἰκὸς, ὁ ἐπὶ τῷδε μῶμος μάλιστα τῶν καθηγεῖσθαι λαχόντων, ὡς παραβαινόντων τὴν ἐντολὴν, οὓς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων ὁρᾶσθαι τετιμηκότας τὰ τεθεσπισμένα, καὶ τοῖς παραβαίνουσιν ἐπιτιμᾷν. <Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.

Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.> Ἐγκαλεῖ πάλιν αὐτοῖς τὴν νοητὴν πορνείαν, καὶ τὸ πολλοῖς ἑλέσθαι προσκυνεῖν τῶν ψευδωνύμων θεῶν.

Ἀποφαίνει δὲ ὅτι δυσσεβείας εἰς τοῦτο προήκουσι μέτρον, ὡς παντὸς εἰς λῆξιν ἐλάσαι κακοῦ, καὶ τὸ τελειοτάτην ἀπόστασιν μελετῆσαι τὴν ἀπὸ Θεοῦ τοῦ πάντα εἰδότος, νεύμασιν ὑποφέροντος, καὶ παρενεγκόντος εἰς ὕπαρξιν. Ἔοικε δὲ τρόπον τινὰ καὶ ὑπεραλγεῖν τῆς ἀνθρώπου φύσεως ὑβρισμένης ἐσχάτως.

Τετίμηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς αὐτουργίᾳ τὸν ἄνθρωπον. Οὐ γὰρ λόγῳ μετὰ τῶν ἄλλων κτισμάτων ἀπεσχεδιάζετο καὶ αὐτὸς, καθάπερ ἀμέλει τὸ, «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως·» ἀλλ᾽ ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἐποίησε τὸν ἄνθρωπον, κατά γε τὰς τοῦ πανσόφου Μωσέως φωνάς. Γέγονε δὲ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ, καὶ οἷόν τις ἄρχων κεχειροτόνηται τῶν ἐπὶ τῆς γῆς. Τετίμηται δὲ πρὸς τούτῳ καὶ πνεύματι ζωῆς. Ἐνεφύσησε γὰρ εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Οὐκοῦν «ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε,» κατὰ τὸ γεγράμμενον· λελάτρευκε γὰρ τοῖς γλυπτοῖς· καὶ, ὡς προφητικὸς ἔφη λόγος, «Προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.» Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ.

Ὕβρις δὲ τοῦτο καὶ εἰς Θεὸν αὐτὸν, καὶ εἰς τὴν ἀνθρώπου φύσιν. Καίτοι γὰρ ἐνὸν ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ἰδεῖν τὸν τούτων τεχνίτην· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται,» ἦ τε «ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης·» τοῦτο μὲν οὖν οὐ πεπράχασιν· ἀπονέμοντες δὲ τοῖς λίθοις τὸ σέβας, καὶ τῷ λίθῳ προσκυνοῦντες οἱ δείλαιοι, προσκεκρούκασι μὲν τῷ φύσει Δεσπότῃ καὶ Θεῷ καὶ τῶν ὅλων δημιουργῷ. Λελήθασι δὲ, κατὰ τὸ εἰκὸς, καὶ τὴν ἰδίαν αὐτοὶ περιυβρίζοντες φύσιν, εἴπερ ἐστὶ ξύλων τε καὶ λίθων ἀμείνων ὁ ἄνθρωπος.

Ταύτῃ τοι δικαίως ἀγανακτῶν ὁ πάντων δημιουργός φησιν· «Ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.» Ἐμφαίνει δὲ διὰ τούτου τὸ ἀπαράτρεπτον τῆς ὀργῆς, εἰ καὶ δι᾽ ἄμφω, κατὰ τὸ εἰκὸς, σεσάλευται κατ᾽ αὐτῶν. Ὅτι καὶ τὴν θείαν λελυπήκασι δόξαν, ἀτιμοτάτην δὲ καὶ αὐτὴν τὴν ἰδίαν ἀπέφηναν φύσιν. Ἐμπεπλῆσθαι δὲ βδελυγμάτων τὴν γῆν αὐτῶν, οὐκ ὀλίγους ὄντας, οὔτε μὴν εὐαριθμήτους ἀποφαίνων τοὺς τοῖς τῆς ἀποστασίας ἐναλόντας ἐγκλήμασι, καὶ ὅτι τὸ σέβας αὐτοῖς οὐχ ἓν, προσκεκύνηται δὲ παρ᾽ ἑκάστου τὸ αὐτῷ δοκοῦν, καὶ πολυειδὴς εἰδώλων ἐσμὸς ὅλην αὐτῶν ἐνέπλησε τὴν γῆν. Καὶ γοῦν εἴρηται διὰ φωνῆς Ἱερεμίου, ὅτι «Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα. Καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς, τοῦ θυμιᾷν τῷ Βαάλ.» Πονηρὸν οὖν ἄρα καὶ δύσοιστον τῷ Θεῷ τῶν εἰδώλων ἡ ποίησις, αἰσθητῶν τέ φημι καὶ τῶν κατὰ νοῦν. Καταληΐζεται γὰρ ὁ Σατανᾶς τὰς τῶν ἀνθρώπων ψυχὰς, δεινῶς τε καὶ πολυτρόπως, ταῖς εἰς νοῦν καὶ καρδίαν φαντασίαις, ἔσθ᾽ ὅτε καὶ εἰδώλων ἀναπλασμοῖς κατακομίζων εἰς ἁμαρτίας, καὶ εἰς αἰσχρὰς καὶ ἐκτόπους ἀποφέρων ἡδονάς. <Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου· καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.> Εἰδωλολατρούσης τῆς Ἱερουσαλὴμ, μᾶλλον δὲ ἁπάσης πεπλανημένης τῆς Ἰουδαίας, καὶ ἀπονευούσης ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων τῷ φιλαρέτῳ Θεῷ· κατεχεῖτο τρόπον τινὰ τῆς Ἰουδαίας ἁπάσης ὁ Βαβυλωνίων πόλεμος, οἳ πᾶσαν καταδῃώσαντες, ἀπεκτόνασι μὲν τοὺς κατειλημμένους, γύναια δὲ καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν· καὶ ἐν τῇ τῶν δορυκτήτων ὄντες τάξει, μακροὺς διατετελέκασι χρόνους. Πλὴν τῆς ἐφόδου προαπηγγελμένης, καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις γέγονε δεῖμα, καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς ἔν τε σπηλαίοις καὶ τοῖς τῶν ὀρῶν ῥωγμοῖς κατακρύπτεσθαι, καὶ τόπους ἀβάτους καταλαμβάνειν, ἁπάσης αὐτῶν ἀτονούσης χειρὸς πρὸς τὴν τῶν ἐπιόντων ἀντίστασιν. Οὐκοῦν ὡς ὅσον οὐδέπω παρεσομένων δεινῶν, μᾶλλον δὲ ἤδη θυρῶν τε εἴσω γεγενημένων, καὶ ἐπ᾽ αὐτῆς ὄντων τῆς χώρας, κρύπτεσθαι κελεύει, καὶ μονονουχὶ κατορύττεσθαι τῇ γῇ ζῶντας ἕτι, ἀπὸ τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, τοῦτ᾽ ἔστι, συντρίψαι τὴν γῆν. Ὅτι δὲ ὑψηλαὶ καὶ ὑπὲρ πάντας ἀνθρώπους αἱ θεῖαι βουλαί τε καὶ σκέψεις, οὐκ ἄν τις αὐταῖς ἀντιμαχήσεται τῶν ἐπὶ τῆς γῆς, σαφὲς καθίστησι λέγων· «Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί.»

Ὀφθαλμοὺς γὰρ Κυρίου ἐν τούτοις φησὶν, τὰς οἱονεὶ προαναβλέψεις τε καὶ βουλὰς αὐτοῦ, καὶ τὰς ἐφ᾽ ἑκάστῳ πράγματι κρίσεις. Ἄνθρωποι μὲν γὰρ μικροὶ μετὰ τὴν φύσιν ὅντες καὶ τὸν νοῦν, μικρὰ καὶ βουλεύονται, καὶ λογίζονται ταπεινά. Ὑψηλὸς δὲ ὑπάρχων ὁ τῶν ὅλων Θεὸς, καὶ ἐν ἀποῤῥήτοις ὑπεροχαῖς ταῖς κατὰ πάντων νοούμενος, ἄμαχον ἔχει τὴν σκέψιν. Οὐ γὰρ ἂν δύναιτό τις ἀνθυπενεγκεῖν, ἢ βουλὴν, ἢ ἐπικουρίαν ἀποσκευάσασθαι δυναμένην τὰς ἐκ τῶν θείων σκεμμάτων ἐπαγωγάς. Μαθήσεσθαι δὲ τοῦτό φησι, καίτοι πάλαι μὴ εἰδότας τοὺς Ἰουδαίους, ὅταν αὐτῶν ὁ δεινὸς κατασκήψῃ πόλεμος, καὶ πᾶσα μὲν ἡ ἐπαμύνουσα χεὶρ ἀτονήσῃ, ἀπρακτήσῃ δὲ καὶ σκέψις, καὶ ἀνθρωπίνης βουλῆς εὑρήματα, δι᾽ ὧν ἐνόμισαν τάχα που καὶ διαφεύγειν δύνασθαι τὰς ἐκ τοῦ πολέμου συμφοράς. Οὐκοῦν ἡ πεῖρα δείξει, φησὶν, ὅτι ταπεινὸς ὁ ἄνθρωπος, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, ὑψωθήσεται δὲ Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὥσπερ ἔφην ἀρτίως, ἐλεγχομένης αὐτῶν ἰσχύος ἁπάσης ὡς ἀδρανοῦς, τῆς θείας δυνάμεως ἡ ὑπεροχὴ γνωριμωτάτη τοῖς πεποιθόσι γενήσεται. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἁπάσης ἡμῖν παραίτιον συμφορᾶς τὸ χρῆμα γίνεται.

Δεῖ δὲ ἡμᾶς μὴ δυνάμεσιν ἰδίαις ἐπιθαρσεῖν, ἀπονέμειν δὲ μᾶλλον τὸ πάντα δύνασθαι Θεῷ, καὶ αὐτὸν ἐπίκουρον ποιεῖσθαι φιλεῖν, ὅταν τι τῶν δεινῶν ἐπιφέρηται προσκεκρουκόσι δι᾽ ἁμαρτίας. <Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν· καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· καὶ ταπεινωθήσεται, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.> Τὸν τοῦ πολέμου καιρὸν, καὶ τῆς ἐπ᾽ αὐτοῖς ὀργῆς τὴν ἐκπλήρωσιν ἡμέραν ὀνομάζει Κυρίου. Τοῦτο γὰρ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν καὶ αὐτὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρὸν τῷ τῆς ἡμέρας ὀνόματι κατεσήμαινεν ὁ Δαβὶδ οὕτω λέγων· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησε Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἔσεσθαι τοίνυν φησὶ τῆς ὀργῆς τὸν καιρὸν κατὰ παντὸς ὑβριστοῦ καὶ ὑπερηφάνου.

Καὶ ὑβριστὰς μὲν ἔοικεν ἀνακαλεῖν τοὺς, οἵγε τὴν θείαν ἀτιμάζουσι δόξαν, διὰ τοῦ μὴ ἀνέχεσθαι προσκυνεῖν αὐτῇ, προσκεῖσθαι δὲ μᾶλλον, οἷς ἂν αὐτοὶ διατεκτήναιντο θεοῖς· ὑπερηφάνους δὲ τοὺς τῶν θείων ὑπερορῶντας νόμων, καὶ παρ᾽ οὐδὲν ποιεῖσθαι μεμελετηκότας τὰ τεθεσπισμένα. Καὶ γοῦν ὁ μακάριος ἔφη Δαβίδ· «Ὑπερήφανοι παρενόμουν ἕως σφόδρα.» Ἐπειδὴ δὲ πλεῖστοί τινες ἦσαν κατὰ τὴν Ἰουδαίαν καὶ μέντοι τὴν Ἱερουσαλὴμ, πλούτῳ τε κομῶντες ἀμφιλαφῶς, καὶ ταῖς τῶν χρημάτων περιουσίαις οὐ μετρίως περιεχόμενοι, προὔχοντές τε τῶν ἄλλων καὶ δυναστείαις ὠχυρωμένοι, καὶ τῆς παρ᾽ αὐτοῖς εὐκλείας οὐκ εἰς βραχὺ μέτρον ἀναπηδήσαντες, ἠρμένοι τε ὑψοῦ, καὶ οἱονείπως ἐξογκούμενοι· ταύτῃ τοι κατ᾽ αὐτῶν ὅτι μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησι, τὴν ἑκάστου τάξιν, ἤτοι μέτρον αἰνιγματωδῶς ὑπεμφαίνων. Παρεικάζει γὰρ αὐτοὺς καὶ ταῖς τοῦ Λιβάνου κέδροις· «Ἴδον γὰρ ἀσεβῆ,» φησὶν, «ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·» καὶ μὴν καὶ τοῖς δένδρεσι τῆς βαλάνου Βασὰν, τοῦτ᾽ ἔστι, δρυσὶ ταῖς ἐν τῇ Βασανίτιδι· χώρα δὲ αὕτη κατὰ τὴν Ἰουδαίαν, ἣ νῦν καλεῖται Βασαναία, φυτῶν ἀρίστη τροφὸς, παχείας τε καὶ εὐμηκεστάτας ἔχουσα τὰς κέδρους.

Παρεικάζει δὲ αὐτοὺς ὁμοίως βουνοῖς καὶ ὄρεσι, καὶ προσέτι πύργοις καὶ τείχεσιν ὑψηλοῖς. Ὅτι δὲ καὶ τὰς τοῦ πλουτεῖν ἀφορμὰς συναποβαλοῦσι τῇ χώρᾳ, προσεπάγει, λέγων· «Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.» Διχῆ δὲ τοῦτο νοεῖται. Περιαγγελθέντος γὰρ ἤδη τοῦ πολέμου, καὶ προσδοκωμένων παρέσεσθαι τῶν Βαβυλωνίων, τῇς εἰς Θεὸν ἐλπίδος τὴν διάνοιαν ἀποστήσαντες οἱ ἐξ Ἰσραὴλ, Αἰγυπτίους ἐκάλουν εἰς ἐπικουρίαν, κατεμισθοῦντό τε τὴν Τύρον, καὶ τὰ περίοικα τῶν ἐθνῶν.

Θαλασσουργοὶ δὲ πάντες οἱ Τύριοι, καὶ ἐμπορικῶν ἐπιτηδευμάτων ἐπιστήμονες, καὶ φιλοτίμως τὰς ναῦς κατεσκευασμένοι. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, πρὸ τῆς Ἰουδαίων γῆς, τὴν Τυρίων κατεληΐζετο. Οὐκοῦν ἢ τοῦτό φησιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, ἢ ἐκεῖνό που τάχα· Πλεῖστοι γὰρ τῶν βεβασιλευκότων τοῦ Ἰσραὴλ, ναῦς εἶχον ἐμπορικὰς, τὰ[ς] ἐκ τῆς Ἰνδῶν χώρας τε καὶ γῆς ἀποφερούσας αὐτοῖς, καὶ τὰ[ς] ἐξ ἑτέρων χωρῶν καὶ πόλεων· ὅθεν αὐτοῖς καὶ ὁ πολὺς συναγήγερτο πλοῦτος· ἐξ οὗ γεγόνασι ὑψηλοὶ, κέδροις τε καὶ δρυσὶν ἐν ἴσῳ, ὄρεσί τε καὶ πύργοις. Οὐκοῦν ὅτι καὶ συναπολεῖται τοῖς ὑπερηφάνοις καὶ ἡ τοῦ πλούτου ἀφορμὴ, τοῦτ᾽ ἔστι, τὰ ἐκ τῆς ἐμπορίας καὶ μεταβολῆς εἰς τρέχοντα κέρδη κατασημαίνει λαμπρῶς. Ὅτι δὲ κατεμισθοῦντο πολλοὺς πρὸς ἐπικουρίαν οἱ ἐξ Ἰσραὴλ οὐκ ἀσυμφανὲς, καὶ δι᾽ ἑτέρου προφήτου λέγοντος Θεοῦ περὶ αὐτῶν· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Καθὼς πορεύονται, ἐπιβαλῶ ἐπ᾽ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς. Παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.»

Δυσδιάφυκτον οὖν τὸ τοῦ Θεοῦ κρῖμα, καθ᾽ ὧν ἂν γένοιτο· καὶ ἀμαθὲς καὶ ἀνόσιον μὴ οὐχὶ δὴ μᾶλλον ἠρτῆσθαι φιλεῖν τῆς εἰς αὐτὸν ἐλπίδος, κενοῖς δὲ καὶ ἀσυνέτοις διαπαίζεσθαι λογισμοῖς οἰομένους, ὅτι κἂν εἰ βούλοιτο τὸ σώζειν αὐτοὺς, ἐξελεῖται δέ τις ἕτερος καὶ τῆς ἐξ ἀνθρώπων ἐπικουρίας ἡ συνδρομὴ, καὶ περιέσται ποτὲ τῶν παρ᾽ αὐτοῦ νευμάτων. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; Ἀγαθὸν τοίνυν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ᾽ ἄνθρωπον, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. <Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενεγκόντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.> Γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνει σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς, καὶ σώζειν ἐπείγονται τοὺς προσκυνουμένους. Καίτοι πῶς οὐκ ἔδει σωτῆρας αὐτοὺς ἔσεσθαι προσδοκᾷν, εἴπερ ὅντως ᾔδεσαν θεούς; Ἀλλ᾽ αὐτοὶ τῶν ἰδίων καταδικάζοντες βουλευμάτων, καὶ μαρτυροῦντες αὐτοῖς τὸ πρὸς πᾶν ὁτιοῦν ἀδρανὲς, ἐπαμύνουσι τοῖς θεοῖς.

Κατακρύπτουσι γὰρ εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἴνα μὴ εὑρόντες οἱ πολέμιοι συναποφέρωσι τοῖς νενικημένοις οἷον αἰχμαλώτους θεούς. Πῶς οὖν ἔτι θεοὶ παρὰ τῶν προσκυνούντων αὐτοῖς ἐπικουρίας δεδεημένοι, ἀλλ᾽ ὕλη μὲν ἄψυχος ἐκεῖνα. Καὶ ὥς φησιν ὁ μακάριος Δαβὶδ, «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.» Νοσήσουσί γε μὴν οἱ θεραπεύοντες αὐτὰ τὴν ἴσην αὐτοῖς ἀναισθησίαν. Αὐτοὶ γὰρ τεχνῖται καὶ δημιουργοὶ γεγονότες αὐτῶν, αἴρουσιν ἐπὶ τῶν ὤμων, καὶ πορεύονται, καὶ προσκυνοῦσιν αὐτῷ, καὶ προσεύχονται λέγοντες· «Ἐξελοῦ με ὅτι Θεός μου εἶ σύ.» Σποδὸς τοιγαροῦν ἡ καρδία αὐτῶν. καὶ πλανῶνται. Πρέποι δ᾽ ἂν τοῖς εὐσεβεῖν εἰωθόσι, ταῖς τῶν πλανωμένων ἀβελτηρίαις ἐῤῥῶσθαι λέγειν, καὶ μὴν κἀκεῖνο βοᾷν· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς.» Καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου· «Ἡμῖν γὰρ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν.

Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» <Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ, ἃ ἐποίησε προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς γῆς, στερεὰς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.> Τοὺς παρ᾽ αὐτῶν γεγονότας καὶ ψευδωνύμους θεοὺς ὅτι κατακρύπτειν ἔμελλον, οὐκ αἰδοῖ τῇ περὶ αὐτοὺς ἔτι νικώμενοι, κατεγνωκότες δὲ μᾶλλον ὡς ὕλης ἀχρήστου καὶ ἀδρανοῦς καθίστησιν ἐναργὲς προσεπενεγκὼν οἷς ἔφη· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.» Ἱδρυσάμενοι γὰρ ἐν σηκοῖς τὰ χειροποίητα προσκεκυνήκασιν ἀνοσίως· ᾤοντο γὰρ εἶναι θεούς. Ἐπειδὴ δὲ παρόντα τεθέανται τὸν τοῦ πολέμου καιρὸν, εἶτα τῆς ἐπικουρίας οὐδεὶς ἦν ὅλως αὐτοῖς ὁ τρόπος, λίθοι δὲ ὄντες καὶ ξύλα πεφώρανται, ὕλη τε χρυσῆ καὶ περιάργυρος, οὓς ἐνόμισαν ἔσεσθαι σωτῆρας καὶ λυτρωτὰς, ἐξέβαλλον τῶν ναῶν, καὶ κατέκρυπτον ἐν σπηλαίοις, φειδόμενοι μᾶλλον τῆς ὕλης, καὶ οὐχ ὡς θεοὺς τιμῶντες ἔτι. Εἰκαῖος δὲ ὅτι καὶ ἀνόνητος ὁ πόνος αὐτοῖς ὁ περὶ τὴν τῶν εἰδώλων ποίησιν, διέδειξεν εἰπών· «Ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.»

Γεγόνασι μὲν γὰρ αὐτοὶ δημιουργοὶ τῶν ἰδίων θεῶν, καὶ τεχνῖται τῶν προσκυνουμένων, ἐσχήκασι δὲ παρ᾽ αὐτῶν εἰς ὄνησιν οὐδέν. Τάχα δέ που μόναις ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἀεὶ γάρ πως τὰ τοιάδε τῶν πτηνῶν ἤτοι ζωϋφίων τοῖς ἀφεγγέσι τῶν τόπων ἐμφιλοχωροῦσιν, καὶ τῆς παρ᾽ ἑαυτῶν βδελυρίας καὶ κακοσμίας ἀναπιμπλᾶσι τὰ ἐν αὐτοῖς. Ἐκβαλεῖ τοίνυν ἄνθρωπος ἃ ἐποίησε βδελύγματα, ἐκβαλεῖ δὲ ὅποι, τοῦ εἰσελθεῖν, φησὶν, εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Ἄθρει δὴ οὖν ὅπως τοῖς ἰδίοις θεοῖς ἑαυτοὺς ἐσπούδαζον συγκατορύττειν οἱ τάλανες. Ἀλλ᾽ οὐ τοιοῦτον τεθέανται τὸν τῶν ὅλων Θεόν. Ἐκρύπτετο γὰρ οὐδαμῶς, ὅτε τῆς Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, εἵπετο δὲ διώκων ὁ Φαραώ. Διέῤῥηξε γὰρ τὴν θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, ἀῤῥήτῳ δυνάμει, καὶ ἀφράστοις νεύμασι. Καὶ οἱ μὲν ἐσώζοντο βαδίζοντες ὡς ἐπὶ ξηρᾶς· ὁ δὲ ἀπόπληκτος Φαραὼ πανστρατιᾷ κατεπνίγετο. Καὶ μὴν ὅτε Ῥαψάκης ὁ Βαβυλωνίων στρατηγὸς, κύκλῳ περισχὼν τὴν Ἱερουσαλὴμ, πεφλυάρηκε κατὰ Θεοῦ, καὶ ὅλης ἔφη ῥᾳδίως κατακρατήσειν τῆς Ἰουδαίας· οὐκ ἐκρύπτετο Θεὸς, οὐδὲ πετρῶν ἐζήτησε σχισμὰς, οὔτε μὴν διασφαγὰς ὀρῶν, ἀλλ᾽ ηὔχετο μὲν Ἐζεχίας λέγων· «Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, ὃν ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα.»

Παραχρῆμα δὲ Θεοῦ λέγοντος ἤκουε· «Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης, δι᾽ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου.» Καὶ τίς τὸ τηνικάδε κινδυνεύουσιν ὁ τῆς ἐπικουρίας ἐγένετο τρόπος; Παράδοξος καὶ θεοπρεπής· «Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.» Αἰσχυνθήτωσαν τοίνυν οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ τὸν πάντα ἰσχύοντα Θεὸν καταλελοιπότες, καὶ λατρεύοντες θεοῖς, οὓς πρὸ ἑαυτῶν κατακρύπτουσιν, ἵνα μὴ πρὸ αὐτῶν ἀπόλοιντο, ταῖς τῶν πολεμούντων περιπεσόντες φιλοκερδίαις. Λέγωμεν τοίνυν κατὰ τὴν τοῦ προφήτου φωνὴν Ἱερεμίου· «Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν.

Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον.» Εἰ δὲ χρή τι καὶ πνευματικὸν τοῖς πνευματικοῖς εἰπεῖν, ὅσοι τῶν εἰς νοῦν εἰδώλων ἀνέχονται, καὶ τὰς ἐκ τῶν ἐκτόπων φαντασιῶν ἐννοίας εἰσδέχονται, ἴστωσαν ὅτι νυκτερίδων ἔσονται καλιαὶ, τοῦτ᾽ ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. «Ἕκαστος γὰρ πειράζεται,» φησὶν, «ὑπὸ τῶν ἰδίων ἐπιθυμιῶν ἐξελκόμενος, καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.» Παραιτητέον οὖν ἄρα τὰς ἀρχὰς τῶν παθῶν, καὶ τὰ εἰς νοῦν εἴδωλα, τὰ διὰ μόνων ἐννοιῶν εἰστρέχοντα παρωσώμεθα, τὸ γεγραμμένον εἰδότες· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» <Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα, καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄρχοντα, πολεμιστὴν καὶ δικαστήν.> Ἀποχρῶσαν ἡμῖν ποιησάμενος τὴν ἀφήγησιν, τὴν ἐπί γε τοῖς ἀρχαιοτέροις αὐτῶν ἐγκλήμασιν, μεθίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὰς τελευταίας αὐτῶν συμφορὰς, δικαίως ὑπομεμενηκόσιν ἐμπαροινήσαντες ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.

Ἐπέταξε γὰρ αὐτοῖς ὁ θυμὸς Κυρίου, καὶ μάλα εἰκότως· ἀνῃρηκότες γὰρ τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, οὐδὲ αὐτὸν δεδυσώπηνται τὸν Υἱὸν, ἐπεπήδησαν δὲ θηριοπρεπῶς, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον εἰς αὐτοὺς, θανάτῳ περιβεβλήκασι, λέγοντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Πάνδεινα μὲν οὖν ἐστιν αὐτοῖς τὰ τοῦ πολέμου συμβεβηκότα καὶ δεδαπάνηνται πολυτρόπως· τοῦτο μὲν λιμῷ καὶ πολιορκίαις, πυρὶ καὶ σιδήρῳ, τοῦτο δὲ γυναίων τε καὶ παίδων ἀνδραποδισμοῖς. Ὅτι δὲ καὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων νενοσήκασι τὴν ἀποβολὴν, καὶ τῶν εἰς νοῦν καὶ ψυχὴν ἀγαθῶν ἐστέρηνται, διδάσκει λέγων· «Ἰδοὺ δὴ ὁ Δεσπότης Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν.» Καὶ ὁ λόγος τῷ προφήτῃ νῦν οὐ περὶ σωματικῆς ἰσχύος· εὔηθες γὰρ τὸ ὧδε νοεῖν· περὶ νοητῆς δὲ μᾶλλον, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν, δι᾽ ἧς εἰθίσμεθα κατορθοῦν ἀρετήν. Στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις· πλεῖσται δὲ ὅσαι κοσμικαὶ καὶ ἀκάθαρτοι τὸν ἀνθρώπινον νοῦν διακυκῶσιν ἡδοναὶ, καταφέρουσαι πρὸς ἁμαρτίας. Χρεία τοίνυν ἰσχύος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ. Περιέσται γὰρ οὕτως τις καὶ μόλις, καὶ στεφανοῦται κρατῶν· ἀφηρῆσθαι δὲ τοῦτό φησιν ἀπὸ τῶν Ἰουδαίων, καὶ αὐτὰ βοήσει τὰ πράγματα.

Ποῖος γὰρ ἔτι λόγος ἐστὶ παρ᾽ αὐτοῖς τοῦ κατορθοῦν ἀρετήν; ἢ τίς ὁ εὐδόκιμος καὶ ἀντανίστασθαι μεμελετηκὼς τοῖς πάθεσι τῆς σαρκὸς, ἤγουν ταῖς ἐφόδοις τῶν ἐκτόπων ἡδονῶν; Πρόκειται γὰρ ὥσπερ ἁπάντων ὁ νοῦς ὡς σευτλίον ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ δύναται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἀφῄρηται δὲ ἀπ᾽ αὐτῶν ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος· ἄρτου δὲ πάλιν οὐκ αἰσθητοῦ, ἀλλ᾽ οὐδὲ ὑδάτων τῶν ἐν καταχρήσει κοινῇ· ἐκείνου δὲ μᾶλλον περὶ οὖ φησιν ὁ Δαβίδ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Ὑδάτων δὲ μεμνῆσθαί φαμεν αὐτὸν τῶν νοητῶν, περὶ ὧν αὐτός πού φησιν ὁ προφήτης Ἡσαΐας· «Καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος.» Καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃ δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Σύνες δὲ ἀκριβῶς τὰς τοῦ προφήτου φωνάς. Οὐ γὰρ εἴρηκεν ἁπλῶς τῶν Ἰουδαίων ἀφαιρεθήσεσθαι ἄρτον τε καὶ ὕδωρ, ἀλλ᾽ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ δεῖ ἡμᾶς τοιοῦτόν τι βούλεσθαι διδάσκειν αὐτόν. Ἡμεῖς μὲν γὰρ τοῖς ἱεροῖς περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκοντες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα. «

Οὐ γὰρ ἐπ᾽ ἄρτῳ μόνῳ,» φησὶ, «ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ.» Ὁμοίως νοήσεις καὶ ἐφ᾽ ὑδάτων νοητῶν. Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι. Πολυπραγμονοῦσι γὰρ τὰ Μωσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον.

Ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ᾽ οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητήν. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· «Ἄχρι γὰρ σήμερον, ἡνίκα ἂν ἀναγινώσκεται Μωσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.» Καὶ καθ᾽ ἕτερον δὲ τρόπον, ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ ὁ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τοῦτ᾽ ἔστι, Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ. Εἰ δὲ δή τις ἔροιτο, ποία τίς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός. Δίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Πρόσιμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς, ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν τὴν πνευματικὴν, εἰς συμμορφίαν τὴν πρὸς αὐτὸν τὸν Χριστόν. Καὶ προσέτι τούτοις, παῤῥησίας εἴσοδον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν· «Ἐὰν γὰρ μή τις,» φησὶ, «γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἐστέρηνται τοίνυν οἱ Ἰουδαῖοι τῶν τοιούτων ἀγαθῶν. Οὐ γὰρ ἔστι παρ᾽ αὐτοῖς ἰσχὺς ἄρτου, τοῦτ᾽ ἔστιν, ἡ ἐν Χριστῷ ζωοποίησις.

Οὐκ ἔχουσι τὴν ὕδατος ἰσχύν· ἀπομεμένηκε γὰρ παρ᾽ αὐτοῖς ἀναπόνιπτος ἁμαρτία. Οὐκ εἰσελάσουσιν εἰς τὴν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάσαντες· οὐ γὰρ ἐπίστευον λέγοντι· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Ἀφελεῖ δὲ ὁμοίως γίγαντα καὶ ἰσχύοντα. Εἶτα τίς ὁ γίγας; τίς δὲ καὶ ὁ ἕτερος; Οἶμαι δὴ οὖν ἔγωγε γίγαντα μὲν ὀνομάζειν τὸν εἰς λῆξιν ἰσχύος ἥκοντα τῆς πνευματικῆς, ἰσχύοντα δὲ τὸν ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἡττώμενον. Ἑκάστῳ γὰρ ἡμῶν δέδοται παρὰ Θεοῦ χάριτος μέτρον. Τοῦτο ἡμῖν ἐναργὲς ὁ σοφώτατος Παῦλος καθίστησι, λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾽ ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Ἔθος δὲ καὶ ἑτέρως τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς ἄγαν εὐσθενεστάτους γίγαντας ἀποκαλεῖν. Καὶ γοῦν ἔφη που Θεὸς περὶ τῶν ἐκ Βαβυλῶνος καταστρατευσάντων τῆς Ἰουδαίων χώρας· «Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.» Καὶ μὴν καὶ ὁ ψαλμῳδός· «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.» Οὐκ ἔσται δὲ παρὰ τοῖς Ἰουδαίοις οὐ πολεμιστὴς, οὐ δικαστής. Ἡμεῖς μὲν γὰρ οἱ τῇ πίστει τετιμηκότες τὸν τῶν δυνάμεων Κύριον, νευρούμεθα παρ᾽ αὐτοῦ, καὶ ἱκανοὶ πρὸς ἀντίστασιν ἀποτελούμεθα, τὴν πρός γε τὰς πονηρὰς καὶ ἀκαθάρτους δυνάμεις. «

Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Οἷς ἀνθιστάμεθα νοητῶς τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐνηρμοσμένοι, καὶ παντευχίαν ἔχοντες τὴν πνευματικήν.

Ὧν καὶ ὁ θεσπέσιος Παῦλος διαμνημονεύει λέγων· «Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ τὰ ἑξῆς· «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Παρὰ δέ γε τοῖς Ἰουδαίοις, οὐδεὶς τοιοῦτός ποθεν· ἀμαχεὶ δὲ ὥσπερ παραχωροῦσιν ἀεὶ τὸ νικᾷν παντὶ τῷ προσβάλλοντι, καὶ ταῖς σφῶν αὐτῶν ἀτιθάσσοις ἡδοναῖς.

Οὐδ᾽ ἂν εὕροι τις παρ᾽ αὐτοῖς τὸν εἰδότα δικάζειν ὀρθῶς, ἢ τοῖς εἰς νοῦν κειμένοις, ἤγουν τοῖς ἔξωθεν καὶ βιωτικοῖς πράγμασιν. Εἰστρέχουσι μὲν γὰρ τὸν ἀνθρώπινον νοῦν ἔκτοποί τε καὶ πονηροὶ διαλογισμοὶ, καὶ δεινὸς ἀκαθάρτων ἐπιθυμῶν διακυκᾷ θόρυβος· ἀλλὰ τοῦ μὲν σοφοῦ καὶ ἐπιεικοῦς ἕστηκεν ὁ νοῦς, οἷά τις κριτὴς δοκιμάζων ἕκαστα, καὶ παραιτούμενος μὲν τὸ φαῦλον, ἀῤῥήτῳ δὲ ψήφῳ τὸ χρήσιμον στεφανῶν. Ἀνεπιτήδευτον παντελῶς καὶ τοῦτό ἐστι παρά γε τοῖς Ἰουδαίων δήμοις. Οὐ γάρ ἐστι μετ᾽ αὐτῶν ὁ καὶ πρὸς τοῦτο ἡμᾶς ἀπευθύνων Θεὸς, ἀλλ᾽ οὐδ᾽ ἂν εἰ καί τι τῶν ἔξωθεν διαγυμνάζοιτό πως, δοκιμάζειν ἴσασι τὸ ἀμωμήτως ἔχον καὶ ἀρέσκον Θεῷ· πῶς γὰρ εἰδεῖεν τὸν ἀκριβῆ τοῦ νόμου σκοπὸν, οἱ τῷ νομοθέτῃ προσκεκρουκότες, ταύτης τε ἕνεκα τῆς αἰτίας συνέσεως ἁπάσης, τῆς ἐπί γέ φημι τοῖς ἱεροῖς Γράμμασι, δικαίως ἐστερημένοι; <Ἀφελεῖ δὲ ὁμοίως, φησὶ, πρὸς τούτῳ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.> Ὅτι μὲν οὖν ἐξῄρηται προφητεία τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἐνδοιάσειέ τις, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Οἱ μὲν γὰρ μακάριοι προφῆται κατὰ καιροὺς γεγονότες προεκήρυττον τὸν Χριστὸν Ἰησοῦν.

Ἐπειδὴ δὲ τετέλεσται τὸ προηγγελμένον, καὶ τὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀφῖκται τέλος (ἐπεφάνη γὰρ ἡμῖν ὁ Θεὸς καὶ Κύριος, κατὰ τὰς Γραφάς), εἶτα πεπαρῳνήκασιν εἰς αὐτόν· πέπαυται παρ᾽ αὐτοῖς τῆς προφητείας ἡ χάρις. Οὐ γὰρ ἦν ἀκόλουθον θεομάχους ὄντας καὶ ὑβριστὰς, γεγονότας δὲ καὶ Κυριοκτόνους, καὶ τὰς χεῖρας αἱμάτων ἔχοντας πλήρεις, τῷ τῆς προφητείας τιμᾶσθαι πνεύματι.

Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ μακάριος Δανιὴλ, ἐσφραγίσθαι λέγων ὅρασιν καὶ προφήτην. Οὐκοῦν ἀμέτοχος τῆς οὕτω λαμπρᾶς καὶ εὐκλεεστάτης χάριτος γέγονεν ὁ Ἰσραήλ· ἀμαθὴς δὲ οὕτω καὶ φρενὸς ἔρημος ἀγαθῆς, ὡς μὴ εἶναι παρ᾽ αὐτοῖς μηδένα τὸν στοχαστήν. Στοχαστὴν δὲ εἶναί φαμεν τὸν οἱονεὶ συμβάλλοντα καὶ διατεκμαιρόμενον ὀρθῶς ἕκαστα τῶν πραγμάτων, καὶ ὅποι ποτὲ ἥξει, καὶ εἰς ποῖον καταντήσουσι τέλος, εὖ μάλα διαγινώσκοντα. Οἱ μὲν γὰρ ἀπερισκέπτως καὶ ἐξ ἐλαφρῶν ἐννοιῶν χωροῦντες εἰς τὰ πρακτέα, διαμαρτάνουσι τῶν χρησίμων, καὶ ὡς ἐπὶ σκότῳ βαδίζοντες, ἔρχονται κατὰ πετρῶν. Οἱ δὲ ἀκριβεῖς εἰς σύνεσιν, ὀξεῖ βλέπουσιν ὀφθαλμῷ τὰς τῶν πραγμάτων ἐκβάσεις. Καὶ εἰσὶν οὐκ ἀθαύμαστοι, διὰ τοῦτο πάντα δρῶντες οἰκονομικῶς. Φρενὸς δὲ τοῦτο καρπὸς ἀγαθῆς, καὶ ἀρίστης ὄντως ἐπίτευγμα βουλῆς.

Πρεσβύτερον δέ φαμεν οὐ τὸν κατὰ χρόνον (πλεῖστοι γὰρ ὅσοι παρὰ τοῖς Ἰουδαίοις εἰσέτι καὶ νῦν, οἳ καὶ εἰς ἄκρον ἥκουσι πρεσβυτικῆς ἡλικίας), ἀλλὰ τὸν κατὰ σύνεσιν, καὶ ὡς ἐν τελειότητι γεγονότα φρενῶν. Οἷς καὶ ὁ μακάριος Ἰωάννης ἐπιστέλλει, λέγων· «Γράφω ὑμῖν, Πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπαρχῆς.» Πρεσβύτας οὖν ἄρα νοήσωμεν τοὺς τὸν νοῦν ἔχοντας ἠρεμαῖον ἤδη, καὶ καθεστηκότας, καὶ πολιοὺς τὴν φρένα, καὶ τῷ βεβηκότι χρῆσθαι μεμελετηκότας.

Πεντηκόνταρχον δέ φησιν, οὐχὶ πάντως τὸν ἀνδρῶν πεντήκοντα προτεταγμένον, ἀλλ᾽ ὡς ἐξ ἑνὸς δὴ τούτου πράγματος ἁπαξαπλῶς τὸν ἡγούμενον. Καὶ ὡς ἐν κόσμῳ καὶ τάξει πολιτεύεσθαί τε διαζῇν ἀναπείθοντα τοὺς ὑπεζευγμένους.» Νενόσηκε δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἡ τῶν Ἰουδαίων Συναγωγή.

Ἔτι μὲν γὰρ συνόντος αὐτοῖς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ καλοῦντος διὰ τῆς πίστεως εἰς ζωὴν αἰώνιον, εἰς οὐρανῶν βασιλείαν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεόν· ἦσαν ἔτι παρ᾽ αὐτοῖς ἀρχιερεῖς καὶ ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Ἐπειδὴ δὲ ἀπεκτόνασιν αὐτὸν οἱ δείλαιοι, διεσπάρησαν εἰς πάντα ἄνεμον, μέτοικοί τε καὶ ἀλῆται γεγόνασιν, καὶ ξένοι πανταχῆ, οὐχ ἡγουμένους ἔχοντες ἔτι καὶ προεστηκότας, καθὰ καὶ πάλαι· ἀλλ᾽ οἷά τις ἀγέλη ποιμένων ἐρήμη, καὶ τοὺς ἐφεστηκότας οὐκ ἔχουσα, καὶ τὸ ἔτι φορτικώτερον, οὔτε συμβούλους ἔχουσα θαυμαστοὺς, ὁποῖοί τινες ἦσαν οἱ πάλαι προφῆται, τὰ εἰς σωτηρίαν αὐτοῖς εἰσηγούμενοι, καὶ ἀφηνιῶσι συμβουλεύοντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων εἰς ὄνησιν χειραγωγοῦντες εὐτέχνως. Ἀπειλεῖ δὲ ἀποστήσειν αὐτῶν καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατὴν, χαρίσματα δὲ καὶ ταῦτα πνευματικὰ καὶ θεόσδοτα, καὶ τοῦ παντὸς ἄξια λόγου. Σοφὸν γὰρ εἶναί φαμεν ἀρχιτέκτονα, τὸν εἰδότα νοητῶς Ἐκκλησίαν οἰκοδομεῖν, ὀρθαῖς τε καὶ ἀμωμήτοις μυσταγωγίαις, καὶ καθαιροῦντα μὲν τῆς ψευδωνύμου γνώσεως τοὺς φενακισμοὺς, ἀνατειχίζοντα δὲ τοῖς τῆς ἀληθείας δόγμασι τῶν πιστευόντων τὸν νοῦν. Ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων καὶ λέγων· «Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἐμοὶ, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ.

Ἕκαστος δὲ βλεπέτω πῶς οἰκοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός.» Οὐδεὶς οὖν ἄρα παρὰ τοῖς Ἰουδαίοις ὁ σοφὸς ἀρχιτέκτων, ἀλλ᾽ οὐδὲ συνετὸς ἀκροατὴς, λογιζόμεθα δὲ εἶναι τοῦτον, τὸν ἔχοντα διακρίσεις πνευμάτων, καὶ συνιέναι δυνάμενος, τίς μὲν ἔστιν ὁ ἐν πνεύματι Θεοῦ λαλῶν, τίς δὲ πάλιν ἐν τῷ Βεελζεβούλ.

Πολλοὶ μὲν γὰρ οἱ παρὰ πολλῶν γεγόνασι λόγοι, καὶ δογματικὴν ἐξήγησιν ἔχοντες, καὶ τῆς ἐν τρόποις ἐπιεικείας τὴν μνήμην εἰσφέροντες. Ἀλλ᾽ οἱ μὲν ἀσύνετοι καὶ ἀμαθεῖς ἀδιακρίτως ἁρπάζουσιν, καὶ ἀβασανίστους εἰσδέχονται τοὺς λόγους, καίτοι τὸ ὠφελοῦν ἔχοντας οὐδὲν, πολὺ δὲ μᾶλλον τὸ βλάβος ἐμποιεῖν εἰωθότας. Ὁ δὲ συνετὸς ἀκροατὴς, καθάπερ δόκιμος τραπεζίτης εἰσδέχεται μὲν τὸ πεφυκὸς ὠφελεῖν, κατακιβδηλεύει δὲ καθάπερ τι παράσημον νόμισμα τὸ μὴ οὕτως ἔχον. Τοιοῦτόν τι καὶ ὁ μακάριος Παῦλός φησι· «Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Καὶ μὴν καὶ ἕτερος τῶν ἁγίων μαθητῶν συνῳδὰ τούτοις ἐπιτάττει λέγων· «Ἀδελφοὶ, δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.» Τούτων δὴ οὖν ἁπάντων ἀφῃρημένων, ἐπιστήσω, φησὶ, νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Νεανίσκους δὲ πάλιν οὐ κατά γε τὸν τῆς ἡλικίας χρόνον ἐνθάδε φησὶν, ἀλλὰ τοὺς οὔπω λαχόντας τὸ ἐν συνέσει τέλειον. Ἀφρονεῖ δὲ ἡ νεότης ἀεὶ, καὶ σεσάλευται πρὸς τὸ ἀπαθὲς, καὶ τῆς ἀρίστης ἡττᾶται βουλῆς. Διατελοῦσι δὲ καὶ εἰς δεῦρο κατὰ τὸ ἀληθὲς τοιούτους ἔχοντες Ἰουδαῖοι τοὺς ἡγουμένους, καὶ νεωτέρους τὴν ἐρημίαν. Ἐμπαῖκται δὲ καὶ ἑτέρως, ὠνούμενοι χρήμασι τὸ καλεῖσθαι Ῥαββὶ, καὶ φιλοκερδίας ἕνεκα καὶ λημμάτων συλλογῆς τὸ καθηγεῖσθαι λαχόντες.

Ἀλλ᾽ οἵγε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν τῆς ὑποκρίσεως διωθούμενοι νόσον, ἀληθεῖς εἰσι προσκυνηταὶ, καὶ οὐ τοῖς ἔξωθεν ὡραϊσμοῖς πεπλανημένην [f. πεπλασμένην] ἔχουσι τῆς ἀρετῆς τὴν δόκησιν, ἀλλ᾽ εἰς νοῦν ἔσω καὶ καρδίαν τὰ τῆς εἰς Θεὸν εὐσεβείας συνενεγκόντες αὐχήματα, περιπατοῦσι μὲν ἐπὶ γῆς, ἐν δὲ οὐρανοῖς πολιτεύονται, καθηγητὴν ἔχοντες αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. <Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ.

Προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.> Προκαταμεμήνυκεν ἡμῖν ὁ λόγος, ὡς ἀφαιρεθήσεται τῆς Ἰουδαίας ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος, γίγας τε καὶ ἰσχύων, πολεμιστὴς, καὶ δικαστὴς, καὶ μὴν καὶ προφήτης καὶ στοχαστὴς, καὶ πρεσβύτερος, καὶ πεντηκόνταρχος, καὶ θαυμαστὸς σύμβουλος· καὶ μὴν καὶ σοφὸς ἀρχιτέκτων, καὶ συνετὸς ἀκροατής.

Εἶτα ὅποι ποτὲ τὸ χρῆμα αὐτοῖς ἐκβήσεται, καὶ εἰς οἷον αὐτοῖς ἐκτελευτήσει βλάβος, καθίστησιν ἐναργὲς προσεπάγων εὐθὺς, ὅτι «Συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον·» τοῦτ᾽ ἔστιν, ἐν ἀταξίᾳ τε ἔσονται, καὶ θορύβου μεστὸν διαζήσονται βίον. Οὐ τὴν σεπτὴν τοῦ πρεσβύτου πολιὰν αἰσχυνομένων νέων· οὐ τὸν προὔχοντα τιμᾷν ἀξιοῦντος ἔτι τοῦ τὴν ἐλάττω λαχόντος τάξιν· ἀλλ᾽ ἐπιτιμῶντος οὐδενὸς, ἤγουν ἀπευθύνοντος εἰς τὸ ἑκάστῳ πρέπον, πάντα φύρδην ἔσται παρ᾽ αὐτοῖς εὐταξίας ἁπάσης καὶ ἐπιστήμης ἐξῃρημένης.

Ὅπου γὰρ θεῖος οὐκ ἐφέστηκε νόμος, τῶν πρακτέων ὁ βραβευτὴς, πῶς ἢ πόθεν ἂν γένοιτό τισι τὸ ἐν κόσμῳ δύνασθαι διαβιοῦν; Ὅμοιον γὰρ ὡς εἰ καί τις βούλοιτο ναῦν πηδαλίων τε ὅμου καὶ τοῦ κυβερνῶντος ἐρήμην, εὐθεῖ καὶ ἀδιαστρόφῳ φέρεσθαι δρόμῳ. <Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Οὐκ ἔσομαί σου ἀρχηγὸς, οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου.> Τῆς Ἰουδαίων ἀθλιότητος καὶ τῆς εἰς ἄκρον ταλαιπωρίας τὸ μέγεθος ὁ προφητικὸς ἡμῖν κατασημαίνει λόγος. Ἐβασίλευον μὲν γὰρ κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἡ ἐκ φυλῆς Ἰούδα, λαμπροί τε ἦσαν καὶ διαφανεῖς, καὶ πλούτῳ κομῶντες, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις εὖ μάλα κατεστεμμένοι. Καθηγοῦντο δὲ καὶ ἑτέρως, οἱ ἐκ φυλῆς Λευῒ κατὰ τὴν τάξιν τὴν Ἀαρών. Προὔχοντος μὲν τοῦ ἀρχιερέως, λειτουργούντων δὲ πρεσβυτέρων καὶ Λευϊτῶν, σεπτοὶ δὲ ἦσαν καὶ οἱ τοιοίδε, τοῖς ἀνὰ πᾶσαν τῶν Ἰουδαίων τὴν χώραν.

Ἐπειδὴ δὲ πεπράχασιν ἃ μὴ θέμις, καὶ τῆς εἰς Χριστὸν δυσσεβείας οὐδεὶς ἦν αὐτοῖς ἀνεπιτήδευτος τρόπος, ἀπώλισθον μὲν τῆς ἀρχαίας ἐκείνης λαμπρότητος καὶ περιφανείας τῆς ἐν πλούτῳ καὶ δόξῃ, καθίκοντο δὲ χυδαιότητός τε καὶ εὐτελείας εἰς τοῦτο τὰ πράγματα αὐτοῖς, ὡς μηδένα παντελῶς τὸν ἡγούμενον ἔχειν ἐφ᾽ ἑαυτοῖς δύνασθαι λαμπρὸν ἐν ὑπεροχῇ τῇ πάλαι, μήτε μὴν πλοῦτον ἔχοντα καὶ δυναστείαν, ἢ γνῶσιν τοῦ νόμου. Καὶ τοῦτο αὐτὸ διδάσκει, λέγων, ὅτι «Ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου πατρὸς αὐτοῦ λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.» Συγκεχυμένων γὰρ τῶν πραγμάτων, καὶ πολὺ παθόντων τὸ ἄτακτον, ὡς συμπίπτειν αὐτοὺς ἀλλήλοις, καὶ μηδεμίαν εἶναι τιμὴν ἢ αἰδῶ, πρεσβύτου ἢ νέοις, ἤγουν ἀτίμοις ἢ ἐνδόξων· ἕκαστος ἐφ᾽ ἑαυτῷ, φησὶ, ζητήσει ἡγούμενον, καὶ τοῦτον ἐκλέξεται τῇ κατὰ γένος ἀγχιστείᾳ μόλις ἐκδυσωπῶν καὶ καλῶν εἰς ἔλεον. Ἐκλέξεται δὲ, φησὶν, οὐχ ὡς ἔχοντα πλοῦτον, ἀλλ᾽ ὡς οὐκ ὄντα γυμνὸν, ἀγαπήσει τε ὑπ᾽ αὐτοῦ τρέφεσθαι καὶ δουλεύειν πτωχῷ.

Πλὴν εἰ καὶ ὁ τοιοῦτος οὐχ ἁρπάσει τὴν ἡγεμονίαν, καίτοι μηδὲν αἰτούμενος παρὰ τῶν ὑποκεῖσθαι βεβουλευμένων. Ζητοῦσι γὰρ ἄρτον ἴνα καὶ ὑποτάττοιντο, καὶ τροφῆς εὐτελεστάτης ἀντιπροσάγοιεν αὐτῷ τὴν δουλείαν. Τίς οὖν ἡ παραίτησις; πτωχεία που πάντω.

Ἐρεῖ γὰρ, φησὶν, Οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ὁρᾷς τὸ παντὸς πάλαι παρ᾽ αὐτοῖς ἄξιον λόγου, τὸ καθηγεῖσθαί φημι τὸ πολλοῖς. Ἔσθ᾽ ὅτε τεχνήμασι ζητούμενον, καὶ προσγεγονὸς ὀλίγοις, προσκείσεται μὲν τοῖς θέλουσιν. Ἐπειδὴ δὲ ἐν δεινῇ καὶ ἀπράκτῳ πτωχείᾳ τὰ πάντων ἐστὶ, καὶ αὐτῷ γενήσεται φευκτόν.

Ἔνεστι τοίνυν ἐξ αὐτῶν ἡμῖν τῶν πραγμάτων ἰδεῖν, ἐξ οἵων εἰς οἷα μετακεχώρηκε τὰ τῶν Ἰουδαίων. Προσκεκρούκασι γὰρ οἱ τάλανες τῷ Χριστῷ, τῷ πάντα ἡμῖν πλουσίως διανέμοντι τὰ ἀγαθὰ, καὶ στεφανοῦντι μὲν δόξῃ τοὺς ἀγαπῶντας αὐτὸν, χαρίσμασι δὲ τοῖς πνευματικοῖς τὰς τῶν γνησίων ψυχὰς καταπλουτίζοντι. <Ὅτι ἀνεῖται ἡ Ἱερουσαλὴμ, καὶ Ἰουδαία συμπέπτωκεν, καὶ ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Θεὸν ἀπειθοῦντες.> Συμπεπτωκέναι φησὶ τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ οἶκον ἕνα. Παθεῖν δὲ τοῦτο διϊσχυρίζεται διὰ ποίαν αἰτίαν; Τί δὲ καὶ ἀνεῖται; Τοῦτ᾽ ἔστιν, ἠφήθη ἢ καταλέλειπται, φροντίδος ἀμέτοχος γενομένη τῆς παρὰ Χριστοῦ. Ἤκουον γὰρ λέγοντος ἐναργῶς· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Πέπτωκε τοίνυν οὐκ ἔχουσα τὸν ἐγείροντα, καὶ σώζειν εἰδότα καὶ δυνάμενον. Θεμέλιος μὲν γάρ ἐστιν ὁ Χριστὸς, καὶ ἐπ᾽ αὐτῷ πάντες ἐποικοδομούμεθα, λίθοι ζῶντες καὶ πνευματικοὶ, καὶ συναρμολογούμενοι, καὶ συμβιβαζόμενοι νοητῶς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ, ἐν Πνεύματι, καὶ ἐσμὲν ἐπ᾽ αὐτῷ κείμενοι.

Καὶ ὑποβάθραν λαχόντες αὐτὸν, ἀκλόνητον ἔχουσι τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἵδρυσίν τε καὶ στάσιν· οἱ δὲ οὐκ ἔχοντες αὐτὸν, σαθροί τε λίαν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπαρακόμιστοι. Πέπτωκε τοιγαροῦν Ἰουδαία, ἀνεῖται δὲ καὶ Ἱερουσαλήμ. Τοῦτό τοι καὶ ἕτερος τῶν ἁγίων προφητῶν προανακεκράγει, λέγων· «Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔσται ὁ ἀναστήσων αὐτόν.» Συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν αὐτοὺς, ὅτι πρὸς ταῖς ἀπειθείαις, δυσσεβῆ καὶ ἀνομωτάτην ἐσχήκασι γλῶσσαν. Τί γάρ ἐστι τῶν αἰσχρῶν, ὃ μὴ εἰρηκότας αὐτοὺς εὑρήσομεν κατά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ; Σαμαρίτην καὶ δαιμονιῶντα, καὶ μὴν καὶ φάγον καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγενημένον. Οὐκοῦν μετὰ τῆς ἀπειθείας διατετέλεκεν ἡ γλῶσσα αὐτῶν δυσσεβοῦσα εἰς Χριστόν. Φαίη δ᾽ ἄν τις καὶ ἐπ᾽ αὐτοῖς· Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά.

Ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. <Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν.> Τῆς Ἰουδαίων ταπεινώσεως τὸν καιρὸν κατασημαίνει, καί φησιν· Νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν πληροφορῶν, ὅτι κατ᾽ ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ᾽ ὃν ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας δεδυσσέβηκεν εἰς Χριστὸν, τότε καὶ πᾶν εἶδος αὐτοῖς ἐπενήνεκται ταλαιπωρίας, καὶ πεπτώκασιν εἰς τὸ δυσκλεές. Τίνα δὲ τρόπον ἡ γλῶσσα αὐτῶν δεδυσσέβηκε μετὰ ἀπειθείας, αὐτὸς ἡμῖν ὁ προφήτης διατρανοῖ, παρεὶς μὲν τὰ ἕτερα, διαμνημονεύσας δὲ μόνης τῆς τελευταίας αὐτῶν δυσσεβείας. Ἦσαν μὲν γὰρ ἀεὶ διάφοροι τῷ Χριστῷ, καὶ τοῖς τοῦ φθόνου βέλεσι τετρωμένοι, κατὰ πολλοὺς ἐπεβούλευον τρόπους. Ἐπειδὴ δὲ Πιλάτῳ προσήγαγον, τότε δὴ μάλιστα τὴν ἑαυτῶν ἁμαρτίαν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὥσπερ γὰρ οἱ τῶν Σοδόμων οἰκήτορες τὸ ἀκρατὲς εἰς ὀρέξεις νενοσηκότες ἀγρίως, καὶ ταῖς παρὰ φύσιν ἡδοναῖς ἡττημένοι κατεπεφύοντο τοῦ μακαρίου Λὼτ, αἰτοῦντες τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους πρὸς αὐτὸν εἰς κατάχρησιν, αἰδοῦς τε ἁπάσης αὐτοῖς πεπατημένης καὶ ἀθραύστου λοιπὸν κρατούσης ἀναισχυντίας· τὸν αὐτὸν οἶμαι τρόπον καὶ Ἰουδαῖοι τὴν ἀνομίαν αὐτῶν ἀνήγγειλαν κατακεκραγότες τε καὶ λέγοντες τῷ Πιλάτῳ περὶ Χριστοῦ· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.»

Ταύτην αὐτῶν κατῃτιᾶτο φωνὴν καὶ δι᾽ ἑνὸς τῶν προφητῶν, λέγων· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ᾽ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. <Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.> Ταλανίζει καὶ νῦν ὁ προφήτης τῶν Ἰουδαίων τοὺς δήμους, καὶ τῶν ἐπ᾽ αὐτοῖς ὀδυρμῶν ἀποδίδωσι τὰς αἰτίας. Εἶπον γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Οὐ γὰρ παρεδέχοντο διὰ τῆς πίστεως τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀτιμάζοντες δὲ διατετελέκασιν, ᾤοντό τε κατὰ τὸ ἀληθὲς, ὅτι κατ᾽ οὐδένα τρόπον χρήσιμον ἔσεσθαι τῷ βίῳ τὸν ἀφιγμένον εἰς τοῦτο, ἵνα πάντα ἐν αὐτῷ καινὰ τὰ καθ᾽ ἡμᾶς γένηται, καὶ ἐκ νομικῆς πολιτείας μεταστήσει εἰς πνευματικὴν τοὺς ἐξ αἵματος Ἰσραήλ.

Οὐκοῦν κατ᾽ οὐδὲν ἔσεσθαι χρήσιμον ὑπειληφότες αὐτὸν ἔδησαν τῷ θανάτῳ, τό γε ἧκον εἰς αὐτοὺς, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς κενώσας τὸν ᾅδην, καὶ τὸ τῆς φθορᾶς καταλύσας κράτος. Ζωὴ γάρ ἐστι καὶ ζωοποιός. Πλὴν κατ᾽ αὐτῶν ἐβουλεύοντο δῆσαι θέλοντες τὸν δίκαιον· φάγονται δὲ καὶ τὰ γεννήματα τῶν ἔργων αὐτῶν. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Καὶ οἱ μὲν τοὺς τρόπους ἐπιεικεῖς, καὶ φιλόθεον ἔχοντες γνώμην, ἀγαθοὺς ἐντεῦθεν εὑρήσουσι τοὺς καρπούς· οἱ δὲ ἀπονεύοντες καὶ ἀπειθεῖς, καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, φάγονται τὰ γεννήματα τῶν ἔργων αὐτῶν, τοῦτ᾽ ἔστι, πῦρ, καὶ δίκην καὶ κόλασιν καὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα. Ἕψεται γὰρ πάντως τὰ τοιάδε τῶν κακῶν τοῖς θεομαχεῖν ᾑρημένοις.

Ἀληθὲς οὖν ὅτι, οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ· ὥσπερ γὰρ προσεκόμισαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιωτῶν ἀτιθάσσοις ὀργαῖς, οὕτω καὶ αὐτοὶ παραδοθήσονται, φησὶ, ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ δὴ τοῦτο λέγοντα σαφῶς καὶ διὰ φωνῆς Ἰεζεχιὴλ εὑρήσομεν. Εἴρηται γὰρ πρὸς τὴν ἀνοσίαν καὶ κυριοκτόνον Ἱερουσαλήμ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.