Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Γ', Τόμος Β'
Η μετάβαση από τη νομική παιδαγωγία στο Ευαγγέλιο, η απόρριψη του ακρογωνιαίου λίθου από τους Ιουδαίους και η πνευματική αναγέννηση των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ', Τόμος Β'
Η μετάβαση από τη νομική παιδαγωγία στο Ευαγγέλιο, η απόρριψη του ακρογωνιαίου λίθου από τους Ιουδαίους και η πνευματική αναγέννηση των εθνών.
ΤΟΜΟΣ Βʹ. <Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ᾽ ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας.> Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν;
Διερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκομίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ᾽ αὐτῶν ἐντετυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καίτοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων. Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰωθόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβεβαιούμεθα, ἀγγελίας τε τὰς ἐπ᾽ ἀγαθαῖς ἐλπίσι τιμάς.
Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προφῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσομένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγηκότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ᾽ ἐλπίδι.
Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται πρὸς ὄλεθρον. Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς μαστοῦ καὶ γάλακτος ἀπεσπασμένοι τῆς ἐν νόμῳ παιδαγωγίας· οἱ τροφὴν μὲν πάλαι νηπιοπρεπῆ δεχόμενοι, καὶ ἀμαθεστέραν ἔχοντες τὴν φρένα, προβεβηκότες δὲ νῦν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς τὴν τελείοις πρέπουσαν μεταφοιτήσαντες τροφὴν, καὶ οὐ μεμενηκότες ἄπειροι λόγου δικαιοσύνης, κατευθύνατε τὰς ἑαυτῶν καρδίας εἰς παραδοχὴν τοῦ νέου κηρύγματος τῆς εὐαγγελικῆς πολιτείας τῶν διὰ Χριστοῦ θεσπισμάτων.
Ἀνδρίζεσθε πρὸς ὑπομονὴν, καὶ εἰ θλίψις ἐπέρχοιτο συχνή τε καὶ ἀλλεπάλληλος ἐγηγερμένων τῶν πειρασμῶν, καὶ τῆς τῶν διωκόντων ὠμότητος ἐπιφυομένης ὑμῖν, καρτερήσατε βραχὺ, καὶ ἐπὶ βραχὺ προσδέχεσθε τὰς θλίψεις, ἵνα καὶ ἐλπίδα πλουτήσητε, τήν γέ φημι τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον. «Ὀφθαλμὸς γὰρ, φησὶν, οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Εἶτα διαδείκνυσι ποία τις ἔσται πρώτη κατ᾽ αὐτῶν ἡ θλίψις.
Διὰ φαυλισμὸν γὰρ, φησὶ χειλέων, καὶ διὰ γλώσσης ἑτέρας. Ἔστι δὲ τοιοῦτος τῆς προφητείας ὁ νοῦς. Ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, ὅτι «Κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ συνηγμένοι ἐπὶ τὸ αὐτὸ, καὶ ἰδοὺ ἐγένετο ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.» Εἶτά φησιν· «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Προστέταχε γὰρ αὐτοῖς ὁ Χριστὸς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἕως ἂν ἐνδύσωνται ἐξ ὕψους δύναμιν. Εἶτα κατελθόντες ἐλάλουν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἅπασι δὲ τοῖς ἐξ ἑτέρων χωρῶν ταῖς δοθείσαις αὐτοῖς παρὰ Θεοῦ γλώσσαις, «καὶ κατεπλήττοντο μὲν ἀκροώμενοι, καὶ δὴ καὶ ἔφασκον, Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσιν Ἰουδαῖοι; Καὶ πῶς πάντες ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ γλώσσῃ λαλούντων αὐτῶν; Ἄλλοι δὲ ἔλεγον,» φησὶν, «ὅτι Γλεύκους μεμεστωμένοι,» τοῦτ᾽ ἔστι, μεθύουσι, τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας. Ἐλάλουν μὲν γὰρ γλώσσαις ἑτέραις, τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ τοῦτο προειρηκότος.
Ἐν ἑτερογλώττοις γὰρ, φησὶ, καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ ὣς πιστεύσουσιν. Ἀλλὰ καίτοι δέον εἰς πληροφορίαν δέχεσθαι τὸ σημεῖον, ἐννοήσαντας τὴν ἐπὶ τούτῳ γεγενημένην παρὰ Θεοῦ προαγόρευσιν, τοῦτο μὲν οὐκ ἔδρων, κατονειδίζοντες δὲ τὸ μεθύειν αὐτοῖς μεμενήκασιν ἐν ἀπειθεία. <Ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· Τοῦτο τὸ ἀνάπαυμα τῷ πίνοντι, καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν.> Ἔφη που Θεὸς ἐπὶ ταῖς Ἰουδαίων ἀπονοίαις ἀγανακτῶν· Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγων Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν παραδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, οὐ μὴ εὕρωσιν. Οὐκοῦν ἐπενήνεκται λιμὸς νοητὸς τοῖς ἐξ Ἰσραὴλ, καὶ ἐπειδήπερ οὐ παρεδέξαντο διὰ τῆς πίστεως τὸν ἄρτον τῆς ζωῆς τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ· ταύτῃτοι καὶ μάλα εἰκότως ἐν ἐνδείᾳ γεγόνασι τῆς θεοσδότου τροφῆς· «Οὐ γὰρ ἐπ᾽ ἄρτῳ,» φησὶ, «μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Καὶ πεπαρῳνήκασι μὲν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καίτοι δεδυσσεβηκότα οὐ φορητῶς ἐκάλει πρὸς μετάγνωσιν διὰ τῶν ἁγίων ἀποστόλων.
Προσπεφώνηκε γοῦν αὐτοῖς ὁ μακάριος Πέτρος, ὅτι δὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς. Πλὴν καὶ τοῦτο προσετίθει, «Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Οἱ τοίνυν, φησὶν, ἀπεσπασμένοι ἀπὸ μαστοῦ τε καὶ γάλακτος, οἱ κεκλημένοι πρὸς ἀποστολήν. Καὶ τῶν νέων κηρυγμάτων γεγονότες ἱερουργοὶ, λαλήσουσι τῷ λαῷ τούτῳ καταδεικνύοντες ἐναργῶς, ποία μὲν ἀνάπαυσις ἔσται τῷ πίνοντι, καὶ οἷον τὸ σύντριμμα, τοῦτ᾽ ἔστι, τί τὸ ὠφέλιμον, καὶ τὸ ἐναντίον. Καὶ οὐκ ἂν ἀκούσειεν ἄν. Ὅθεν, οἶμαι, κεκινημένος τις τῶν ἁγίων ἔφη πρὸς αὐτούς· «Σκληροτράχηλοι καὶ ἀπειθεῖς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ ἁγίῳ Πνεύματι ἀντιπίπτετε.» Ἄθρει γὰρ ὅπως καίτοι δεδυσσεβηκότες οὐ φορητῶς παιδαγωγοὺς ἐσχήκασι τοὺς ἁγίους ἀποστόλους ἀποκομίζοντας εἰς μετάγνωσιν καὶ τὴν τοῦ συμφέροντος γνῶσιν ἐνιέντας αὐτοῖς· οἱ δὲ ἦσαν ἀγέρωχοι, καὶ πολὺ λίαν ἀπεσκληκότες, καὶ ἀσχέτως ἀπονενευκότες εἰς τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου. <Καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψει, ἐλπὶς ἐπ᾽ ἐλπίδι.> Τίσιν ἔσται;
Τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, περιῄεσαν τὴν ὑπ᾽ οὐρανὸν σαγηνεύοντες τοὺς πεπλανημένους, προσκομίζοντες διὰ πίστεως τῷ Χριστῷ τοὺς πάλαι λέγοντας τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθω, Σὺ ἐγέννησάς με. Πλὴν οὐκ ἀνιδρωτὶ κατωρθώκασι τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον, ἀλλὰ θλιβόμενοι, κακουχούμενοι, καὶ τὰς τῶν ἀφιλοθέων ὑπομένοντες ἐπιβουλάς. Γέγονεν οὗν αὐτοῖς τὸ λόγιον Κυρίου θλίψις ἐπὶ θλίψει, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἐλπὶς ἐπὶ ἐλπίδι. Ἀνατλάντες γὰρ τοὺς ὑπέρ γε τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας, ἐπ᾽ ἐλπίσιν ἔσονται μακραῖς, μᾶλλον δὲ καὶ ἀτελευτήτοις, καὶ τὸν τῆς ἀφθαρσίας περικείσονται στέφανον συμβασιλεύοντες τῷ Χριστῷ. <Ἔτι μικρὸν, ἔτι μικρὸν, ἵνα πορευθῶσι, καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσωσι, καὶ συντριβήσονται, καὶ ἁλώσονται.> Καταθήγει πρὸς ἀνδρείαν, καὶ ἀλείφει πρὸς ὑπομονὴν τοὺς ἁγίους μυσταγωγούς. Διεκήρυττον μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς σωτηρίας αὐτοῖς εὐηγγελίζοντο λόγον.
Ἀλλ᾽ ἐπεπήδων αὐτοῖς θηρίων ἀτιθάσσων δίκην, εἰσεκόμιζον εἰς συνέδρια, καὶ οἷά τι τῶν ἄγαν ἐκτοπωτάτων ἐγκαλοῦντες αὐτοῖς τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, λοιδορίαις μὲν ταῖς κατ᾽ αὐτῶν ἐχρῶντο πικραῖς, καταικισάμενοι δὲ, καὶ ταῖς διὰ μαστίγων πληγαῖς καταξαίνοντες ἔφασκον· «Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Καὶ καθ᾽ ἑτέρους δὲ τρόπους ἐπιφυόμενοι, καὶ ἀγρίως ἐπιβουλεύοντες, συντριβῆς αὐτοῖς καὶ ἱδρώτων γεγόνασι πρόξενοι.
Ἐξυφαίνει τοίνυν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διαρκῆ τὴν παράκλησιν, καὶ τὸν ὅσον οὐδέπω παρεσόμενον τῶν διωκόντων ὄλεθρον προαναφαίνει λέγων· Ἔτι μικρὸν, ἔτι μικρόν. Οὐ γὰρ μακρὸς ἔσται, φησὶν, ὁ καιρὸς τοῦ καὶ ὀπίσω πεσεῖν αὐτοὺς, συντριβῆναί τε καὶ κινδυνεῦσαι, καὶ μὴν καὶ ἁλῶναι καὶ πορευθῆναι πρὸς ὄλεθρον. Ταυτὶ δέ φαμεν τοῖς Ἰουδαίων συμβῆναι λαοῖς νοητῶς τε ἅμα καὶ σωματικῶς, ἤγουν αἰσθητῶς. Κεκινδυνεύκασι γὰρ καὶ ἀπολώλασι κατὰ δύο τρόπους, τοῦτο μὲν πολέμῳ τε καὶ πολιορκίαις δαπανώμενοι. Τοῦτο δὲ, καὶ αὐτῷ τῷ Σατανᾷ γλυκὺ γεγονότες θήραμα, καὶ ταῖς ἑαυτῶν κεφαλαῖς τὸν ἐκ τῆς ἀσεβείας ἐπαντλήσαντες ὄλεθρον. <Διὰ τοῦτο ἀκούσατε λόγου Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλὴμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας.
Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.> Ἐπειδὴ γὰρ, φησὶν, ἀφόρητα τὰ ἐσόμενα καθ᾽ ὑμῶν, καὶ τοὺς μέχρι παντὸς ἀσεβεῖν εἰρημένους πικρά τε καὶ δυσδιάφυκτος ἐκδέξεται δίκη· διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου. Ἦν γὰρ ἀπονεῦσαι τοῦ κακοῦ, τοῖς ἀποστολικοῖς κηρύγμασιν ἐπενεγκόντας τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς ἀμελητὶ συννεύοντας. Ἀκούσατε τοίνυν τὸν λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τεθλιμμένους δὲ φησὶ τοὺς ἐξ Ἰσραὴλ, ἅτε δὴ τῷ κατακρίνοντι νόμῳ πεφορτισμένους.
Ὀργὴν γὰρ ὁ νόμος κατεργάζεται, καὶ ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν, ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς μετὰ τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ὑπονοστεῖν ἐθέλουσιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ἐπιστέλλει καί φησι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ὑμῶν πεπλάτυται, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν, τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Τεθλιμμένοι τοίνυν εἶεν ἂν οἱ ὑπό γε τῇ Μωσέως ἐντολῇ ἔτι κείμενοι καὶ πεπιεσμένοι τρόπον τινὰ, καὶ τοῦ νόμου τὸ δυσαχθὲς ἔχοντες εἰς νοῦν καὶ καρδίαν. Προσπεφώνηκε μὲν οὖν ἄρχουσί τε καὶ λαοῖς. Εἶτα μεταξὺ παρεντίθησί τινα τῶν Ἰουδαίων λόγον, ἐξ ἀπονοίας τε καὶ οἷον ἐξ ἀπογνώσεως αὐτοῖς ἀνοσίως ἐξηυρημένον.
Καὶ ποῖος οὗτός ἐστι, ἀναγκαίως με εἰπεῖν· ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς μακρόθυμός τε καὶ ἀνεξίκακος ὢν, οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπηφίει τὴν κόλασιν, ἀνεβάλλετο δὲ τὴν ὀργὴν καταπτοῶν τοῖς δείμασι καὶ τῇ προαγορεύσει τῶν ἐσομένων κακῶν μετασοβῶν ἔσθ᾽ ὅτε πρὸς μετάγνωσιν. Ταύτῃ τοι πλειστάκις διὰ τῶν ἁγίων προφητῶν εὑρήσομεν λέγοντα τὸ, Ἰδοὺ ἔρχεται, καὶ τὸ, ἔτι μικρὸν, ἔτι μικρὸν, καὶ τὸ, ὅσον, ὅσον. Ἀλλ᾽ οἱ θρασεῖς καὶ ἀγέρωχοι, καίτοι δέον ἐπανορθοῦν τοῖς δευτέροις τὰ ἐπταισμένα, γέλωτος ἐποιοῦντο πρόφασιν τοῦ Δεσπότου τὴν ἡμερότητα.
Ἅμα τε γὰρ ἤκουον προφήτου λέγοντος τὸ, Ἕτι μικρὸν, ἔτι μικρὸν, ὅσον, ὅσον· εὐθὺς πρὸς ἀλλήλους ἔφασκον, Καιροὶ μεταξὺ κείσονται μακροὶ τῶν τοῦ προφήτου ῥημάτων, καὶ τῆς ἀναδείξεως τῶν προηγγελμένων. Ἡμεῖς τεθνηξόμεθα, καὶ τοῖς μεθ᾽ ἡμᾶς ὁ θεῖος ἐφαλεῖται θυμός. Καὶ γοῦν ἔφη Θεὸς πρὸς τὸν προφήτην Ἰεζεχιήλ, «Υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λέγουσιν· Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει.
Διὰ τοῦτο εἶπον, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· οὐ μὴ μηκύνωσιν οὐκ ἔτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω. Ὅτι λαλήσω λόγον καὶ ποιήσω Ἀδωναῒ Κύριος.» Ὀνειδίζει τοίνυν τοῖς ἐξ Ἰσραὴλ, ὡς εἰωθόσι καταφρονεῖν, καὶ μονονουχὶ λέγουσιν· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. Ποῖαι δὲ αὗται; Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ᾽ ἡμᾶς. Μόνον γὰρ οὐχὶ, φησὶ, κἂν εἰ μὴ φωνῇ λέγοιεν, ἀλλ᾽ οὖν αὐτοῖς κεκράγασι τοῖς δρωμένοις, ὅτι Συνθήκας· πεποιήμεθα πρὸς τὸν ᾅδην, λήψεται γὰρ ἡμᾶς· Κἂν εἰ ἐπέλθοι τυχὸν ἡ καταιγὶς, ἤγουν ὁ ἀπειληθεὶς καθ᾽ ἡμῶν ἔσεσθαι κίνδυνος, οὐ μὴ ἐπέλθῃ ἡμῖν. Τεθείκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.
Οἱ γὰρ ἑαυτοὺς ἀναπλάσαντες τὸ δοκοῦν, καὶ φάσκοντες, ὅτι Τεθνηξόμεθα πρὸ τῆς καταιγίδος, ἤτοι πρὸ τῶν συμφορῶν, πῶς οὐ ψεῦδος ἔθεντο τὴν ἑαυτῶν ἐλπίδα; Οὐ γὰρ ἦν ἐν αὐτοῖς τὸ διαφυγεῖν δύνασθαι, καὶ φθάσαι τῷ θανάτῳ τῶν ἀπειληθέντων τὴν ἔφοδον, ἔκειτο δὲ μᾶλλον ἐν ἐξουσίᾳ τῆς θείας τε καὶ ἀποῤῥήτου δυνάμεως, καὶ ὑπεροχῆς. <Διὰ τοῦτο οὕτω λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.
Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς.> Ταῦτα συναπτέον τοῖς ἀνωτέροις τῶν διὰ μέσου προσεῤῥιμμένων· Διὰ τοῦτο γὰρ, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τί δὲ δὴ καὶ ἀκοῦσαι προστέταχεν; Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Λίθον μὲν οὖν ἐκλεκτὸν, πολυτελῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, καὶ τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ὅτι δὲ αὐτὸς κρηπίς τε καὶ ἔρεισμα, καὶ ἀκλόνητος ὑποβάθρα γέγονε τῇ νοητῇ Σιὼν, τοῦτ᾽ ἔστι, τῇ Ἐκκλησίᾳ, διατρανοῖ λέγων εἰς τὰ θεμέλια βεβλῆσθαι αὐτὸν παρὰ τοῦ Πατρός. Ἀκρογωνιαῖον δὲ εἶναί φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς δύο λαοὺς, τόν τε ἐξ Ἰσραὴλ, φημὶ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν· ἀεὶ γάρ πως ἐν ταῖς γωνίαις τῶν οἰκοδομημάτων δύο συμβαίνουσι τοῖχοι, καὶ ἀλλήλοις συναρμολογούμενοι κατασφίγγονται πρὸς ἑνότητα. Ἀλλ᾽ ὁ πιστεύων, φησὶν, ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.
Ἄθρει δὲ ὅπως ἀνίησι τρόπον τινὰ τοὺς πεπιεσμένους, καὶ τοῖς τεθλιμμένοις κατευρύνει τῆς εὐαγγελικῆς πολιτείας τὸ ἐλεύθερον. Ὦ γὰρ τεθλιμμένοι, φησὶν, ἰδοὺ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀναπείθει δὲ διὰ τούτου τῆς τοῦ νόμου δυσαχθείας ἀπολύσασθαι τὸν αὐχένα, καὶ τῆς ἀνοήτου, καὶ ἀδρανοῦς ἀποφοιτῆσαι σκιᾶς, ἀνθελέσθαι δὲ μᾶλλον τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν ἁρπάσαι πόνον ἔχουσαν οὐδένα. Θήσω δὲ, φησὶν, εἰς ἐλπίδα κρίσιν, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ γὰρ ὡς αὐτός φησιν ὁ Σωτήρ· «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τοῦτο συνεὶς ὁ μακάριος Παῦλος ἐπιστέλλει καί φησιν, ὅτι «Τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Ἔσεσθαι τοίνυν τὴν κρίσιν ἐλπίζομεν, ἐλεεῖσθαι δὲ οὕτως ὡς ἂν ἑκάστῳ πρέπει, καὶ ἀναλόγως δηλονότι τοῖς κατωρθωμένοις.
Τοῦτο γὰρ οἶμαι δηλοῖ τὸ, ἐλεημοσύνην γίνεσθαι παρὰ τοῦ κρίνοντος ἡμᾶς εἰς σταθμοὺς, τοῦτ᾽ ἔστι, κατὰ τὸν τοῦ δικαίου, καὶ οἷον ἰσοῤῥοποῦντα ταῖς ἀγαθουργίαις λόγον. <Καὶ οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην, οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Πρωῒ, πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά.> Ἔφην, ὅτι τῶν ἁγίων προφητῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, προαγορευόντων τὰ ἐσόμενα, καὶ τὴν θείαν ὀργὴν μονονουχὶ καὶ παροῦσαν ἤδη καταδεικνύντων αὐτοῖς, εἰς ἐκτόπους ἀπονοίας ἀπογαυρούμενοι διελογίζοντό τε καὶ ἔφασκον, ὅτι Κἂν εἰ γένοιτο ταῦτα τυχὸν, ἀλλ᾽ οὖν εἰς ἀνάβλησιν ἔσται καιρῶν, καὶ οὐκ αὐτίκα παρέσται τῶν προηγγελμένων τὸ πέρας, δαπανηθήσεται δὲ τῆς ἡμετέρας ζωῆς ὁ χρόνος, καὶ μεθ᾽ ἡμᾶς ἔσται τὰ δεινά. Ταῦτα δὲ λέγοντες καὶ ἐνθυμούμενοι, μονονουχὶ καὶ συνθήκας ἐδόκουν μετὰ τοῦ θανάτου ποιεῖσθαι, καὶ οἷον ἐλπίδα τὴν πρὸς τὸν ᾅδην. Ταύτῃ τοί φησι πρὸς αὐτούς· Οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς.
Φοβήθητε μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ. Οἶδε γὰρ, οἶδε καρδίας καὶ νεφροὺς, καὶ τῶν εἰς νοῦν κινημάτων τὴν δύναμιν ὁ τῶν ὅλων Δημιουργός. Ὅταν οὖν ἐλπίδα τὴν τοιαύτην ἔχουσα φησί· Μὴ ἆρά πως τὰ ἐν ὑμῖν ἐγνωκὼς ἀποστήσῃ ταύτην ὑμῶν τὴν μετὰ τοῦ θανάτου συνθήκην; Ἀποστήσει δὲ τίνα τρόπον; Εἰ γὰρ ἐπέλθοι τὰ ἐξ ὀργῆς, τοῦτ᾽ ἔστιν, ἡ καταιγὶς, οὐχ ἕτεροί τινες τῶν μεθ᾽ ὑμᾶς, ἀλλ᾽ ὑμεῖς αὐτοὶ γενήσεσθε εἰς καταπάτημα. Καὶ λήψεται ὑμᾶς πρωῒ πρωῒ, τοῦτ᾽ ἔστιν, οὐκ εἰς μακρὰν, ἀλλ᾽ οἷον ὄρθρου τε καὶ αὔριον. Οὐκ ἔσται ὅλως ἀνάπαυσις ἐκ κακῶν, ἀλλ᾽ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρὰ, τοῦτ᾽ ἔστι, κατὰ πάντα καιρὸν τῇ τῶν δεινῶν προσδοκίᾳ δαπανηθήσεσθε. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ ἀποστήσων τῆς συμφορᾶς τὴν ἔφοδον; ἢ τίς τῷ θείῳ διαμάχεται θυμῷ; <Μάθετε ἀκούειν, στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι. Καὶ αὐτοὶ δὲ ἀσθενοῦμεν, τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών. Μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.> Ἀγαθὸς ὢν λίαν ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Ταύτῃ τοι νουθετῶν τοὺς ἠσθενηκότας καὶ ἀνακομίζων εἰς εὐθεῖάν τε καὶ ἀπλανῆ τρίβον τοὺς τῆς ἑαυτῶν ψυχῆς κατημεληκότας, διὰ παντὸς ἔρχεται τρόπου τε καὶ λόγου. Ποτὲ μὲν γὰρ ταῖς τῶν κολάσεων ἀπειλαῖς καὶ τοῖς ἐξ ὀργῆς δείμασι προκαταπτοῶν πρὸς τὸ ἄμεινον, ποτὲ δὲ ταῖς τῶν ἀγαθῶν ὑποσχέσεσι σαγηνεύει πρὸς τὸ συμφέρον. Ἀπειλήσας τοιγαροῦν καὶ προειρηκὼς, ὅτι τε πάντη τε καὶ πάντως ἁλώσονται μὲν ὑπὸ τῆς καταιγίδος, ἤτοι τῆς ὅσον οὐδέπω κατ᾽ αὐτῶν ἐσομένης συμφορᾶς, καὶ ὅτι κατὰ πάντα καιρὸν ἐν ἐλπίσιν ἔσονται πονηραῖς· κατὰ τὸν τῆς παρακλήσεως χαρίζεται λόγον καὶ ἀπογινώσκειν οὐκ ἐᾷ. Καθάπερ τις τῶν ὅτι μάλιστα σοφῶν καὶ εὐτεχνεστάτων ἰατρῶν, οἳ τῶν τοῦ σώματος μελῶν τὰ ἠῤῥωστηκότα, ποτὲ μὲν δριμεῖ θεραπεύουσι φαρμάκῳ, καὶ τοῖς ἄγαν εὐσθενεστάτοις ἐπικουρήμασι τὴν ἐπὶ τὰ χείρω τῶν παθῶν ἐπίδοσιν ἀνακόπτουσι, ποτὲ δὲ συμμέτροις καὶ οἷον ἡμερωτάτοις μονονουχὶ καταγοητεύοντες, εὖ μάλα καταμαλθάσσουσιν.
Ἀπειλήσας τοίνυν νουθετεῖ, καὶ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ὑποθῆναι τὸν νοῦν διακελεύεται, λέγων· Μάθετε ἀκούειν, στενοχωρούμενοι. Εἶτα, φησὶ τὸ, Οὐ δυνάμεθα μάχεσθαι. Διαμνημονεύει δὲ καὶ τῶν ἐν τῇ φάραγγι Γαβαῶν γεγονότων κατὰ καιρούς. Καὶ πεποίηται μὲν ἀσυμφανῶς λίαν ἡ τῶν λέξεων ἀπόδοσις, καὶ αὐτὸ δὲ τῆς συνθήκης τὸ ὕφος. Οἶμαι δὲ δεῖν τὰ ἐκ τῆς ἱστορίας εἰπεῖν. Ἔσται γὰρ οὕτω καὶ μόλις ἐναργὲς τοῖς φιλομαθέσι τὸ δηλούμενον.
Στρατηγοῦντος τοίνυν καὶ καθηγουμένου τῶν ἐξ Ἰσραὴλ τοῦ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ταῖς τῶν ἐθνῶν χώραις οὐ φορητῶς κατασκήπτοντος, πλείστων τε ὅσων ἀπολωλότων, τὰ ἶσα παθεῖν δεδιῶτες οἱ ἐκ Γαβαῶν, πόλις δὲ αὕτη τῶν ἀλλοφύλων μία, προσδεδραμήκασιν αὐτῷ, καὶ ψευδοεποῦντες ἔλαθον ἐν ἀρχαῖς, καὶ δὴ καὶ εἰσεδέχθησαν. Ἐπειδὴ δὲ μετὰ τοῦτο, τίνες τε καὶ ὅθεν εἰσὶν ἐγνώσθησαν, ὑδροφόροι τε καὶ ξυλοκόποι γεγόνασι τῇ συναγωγῇ. Τοῦτο μεμαθηκότες οἱ τῶν ἐθνῶν βασιλεῖς, πέντε δὲ οὗτοι, κατεστράτευσαν τῆς Γαβαῶν, ἐγκαλοῦντες ὅτι προσπεφεύγασι τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἐσχάτοις οἱ ἐκ Γαβαῶν, καὶ ἀμήχανον ἑαυτοῖς ἐλογίζοντο τὴν ἀντίστασιν, σώζεσθαι παρεκάλουν διὰ χειρὸς τοῦ Ἰησοῦ. Ὁ δὲ τοῖς ἅπαξ ὑπ᾽ αὐτῷ γεγονόσιν ἐπικουρῶν τοῖς τῶν ἀλλοφύλων στρατηγοῖς ἀντετάττετο.
Εἶτα τί τὸ τηνικάδε τῶν διὰ χειρὸς Θεοῦ γενέσθαι συμβέβηκε, διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει γὰρ οὕτως· «Καὶ ἐπείπερ ἐγένετο εἰς αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν ἡμέραν ἐπορεύθη ἐκ Γαλγάλων, καὶ ἐξέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ, καὶ συντρίψει συνέτριψε μεγάλῃ ἐν Γαβαῶν, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶμ, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζακῆ, καὶ ἕως Μαδαϊκά.
Ἐν δὲ τῷ φυγεῖν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶμ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, ἕως Ἀζηκᾶ· καὶ ἐγένοντο πλείους οἱ ἀποθνήσκοντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἐπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.» Δέχεται τοίνυν ὡς ἀπό γε τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, εἰκόνα καὶ τύπον τῆς ἐσομένης τῆς ἐξ Ἰσραὴλ ἐπικουρίας παρὰ Θεοῦ τοῦ σώζειν εἰδότος, εἴπερ ἕλοιντο τοῖς τοῦ Σωτῆρος ἡμῶν καταπείθεσθαι λόγοις. Ὑμεῖς γὰρ, φησὶν, οἱ στενοχωρούμενοι, τοῦτ᾽ ἔστιν, οἱ διὰ πλείστης ὀδύνης κεχωρηκότες, οἱ ταῖς ἀπωλείαις καὶ τοῖς τῶν ἐσομένων δείμασιν οἱονεί πως ἐκτεθλιμμένοι, μάθετε ἀκούειν, καλέσατε καὶ αὐτοὶ Ἰησοῦν εἰς ἐπικουρίαν, εἴπατε καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς Γαβαῶν· Οὐ δυνάμεθα μάχεσθαι, καὶ ἀσθενοῦμεν τοῦ συναχθῆναι, πρὸς ἀντίστασιν δηλονότι τῶν ἐπιόντων ἐχθρῶν. Καὶ τί τοῦτο, λέγουσιν, ἔσται; Γνώσεσθε, φησὶν, ὅτι κἂν εἰ φέροιτο καθ᾽ ὑμῶν, ὥσπερ ὄρος, ἔφοδος ἀνδρῶν ἀσεβῶν, ἔσται κατ᾽ αὐτῶν τὰ ἐν τῇ φάραγγι Γαβαῶν. Κατὰ γὰρ τῶν πολεμούντων ὑμῖν μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, καὶ πικρίας ἔργα, τοῦτ᾽ ἔστιν, ὀργῆς. Καὶ τίς ἄρα, ἢ δηλονότι ὁ ἐπαμύνων Θεός; Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ὀργὴ γὰρ, φησὶ, ξένη τε καὶ ἀσυνήθης καταστρατεύεται τῶν διωκόντων ὑμᾶς.
Πολεμήσει τε αὐτοῖς ὑψοῦ τε καὶ ἄνωθεν ὁ οὐρανὸς καταχέων ὥσπερ τινὰ χάλαζαν τὰ ἐξ ἀκράτου θυμοῦ. Τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· «Εἰ ὁ λαός μου ἤκουσέ μου Ἰσραὴλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.» <Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα, καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.> Εἰσφέρεται πάλιν τὸ τοῦ μακαρίου προφήτου πρόσωπον τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ἐπισκῆπτόν τε καὶ λέγον, ὅτι πάντη τε καὶ πάντως δεήσει τὸ μήτε χαίρειν αὐτοὺς, τοῦτ᾽ ἔστι, μὴ τοῖς κατὰ Χριστοῦ τολμήμασιν ἐναβρύνεσθαι, καταστυγνάζειν δὲ μᾶλλον, καὶ δακρυῤῥοεῖν ἐπί γε ταῖς σφῶν αὐτῶν ἀσεβείαις, μήτε μὴν συντείνειν κατὰ τῶν ὑπὸ χεῖρα λαῶν τοὺς ἀπό γε τοῦ νόμου δεσμοὺς, ἐφεῖναι δὲ μᾶλλον πιστεύουσιν εἰς Χριστὸν ἔξω γενέσθαι τῆς ἀρχαίας ἐντολῆς, καὶ τὰ ἐν σκιαῖς ἀφέντας καὶ τύποις, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ ἐπιδέχεσθαι προσκύνησιν.
Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ ὃν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ὅτι δὲ δεσμὸς οἷά τις ὁ νόμος ἦν, δικαιῶν μὲν οὐδένα· τετελείωκε γὰρ οὐδέν· κατασφίγγων δὲ ὥσπερ εἰς κόλασιν τοὺς ἠσθενηκότας, καὶ ταῖς παραβάσεσιν ἐνόχους ὄντας ἐληλεγμένους, οὐκ ἂν ἐνδοιάσειέ τις. Ὅθεν οἶμαι καὶ μάλα ὀρθῶς τὸν μακάριον προφήτην Δαβὶδ εἰς τὴν διὰ πίστεως χάριν ἰέναι γοργῶς συμβουλεύειν τοῖς ἐξ Ἰσραὴλ, λέγοντα· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν.» Ἦσαν γὰρ, ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ καταφορτίζοντες ἀνοσίως τοὺς ὑπεζευγμένους, καὶ ζυγὸν αὐτοῖς ἐπιτιθέντες τὸν δυσαχθῆ, δῆλον δὲ ὅτι τὸν τῶν νομικῶν ἐνταλμάτων, καὶ οἱονεί τισιν ἀῤῥήκτοις σειραῖς κατασφίγγοντες.
Ταύτῃ τοί φησι πρὸς αὐτοὺς ὁ προφήτης· Μὴ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ποῖα ταῦτά ἐστι τὰ συντετελεσμένα καὶ συντετμημένα πράγματα; Τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἡ διὰ πίστεως χάρις, ἡ ἐν Χριστῷ δικαίωσις, ὁ διὰ τοῦ Πνεύματος ἁγιασμός. Ὁ μὲν γὰρ νόμος οὐ συντετμημένος ἦν, οὔτε συντετελεσμένος. Τετελείωκε γὰρ, ὡς ἔφην, οὐδέν. Ἦν δὲ ὥσπερ καὶ ἐν κύκλοις, καὶ ἐν μακραῖς τοῦ γράμματος περιόδοις τὰ ἐν αὐτῷ θεωρήματα.
Τὸ δέ γε σωτήριον κήρυγμα τελειοτάτην ἔχει καὶ συντετμημένην ὁδόν· ἀποφέρει γὰρ διὰ πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν. Καὶ ὁ μὲν νόμος μόνοις ἐδόθη τοῖς ἐξ Ἰσραὴλ, διακονοῦντος Μωσέως. Ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ οὐκ ἔτι μόνον τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανόν. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος προσεφώνει τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· Ἄκουε, Ἰσραήλ· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τῆς ψάλλοντος λύρας· «Ἀκούσατε,» φησὶ, «ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» <Ἐνωτίζεσθε, καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου.> Ἐν τουτοισὶ πάλιν τὸ αὐτοῦ τοῦ Σωτῆρος εἰσφέρεται πρόσωπον, μονονουχὶ κατεπᾴδοντος τοῖς ἐξ Ἰσραὴλ, ἀναπείθοντός τε καὶ μάλα σαφῶς τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων προσέσθαι λόγον, καὶ τὰς αὐτοῦ φωνὰς, μὴ κατόπιν παραῤῥίπτειν τῆς διὰ Μωσέως ἐντολῆς. Ὅτι δὲ οὐκ ἠμελημένως, οὔτε μὴν ἀτημελῶς προσέρχεσθαι δεῖ τοῖς θείοις τε καὶ εὐαγγελικοῖς ἐμφανίζει λέγων· Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. Προσοχῆς γὰρ χρεία, καὶ μέν τοι καὶ εὐπειθείας τοῖς εἰς τοῦτο ἥκουσι λογισμῶν ἀγαθῶν, ὡς τῆς ἑαυτῶν διανοίας τὸ πλάτος κατεμπλῆσαι ζητεῖν τῆς ὑπὲρ νόμον εἰσηγήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ.
Ὅτι γὰρ ἀναδειχθέντος αὐτοῦ τὸ μεταποιεῖσθαί τισι τῆς κατὰ νόμον λατρείας ἐπισφαλές τε καὶ ἐπιζήμιον πιστώσεται λέγων ὁ Παῦλος τοῖς μετὰ τὴν πίστιν τὴν εἰς αὐτὸν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας ὑπονοστήσασιν ἐπὶ τὰ Μωσέως, ἤτοι τὰ ἐν νόμῳ· «Κατηργήθητε ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι διά γε τοῦ φάναι Χριστόν· Προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. Εἰ γὰρ δὴ βούλεσθε, φησὶ, ταῖς τοῦ νόμου σκιαῖς ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ προσοχῆς τῆς δεούσης ἀξιοῦν τοὺς τύπους, ἀκούσεσθε πάντως τῶν ἐμῶν λόγων. Γράφομαι γὰρ ἐν τύποις, καὶ ξένον οὐδὲν εἰσκεκόμικε τῶν ἐμῶν θεσπισμάτων ἡ δύναμις, εἴ γε δὴ νοοῖτο πνευματικῶς ὁ νόμος. «Εἰ γὰρ ἐπιστεύετε,» φησὶ, «Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» <Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν· ἢ σπόρον ἑτοιμάσαι πρὶν ἐργάσεσθαι τὴν γῆν; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν, καὶ ζέαν ἐν τοῖς ὁρίοις σου.> Βαθὺ μὲν λίαν τὸ αἴνιγμα, καὶ δυσκάτοπτος κομιδῇ τῶν προκειμένων ὁ νοῦς· ἐρῶ δὲ ὡς ἔνι, καὶ κατά γε τὸ ἐγχωροῦν.
Ἀπόβλητον ἐποιοῦντο τοῦ Σωτῆρος τὸν λόγον οἱ τάλανες Ἰουδαῖοι, καὶ πρόφασις ἦν αὐτοῖς, τὸ ἀπρὶξ ἔχεσθαι φιλεῖν τῆς διὰ Μωσέως ἐντολῆς. ᾬοντο γὰρ ὅτι καὶ εὐσεβοῦσι τάχα που, μεταποιούμενοι μὲν τῶν ἐν τύποις, διαπτύοντες δὲ ὥσπερ τῆς ἀληθείας τὸ κάλλος. Ταύτῃ τοι καὶ ἐδίωκον τὸν Ἰησοῦν, ὡς τῆς νομικῆς ἐντολῆς τὴν δύναμιν ἑτέρωσέ πη παροχετεύοντα, καὶ εἰς ἑτέραν αὐτοὺς ἀποφέροντα λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν. Δέχεται τοίνυν ὡς ἀπό γε τῆς ἐν χερσὶν οὔσης αὐτοῖς γεωργίας τὸ παράδειγμα, καί φησιν· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. Αἱ τῶν εἰδωλολατρούντων καρδίαι σκληραί τέ εἰσι καὶ ἄτεγκτοι, καὶ οἱονεί τις ἀγρία γῆ κεχερσωμένη. Δεῖ τοίνυν αὐταῖς, καθάπερ τινὸς ἀρότρου, τοῦ διαπτύσσοντος λόγου, τοῦ τῆς κατηχήσεως δηλονότι· ἵνα καὶ τὸν ἄνωθεν καὶ τὸν ἐξ οὐρανοῦ προσδέξωνται σπόρον· οὕτω τε λοιπὸν καρποφορήσειαν τῷ Θεῷ τὴν εἰς πᾶν ὅτι τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι γέγονε τοῖς ἐξ Ἰσραήλ.
Ἦσαν μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι προσκυνοῦντες θεοῖς, κέκληνταί γε μὴν διὰ τοῦ πανσόφου Μωσέως· δέδοται δὲ καὶ νόμος αὐτοῖς, ἀρότρου δίκην διατέμνειν αὐτοῖς εἰδὼς τὰς συνεσφιγμένας αὐτῶν καρδίας, καὶ νοῦν τὸν κεχερσωμένον. Ἀλλ᾽ ἦν ἀναγκαῖον μὴ μόνον αὐτοὺς εἰς ἀρχὰς καλεῖσθαι τῆς νοητῆς γεωργίας, ἐπιλάμψαντος δὲ ἤδη τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καρποφορεῖν τῷ Θεῷ καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. Οὐκοῦν ἐπειδήπερ, ὡς ἔφην, ἀπόβλητον ἐποιοῦντο τὸν διὰ Χριστοῦ λόγον, προκείμενοι τοῖς Μωσέως, ταύτῃτοι καὶ λίαν εἰκότως μεθίστησιν αὐτοὺς τοῦ τοιοῦδε φρονήματος, λέγων· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Ἢ τὴν ἀνήροτον γῆν τὴν ἀγρίαν, καὶ ἀκανθοτόκον διαπτύσσων, φησὶν, ἵνα ἕτοιμος γένοιτο πρὸς τὴν τῶν σπερμάτων παραδοχὴν, μὴ διὰ παντὸς ἀροτριᾷ; Ὁ δὲ τὴν γῆν, φησὶν, ἐργάζεσθαι βουλόμενος, ἆρα πρὶν εἰς νοῦν τοῦτο λαβεῖν ἑτοιμάσει σπέρμα; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον, καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Ἔδει γὰρ, ἔδει, φησὶ, προομαλισθῆναι διὰ τῆς ἐν τύποις ἐντολῆς τὴν τῶν παιδαγωγουμένων καρδίαν, καὶ οἱονεί τινος γῆς εὐτρεπισθῆναι τὸ πρόσωπον, ὡς ἑτοιμοτάτην ὁρᾶσθαι πρὸς τὸ δύνασθαι λοιπὸν ἐπιτηδείως ἔχειν εἰς καρποφορίαν.
Ὁ δέ γε γηπόνος, φησὶ, κἂν ὁμαλίσῃ τὸ πρόσωπον τῆς γῆς, οὐκ εὐθὺς οὐδὲ ἐκ πρώτης τῶν στερεωτέρων σπερμάτων ποιεῖται τὴν καταβολὴν, ἀλλ᾽ ὅσα ἄν εἰσι τέως μικρὰ, καὶ ἀσθενῆ, τοῦτ᾽ ἔστι, μελάνθιον καὶ κύμινον· καὶ γυμνασθείσης δὲ ἤδη τῆς γῆς εἰς καρποφορίαν, τότε δὴ τότε σπείρει, φησὶ, καὶ πυρὸν καὶ κριθὴν καὶ ζέαν. Τρόπος γὰρ οὗτος γηπονίας ἐντέχνου ἐν τοῖς σοῖς ὁρίοις. Γέγονεν οὖν ἅπασι μονονουχὶ προομαλιστὴς ὁ νόμος καὶ οἷά τις εὐτεχνέστατος γεωργὸς, κατασπείρων ἐν τοῖς παιδαγωγουμένοις, οἱονεί τι μελάνθιον καὶ κύμινον, τὰ μικρά τε καὶ ὡς ἐν σκιαῖς, καὶ ὅσα τῶν σπερμάτων, αὐτὰ καθ᾽ ἑαυτὰ, καὶ μόνα, ἐδώδιμα μὲν οὐδαμῶς, ζητοῦντα δὲ πάντως τὴν πρὸς ἕτερα συμπλοκὴν, ἵνα ὁρῷτο καὶ χρήσιμα. Εἰ γὰρ δὴ προσεπάγοιτο πυρῷ καὶ κριθῇ, τοῦτ᾽ ἔστιν, ἄρτοις τοῖς ἐκ πυρῶν, ἢ κριθῆς, τότε δοκεῖ πως εἶναι καὶ χρειωδέστατα.
Τοιαύτη δέ πώς ἐστι καὶ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Εἰ γὰρ μὴ ἔχοι τὸ συμφέρεσθαι δοκεῖν διὰ πνευματικῆς ἑρμηνείας τῇ στερεωτέρᾳ τροφῇ, τοῦτ᾽ ἔστι, τῇ εὐαγγελικῇ, μόνη καὶ καθ᾽ ἑαυτὴν οὐδὲν ἂν ἔχοι τὸ ὠφελοῦν. <Καὶ παιδευθήσῃ κρίματι Θεοῦ, καὶ εὐφρανθήσῃ.
Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάγει περὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.
Καὶ ταῦτα παρὰ Θεοῦ Σαβαὼθ ἐξῆλθε τὰ τέρατα.> Ἀδρανῶς ἔχοντος τοῦ νόμου, φησὶ, πρὸς κάθαρσιν ἁμαρτιῶν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, ἀχρεῖα δὲ πέφηνε τὰ ἐν τύποις, εἰσκεκόμισται δὲ κρίμα τὸ ζωοποιὸν, καὶ ἐπωφελέστατον ἀληθῶς. Καὶ ποῖον τοῦτό ἐστιν; Ἐπειδὴ γὰρ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, συντετελεσμένον καὶ συντετμημένον πρᾶγμα προθεὶς, τοῦτ᾽ ἔστι, τὴν ἐν πίστει δικαίωσιν. Σὺ τοίνυν, φησὶν, ὁ Ἰσραὴλ, εὐήνιον ὑποθεὶς τῷ πάντων Σωτῆρι Χριστῷ τὸν αὐχένα, τῷ παρ᾽ αὐτοῦ κρίματι παιδευθήσῃ, τοῦτ᾽ ἔστιν, ἐπὶ τὸ μανθάνειν τῆς παρ᾽ αὐτοῦ σωτηρίας τὴν ὁδόν. Ἔσῃ γὰρ οὕτως ἐν εὐφροσύνῃ.
Ἐπειδὴ δὲ ἅπαξ τὸν ἐπὶ μελανθίῳ τε καὶ κυμίνῳ πεποίηται λόγον, δέχεταί τι χρήσιμον ἐξ αὐτῶν, καί φησιν· Οὐ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, καὶ τὰ ἑξῆς. Ἦν μὲν γὰρ παραβάσεσιν ἔνοχος ὁ Ἰσραὴλ, καὶ πρὸς αὐτὴν τὴν τοῦ νόμου τήρησιν ῥᾴθυμος γεγονὼς ἡλίσκετο. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεός· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ.» Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.
Ἆρ᾽ οὖν οὐκ ἂν ἐξέτισε δίκας καὶ μάλα εἰκότως ῥᾳθυμίας τῆς εἴς γε τὸν νόμον; Ναί, φησιν. Ἀλλ᾽ ἔστι φιλάνθρωπος ὁ τοῦ νομοθέτου σκοπός. Ὥσπερ γὰρ τὸ μελάνθιον, φησὶν, οὐ σκληρῶς καθαίρεται, οὔτε μὴν ἁμάξης τροχὸς περιάγει ἐπὶ τὸ κύμινον, ἀλοῶν δηλονότι, καὶ λεπτύνων αὐτὸ, καθάπερ ἀμέλει καὶ ἐπὶ σίτου πράττεται, ῥάβδῳ δὲ μᾶλλον καθαίρεται ἤγουν ἐκτινάσσεται· οὕτω τοῖς εἰς τὸν νόμον ἡμαρτηκόσιν ὁ νομοθέτης προσενεχθήσεται, δίκας μὲν οὐκ ἀπαιτῶν σκληρὰς, ῥάβδῳ δὲ μᾶλλον, καὶ συμμέτροις κινήσεσιν ἀποκαθαίρων αὐτούς.
Προστιθεὶς δὲ ὅτι τὸ κύμινον μετὰ ἄρτου βρωθήσεται, δέδειχεν ὅτι τῆς νομικῆς λατρείας τὸ ἐξωφανὲς αὐτὸ καθ᾽ ἑαυτὸ καὶ μόνον ἀχρεῖον εἰς ὄνησιν. Ἔσται δὲ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰ τῇ στερεᾷ συνάπτοιτο τροφῇ, τοῦτ᾽ ἔστι, τοῖς εὐαγγελικοῖς θεσπίσμασι.
Διερμηνεύων γε μὴν τὸ αἴνιγμα, τὸ ἐπί γε τῷ κυμίνῳ καὶ μελανθίῳ φημί· καὶ τί ἂν βούλοιτο, δηλοῦντος ὅτι ῥάβδῳ τὸ μελάνθιον ἐκτινάσσεται, προσεπάγει καί φησιν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Ἔσομαι γὰρ οὐ βαρύμηνις, φησὶν, ἀλλ᾽ οὐδὲ δίκην ὑμῶν καταψηφιοῦμαι τὴν ἐσχάτην, οὐδὲ πικρὸν ἐφ᾽ ὑμῖν ἐξοίσω τὸ κρίμα, ὡς καὶ εἰς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς συμβαίνουσιν. Ὅτι δὲ εἰς ἄκρον ἀνεξικακίας ἐληλακὼς, κἀν τούτῳ δὴ πάλιν ὁ τῶν ὅλων Θεὸς φαίνεται προσαποδείκνυσι λέγων· Καὶ ταῦτα παρὰ Κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Τέρας γὰρ ἀληθῶς, καὶ σημεῖον οὐκ ἀθαύμαστον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραὴλ, καὶ ἀναριθμήτων ἐγκλημάτων ἀποκερδᾶναι τὴν ἄφεσιν, Θεοῦ κατοικτείροντος. <Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.> Τὴν ἀμνηστίαν αὐτοῖς τὴν ἐφ᾽ οἷς πεπαρῳνήκασιν ὑπισχνούμενος, καὶ ὅτι πικρὸς οὐκ ἔσται λίαν ἐπ᾽ αὐτοῖς εὖ μάλα διειρηκὼς βουλῆς ἀγαθῆς ἐπιλαβέσθαι κελεύει· καταιτιᾶται δὲ, ὅτι ματαίαν παράκλησιν, μέγα τι καὶ ὑψηλὸν χρῆμα εἶναι νομίσαντες, ἔξω φέρονται τοῦ εἰκότος. Ποία δὲ ἡ παρ᾽ αὐτοῖς καὶ μεγάλη νομισθεῖσα παράκλησις, ἔχουσα δὲ τὸ ἀνόνητον;
Ἐκείνη που πάντως. Ἔφασκον γὰρ, Ποιήσομεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀλλ᾽ οἱ ταῦτα διενθυμούμενοι, καὶ κενὴν ἔχοντες τὴν ἐλπίδα, οἰηθέντες τε ὅτι τεθνήξονται πρὸ τῶν δεινῶν ἤκουον ἐναργῶς· Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. <Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησε. Συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγεσθε γὰρ σὺν Μωάβ· ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος, Καὶ κυκλώσω, ὡς Δαβὶδ ἐπὶ σέ· καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.> Δέχεταί τι τῶν ἱστορικῶς γεγονότων ἐν καιρῷ τῆς βασιλείας τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦτο ποιεῖ μονονουχὶ πρὸς ἀνάδειξιν τῶν πολμηθέντων κατὰ Χριστοῦ παρὰ τῆς Ἰουδαίων συναγωγῆς. Τύποι γὰρ τῶν ἀληθῶν τὰ ὡς ἐν σκιαῖς τοῖς ἀρχαιοτέροις συμβεβηκότα.
Οὐκοῦν ἡ νῦν Ἱερουσαλὴμ, Ἰεβοὺς ἐκαλεῖτό ποτε. Ταύτην πεπολιόρκηκεν ὁ μακάριος Δαβίδ. Καὶ διὰ ποίαν αἰτίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὔτως, ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· «Καὶ ἀπῆλθε Δαβὶδ, καὶ πάντες οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν, καὶ ἐῤῥέθη τῷ Δαβὶδ, ὅτι Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε· ὅτι ἀνέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες, ὅτι Οὐκ εἰσελεύσεται ὧδε. Καὶ κατελάβετο Δαβὶδ τὴν περιεχομένην Σιών. Αὕτη ἡ πόλις τοῦ Δαβίδ. Καὶ εἶπε Δαβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι τοὺς τυφλοὺς, καὶ τοὺς χωλοὺς τοὺς πολεμοῦντας ψυχὴν Δαβίδ.» Οὐκοῦν τῷ μὲν μακαρίῳ Δαβὶδ οἱ ἀπό γε τῆς Ἱερουσαλὴμ ἤτοι τῆς Ἰεβοῦς ἀντέστησαν τυφλοὶ καὶ χωλοὶ, καὶ τοῦτο πεποιηκότες οἰκτρῶς διολώλασι.
Κατελάβετο γὰρ αὐτὴν, ἀντέστησαν δὲ τῷ πάντων Σωτῆρι Χριστῷ, κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ, καὶ τυφλοί· οὐ γὰρ ᾔδεισαν ὀρθοποδεῖν. Ἀλλ᾽ οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέχοντο φῶς, οἱ τὴν πίστιν οὐ προσιέμενοι, γραμματεῖς δὴ μάλιστα καὶ Φαρισαῖοι. Καὶ γοῦν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἐπιστέλλει δὲ αὐτοῖς καὶ ὁ Παῦλος λέγων· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ὅτι δὲ ἦσαν καὶ τυφλοὶ, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι· καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Ἀνέβλεψαν μὲν γὰρ τὰ ἔθνη, καίτοι μὴ ὁρῶντά ποτε. Τετύφλωνται δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καίτοι βλέποντες τὸ Χριστοῦ μυστήριον τό γε ἧκον εἰς τὴν διὰ νόμου μυσταγωγίαν. Ταλανίζει τοίνυν τὴν Ἱερουσαλὴμ, καί φησιν· Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησεν· Ἀριὴλ δὲ αὐτήν φησιν, ὀνόματι κεχρημένος τῷ κατὰ συνήθειαν τοῖς πολλοῖς. Ἑρμηνεύεται μὲν γὰρ Ἀριὴλ, λέων Θεοῦ.
Ἐπειδὴ δὲ κατὰ πᾶσαν τῶν ἄλλων χωρῶν καὶ ἐθνῶν ἀφορήτους ἐποιεῖτο τὰς ἐφόδους Ἱερουσαλὴμ, νικῶσα διὰ Θεοῦ, καὶ λέοντος δίκην ἁρπάζουσα καὶ σπαράττουσα τοὺς ἀνταίροντας, τοιαύτην ἔλαχε τὴν ἐπωνυμίαν. Οὐαὶ τοίνυν, φησὶν, ὦ ἀθλία πόλις· ἡ ποτὲ μὲν ὡς λέαινα καταβρυχομένη τῶν ἐθνῶν, περιπεσοῦσα δὲ μετὰ τοῦτο ταῖς οὕτω πικραῖς καὶ ἀνηκέστοις συμφοραῖς.
Πεπολέμηκε μὲν γὰρ αὐτὴν πάλαι ὁ Δαβὶδ, ὁ δὲ ἐκ σπέρματος αὐτοῦ γεγονὼς μετ᾽ αὐτὸν, τοῦτ᾽ ἔστι Χριστός. Εἶτά φησι πρὸς αὐτούς· Συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπ᾽ ἐνιαυτόν· φάγεσθε μὲν γὰρ σὺν Μωάβ. Ἐν δυσὶ γὰρ ὅλοις ἔτεσιν ἅπασαν περινοστῶν τὴν Ἰουδαίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς πανσόφοις ἐχρήσατο διδασκαλίαις, καὶ τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν παρετίθει κήρυγμα. Καιροῦ τοιγαροῦν, φησὶν, ἐνεστηκότος, καὶ διδόντος τοῦ δύνασθαι τροφὰς συλλέγειν πνευματικὰς, καὶ οἷον εἰς ἀποθήκην σωρεύειν αὐτὰς, εἰς νοῦν καὶ καρδίαν, μὴ νωθροὶ περὶ τοῦτο γένησθε. Πάντα δὲ μᾶλλον ὄκνον ἀποπεμψάμενοι, προθύμως συλλέξατε. Φάγεσθε γὰρ σὺν Μωάβ· ἡ Μωαβιτῶν χώρα γέγονέ ποτε δεισιδαιμονεστάτη, καὶ ἦν ὅλως ἐν αὐτῇ οὐδεὶς, ὁ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσκυνεῖν ἀνεχόμενος.
Οὐκ οὖν ὡς ἀπὸ χώρας μιᾶς τῆς εἰδωλολατρούσης ἅμα τὸ σύμπαν τῶν πλανωμένων πρόσωπον δέχεται, καί φησιν, ὅτι Φάγεσθε γὰρ σὺν Μωάβ. Εἰσκέκληνται γὰρ καὶ τὰ ἔθνη, καὶ κοινὴ γέγονε τροφὴ τοῖς τε ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτοῖς δὲ τοῖς πλανωμένοις, ποτὲ τὸ εὐαγγελικὸν καὶ Σωτήριον κήρυγμα. Εἶτα προσεπάγει καί φησι, Ἐκθλίψω γὰρ Ἀριὴλ, ἀποδώσεις δὲ τούτῳ τῷ πρώτῳ. Ἔφη γὰρ, ὅτι Οὐαὶ, πόλις Ἀριήλ. Εἶτα διὰ μέσου παρενθεὶς τὰ ἐκ τῆς συμβουλῆς πάλιν ἔχεται τοῦ σκοποῦ, καί φησιν· Ἔφην, ὅτι Οὐαὶ, πόλις Ἀριήλ· ἐκθλίψω γὰρ αὐτὴν, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοὶ, τοῦτ᾽ ἔστιν, Ἐγὼ πάντα τὸν πλοῦτον αὐτῆς, καὶ πᾶσαν τὴν ἰσχὺν λήψομαι· καὶ τοῦτο νοήσεις αἰσθητῶς τε ἅμα καὶ πνευματικῶς.
Ὁ μὲν γὰρ ἐπίγειος αὐτῶν κεκένωται πλοῦτος, ἁρπαζόντων δηλονότι τῶν πολιορκούντων αὐτήν. Συντέθραυσται καὶ ἡ πάλαι μεγάλη, καὶ διαβόητος ἰσχὺς, νενίκηνται γὰρ ὑπὸ τῆς τῶν Ῥωμαίων χειρός. Γυμνοὶ δὲ πρὸς τούτῳ γεγόνασι τῶν ἐξ ἀρετῆς αὐχημάτων, καὶ παντὸς ἀγαθοῦ πτωχείαν, ἠῤῥωστηκότες συναποβεβλήκασι τοῖς ἄλλοις, καὶ τῆς ἐν νόμῳ σοφίας τὸν πλοῦτον. Λέγω δὲ, ὅτι Κυκλώσω ἐπὶ σὲ χάρακα, καθήσω ἐπὶ σὲ πύργους, τὴν γεγενημένην πολιορκίαν κατὰ τῆς Ἱερουσαλὴμ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὑπεμφαίνει. Ἐπειδὴ δὲ γεγόνασιν ἀλάζονες οἱ Φαρισαῖοι, καὶ φωνὰς ἠρεύγοντο κατὰ τοῦ Χριστοῦ δεινάς τε καὶ ἐπηρμένας. Ἔφασκον γάρ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Ταύτῃτοί φησιν, ὅτι Ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν. Καὶ οὐκ αὐτοὶ πάντως οἱ λόγοι τοῦτο πείσονται κατὰ τὸ ἀληθὲς, ἀλλ᾽ οἱ τολμήσαντες εἰπεῖν αὐτοὺς, ἔσονται καταβεβλημένοι, οἱ πάλαι φορτικὰ καὶ ὑπέρογκα λαλεῖν εἰωθότες ὑπενηνεγμένοι τοῖς ἐκ τοῦ πολέμου κακοῖς.
Σμικρὰν καὶ ἀσθενεστάτην ἕξουσι τὴν φωνὴν, φθέγξονται δὲ οὕτως, καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς γῆς φωνοῦντες, τοῦτ᾽ ἔστιν, οἱ νεκυομάντεις, οἳ ἐπειδὰν προσποιοῦνται ψυχὴν ἀνενεγκεῖν, ἰσχνόν τι καὶ τετριγὸς ὑποφωνοῦσι μόλις, ὡς αὐτῆς ἠρέμα καὶ ἀπὸ τῆς γῆς λαλούσης ψυχῆς. <Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ Κυρίου Σαβαώθ.> Ἀσεβεῖς ὀνομάζει τοὺς εἰς Χριστὸν παροινήσαντας, καὶ σταυρῷ παραδόντας τὸν Λυτρωτὴν, καὶ τῆς σωτηρίας τὸν χορηγὸν θανάτῳ περιβαλεῖν τολμήσαντας, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς ἐν σαρκί. Τοῦτον τὸν πλοῦτον ὡς κονιορτὸν ἀποιχήσεσθαί φησιν, ἀποπτῆναι δὲ καὶ ὡς χοῦν ἀπὸ τροχοῦ· καὶ οὐκ ἐν μήκει χρόνου, ἀλλ᾽ ἐν βραχεῖ, καὶ οἷον ἐν στιγμῇ. Καὶ ὅτι τὸ χρῆμα παρὰ Κυρίου Σαβαὼθ συμβήσεται, διαμεμήνυκεν ἀναγκαίως, ἵνα μή τις ἐλπὶς αὐτοὺς διαπαίζῃ κενὴ προσδοκῶντας ὅτι καὶ διαφεύξονται. <Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ, καὶ φωνῆς μεγάλης· καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα.> Τί ἂν βούλοιτο δηλοῦν τὸ, Παρὰ Κυρίου Σαβαὼθ, διατρανοῖ λέγων, ὡς ἔσται τις ἐπ᾽ αὐτοῖς ἐπισκοπή.
Περιόψεται γὰρ ὁ Θεὸς οὐδαμῶς καὶ Πατὴρ τὴς εἰς τὸν Υἱὸν δυσσεβείας τὰ ἐγκλήματα. Ἀλλ᾽ ἐποίσει, φησὶ, καθάπερ τινὰ βροντὴν, καὶ σεισμὸν, καταιγίδα, καὶ φλόγα πυρὸς κατεσθίουσαν τοῦ πολέμου τὴν ἔφοδον. <Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ, ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ᾽ αὐτὴν, καὶ θλίβοντες αὐτήν· καὶ ἔσονται ὡς ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον. Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ὑπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών.> Ὡς κονιορτὸν ἔσεσθαι λέγων, καὶ ὡς χοῦν ἀπὸ τροχοῦ τὸν πλοῦτον τῶν ἀσεβῶν, δῆλον δὲ ὅτι τῶν εἰς Χριστὸν πεπαρῳνηκότων, οὐδὲ αὐτοῖς τοῖς καταδῃώσασιν ἐν ἀσφαλεῖ καὶ βεβαίᾳ γενήσεσθαι κτήσει διισχυρίζεται. Ἔσονται γὰρ οὕτω πεπλουτηκότες, φησὶν, ὡς ἂν εἰ καί τινες τῶν ἐν ὁράσει νυκτερινῇ καταπλουτῆσαι μὲν οἰηθέντων, κεκερδακότων δὲ παντελῶς οὐδέν. Ἔξυπνοι γὰρ γεγονότες, τὴν τῶν ὀνειράτων ἀπάτην ἐπιγνώσονται, καὶ ὅπερ εἶναι νενομίκασιν ἀληθὲς, τοῦτο δὴ πάντως εὑρήσουσι σκιὰν οὖσαν, καὶ δόκησιν.
Συμβαίνει δέ τι τοιοῦτον, καὶ ἐπὶ τῶν ἢ πείνῃ τυχὸν ἢ δίψει κατισχημένων ἰδεῖν· ὀρεκτιᾷ μὲν γὰρ ἡ τοῦ σώματος φύσις ἀναγκαίως τὰ ἑαυτῆς· ὕπνου τε μήν ἐσθ᾽ ὅτε τὸν νοῦν κατακηλήσαντος, οὐδὲν ἧττον ἡ φύσις ἐν ἐπιθυμίαις ἐστὶν ὧν ἂν βούλοιτο τυχόν. Ἐντεῦθεν, οἶμαί που, καθάπερ τινὲς ἀτμοὶ καὶ φαντασίαι λεπταὶ τοῦ πράγματος περιθέουσι τὸν νοῦν, ἀλλ᾽ ἔσται ματαία καὶ ἀνόνητος παντελῶς ἡ δόκησις, ὕπνου λοιπὸν τῶν ὀμμάτων ἀπονοστήσαντος. Οὕτως ἔστω, φησὶν, ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Πότε δὲ ἢ πῶς γενέσθαι ταυτὶ συμβέβηκε, παρείσθω λέγειν. <Ἐκλύθητε, καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ γλυπτά.> Προσδιαλέγεται πάλιν τοῖς τῶν θείων θεσπισμάτων καταφρονηταῖς, καὶ παρ᾽ οὐδὲν ἡγεῖσθαι μεμελετηκόσι τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν. Καίτοι γὰρ παρὸν αὐτοῖς, καὶ σφόδρα ἑτοίμως, τῆς διὰ Χριστοῦ σωτηρίας ἀποκερδᾶναι τὴν χάριν, εὐήνιον τὸν τῆς διανοίας ἐπάγουσιν αὐχένα.
Τοῦτο μὲν οὖν οὐκ ἔδρων οἱ δείλαιοι, περιαυτιζόμενοι δὲ καὶ μεγάλα φρονοῦντες ἐφ᾽ ἑαυτοῖς ἀνέδην ἔφασκον· «Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἀλλ᾽ ἤκουον Χριστοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ πάλιν· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ καίτοι τῶν οὕτω σεπτῶν ἀκροώμενοι λόγων γεγόνασι μὲν κατ᾽ οὐδένα τρόπον ἐαυτῶν ἀμείνους ἢ σοφώτεροι· σκληροὶ δὲ καὶ ἀκαμπεῖς κατεφωρῶντο λοιπόν. Τότε δὴ τότε καὶ μάλα εἰκότως κατελήφθησαν ὑπὸ τῆς σκοτίας ἐκλέλυνται δὲ τρόπον τινὰ, καὶ φρενὸς ἐξέστησαν ἀγαθῆς, καὶ καθάπερ ἐξ οἴνου κεκραιπαληκότες πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐκόλως καταδεδόνηνται. Τοιοῦτόν τι σημαίνων φησὶ πρὸς αὐτούς· Ἐκλύθητε, καὶ ἔκστητε καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδ᾽ ἀπὸ οἴνου.
Οἶδε γὰρ, οἶδε καταμεθύσκειν τὸν νοῦν, οὐχὶ πάντη τε καὶ πάντως οἶνος ὁ αἰσθητὸς, ἤγουν τὸ μεθύσκον κέρασμα, τοῦτ᾽ ἔστι, τὸ σίκερα. Συμφοραὶ δὲ μᾶλλον τοῦτο δρῶσι νεανικώτερον, καὶ οἷά τις πώρωσις ἐκ θείας ὀργῆς τῇ διανοίᾳ συμβαίνουσα, τοῦτο γὰρ, οἶμαι, διδάσκει λέγων· Καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ γλυπτά. Οἱ γὰρ πάλαι, φησὶ, διὰ τῆς τοῦ νόμου παιδαγωγίας σεσοφωμένοι, καὶ τῆς ἀληθείας τὸ κάλλος ὡς ἐν ἀμυδραῖς ἔτι καταθεώμενοι ταῖς σκιαῖς, καὶ συνιέντες ἐκ μέρους τῶν ἁγίων προφητῶν τοὺς λόγους, καὶ αὐτοῦ δὴ τούτου στερηθήσονται. Καμμύσει γὰρ τοὺς τῆς διανοίας αὐτῶν ὀφθαλμοὺς, καίτοι πάλαι βλέποντας τὰ γλυπτά [Sept. κρυπτὰ, non γλυπτά]. Πείσεται δὲ τοῦτο, φησὶν, ἄρχων, καὶ προφήτης, τοῦτ᾽ ἔστιν, ἡγούμενος καὶ ἱερέως. Ὠνόμαζον γὰρ προφήτας τοὺς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντας τὰ προφητῶν. Ἦσαν δέ τινες παρὰ τοῖς Ἰουδαίοις νομομαθείας ὑπόληψιν ἔχοντες καθηγηταὶ καὶ διδάσκαλοι, καθάπερ ἀμέλει καὶ Γαμαλιὴλ, περὶ οὗ πολὺς παρ᾽ αὐτοῖς ὁ λόγος ἦν. <Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.
Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· Ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· Οὐκ ἐπίσταμαι γράμματα.> Ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Οὐκοῦν εἰκῆ πεπονήκασιν ἄνω τε κάτω τὴν διὰ Μωσέως ἐντολὴν ἀειλογοῦντες οἱ ἐξ Ἰσραὴλ καὶ προσποιούμενοι μὲν τῶν νομικῶν γραμμάτων εἰς νοῦν καὶ καρδίαν οὐκ ἀγεννῆ συλλέξασθαι σύνεσιν, οὐ μὴν ἐπιζητοῦντες Χριστὸν, καίτοι τοῦ νόμου τὸ αὐτοῦ λαλοῦντος μυστήριον. Ἤκουον γὰρ πάλιν· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν ἐπειδήπερ οὐ πολὺς ἦν παρ᾽ αὐτοῖς ὁ τοῦ νόμου λόγος, μᾶλλον δὲ ἀπεκτόνασι τὸν δι᾽ αὐτοῦ προαναφωνούμενον, καὶ τῆς εἰς Μωσέα τιμῆς ἀλογήσαντες κατεσφραγίσθη τρόπον τινὰ παρὰ Θεοῦ, καθάπερ βιβλίον ἒν ἡ θεόπνευστος Γραφή. Ἓν γὰρ ἡ πᾶσά ἐστι καὶ λελάληται δι᾽ ἑνὸς τοῦ ἁγίου Πνεύματος· κατεσφραγίσθη δὲ τινά τρόπον;
Οὔτε γὰρ οἱ ἀναγνῶναι δυνάμενοι, καὶ εἰδότες γράμματα συνιέναι τι δύνανται τῶν ἐν αὐτῷ, οὔτε μὴν καὶ εἰ μή τις εἰδείη γράμματα γνώσεταί τι τῶν κεκρυμμένων ἐν αὐτῷ· ἀλλ᾽ ἔσται πᾶσιν ἐν ἴσῳ τρόπω κατεσφραγισμένος ὁ νόμος, ὡς ἄληπτον παντελῶς, καὶ τοῖς τὴν λέξιν εἰδόσι, τὴν τῶν ἐννοιῶν γενέσθαι δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν Θεὸν ὑμνούμενον· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκυψον.» <Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.> Ὑποκρινόμενοι γὰρ Ἰουδαῖοι τῶν νομικῶν ἐνταλμάτων τὸ βάθος ὁρᾷν, καὶ ἐπὶ γλώττης ἔχοντες τὴν πάλαι διωρισμένην τοῖς πατράσιν ἐντολὴν, μεμετρήκασιν ἐν τούτῳ καὶ μόνῳ τῆς πρὸς Θεὸν λατρείας τὴν δύναμιν. Ἔδρων μὲν γὰρ τῶν τεθεσπισμένων τὸ σύμπαν οὐδὲν, ἀτιμάσαντες δὲ ὥσπερ τὴν τοῦ νομοθέτου βούλησιν ἐτράποντο πρὸς διδασκαλίαν, καὶ ἀνθρώπων ἐντάλματα. Παραδόσεις γάρ τινας εἰκαίας καινοτομοῦντες ἑαυτοῖς ᾤοντο μὲν εἶναι φιλόθεοί τε καὶ ἀγαθοὶ, ἠλέγχοντο δὲ δι᾽ αὐτῶν τῶν πραγμάτων τὴς εἰς Θεὸν ἀγάπης ἀσυνέτως ἀποπηδήσαντες.
Οὐκοῦν τό γε ἧκον εἰς τὸ ἐπὶ γλώττης ἔχειν τὸν νόμον, ἐγγὺς ἑαυτοὺς ἐνόμιζον εἶναι Θεοῦ, διὰ δέ γε τοῦ μὴ ἀνέχεσθαι πληροῦν αὐτὸν, ἀποφοιτῶντες ἠλέγχοντο, καὶ ἔξω που γεγονότες αὐτοῦ. Ὅτι γὰρ τοῖς ἀνθρώπων ἐντάλμασι προσέκειντο μᾶλλον, κἀντεῦθεν ἂν γένοιτο καταφανές· «Προσήεσαν μὲν γάρ ποτε τῷ Σωτῆρι λέγοντες οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅτε ἄρτον ἐσθίουσι. Καὶ πρός γε ταῦτο ἔφασκεν ὁ Κύριος· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ, ἢ τῇ μητρὶ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῖ διὰ τὴν παράδοσιν ὑμῶν.» Προσεπήνεγκε δὲ τούτοις τὸ προκείμενον ὑμῖν ῥητόν· ἔφη γὰρ, ὅτι «Ὑποκριταὶ καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ.» Οὐκοῦν ἐπειδή περ τὸν παιδαγωγὸν ἀτιμάσαντες, καὶ τοῦ μηδενὸς ἀξιώσαντες λόγου τὸν παρὰ Θεοῦ νόμον ἐτράποντο πρὸς διδασκαλίας καὶ ἐντολὰς ἀνθρώπων, κατεσφραγίσθη ταύτῃτοι, καὶ σφόδρα εἰκότως τὸ τῆς θεοπνεύστου Γραφῆς βιβλίον.
Οὐ γὰρ ἦν ἀκόλουθον τὴν διὰ τῆς θεοπνεύστου Γραφῆς πλουτίσαι σύνεσιν τοὺς καταφρονοῦντας αὐτῆς. <Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.> Μετεκομίσθη γὰρ ὥσπερ ὁ τῶν Ἰουδαίων δῆμος κατὰ πολλοὺς, οἶμαι, τρόπους. Κλῆρος μὲν γὰρ ὠνομάσθη Θεοῦ, μερίς τε αὐτοῦ καὶ σχοίνισμα· μετετέθη δὲ ὥσπερ. Οὐ γὰρ ἔτι κλῆρος κεχρημάτικεν αὐτῷ, μερὶς δὲ γέγονεν ἀλωπέκων, καὶ δέδοται τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν εἰς τροφὴν, μετετέθη δὲ καὶ ἀπό γε τοῦ φρονεῖν ὀρθῶς, εἰς ἀδόκιμον νοῦν ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν, ἐκ τοῦ εἶναι σοφὸς εἰς ἐσχάτην ἀβελτηρίαν. Ἀπολῶ γὰρ, φησὶ, τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Εἶναι μὲν γὰρ ἐδόκουν σοφοί τε καὶ πολυγνώμονες οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, νομομαθείας ἔχοντες δόξαν, ἀλλὰ κέκρυπται παρὰ Θεοῦ, καὶ μονονουχὶ συνεστάλη τῶν σοφῶν ἡ σύνεσις, τοῦτ᾽ ἔστιν, ὁ νόμος, ἤγουν ἡ θεόπνευστος Γραφή. <Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν τῷ σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι· Τίς ἡμᾶς ἑώρακε;
καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν;> Ὅτε ποινὴν καὶ δίκην καθορίζει τινῶν ὁ τῶν ὅλων Θεὸς, εὐθὺς ἐπιφέρει τὰς τοῦ πράγματος αἰτίας, καὶ ἵστησιν ἐναργῆ τὰ τῶν πεπονθότων ἐγκλήματα, ἵνα καὶ δίκαιος ὁρῷτο πάντα κολάζων ἐν δίκῃ.
Ἔφη τοίνυν ὡς ἀσύνετοι παντελῶς ἔσονται τῶν Ἰουδαίων οἱ δῆμοι κατεσφραγισμένου τοῦ νόμου, καὶ ἁπάσης ἐξῃρημένης τῆς ἐν αὐτοῖς συνέσεως, ἀπομεῖναι τυφλοὺς, νοητῶς δηλονότι. Ποῖα τοιγαροῦν τὰ ἐγκλήματα, καὶ ἐπὶ τίσιν αὐτοῖς τὸ ἔν γε τούτῳ κατολισθεῖν συμβέβηκε διατρανοῖ παραχρῆμα. Πλεῖσται γὰρ ὅσαι κατὰ Χριστοῦ γεγόνασιν αἱ παρ᾽ αὐτῶν σκέψεις, καὶ ἀπᾴδουσαι Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, οὐ διὰ Κυρίου· καὶ δὴ καὶ ᾤοντο κατὰ σφᾶς αὐτοὺς βουλεύεσθαι μὲν λεληθότως, καὶ ἐγχειρημάτων ἅπτεσθαι πικρῶν ὡς τάχα που καὶ λέγειν, Τίς ἡμᾶς ἑώρακεν, ἢ τίς γνώσεται ἃ ἡμεῖς ποιοῦμεν; Ἀλλ᾽ ἠγνόησαν ὅτι τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν οὐκ ἂν διαλάθοι βουλὴ, καὶ σκέψις ἀνθρώπου πικρὰ, καὶ ἐγχειρημάτων δύναμις, κἂν εἰ πράττοι τὸ τυχὸν ἐν σκότει καὶ κεκρυμμένως. Κατεμισθοῦντο μὲν γὰρ τὸν προδότην Ἰούδα, μονονουχὶ λέγοντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Καὶ δὴ σταυρῷ παρέδωσαν, καὶ τό γε ἧκον ἐπ᾽ αὐτοῖς ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς· ἐγηγερμένῳ δὲ πάλιν ἐκ νεκρῶν ἐπεφύοντο δεινοὶ καὶ λεληθότως ἔδρων τὰ ἐξ ἀνοσίας τε καὶ βασκάνου φρενός. Ἐγηγέρθαι γὰρ γνόντες αὐτὸν, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις τοῖς τοῦ τάφου φρουροῖς, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ αὐτοῦ διὰ νυκτὸς λαθόντες ἔκλεψαν αὐτόν.
Οὐαὶ τοίνυν, φησὶν, οἱ τὰς τοιάσδε βουλὰς ποιεῖν εἰωθότες, οὐ διὰ Κυρίου μᾶλλον, ἀλλ᾽ ὡς ἔν γε τῷ Βεελζεβούλ. <Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας;> Εἰρηκὼς ὅτι Μεταθήσω τὸν λαὸν τοῦτον, ὅτι πάντη τε καὶ πάντως κατορθώσει τὸ χρῆμα καὶ λίαν ἀμογητὶ διαδείκνυσιν ἐν τούτοις, μεταπλασθήσεσθαι λέγων αὐτοὺς εἰς ὅπερ ἂν ὁ δημιουργήσας ἐθέλοι, καθάπερ ἀμέλει, καὶ τὸ διὰ χειρῶν κεραμέως τεχνουργούμενοι.
Τοιοῦτόν τι πάλιν καὶ ὁ προφήτης Ἱερεμίας ἐδιδάσκετο· «Ἀνάστηθι γὰρ, φησὶ, καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἀπὸ τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῖ ποιῆσαι, καὶ εἶπε Κύριος πρός με· Μὴ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ;
Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.» Μεταπλάττει γὰρ εὐκόλως, ἐφ᾽ ὅπερ ἂν ἕλοιτο τὸ παρ᾽ αὐτοῦ γεγονὸς ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργός. <Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται;> Ἔσεσθαι λέγων αὐτοὺς ὡς πηλὸν κεραμέως, καὶ μεταπλασθήσεται πρὸς τὰ αἰσχίω· διά τοι τὸ πλείστην ὅσην ἐν αὐτοῖς εἶναι τὴν ἁμαρτίαν τινὰ τρόπον ἔσται τὸ χρῆμα διαδείκνυσιν ἐναργῶς, καὶ καταλευκαίνει τρόπον τινὰ τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. Λίβανος μὲν ὄρος ἐστὶ τῆς Φοινίκης, καὶ ἦσαν πάντες οἱ ἐν αὐτῷ καὶ περὶ αὐτὸ κατοικοῦντες ἄνθρωποι τῶν ὅτι μάλιστα δεισιδαιμονεστάτων, ὁμοίως δὲ καὶ τὸ Χαρμὲλ ὄρος ἦν ἐν τῇ Ἰουδαίων χώρᾳ, παμμέγεθες ἐν ᾧ κατοικῆσαι λέγεται καὶ ὁ Θεσβίτης Ἠλίας. Οὐκοῦν ἀπὸ τῶν ὀρῶν ἤτοι τῶν χωρῶν ἐν αἷς τὰ ὄρη τοὺς ἐνοικοῦντας ἐν αὐτοῖς κατασημᾶναι βούλεται, καί φησιν, ὅτι Μετατεθήσεται, ὅ ἐστι μεταβληθήσεται ὁ Λίβανος, ἔσται δὲ ὡς τὸ Καρμήλιον ὄρος. Τὸ δὲ ὄρος τὸ Καρμήλιον ὡς ὁ Λίβανος, τοῦτ᾽ ἔστιν, οἱ μέν ποτε τοῖς εἰδώλοις λατρεύοντες τὸν ἐν τῇ Ἰουδαίᾳ προσκυνούμενον ἐπιγνώσονται Θεὸν, καὶ ἐν τάξει τοῦ πρωτοτόκου Ἰσραὴλ καταλογισθήσονται. Οἵ γε μὴν ἐκ σπέρματος Ἰσραὴλ τοῖς τὸν Λίβανον οἰκοῦσι καὶ πλανωμένοις ποτὲ γενήσονται παραπλήσιοι.
Ἐκβέβληται μὲν γὰρ ὁ Ἰσραὴλ τῆς πρὸς Θεὸν οἰκειότητος διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Προσελήφθη δὲ τὰ ἔθνη καὶ ἡγιασμένα διὰ τοῦ Πνεύματος θείας φύσεως γεγόνασι κοινωνοί. Μετατεθήσεται τοίνυν, ὁ Λίβανος, φησὶν, ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, τοῦτ᾽ ἔστιν, ὡς ὕλη ξύλων ἀγρίων, ὧν τὸ τέλος εἰς καῦσιν. Ἢ καὶ καθ᾽ ἕτερον τρόπον. Δρυτόμοι γὰρ ὥσπερ γεγόνασι τοῖς ἐξ Ἰσραὴλ οἱ καταδῃοῦντες αὐτὸν, καὶ τοῦτο, οἶμαι, δηλοῖ λέγων ὁ προφήτης Ζαχαρίας· «Διάνοιξον, ὧ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος.
Ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος» Ἄθρει δὴ οὖν, ὅτι καὶ αὐτὸς τῷ Λιβάνῳ παρεικάζει τὴν Ἰουδαίαν, ὡς οὐδὲν διαφέρουσαν τῶν ἐν αὐτῷ πάλαι, τοῦτ᾽ ἔστι, τῶν πλανωμένων.
Πίτυν δὲ καὶ κέδρον, καὶ μέν τοι καὶ δρῦν τοὺς ἐν αὐτῇ πεσόντας ἀποκαλεῖ. Ὑψηλοὶ γὰρ ὄντες, ὑψοῦ τε ᾐρμένοι, καθάπερ ὑπὸ πυρὸς δεδαπάνηνται τῆς θείας ὀργῆς. <Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λύγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ. Ὀφθαλμοὶ τυφλῶν βλέψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἐθνῶν ἐμπλησθήσονται εὐφροσύνης.> Τὴν τῶν ἐθνῶν κλῆσιν διά γε τῶν προκειμένων ἡμῖν ἐναργέστατα δηλοῖ. Ἔστι δὲ καθάπερ ἐξ ἀντιστρόφου τῶν πραγμάτων τὴν φύσιν ἰδεῖν συμβαίνουσαν.
Ἔφη μὲν γὰρ ὅτι κατασφραγισθήσεται τὸ τοῦ νόμου βιβλίον ἤγουν ἁπάσης τῆς θεοπνεύστου Γραφῆς, καὶ τὸν τῶν Ἰουδαίων κρυβήσεται νοῦν τῶν θείων λογίων ἡ γνῶσις· ὡς τὸν μὲν εἰδότα γράμματα, φάναι τὸ, Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γὰρ, τὸν μὴ εἰδότα δὲ, φάναι τὸ, Οὐκ οἶδα γράμματα, ἀλλ᾽ ὅτι κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν Θεοῦ καὶ τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς νοῦν καὶ καρδίαν εἰσδέξονται φῶς, καὶ αὐτὸν δὲ συνήσουσι τὸν διὰ Μωσέως νόμον, καίτοι κωφοὶ καὶ ἀνήκοοι γεγονότες ποτὲ, καὶ οἷον ἐν ὁμίχλῃ καὶ σκότῳ διατρίβοντες, ὡς ἐν ἀμαθίᾳ καὶ πλάνῃ καθίστησιν ἐναργές. Ἠσθῆσθαι δέ φησιν αὐτοὺς, οὐκ ἐφ᾽ ἑτέροις τισὶ τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἀλλ᾽ ἐπὶ Κυρίῳ, τοῦτ᾽ ἔστι, Χριστῷ. Πτωχοὶ γὰρ ὄντες, καὶ τῶν ἀγαθῶν οὐδὲν ἔχοντες εἰς νοῦν, ἀλλ᾽ ἐν ἐνδείᾳ πάσης ὑπάρχοντες ἀρετῆς, καὶ ἐλπίδα μὴ ἔχοντες· ἄθεοι γὰρ ἦσαν ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον· πλησθήσονται ἐν εὐφροσύνῃ.
Ἔσονται γὰρ, καὶ ἁμαρτίας ἐλεύθεροι καὶ πλήρεις ἁγιασμοῦ, καὶ θανάτου κρείττονες, καὶ ἐλπίδων ἐπίμεστοι τῶν παρὰ Θεοῦ, διηνεκοῦς εὐφροσύνης μέτοχοι. <Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσι, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.> Ὡς ἐκ μέσου γενομένων, καὶ ἐκβεβλημένων τῆς πρὸς Θεὸν οἰκειότητος τῶν ἐξ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν· σέσωσται γὰρ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐκλελοιπέναι φησὶν ἄνομόν τε καὶ ὑπερήφανον· ἄνομοι μὲν γὰρ ὡς μηδὲ αὐτὸν τετηρηκότες τὸν νόμον, τραπόμενοι δὲ μᾶλλον εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. ὑπερήφανοι δὲ λίαν καὶ κατωφρυωμένοι δεινῶς ὡς Χριστὸν ἀτιμάσαντες. Ποτὲ μὲν γὰρ ἔφασκον· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε;» Ποτὲ δὲ πάλιν· «Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Τίνα σεαυτὸν ποιεῖς;» Καὶ μὴν καὶ ἑτέρωθι κατίδοι τις ἂν αὐτοὺς ἀνοσιώτατα λέγοντας τοὺς Γραμματέας τε καὶ Φαρισαίους· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;»
Ἐξωλοθρεύθησαν τοίνυν οἱ παρανομοῦντες ἀεὶ διὰ πολλὴν κακίαν καὶ τῆς ἐνούσης αὐτοῖς δυστροπίας τὸ μέγεθος.
Οὗτοι δὲ ἦσαν οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· ἀποκομίζοντες γὰρ, ὡς ἔφην, τοὺς ὑπὸ χεῖρα λαοὺς τῆς εἰς τὸν νόμον αἰδοῦς, ἁμαρτάνειν παρεσκεύαζον τὸν ἴδιον λόγον ἤτοι τὰ ἑαυτῶν ἐντάλματα τηρεῖν ἀναπείθοντες· καὶ ταῦτα ἡγεῖσθαι παρασκευάζοντες νόμον· καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, ἐποιοῦντο πρόσκομμα τοὺς ἐλέγχοντας ἐν πύλαις. Οἱ μὲν γὰρ ἅγιοι προφῆται τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, τοὺς ἐξ Ἰσραὴλ ἤλεγχον ἐσθ᾽ ὅτε, καὶ τοῦτο ἐν παῤῥησίᾳ καὶ οὐ λεληθότως, ἀλλ᾽ οἷον ἐν πύλαις. Οἱ δὲ καθηγεῖσθαι λαχόντες τῶν ὑπὸ χεῖρα ποιμνίων, καὶ παιδαγωγεῖν ὀφείλοντες εἰς πᾶν ὁτιοῦν τῶν χρησίμων τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου παρεκθέοντας ὁδοῦ, τοὺς ὠφελοῦντας ἐλέγχους ἐποιοῦντο πρόσκομμα, πλάνους τάχα που καὶ ψευδοεπεῖς ὀνομάζοντες. Σκοπὸς γὰρ ἦν αὐτοῖς τὸ ἐν ἀδίκοις πράγμασι τὴν τοῦ δικαίου δύναμιν παρευθύνειν ἀεί. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον, οἷον τοῦ νόμου λέγοντος, «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,» καὶ, «Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω.» Αὐτοὶ λέγειν ἐδίδασκον τοῖς γεγεννηκόσι τοὺς ἐξ αὐτῶν γεννωμένους· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῆς. Κἂν εἰ τοῦτ λέγοιεν, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ. Ἐξέστω, φησὶ, μὴ τιμᾷν πατέρα, ἢ μητέρα.
Τοῦτο γὰρ αὐτοῖς ὠνείδιζεν ὁ Χριστὸς λέγων· Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. <Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ· ἀλλ᾽ ὅταν ἴδωσι τὰ παιδία αὐτῶν τὰ ἔργα μου, δι᾽ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.> Ἀνανήφει πανταχοῦ τῆς προφητείας ὁ λόγος, καὶ τῶν εἰωθότων φιλοψογεῖν προαναβλέπει τὴν κακουργίαν.
Ἔφη γὰρ μὲν, ὅτι Ἐξέλιπεν ἄνομος, ἀπώλετο ὑπερήφανος· ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἐκ πολλῆς ἄγαν ἀμαθίας οἴεσθαί τινας ψευδοεπῆσαι τὸν Θεόν· οὐκ εἰσάπαν ἀπολωλότος τοῦ Ἰσραὴλ, σεσωσμένου δὲ, ὡς ἔφην, τοῦ καταλείμματος· ταύτῃτοι καὶ σφόδρα χρησίμως διαμέμνηται τῆς ἐλπίδος τῆς τετηρημένης τῷ Ἰσραὴλ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Κληθήσονται καὶ αὐτοὶ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ ὀπίσω δραμοῦνται τῶν ἐθνῶν. Ὄταν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τί οὖν φησι· Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ ὃν ἀφώρισεν ἐξ Ἀβραάμ; Ἐξειλεγμένος γὰρ ἦν ἀπὸ πάντων τῶν ἐθνῶν ὁ Ἰσραὴλ, καὶ οἷά τις κλῆρος ἐξαίρετος τῷ Θεῷ, τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακὼβ κατελογίσθη γένος. Ἀλλ᾽ οὐ νῦν αἰσχυνθήσονται, φησὶν, οὐδὲ νῦν μεταβαλοῦσι τὸ πρόσωπον, τοῦτ᾽ ἔστιν, οὐκ εὐθὺς ὅτε καὶ δεδυσσεβήκασιν εἰς Χριστὸν, ἐν ἐπιγνώσει γεγονότες τῆς ἑαυτῶν ἁμαρτίας αἰσχυνθήσονται, καὶ οἷον μεταχωρήσουσιν, ὡς πρός γε τὸ δεῖν οὐκέθ᾽ ὁρᾶσθαι τοιούτους.
Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ μεταβαλεῖν τὸ πρόσωπον· ἀλλὰ προϊόντος τοῦ καιροῦ, ὅταν οἱ ἐξ αὐτῶν γεγονότες ἴδωσί μου τὰ ἔργα, τοῦτ᾽ ἔστιν, ὅταν θεάσωνται κεκλημένην τὴν ὑπ᾽ οὐρανὸν, καὶ πιστεύσαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν εἰς ἐμέ· ὅταν ἴδωσι τὴν τοῦ διαβόλου δύναμιν κατασεσεισμένην, ἀνῃρημένης δὲ δηλονότι τῆς ἀρχαίας ἐκείνης, καὶ βεβήλου πλάνης, καὶ ὁμοῦ τεμένεσιν εἰδώλων ἐμπεπρησμένων, τότε ἁγιάσουσι τὸ ὄνομά μου, ἀντὶ τοῦ, ἅγιον ἡγήσονταί με καὶ αὐτοί· ἁγιάσουσι δὲ ὡς ὄντα κατὰ ἀλήθειαν τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραήλ.
Οὕτω γάρ με φοβηθήσονται. Ὁδὸς δὲ πρὸς σωτηρίαν ἀεί πώς ἐστιν ὁ τοῦ Θεοῦ φόβος. Γέγραπται γὰρ, ὅτι «Φόβος Κυρίου ζωὴν ποιεῖ.» <Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.> Ἁγιάσαντες γὰρ τὸ ὄνομα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἀραρότως πεπιστευκότες, ὡς ἔστιν αὐτὸς ἅγιος τοῦ Ἰακὼβ, καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ γνώσονται σύνεσιν· καίτοι πνεύματι πλάνης κατισχημένοι ποτὲ, καὶ τὸν νόμον ἔχοντες κατεσφραγισμένον· οἱ δὲ ἀεὶ γογγύζοντες μαθήσονται ὑπακούειν.
Διεγόγγυζον γὰρ κατὰ Χριστοῦ οἱ τῶν Ἰουδαίων δῆμοι, ποτὲ μὲν λέγοντες· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» ποτὲ δὲ πρὸς τούτοις, καὶ διώκειν αὐτὸν οὐ παραιτούμενοι» καὶ εἰς ἐγκλήματος δύναμιν καταγράφοντες αὐτῷ τὴν ἀλήθειαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ Υἱὸν ἑαυτὸν ὠνόμαζε τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐδὲν οὖσαν τὴν τοῦ νόμου σκιὰν ἀποφαίνων, τῆς ἐν πνεύματι λατρείας παρετίθει τὸ κάλλος. Οἱ δὲ ἐδίωκον αὐτὸν, «Οὐ μόνον, φησὶν, ὅτι ἔλυε Σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Οἱ τοίνυν καταγογγύζοντες μαθήσονται ὑπακούειν, φησὶν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Τῶν γὰρ μὴ ὀρθὰ περὶ Χριστοῦ λαλεῖν εἰωθότων ἐψέλλιζον αἱ γλῶσσαι, πλὴν μαθήσονται, φησὶ, τὰ αὐτοῦ λαλεῖν καὶ τὰ εἰς εἰρήνην ἐρεύγεσθαι μᾶλλον, οὐκ ἀποφοιτοῦντες ἔτι πρὸς ἀπόνοιαν τὴν πρώτην, ὑποφέροντες δὲ μᾶλλον αὐτῷ τὸν τῆς διανοίας αὐχένα. Λαλεῖν δὲ εἰρήνην πρὸς τὸν Ἰησοῦν εἴ τις λέγει, Κύριος ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. <Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος Ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίαν ἐφ᾽ ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.
Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ᾽ Αἴγυπτον ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροί· μάτην κοπιάσουσι πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς, οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλ᾽ εἰς αἰσχύνην καὶ ὄνειδος.> Ταλανίζει πάλιν ὡς φιλαμαρτήμονας καὶ ἀποστάτας γεγονότας τοὺς ἐξ Ἰσραὴλ, πονηρούς τε ἄγαν καὶ πικρὰ βουλευομένους, οὐ διὰ Θεοῦ. Οὐ γάρ τοι θέμις μετὰ Θεοῦ βουλεύεσθαι, τοὺς ἐπί τινι τῶν φαύλων ὁμογνωμονεῖν ἐθέλοντας. Βουλεύσεται δὲ μετὰ Θεοῦ, καὶ χωρήσει πρὸς τὰ πρακτέα πᾶς εἴ τίς ἐστιν εὐσεβής τε καὶ ἀγαθὸς, καὶ δικαιοσύνης ἐραστής.
Γέγραπται γὰρ, ὅτι «Λογισμοὶ δικαίων κρίματα.» Καταιτιᾶται τοίνυν τὸν ἀπόκλητον Ἰσραὴλ, ὡς ἀπᾴδουσαν τῷ Θεῷ γνώμην εἰσενεγκάμενον ἐπὶ Χριστῷ. Διεσκέπτοντο μὲν γὰρ συνεδρεύοντες, καὶ δὴ καὶ ἔφασκον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἕτερος δέ τις τῶν τεταγμένων ἐν ἡγουμένοις, Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Σαφέστερον τοῦτο αὐτὸ διδάσκει λέγων ὁ Κύριος ἐν παραβολαῖς εὐαγγελικαῖς, ὅτι «Ὁ τὸν ἀμπελῶνα φυτεύσας οἰκοδεσπότης, ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους, ὥστε κομίσασθαι τοὺς καρποὺς, ἀπεκτόνασι δὲ τούτους οἱ γεωργοί.» Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἐκείνων δυσσεβείας γεγόνασιν ἐγκλήματα· ἀλλὰ γὰρ καὶ τὸν υἱὸν τεθεαμένοι μετὰ τοὺς οἰκέτας ἀπεσταλμένον παρὰ τοῦ πατρὸς, εἶπον, φησὶν, ἐν ἑαυτοῖς, «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ἀποστάται τοιγαροῦν οἱ τῶν οὕτω πικρῶν καὶ ἀνοσίων σκεμμάτων εἰσηγηταὶ, οἱ προστιθέντες ἁμαρτίαν ἐφ᾽ ἁμαρτίας· ἀπεκτόνασι γὰρ, ὡς ἔφην, προφήτας ἁγίους· εἶτα καὶ αὐτὸν μετ᾽ ἐκείνους τὸν κληρονόμον, τοῦτ᾽ ἔστι, τὸν υἱόν.
Ὅτι δὲ ἐκ πολλοῦ ἄνωθεν αὐτοῖς ἡ γνώμη πρὸς ἀπόστασιν βλέπει τὴν ἀπὸ Θεοῦ, πληροφορεῖν πειρᾶται λέγων· Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων, προσέῤῥιπτε διὰ μέσου τὸ, Ἐμὲ δὲ οὐκ ἐπερώτησαν. Ἡ δέ γε τῶν νοημάτων ἀκολουθία τοῦτον ἔχει τὸν τρόπον· Οὐαὶ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκέπην εὑράσθαι τὴν ἀπό γε τῶν Αἰγυπτίων. Περιηγγελμένου γὰρ αὐτοῖς πολέμου καὶ μάχης καὶ τοῦ βασιλέως Ἀσσυρίας κατὰ τῆς Ἰουδαίων χώρας ὅπλα κινήσαντος προδεδραμήκασιν Αἰγυπτίοις, καὶ τὴν παρ᾽ αὐτῶν ἐπικουρίαν ἐκάλουν, καίτοι δέον ἐκμειλίσσεσθαι Θεὸν, ἀποτρίβεσθαί τε ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς, τὰ ἐφ᾽ οἷς αὐτῷ προσκεκρούκασιν.
Ὅτι γὰρ τὴν παρ᾽ αὐτοῦ πλουτοῦντες εὐμένειαν, οὐκ ἂν ὑπηνέχθησαν τοῖς τῶν πολεμούντων ποσὶν, ἡ τῶν ἤδη φθασάντων πιστώσεται πεῖρα. Τίνα γὰρ οὐ νενικήκασι; τίνος οὐ κεκρατήκασι διὰ Θεοῦ; Ἀλλ᾽ οὐδὲν εἶναι καταλογιζόμενοι τὸ σώζεσθαι παρ᾽ αὐτοῦ, μᾶλλον δὲ τὸ μὴ δύνασθαι σώζειν τινὰς τῆς πανσθενοῦς καθορίζοντες δεξιᾶς τὰς ἐξ ἀνθρώπων ἐζήτουν ἐπικουρίας. Ἀλλ᾽ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς εἰς αἰσχύνην καὶ ὄνειδος. Εἰσὶ γὰρ ἐν Τάνει, φησὶν, ἀρχηγοὶ, ἄγγελοι πονηροί. Κατέβησαν γὰρ εἰς Αἴγυπτον οἱ ἐξ Ἰσραὴλ, ᾤοντό τε, καθάπερ ἔφην ἀρτίως, ἀρκέσειν αὐτοῖς τῶν ἐν Τάνει καθηγητῶν, ἤτοι βασιλέων, τὴν ἐπικουρίαν. Ἀλλ᾽ ἦλθον κἀκεῖσέ τινες ἀπαγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας πονηρὰ, καὶ δύσοιστα, κεχώρηκε γὰρ κατὰ τῶν Αἰγυπτίων ὁ Ἀσσύριος, μετά γε τὸν πρὸς Τυρίους πόλεμον. Μάτην οὖν ἄρα, φησὶν, οἳ ἐξ Ἰσραὴλ κοπιάσουσι κατατρέχοντες πρὸς λαὸν, ὃς κατ᾽ οὐδένα τρόπον αὐτοὺς ὀνῆσαι δυνήσεται. Ἔσται γὰρ αὐτοῖς οὔτε ἀποχρόντως ἔχων εἰς ἐπικουρίαν, οὔτε μὴν εἰς τὸ δύνασθαι τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν, ἀλλ᾽ εἰς αἰσχύνην, καὶ ὄνειδος. Ἕπεται γὰρ ἀεὶ τοῖς τὴν ἑαυτῶν καρδίαν ἀποστήσασι τῆς εἰς Θεὸν ἐλπίδος, τὸ πάντη τε καὶ πάντως παντὶ περιπίπτειν κακῷ. Καὶ ἀληθεύει λέγων ὁ μακάριος Δαβίδ· «Ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ᾽ ἄνθρωπον.
Ἐκρύεται δὲ καὶ παντὸς ἀπαλλάττει κακοῦ τοὺς ἀγαπῶντας αὐτὸν, καὶ αὐτῷ προσκεῖσθαι σπουδάζοντας.»
Η ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ. Ὡς τεθεαμένος τινὰ τῶν ἐσομένων κατὰ καιροὺς κατὰ τὴν τῶν Ἰουδαίων χώραν. Καὶ νῦν ἡμῖν ὁ προφήτης ποιεῖται τὴν ἀφήγησιν. Χρῆναι δέ φημι τῆς ἱστορίας ἡμᾶς διαμνημονεῦσαι πάλιν, ἐφ᾽ ᾗ γέγονεν ὁ λόγος αὐτῷ. Ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐνκάτοπτος τῶν προκειμένων ἡ δύναμις. Βασιλεύοντος τοίνυν τῆς Ἰουδαίων χώρας Ἰεχωνίου τοῦ Ἐλιακείμ· εἶτα πολὺ διανενευκότος τοῦ Ἰσραὴλ εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκειμένου· τε ἄγαν καὶ παροτρύνοντος ἐφ᾽ ἑαυτῷ τὸν τῶν ὅλων Θεόν· πλεῖστοι μὲν ὅσοι γεγόνασι πρὸς αὐτοὺς οἱ λόγοι διὰ φωνῆς Ἱερεμίου καλοῦντος εἰς μετάγνωσιν, συμβουλεύοντός τε καὶ μάλα εὐφρόνως, ἀποτρίψασθαι μὲν τὸν ἔκ τε τοῦ πεπλανῆσθαι μῶμον, μᾶλλον δὲ τῆς εἰς ἄκρον δυσσεβείας ἀποκρούσασθαι τὰ ἐγκλήματα μεταχωροῦντας ἐπὶ τὸ ἄμεινον, καὶ παλινδρομοῦντας εἰς ἀλήθειαν. Οἱ δὲ ἦσαν σκληροί τε καὶ ἀνουθέτητοι, καὶ τοὺς τῶν ἁγίων προφητῶν ἀποσειόμενοι λόγους, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον. Κατατεθηγμένος τοίνυν ἐπ᾽ αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, κατεξανέστησε τὸν Ναβουχοδονόσορ, ὃς εἷλέ τε τὴν Ἰουδαίαν, καὶ κατεμπρήσας τὰς ἐν αὐτῇ πόλεις τε καὶ κώμας προσκατέστησε τὸν Σεδεκίαν.
Ἀποσκιρτήσαντος δὲ καὶ αὐτοῦ, λελυπημένος ὁ Ἀσσύριος κατεστράτευσε πάλιν τῆς Ἱερουσαλήμ· καὶ δὴ καὶ ἑλὼν, καὶ αὐτὸν δὲ τὸν θεῖον κατεμπρήσας ναὸν, ὑπενόστησε εἰς τὴν ἑαυτοῦ.
Τότε δὴ οὖν οἱ περιλειφθέντες, καὶ σεσωσμένοι, καὶ διαφυγεῖν ἰσχύοντες τῶν Βαβυλωνιτῶν τὸ ξίφος πανοικεὶ κατέβαινον εἰς τὴν Αἴγυπτον· καίτοι Θεοῦ τοῦτο δρᾷν οὐκ ἐφιέντος αὐτοῖς, ἀλλ᾽ ἐναργέστατα λέγοντος διὰ φωνῆς Ἰερεμίου· Μὴ καταβαίνετε εἰς Αἴγυπτον. Ἐπειδὴ δὲ οὐδὲν ἧττον μεμενήκασιν ἀπειθεῖς, ἀπολώλασιν ἐν Αἰγύπτῳ. Εἷλε γὰρ καὶ αὐτὴν ὁ Ναβουχοδονόσορ, καὶ ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ἀνῄρηκε τοὺς Αἰγυπτίους. Ἡ μὲν οὖν τῆς ὁράσεως αἰτία καὶ πρόφασις αὕτη, καὶ οἷον ἡ πᾶσα περίστασις. Δεῖ δὲ, οἶμαι, καθ᾽ ἕκαστον ἡμᾶς διειπεῖν, ὡς ἔνι. <Ἐν τῇ θλίψει, καὶ τῇ στενοχωρίᾳ λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ᾽ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ᾽ εἰς αἰσχύνην, καὶ ὄνειδος. Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς; Ἀπάγγειλον αὐτοῖς, ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὔτη.> Κεκληροδότηκε μὲν τοῖς ἐξ αἵματος Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν ὁ θεσπέσιος Ἰησοῦς, ὁ τοῦ Ναυῆ δηλονότι. Φασὶ δὲ τὴν Ἰούδα μάλιστα φυλὴν τὰ πρὸς ἠῶ τε καὶ νότον τῆς Ἰουδαίων χώρας διαλαχεῖν, προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, διακομιζούσης τε τοὺς ἐθέλοντας εἰς τὴν Αἰγυπτίων.
Ἐν καιρῷ τοιγαροῦν τῆς θλίψεως καὶ τῆς στενοχωρίας, τοῦτ ἔστι, πολιορκοῦντος τοῦ Ναβουχοδονόσορ ἐγκειμένου τε καὶ καταθλίβοντος τὰς τῆς Ἰουδαίας πόλεις· λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν. Καὶ λέοντας μὲν ἴσως ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας, καὶ δυνατωτάτους, καὶ ἐν ἀσθενείαις ὄντας ταῖς κατὰ τῶν ἄλλων οὐ μικραῖς. Σκύμνους δὲ τάχα που τοὺς ἐξ αὐτῶν· ἀσπίδα δὲ καὶ ἀσπίδων ἔκγονα πάλιν ἑτέρους πικρούς τε καὶ ἰοβόλους, καὶ ἀκράτῳ πονηρίᾳ συντεθραμμένους.
Εἰ δὲ λέγοι, πετομένων, τῶν εὐπετῶς, καὶ ὀξέως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων χωρούντων νοήσεις. Πονηροί τε ἅπαντες καὶ πικροὶ λίαν ὁμολογουμένως οἱ τῆς εἰς Θεὸν ἀγάπης ἀποφοιτήσαντες, καὶ τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σὺ, καὶ λίθῳ· Σὺ ἐγέννησάς με· καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες· οὗτοι τοιγαροῦν ὑπὸ ὄνων τε καὶ καμήλων τὸν περιλειφθέντα αὐτοῖς ἀπεκόμιζον πλοῦτον πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ᾽ εἰς αἰσχύνην καὶ ὄνειδος. Ἀνόνητον γὰρ παντελῶς τὸ χρῆμα αὐτοῖς, καὶ ματαία γέγονεν ἡ παράκλησις, τοῦτ᾽ ἔστιν, ἣν ἐνόμιζον εἶναι παραμυθείαν αὐτοῖς. Συναπολώλασι γὰρ, ὡς ἔφην, τοῖς τῶν Αἰγυπτίων οἰκοῦσι χώραν, κατὰ κράτος καὶ αὐτὴν ἀνῃρηκότος τοῦ Ναβουχοδονόσορ. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, κἂν εἰ ὀργὴν ἐπάγοι τισίν. Πᾶσα μὲν γὰρ εἰκαία σκέψις αὐτοῖς. Διασώσει δὲ τὸ σύμπαν, οὐδὲν τοὺς καθ᾽ ὧν ἂν γένοιτο. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. <Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα.
Ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις· Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ᾽ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ᾽ ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ.> Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων γραφῆναι αὐτὰ ποιεῖσθαι προστέταχε, καὶ ἀποσημήνασθαι κελεύει. Συμβήσεται γὰρ, φησὶν, εἰς ἡμέρας καιρῶν· ἀξιωθήσεσθαι δὲ καὶ μνήμης αὐτὰ τῆς εἰς αἰῶνα. Καὶ ἀληθὴς ὁ λόγος. Ἔσται γὰρ ἀεὶ γνωρίσματα προφητῶν, καὶ μέχρις αὐτῆς συντελείας τοῦ παρόντος αἰῶνος. Ἀποσημῆναι δεῖ οὖν, φησὶ, καὶ γάρ εἰσι λαὸς ἀπειθής. Ἔσται δὴ τὸ χρῆμα πρὸς ὠφέλειαν αὐτοῖς. Εἰ γὰρ ἀπειθήσειαν τοῖς ἐσομένοις κατ᾽ ἐκεῖνο τοῦ καιροῦ προφήταις ἁγίοις ἐντραπήσεσθαι καὶ μάλα εἰκὸς αὐτοὺς τὸ προειρῆσθαι ταῦτα καὶ διὰ σοῦ. Ψευδεῖς δὲ αὐτοὺς ὀνομάζει καθάπερ ἐγῷμαι πάλιν διάτοι τὸ μὴ τηρῆσαι τῷ Θεῷ τὸ γνήσιον εἰς εὐσέβειαν, ψεύσασθαι δὲ τὴν ὑπόσχεσιν, ἣν πεποίηνται κατὰ καιροὺς τοὺς διὰ Μωσέως αὐτοῖς ὁρίζοντος νόμους ἐν τῷ ὄρει Σινᾷ τῶν πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Εὑρήσομεν γὰρ σαφῶς εἰρηκότας· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.
Παρεγγυῶντος τοιγαροῦν τοῦ νόμου καὶ λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·» παρ᾽ οὐδὲν πεποίηνται τὴν ἐντολήν· λελατρεύκασι γὰρ εἰδώλοις. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δέ που καὶ ὁ Δαβὶδ καί φησιν· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·» καὶ μὴν καὶ ὡς ἐκ προσώπου Χριστοῦ, «Υἱοὶ ἀλλότριοι, φησὶν, ἐψεύσαντό μοι.» Πρόφασις δὲ τῆς τοιᾶσδε νόσου γέγονεν αὐτοῖς τὸ μήτε τινὸς αἰδοῦς ἀξιοῦν τὸν νόμον, ἀτιμάζειν δὲ καὶ αὐτοὺς τοὺς τῶν ἁγίων προφητῶν λόγους. Καὶ τοῦτο διδάσκει λέγων· Οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις μὴ ἀπαγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁρόματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ταύτης ἡμᾶς ἀποστρέψατε τῆς ὁδοῦ, καὶ ἀφέλετε ἀφ᾽ ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Πολλοῖς μὲν γὰρ καὶ πλειστάκις ἁγίοις προφήταις ἐπεφύοντο πικροὶ, ταυτὶ βοῶντες καὶ λέγοντες οἱ ἐξ Ἰσραήλ.
Ἴδοι δ᾽ ἄν τις αὐτὸ καὶ μάλα ἐναργῶς, ὅτε παρακαλοῦντος Ἱερεμίου μὴ καταβαίνετε εἰς Αἴγυπτον, πρὸς ταῦτα ἔφησαν αὐτοὶ ψευδῆ, Οὐκ ἀπέστειλέ σε Κύριος, ἀλλ᾽ ἢ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, καὶ τὰ ἑξῆς. <Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ· διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα παρέστη τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὤστε μὴ εὑρεῖν ἐν αὐταῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς μικρὸν ὕδωρ.> Ὅτι πάντη τε καὶ πάντως εἰς παγχάλεπον αὐτοῖς ἐκβήσεται πέρας τὸ ἀπειθεῖν ἑλέσθαι ταῖς τῶν ἁγίων προφητῶν νουθεσίαις· ἐλπίδα τε ποιεῖσθαι τὸ ψεῦδος, καὶ τὸ εἰς νοῦν ἧκον ἀπερισκέπτως κρατύνειν ἐπιχειρεῖν, πειρᾶται διδάσκειν.
Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν ἐπετιμήσατε λόγοις, πλάνησιν αὐτοὺς ὀνομάζοντες, καὶ φάσκοντες ἀνοσίως· Ἀφέλετε ἀφ᾽ ἡμῶν τὸ λόγιον Κυρίου, ταύτῃτοι καὶ ὡς ἁλούσης πόλεως τεῖχος ἐπιπεσεῖται ἡμῖν ἡ ἁμαρτία αὕτη, καὶ τοῦτο παραχρῆμα, τοῦτ᾽ ἔστιν, οὐκ εἰς μακράν· πόλεως δέ φημι τῆς οὕτω συντετριμμένης, ὡς ἂν εἰ καὶ ἀγγεῖον ὀστράκινον εἰς λεπτὰ συνθράνοιτο, ὡς τῶν συνθραυσμάτων ἕκαστον ἀχρεῖον εἶναι παντελῶς, μηδένα δύνασθαι μήτε πῦρ ἐν αὐτῷ διακομίσαι ποι, μήτε μὴν ὕδατος βραχεῖαν σκεδᾶσθαι συλλογήν.
Αἰνίττεται δὲ διὰ τούτων, ὅτι τοσαύτη τοῖς ἀπειθήσασιν ἐν σκήψει δίκη καὶ ἐφαλεῖται συμφορὰ, ὡς εἰς ἐσχάτην αὐτοὺς κατακομίσαι ταλαιπωρίαν. Εὑρίσκεσθαι δὲ παντελῶς ἐν αὐτοῖς οὐδένα τὸν ἔξω μεμενηκότα τοῦ μὴ πρὸς λῆξιν ἐλάσαι κακῶν. <Οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτι ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις.> Τὴν ἁπασῶν ἐσχάτην αὐτοῖς ἐπαρτήσας δίκην, καὶ τοῖς τῶν ἐσομένων δείμασι προκαταπτοήσας χρησίμως δείκνυσιν εὐθὺς καὶ τῆς ἐπ᾽ αὐτῆς ὀργῆς τὴν αἰτίαν, καὶ τῆς σωτηρίας τὴν ὁδόν. Χρηστὸς γάρ ἐστι καὶ φιλάνθρωπος ὁ Δημιουργὸς, καὶ ὡς αὐτός πού φησι διὰ φωνῆς Ἰεζεχιὴλ, «Οὐ θέλει τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν.» Κολάζεται τοίνυν ὁ Ἰσραὴλ ὡς τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποδραμὼν, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προστεθειμένος, πλὴν ἐφίησιν ἑλομένῳ μετανοεῖν, ἔξω φέρεσθαι τοῦ κακοῦ. Ὅταν γὰρ, φησὶν, ὡς ἐξ ὁδοῦ φαύλης τε καὶ μιαρᾶς ἀποστρέψῃς τοῦ χρῆναί φημι τῇ κτήσει προσκυνεῖν, καὶ ξύλῳ καὶ λίθῳ προσάγειν τὸ σέβας, τότε σωθήσῃ, καὶ πρός γε τοῦτο μαθήσῃ λοιπὸν ὅποι ποτὲ ἦσθα φρενῶν, μᾶλλον δὲ ἀμαθίας πεποιθὼς ἐπὶ τοῖς ματαίοις. Εἰ γὰρ ἑαυτοῖς ἐπαρκεῖν οὐχ οἷοί τε, πῶς ἂν ἑτέροις χαρίσαιντο τὴν ἐπικουρίαν; Τί γὰρ εἴδωλον τὸ ἀδρανέστερον.
Εἰσὶ γὰρ ἄψυχος ὕλη, καὶ ἕτερον οὐδέν; οἱ τῶν πλανωμένων θεοί. <Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἐβούλεσθε ἀκούειν. ἀλλ᾽ εἴπατε· Ἐφ᾽ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε, καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πολλῶν, φεύξονται πολλοὶ, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾽ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.> Καίτοι γὰρ διὰ πείρας ἀνόνητον εὑρηκότες τὴν εἴς γέ φημι τοὺς νομισθέντας εἶναι θεοὺς ἐλπίδα, καὶ τὴν ἰσχὺν αὐτῶν ὁρῶντες ματαίαν, οὐδὲν ἧττον ἀπειθεῖς μεμενήκατε, φησίν. Ἀκούοντες γὰρ μὴ κατελθεῖν εἰς Αἴγυπτον, τιμῆσαι δὲ πίστει τὸν διασώζειν ὑπισχνούμενον, οὐκ ἠθέλετε ἀκούειν, ἀλλ᾽ εἴπατε, Ἐφ᾽ ἵππων φευξόμεθα, καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα. ᾨήθητε γὰρ, ὡς ἀπόχρη πρὸς σωτηρίαν ὑμῖν τὸ τῆς Ἰουδαίας ἀποδραμεῖν. Ἀλλὰ κοῦφοι, φησὶν, ἔσονται οἱ διώκοντες ὑμᾶς, τοῦτ᾽ ἕστι, πτηνοὶ καὶ ὀξεῖς, δεινοὶ δὲ οὕτω καὶ φοβεροὶ παρ᾽ ὑμῖν, καὶ εἰς τοῦτο δειλίας κατοιχήσεται τῶν ἀνηκόων ὁ νοῦς, ὡς ἑνὸς τῶν πολεμίων καὶ μόνον ἀναβοήσαντος τραπέσθαι χιλίους εἰς φυγήν.
Εἰ δὲ δὴ καὶ πέντε καταλήξειαν τῆς Ἰουδαίων φάλαγγος φεύξονται πολλοί· ἐπίσημον δὲ οὕτως ὑπομενοῦσι τὴν ταλαιπωρίαν, ὡς περίοπτον γενέσθαι, καὶ οὐδενὶ τὸ σύμπαν ἀγνοουμένην, ὁρωμένην δὲ οὕτως καθάπερ ἀμέλει καὶ ἱστὸν εἴ τις ἐπ᾽ ὄρους ἀναστήσειεν, ἢ καὶ σημαίαν ἐπὶ βουνοῦ. Σημαίαν δὲ καὶ ἱστόν φησιν εἶναι τὸ ἐν βουνοῖς, ἢ γηλόφοις ἐγειρόμενον ξύλον σημεῖα τινὰ φοροῦν, δι᾽ οὗ σημαίνουσι τοῖς στρατεύμασιν οἱ καθηγεῖσθαι λαχόντες, ἢ ὅτι νενικήκασι, καὶ τὰ τῆς μάχης αὐτοῖς εὖ ἔχει τυχὸν, ἤγουν ὅτι χρὴ συναγείρεσθαι πρὸς αὐτοὺς, ἵνα τι τῶν ἁγίων ἀκούσειαν. <Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς· καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ ποῦ καταλήψετε τὴν δόξαν ὑμῶν;> Ἐλπίδα πάλιν τετήρηκε τοῖς ἐξ Ἰσραήλ. Σέσωται γὰρ τὸ κατάλειμμα. Οὐ γὰρ ὁλόῤῥιζος, φησὶν, ὁ ἠγαπημένος οἰχήσεται πρὸς ἀπώλειαν, οὔτε μὴν ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, καθά φησιν ὁ μακάριος Δαβὶδ, ἀλλ᾽ ἔσται τὸ ὄνομα αὐτοῦ δεδοξασμένον καὶ ὑψηλὸν, ὅταν ὑμᾶς ἐλεήσῃ. Ἀλλ᾽ ἐρεῖς, ὅτι Καίτοι πῶς οὐκ ἦν ἀγαθοῦ τὸ μηδ᾽ ὅλως τὴν δίκην ἐπενεγκεῖν;
Ἀλλ᾽ ἐννοεῖν ἀκόλουθον, ὅτι πρὸς τὸ εἶναι χρηστὸς καὶ κριτής ἐστιν. Ἔργον δὲ τοῦ κρίνοντος ὀρθῶς τε καὶ ἀδεκάστως τὸ ἀναλόγως τοῖς ἑκάστου πταίσμασιν ἐπιμετρεῖν τὰς δίκας. Ἀγαθοῦ δὲ πάλιν τὸ καὶ ἡμέρῳ νεύματι μεταπλάττειν ἐπὶ τὸ ἄμεινον τοὺς κεκολασμένους. Ὑμεῖς δὲ, φησὶ, ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; Ἀντὶ δὲ τοῦ, καταλείψετε, τὸ, καταλειφθήσεται, φησίν. Ἀδιαφορεῖ γάρ ἐσθ᾽ ὅτε περὶ τὰς λέξεις ἡ θεόπνευστος Γραφή. Ὀνειδίζει τοιγαροῦν αὐτοῖς ὅτι τὴν ἑαυτῶν δόξαν τὸ εἶναι Θεοῦ καὶ λέγεσθαι, κλῆρος γὰρ ἦσαν αὐτοῦ, οὐδενὸς πεποίηνται λόγου. Καταλελοίπασι γὰρ αὐτὴν μεταπίπτοντες εἰς τὰ αἰσχίω, καὶ λατρεύσαντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀπειθοῦντες μὲν προφήταις ἁγίοις, ἀλογήσαντες δὲ καὶ αὐτῆς τῆς παρὰ Θεοῦ σωτηρίας, καὶ ψευδῆ, καὶ ἀνόητον ἐλπίδα τὴν ἐπ᾽ ἀνθρώποις τετιμηκότες. Καταβεβήκασι γὰρ, ὡς ἔφην, εἰς τὴν Αἰγυπτίων. <Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Ἐλεήσει σε· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου.> Δόξαν ὀνομάσας τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, διαδείκνυσιν ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν αὐτοῦ, προσερηρεῖσθαι δὲ μᾶλλον αὐτῷ διὰ τῆς εἰς πᾶν ὅτι οὖν εὐπειθείας καὶ ὑποταγῆς, πάντη τε καὶ πάντως ἀποφαίνει μακαρίους.
Ὅτι δὲ κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, πολλοὶ μεταγνώσονται τῶν ἐξ αἵματος Ἀβραὰμ, καὶ δικαιούμενοι διὰ πίστεως, καὶ ἁπάσης ἁμαρτίας ἀπηλλαγμένοι, τὸν διὰ τοῦ πνεύματος καταπλουτήσουσιν ἁγιασμὸν, διδάσκει λέγων, ὅτι Λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει. Κλαυθμῷ γὰρ ἔκλαυσε, φησὶν, Ἱερουσαλὴμ, Ἐλέησόν με. Ἐπειδὴ δὲ πρόθυμος εἰς φιλανθρωπίαν, ἑτοιμότατά τε κατοικτείρειν ὁ τῶν ὅλων Θεὸς εἰδὼς, Ἐλεήσει σε, φησὶν, ἔσται δὲ καὶ τῆς σῆς κατήκοος κραυγῆς· ἅμα τε γὰρ μετανοοῦντα τεθέανται, καὶ ἀμελητὶ κατένευσε τῆς ἀμνησικακίας τὴν χάριν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς γε τὸ δοκοῦν τῷ πάντων Δεσπότῃ, πάντες ἂν διεσώθησαν διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἐπειδὴ δὲ οὐ προσήκαντο τὸν Λυτρωτὴν, ταύτῃτοι δέδονται πρὸς ἀπώλειαν. Εἵλοντο γὰρ τοῦτο μᾶλλον αὐτοί. <Καὶ δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλὰνῶντάς σε, καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά.> Γέγονεν ἡμῖν εἰς δύναμιν ἄρτου ζωῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἔφη γὰρ ἐναργῶς· «Ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἀλλ᾽ ἔστω καὶ ὕδωρ, οὐκ αἰσθητόν τε καὶ ἔνυλον, θεῖον δὲ μᾶλλον καὶ νοητόν.
Κεχρημάτικε γοῦν ποταμὸς εἰρήνης, καὶ χείμαῤῥος τρυφῆς, καὶ τοῦτό φαμεν ψάλλοντος, καὶ λέγοντος τοῦ μακαρίου Δαβὶδ ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ τῶν ἐν πίστει δεδικαιωμένων· ὅτι »Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Ἄρτος οὖν ἄρα καὶ ὕδωρ τὸ ζωοποιὸν ὁ Χριστός· εὑρίσκεται δὲ σὺν ἱδρῶτι, καὶ πόνῳ. Τὰ γάρ τοι μεγάλα, καὶ ἐξαίρετα τῶν ἀγαθῶν, οὐ τοῖς ἀναπίπτουσι, καὶ τρυφῶσιν ἁλώσιμα γένοιτ᾽ ἂν, ἀλλ᾽ εἰ τοῖς εἰωθόσι παρ᾽ οὐδὲν ἡγεῖσθαι τοὺς ἐπ᾽ αὐτοῦ δὴ τούτῳ καὶ ἱδρῶτας καὶ πόνους οὕτως ἐζήτει τὸ Χριστοῦ μυστήριον ἀναμαθεῖν.
Καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ σκήνωμα τῷ Θεῷ Ἰακώβ.
Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.» Γεγέννηται γὰρ ἐν Βηθλεὲμ ὁ Ἐμμανουὴλ, ἥτις ἐστὶν Ἐφραθά. Ἐπαγγέλλεται τοίνυν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι πρὸς αὐτὸν ἄρτον διδόναι θλίψεως, καὶ ὕδωρ στενὸν, τοῦτ᾽ ἔστι, ζωὴν τὴν ἐν Χριστῷ χαριεῖσθαι καὶ γνῶσιν τὴν περὶ αὐτοῦ, ἣν ἅν τις συλλέξαιτο, καὶ τοῖς τῆς ἑαυτοῦ διανοίας ἐναποκλείσειε θησαυροῖς, οὐκ ἀναπίπτων εἰς τρυφὰς, οὐκ ἐξίτηλον ἔχων τοῦ βίου τὴν ἀγωγὴν, οὔτε μὴν τὴν πλατεῖαν καὶ εὐρύχωρον βαδίζων ὁδὸν, εἰσερχόμενος δὲ μᾶλλον διὰ τῆς στενῆς πύλης τῆς ἀποφερούσης εἰς ζωήν. Τοῦτον οὖν ἄρα, φησὶν, εἰ λάβοις τὸν ἄρτον, τότε γενήσῃ καὶ ἀσφαλὴς, οὐκ εὔκολος εἰς παραφορὰν, οὐδὲ τοῖς τῶν πλανώντων λόγοις ἑτοίμως συναρπαζόμενος. Ὄψει γὰρ αὐτοὺς, καὶ ἀκούσῃ τῶν λόγων αὐτῶν. Πάλαι μὲν γὰρ ἀπό γε τοῦ δύνασθαι μὴ διακρίνειν τὰ παρ᾽ αὐτῶν, ὁ ἐν ἴσῳ τεθεὶς τοῖς μηδὲ ὁρῶσιν ὅλως, μήτε μὴν ἀκούουσι τῶν λόγων τῶν εἰωθότων πλανᾷν· λαβὼν δὲ τὸν ἄρτον ὄψει δὴ πάντως αὐτοὺς, καὶ τίνες ἄρα τὴν ἕξιν εὖ μάλα συνήσεις· οἷα διαφέροντες ἁπλῶς, καὶ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· οὐ γὰρ ἦν διάκρισις τοῦ πεφυκότος ἀδικεῖν.
καὶ τοῦ μὴ τοιούτου, ἀλλ᾽ οἷον ἀπερισκέπτως πρὸς πᾶν ὁτιοῦν ἀπεκόμιζον τῶν ἁπάντων οἱ λόγοι. <Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα· λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.> Πρέποι ἂν, οἶμαι, καὶ τοῦτο κατορθοῦν, ἑλέσθαι τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ μὴν καὶ αὐτοῖς τοῖς ἐξ αἵματος Ἰσραήλ. Λυπεῖ δὲ οὐδὲν ἁρμόσαι λέγειν καὶ τοῖς ἐξ Ἑλληνικῆς ἰοῦσι πλάνης, τὸ, Δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε. Οἱ μὲν τάλανες Ἰουδαῖοι πονηροὺς ἐσχήκασι τοὺς καθηγητὰς, Γραμματέας δὴ λέγω, καὶ Φαρισαίους, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀποκομίζειν ἤθελον, ἐξιστάντες μὲν τῆς Μωσέως ἐντολῆς, ἀναπείθοντες δὲ προσέχειν διδασκαλίαις καὶ ἐντάλμασιν ἀνθρώπων. Κατεγινώσκετο δὲ πρὸς τούτοις ὁ Ἰσραὴλ, ὡς ἐκβεβηκὼς εἰς τοῦτο φρενοβλαβείας, ὡς καὶ ἀψύχοις εἰδώλοις ἑλέσθαι προσκυνεῖν. Ἑλλήνων δὲ παῖδες ἀνοσίους ἐσχήκασι διδασκάλους, οἳ ψυχικὴν καὶ δαιμονιώδη ἔχοντες σοφίαν, ἀναρίθμητον τῷ βίῳ δαιμονίων ὄχλον ἐκήρυξαν, καὶ προσκυνεῖν τῇ κτίσει, παρὰ τὸν κτίσαντα.
Λαβόντες δὴ οὖν τὸν ἄρτον τῆς ζωῆς καὶ τὸ ὕδωρ τὸ ζωοποιὸν, οὗτοί τε κἀκεῖνοι τῶν ἀρχαίων ἀπηλλάττοντο διδασκάλων, μᾶλλον δὲ τῶν πλανώντων αὐτοὺς, κατεγνωκότες δὲ τῆς ἀπάτης περιεῖλον τὰ εἴδωλα. Δεδικαίωνται γὰρ διὰ πίστεως, μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ Σατανᾷ καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοὺς πάλαι παρ᾽ αὐτοῖς νομισθέντας εἶναι ὑψηλοὺς, τοὺς ψευδωνύμους λέγω θεοὺς, καταμυσαττόμενοί τε καὶ φεύγοντες, ὡς ἂν καί τι τῶν ἄγαν ἐστυγημένων καὶ εἰς ἐσχάτην τελευτώντων ἀκαθαρσίαν. Κόπρου γὰρ καὶ ὕδατος ἀποκαθημένης, τί ἂν γένοιτο βδελυρώτερον; <Τότε ἔσται ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός. Καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον.
Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες καὶ οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ.> Ἐσχημάτισται μὲν ὡς ἀπό γε τῶν εἰωθότων γηπονεῖν ὁ λόγος, οἳ ἐπειδὰν ἀμφιλαφῆ τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταχεομένων ὑδάτων καταπλουτήσωσι τὴν φορὰν, τότε δὴ πάντως καὶ εὐκαρπίαν ἔχουσι πολλὴν, καὶ εἰς πλατύτητα ζωαρκῆ, καὶ αὐτὴν δὲ τοῖς κτήνεσι τὴν ἐξ ἀγροῦ κείρουσι πόαν· μεταπλάττεται δὲ πάλιν ἐκ τῶν αἰσθητῶν εἰς πνευματικὴν θεωρίαν τῶν προκειμένων ὁ νοῦς. Ἐπειδὰν γὰρ, φησὶ, τὸν ἄρτον τῆς θλίψεως καὶ τὸ ὕδωρ τὸ στενὸν δοθείη σοι παρὰ Θεοῦ, ὅταν ἴδῃς τοὺς πλανῶντάς σε, καὶ ἀποστήσῃς τὴν σεαυτοῦ διάνοιαν ἀπ᾽ αὐτῶν, ὅταν ἐξάρῃς τὰ εἴδωλα, καὶ τῆς ἀληθοῦς θεογνωσίας εἰσδέξῃ τὸν φωτισμὸν, τότε καὶ ἐν εὐκαρπίαις ἔσῃ πνευματικαῖς. Ἔσται γὰρ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. Ὑετὸν δὲ φησὶ τὴν διὰ τοῦ Πνεύματος νοητὴν παράκλησιν. ἣ τὰς τῶν σεβομένων Θεὸν καταπιαίνει καρδίας, καὶ μὴν καὶ εὐκάρπους ἀποτελεῖ. Ψάλλει μὲν γὰρ ὁ Δαβὶδ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· «Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου,» τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ὡς ἔφην, παράκλησιν.
Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐξ προσώπου Θεοῦ, περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀμπελών· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἔσται τοίνυν ὑετὸς, φησὶ, τῷ σπέρματι τῆς γῆς σου. Ἀλλὰ καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρὸς, τοῦτ᾽ ἔστιν, ὁ τῶν σῶν ἔργων καρπὸς εἰς ὄνησιν ἔσται. Τελεσφορηθήσεται γὰρ, καὶ πίων ἔσται καὶ πολύς. Μαλαχίας μὲν γὰρ ὁ προφήτης τοῖς ἀποστήσασι τῶν ἐξ Ἰσραὴλ προσεφώνει λέγων· «Διότι πλανῶν ἦν ὁ μόσχος σου Σαμάρεια, ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά.» Δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. Ἕτερος δὲ πάλιν τῶν ἁγίων ἐπιπλήττει τισὶ καί φησι· Καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης· διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον. Ἀτελεσφόρητος γὰρ ὁ τῶν ἀνοσίων καρπὸς, ἀνόνητοι δὲ καὶ οἱ πόνοι, καὶ τῶν ἐπιχειρημάτων ἡ ἔκβασις οὐδὲν ἔχει τὸ ὀνησιφόρον. Ἔτι καρποί γε μὴν οἱ θεοφιλεῖς, οἷς μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος ἐπεύχεται λέγων· «Ὁ δὲ Θεὸς τῆς δικαιοσύνης αὐξήσαι τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.»
Προσεπάγει δὲ τούτοις ὁ προφήτης, ὅτι καὶ τὰ κτήνη κατανεμηθήσονται τόπον πίονα καὶ εὐρύχωρον· κτήνη δὲ οἶμαι λέγειν αὐτὸν τάχα που τοὺς ὀλιγογνώμονας, καὶ ἀκεραιοτέρους, οἳ βραδεῖς μέν εἰσι τὴν διάνοιαν, κεκλημένοι δὲ ἅπαξ εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς πίστεως νοητὰς εὑρήσουσι τροφὰς, καὶ εἰς τόπον πίονα κατανεμηθήσονται, τοῦτ᾽ ἔστι, τὴν θεόπνευστον Γραφὴν, τὴν εὐρυχωρίαν ἀληθῶς. Πλατεῖα γὰρ καὶ πολλὴ καὶ τρέχουσα πρὸς εὐσέβειαν. Τοὺς δέ γε ταύρους, ἤτοι τοὺς βοῦς τοὺς ἐργαζομένους τὴν γῆν, φάγεσθαί φησιν ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ, τοῦτ᾽ ἔστιν, ἐν εὐτροφίαις ἔσονται πνευματικαῖς.
Καὶ τῶν στερεῶν ἀναπιμπλάμενοι μαθημάτων ἐργάσονται τὴν γῆν. Ταύρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τὸ θεῖον ἱερουργοῦντας κήρυγμα καὶ εὐαγγελιζομένους δυνάμει πολλῇ. Καὶ πιστώσεται εἰς τοῦτο πάλιν ἡμᾶς ὁ πάνσοφος Παῦλος, τὴν νομικὴν ἐντολὴν νοήσας πνευματικῶς. Ἔφη γὰρ, ὅτι «Γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα.» Προσεπάγει δὲ, «Μὴ τῶν βοῶν μέλλει τῷ Θεῷ;» Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Οὐκοῦν ὡς ἀπό γε τῆς ἀρίστης τῶν μόσχων τροφῆς διαμορφοῖ τὰ πνευματικὰ, καὶ νοεῖν ἐφίησιν, ὅτι τοῖς ἐξειλεγμένοις, καὶ οἷά τινα γῆν εὔκαρπον ἀποφαίνουσι τοὺς λατρεύοντας τῷ Χριστῷ, ἡ παγκαλής τε καὶ στερεὰ παρακείσεται τροφή. Ἔδει γὰρ, ἔδει τοὺς λαῶν ἡγουμένους προαναπελάσθαι τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, ἵνα ἔχοιεν ὠφελεῖν τοὺς ὑπεζευγμένους <Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι.> Καὶ τοῦτο συνήσεις πνευματικῶς. Βουνοὺς γὰρ καὶ ὄρη τοὺς ἁγίους εὐαγγελιστάς φησι καὶ ἀποστόλους, καὶ τοὺς ἄλλους δὲ ἅπαντας, οἳ μετ᾽ ἐκείνους γεγόνασι τῶν ἁγίων Ἐκκλησιῶν ἐπιμεληταὶ, καὶ τῶν θείων μυστηρίων ἱερουργοὶ, οἳ φρονοῦσι μὲν τῶν ἐπιγείων οὐδὲν, ὑψοῦ δὲ ὥσπερ ᾐρμένοι.
Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, τὸν θεῖον δὲ καὶ οὐράνιον ἐκ τῆς ἑαυτῶν διανοίας οἷά περ ἀπὸ πηγῆς ἀναβρύουσι λόγον, προκαταπλουτοῦντες ἄνωθεν αὐτοὶ τὴν χάριν. Δαψιλὲς δὲ τὸ ὕδωρ τοῦτο, πολλὰ γὰρ τὰ ὄρη, τοσοῦτοι δὲ καὶ οἱ βουνοὶ, καὶ νάμα τὸ ἐξ αὐτῶν γλυκὺ καὶ ἀμφιλαφὲς πανταχῆ.
Πλὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται, φησὶ, καὶ τοῦτο. Ἡμέραν δὲ ὀνομάζει πάλιν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρόν· καθ᾽ ὃν ἀνεδείχθησαν μὲν οἱ περὶ ὧν ὁ λόγος, ἀπολώλασι δὲ πολλοὶ καὶ καθῄρηνται πύργοι, τοῦτ᾽ ἔστιν, οἱ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Καίτοι γὰρ τῶν ἄλλων ἁπάντων ὑπερηγμένοι διά τοι τῆς ἱερωσύνης τὴν δόξαν, καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα, δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ τὸν ἀποφήναντα αὐτοὺς ὑψηλοὺς ἀπεκτόνασι, καὶ πρός γε τούτῳ πεπλανήκασι τοὺς ὑπὸ χεῖρα λαούς. Πεπτώκασι δὲ καὶ ἕτεροι πύργοι, τὰ τῶν ἀνοσίων πνευμάτων ὑπέροπτα στίφη. <Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.> Βούλονταί τινες τῶν ἐξηγητῶν τὴν τῶν προκειμένων διάνοιαν ἀποφέρεσθαι δεῖν ἐπὶ τὸν τῆς συντελείας τοῦ αἰῶνος καιρόν. Τότε γὰρ, φασὶν, ἐν προσθήκῃ φωτὸς, καὶ αὐτὰ γενήσονται τὰ στοιχεῖα, τὰ φωτίζειν πεφυκότα. Ἀλλ᾽ εὑρήσομεν τὸ Γράμμα λέγον τὸ ἱερὸν, ὅτι «Σκοτισθήσεται μὲν ὁ ἥλιος τὸ τηνικάδε, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.» Πεσοῦνται δὲ καὶ τὰ ἄστρα ὡς πίπτει φύλλα ἀπὸ συκῆς. Παρέντες δὴ οὖν τὸ οὕτω χρῆναι νοεῖν, μᾶλλον ἐκεῖνο φαμέν. Οὐ γὰρ ὅτι τοῖς στοιχείοις προσθήκη φωτὸς ἔσται, φησί.
Σελήνην δὲ μᾶλλον ὀνομάζει τοὺς ἐν φωτὶ τῷ τῆς σελήνης διατρίβοντας, καὶ οἷον νόθως τε καὶ μετρίως κατηυγασμένους. Οὗτοι δ᾽ ἂν εἶεν οἱ κατ᾽ ἄνθρωπον ἐμφύτῳ τε καὶ τῇ ἐν ἡμῖν φρονήσει μόνῃ διαζῇν εἰωθότες, οὔπω γε μὴν τὸν ἄνωθεν καταπλουτήσαντες φωτισμὸν, ὁποῖοί τινες εἰσὶν οἱ οὔπω τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνωκότες, ἀλλ᾽ ὡς ἐν νυκτὶ μένοντες, πλὴν μετρίαν ἔχοντες αὐγὴν, ἣν κατεβάλετο τῇ ἀνθρώπου φύσει Θεὸς, ἐξ αὐτῆς τῆς κατασκευῆς. Οὗτοι τὸ τῆς ἀληθοῦς θεογνωσίας δεξάμενοι φῶς, οὐχ ὡς ἐν νυκτὶ μένουσιν ἔτι βραχύ τε καὶ σεληναῖον ἔχοντες φῶς, ἀλλ᾽ ὡς ἐν ἡμέρᾳ λοιπὸν ἀκτῖνα βλέποντες τὴν ἡλιακήν. Οἱ δέ γε ὄντες ὡς ἐν ἡμέρᾳ καὶ οἷον ἡλίῳ καταλαμπόμενοι, διά γε τοῦ τὸν φύσει Θεὸν εἰδέναι, πολλαπλασίονα τὸν ἐπὶ τούτῳ λήψονται φωτισμόν. Τοιοῦτοί τινες ἦσαν οἱ νομοΐστορες, ἔχοντες μὲν ὥσπερ εἰς νοῦν ἡλιακῆς ἀκτῖνος ἀπαύγασμα, κατά γέ φημι τὸ εἰδέναι τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὔπω γεμὴν συνίεσαν ἀκριβῶς τὸν νόμον.
Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ, προκοπτούσης αὐτοῖς τῆς γνώσεως ἐπὶ τὸ ἄμεινον, καὶ θεωρουμένου λοιπὸν τοῦ νόμου πνευματικῶς, μονονουχὶ καὶ ἑπταπλάσιον ἔσται τὸ ὃν ἐν αὐτοῖς τοῦ ἡλίου φῶς. Ἥλιος γὰρ δικαιοσύνης, ὁ τῶν ὅλων Θεὸς καὶ ὑπάρχων, καὶ νοούμενος, καὶ αὐτὸς ὢν ἡ πᾶσα σοφία. Ἔλαμψε δὲ διὰ τοῦ νόμου τοῖς ἐξ Ἰσραήλ. Ἐξεκόμισε γὰρ ὡς ἐξ ἀχλύος ἀρχαίας τῆς ἐν Αἰγύπτῳ πλάνης. Νοῆσαί τε καὶ ὁμολογεῖν παρεσκεύασεν ὅτι δὴ μόνος αὐτὸς εἴη ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος. Ἀλλ᾽ ἔσται ταῦτα, φησὶν, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πλάνης σου ἰάσεται. Συντετριμμένους γὰρ ἡμᾶς, καὶ ἐν ὀδύνῃ πληγῆς ὄντας· ἐπῄρτητο γὰρ ὁ τοῦ κολάζεσθαι φόβος Ἕλλησί τε καὶ Ἰουδαίοις· ἰάσεται Χριστός. Ἦμεν δὲ τρόπον τινὰ παρειμένοι τὸν νοῦν, καὶ ἀδρανῆ, καὶ ἔκλυτον εἰς τὰ τῆς δικαιοσύνης ἔργα τὴν διάνοιαν ἔχοντες.
Ἀλλ᾽ οὐ μεμενήκαμεν ἐν τούτοις. Ἐχαρίσατο γὰρ τὴν ἄκεσιν ὁ τῶν ὅλων Θεὸς, ἀπέφηνε δὲ καὶ νόσου τῆς ἀρχαίας ἀπηλλαγμένους καὶ εὐσθενεστάτους ἄγαν, εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων καὶ πίστει τῇ εἰς Χριστὸν δεδικαιωμένους· δι᾽ οὗ καὶ μεθ᾽ οὖ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.