Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Γ', Τόμος Δ'

Το ιστορικό πλαίσιο της πολιορκίας του Σενναχειρείμ, η προσευχή και η θαυματουργική ίαση του Εζεκία, και η προφητεία για την Βαβυλώνια αιχμαλωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 27

ΤΟΜΟΣ Δʹ. <Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεχίου, ἀνέβη Σεναχειρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχῆς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεχίαν, μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.> Ἐναργὴς μὲν ἅπασι τοῖς φιλομαθεστέροις τῆς ἱστορίας ὁ λόγος· ἐρῶ δ᾽ οὖν ὅμως βραχυλογήσας ὡς ἕνι. Βασιλεύοντος τοῦ Ἄχαζ ἐν τοῖς Ἱεροσολύμοις, εἶτα Φακεὲ τοῦ Ῥωμελίου, καὶ τοῦ Ῥαασσὼν τοῦ βασιλέως Συρίας ἐκπολιορκούντων τὴν Ἰουδαίαν, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις ἐπαφεῖναι τὴν χεῖρα βουλευσαμένων, ἀτονήσας πρὸς ἀντίστασιν ὁ μνημονευθεὶς, πρεσβείαν ἐστέλλετο, καὶ δὴ καὶ ἐκάλει πρὸς ἐπικουρίαν τὸν Θεγλαφαλλασὰρ Ἀσσυρίων βασιλέα, καὶ δώροις αὐτὸν ἀναπείθει πολλοῖς ἐπαμῦναί τέ οἱ, καὶ τὰς τῶν ἐπ᾽ αὐτὸν συμπεφωνηκότων βασιλέων, τοῦ τε τῆς Σαμαρείας φημὶ, καὶ τοῦ τῆς Συρίας ἀνακόψαι πλεονεξίας. Οὗ δὴ γεγονότος, διολώλασι μὲν οἱ πολεμοῦντες αὐτῷ. Εἷλε γὰρ τήν τε Δαμασκὸν, καὶ τὴν Συρίαν ὁ Ἀσσύριος, γέγονε δὲ ὑπὸ χεῖρα τὴν αὐτοῦ, καὶ ὑπὸ δασμὸν καὶ τέλη λοιπὸν ὁ Ἄχαζ. Ἦν δὲ τῶν ὅτι μάλιστα φαυλοτάτων. Εἰδωλολάτρης τε γὰρ καὶ θεομισὴς καὶ τοὺς ἄλλους τάχα που νενικηκὼς ἅπαντας ταῖς κατὰ τοῦ Θεοῦ δυστροπίαις.

Καταλύσαντος δὲ τὸν ἀνθρώπινον βίον τοῦ Ἄχαζ, βεβασίλευκεν ἀντ᾽ αὐτοῦ Ἐζεχίας, υἱὸς μὲν ὢν αὐτοῦ, πλὴν ἀνὴρ θεοφιλὴς, καὶ τῆς ἀνωτάτω δικαιοσύνης καὶ εὐσεβείας ἀνημμένος τὰ αὐχήματα. Οὗτος ἠθέτησεν, φησὶ, ἐν τῷ βασιλεῖ Ἀσσυρίων. Οὐ γὰρ ἠνέσχετο τὴν ἑαυτοῦ βασιλείαν ὑπὸ δασμοὺς ἐᾶσαι γενέσθαι, καθάπερ ἀμέλει καὶ Ἄχαζ. Ταύτης ἕνεκα τῆς αἰτίας ὁ Σεναχειρεὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ὡς ὀφείλων ἔχειν ὑπὸ δασμοὺς τήν τε Ἰουδαίαν ἅπασαν, καὶ αὐτήν τε τὴν παρ᾽ αὐτοῖς βασιλείαν, ἀνεκαίετο μὲν εἰς ὀργὰς, καταδῃώσας δὲ τὴν Σαμάρειαν καὶ ταῖς κατὰ τὴν Ἰουδαίαν πόλεσιν ἐπηφίει τὴν στρατιὰν, ἑλὼν δὲ πολλὰς, ἐπ᾽ αὐτὰ λοιπὸν τὰ Ἱεροσόλυμα πέμπει τὸν Ῥαψάκην, οὐχ ὅπλα τέως κινήσοντα πολέμου νόμῳ, ἀπειλαῖς δὲ μᾶλλον, καὶ ὑποσχέσεσι ταῖς εἰς ἡμερότητα δελεάσοντα τὸ δημοτικόν. <Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης· Εἴπατε Ἐζεχίᾳ· Τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων· Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται;

Καὶ νῦν ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην, τὴν κεκλασμένην ταύτην ἐπ᾽ Αἴγυπτον, ὃς ἂν ἐπ᾽ αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. Οὗτός ἐστι Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ.> Κεκλεισμένων δηλονότι τῶν πυλῶν, καὶ τοῖς τείχεσιν ἐφεστηκότος δήμου πάντως που τοῦ μαχιμωτάτου, τὴν τῶν πρεσβειῶν ἀποτελοῦντος χρείαν, ἐξῄεσαν πρὸς Ῥαψάκην οἱ ἀπόλεκτοι τοῦ βασιλέως, καὶ προὔχοντες ἐν ἱερουργοῖς. Ὁ δὲ Περσικῆς ὠμότητος ὢν, ἔχων δὲ στόμα λαλοῦν μεγάλα, κατὰ τὸ γεγραμμένον, τῆς τοῦ Θεοῦ δόξης κατεθρασύνετο. Καὶ ψιλῇ μὲν κλήσει τὸν Ἐζεχίαν ὀνομάζει, οὐ προστεθεικὼς βασιλέα· οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶ τῶν ἐν τοιαύταις ὑπεροχαῖς πρεπωδέστατα. Τὸν δέ γε τῶν Ἀσσυρίων βασιλέα, οὐχ ἁπλῶς αὐτὸ δὴ τοῦτό φησιν, ἀλλὰ καὶ μέγαν ἀποκαλεῖ. Φησὶ δὲ ὅτι, Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Ἐπειδὴ γὰρ Ἰουδαῖοι τὸν διὰ Μωσέως νόμον ἔχοντες σοφώτεροι τῶν ἄλλων ἐθνῶν ἐνομίζοντο· καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι· καταφέρει πρὸς τὸ μηδὲν ὁ Ῥαψάκης τὸ ἐπὶ τούτῳ καύχημα πολέμου, καὶ μάχης ἐνεστηκότων ἀνόνητον παντελῶς ἔσεσθαι λέγων εἰς ἐπικουρίαν αὐτοῖς, καὶ τὸ ἐν εἰδήσει νόμων, καὶ τὸ συνετὸν καὶ μόναις βουλαῖς, καὶ αὐτὸ δὴ τὸ ἐν λόγοις οἱονεί πως ἐντριβές.

Ἐπειδὴ δέ τινες τῶν βεβασιλευκότων τῆς Ἰουδαίας εἰς ἐπικουρίαν κεκλήκασι τῶν Αἰγυπτίων τὴν χεῖρα, καίτοι τοῦτο δρῶντες ἐκτόπως, ᾠήθη καὶ νῦν ὁ Ἀσσύριος, οὐκ ἐπὶ Θεῷ μᾶλλον πεποιθέναι τὸν Ἐζεχίαν, ἀλλ᾽ ἑτέροις τισὶ, μᾶλλον δὲ τοῖς τῶν Αἰγυπτίων ἔχουσι τὴν γῆν. Ταύτῃ τοι καλαμίνην αὐτὴν ὀνομάζει ῥάβδον. Σαθρὰ γάρ πως, φησὶ, καὶ εὐδιάκλαστος ἀεὶ, ἡ ἐπ᾽ ἐκείνοις ἐλπὶς, καὶ ἀδικοῦσα μᾶλλον, ἢ ὠφελεῖν ἰσχύουσα τοὺς κεχρημένους αὐτῇ· καθάπερ ἀμέλει καὶ καλαμίνη ῥάβδος, ᾗ εἴπερ τις ἐπαναπαύσεται συνθραύσει μὲν πάντως αὐτὴν, ἡ δὲ ἀδικήσει τὸν ἐπ᾽ αὐτῆς θαρσήσαντα. <Εἰ δὲ λέγετε· Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός;> Ἀθυροστομεῖ πάλιν, καὶ τὸ κέρας εἰς ὕψος ἐπαίρει, καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ δὴ, φησὶν, ἐπ᾽ αὐτῷ πεποίθατε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ᾽ ἔστιν, ἐξοπλίσασθε, καὶ στῆτε πρὸς μάχην.

Ἐγὼ δὲ προσθήσω, καὶ ἵππους ὑμῖν δισχιλίας, καὶ ἀρκέσει τοῦτο, φησὶ, πρὸς πίστιν, ὅτι περιγενήσεσθε τῆς Ἀσσυρίων χειρὸς ἐὰν εὕρητε τοὺς ἀναβησομένους ἢ καὶ εἰδότας ὅλως ἱππεύειν ἐν μάχαις. Εἶτα πῶς οὐδὲ τοῦτο πληροῦν δυνάμενοι περιγενήσεσθε τοπάρχου ἑνός; Καταδιῄρηται γὰρ ἡ τῶν Ἀσσυρίων ἀρχὴ, καὶ βασιλέας ὑποβεβηκότας ἔχει τοῦ πάντων μείζονος οἳ καὶ ὠνομάζοντο τοπάρχαι. <Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾽ Αἰγυπτίοις, εἰς ἵππον, καὶ ἀναβάτην. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν.

Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ ἄνελαι αὐτήν.> Ἀποκείρει παντελῶς τὴν ἐπ᾽ Αἰγυπτίοις ἐλπίδα, μονονουχὶ καὶ ἐν οἰκέταις ἤδη τετάχθαι λέγων τοὺς ἐπ᾽ αὐτῇ πεποιθότας. Ἁλώσονται γὰρ, φησὶν, εὐκόλως ἵππῳ τε καὶ ἀναβάτῃ τεθαῤῥηκότες. Εἶτα πικρόν τι καὶ ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ δυστροπίας ἀποφθέγγεται, οὐκ ἄνευ Κυρίου διαβεβαιούμενος τὴν κατὰ τῆς Ἰουδαίας αἴρεσθαι μάχην. Εἰ γὰρ δὴ, φησὶ, καθάπερ αὐτοί φατε, μέγας τε καὶ ἀλκιμώτατος ὁ παρ᾽ ὑμῖν ἐστι Θεὸς, καὶ ὑπεραθλεῖ τῆς χώρας, πῶς ἀνέβημεν ἐπ᾽ αὐτήν; Εἰ μὲν γὰρ πεπλεονεκτήκαμεν τὴν τοῦ ἐπαμύναντος ἰσχὺν, οὐ μέγας ἐστὶ, μᾶλλον δὲ βραχύς τε καὶ ἄναλκις. Εἰ δὲ μέγας καὶ δυνατὸς, οὐ κεκωλύμεθα καταδῃοῦν θέλοντες τὴν Ἰουδαίαν· οὐκ ἀνέβημεν ἐπ᾽ αὐτὴν ἄνευ Κυρίου. <Καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ ὁ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστὶ, ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; Καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς· Μὴ πρὸς τὸν Κύριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους;

Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι καὶ ἅμα;> Εὐκαταπτόητον ἀεί πώς ἐστι τὸ δημοτικὸν, καὶ πολὺ λίαν ἕτοιμον εἰς ὀλιγωρίαν ἐνεστηκότος μάλιστα πολέμου, καὶ σφαγῆς ἔσεσθαι προσδοκωμένης, ἐμπρησμῶν τε τῶν ἀνὰ τὴν πόλιν. Ταύτῃ τοι καὶ μάλα ἐμφρόνως οἱ τῷ Ῥαψάκῃ προσδιαλεγόμενοί φασι, μὴ δεῖν χρῆναι λαλεῖν αὐτὸν Ἰουδαϊστὶ, κεχρῆσθαι δὲ μᾶλλον τῇ Σύρων φωνῇ. Οὐ γὰρ ἤθελον βαρβαρικῆς ἀπονοίας γέμοντας λόγους ἐνίεσθαι παρ᾽ αὐτοῦ ταῖς τῶν δημοτῶν ἀκοαῖς, καίτοι παροτρύνοντος αὐτοὺς εἰς ἀλκὴν τοῦ βασιλέως Ἐζεχίου, καὶ φάσκοντος ἐναργῶς ὅτι Κύριος μετ᾽ αὐτῶν, καὶ ὅτι τοῖς μὲν ἐπὶ Θεῷ πεποιθόσιν ἀκράδαντος ἐλπὶς, εὐκατάσειστα δὲ τὰ ἀνθρώπινα, καὶ οὐδὲν ὅλως ὡς πρός γέ φημι τὴν τούτου δύναμιν. Ἀλλὰ συνίησιν ὁ Ῥαψάκης, καὶ τὴν αἰτίαν οὐκ ἀγνοεῖ τοῦ κεκωλύσθαι λαλεῖν Ἰουδαϊστί. Ταύτῃ τοί φησιν ὡς οὐ πρὸς αὐτοὺς, οὔτε μὴν πρὸς τὸν βασιλέα σκοπὸς αὐτῷ γέγονε τῆς ὁδοῦ, ἀλλ᾽ ἵνα μᾶλλον τοῖς ἐν τῷ τείχει προσδιαλέγηται.

Ὑβρίζει δὲ πάλιν, καὶ τοὺς ἐξ ἀκαθάρτου καρδίας ἐρεύγεται λόγους, φάσκων, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπικάθηνται τῷ τείχει τηροῦντες τὴν πόλιν, ἵνα λιμώττοντες, ἐν ἐνδείᾳ τε γεγονότες ἄρτου τε καὶ ὕδατος εἰς τοῦτο κατενεχθεῖεν ἀνάγκης, ὡς τὰ εἰσάπαν ἀπηχθημένα καὶ αὐτοῖς τάχα που κυσὶ τροφὴν ποιήσασθαι καὶ πότον. <Καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν· Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως τῶν Ἀσσυρίων.

Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεχίας, ὅτι Ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Μὴ ἀκούετε Ἐζεχίου. Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκὰς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπελώνων.> Μεθίστησι τοὺς λόγους ἐπ᾽ αὐτοὺς ἤδη τοὺς ταῖς ἐπάλξεσιν ἐνιζήσαντας, καὶ τοῖς ἐθέλουσιν ἐκπολιορκεῖν ἀντιφέρεσθαι προτεθυμημένους· ἄνω τε καὶ κάτω βασιλέα μέγαν ἀποκαλεῖ τὸν Ἀσσύριον, καὶ κατασμικρύνει μὲν ἐλπίδα τὴν ἐπὶ Θεῷ, ψεύστην δὲ ἀποκαλεῖ τὸν Ἐζεχίαν, καὶ ἀπατεῶνα, λέγοντα χρῆναι μᾶλλον ἐπανακεῖσθαι Θεῷ, δεδιέναι δὲ κατ᾽ οὐδένα τρόπον ἐπαμύνοντος αὐτοῦ τὰς ἐξ ἀνθρώπων ἐφόδους. Εἶτα ἐπαγγέλλεται τοῖς αὐτομολοῦσιν ἐπ᾽ αὐτὸν, ὡς ἔσονται μὲν ἐν τοῖς ἑαυτῶν μέχρι καιροῦ.

Τοῦτο γὰρ τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς. Ἀπολαύσουσι δὲ τῶν ἰδίων ἀγρῶν, καὶ καταλειαίνει ὥσπερ τῆς αἰχμαλωσίας τὸ δεῖμα, καὶ τὸ τραχὺ τοῦ πράγματος ἀπατηλοῖς κατακρύπτει λόγοις, προστιθεὶς τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς εἰς τὴν γῆν ὡς ἡ γῆ ὑμῶν. Παρεικάζει γὰρ τὴν Ἀσσυρίων τῇ τῶν Ἰουδαίων γῇ, μονονουχὶ λέγων· Καὶ τὴν Ἰουδαίαν ἀφέντες κἂν γένησθε παρ᾽ ἡμῖν οὐδὲν ἧττον τὴν ἑαυτῶν εὑρήσετε.

Γῆ γάρ ἐστι σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπελώνων, ἡ Περσῶν τε καὶ Ἀσσυρίων. <Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτῶν χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουΐμ;

Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδὲν ἀποκριθῆναι.> Βαρβαρίζει πάλιν τῇ γνώμῃ Ῥαψάκης, καὶ τοῖς κατὰ Θεοῦ λόγοις ἐμβαρύνεται, καὶ μέγα πεφρόνηκε Ἀσσυρίων πλείστας μὲν ὅσας ἑλόντος πόλεις τῶν ἐθνῶν, σεσωσμένης δὲ οὐδεμιᾶς ὑπὸ τῶν ἐν αὐτῇ ψευδωνύμων θεῶν, ἀλλ᾽ ἠγνόησεν ὅτι ξύλα μὲν ἦσαν ἐκεῖνοι, καὶ λίθοι, καὶ ἀνθρωπείας χειρὸς φιλοτέχνημα, καὶ ἔτερον οὐδέν. Ὁ δέ γε τῆς Ἰουδαίας Θεὸς, μᾶλλον δὲ ὁ τοῦ κόσμου παντὸς, ἔστι Θεὸς ζῶν καὶ ἀληθινὸς, οὐ πρόσφατος πεποιημένος, ποιητὴς δὲ μᾶλλον καὶ αὐτῶν αἰώνων, καὶ δημιουργὸς τῶν ὅλων, καὶ τῶν δυνάμεων Κύριος. Οἴεται δὴ οὖν ὁ Ῥαψάκης ἐναργεστάτην ἀπόδειξιν τοῖς Ἰουδαίοις ἔσεσθαι, τοῦ ὅτι πάντη τε καὶ πάντως ἁλώσονται, κἂν ἐπικουρήσῃ αὐτοῖς Θεὸς ὁ μέγας, τὸ μηδένα τῶν παρ᾽ Ἕλλησι θεῶν ἀνασῶσαι δύνασθαι πόλιν, ἤτοι χώραν ἐν ᾗ καὶ ἐτετίμητο. Διὰ τοῦτό φησι· Ποῦ ὁ Θεὸς Ἐμὰθ, καὶ Ἀρφάθ; Προσεπάγει δὲ τὸ, ὅτι Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου;

Ἀλλ᾽, Ὦ τρισάθλιε, φαίην ἂν, δαμάλεσι καὶ αὐτοὶ προσκεκυνήκασι ταῖς χρυσαῖς, ἥλω τε ἡ χώρα Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, εἰ μηδεὶς τῶν παρ᾽ Ἕλλησι θεῶν σέσωκε τὴν ἑαυτοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν τὸν ἀληθῶς, καὶ φύσει, καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης διέλαχον, τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον. Ὁ δὲ κατεξουσιάζει τῶν ὅλων, καὶ ἄμαχον ἔχει τὴν χεῖρα, τῶν δυνάμεων ὑπάρχων Κύριος. Ἀποκρίνεται δὲ οὐδεὶς τῷ Ῥαψάκῃ, σιωπᾷν ἐπιτάττοντος τοῦ βασιλέως, καὶ μάλα ἐμφρόνως. Ἀπαιδεύτοις δὲ λόγοις, καὶ φρονήματι βαρβαρικῷ, καὶ ταῖς κατὰ Θεοῦ γλωσσαλγίαις ἐπιδακρύειν μᾶλλον, ἢ ἀντεξάγειν ἐχρῆν.

Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ μακάριος Δαβίδ· «Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν.» <Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεχίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεχίαν, ἔσχισε τὰ ἱμάτια, καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.> Ἐπὶ ταῖς Ῥαψάκου μεγαληγορίαις, καὶ ταῖς ἀχαλίνοις περὶ τοῦ Θεοῦ γλωσσαλγίαις περιῤῥήγνυνται τοὺς χιτῶνας οἱ πρὸς αὐτὸν ἐσταλμένοι, καὶ ἀπαγγέλλουσι μὲν τῷ βασιλεῖ τὰ ἐκ τῆς Περσικῆς ἀπονοίας ἐκτόπως ἀνηγορευμένα. Ὁ δὲ κατεῤῥήγνυ τὴν ἐσθῆτα, καὶ μετημφιέσατο σάκκον, τοῦτ᾽ ἔστιν, ἱμάτιον πενθικὸν, καὶ ἀνέβη, φησὶν, εἰς τὸν οἶκον Κυρίου.

Καὶ ποία τις ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις τοῦτο δρᾷν. Καὶ γοῦν παραδέδοται μὲν ὁ Σωτὴρ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς, καὶ ὁ τοῦ κόσμου κριτὴς ἐκρίνετο παρ᾽ αὐτοῖς. Ἀλλ᾽ ἐσιώπα, ταῖς τῶν ψευδηγορούντων φωναῖς οὐκ ἀποκρινόμενος.

Εἶτά φησι πρὸς αὐτὸν ὁ ἀρχιερεύς· «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, Ἀπ᾽ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων· Ἐβλασφήμησεν.» Ἔφη δὲ καὶ δι᾽ ἑνὸς τῶν προφητῶν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» ᾬοντο γὰρ ἴσως εὐσεβεῖν, καὶ ταῖς ἀνωτάτω τιμαῖς κατευφραίνειν Θεὸν, ἐπὶ ταῖς κατ᾽ αὐτοῦ δυσφημίαις τοὺς χιτῶνας κατασχίζοντες, κἂν εἰ μηδένα ποιοῖντο λόγον τῶν διὰ Μωσέως τεθεσπισμένων.

Σάκκον μέν γε ἤτοι περίβλημα πενθικὸν περιτέθειται μὲν Ἐζεχίας, ἄνεισι δὲ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ μάλα εἰκότως. Πενθεῖν γὰρ ἀκόλουθον, κλαίειν δὲ καὶ κατατρύχεσθαι τοὺς ἐν ἀκμαῖς ὄντας κακῶν, καὶ σωτηρίας ἐλπίδα ποιεῖσθαι Θεὸν, αὐτῷ τε προσκαθῆσθαι, καὶ θαμίζειν ἐν ἁγίοις τόποις, ἔνθα μάλιστα πρεπωδέστερον τὰς πρὸς αὐτὸν ἱκετείας ποιοῖτ᾽ ἄ τις. <Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκον πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην, καὶ εἶπαν αὐτῷ· Τάδε λέγει Ἐζεχίας· Ἡμέρα θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Εἴ πως εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων.> Τοὺς προὔχοντας ἐν ἱερωσύνῃ καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐκ νόμου κατεστεμμένους ὁμοῦ τοῖς ἄλλοις, οὐκ ἂν ἐσθήμασιν ὄντας ἱεροῖς, καὶ τοῖς τῇ λειτουργίᾳ πρεπωδεστέροις· ἐν σάκκοις δὲ μᾶλλον, ἤτοι πενθικοῖς περιβλήμασι κατημφιεσμένους ἰέναι προστέταχε πρὸς τὸν μακάριον προφήτην Ἡσαΐαν, ἀπαγγεῖλαί τε ὅτι θλίψεως αὐτοῖς ἐπιπέπτωκεν ἡμέρα καὶ ὀνειδισμοῦ.

Μονονουχὶ γὰρ, φησὶ, κατονειδίζει Θεὸς τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, ὡς τῆς κατὰ νόμον ἐπιεικείας ἠμεληκότας· ἐλέγχει δὲ πεπλημμεληκότας, ἐπάγει τε οὕτω τὰ ἐξ ὀργῆς. Ἥκειν τε εἰς τοῦτο ὑπὸ τὰ πράγματα αὐτοῖς διαβεβαιοῦντο σαφῶς ὡς ἐοικέναι τὸν Ἰσραὴλ γυναικὶ μὲν τικτούσῃ, γενομένῃ δὲ λοιπὸν ἐν ἐσχάτοις διὰ τὸ μὴ δύνασθαι τεκεῖν. Βούλεται δὲ καὶ διὰ τῆς τοῦ προφήτου μεσιτείας ἐπακοῦσαι τῶν λόγων Ῥαψάκου τὸν τῶν ὅλων Θεὸν, οὓς ἀκήκοε δι᾽ ἑαυτοῦ. Λανθάνει γὰρ αὐτὸν τῶν ὄντων οὐδὲν, ὡς δὲ ἤδη πολλῶν ἐν ἑτέραις πόλεσιν ἀνῃρημένων, ἐμπεπρησμένων τε οἴκων. Δεήθητι, φησὶ, περὶ τῶν καταλελειμμένων τούτων. Εὐσεβὴς ἄγαν ὁ Ἐζεχίας, συλλήπτορα παρακαλῶν γενέσθαι τὸν παρὰ τῷ Θεῷ τίμιον δηλονότι τὸν προφήτην. Ἐπωφελὲς οὖν ἄρα τὸ προσπίπτειν Θεῷ προεστηκότων ἁγίων. Κατανεύει γὰρ δι᾽ αὐτοὺς, καὶ ἐποικτείρει πολλάκις, καὶ τῶν ῥᾳθυμεῖν εἰωθότων τὸ δάκρυον. <Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας· Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.

Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.> Παραθαρσύνει Θεὸς, καὶ οὐκ εἰς μακρὰν, ἀλλ᾽ εὐθὺ καὶ παραχρῆμα τὸν ἐπ᾽ αὐτῷ πεποιθότα, καὶ ὀνησιφόρον αὐτῷ δέδειχε τὴν ἐλπίδα, καὶ οὐκ ἄμισθον τὸ δραμεῖν εἰς οἶκον Κυρίου, καὶ ὁμοῦ ταῖς λιταῖς τὸ ἐκ πόνου καθεῖναι δάκρυον. Ἐκμειλίσσεται οὕτως φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης. Ἐπειδὴ δὲ ὁ Ῥαψάκης ἀποκείρων τῶν ἐξ Ἰσραὴλ τοῦ σωθῆναι τὴν ἐλπίδα, κἂν εἰ ἕλοιτο διασώζειν αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, ἀνοσίως ἔφασκε· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τούτων ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;

Ταύτῃ τοι καὶ μάλα εἰκότως ἀπαλλάττει δειμάτων, καὶ ψυχροῖς, καὶ γραώδεσι λόγοις, καὶ βαρβαρικαῖς ἀθυροστομίαις ἐπιστυγνάζειν οὐκ ἐᾷ, μᾶλλον δὲ ἀναῤῥώννυσιν εἰς πολύευκτον ἐλπίδα, καὶ οὐχ ἑκόντα λέγων τὸν ἀλαζόνα τύραννον ἀνακομισθήσεσθαι εἰς τὴν ἑαυτοῦ πονηροῦ καταπτοοῦντος πνεύματος, καὶ εἰς δειλίας αὐτὸν τὰς ὑπέρ γε τῆς ἑαυτοῦ βασιλείας οὐ φορητῶς συνελαύνοντος, πεσεῖσθαι δὲ καὶ μαχαίρᾳ, κινδυνεύσαντα μὲν οὐδαμῶς ἐν ἀλλοδαπῇ, οὔτε μὲν ἐπαυχήσαντα ταῖς κατὰ τῶν πολεμίων σφαγαῖς, καὶ τῆς κατ᾽ ἐχθρῶν εὐανδρίας, λαμπρὰ πλουτοῦντα γέρα· ἀλλ᾽ ἐν τῇ γῇ αὐτοῦ ποιεῖσθαι τὰς διατριβὰς, πέπτωκεν ἐκεῖ ἐν τῇ γῇ αὐτοῦ παρ᾽ ἐλπίδα τοῦτο, καὶ ἀδοκήτως συμβεβηκός. Ἔνθα γὰρ οἴεσθαι δειμάτων ἀπηλλαγμένον ποιεῖσθαι τὰς διατριβὰς πέπτωκεν ἐκεῖ, καὶ παρ᾽ ὧν ἦν εἰκὸς σώζεσθαι· κινδυνεύοντα. Τίνες δὲ οὗτοι διὰ τῶν ἐφεξῆς εἰσόμεθα. <Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε πολιορκοῦντα τὸν βασιλέα Λαμνά· καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαραθὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεχίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεχίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου ἐφ᾽ ᾧ πέποιθας ἐπ᾽ αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ἀπώλεσαν;

μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γάζαν καὶ Χαῤῥὰν, καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμάν, Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ, καὶ Ἀρφὰθ, καὶ πόλεως Ἐμφαρουεὶμ Ἀνὰ καὶ Αὐά;> Κατειλημμένης τάχα που τῆς Λάχης, καὶ ὑπὸ χεῖρα γεγενημένης τὴν βαρβαρικὴν, ἐπολιορκεῖτο μετ᾽ ἐκείνην ἡ Λαμνὰ, ἐκεῖ Ῥαψάκης κατειληφέναι λέγεται τὸν Ἀσσύριον· ὁ δ᾽ ἐτεθορύβητο λίαν. Κατεστράτευσε γὰρ αὐτοῦ Θαραθὰ Αἰθιόπων βασιλεύς.

Εἶτα δεδιὼς μὴ καταληφθείσης αὐτῷ τῆς χώρας ἔξω γένοιτο θώκων τῶν περιφανεστάτων, ἀφίησι μὲν τὴν Ἰουδαίαν, σπεύδει δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ· πλὴν οὐ καθυφῆκε τῆς ἐνούσης ὠμότητος αὐτῷ. Πρὸς ἀκράτους δὲ ὥσπερ ὀργὰς ἀνακεκαυμένος, διά τοι τάχα που τὸ μὴ θελῆσαι τοὺς ἐξ Ἰσραὴλ, ἤτοι τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν τοῖς τοῦ Ῥαψάκου λόγοις ἀναπεπεισμένους αὐτομολῆσαι παρ᾽ αὐτὸν, ἀθυροστομεῖ δὴ πάλιν κατὰ τῆς τοῦ Θεοῦ δόξης ὁ δείλαιος· καί τισι τῶν οἰκείων ἐντέλλεται δρομαίως ἰέναι πρὸς Ἐζεχίαν ἀπαγγεῖλαί τέ οἱ τὰ παρ᾽ αὐτοῦ. Ταῦτα δὲ ἦσαν δυσφημίαι κατὰ Θεοῦ λέγοντος σαφῶς· ἐπειδὴ τῶν ἑτέρων χωρῶν ἤτοι ἐθνῶν οἱ θεοὶ τοῖς προσκυνοῦσιν αὐτοὺς συνδιολώλασι, μηδ᾽ ἂν αὐτὸν ἰσχύσαι τὸν τῶν Ἑβραίων Θεὸν ἐξελέσθαι τε αὐτοὺς, καὶ τῆς Ἀσσυρίων ἐξαρπάσαι χειρός. Εἶτα πόλεις ἀπαριθμεῖται πεπορθημένας, ἃς καὶ ἦν εἰκὸς δύνασθαι πολλὰ, ἐξ ὧν ἕτεροι πεπόνθασι. Διὰ τούτων αὐτῶν καταπτοῶν, ὡς τεθνηξομένους, καὶ τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας τῷ πάντων κρατοῦντι Θεῷ. <Καὶ ἔλαβεν Ἐζεχίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἔναντι Κυρίου· καὶ προσηύξατο Ἐζεχίας πρὸς Κύριον λέγων· Κύριε Σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ μόνος Θεὸς εἶ πάσης βασιλείας τῆς οἰκουμένης. Σὺ ἐποίησας τὸν οὐρανὸν, καὶ τὴν γῆν.

Εἰσάκουσον, Κύριε, εἰσβλέψον, Κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σεναχηρεὶμ, ὀνειδίζειν Θεὸν ζῶντα.> Ἐκ πολλῆς ἄγαν τῆς εἰς Θεὸν εὐσεβείας ἁπλοῖ τὸ βιβλίον, οὐχ ὡς ἀγνοοῦντι Θεῷ τῆς τοῦ Σεναχηρεὶμ ἀλαζονείας τὸ μέγεθος, κατακεκραγὼς δὲ μᾶλλον τῆς βαρβαρικῆς ἀπονοίας, καὶ οἱονεὶ μάρτυρα τῆς ἐκείνου θρασυστομίας ποιούμενος αὐτὸν τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν. Ἄθρει δὲ ὅπως τοῖς τοῦ Σεναχηρεὶμ ἀναφέρεται λόγοις, ἀνατείνων τὴν ἱκετηρίαν. Ὁ μὲν γὰρ τό γε ἧκον ἐπ᾽ αὐτῷ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν· Μή σε ἀπατάτω, φησὶν, ὁ Θεός σου, ἐφ᾽ ᾧ σὺ πέποιθας ἐπ᾽ αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ὁ δὲ τῆς ἐξουσίας ὁμολογεῖ τὸ μέγεθος, Κύριον Σαβαὼθ ὀνομάζων αὐτὸν, καὶ Θεὸν Ἰσραὴλ, καὶ ἐπὶ πᾶσαν τὴν κτίσιν τὴν ἄνω τε καὶ λογικήν. Σὺ γὰρ εἶ, φησὶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ. Προσομολογεῖ δὲ ὅτι κἂν εἰ λέγοιντό τινες ἐπὶ γῆς βασιλεῖς· ἀλλ᾽ οὖν ὁ φύσει τε καὶ ἀληθῶς βασιλεὺς, καὶ πάντα ὑπὸ πόδας ἔχων, αὐτὸς ἂν εἴη καὶ μόνος ὁ γῆς τε καὶ οὐρανοῦ δημιουργὸς, καὶ ὑποστήσας νεύματι τὰ οὐκ ὄντα ποτέ.

Εἰσακοῦσαι δὲ παρακαλεῖ καὶ εἰσβλέψαι, τοῦτ᾽ ἔστι, μὴ παραβλέψαι, καὶ παρελθεῖν, τὰς οὕτω πικρὰς δυσφημίας· ἀλλ᾽ ἐν δίκῃ κολάσαι τὸν ἀλιτήριον. Ὠνείδισε γὰρ Θεὸν ζῶντα, φησὶ, τοῦτ᾽ ἔστι, κατ᾽ οὐδὲν ἐοικότα τοῖς τῶν ἐθνῶν, οἷς ἐκεῖνος παρεικάζων αὐτὸν ἀνοσίως κατεθρασύνετο. <Ἐπ᾽ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ᾽ ἔργα χειρῶν ἀνθρώπων, ξύλα, καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς. Σὺ δὲ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος.> Ἀκήκοα, φησὶ, τοῦ βαρβάρου λέγοντος· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Κἂν εἰ τοῦτο λέγοι τις, ἐπαινῶ καὶ πείθομαι. Κεκρατήκασι γὰρ ἁπάσης τῆς γῆς, καὶ τὰς πόλεις ἐνέπρησαν, οὐδὲν ἀπόνασθαι δυναμένης τῶν ψευδωνύμων θεῶν· σεσώκασι γὰρ οὐδένα. Πῶς γὰρ, ἢ πόθεν, ξύλου τε καὶ λίθου πεποιημένα καὶ τέχνης ἔργα λιθουργικῆς, καὶ τεκτόνων ὄντες φιλοτεχνήματα· Ταύτῃ τοι καὶ τοῖς ἰδίος προσκυνηταῖς ὁμοῦ διολώλασιν. Ἀλλὰ σὺ, σῶσον ἡμᾶς, ὦ Δέσποτα.

Τεκμήριον γὰρ, καὶ τοῦτο, καὶ ἀναπείθει πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν, εἴς γε τὸ χρῆναι διακεῖσθαι, καὶ ἀραρότως ὅτι σὺ μόνος εἶ Θεός. Ὥσπερ γὰρ τὸ ἁλῶναι τὰς ἐθνῶν χώρας κατεμαρτύρησε τῶν ψευδωνύμων θεῶν, τὸ μηδὲν εἶναι παντελῶς· οὕτω, καὶ τὸ διαφυγεῖν τῆς ἐκείνου χειρὸς ἔξω γενέσθαι τὴν Ἱερουσαλὴμ τὴν ὑπὸ σοί τε καὶ σὴν μονονουχὶ καὶ διαμαρτύρεται, καὶ σαφῆ ποιήσεται τοῖς ἁπανταχοῦ τὴν ἀνάῤῥησιν τῆς σῆς εὐσθενείας, καὶ ἀκηράτου δόξης, καὶ ὅτι μόνος εἶ αὐτὸς ὁ Θεὸς ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς <Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεχίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων.> Οὐ μακρὰν ὁ σώζων, ἀλλ᾽ ἐγγὺς καὶ οἱονεὶ κατὰ πόδας τῆς προσευχῆς τῶν αἰτηθέντων τὸ πέρας. Ἀποστέλλεται μὲν γὰρ ὁ προφήτης· σεσιγηκὼς δὲ τέως τὰ ἐπὶ τῷ βαρβάρῳ, καὶ τὴν ἐπ᾽ αὐτῷ τοῦ Θεοῦ ψῆφον οὐκ ἀπαγγείλας· Τάδε λέγει Κύριος, φησὶν, ὁ Θεὸς Ἰσραήλ. Ἐπιῤῥώννυσι τὸν πεπιστευκότα, καὶ οὐχ ἕνα τινὰ τῶν ψευδωνύμων θεῶν ἀποφαίνει τὸν ἀποστείλαντα, εὐθαρσῆ δὲ μᾶλλον ἀποτελῶν Κύριον ὀνομάζει, καὶ Θεὸν Ἰσραήλ. Ἐπαινεῖ δὲ ὥσπερ καὶ ἀποδέχεται λέγων· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων.

Μονονουχὶ γὰρ, φησὶν, ἀποδέχομαι τὸν ζῆλον, οἶδα τὴν φιλοθεΐαν, ἀφόρητον ἐποιήσω τὴν κατ᾽ ἐμοῦ δυσφημίαν· προσῆλθε δεδακρυμένος, καὶ οἷον ἀλγήσας ὑπὲρ ἐμοῦ, καὶ σὴν ἐποιήσω λύπην τοὺς εἰς ἐμὲ γεγονότας ὀνειδισμούς.

Ἀξιεπαινετώτατος τοίνυν τῶν ἁγίων ὁ ζῆλος, καὶ τῆς τοῦ Θεοῦ δόξης δυσφημουμένης, ὅταν ἀλγήσωσιν αὐτοὶ, Θεὸς κατευφραίνεται. <Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών· ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν Ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι᾽ ἀγγέλων ὠνείδισας Κύριον.> Ἐμφανῆ λοιπὸν τὴν ἐπὶ τῷ βαρβάρῳ καθίστησι ψῆφον· καί φησιν ὅτι μυκτηρισμὸν ἐπ᾽ αὐτῷ ποιήσεται, καὶ καταδονήσει τὴν κεφαλὴν παρθένος θυγάτηρ Σιὼν ἤτοι ἡ Ἱερουσαλήμ. Φαμὲν δὲ ὅτι παρθένον, καὶ θυγατέρα τὴν Σιὼν ἤτοι τὴν Ἱερουσαλὴμ ὀνομάζει· καὶ παρθένον μὲν ὡς ἀμόλυντον, καὶ τὸν τῆς βδελυρᾶς εἰδωλολατρίας οὐκ ἔχουσαν μῶμον· θυγατέρα δὲ, ὅτι τὴν παρὰ πατρὸς ὀφειλομένην διάθεσιν τοῖς ἐξ αὐτοῦ τέκνοις ὑπονενέμηκεν αὐτῇ.

Ἐφαύλισε δὲ τὸν Ἀσσύριον, ἤτοι κεφαλὴν ἐπ᾽ αὐτῷ κεκίνηκέ τινα τρόπον· ἐπεμειδίασε γὰρ ἡττωμένῳ, καὶ οἷον ᾠδὴν καὶ μέλος ἐναρμόνιον τὰς αὐτοῦ πεποίηται συμφοράς. Εἶτα πρὸς αὐτόν φησι· Τίνα ὠνείδισας, καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Ἆρα γὰρ ἕνα τῶν ψευδωνύμων θεῶν ταῖς οὕτω θερμαῖς ἐλύπεις φωναῖς; Καίτοι πῶς οὐκ ἔδει, φησὶ, τὸν τῆς διανοίας ὀφθαλμὸν εἰς ὕψος ἐπᾶραι, ἐννοῆσαί τε ἄρα, τίς δὴ καὶ πόσος ἐστὶν ὁ Θεὸς τοῦ Ἰσραήλ; Ἔδει καὶ ἐπ᾽ αὐτῆς τῆς τῶν κτισμάτων θέας, τῆς τοῦ δημιουργοῦ δυνάμεως τὸ μέγεθος, ἀναλόγως ἰδεῖν. Ἔδει τῆς δόξης καταθρῆσαι τὸ ὕψος, καὶ μηδὲν ἐπ᾽ αὐτῷ λογίσασθαι τῶν χθαμαλωτέρων.

Ἀλλ᾽ οὐδενὸς τῶν τοιούτων διαμνημονεύσας, φησὶν, ὠνείδισας τὸν Κύριον. <Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος.> Τῆς Περσικῆς ἀλαζονείας ἐξηγεῖται τὸν ὄγκον, καὶ τὸ ἀσύνετον φύσημα, καὶ τῆς μεγαληγορίας τὸ μέγεθος. Λιβάνῳ γὰρ παρεικάζει, καθὰ καὶ φθάσαντες ἔφημεν, τήν τε τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν τάχα που τῶν Σαμαρειτῶν, ἣν κατῳκήκασιν αἱ δέκα φυλαί. Ὁ μὲν γὰρ Λίβανος ὄρος ἐστὶν ἐν Φοινίκῃ κέδροις τῶν ξύλων ὑψοῦ δὴ λίαν ἠρμένοις εὐθαλὲς καὶ κατάκομον. Νοεῖται δέ πως τοιαύτη τῶν Ἰουδαίων ἡ χώρα, ὑψηλὴ μὲν, ὅτι Θεὸς ἦν ὁ ἐπαμύνων αὐτῇ, δασεῖά γε μὴν, ὅτι ἀριθμοῦ κρείττονας ὁρᾶσθαι τοὺς ἐν αὐτῇ. Ἀλλ᾽ εἷλον μὲν τὴν Σαμάρειαν οἱ Ἀσσύριοι τύραννοι, συγκατεδῄωσε δὲ αὐτῇ, καὶ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις. Σὺ τοίνυν, φησὶν, ὦ Ἀσσύριε, γαῦρον ἔχων τὸ φρόνημα, καὶ τῶν γεγονότων τὴν ἔκβασιν ταῖς αὐτοῦ δυνάμεσιν ἀνατιθεὶς, εἶπος ὅτι Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, τοῦτ᾽ ἔστιν, ἐπ᾽ αὐτὴν τὴν βασιλείαν τὴν παρά γε τοῖς ἐξ Ἰσραήλ. Ἔκοψα τὸ ὕψος τοῦ κέδρου αὐτοῦ. Αὐτοῦ τίνος; Τοῦ Λιβάνου, δηλονότι τῆς Ἰουδαίας.

Ὕψος δὲ κέδρου τὴν παρ᾽ αὐτοῖς βασιλείαν φησὶ, καὶ εἰσῆλθεν εἰς ὕψος μέρους τοῦ δρυμοῦ. Ὡς γὰρ ἔφην, τῇ τῶν Σαμαρειτῶν συνδιολώλασι πολλαὶ τῆς Ἰουδαίας πόλεις. Ἔφης δὲ ὅτι Ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Πέρσαι γὰρ καὶ Ἀσσύριοι ταῖς ἑαυτῶν δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀπονέμοντες, ἐν τῷ καταθεῖν τῶν χωρῶν, τοὺς μὲν τῶν ποταμῶν ἐγεφύρουν, ἔφερον δὲ πλειστάκις ὡς ὄντες τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δαπανᾷν δύνασθαι πηγὰς, καὶ ὑδάτων συναγωγὰς, καὶ μηδὲ αὐτοὺς ἔσθ᾽ ὄτε ποταμοὺς ἀρκέσαι δεδιψηκόσιν ὁμοῦ καὶ ἀνδράσι καὶ ἵπποις. Οἱ δέ γε τῶν Ἑλλήνων λογάδες, ὅσοι τῶν Περσικῶν ἐν ἰδίαις συγγραφαῖς ἔθεντο μνήμην, φασὶν αὐτοὺς καὶ αὐτὸν γεφυρῶσαι τὸν Ἑλλήσποντον· κἂν εἰ ποταμὸς, φασὶν, εὕρηται διὰ μέσου περιόντων αὐτῶν ἢ χώραν, ἢ πόλιν, προσέταττεν ὁ τύραννος λέγων· Δαπανάσθω πινόμενος. Διαμέμνηται τοίνυν ὁ τῶν ὅλων Θεὸς τῆς Περσῶν ἀλαζονείας, καὶ φιλοκομπεῖν εἰωθότας ἐλέγχει.

Εἶτα μετὰ τοῦτο δείκνυσιν ὅτι μὴ μᾶλλον αὐτοὶ δεδύνηνται κατορθοῦν, ἐφ᾽ οἷς πεφρονήκασι τὰ οὕτως ὑπέρογκα· ψῆφος δὲ μᾶλλον ἡ παρ᾽ αὐτοῦ κατὰ τῶν πλημμελούντων ἐνηνεγμένη τὴν τοῦ δύνασθαι δόξαν ἐνεποίησεν αὐτοῖς. <Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέταξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς ἄνθος ξηρὸν ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις.> Ταυτὶ μὲν οὖν ἅπαντα, φησὶν, ἅπερ αὐτὸς οἴει κατωρθωκέναι, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνατιθεὶς, οὐκ ἐρυθριᾷς; Ἀλλ᾽, ὦ ματαίαν ἔχων ἐπ᾽ οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, τοῦτ᾽ ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ᾽ ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξικακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συνεστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατεμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέδοται τροφή.

Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐτόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ᾽ ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος· «Μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυχὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀργῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ᾽ ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κινοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. <Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με.> Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ᾽ ἐγὼ τὴν σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπίσταμαι.

Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μονονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ.

Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημάτων τὸ κακόηθες καὶ πικρὸν, ἀλλ᾽ οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. <Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ.> Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρτήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰκότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονονουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀνασειράζων αὐτὸν, καὶ τῷ μεγέθει τῶν συμφορῶν οἷά τινι χαλινῷ τῶν οὕτως ἐκτόπων ἀνακόπτων ἐγχειρημάτων.

Ὑπονοστήσειν γε μὴν καὶ πρὸς τὴν ἑαυτοῦ τὸν Ἀσσύριόν φησιν. Ὑπέστρεψε γὰρ ἀκούσας ὅτι Θαραθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατ᾽ αὐτοῦ. Καίτοι, Τί δή ποτε, φαίη τις ἂν, πεσούσης αὐτῷ τῆς στρατιᾶς ἁπάσης, οὐ σέσωσται μόνον αὐτὸς, ἀλλὰ γὰρ καὶ ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ; Ἔδει γὰρ, ἔδει γυμνὸν γεγονότα τῆς ὑπὸ χεῖρα πληθύος, οἰκονομικῶς τὴν τοῦ δαπανῶντος ἀγγέλου χεῖρα φυγεῖν αὐτὸν, ἵν᾽ ὀλοφύρηται τὴν ἑαυτοῦ συμφορὰν καὶ εἰς τίνα δεδυσφήμηκε γνῷ, καὶ τοῖς ἄλλοις ἅπασιν ἀπαγγείλῃ τὸ παράδοξον. <Τοῦτο δέ σοι τὸ σημεῖον. Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπόν.

Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ εἰς διάφευξιν· φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω. Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.> Ἀποστραφήσεσθαι λέγων τὸν Ἀσσύριον εἰς τὴν ἑαυτοῦ, καὶ τῆς Ἰουδαίων ἀποφοιτήσειν χώρας, ὁρίζει τὸν χρόνον καθ᾽ ὃν ἔσται τοῦτο, καί φησι· Φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τὰ τούτοις ἐφεξῆς.

Οὔπω γε μὴν ἅπασιν ἐναργὲς πότερόν ποτε τῷ Σεναχηρεὶμ δέδοται τὸ σημεῖον, ἤγουν Ἐζεχίᾳ καὶ τοῖς ἀμφ᾽ αὐτόν. Πλὴν ἐροῦμεν τῶν γεγραμμένων τὸν νοῦν. Εἶτα τοῦτον ἐφαρμοστέον ἐκείνοις, ἢ τούτοις. Εἰ μὲν Ἐζεχίᾳ δεδόσθαι φαμὲν τὸ σημεῖον, συνίεμεν οὕτω· Ἐπεπολιόρκητο μὲν Ἱερουσαλὴμ, πλείστης δὲ ὅσης τῆς Ἀσσυρίων στρατιᾶς κατεμπρῆσαί τε καὶ ἑλεῖν ἐπιχειρούσης αὐτὴν, πλείστη τις ὅση τῶν ἐδωδίμων συγκομιδὴ, καρποί τε ἐναποκείμενοι, καὶ τὰ δι᾽ ὧν ἂν γένηται διαζῇν δύνασθαι τοὺς ἐν Ἱερουσαλὴμ σωζομένους. Σὺ τοιγαροῦν ὁ Ἐζεχία, φησὶ, καὶ ἅπας ὁ μετὰ σοῦ λεὼς, φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας· τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα. Τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας.

Δυσὶ γὰρ ἔτεσιν ὅλοις ἐνιζήσας τῇ Σαμαρειτῶν, καὶ καταδῃώσας ὅλην ὁ Ἀσσύριος. Τρίτου μόλις ἐνστάντος ᾤχετο φυγὰς, ἀπολωλότων μάλιστα τῶν μετὰ Ῥαψάκου κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ πολιορκούντων αὐτήν. Οὐκοῦν ἐν τρίτῳ, φησὶν, ἔτει λοιπὸν ἀνείσθω, καὶ γηπόνοις τὸ ἀρκοῦν καὶ τοῖς ἀμπέλων μελεδωνοῖς τὸ, εἴπερ ἕλοιντο φυτεύειν αὐτάς· εἰρήνης δηλονότι βραβευούσης αὐτὴν καὶ τὴν ἀσφάλειαν.

Ὅτι δὲ ἐν βεβαίῳ κείσονται τῆς εὐθυμίας οἱ ἐκ τοῦ πολέμου σεσωσμένοι καὶ περιλελειμμένοι, καταμηνύει λέγων, ὡς ἐπὶ φυτῶν, ὅτι καὶ ῥίζαν κατατενοῦσι κάτω, καὶ ἄνω σπέρμα βαλοῦσι. Καὶ τὸ μὲν ὅτι κατοικήσουσιν ἀσφαλῶς, καὶ ἐρηρεισμένως, καὶ παντὸς ἔξω δείματος, δίδωσι νοεῖν τὸ ῥίζαν ἔχειν εἰς βάθος. Ὅτι δὲ καὶ εἰς πέρας αὐτοῖς ἐκταθήσεται, τῆς εὐημερίας τὸ χρῆμα, νοεῖν ἐφίησι τὸ ἄνω σπέρμα ποιεῖν. Προσεπάγει δὲ, ὅτι ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἐπειδὴ γὰρ δεδυσφήμηκεν ὁ Ἀσσύριος, καὶ τοῖς ψευδωνύμοις αὐτὸν παρεικάζων θεοῖς τετόλμηκεν εἰπεῖν, Οὐ μὴ ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Ταῦτα πάντα γενήσεται, φησὶ, κεκινημένου εἰς ζῆλον τοῦ πάντα ἰσχύοντος. Εἰ δὲ δὴ φέρει κατὰ τοῦ Σεναχηρεὶμ τὸ, «Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα,» φαμὲν ὅτι οἱ καταστρατεύειν εἰωθότες, ἢ χωρῶν, ἢ πόλεων, βραδυνούσης ἐσθ᾽ ὅτε τῆς πολιορκίας καὶ τῆς μάχης αὐτοῖς εἰς χρόνους ἐκτεινομένης, ἅπτονται καὶ γηπονίας, ἵν᾽ ἔχοιεν τροφάς.

Καὶ κατὰ τοῦτον αὐτὸν ἁρμόσει τὸν τρόπον, τὸ καὶ ἐπ᾽ αὐτοῦ νοεῖσθαι τὸ εἰρημένον. <Διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδ᾽ οὐ μὴ βάλῃ ἐπ᾽ αὐτὴν βέλος, οὐδ᾽ οὐ μὴ βάλῃ ἐπ᾽ αὐτὴν θυρεὸν, οὐδ᾽ οὐ μὴ κυκλώσῃ ἐπ᾽ αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται.> Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῶν εἰρημένων τὸν νοῦν, καὶ τὴν τοῦ πράγματος εἰς πέρας διεκδρομὴν, ὡς ἐν ὀλίγοις ἐπιτεμὼν, καθίστησιν ἐναργῆ. Οὐ γὰρ ἅψεται πολέμου, φησὶν, ἀλλὰ πρὸ μάχης πρὶν ὅπλα σαλεῦσαι, πρὶν ἐκτεῖναι καὶ ἐπαφεῖναι βέλος, πρὶν ἀνατιθέναι θυρεὸν, πρὶν ἐπ᾽ αὐτὴν κυκλῶσαι χάρακα, τὴν αὐτὴν ὁδὸν ὑπονοστήσει, καὶ οἴκοι δραμεῖται, φησίν. Ἰστέον δὲ ὅτι χάρακά φησιν ἐν τούτοις τὴν ἐν ταῖς τάφροις καταπηγνυμένην τῶν ξύλων πληθὺν, εἰς ὀξὺ κατηκονημένων, ἵνα δὴ σώζοιτο τῶν πεσόντων μηδείς. <Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου.> Ἀποκείρει τὴν ὀφρὺν τῶν ἐν ἐλέει Θεοῦ σεσωσμένων, καὶ ὑπέρογκα φρονεῖν οὐκ ἐᾷ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν. Ἦν γὰρ δὴ καὶ μάλα εἰκὸς, οἴεσθαί τε καὶ λέγειν αὐτοὺς, ὅτι τετίμηνται παρὰ Θεοῦ διὰ τὸ ἐπιεικὲς τοῦ τρόπου, καὶ τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης τὴν νοητὴν εὐκοσμίαν.

Οὐκοῦν διασώζει μὲν ὡς Θεὸς, ὠφελεῖ δὲ σεσωσμένους, τοῖς τῆς ἀλαζονείας κύμασιν οὐκ ἐφιεὶς ἐναλίσκεσθαι. Ὑπερασπιεῖν γὰρ ἔφη τῆς πόλεως, δηλονότι τῆς ἁγίας, οὐ διά γε τοὺς ἐνοικοῦντάς ποθεν, ἀλλ᾽ οὐδετέρῳ τινὶ τῶν κατ᾽ ἐκεῖνο καιροῦ ζώντων ἔτι τὸ χρῆμα δωρούμενος, ἀλλὰ δι᾽ ἑαυτὸν, καὶ Δαβὶδ, ὃν καὶ παῖδα ἴδιον ὀνομάζει, καὶ δι᾽ ἑαυτὸν μὲν, ὅτι χρηστός τέ ἐστι καὶ φιλοικτίρμων, καὶ χρῆν δή που τοῖς τὴν θείαν αὐτοῦ κατακερτομοῦσι δόξαν τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν δίκην ἐπενεγκεῖν. Διὰ Δαβὶδ πάλιν, ὅτι ταῖς τῶν ἁγίων μνήμαις χαρίζεται πολλάκις τὸ ἀμνησίκακον, ἐφ᾽ οἷς ἔσθ᾽ ὅτε πλημμελοῖεν οἱ ἐξ αὐτῶν. <Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀποστραφεὶς ἀπῆλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῆ· καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Ἀσαρὰκ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀχορδὰν υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.> Προσεπήνεκται χρησίμως τοῖς ἐπηγγελμένοις τῶν προσδοκηθέντων τὸ πέρας, ἵνα μὴ φαίνοιτο ψευδοεπὴς ὁ τῶν ὅλων Θεός.

Δεδαπάνηται γὰρ ἡ τῶν Ἀσσυρίων πληθὺς, οὐ ταῖς Ἰουδαίων ἁλοῦσα χερσὶν, οὐ τόξον αὐτοῖς ἐπανατείναντός τινος, οὐ δόρυ πρὸς μάχην ᾑρηκότος, ἢ ξίφος ἀπογυμνώσαντος, οὐχ ἵππων κραταιῶν, ἀρξαμένου τὴν μάχην ἀγγέλου γε μὴν ἀῤῥήτῳ δυνάμει καταστορέσαντος, καὶ πληθὺν ἀποφαίνοντος νεκρῶν τὴν ἀριθμοῦ κρείττονα. Καταπλήττεται τοίνυν τῷ θαύματι καίτοι θρασὺς ὢν ἄγαν ὁ στρατηγὸς, ἤγουν ὁ Σεναχηρεὶμ, οἴκαδέ τε ἀνεκομίσθη μόλις, καὶ γυμνὸς εἰσάπαν ἧς ἐπεσύρετο στρατιᾶς ὑπονοστήσας, ἐλεεινῶς κατῴκησε, φησὶν, ἐν Νινευί. Εἶ τὸ λεῖπον [ἴσ. εἶτα λοιπὸν] ταῖς παρὰ τοῦ Θεοῦ γενομέναις ὑποσχέσεσιν εἰς πέρας ἐνήνεκται. Πέπτωκε γὰρ ἐν τῷ οἴκῳ αὐτοῦ πάτραρχόν τινα προσκυνῶν, ἕνα δηλονότι τῶν κατὰ σάρκα πατέρων ἢ πάππων αὐτοῦ. Τοῖς γὰρ ἅπαξ πεπλανημένοις ἔθος, οὐχὶ δὴ μόνοις τοῖς ἀκαθάρτοις πνεύμασιν, ἀλλὰ γὰρ καὶ ὅσοις ἂν ἕλοιντο νεκροῖς τὸ χρῆμα προσνέμειν. Ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς εὐθείας ὁδοῦ πρὸς ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀβασάνιστον ποιοῦνται τὴν ἀποδρομήν. Υἱοὺς δὲ εἶναί φησι τοὺς ἀπεκτονότας αὐτόν· ψήφου γὰρ θείας ἐπενηνεγμένης τισὶ, κατακινδυνεύσειαν πάντη τε καὶ πάντως οἱ τοῦτο παθόντες, καὶ ὡς τοῖς ἄγαν ἐχθροῖς περιτεύξονται τοῖς ἰδίοις.

Οὐ τὴν ἐξ αἵματος οἰκειότητα τῆς ἀσφαλείας ἐνέχυρον ἔχοντες, οὐ διάθεσιν καὶ σπουδὴν τὴν ὀφειλομένην πατράσιν ἐκ τέκνων, ἀλλὰ δι᾽ ὧν ἦν εἰκὸς σώζεσθαι κινδυνεύοντας, διὰ τούτων αὐτῶν τοῖς τῆς ἀπωλείας ἐνιεμένους βάθροις. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ τῆς ἱστορίας ἐξωφανὲς οὐκ ἀκόμψως εἰρῆσθαι δοκῶ. Δεῖν δὲ οἶμαι καί τι τῶν ἐσωτάτω θεωρημάτων εἰπεῖν εἰς παράκλησιν τοῖς πνευματικοῖς. Ἡ μὲν γὰρ ἁγία πόλις, τοῦτ᾽ ἔστιν, ἡ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τύπος ἂν εἴη τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀληθεστέρας Σιών· ταύτην ἔσθ᾽ ὅτε, μᾶλλον δὲ ὡς ἐπίπαν οἱ τῆς ἀληθείας πολιορκοῦσιν ἐχθροὶ, τοῦτ᾽ ἔστιν, οἱ τῶν ἀνοσίων αἱρέσεων εὑρεταί· καὶ πολιορκοῦσιν οὐ μόνοι, καταμισθούμενοι δὲ τρόπον τινὰ καὶ τὰς ἐν κόσμῳ δυναστείας, ἐμπνέοντος πρὸς τοῦτο τοῦ νοητοῦ Σεναχηρεὶμ, δῆλον δὲ ὅτι τοῦ Σατανᾶ, καὶ οἷον ἐπαφιέντος τοὺς ὑπὸ χεῖρα καὶ τοὺς ὑπηρετεῖν εἰωθότας τὰς δυστροπίας αὐτοῦ, οἴ, ἐπειδὰν ἥκωσι τοῖς τῆς ἀληθείας προεστηκόσι διαμαχόμενοι, τῆς τοῦ Θεοῦ δόξης καταφλυαροῦντες, πολλὰ τεύξονται μὲν τὸ σύμπαν λόγου οὐδενός. Σιωπήσουσι γὰρ οἱ πολιορκούμενοι, καὶ διὰ ποίαν αἰτίαν, ὁ μακάριος Παῦλος διδάξει λέγων· «Μὴ λογομαχεῖν ἐπ᾽ οὐδενὶ χρησίμῳ·» καὶ πάλιν, «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν, καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.»

Τοῖς γὰρ ἅπαξ ὁλοτρόπως ἀπονενευκόσι πρὸς ἀπάτην καὶ φενακισμὸν, καὶ κεκρατημένοις τῷ ψεύδει περιττός που τάχα καὶ τῶν ὠφελεῖν εἰωθότων ὁ λόγος. Γέγραπται γάρ· Εἰς ὦτα ἀκουόντων λάλει. Ὅταν τοίνυν οἱ τῆς ἀληθείας ἐχθροὶ ἢ τιμὰς καὶ ἀναπαύσεις ἐπαγγέλλονται, καθάπερ Ῥαψάκης ὁ ἀλητήριος, ἤγουν ἀπειλοῦσι κινδύνους καὶ μάχας, Θεῷ προσέρχεσθαι χρὴ καὶ τῆς ἄνωθεν ἐπικουρίας μεταποιεῖσθαι μόνης. Ἀρκέσει γὰρ ἡ ἄνω τε καὶ παναλκὴς δεξιὰ, καὶ πρός γε τὸ σῶσαι τοὺς ὀρθοποδεῖν εἰωθότας, καὶ πρὸς ὄλεθρον τῶν ἀνθεστηκότων.

Ἀποσοβήσει γὰρ αὐτοὺς ἀποῤῥήτοις τισὶν εὐσθενείαις χρώμενος, καὶ ἀπαλλάξει πολέμου τὴν Σιὼν τὴν ἁγίαν οὕτως καὶ ἄμωμον, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. <Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεχίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεχίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεχίας κλαυθμῷ μεγάλῳ.> Γέγονε μὲν Ἐζεχίας τῶν ὅτι μάλιστα διαφανεστάτων εἰς φιλοθεΐαν, καὶ διαβόητον ἐσχηκότων ἐπὶ τούτῳ τὴν δόξαν. Κατέσπασε γὰρ βωμοὺς, τεμένη καθεῖλεν, ἐνέπρησε δὴ τὰ ἐν σηκοῖς, ἐξέκοψεν ἄλση, καὶ θυσίαις ταῖς κατὰ νόμον θεραπεύων Θεὸν οὐ κατέληξέ ποτε. Κεκράτηκε δὲ τῶν προσοίκων τῇ Ἰουδαίᾳ βαρβάρων, ὡς καὶ ὑπὸ δασμοὺς καὶ τέλη ποιῆσαι πολλούς. Ἀνεδείματο δὲ καὶ πόλεις, καὶ ἁπαξαπλῶς εὐκλείαις ἐπίμεστος ταῖς ἀνωτάτω γεγονὼς, εἰκότως ἐθαυμάζετο. Ἀλλ᾽, ὡς Ἑβραίων παῖδές φασι, παρεκομίσθη βραχὺ τοῦ πρέποντος, καὶ πεφρόνηκεν ἐφ᾽ ἑαυτῷ μεγάλα, καὶ τοῖς τῆς ἀλαζονείας περιπέπτωκε βρόχοις.

Ταύτης ἕνεκα τῆς αἰτίας τὴν ἐξ ἀγάπης αὐτῷ ῥάβδον ἐπανέτεινε Θεός· «Ὃν γὰρ ἀγαπᾷ, φησὶ, Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.» Πλήττει γὰρ ὡς φιλόπαις πατὴρ, μεθιστὰς εἰς τὰ βελτίω, καὶ τῶν αἰσχιόνων ἀποφέρων τοὺς ἐναλόντας αὐτοῖς. Ὥσπερ γὰρ οἱ τῶν ἰατρῶν ὅτι μάλιστα δριμεῖς καὶ εὐτεχνέστατοι τὰ σεσηπότα τῶν σωμάτων ἢ πυρὶ κατατήκουσιν, ἢ σιδήρῳ τέμνουσιν, οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὸν κάμνοντα τοῦτο δρᾶν εἰωθότες, φειδοῖ δὲ μᾶλλον τῇ περὶ αὐτὸν ἡττώμενοι· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὁ τῶν ὅλων Θεὸς τῶν ἐν ἡμῖν νοσημάτων ἀποκείρει τὰ βλάβη συμμέτροις ἀγανακτήσεσιν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, κατὰ τὸ γεγραμμένον. Ἀῤῥωστίᾳ τοίνυν περιπέπτωκεν ὁ βασιλεὺς Ἐζεχίας, καὶ δὴ εἰς λῆξιν τοῦ παντὸς ἥκοντι κακοῦ· κεκινδύνευκε γὰρ ἐσχάτως διὰ τῆς τοῦ προφήτου φωνῆς· ὅτι τεθνήξεται, λέγει, καὶ ὅτι προσήκει διατυποῦν αὐτὸν τὸν οἶκον αὐτοῦ. Τοῦτο δὲ ἦν οὐκ ἠγνοηκότος μὲν ὅτι ζήσεται, καὶ τὸ τῆς ἀῤῥωστίας διαφεύξεται δεινὸν ἐλέῳ τῷ παρ᾽ αὐτοῦ, καλοῦντος δὲ καὶ παραθήγοντος εἰς προσευχήν· ἵνα αἰτήσας κομίσηται παρ᾽ αὐτοῦ τὸν ἔλεον. Κατοικτείρει γὰρ τοὺς ἀγαπωμένους, καὶ τοῖς γνησίοις χαρίζεται τῶν ποθουμένων τὴν εὕρεσιν καὶ τοὺς τῶν ἱκετιῶν προσίεται λόγους. Ὃ δὴ καὶ πέπρακται.

Προσηύξατο γὰρ Ἐζεχίας, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καλὴ τῶν δικαίων ἡ παῤῥησία· μονονουχὶ γὰρ τῶν πεποιημένων ἀντέκτισιν καὶ τοὺς τῆς γνησιότητος αἰτοῦσι καρπούς. Ἐπιγάννυται δὲ τοῖς ἐννόμως βεβιωκόσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς τὸν ἐξαίρετον διασώζουσι βίον κατανεύει ῥᾳδίως, ὅταν ἴδῃ δεδακρυμένους, καὶ πόνον τῇ προσευχῇ συμπλέκοντας. <Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέγων· Πορεύθητι καὶ εἰπὲ Ἐζεχίᾳ· Τάδε λέγει ὁ Θεὸς Δαβὶδ τοῦ πατρός σου· Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δεκάπεντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε, καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ.

Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ὁ Θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο, ὃ ἐλάλησεν. Ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμούς. Καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά.> Οὐ μακρὸς μεταξὺ γέγονε χρόνος, ἀλλ᾽ εὐθὺς κατανεύει Θεὸς, καὶ δέχεται τοῦ δικαίου τὰς λιτάς. Ὡς γὰρ ἐν ταῖς Βασιλείαις γέγραπται, πρὶν τὸν μακάριον προφήτην ἔξω γενέσθαι τῆς τοῦ βασιλέως αὐλῆς, γέγονε πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ λόγος. Ὑπονοστήσας δὴ οὖν παραχρῆμα, τοὺς παρ᾽ αὐτοῦ λόγους καθίστησιν ἐναργεῖς. Ἀκηκοέναι γὰρ ἔφη τῆς φωνῆς αὐτοῦ, τοῦτ᾽ ἔστι, προσδέξασθαι τὴν εὐχὴν, καὶ ἐποπτεῦσαι τὸ δάκρυον· νέμει τε αὐτῷ παραχρῆμα τὸ διαπηδῆσαι δύνασθαι τοῦ θανάτου τὸ δεῖμα, καὶ τῆς προστεθείσης ζωῆς κατασημαίνει τὸ μέτρον, ἵνα πρὸς τὸ τέλος ἀφορῶν, καὶ ὅτι πάντη τε καὶ πάντως τεθνήξεται διακείμενος, ἀπαράδεκτον εἰς νοῦν τὸ τῆς ὑπεροψίας ποιοῖτο νόσημα. Ὑπισχνεῖται δὲ ὅτι, καθάπερ ἐπήγγελται φθάσας, κρείττονα τῆς Ἀσσυρίων χειρὸς ἀποφαίνει μὲν αὐτὸν, ὑπερασπιεῖ δὲ τῆς Ἱερουσαλήμ.

Ἔδρα τε ταῦτα, πάντα τρόπον δυσθυμίας ἐκ μέσου τιθεὶς, καὶ πολὺ λίαν ἀλγήσαντα τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς ἀνακτώμενος. Ὁ γὰρ πλήξας μοτώσει ὑμᾶς. Χρηστὸς γάρ ἐστι καὶ φιλοικτίρμων ὁ τῶν ὅλων Θεός. Ἐμπεδοῖ δὲ πρὸς πίστιν, ὅτι πρὸς πέρας ἐκβήσεται τὰ ἐπηγγελμένα σημείῳ τῷ κατὰ τὸν ἥλιον, κατὰ τὴν γενομένην τότε ἐπιστροφὴν τῆς σκιᾶς ἐν τοῖς δέκα ἀναβαθμοῖς. Φασὶ δὲ ὅτι Ἄχαζ ὁ Ἐζεχίου πατὴρ ὡς ἐκ μηχανῆς τινος καὶ τέχνης ἐν τῷ ἰδίῳ οἴκῳ ἀναβαθμούς τινας γενέσθαι παρεσκεύασεν, οἷον ὡρολογοῦντας, καὶ τὸν ἡλίου δρόμον ἐκμετρεῖν εἰωθότας τῇ καταδρομῇ τῆς ἐπ᾽ αὐτοῖς γενομένης σκιᾶς. Ὅτι τοίνυν ἔμελλεν ὁ Ἐζεχίας ὑπονοστήσειν εἰς ζωὴν, φανερὸν ἐποίει Θεὸς ἀνόπιν ἰούσης τῆς ἡλίου σκιᾶς, καὶ ἐκτεινομένης ἡμέρας εἰς ὡρῶν ἀσύνηθες μέτρον.

Δυσήνυτον δὲ παντελῶς οὐδὲν τῷ τῶν ὅλων Δεσπότῃ, ἀλλ᾽ ὅπερ ἂν ἕλοιτο, κατορθοῖ κατανεύσας μόνον.

ΠΡΟΣΕΥΧΗ ΕΖΕΧΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΙΟΥΔΑΙΑΣ, Ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. <Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, Πορεύσομαι ἐν πύλαις ᾅδου· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου. Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾽ ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο, ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην, ἕως πρωῒ ὡς λέοντι, οὕτως τὰ ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην αὐτῷ.> Ἀναγκαῖον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων εἰπεῖν· οἱ μὲν γὰρ Ἑβδομήκοντα τεθείκασιν, ἐν τούτοις τὸ «ἐν τῷ ὕψει τῶν ἡμερῶν μου,» ὡς γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν τὸ «ἐν ἡμίσει τῶν ἡμερῶν» ἐκδεδώκασιν.

Οἶμαι δὲ ἔγωγε, καὶ σφόδρα ἐμφρόνως τὰς τῶν Ἑβδομήκοντα τεθεῖσθαι φωνάς. Πεπολιόρκητο μὲν γὰρ ἡ ἁγία πόλις, Ῥαψάκου καὶ τῶν σὺν αὐτῷ κύκλῳ περιστησάντων τὴν τῶν Ἀσσυρίων ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλ᾽ ἐπηγγέλλετο Θεὸς διὰ τῆς Ἡσαΐου φωνῆς, ὅτι ποιήσει παράδοξα, καὶ διασώσει τοὺς κινδυνεύοντας, καὶ ἀποστήσει τῆς Ἰουδαίας τὸν τύραννον, καὶ ὅτι τεθνήξεται τὰ οἴκοι καταλαβών. Τούτων δὴ οὖν ἁπάντων εἰς πέρας ἐκβεβηκότων, καθ᾽ ὃν ἔφη καιρὸν ὁ τῶν ὅλων Θεὸς, ἔμελλε τῆς Ἐζεχίου βασιλείας αἴρεσθαι εἰς ὕψος τὰ αὐχήματα. Ἐγὼ τοίνυν εἶπον ἐν ἐμαυτῷ, φησὶν, ὅτι ἐν καιρῷ τῆς εὐκλείας, ἤγουν ἐν αὐτῷ τῷ ὑψοῦσθαι τὰς ἡμέρας μου, ἔσομαι μὲν ἐν πύλαις ᾅδου, καταλείψω δὲ τὰ ἔτη τὰ ἐπίλοιπα.

Εἶτα τούτοις προσεπάγει τὰ δι᾽ ὧν τοῖς ἐσχάτοις δείμασι συμβαίνει προσομιλεῖν τοὺς ἀῤῥωστείᾳ κατειλημμένους, καὶ οὐ μακρὰν ὁρῶντας τὸν θάνατον. Ταῦτα δέ ἐστιν τὸ, Οὐκέτι οὐ μὴ ἴδω σωτηρίαν τὴν παρὰ Θεοῦ, οὔτε μὴν ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας τῆς ἐμῆς· ἀφῆκα τὸ λοιπὸν τῆς ζωῆς μου, ἀπῆλθεν ἀπ᾽ ἐμοῦ· γέγονα δὲ ὥσπερ λυομένη σκηνὴ, καὶ ὡς ἱστὸς γυναικὸς ἐρίθου, τοῦτ᾽ ἔστιν, ἐργαζομένης, ἤγουν ὑφαινούσης, καὶ λοιπὸν ἐγγιζούσης ἐκτεμεῖν.

Εἶτά φησιν, ὅτι Ἐν ὅλῃ νυκτὶ καὶ ἡμέρᾳ καθάπερ τινὶ λέοντι παρεδόθη τὰ ὀστᾶ μου συντρίβοντι. Καὶ τίς ὁ λέων; Ἢ τῆς ἀῤῥωστείας τὸ ἄχθος, καὶ μονονουχὶ καταβρυχόμενος ὡς ἐν εἴδει θηρίου ὁ θάνατος, καὶ τὴν ἔφοδον ἀπειλῶν, ἤγουν τὸ ἐκ τοῦ τεθνάναι προσδοκᾷν ἀνειμένον δεῖμα. Συντρίβει γὰρ φόβος τε ὁμοῦ καὶ δυσθυμία ψυχὴν, καὶ πᾶσαν αὐτῆς συνθρίπτει δύναμιν. <Ὡς χελιδὼν, οὕτως φωνήσω, καὶ ὡς περιστερὰ, οὕτως μελετήσω. Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς Κύριον, ὃς ἐξείλετό με, καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα. Εἴλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.> Τὰς χαριστηρίους ἀνατείνων ᾠδὰς, τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα μιμεῖσθαι κατεπαγγέλλεται, καὶ ἀκαταλήκτους ποιεῖσθαι τὰς ὑμνῳδίας. Φησὶ δὲ ὅτι τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀνατείνας πρὸς Θεὸν, σέσωσται, καὶ διαπέφευγε καὶ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ αὐτὸν δὲ τὸν θάνατον. Ἐξήγειρας γὰρ, φησὶ, τὴν ζωὴν, ἔζησά τε καὶ περιεποιήσω τὴν ἐμὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.

Τοῦτο δὲ οὐκ ἔστι νοσοῦντος τὴν ἀλαζονείαν, ἀλλ᾽ ἐπεγνωκότος ἤδη τὴν ἑαυτοῦ φύσιν, καὶ εἰδότος ἀκριβῶς ὅτι πολλαῖς ἔνοχοι πάντες ἐσμὲν ἁμαρτίαις, κἂν εἰ μὴ βούλοιτο σώζειν ἐλέῳ Θεὸς, οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἀλλ᾽ οὐδ᾽ ἂν παῤῥησιάσηται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας.

Οὐκοῦν ἐν ταῖς εὐπαθείαις, αἵπερ ἂν ἡμῖν γένοιντο παρὰ Θεοῦ, δοξολογείσθω πρὸς ἡμῶν ὡς ἀμνημονήσας τῶν ἐφ᾽ οἷς ἦν εἰκὸς ὁσίως κολάζεσθαι. Σοφοὶ γὰρ, φησὶν, οἱ ἑαυτῶν ἐπιγνώμονες <Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. Οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.> Τὴν ἴσην ἃν ἔχοι τοῖς προκειμένοις διάνοιαν τὰ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς εἰρημένα· «Τίς ἡ ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;

Μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὰ θαυμάσιά σου;» Οἱ γὰρ ἅπαξ τεθνεῶτες, καὶ ταῖς ᾅδου πύλαις γεγονότες κάτοχοι, ἀποπεπαύσονται τάχα που καὶ τοῦ δοξολογεῖν. Προσεπιθεῖεν δ᾽ ἂν οἷς εἰργάσαντο παντελῶς οὐδὲν, μενοῦσι δὲ μᾶλλον ἐν οἷς κατελείφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέξονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, φησὶν, καὶ τοῦτο δρᾷν ὅτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὐπάθειεν, εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ὑπισχνεῖται δὲ παιδία ποιεῖν, ἃ ἀναγγελοῦσι τὴν τοῦ Θεοῦ δικαιοσύνην.

Καὶ οἱ μέν φασιν ὅτι χοροστασίαν ἀπαγγέλλεται, καὶ ψαλτῳδοὺς τοὺς ἔν γε τῷ θείῳ ναῷ καταστήσει τοὺς εὐφωνοτάτους. Ἕτεροι δὲ καὶ τοῖς ἀποῤῥητοτέροις ἔτι τὸν νοῦν ἐνιέντες λέγουσιν, ὅτιπερ ὑψηλὰ φρονήσας ὁ Ἐζεχίας ᾠήθη τάχα που καὶ ἀτελεύτητον ἔχειν τὴν βασιλείαν καὶ αὐτὴν ἀκατάληκτον ζωήν· διατεθεὶς ὅτι τὰ ἐπὶ Χριστῷ γεγραμμένα, ὡς ἐφ᾽ υἱῷ τοῦ Δαβὶδ, εἰς ἑαυτὸν εἴρηταί τε καὶ βλέπει.

Ὅθεν φασὶ, καίτοι τεσσαρεσκαιδέκατον ἔτος ἐν τῷ βασιλεύειν ἔχων, οὐχ ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι παιδοποιεῖν· μεμαθηκὼς τοιγαροῦν τὸ τῆς ἑαυτοῦ ζωῆς πέρας, τῶν διαδεξομένων αὐτὸν ποιεῖται φροντίδα, καὶ ὅτι παιδία φησὶ, καὶ προστίθησιν ὅτι Ἀναγγελοῦσι τὴν τοῦ Κυρίου δικαιοσύνην, καὶ τῆς μὲν ἀληθείας διημάρτηκεν ὁ λόγος αὐτῷ. Γέγονε γὰρ ὁ Μανασσῆς δυσσεβής τε καὶ ἀλητήριος, πλὴν τό γε ἧκον εἰς τὴν τοῦ φύσαντος γνώμην, ἦν καὶ αὐτὸς εὐσεβὴς καὶ τῆς τοῦ Θεοῦ δόξης ἀπαγγελεύς. <Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεχίαν· Λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ εἶπεν Ἐζεχίας· Τοῦτο δὴ τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.> Ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γέγραπται, ὅτι πρόφασις τῆς ἀῤῥωστίας τῷ Ἐζεχίᾳ γέγονεν ἕλκος πονηρὸν καὶ δυσμεταχείριστον, ὡς καὶ αὐτὰς ἀπειπεῖν τὰς τῶν ἰατρῶν εὐτεχνίας. Ἐπειδὴ δὲ ἅπαξ κατένευσε Θεὸς τῷ δικαίῳ τὴν ζωὴν, καὶ τὸ ἀποτρίψασθαι τὴν νόσον προστέταχε, δι᾽ ὧν ἦν εἰκὸς, μᾶλλον δὲ καὶ ἀναμφιβόλως ἔχον, ὅτι πρὸς ἐπίδοσιν ἀλγημάτων κατανεύσει τὸ τραῦμα, διὰ τούτων ἀπαλλάττεσθαι.

Παραδοξοποιὸς γὰρ ἀεὶ τοῦ πάντα ἰσχύοντος ἡ χείρ· καὶ διὰ τῶν ἀδοκήτων ἔρχεται τῆς ἐπικουρίας ὁ τρόπος· δῆλον δὲ ὅτι τῆς παρ᾽ αὐτοῦ. Τρίψον τοίνυν, φησὶν, ἐκ σύκων παλάθην, κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ ἦν ἐντεῦθεν, ὡς ἔφην, ἀδικηθήσεσθαι προσδοκᾷν, ἤγουν ἀπόνασθαί τι τὸ τραῦμα. Ἐπειδὴ δὲ ὁ Θεὸς προστάττων ἦν, εἰς σημείου δύναμιν τὸ χρῆμα ποιεῖται πανσύνετος ὢν Ἐζεχίας, καί φησιν, ὅτι Εἰ καὶ διὰ σύκων παλάθης ὑγιασθήσομαι, σημεῖον ἔσται τοῦτό μοι βέβαιόν τε καὶ ἀληθὲς ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ, θύσων τε αὐτῷ δηλονότι, καὶ προσευξόμενος καταληγούσης τῆς ἀῤῥωστίας, καὶ παντὸς ἀλγήματος οἱονεὶ κατευνασθέντος ἐν ἐμοί. <Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μεοδὰχ υἱὸς τοῦ Λαδὰμ ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεχίᾳ· ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη.

Καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Ἐζεχίας χαρὰν μεγάλην· καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθᾶ, καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐδὲν, ὃ οὐκ ἔδειξεν Ἐζεχίας ἐν τῷ οἴκῳ αὐτοῦ.> Τεθνεῶτος τοῦ Σεναχηρεὶμ ὑπὸ τῶν ἑαυτοῦ παίδων βεβασιλευκέναι φησὶ τὸ Γράμμα τὸ ἱερὸν Νεχορδᾶν τὸν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ἀλλ᾽ ὡς ἔοικεν, ἐκείνου γεγονότος ἐκ μέσου, τοὺς τῆς βασιλείας κεκληρονόμηκε θώκους Μεωδὰχ ὁ τοῦ Λααδάν. Οὗτος πεπομφέναι λέγεται πρὸς Ἐζεχίαν δῶρά τε ὁμοῦ καὶ ἐπιστολὰς, καὶ πρέσβεις· καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις, εἰπεῖν ἀναγκαῖον. Ἤκουσε γὰρ, φησὶν, ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη· ἀλλ᾽ οὐχὶ τοῦτο μόνον τὸ μαλακισθῆναι μὲν, φημὶ, τὸν Ἐζεχίαν, ῥέψαι δὲ αὖθις εἰς εὐρωστίαν ἀναδραμεῖν, κατέπληξε τὸν Βαβυλώνιον, ἀλλ᾽ ἐκεῖνο πάντως τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον· ἀῤῥήτῳ τε καὶ θεοπρεπεῖ νεύματι παλινδρομεῖν ὁ ἥλιος προσετάττετο καὶ ὀπίσω βαδίζειν, ὥστε καὶ ἀνελθεῖν τὴν σκιὰν τοὺς δέκα ἀναβαθμούς.

Βαβυλωνίων δὲ καὶ Χαλδαίων, οἱ ἐπίκλην σοφοὶ, ἰσχνοὶ λίαν ὑπάρχοντες, εἰ καὶ αὐτοὺς εἶναι φάσκοντες περί τε τοῦ ἡλίου δρόμον, καὶ ἀστέρων ἐπανατολὰς, καὶ δύσεις, οὐκ ἠγνοήκασι κατὰ τὸ εἰκὸς τὴν ἀνόπιν ὑποστροφὴν, καὶ τῆς ἡμέρας ἐκείνης τὸ ἀσύνηθες μῆκος. Ἦν δὲ δὴ καὶ μάλα εἰκὸς ἐκτεθρυλλῆσθαι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τοῦ σημείου τὴν δύναμιν, καὶ ὅτι δέδοται πρὸς βεβαίωσιν τῆς ἐπαγγελίας τοῦ Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον τεθαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμβεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱερουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωῒ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ᾽ αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις καταθαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην.

Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπικουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παραδόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξουσίαν τοῦ πάντων Δεσπότου, διὰ τῶν παρ᾽ αὐτοῦ μυσταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυτῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες· ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλοντας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομίσθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ᾽ ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκονομεῖ, ἀλλ᾽ ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρωμάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ᾽ ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. <Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ;

Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ Ἡσαΐας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.> Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν. Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμαθεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, καὶ ἐφ᾽ ὅτῳ γέγονε τὸ διαβόητον οὕτω σημεῖον. Ὁ δὲ καίτοι μᾶλλον, ὡς ἔφην, ἀφηγεῖσθαι δέον αὐτοῖς τὴν θείαν ὑπεροχὴν, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις παραχωρεῖ, τὸν οἶκον ἔδειξε τῶν θυμιαμάτων, καὶ τῆς γάζης. Διαπυνθάνεται τοιγαροῦν ὁ προφήτης ἐφ᾽ ὅτῳ τε ἥκουσι, καὶ τίς ὁ λόγος αὐτοῖς. Ὁ δὲ πρὸς τοῦτο μὲν ἔφη παντελῶς οὐδέν;

ὅτι δὲ ἐκ Βαβυλῶνος ἥκουσι, καὶ ἐκ γῆς μακρόθεν, αὐτὸ δὴ τουτὶ καὶ μόνον φησί· τάχα που καὶ μέγα πεφρονηκὼς, ὡς καὶ τῶν ἄγαν, καὶ μακροῖς διαστήμασι τοῖς μεταξὺ κειμένοις ἀφεστηκότων, τῆς πρὸς αὐτὸν μεταποιεῖσθαι φιλίας οὐ μετρίως διεσπουδακότων. Ἐρομένου δὴ οὖν τοῦ προφήτου τί ἄρα τεθέανται, τοῦ γε μὴν βασιλέως οὐδὲν ἀπομεῖναι λέγοντος ἄποπτον αὐτοῖς, ἡμέρας ἥξειν φησὶ, καθ᾽ ἂς ἅπαντα τὰ ἐν τοῖς θησαυροῖς αὐτοῦ, καὶ διὰ σπουδῆς, καὶ διὰ φροντίδος τῶν πρὸ αὐτοῦ συναγηγερμένα, μετοιχήσονται πρὸς Βαβυλωνίους; προσετίθει δὲ τούτοις ὅτι καὶ ἐκ τῶν ἐσομένων αὐτῷ κατὰ καιροὺς παίδων, ὡς ἐν μακροτέραις δὲ τοῦ γένους διαδοχαῖς σπάδονας, τοῦτ᾽ ἔστιν, εὐνούχους, ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων ποιήσουσιν οἱ ταῦτα δηλονότι τεχνῖται. Συμβεβηκέναι δὲ τὰ τοιαῦτά φησι, μᾶλλον δὲ ἡ τῶν Βασιλειῶν διαμαρτύρεται βίβλος, ἐν ἡμέραις Ἰεχονίου, ὅτε κατὰ κράτος ἅπασαν τὴν Ἰουδαίαν ἑλὼν ὁ Ναβουχοδονόσορ, κατεμπρήσας δὲ τὰ Ἱεροσόλυμα, καὶ προσέτι τὸν θεῖον νεὼν, ἀπεκόμισε τὸν Ἰσραὴλ αἰχμάλωτον, ἐν οἷς ἦσαν οἱ τῶν ἀμφὶ τὸν θεσπέσιον Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων, οὕς φασι γενέσθαι σπάδονας, τοῦτ᾽ ἔστιν εὐνούχους.

Ποία τις οὖν ἄρα καὶ ἐφ᾽ ὅτῳ χρησίμῳ γέγονε τῆς τοιᾶσδε προαπαγγελίας τὸ χρῆμα; Δείκνυσι γὰρ διὰ τούτου Θεὸς, ἢ ὅτι τοῖς ἐκ Βαβυλῶνος ἥκουσιν, ἄμεινον ἦν δήπου, καὶ σοφὸν, ἀναγκαίαν ποιήσασθαι διήγησιν τὰ παραδόξως γεγενημένα διὰ τῆς θείας ὑπεροχῆς, καὶ μεγαλουργίας, ἤγουν καὶ μονονουχὶ καὶ κατερεθίσαι τὸν Βαβυλωνίων ὀφθαλμὸν, διὰ τοῦ παραδεῖξαι τὰ κεκρυμμένα ἐν θησαυροῖς. <Καὶ εἶπεν Ἐζεχίας πρὸς Ἡσαΐαν· Ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησε· γενέσθω δὲ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.> Ἠπόρησε πρὸς ἀπολογίαν, καὶ τοῖς ἑαυτοῦ πταίμασι τὸν ἐπικουροῦντα λόγον οὐκ ἔχων, ἀγαθὸν εἶναί φησι τὸν τοῦ Θεοῦ λόγον, καίτοι προαπηγγελκότα τὰ ἐφ᾽ οἷς ἦν εἰκὸς ἄσχετον ἐξ ὀμμάτων καταχεῖσθαι δάκρυον. Εἶτα τὴν ἐν ταῖς ἰδίαις ἡμέραις εἰρημένην [γρ. εἰρήνην] ζητεῖ, μονονουχὶ καὶ φράσας ἐῤῥῶσθαι τοῖς μετ᾽ αὐτὸν ἐσομένοις, καὶ ἀφειδήσας παντελῶς χώρας τε ὁμοῦ τῆς ἰδίας πόλεώς τε καὶ γένους. Ἀλλ᾽ ἦν ἄμεινον αὐτῷ κατολοφύρεσθαι μὲν ἐπί γε τοῖς προηγορευμένοις, ἐξαιτῆσαι δὲ παρὰ Θεοῦ τὸν ἔλεον, καὶ ἐπὶ τοῖς μετ᾽ αὐτὸν, οὐ πρόσκαιρον, καὶ συνεσταλμένην εὐημερίαν αἰτεῖν.

Ἀλλὰ γὰρ ἀσθενὴς ἄγαν ὁ ἀνθρώπου νοῦς, καὶ πολλὰ πταίομεν, κατὰ τὸ γεγραμμένον, ἀγχίνους δὲ καὶ σοφὸς οὐδεὶς ἂν γένοιτο τῶν καθ᾽ ἡμᾶς εἰσάπαν, διεκπίπτει δὲ πολλάκις εἰς τὸ μὴ ἔχον ὀρθῶς, καὶ καρδία θεοφιλὴς, καὶ νοῦς ὁ τεθαυμασμένος. <Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.> Μεταπεφοίτηκεν ὁ λόγος ἐπὶ τὰ ἐν Χριστῷ, καὶ τῆς δι᾽ αὐτοῦ χάριτος ποιεῖται λοιπὸν ἐναργῆ τὴν ἀνάῤῥησιν· πλὴν οὐκ ἔξω τοῦ εἰκότος ὁρᾶται κεχωρηκὼς, οὔτε μὴν εἰσκεκομισμένος ἐν οὐ καιρῷ τῷ καθήκοντι. Φαῖεν γὰρ ἂν ἴσως τινὲς τῶν οὐ λίαν ἠκριβηκότων τὰ ἐν τῇ θείᾳ Γραφῇ· Τίνα δὴ τρόπον τοῖς Ἐζεχίου λόγοις ὁ προφήτης ἐν τούτοις ἡμῖν ποιεῖται γείτονα τὴν ἐπὶ Χριστῷ προαγόρευσιν;

Ἀπολογησόμεθα δὲ πρὸς τοῦτο ἡμεῖς ἐκεῖνο λέγοντες· ὅτι διαμνημονεύσας ὁ λόγος τῆς τελευταίας ἁλώσεως τῆς Ἰουδαίων γῆς, καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ὡς ἐν καιρῷ καὶ χρείᾳ λοιπὸν, τὴν μετὰ τοῦτο γενομένην παρὰ Θεοῦ παράκλησιν εἰσκεκόμικεν ἀναγκαίως. Ἐρῶ δὲ διὰ βραχέων τὴν διασάφησιν ἀκριβῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων. Πλεῖσται μὲν γὰρ γεγόνασι κατὰ τῶν Ἱεροσολύμων ἔφοδοι, καὶ πεπόρθηται πολλάκις ἡ τῶν Ἰουδαίων χώρα· τοῦτο μὲν ὑπὸ χειρὸς Ἀσσυρίων· τοῦτο δὲ καὶ ἐξ ὁμόρων Βαρβάρων, καὶ μὴν καὶ ἑτέρων τινῶν καταδῃούντων αὐτήν. Εἶτα τελευταία γέγονεν ἅλωσις, ἡ διά γε τοῦ Ναβουχοδονόσορ ἐν καιροῖς τῆς Ἰεχονίου βασιλείας, ὅτε καὶ αἰχμάλωτος ὁ Ἰσραὴλ εἰς τὴν τῶν ᾑρηκότων ἀπεκομίσθη χώραν. Καὶ ἐν καιροῖς τῆς βασιλείας Κύρου τῆς αἰχμαλωσίας ἀνέθη καὶ ὑπενόστησεν εἰς τὴν Ἰουδαίαν, ἀνεδείματό τε τὸν νεὼν, καὶ κατῳκήκασιν οὐ μεμερισμένως, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας. Ἐπειδὴ τοίνυν τῆς ἐσχάτης αἰχμαλωσίας πεποίηται μνήμην, ὄτε πάντα τὰ ἐν θησαυροῖς τῶν βασιλέων τῆς Ἰουδαίας ἐλθόντες [γρ. ἔχοντες] οἱ Βαβυλώνιοι ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, ἀναγκαίως καὶ τῆς μετὰ τοῦτο γεγενημένης παρακλήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ, ποιεῖται τὴν προαγόρευσιν τοῖς τὸ θεῖον ἱερουργοῦσιν Εὐαγγέλιον, ἐπιτάττων, καὶ λέγων· «Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.»

Παράκλησις γὰρ πρὸς σωτηρίαν πρώτοις μάλιστα τοῖς ἐξ Ἰσραὴλ ἡ Χριστοῦ γέγονε παρουσία, καὶ τὰ δι᾽ αὐτοῦ θεσπίσματα λέγοντος ἐναργῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ὦ τοίνυν, φησὶν, ἱερεῖς, ὧ λειτουργοὶ τῶν νέων, καὶ διὰ Χριστοῦ θεσπισμάτων, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον. Φορτικὸς μὲν γὰρ ὁ νόμος ἦν ἅπασι, καὶ σκιὰς διδάσκων καὶ τύπους· οὐκ εἰς νοῦν καὶ καρδίαν τὴν περὶ τῶν ἀναγκαίων ἐνιεὶς παίδευσιν τοῖς ἀκροωμένοις, ἀλλ᾽ οἷον ἐξωφανῆ τινα γνῶσιν τὴν ὡς ἐν γράμμασι μόνοις ἐνετίθει μόλις. Τὸ δέ γε σωτήριον, καὶ εὐαγγελικὸν λαλεῖται κήρυγμα, δεικνύοντος τοῦ ἁγίου Πνεύματος τῆς ἑκάστου διανοίας τὸ βάθος, καὶ πνευματικὰς θεωρίας εἰσπέμποντος, καὶ τοὺς τῶν ἁγίων ἐμπηγνύντος λόγους, καὶ τοῖς ἐσωτάτοις τῆς διανοίας μυχοῖς οἱονεί πως ἐγκατακαίοντος.

Τοιοῦτός τις ἧν ὁ μακάριος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Σωτὴρ, ὅτι Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν λόγον, δῆλον δὲ ὅτι τὸν παρ᾽ αὐτοῦ, καὶ σωτήριον. Ὅτι δὲ εἰς νοῦν καὶ καρδίαν λαλεῖται τὸ εὐαγγελικὸν κήρυγμα παρὰ τῶν ἁγίων μυσταγωγῶν, συνεργαζομένου πρὸς τοῦτο, μᾶλλον δὲ κατορθοῦντος τὸ πᾶν τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν ἱερῶν Γραμμάτων ἕποιτο ἂν ἡ πίστις. Ἔφη γάρ που Θεὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἀνέμειναν ἐν τῇ διαθήκῃ μου. Κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος, ὅτι αὔτη ἡ διαθήκη ἢν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Γράφει δέ τισι καὶ ὁ μακάριος Παῦλος· «Ἡ ἐπιστολὴ ὑμῶν ὑμεῖς ἐστε, γινωσκομένη τε καὶ ἐπιγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ᾽ ἐν πλαξὶ καρδίας σαρκίναις.»

Δοκεῖ δέ τισιν, ἀντὶ τῶν τοῦ θείου κηρύγματος ἱερουργῶν ἱερεῖς ἐν τούτοις ὠνομάσθαι τοὺς ἀγγέλους τοὺς ἁγίους· οἷς δὴ μάλιστα πρέποι ἂν καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Παρακαλέσατε τοίνυν αὐτήν. Τί δὴ ἄρα λέγοντες; ὅτι κατέληξε τῆς ὀργῆς τῆς ἐπ᾽ αὐτοῖς γενομένης ὁ τῶν ὅλων Θεός. «Ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς.» Ἀποχρώντως γὰρ, φησὶ, τεταπείνωται, καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία. «Ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.» Ἆρ᾽ οὐχὶ πέρα τοῦ δέοντος ἐκόλαζε Θεὸς, καὶ οὐκ ἰσοῤῥόπους τοῖς ἐγκλήμασιν ἐπετίθει τὰς δίκας, ἀλλ᾽ ὑπὲρ ταύτας πολὺ, καὶ οἷον ἐν διπλῷ· εἶτα πῶς οὐκ ἀπίθανον τὸ χρῆμά ἐστι; Πῶς δὲ ἀληθεύσει, λέγων· Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει; πῶς οὖν ἄρα συνιέναι χρὴ τὸ εἰρημένον; οἱονεὶ γάρ τις φιλόπαις πατὴρ καὶ πλείστην ἔχων τὴν εὐσπλαγχνίαν πλημμελοῦντά τινα τὸν υἱὸν (τῶν υἱῶν?) ὀλίγα λελυπηκὼς, οἴεται τάχα που καὶ παρὰ τοῦ μέτρου τὸ ἐπ᾽ αὐτῷ πεποιῆσθαι κίνημα· αἴτιον δὲ τούτου φιλοστοργία, καὶ ἡ παισὶν ἐκ πατρὸς ὀφειλομένη διάθεσις· οὕτω δεδέχθαι φησὶν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς, τὴν παρακαλουμένην Ἱερουσαλὴμ, ἐπὶ πολὺ μὲν ἄγαν κατεγνωσμένην, δεινοῖς τε, καὶ ἀφορήτοις πράγμασι, μετρίως γε μὴν, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ᾽ αὐτοῦ γινομένοις κεκολασμένην. «

Καὶ γάρ ἐστιν ἀληθῶς οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν; οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν.» <Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.> Λελυτρῶσθαι λέγων τὸν Ἰσραὴλ, ἀπηλλάχθαι δὲ καὶ τῶν ἰδίων πταισμάτων τὴν Ἱερουσαλὴμ παρακληθῆναί τε προστεταχὼς αὐτὴν, μονονουχὶ κατὰ πόδας τῶν εἰρημένων ἰόντα τε, καὶ τρέχοντα τὸν τῆς παρακλήσεως ὑποφαίνει καιρόν· ἔστι δὲ οὗτος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὗ καὶ πρόδρομος εἰσβέβηκεν ὁ θεσπέσιος Βαπτιστὴς ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, διακεκραγώς τε καὶ λέγων· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.» Τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι, καὶ ὁ μακάριος Ζαχαρίας ὁ αὐτοῦ γεγονὼς Ἰωάννου πατὴρ προεφήτευσε, λέγων· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ.» Καὶ περὶ αὐτοῦ πρὸς αὐτοὺς ἔφασκεν ὁ Σωτήρ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων.» Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Ἥλιος μὲν γὰρ δικαιοσύνης, καὶ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός. Λύχνῳ δὲ παρεικάζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν μακάριον Βαπτιστήν.

Ὡς γὰρ πρὸς τὸ θεῖόν τε καὶ ἄῤῥητον φῶς, πρὸς τὴν ἄφραστόν τε καὶ ὑπερμεγέθη λαμπρότητα, παρεικάζοιτο ἂν εἰκὸς τῷ λύχνῳ τῷ βραχεῖ τὸ τῆς ἀνθρωπίνης διανοίας μέτρον, καὶ εἰ πλῆρες γένοιτο φωτὸς καὶ σοφίας. Τί τοίνυν ἐστὶ τὸ, «Ἑτοιμάσατε τὴν ὀδὸν Κυρίου,» καὶ τό γε δὴ δεῖν εὐθείας ποιεῖσθαι τὰς τρίβους αὐτοῦ; Σαφηνίζει προστιθείς· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα.» Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς, ἤτοι τρίβοι βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ αὗται καὶ δυσπόρευτοι, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ αὐτὰς καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποκρεμᾶσθαι βαθεῖς. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀναπίμπλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ, τότε πάντη τε καὶ πάντως εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία, καὶ οἶον ὕπτιον ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε, καὶ φαραγγώδη. Πότε τοῦτο; τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις δυσπόρευτος ἦν ἡ ἐξαίρετος ζωὴ, καὶ τῆς εὐαγγελικῆς πολιτείας ἡ τρίβος ἀνεπιτήδευτος, διάτοι τὸ κεκρατῆσθαι τὸν τῶν ἁπάντων νοῦν κοσμικαῖς καὶ γεώδεσιν ἐπιθυμίαις, καὶ τοῖς τῆς σαρκὸς ἐκτόποις κινήμασιν ὑποφέρεσθαι.

Ἐπειδὴ δὲ γεγονὼς ἄνθρωπος, ἤτοι σὰρξ, κατὰ τὰς Γραφὰς, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καθεῖλε δὲ καὶ ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν οὐδὲν ἔχουσαν τὸ ἄναντες, ἢ καὶ ἠρμένον ὑψοῦ, οὐδὲν τὸ κοῖλον τὸ κάτω, ἀλλ᾽ εἰς πεδία μᾶλλον ἐψιλωμένην.

Πάντα τὰ σκολιὰ γεγόνασιν εἰς εὐθεῖαν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ «καὶ ὀφθήσεται, φησὶν, ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.» Δόξαν δὲ φησὶν ὀφθήσεσθαι, πῶς ἢ τίνα τρόπον; Ἦν μὲν γὰρ, καὶ ἔστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, θρόνων τε, καὶ κυριοτήτων καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος, ἐγνώκαμεν δὲ καὶ ἡμεῖς τὴν δόξαν αὐτοῦ, καίτοι πάλαι μὴ εἰδότες, ὅτε καθ᾽ ἡμᾶς γενόμενος ἄνθρωπος οἰκονομικῶς ἔδειξεν ἑαυτὸν, ἰσοσθενῆ, καὶ ἰσουργὸν, καὶ ἰσοκλεᾶ τῷ Θεῷ καὶ Πατρὶ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ κατορθῶν εὐκόλως τὰς θεοσημίας, ἐπιτιμῶν τῇ κτίσει, νεκροὺς ἀνιστὰς, καὶ τὰ ἕτερα δὲ τῶν θαυμάτων ἀμογητὶ κατορθῶν. Ὤφθη τοίνυν ἡ δόξα Κυρίου· τεθέαται δὲ καὶ πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός. Σωτῆρα γὰρ ἡμῖν καὶ Λυτρωτὴν πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱόν. Τελειοῦντος γὰρ οὐδὲν τοῦ νόμου, καὶ τῶν ἐν τύποις θυσιῶν οὐκ ἐχουσῶν τὸ δύνασθαι διασμήχειν ἁμαρτίας, ἐν Χριστῷ τελειούμεθα, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι, τῷ τῆς υἱοθεσίας τετιμήμεθα πνεύματι.

Καὶ ἡ μὲν ἐπὶ τούτῳ χάρις, τό γε ἧκον εἰς τὸν τοῦ διασώζοντος σκοπὸν, ἐπὶ πᾶσαν ἂν ἴοι σάρκα, τοῦτ᾽ ἔστιν, ἐπὶ πάντας ἀνθρώπους. Σάρκα γὰρ ἐν τούτοις τὸν ἄνθρωπον νοητέον. Εἰ δὲ δὴ φαίνοιντό τινες τῆς σωτηρίας ἠμοιρηκότες, ἀψευδὴς ἂν εἴη, καὶ οὕτως ὁ τοῦ προφήτου λόγος. Ὁ γὰρ σκοπὸς τοῦ τιμήσαντος. καὶ διασῶσαι θελήσαντος, καὶ οὐχὶ τῶν κεκλημένων τὸ ῥᾴθυμον ἐξετάζεται. Προσεπάγει δὲ ἀναγκαίως ὡς Ὅτι Κύριος ἐλάλησε, ἴνα μή τις οἴηται ψευδηγορεῖν αὐτὸν, ἢ καὶ ἀπὸ καρδίας, ἢ καὶ τὸ δοκοῦν ἐρεύγεσθαι τυχόν. Ἀλλ᾽ ὅτι τὸ τῷ Θεῷ δόξαν, καὶ τὸ πάντη τε καὶ πάντως ἐσόμενον προμεμήνυκε. <Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπα· Τί βοήσω;

Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ ῥῆμα του Θεοῦ μένει εἰς τὸν αἰῶνα.> Ὅτι μὴ ἑτέρως ἔξεστιν ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ τοὺς ἀληθῶς ἐρῶντας αὐτοῦ, καὶ τυχεῖν αὐτοῦ γλιχομένους, πλὴν ὅτι μόνου τοῦ ἑλέσθαι φρονεῖν τε, καὶ δρᾷν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, καθίστησιν ἐναργές. Δεῖ γὰρ, οἶμαι, τοὺς ἐθέλοντας ἁγιοπρεπῶς πολιτεύεσθαι, καὶ τὴν εὐαγῆ, καὶ ἐξαίρετον ἐπανελέσθαι ζωὴν, καὶ τῆς ἐν Χριστῷ πολιτείας οἷά τινα στέφανον ἀναδήσασθαι τὰ αὐχήματα, παρ᾽ οὐδὲν μὲν ποιεῖσθαι τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, δόξαν δὲ τὴν ἐν ἀνθρώποις, καὶ πρόσκαιρον, ὡς ἀπωτάτω ῥίπτειν, ἡγεῖσθαί τε κατὰ ἀλήθειαν χόρτῳ καὶ πόαις ὡμοιῶσθαι τὰ ἀνθρώπινα, ἔχειν τε εἰς νοῦν καὶ καρδίαν τὸ τοῦ Θεοῦ ῥῆμα, τοῦτ᾽ ἔστι, τὸν ἐκ Θεοῦ, καὶ Πατρὸς Λόγον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ τὸ θεῖον αὐτοῦ Πνεῦμα καταπλουτήσαντες, αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς.

Ἀξιόκτητον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς αἰῶνα πρόξενον ζωῆς. Διαμένων γὰρ εἰς τὸν αἰῶνα, καὶ ζῶν ὁ τοῦ Θεοῦ Λόγος διατηρεῖ, καὶ ζωοποιεῖ. Εἰ δὲ δὴ βούλοιτό τις τὸ τοῦ Θεοῦ ῥῆμα νοεῖν τὴν ἐντολὴν αὐτοῦ· φαμὲν ὅτι καὶ τοῦτό ἐστιν οὐ μετρίως ὀνησιφόρον. Διατηρεῖ γὰρ καὶ αὐτὸ τοὺς κατορθοῦντας αὐτὸ πρὸς μακραίωνα βίον· κατά γε τὸ παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος εἰρημένον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ ἴδη εἰς τὸν αἰῶνα. <Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.> Τοῖς τὸ θεῖον καὶ σωτήριον ἱερουργοῦσι κήρυγμα, φημὶ δὴ τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, ἢ καὶ ἁπαξαπλῶς τοῖς κατὰ καιροὺς τῶν λογικῶν ποιμνίων προεστηκόσι, καὶ μυσταγωγικὸν ἔχουσι τὸ ἐπιτήδευμα, τίνα δὴ τρόπον εἶεν φιλόθεοί τε, καὶ διαβόητοι, καὶ τῆς ἀνωτάτω δόξης ἐπίμεστοι διαδείκνυσιν ἐν τούτοις.

Οὐ γάρ τοι προσήκει, φησὶν, εὐαγγελιζόμενον τοῖς ἁπανταχοῦ τὴν δόξαν καὶ τὸ σωτήριον τοῦ Θεοῦ περιδεῶς, καὶ ὑπεσταλμένως, καὶ λανθάνειν σπουδάζοντα τοῦτο δρᾷν· ἀλλ᾽ οἷον ὑψοῦ γεγονότας, καὶ ἅπασιν ὁρωμένους, καὶ ἐν πολλῇ παῤῥησίᾳ καθάπερ ἐν ὄρει πηδήσαντας διαπρυσίῳ τρόπον τινὰ κεχρῆσθαι φωνῇ, καὶ δείματος ἐλευθέρᾳ. Ὃ δὴ καὶ ὑπάρξαι σφίσιν, αὐτοὶ οἱ θεσπέσιοι μαθηταὶ λιπαροῦντες, ἔφασκον πρὸς τὸν τῶν ὅλων κρατοῦντα Θεόν· Καὶ νῦν, Κύριε, ἐπίδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Ὑψώσατε τοίνυν, μὴ φοβεῖσθε, φησίν.

Ἀπαγγέλλετε ταῖς πόλεσιν Ἰούδα, Ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Τὸ δὲ Ἰδοὺ προστιθεὶς, οὐκ εἰς μῆκος ἐᾷ τῆς ἀφίξεως ἀνατείνεσθαι τὴν ἐλπίδα, ἀλλ᾽ ὅσον οὐδέπω, καὶ μετὰ βραχὺ παρεσόμενον, μᾶλλον δὲ καὶ ἀγχίθυρον ἤδη πως γεγονότα τὸν Λυτρωτὴν διαδείκνυσι. Χεῖρα γὰρ ὥσπερ προτείνειν αὐτοὺς προστέταχε, καὶ δακτύλῳ φανεροῦν τὸν προηγγελμένον.

Ὅτι δὲ οὐ καθ᾽ ἕνα τῶν ἁγίων προφήτων οὔτε μὴν ἐν μέτροις ἔσται τοῖς ἱκέταις, ἀλλ᾽ ἐν ἐξουσίᾳ δεσποτικῇ, καὶ ἐν δυνάμει τε καὶ κυριότητι τῇ θεοπρεπεστάτῃ, διεσάφησεν εἰπὼν, »Μετὰ ἰσχύος ἔρχεται, καὶ βραχίων μετὰ κυρείας.» Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται γενέσθαι τινὰ παρὰ Θεοῦ, καὶ μὴν καὶ ὑπάρξαι τοῖς ὑπὸ χεῖρα λαοῖς παρεκάλουν.

Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ προσευχὴν ἀνατείνων, οὔτε μὴν ἐξ αἰτήσεώς τι δεχόμενος, καὶ διδοὺς, ἀλλ᾽ ὡς Υἱὸς ἀληθῶς, τὰ ἐκ Πατρὸς ἀγαθὰ μετὰ τῆς ἐλευθέρῳ πρεπούσης ἀξίας διανενέμηκε τοῖς πιστεύσασιν εἰς αὐτὸν, εἰργάζετο δὲ πάντα δυνάμει τε ἰδίᾳ χρώμενος, καὶ μέντοι καὶ ἐξουσίᾳ.

Ὅτι δὲ τῆς οἰκονομίας τὸ μυστήριον οὐκ ἄκαρπον ἔσται τῷ καθ᾽ ἡμᾶς γενομένῳ, καὶ σταυρὸν ὑπομείναντι, καὶ τὸν ἐν αὐτῷ θάνατον, διαδείκνυσι λέγων· «Ἰδοὺ ὁ μισθὸς μετ᾽ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ,» καὶ μισθὸν ὀνομάζει τὸν ἐκ τοῦ κατὰ σάρκα τεθνάναι καρπόν. Ἔφη γὰρ, ὅτι «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φύει.» Καὶ πάλιν· «Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ὡς γὰρ ὁ Παῦλός φησιν· «Ὑπέμεινε σταυρὸν αἰσχυνῆς καταφρονήσας. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός·» τοῦτο καὶ ὁ θεσπέσιος Δαβὶδ προεγνωκὼς ἐν πνεύματι ψάλλει καί φησι πρὸς αὐτόν· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Οὐκοῦν οὐκ ἄμισθος οὐδὲ ἄκαρπος ἡ οἰκονομία.

Ἠκολούθησε δὲ καὶ γέγονεν ὥσπερ ἐν ὀφθαλμοῖς αὐτοῦ ποιμαίνοντος τὰ ἑαυτοῦ ποίμνια, καὶ τῷ βραχίονι αὐτοῦ, τοῦτ᾽ ἔστι, τῇ ἰσχύϊ συλλέγοντος ἄρνας. Οἱ γὰρ πιστεύσαντες εἰς αὐτὸν ὡς ἀρτιγενῆ, καὶ νεογνὰ πρόβατα πρὸς καινότητα ζωῆς ἀνεκτίσθησαν, λαχόντα δηλονότι τὴν ἄνωθεν, καὶ διὰ τοῦ Πνεύματος ἀναγέννησιν. Τοιγάρτοι τὸ λογικὸν ἐπιποθοῦσι γάλα τρεφόμενα μὲν νηπιοπρεπῶς ἐν ἀρχαῖς, ἀναβαίνοντα δὲ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὐκοῦν ἐποιμάνθησαν μὲν οἱ ἄρνες, παρακέκληνται δὲ καὶ κυοφοροῦσαί τινες, ἤτοι ἐν γαστρὶ ἔχουσαι. Ἄρνες μὲν γὰρ ὥσπερ ἀρτιφανεῖς, καὶ ἀρτιτόκοι νοοῖντ᾽ ἂν εἰκότως οἱ ἐξ ἐθνῶν.

Ἐχούσας γε μὴν ἐν γαστρὶ φαίη τις ἂν τοὺς ἤδη τὸν ἐπ᾽ αὐτῷ λόγον ὠδίνοντας, ὡς ἀπό γε τῶν νομικῶν διδαγμάτων, προφητικῶν κηρυγμάτων. Σέσωκε γὰρ ὁ Χριστὸς, οὐχὶ δὴ μόνους τοὺς ἐξ ἐθνῶν, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, πρὸς οὓς δὴ μάλιστα, καὶ ἀπεστάλθαι φησὶν, οἳ καὶ παρακέκληνται βεβαιοῦντες τῇ πίστει τὴν προσδραμοῦσαν ἐν αὐτοῖς τοῦ μυστηρίου γνῶσιν ἀκριβῆ. <Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;

Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ;> Διὰ τῶν ἀνεφίκτων τε καὶ ἀμηχάνων ἅπασιν ἀνθρώποις, μᾶλλον δὲ τάχα που, καὶ ταῖς ἄνω, καὶ ἐν οὐρανῷ δυνάμεσι πειρᾶται δεικνύειν τῆς ἐν Θεῷ σοφίας τὸ ὑπερτενές τε καὶ ἀκατάληπτον. Τεθαύμασται γὰρ τὸ μυστήριον τοῦ Χριστοῦ, καὶ ἐν ἀποῤῥήτοις ὁρᾶται λόγοις τῆς οἰκονομίας ὁ λόγος. Καί μοι δοκεῖ ταῖς τοῦ Παύλου φωναῖς ἐπὶ καιροῦ κεχρημένον εἰπεῖν· «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Ἢ οὐκ ἀδελφὰ τοῖς προκειμένοις ταυτὶ, φαίη τις ἂν καὶ μάλα εἰκότως; Βαθὺ γὰρ βάθος, καὶ ἀκατάληπτον τὸ ἐν τοῖς θείοις σκέμμασι διαφαίνεται.

Καὶ ὥσπερ ἐστὶν ἀνεπιτήδευτον παντελῶς καὶ ἀμήχανον ἀνθρωπείᾳ χειρὶ σύμπαν μετρεῖσθαι τὸ ὕδωρ, καὶ σπιθαμῇ τὸν οὐρανὸν, καὶ ἅπασαν δὲ τὴν γῆν δρακὶ, καὶ σταθμῷ, καὶ ζυγῷ τὴν τῶν ὀρῶν ὁλκὴν ὅση τίς ἐστι γενέσθαι καταφανῆ, κατὰ τὸν ἴσον τουτονὶ τρόπον, οὐκ ἄν τις καταλάβῃ τὸν νοῦν Κυρίου.

Καὶ πιστώσεται λέγων αὐτὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Οὐ γάρ εἰσιν αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Ποίου γὰρ, φησὶν, ἐδεήθην ποτὲ τοῦ συμβουλεύοντος ἢ συμβιβάζοντος, ἢ δεικνύοντος αὐτῷ κρίσιν, τοῦτ᾽ ἔστιν, τὴν δικαιοσύνην, ἤτοι δικαιοκρισίαν, ἢ συνέσεως ὁδόν. Εἰ γὰρ αὐτόχρημα σοφία τυγχάνει, καὶ αὐτὸς σοφοῖ πάντα νοῦν, καὶ φωτός ἐστι τοῦ κατὰ σύνεσιν τῇ λογικῇ κτίσει χορηγός· πῶς ἂν ἑτέρου δέοιτ᾽ ἂν, ἢ κατὰ τίνα τρόπον ὅπερ ἂν βουλεύσαιτο, διαμωμήσαιτ᾽ ἄν τις; Ὅτι δὲ ἐντεῦθεν ὄφελος μέγα τοῖς ἀκροωμένοις ὁ προφήτης ἐνεργάζεται. Ἤδη γάρ τινες τῶν ἀπίστων ἔτι κατατολμῶσι λέγειν· Τί γὰρ ἔδει καθ᾽ ἡμᾶς γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, καὶ σαρκὸς ἀνέχεσθαι, καὶ ῥύπον τὸν ἐξ αὐτῆς, διασῶσαι θελήσαντα τοὺς ἐπὶ γῆς, καίτοι κατανεῦσαί φησι χαλεπὸν οὐδὲν ὡς Θεὸς κατορθῶσαί τε τὸ δοκοῦν. Εἶτα πῶς οὐκ εἰκῆ γέγονεν ἄνθρωπος; Καὶ δι᾽ ἐκτόπων ἐννοιῶν περιστάντες ἀνοσίως εἰς τὸ ἀκαλλὲς τὴν οἰκονομίαν, τῇ τοῦ μυστηρίου μάχονται δόξῃ.

Ἀνακόπτει τοίνυν αὐτῶν τὰς ἀσυνέτους κενοβουλίας ὁ προφήτης ἐν τούτοις· καὶ ἀκατάληπτον εἶναί φησι τὴν ἐν Θεῷ σοφίαν, καὶ τὸν ἐν αὐτῷ νοῦν, εἰ καὶ ἔστιν αὐτόχρημα σοφία καὶ νοῦς ὁ ὑπερτάτω τε καὶ ἀκραιφνέστατος, ἵνα λοιπὸν καὶ ἀπαράδεκτος ἦν, μᾶλλον δ᾽ ἂν γελῷτο δικαίως τῶν ἀπίστων ὁ λόγος, ἐπιτιμᾷν, οὐκ οἶδ᾽ ὅπως, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς οὐκ εὖ γενομένῃ τετολμηκότων. Δοκεῖ δέ τισι· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὰ ἑξῆς, ἐφαρμόττειν τῷ πάντων κρατοῦντι Θεῷ, ὡς δυναμένῳ καὶ ὕδωρ ἐκμετρεῖν, οὐρανόν τε καὶ γῆν, ὄρη τε καὶ νάπας, καὶ πάντων ἁπαξαπλῶς ἔχοντι γνῶσιν, καὶ τῶν ἀνεφίκτων, καταδραττομένῳ τε παντὸς τοῦ γεγονότος, καὶ ὡς οὐδὲν ἔχοντι τὰ ἐν μεγέθει τε καὶ ὄγκῳ τοσούτῳ τῶν κτισμάτων καὶ τὰ ἐν ἀμετρήτῳ πληθύϊ νοούμενα. Τό γε δὴ χρῆναι νοεῖν οὕτως εἴ γέ τις ἕλοιτο, τυχὸν ἀδικήσειεν ἂν οὐδέν.