Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Δ', Λόγος Δ'
Η κλήση των εθνών, το μυστήριο της ενσάρκου οικονομίας, η υποταγή των εχθρών στον Υιό και η πνευματική ανακαίνιση του ανθρώπου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Δ', Λόγος Δ'
Η κλήση των εθνών, το μυστήριο της ενσάρκου οικονομίας, η υποταγή των εχθρών στον Υιό και η πνευματική ανακαίνιση του ανθρώπου.
ΛΟΓΟΣ Δʹ. <Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι.> Διὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυνῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι᾽ οὗπερ ἔμελλον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰδέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχομένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσεσιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι. Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ, καί φησιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί.»
Ὅτε γὰρ βεβασίλευκε τῆς ὑπ᾽ οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ᾽ ἔστιν, εὐφροσύνης μεσταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι.
Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συναναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς.
Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, διαδείκνυσι λέγων, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσεκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Συνέβαλεν ἐν τούτοις εὐθὺς τὸ μυστήριον τὸ βαθὺ καὶ μέγα, καὶ τῆς ἄνωθεν μυσταγωγίας δεόμενον. Ἐξεκαλύφθη γὰρ οὕτω τῷ θεσπεσίῳ Πέτρῳ.
Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος, ἰσοκλεὴς, καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, συνυπάρχων δὲ, καὶ συναΐδιος. Ὀνόματα δὲ τὰ πρὸ τῆς ἐνανθρωπήσεως οἰκείως πως ἔχοντα τῇ αὐτοῦ φύσει, Θεὸς, καὶ σοφία, καὶ φῶς, ζωὴ, καὶ δύναμις· ἕτερα δὲ πρὸς τούτοις ἃ παρὰ τοῖς ἱεροῖς εὑρίσκεται Γράμμασιν.
Ἐπειδὴ δὲ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ὄνομα δέχεται τὸ κοινὸν, τοῦτ᾽ ἔστι, τὸ Χριστός τε καὶ Ἰησοῦς, ἤτοι τὸ, Μεθ᾽ ἡμῶν ὁ Θεός. Τοῦ μεθ᾽ ἡμῶν σημαίνοντος τὸ ἐν τοῖς καθ᾽ ἡμᾶς.
Γέγραπται γὰρ, ὅτι «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» ὅτι μακάριος Γαβριὴλ ἐκκαλύπτων τῇ ἁγίᾳ καὶ Θεοτόκῳ παρθένῳ τὸ μυστήριον· «Μὴ φοβοῦ,» φησὶν, «ἡ Μαριάμ. Εὗρες γὰρ χάριν παρὰ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ἆρ᾽ οὖν ἀσυμβάτους ἀλλήλαις εἰρήκασι φωνὰς, ὅ τε μακάριος ἄγγελος, καὶ ὁ προφήτης; Οὐ μὲν οὖν. Ὁ μὲν γὰρ θεσπέσιος προφήτης πνεύματι λαλῶν μυστήρια, μεθ᾽ ἡμῶν γεγονότα Θεὸν προκαταμεμήνυκεν, ἀπό τε τῆς φύσεως, καὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς οὕτως ὀνομάσας αὐτόν. Ὁ δέ γε μακάριος ἄγγελος ἐκ τῆς ἐνεργείας αὐτῷ τοὔνομα θείς· σέσωκε γὰρ τὸν ἴδιον λαόν. Σωτὴρ οὖν ἄρα κέκληται διὰ τοῦτο. Καὶ γοῦν ὅτε τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι᾽ ἡμᾶς αἱ τῶν ἀγγέλων στρατιαὶ τοῖς ποιμέσι τὸν τόκον εὐηγγελίζοντο, λέγουσαι· «Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἐστὶ παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.» Οὐκοῦν Ἐμμανουὴλ μὲν, ὅτι Θεὸς ὢν φύσει γέγονε μεθ᾽ ἡμῶν, τοῦτ᾽ ἔστιν, ἄνθρωπος.
Ἰησοῦς γε μὴν, ὅτι σώζειν ἔδει τὴν ὑπ᾽ οὐρανὸν, Θεὸν ὄντα αὐτὸν, καὶ γενόμενον ἄνθρωπον. Ὅτε τοίνυν προῆλθεν ἐκ κοιλίας τῆς ἑαυτοῦ μητρὸς, γεγέννηται γὰρ ἐξ αὐτῆς τὸ κατὰ σάρκα, τότε καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ. Ἀνάρμοστον οὖν ἄρα τῷ Θεῷ Λόγῳ πρὸ τῆς γεννήσεως τῆς κατὰ σάρκα φημὶ τὸ Χριστοῦ ὄνομα. Κεχρισμένος γὰρ οὔπω, πῶς ἂν λέγοιτο Χριστός; Ὅτε γὰρ προῆλθεν ἐκ κοιλίας μητρὸς ἄνθρωπος, τότε σύνδρομον τῇ κατὰ σάρκα γεννήσει δέχεται τὴν κλῆσιν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡσεὶ μάχαιραν ὀξεῖαν. Ἀληθὲς καὶ τοῦτο. Γέγραπται γάρ που περὶ αὐτοῦ, μᾶλλον δέ φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· «Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.» Τὸ γάρ τοι θεῖον καὶ οὐράνιον κήρυγμα, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικὸν, τὸ διὰ στόματος λαληθὲν τοῦ Χριστοῦ, μάχαιρα γέγονεν ὀξεῖά τε καὶ τομωτάτη κατὰ τῆς τοῦ διαβόλου τυραννίδος, ἀναιροῦσα τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας.
Ἀπεσκέδασε γὰρ τὴν τῆς ἀπάτης ἀχλὺν, καὶ ταῖς ἁπάντων καρδίαις τὴν τῆς ἀληθοῦς θεογνωσίας ἐνῆκεν αὐγήν· μετεσκεύασε γὰρ τὴν ὑπ᾽ οὐρανὸν εἰς εὐσεβῆ πολιτείαν, καὶ εὐαγῶν ἐπιτηδευμάτων πάντας ἀπέφηνεν ἐραστὰς, ἀπεθέρισε τοῦ κόσμου τὴν ἁμαρτίαν, δικαιῶν τῇ πίστει τὸν ἀσεβῆ, καὶ Πνεύματος ἁγίου τοὺς προσιόντας ἀναπιμπλὰς, καὶ υἱοὺς αὐτοὺς ἀποφαίνων Θεοῦ, εὐσθενὲς αὐτοῖς, καὶ μαχιμώτατον ἐντιθεὶς τὸ φρόνημα, καὶ δοὺς αὐτοῖς τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἵνα τοῖς ποτε κεκρατηκόσιν ἀντανιστάμενοι πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχωσι, παρεμποδίζοντος οὐδενός. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος ἀναιρετικὴ γέγονε τοῖς ἐπὶ τῆς γῆς, ἡ διὰ Χριστοῦ παίδευσίς τε καὶ μυσταγωγία, σαφηνιεῖ λέγων ὁ προφήτης Ἡσαΐας· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην ἐπὶ τὸν δράκοντα τὸν ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα.
Προσεπάγει δὲ, ὅτι Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Καί φησι μὲν ἀνθρωποπρεπῶς, πλὴν τοῖς ἀρτίφροσι χαλεπὸν οὐδὲν, καὶ διὰ τούτων ἰδεῖν ἀχώριστον ὄντα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν, καὶ ὅτι γέγονεν ἄνθρωπος. Ὑπὸ σκέπην γὰρ εἶναί φησι τῆς δεξιᾶς αὐτοῦ, ἵνα τὸ ἄληπτον, καὶ ἀκαταγώνιστον τῆς ἑαυτοῦ φύσεως ὑπεμφαίνῃ σωζόμενον αὐτῷ, καὶ εἰ γέγονεν ἐν τοῖς καθ᾽ ἡμᾶς. Κατισχύσει γὰρ τῆς πανσθενοῦς δεξιᾶς οὐδεὶς, κεχώρισται δὲ, ὡς ἔφην, ὁ Λόγος τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἔτι μὲν γὰρ παναλκὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ αὐτός ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Ἐπειδὴ γέγονεν ἄνθρωπος, οὐκ ἀτιμάζων ὁ Πατὴρ τοῦ μυστηρίου τὴν δύναμιν, συγκαθίσταται τῇ οἰκονομίᾳ, καί φησι πρὸς αὐτοῦ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψω ἀπὸ προσώπου τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾽ αὐτοῦ.» Ἄθρει δὴ οὖν, ἄθρει, καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἀνθρωποπρεπῶς λέγοντα τὸν δι᾽ ἡμᾶς, καθ᾽ ἡμᾶς· Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με, φησὶν, ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με.
Πλεῖστα μὲν γὰρ τὰ τοῦ Θεοῦ βέλη γεγόνασι, κατὰ καιροὺς καθάπερ ἐν φαρέτρᾳ κρυπτόμενα τῇ προγνώσει αὐτοῦ, προκομισθέντα δὲ κατὰ τὸν ἑκάστῳ πρέποντα καιρὸν, ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα, Χριστὸν κρυπτόμενον μὲν, ὡς ἔφην, ὡς ἐν φαρέτρᾳ τῇ προγνώσει τοῦ Πατρός. Προεγνώσθη γὰρ πρὸ καταβολῆς κόσμου, παρενεχθὲν δὲ εἰς μέσον, ὅτε καὶ ἐχρῆν ὅλην ἐπισκέψασθαι τὴν γῆν, πεσοῦσαν εἰς ὄλεθρον, καὶ ἀπώλειαν διὰ τοῦ λατρεύειν τῇ κτίσει, παρὰ τὸν κτίσαντα, καὶ τοῖς ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας ἐνδεδέσθαι βρόχοις.
Τοῦτο τὸ ἐκλεκτὸν βέλος, ἀναιρεῖ μὲν, ὡς ἔφην, τὸν Σατανᾶν αὐτὸν, καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηράς. Ἀναιρεῖ δὲ ὁμοίως τοὺς τῆς ἀληθείας ἐχθροὺς, καὶ τοῖς ἱεροῖς αὐτοῦ κηρύγμασιν ἀνοσίως ἀνθεστηκότας. Τιτρώσκει δὲ καὶ ἑτέρως εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὕτω γάρ φησιν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων πληττομένη νύμφη, ὅτι «Τετρωμένη ἀγάπης ἐγώ εἰμι.» Εἶπε δέ μοι, φησὶν, ὁ Πατὴρ, δῆλον δὲ ὅτι Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Ὢ βάθος πλούτου τε καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! κατὰ τὸ γεγραμμένον. Ἦν μὲν γὰρ, καὶ ἔστιν ἐλεύθερος ὁ Υἱὸς, ὡς ἐκ τῆς βασιλευούσης πάντων οὐσίας ἀναφὺς ἀποῤῥήτως. Ἀλλ᾽ ἤκουσε τοῦ Πατρὸς λέγοντος· Δοῦλός μου εἶ σύ. Οὐκοῦν ὁ ἐλεύθερος κατὰ φύσιν Λόγος πράττεται δοῦλος δι᾽ οἰκονομίας σαρκικῆς, ἤγουν τῆς κατὰ σάρκα νοουμένης, ἵνα πάλιν ἐννοῇς τὴν ἐκ γυναικὸς ἐν χρόνῳ κατὰ σάρκα γέννησιν αὐτοῦ. Ἰσραὴλ δὲ αὐτὸν γενέσθαι ὀνομάζει, διά τοι τὸ ἐξ αἵματος Ἰσραὴλ γενέσθαι κατὰ σάρκα· ἀλλὰ Καὶ ἐν σοὶ, φησὶ, δοξασθήσομαι.
Ἐδοξάσθη μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ διὰ προφητῶν ἁγίων, πλὴν οὐκ ἐν αὐτοῖς. Ἐν Χριστῷ δὲ ξένως, καὶ ἀσυνήθως. Ἐδοξάζετο γὰρ ἐν αὐτῷ. Δοξαζομένου δὲ Χριστοῦ, ὁ Πατὴρ ἐν αὐτῷ δοξάζεται. Ὁρῶμεν αὐτὸν ἐν αὐτῷ διαπρέποντα, διὰ τῶν θεοπρεπῶν ἀξιωμάτων καὶ τῆς κατὰ πᾶν ὁτιοῦν δυνάμεώς τε καὶ ἐνεργείας, ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ ἡμερότητος τῆς εἰσάπαν. Εἰδοποιεῖται γὰρ νοητῶς τὸ Θεῖον οὕτως. Καὶ γοῦν ἔφη Χριστός· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Ἔφη δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐν προσώπῳ Χριστοῦ δοξάζεσθαι τὸν γεννήσαντα. Οὐκοῦν ἐν σοὶ, φησὶ, δοξασθήσομαι.
Κάμψει γὰρ τῷ Υἱῷ, καὶ ἐν σαρκὶ πεφηνότι, πᾶν γόνυ, καθὰ γέγραπται, ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. <Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, καὶ εἰς μάτην, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. Διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.> Ἐπέφανεν ὁ τῶν ὅλων μὲν Σωτὴρ, ἵνα πᾶσαν ἀπαλλάξῃ τὴν ὑπ᾽ οὐρανὸν, τῆς τοῦ διαβόλου σκαιότητος, καὶ θανάτου, καὶ ἁμαρτίας, καὶ χαρίσμασιν ἱεροῖς λελαμπρυσμένους τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως. Κέκληνται δὲ πρὸς τοῦτο καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ· προτετίμηντο δὲ οὕτως τῶν ἐθνῶν ὥστε φάναι τὸν Ἰησοῦν· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Οἱ δὲ τὴν οὕτως εὐκλεᾶ καὶ ἐξαίρετον λαχόντες τιμὴν, ἄπιστοι γεγόνασι, καὶ ἀποστάται θρασεῖς, καὶ ἀτιμαγέλαι δεινοὶ καὶ ἀγέρωχοι. Καί τοι δέον ἀσμενέστατα προσελθεῖν τῇ χάριτι, καὶ κατακερδάναι τὴν πίστιν, καὶ τὰ ἐξ αὐτῆς ἀγαθὰ, τοῦτο μὲν οὐκ ἔδρων, πόθεν; ἀντανίσταντο δὲ, καλοῦντι πρὸς σωτηρίαν δυσφημοῦντες ἀφυλάκτως, ἀκαθέκτως λοιδοροῦντες· καὶ τί γὰρ οὐ τῶν δεινῶν ἀποφθεγγόμενοι ἀνέδην, καὶ τελευταῖον ἐσταύρωσαν.
Οὐκοῦν τό γε ἧκον εἰς τὸ τῶν ἀπειθούντων ἀπηνὲς, καὶ τὴν ἐκτόπως αὐτοῖς μελετηθεῖσαν ἀντιλογίαν, κενῶς κεκοπίακεν ὁ Σωτὴρ, καὶ εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκε τὴν ἰσχὺν αὐτοῦ. Οὐ γὰρ ἠνέσχετο, καθάπερ ἔφην ἀρτίως, τῶν ἱερῶν αὐτοῦ κηρυγμάτων ὁ ἀπόπληκτος Ἰσραήλ· οὐ τετίμηκεν αὐτοῦ τὸν κόπον.
Κόπος γὰρ ἦν τῷ Λόγῳ τὸ γενέσθαι καθ᾽ ἡμᾶς, καὶ τῆς ἀνθρωπίνης ἀνασχέσθαι μικροπρεπείας. Ἀλλ᾽ ἡ κρίσις μου, φησὶν, ὁ Πατὴρ, οὓς δεδαπάνηκα πόνους ὑπέρ γε τῆς αὐτῶν σωτηρίας. Διὰ τοῦτο, καὶ ἡ κρίσις ἐξενήνεκται παρ᾽ αὐτοῦ. Ποία δὲ ἡ κρίσις ἦν; Ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ἐξώσθησαν τοῦ εἶναι λαὸς Θεοῦ, ἀμέτοχοι γεγόνασι τῆς παρ᾽ αὐτοῦ σωτηρίας, ἄγευστοι μεμενήκασι τῆς τῶν ἁγίων ἐλπίδος, εἰσκέκληνται δὲ ἀντ᾽ ἐκείνων τῶν ἐθνῶν ἡ πληθύς. Καὶ ἀντὶ τῶν παρ᾽ αὐτοῖς ποιμένων, ἕτεροι κεχειροτόνηνται δίκαιοι, καὶ θεοφιλεῖς, καὶ σπουδασμάτων εὐαγῶν ἐπιμεληταὶ, καὶ λαῶν ἡγεῖσθαι δυνάμενοι φωστῆρες ἐν κόσμῳ λόγον ἐπέχοντες ζωῆς, καθά φησιν ὁ πάνσοφος Παῦλος. Βούλει τὴν κρίσιν ἰδεῖν τοῦ Πατρὸς, ἤτοι τὴν ἐπ᾽ ἐκείνοις ψῆφον, ἄκουε τοῦ Σωτῆρος λέγοντος τοῖς τῶν Ἰουδαίων καθηγηταῖς· «Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.» Εἶτά φησιν· «Πέπομφε δούλους ἀποληψομένους τοὺς καρποὺς, καὶ πάντες κεκινδυνεύκασιν. Ἐπειδὴ δὲ ὕστερον ἀπέστειλε τὸν υἱὸν, καὶ αὐτὸν ἑωρακότες, φησιν, εἶπον· Οὗτός ἐστιν ὁ κληρονόμος ἐν ἑαυτοῖς, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ. Καὶ δὴ καὶ ἀπεκτόνασι.»
Ταύτης ῥηθείσης αὐτοῖς τῆς παραβολῆς, εἴρηται πάλιν ὁ Κύριος λέγων· «Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Οἱ δὲ πρὸς αὐτόν· Κακῶς κακοὺς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἑτέροις, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Καὶ πρός γε ταῦτά φησιν ὁ Χριστός· Διὰ τοῦτο λέγω ὑμῖν, ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Τέθεινται γὰρ ἕτεροι τῶν ἀμπελώνων μελεδωνοὶ, καὶ σοφοὶ γηπόνοι, τοῦτ᾽ ἔστιν, οἱ θεσπέσιοι μαθηταί. Ἐπὶ τούτων ὑετοὺς ἡμῖν αἱ νεφέλαι καθῆκαν, καίτοι τὸν Ἰουδαϊκὸν ἀμπελῶνα μηκέτι κατάρδειν κεκελευσμέναι. Ἐπὶ τούτων οὐκ ἀκάνθας μᾶλλον, ἀλλὰ σταφυλὴν τετρύγηκεν ὁ Χριστός. Δεδιδάγμεθα γὰρ λέγειν, ὅτι «Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.» Φαίη δ᾽ ἄν τις, καὶ ἑτέρως, ὅτι γέγονεν ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ὁ πόνος τοῦ Υἱοῦ, καὶ κρίσις ἐκβέβηκεν ὀρθή.
Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὴν δύναμιν, ἐννοήσας τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἡμῖν ὁ πάνσοφος Παῦλος διατρανοῖ λέγων· «Ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, οὐχ ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν δὲ κενῶσαι, καὶ ὑπήκοον γενέσθαι τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπερυψοῦσθαί τε καὶ τὸ ὄνομα αὐτῷ χαρισθῆναι τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ,» Ἦν μὲν γὰρ, καὶ ἔστι Θεὸς Λόγος. Ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, καὶ γέγονε τοῦτο κατὰ ἀλήθειαν, εἰς τὴν ἑαυτοῦ δόξαν ἀναβέβηκε μετὰ σαρκός. Ἐγνώσθη γὰρ ὅτι Θεός ἐστι, καὶ πεπόνηκεν οὐκ εἰκῆ. Γέγονε γὰρ εἰς δόξαν αὐτῷ τῆς οἰκονομίας ὁ τρόπος, οὐκ εἰς εὔηθές τι, καὶ ξένον ἀνατιθεὶς αὐτὸν, ἀλλὰ Σωτῆρα, καὶ Λυτρωτὴν ἀποφήνας τῆς ὑπ᾽ οὐρανὸν, ὃ δὴ καὶ γνωσθὲν προσπεσεῖν αὐτῷ παρεσκεύασεν οὐρανόν τε καὶ γῆν, καὶ τὰ ἔτι κατώτερα. <Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραήλ· Πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς.
Καὶ εἶπέ μοι, Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι.> Οὐδὲν ἧττον ἐν τούτοις εἶναί φαμεν αὐτὸν τὸν Κύριον Ἰησοῦν τὸν Χριστὸν τὸν οὕτως ἀνθρωποπρεπέσι κεχρημένον φωναῖς, εἰ καὶ ὅτι μάλιστα τὸ μέγα τῆς εὐσεβείας διατρανοῖ μυστήριον, καὶ τὸν τῆς κενώσεως τρόπον καθίστησιν ἐναργῆ. Ἄθρει γὰρ ὅπως τὸν φύσει καὶ ἀληθῶς ἑαυτοῦ πλάσαι φησὶν αὐτὸν εἰς δοῦλον ἑαυτῷ, πλὴν ἐκ κοιλίας. Οὐ γάρ τοι γυμνὸν ὄντα, καὶ ἄσαρκον ἔτι Λόγον, εἰς τὴν τῆς δουλείας διάπλασιν ἐνεχθῆναί φησιν ἑαυτὸν, εὐδοκήσαντος τοῦτο τοῦ Θεοῦ, καὶ Πατρός· ἐκ κοιλίας δὲ μᾶλλον, τοῦτ᾽ ἔστιν, ὅτε κατὰ σάρκα ἐγεννήθη ἐκ γυναικός. Τότε γὰρ Θεὸς φύσει, καὶ ἐλεύθερος, ὡς ἐκ Θεοῦ τε καὶ ἐλευθέρου Πατρὸς, τὴν τοῦ δούλου δέχεται μορφὴν, ἤτοι πλάσιν. Οὐ γάρ τοι φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὡς τὸ δοῦλον φύσει εἰς δουλείαν πλάττεται μᾶλλον, ἀλλ᾽ ὁ δουλείας ἐπέκεινα, καὶ ζυγοῦ, καὶ τοῖς τῆς φυσικῆς ἐλευθερίας ἐμπρέπων αὐχήμασι δέχοιτο ἂν εἰκότως τὴν τοῦ δούλου πλάσιν, ἤτοι μορφήν.
Ὅτι γὰρ ἐλεύθερος ὢν ὁ υἱὸς καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, πῶς ἂν ἐνδοιάσειέ τις Παύλου λέγοντος, ἐν μορφῇ μὲν εἶναι αὐτὸν τοῦ Θεοῦ, ἡγεῖσθαι δὲ οὐχ ἁρπαγμὸν τὸ ἴσα εἶναι Θεῷ, ἀλλ᾽ ἐκ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητός τε καὶ ὁμοιότητος, καθικέσθαι μὲν οὐκ ἀβουλήτως εἰς δούλου μορφὴν, ἐν ὁμοιώματι δὲ ἀνθρώπων γενέσθαι. Θεὸς γὰρ ἦν μετὰ τούτου, διέδειξε δὲ οὐδὲν ἧττον ἡμῖν τὸ φύσει τε καὶ ἀληθῶς ἐλεύθερον, καὶ οὐκ ἀνεθελήτως τὸ δοῦλον, ἐν τῇ τῶν διδράχμων συνεισφορᾷ.
Ἤροντο μὲν γὰρ τὸν θεσπέσιον Πέτρον οἱ δασμολόγοι, πότερόν ποτε συνεισκομίζει τοῖς ἄλλοις Χριστὸς τὸ δίδραχμον, ἤγουν ἀπόβλητον ποιεῖται τὴν κατάθεσιν. Εἶτα πρὸς αὐτὸν ὁ Κύριος· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη, ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν ἑαυτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Διέποντος δὲ τοῦ μαθητοῦ τἀληθὲς, ἀπὸ γάρ τοι τῶν ἀλλοτρίων κομίζονται οἱ βασιλεῖς τὸ ταχθέν· «Ἄρα γε, φησὶν, ἐλεύθεροι οἱ υἱοί εἰσιν. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Πλάττεται τοίνυν ὁ ἐλεύθερος κατὰ φύσιν εἰς δοῦλον οἰκονομικῶς, ὅτε καὶ ἐκ κοιλίας ἐγεννήθη τῆς κατὰ σάρκα μητρός.
Καιρὸς γὰρ οὗτος ὁ πρέπων τοῖς τῆς κενώσεως μέτροις. Ὅτι δὲ διακονικῶς ἐπλάττετο, πεπληροφόρηκεν εἰπὼν, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ, καὶ τὸν Ἰσραήλ. Καθίκετο γὰρ ἐν τοῖς καθ᾽ ἡμᾶς Θεὸς ὢν ὁ Λόγος, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τοῦ διασῶσαι τὸν Ἰσραὴλ, καὶ συναγαγεῖν τὸν Ἰακώβ. Κατεσκέδασε μὲν γὰρ ἅπαντας τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ φαυλότητος ἁπάσης εὑρετὴς εἰς πολυειδῆ, καὶ πολύμορφον ἁμαρτίαν. Τοὺς μὲν γὰρ ἀπέστησεν ὁλοτρόπως τοῦ κτίσαντος, ἑαυτῷ τε καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ὑποκεῖσθαι παρασκευάσας, καὶ δυσδιάφυκτον αὐτοῖς τὸν τῆς ἁμαρτίας ἐπιῤῥίψας ζυγὸν, καὶ ἀποστήσας εἰς ἅπαν τοῦ, καὶ εἰδέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ Θεὸς Κύριος. Τοὺς δὲ τὸν Μωσέως νόμον ἔχοντας βραβευτὴν τῶν πρακτέων, ῥᾳθύμους, καὶ ἀναπεπτωκότας ἀπέφηνε, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπενεγκὼν, ὡς ὀλίγον μὲν τοῦ νόμου ποιεῖσθαι λόγον κομιδῆ, πράττεσθαι δὲ μᾶλλον εἴς γε τὸ ἑκάστῳ δοκοῦν, καὶ διδάσκει διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐπειδὴ δὲ ἐπέφανε τῷ κόσμῳ Χριστὸς συνήχθη διὰ πίστεως εἰς μίαν καὶ ὀρθὴν, καὶ ἀνεπίπληκτον γνώμην, ἃ κατεσκέδασεν ὁ Σατανᾶς, καὶ οἱ πάλαι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτήσαντες προσδεδραμήκασιν αὐτῷ, καὶ τὴν ἐχθροποιὸν ἁμαρτίαν σπούδασμα τῶν ἀγαθῶν ῥιπτοῦντες κατόπιν, εἰρηνεύουσι πρὸς Χριστόν. Προὔτρεπον μὲν γὰρ αὐτοὺς, καὶ οἱ θεσπέσιοι προφῆται γοργῶς ἰέναι πρὸς τοῦτο.
Ἡσαΐας γοῦν, Ποιήσωμεν εἰρήνην αὐτῷ, φησὶ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Ἐκέκραγον δὲ καὶ οἱ θεσπέσιοι μαθηταί· «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Πρὸς Θεὸν δὲ ποιούμεθα τὰς καταλλαγὰς, ὅτε προσίεμεν τῷ Χριστῷ διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ ἱερώτατος Παῦλος· «Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ.» Ἐν γὰρ Χριστῷ κόσμος τῷ Θεῷ καταλλάττεται. Οὐκοῦν ἐναργῆ τῆς ἐνανθρωπήσεως τὴν διακονίαν καθίστησι λέγων, εἰς δοῦλον πεπλᾶσθαι παρὰ τοῦ Πατρὸς ἐκ κοιλίας, ἵνα συναγάγῃ τὸν Ἰσραὴλ, καὶ τὸν Ἰακώβ. Κἂν εἰ μέν τις λέγοι τὸ τῶν Ἰουδαίων ἔθνος διὰ τούτων σημαίνεσθαι, οὐκ ἂν ἔξω διάττοι σκοποῦ. Ἔφη γάρ που Χριστός· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἰ δὲ δὴ βούλοιτο τοὺς διὰ πίστεως σεσωσμένους ἅπαντας, Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζειν, εὖ ἂν ἔχοι, καὶ οὕτως. Εἴπερ ἐστὶν ἀληθὲς ὡς οὐ μόνον ἐστὶν ὁ Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, οὔτε μὴν ἐν σαρκὶ περιτομὴ, λέγοιτ᾽ ἂν οὕτως περιτομή· Ἰουδαῖος δὲ μᾶλλον ὁ ἐν κρυπτῷ, καὶ περιτομὴν ἔχων καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος, οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ. Εἴγε τοίνυν Ἰουδαῖός ἐστιν ὁ πνεύματι περιτομὴν ἔχων, ἀπρὶξ εἶεν ἂν οὐδενὶ τῶν γε τοιούτων Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζεσθαι.
Παρεμβέβληται δὲ μεταξὺ τοῦ λόγου ὑπὸ τῶν διὰ πίστεως κεκλημένων, φωνῇ κατατιθεμένων, ὅτι καὶ πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Ἅμα γάρ τοι προστάττει γενέσθαι Θεὸς, καὶ μονονουχὶ τῶν κατὰ πόδας εἰρημένων τόπων προσταχθέντων ἔρχεται πέρας. Σέσωσται μὲν γὰρ οὐχ ἅπαξ ὁ Ἰσραὴλ, ἀλλ᾽ ἠπίστησάν τινες διά γε τὴν σφῶν αὐτῶν μοχθηρίαν, τὴν τῶν εὐαγγελικῶν παιδευμάτων οὐ προσηκάμενοι χάριν. Συνεισκέκληται δὲ τῷ καταλείμματι τῶν ἐθνῶν ἡ πληθύς· οἳ καὶ εἰς τέκνα τέθεινται τοῦ Ἀβραὰμ, ὥστε πανταχόθεν τό γε ἧκον εἰς οἰκονομίαν, μὴ ἀφαμαρτάνειν τῆς ἐπιδημίας τὸν σκοπόν· συνήχθη γὰρ ἅπας εἴ τίς ἐστιν Ἰσραὴλ, καὶ μέν τοί γε, καὶ Ἰακὼβ, κατὰ τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους. Ὑπισχνεῖται τοίνυν ὁ ἐν Χριστῷ κεκλημένος λαὸς, ὅτι καὶ συναχθήσεται πρὸς Θεὸν δηλονότι διὰ τῆς πίστεως, καὶ ὅτι δοξασθήσεται ἐναντίον τοῦ Θεοῦ, τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀποκερδαίνων καύχημα, καὶ θείας φύσεως μέτοχος γεγονὼς, καὶ ἁγίῳ Πνεύματι κατηγλαϊσμένος, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐπιμελητὴς ἀναδεδειγμένος, καὶ ὅτι Θεὸν ἡγήσεται τὴν ἑαυτοῦ ἰσχύν.
Οὕτω γὰρ διακεῖσθαι πρέπει, τοὺς τῆς παρ᾽ αὐτοῦ σωτηρίας, καὶ δόξης ἐφιεμένους. Προσεπάγει τούτοις. Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Εἰ χρή τι καὶ ἀνθρωπίνως εἰπεῖν, οὐκ ἐᾷ τὸν Υἱὸν ὁ Πατὴρ κατοκνῆσαι τὴν οἰκονομίαν, οὔτε μὴν ἄμισθον τὸ μικροπρεπὲς τῆς τοῦ δούλου μορφῆς, ἀλλ᾽ οἷον ἔγκαρπον ἀποφαίνει τὸ χρῆμα, καὶ οὐκ ἄμισθον τὴν ταπείνωσιν, καὶ τὸ τῆς οἰκονομίας φορτικὸν οὐκ ἐσόμενον ἔξω θαύματος, εὐκλεές τε πρὸς τοῦτο, καὶ τὸ ἀδοξῆσαι δοκεῖν. Ἦν μὲν γὰρ σμικρὸν ὁμολογουμένως, τῷ ἐκ τοῦ Θεοῦ φύντι Λόγῳ, τὸ κληθῆναι παῖδα, τοῦτ᾽ ἔστιν, οἰκέτην.
Δηλοῖ γὰρ τοὔνομα ποτὲ μὲν τὸν Υἱὸν, ποτὲ δὲ, ὡς ἔφην, τὸν οἰκέτην. Ἡ δέ γε τῶν ἐννοιῶν χρεία τοῦτό τε κἀκεῖνο, κατὰ τὸν ἑκατέρῳ πρέποντα καιρὸν εἰσκομίζεσθαι ποιεῖ. Ἐπειδὴ δὲ περὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος ἐστὶ, πρέποι ἂν εἰκότως τὸν παῖδα νοεῖσθαι δοῦλον. Οὐκοῦν, κἂν εἰς μικρὸν, ὡς ἔφην, τῷ Υἱῷ τῆς δουλείας τὸ δυσκλεὲς, ἀλλ᾽ ἦν ἑτέρως. Καὶ δὴ καὶ γέγονεν οὐ μικρὸν αὐτῷ· Δοξάζεται γὰρ παρὰ πάντων, ὡς ἁρπαγμὸν μὲν οὐχ ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, καὶ τοῖς τῆς δουλείας ἐνομιλήσας τρόποις, καὶ καθιγμένος εἰς κένωσιν, ὑπομείνας τε σταυρὸν, καὶ τὰ ἐν αὐτῷ καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν καταθεὶς, ἵνα καταλύσῃ τυραννίδα διαβολικὴν, καὶ τὰ τῶν δαιμονίων διελάσῃ στίφη τῆς καθ᾽ ἡμῶν ἀφορήτου πλεονεξίας, ἵνα ἐκ μέσου ποιήσῃ τὴν ὀλεθροποιὸν ἁμαρτίαν, ἵνα καταργήσῃ θάνατον, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀπ᾽ ἀρχῆς, καὶ παραδῷ τῷ Θεῷ τὴν αὐτοῦ τε καὶ ἑαυτοῦ βασιλείαν, ὑπ᾽ οὐδενὸς ἔτι τυραννουμένην, ἀποβάλλουσαν δὲ μᾶλλον τῆς ἑτέρων πλεονεξίας τὸν ζυγόν. <Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.> Οὐκ ἠγνόησεν ὁ Πατὴρ τὸ τῶν Ἰουδαίων ἀπεσκληκὸς, καὶ ἀνουθέτητον φρόνημα, καὶ ὁλοτρόπως ἐκτετραμμένον εἰς τὸ ἐξήνιον.
Προσήκαντο γὰρ οὐδαμῶς τὴν διὰ Χριστοῦ παίδευσιν, καίτοι δέον ἄγασθαι μὲν τῆς ἡμερότητος, καὶ ἀσυγκρίτου φιλανθρωπίας τὸν Λυτρωτὴν, ὑπτίαις δὲ ὥσπερ χερσὶ παραδέξασθαι τὴν φιλοτιμίαν. Ἵνα τοίνυν μὴ ἐν ἀποτεύξει σκοποῦ γενέσθαι δοκῇ τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, ἅτε δὴ, καὶ ἀπολακτίσαντος τοῦ ἡγησαμένου λαοῦ, καὶ οὐ προσιεμένου, καθάπερ ἔφην, τὴν αὐτοῦ λύτρωσιν, προσεπήνεγκεν ὁ Πατὴρ, ὅτι σωτηρίας καταδείξει τρίβον, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνήσει φῶς τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ. Ἐκαλεῖτο γὰρ ὁ Ἰσραὴλ εἰς τοῦτο, Χριστοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καί· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ μᾶλλον ἠγάπησαν τὸ σκότος, ἢ τὸ φῶς, κατελείφθησαν ὑπ᾽ αὐτοῦ, καίτοι τῶν ἁγίων προφητῶν τὴν ἐν Χριστῷ χάριν αὐτοῖς προηγορευκότων. Ὁ μὲν γάρ τις ἔφη· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα ἐπὶ σὲ ἀνατέταλκεν.
Ἰδοὺ σκότος, καὶ γνόφος καλύψει γῆν ἐπ᾽ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.» Ὁ δέ τις ἕτερος· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ἐπειδὴ δὲ, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακοῦσαι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· ἐπέλαμψε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς τοῦ θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ᾽ οὐρανὸν, ὥστε τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἀπόνασθαι τῆς φιλοτιμίας, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τε, καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν, καὶ τοὺς τῆς πνευματικῆς λατρείας, αὐτῇ τε καὶ μόνῃ καθιερῶσαι τρόπους. <Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε Θεὸς Ἰσραήλ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.> Ὅσης ἠξίωσε φειδοῦς τοὺς διὰ Χριστοῦ κεκλημένους ὁ Θεὸς καὶ Πατὴρ, κἀντεῦθεν ἂν μάθοις.
Μυσταγωγεῖ γὰρ αὐτοὺς, καὶ τὸ βαθὺ, καὶ μέγα τῆς ἐνανθρωπήσεως ἐκκαλύπτει μυστήριον, οὐκ ἐῶν περιθραύεσθαί τινας τῷ λίθῳ τοῦ προσκόμματος, καὶ προσπταίειν ἐξ ἀβουλίας τῇ πέτρᾳ τοῦ σκανδάλου.
Συνετρίβη γὰρ οὕτως ὁ ἀπόπληκτος Ἰσραήλ. Τί δὴ οὖν ἄρα φησίν; Ἐγὼ ὁ ῥυσάμενός σε Θεὸς, οὕτω φημὶ πρὸς σέ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τοῦτ᾽ ἔστι, σεπτὸν, καὶ ἅγιον ἡγήσασθε, καὶ ποιεῖσθαι σπουδάσατε τὸν τὴν ἑαυτοῦ ψυχὴν ἐκφαυλίσαντα, τοῦτ᾽ ἔστιν, ἐξευτελίσαντα. Γεγονὼς γὰρ ἄνθρωπος ὁ Θεὸς, καὶ μονογενὴς τοῦ Θεοῦ Λόγος, τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν, εἵλετό τε παθεῖν δι᾽ ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, οὐδὲν ὑπομείνας εἰς ἰδίαν φύσιν.
Αὐτὸς γὰρ ὡς ἐπέκεινα τοῦ παθεῖν ὑπάρχων ὡς Θεὸς, πλὴν οὕτως εἴπω παρέῤῥιψεν αὐτὴν, καὶ τοῦτο ὑπὲρ ἁμαρτωλῶν. Ὃ δὴ καὶ τεθαύμακεν ὁ πάνσοφος Παῦλος. Ἔφη γὰρ, ὅτι «Συνίστησι τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς· ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.» Αὐτὸς δέ που ὁ Χριστός φησί που· «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Τέθεικε τοίνυν αὐτὴν ὑπὲρ ἡμῶν, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ αὐτὸς ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. Ἁγιαζέσθω οὖν, φησὶ, τοῦτ᾽ ἔστιν, ἅγιος ἡγείσθω, ἤτουν ὁμολογείσθω. Θεῷ δ᾽ ἂν πρέποι τοῦτο, καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς.
Εἰ γὰρ καὶ εἰσὶν ἅγιοι πολλοὶ δυνάμεις τε λογικαὶ, καὶ μὴν, καὶ ἐπὶ γῆς ἄνθρωποι, ἀλλ᾽ οὖν ἐκ μετοχῆς τοῦ κατὰ φύσιν ἁγίου, καὶ μόνου τοῦτο ὑπάρχοντος ἀληθῶς, ἅγιοι χρηματίζουσιν. Ὥσπερ γὰρ φῶς μέν ἐστι τὸ ἀληθινὸν αὐτὸς, δέδωκε δὲ τὸ ἀξίωμα, καὶ ἑτέροις· «Ὑμεῖς γάρ ἐστε,» φησὶ, «τὸ φῶς τοῦ κόσμου.» Οὕτω καὶ μόνος ὢν ἅγιος ὁμοῦ τῷ Θεῷ, καὶ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι δίδωσιν ὡς ἐξ ἰδίου πληρώματος, καὶ τοῖς μετόχοις αὐτοῦ τὸν ἁγιασμόν. Οὕτω φαμὲν, καὶ ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.» Καὶ οὔτι πού φαμεν, ὡς προσθήκην ἁγιασμοῦ τῷ ὀνόματι τοῦ Πατρὸς γενέσθαι παρακαλοῦμεν· εὔηθες γὰρ κομιδῆ τὸ χρῆμά ἐστιν· εἶναι δὲ μᾶλλον παρὰ πᾶσιν ὅπερ ἐστὶν ἀληθῶς εὐχόμεθα, τοῦτ᾽ ἔστιν, ἅγιον, καὶ φοβερόν· οὕτω κἀνθάδε τὸ, Ἁγιάσατε, νοητέον, κἂν εἰ πεφαύλικε, φησὶ, τὴν ψυχὴν αὐτοῦ, τοῦτ᾽ ἔστι, κἂν εἴ τι τῶν ἀνθρωπίνων παθεῖν λέγεται, καὶ τὴν ἰδίαν σάρκα θανάτου γεύσασθαι παρεσκεύασε, τέθεικε δὲ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πολλῶν. Ἐπιτρέχει δὲ ὁ λόγος, καὶ διαμέμνηται καὶ ἑτέρων, ἃ δὲ γένοιτ᾽ ἂν ἔσθ᾽ ὅτε καὶ ἐμποδὼν τοῦ χρῆναι πιστεύειν αὐτῷ τοὺς τῆς οἰκονομίας οὐχ ὁρῶντας βάθος τοῖς γε μὴν ἀρτίφροσιν οὐδὲν ἂν ἐμποιήσαι βλάβος.
Παραδοθέντα μὲν γὰρ Πιλάτῳ τὸν Ἰησοῦν, κατεβδελύττοντο τῶν στρατιωτῶν τινες, τοῦτο μὲν καταπαίοντες ἀνοσίως, τοῦτο δὲ, καὶ ἐμπτύσμασιν ἀτιμάζοντες, καὶ στεφάνῳ τῷ ἐξ ἀκανθῶν ὑβρίσαντες, κατακερτομοῦντές τε καὶ λέγοντες· «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Διὰ τοῦτό φησι τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων, τῶν ἀρχόντων. Ἕψεται δὲ πάντως καὶ τούτῳ τὸ, Ἁγιάσατε, ἀλλ᾽ ὅτι πέπονθε μὲν οἰκονομικῶς τὰ παρὰ τῶν ἐθνῶν ἐμπαίγματα· ἀναλάμψει δὲ μετὰ τοῦτο, καὶ δοξασθήσεται παρὰ πάντων ἐν ὑπεροχαῖς ταῖς ἀνωτάτω, καὶ τῶν ἐν ταῖς ὑποκαθημέναις ὄντων τιμαῖς, προαγορεύει λέγων· Βασιλεῖς αὐτὸν ὄψονται, καὶ ἀναστήσονται, ἐκ τῶν τῆς βασιλείας δηλονότι θώκων.
Ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ. Ὄψονται δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ γὰρ ὡς ἐν περιαθρήσει νοῦ καὶ καρδίας. Ὁρῶμεν γὰρ οὕτω τὴν δόξαν Χριστοῦ. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν Κυρίου, τοῦτ᾽ ἔστιν, ἕνεκεν ἐμοῦ. Δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ. Τὸ δὲ πιστὸς ἐν τούτοις τὸν ἀεὶ μένοντα δηλοῖ. Ἀκλόνητος γὰρ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ Πατρός· ὁμοίως δὲ, καὶ ἡ τοῦ Υἱοῦ· οὐκ ὄντων πιστῶν τῶν ψευδωνύμων θεῶν. Εἰσὶ γὰρ ἀρτιγενεῖς, καὶ ἀπολλύμενοι, καὶ οὐ μένοντες. Ὁ δὲ τῶν ὅλων Σωτὴρ, καὶ Κύριος πιστὸς ἀληθῶς, τοῦτ᾽ ἔστιν, εὖ βεβηκὼς ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ ἀκλονήτως ἔχων, καὶ αὐτὸς, ἐξελέξατο τοὺς διὰ Χριστοῦ κεκλημένους. «Οὓς γὰρ ἔγνω,» φησὶ, «καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν, ἡγίασέ τε πρὸς τούτῳ, καὶ ἐδόξασεν. Ἔδει δὴ οὖν, ἔδει τοὺς ἐξειλεγμένους ἁγιάσαι τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ τοῖς τῆς ἀνθρωπότητος ἐνορῶντας ἀποσφαλῆναι τοῦ πρέποντος, καὶ τῆς ἐπ᾽ αὐτῷ γνώσεως ἀκριβοῦς ἀποφέρεσθαι, συνιέντας δὲ μᾶλλον τῆς οἰκονομίας τὸ σοφὸν προσκυνεῖν αὐτῷ, διακεῖσθαι δὲ, καὶ ἀραρότως, ὅτι τοῦ πιστοῦ Κυρίου φύσει τε καὶ ἀληθῶς Υἱός ἐστι, καὶ εἰ πέφηνεν οἰκονομικῶς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ τὸ τῆς κενώσεως ὑπέδυ μέτρον.
Προσδιαλέγεται δὲ τοῖς ἐξειλεγμένοις, καί φησιν, ὅτι Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου Χριστὸς, καὶ τὸ αὐτοῦ μυστήριον· ἐπέλαμψε δὲ κατὰ καιροὺς οὓς ἤθελεν ὁ Δυνάστης, καθ᾽ οὓς ἡμῖν βεβοήθηκε, καὶ τὸν τῆς ἐνανθρωπήσεως καιρὸν, σωτηρίας ἡμέραν εἶναί φησιν.
Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Παῦλος· »Ἰδοὺ νῦν,» φησὶ, «καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» Ψάλλει δὲ καὶ ὁ προφήτης Δαβὶδ, καί φησιν· «Αὕτη ἡ ἡμέρα ἢν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» <Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ᾽ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται. Οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.> Ἔδοξέ τισι τῶν προλαβόντων ἐξηγητῶν ἀρχὴν τοῦ προκειμένου κεφαλαίου ποιήσασθαι. Οὕτω λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Καί φασιν εἰρῆσθαι ταυτὶ παρὰ Θεοῦ καὶ Πατρὸς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ.
Προσεξυφαίνουσι δὲ, καὶ τοιόνδε τινὰ νοῦν. Ηὔξατο μὲν γὰρ, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ, λέγων· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο·» καὶ οὐκ ἠκούσθη, πέπωκε γὰρ αὐτό. Ἐπειδὴ δὲ πεπάτηκε τὸν θάνατον ἀντιλαμβανομένου τοῦ Πατρὸς, εἴρηται πρὸς αὐτὸν ἀναγκαίως τὸ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοηθησά σοι. Δοκεῖ δέ μοι πολὺ τὸ εὐπίθανον ἀῤῥωστεῖν ὁ λόγος. Καίτοι γὰρ εἰδὼς ὅτι χρὴ πιεῖν τὸ ποτήριον, καὶ οὐκ ἂν ἐξέλθοι τὸ διασωθῆναι δύνασθαι τὴν ὑπ᾽ οὐρανὸν, πλὴν ὅτι διὰ τοῦ θανάτου τῆς σαρκὸς αὐτοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως οἰκονομικώτατα λίαν τὸ τῆς προσευχῆς ἐπράττετο σχῆμα, ἵνα τοῦ πάθους ἡ παραίτησις τῆς τῶν Ἰουδαίων μιαιφονίας κατηγορῇ· ἐπεὶ τίνα τρόπον τοῖς τῆς εἰς αὐτὸν δυσσεβείας ἐγκλήμασιν ἔνοχος γέγονεν ὁ Ἰσραὴλ, εἰ μὴ ἀβούλητον ἦν αὐτῷ τὸ παθεῖν διά τοι τὸ δυσκλεές; πλὴν, καὶ οὕτω γέγονε θελητὸν, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἀναμορφῶσαι τὰ καθ᾽ ἡμᾶς, εἰς καινότητα ζωῆς ἁγίας. Συνιεὶς γὰρ οὕτω καὶ τὸ εἰρημένον παρ᾽ αὐτοῦ, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, τοῦτ᾽ ἔστι, τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω αὐτὸ ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.»
Ἐπέφανε γὰρ τῷ κόσμῳ Χριστὸς, καὶ τῶν ἱερῶν ἀπήρτητο κηρυγμάτων παρὰ τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς, καὶ κατεσκληκότες, ἐξήνιοι, καὶ θρασεῖς, οὐ προσήκαντο τὴν πίστιν, ἀλλ᾽ ἡμάρτανον μὲν εἰς αὐτὴν πολυτρόπως, εἶτα τελευταῖον ἐσταύρωσαν. Ἐνταῦθα βλέπε μοι τῆς ἀποῤῥήτου σοφίας τὴν δύναμιν. Ἀπὸ γὰρ τῆς Ἰουδαίων σκαιότητος ἐπενηνεγμένον αὐτῷ, φημὶ δὴ τὸν θάνατον.
Δῆλον δὲ ὅτι τὴν τῆς σαρκὸς σωτηρίας πρόφασιν ἐποιήσατο τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, κατηργήθη δὲ θάνατος διὰ τῆς ἀναστάσεως αὐτοῦ, καὶ πεπάτηται φθορᾷ [γρ. φθορὰ], καὶ ἀνεθάλλομεν εἰς ζωὴν, οἱ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως κατενηνεγμένοι πρὸς τὸ ἐναντίον. Οὐκοῦν οὐκ ἀπότευξιν γενέσθαι φαμὲν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ προσευχῇ, μὴ γένοιτο, οἰκονομίαν δὲ μᾶλλον, ᾗπερ ἂν ἕποιτο τὸ θαυμάζεσθαι δεῖν. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον σοφὴν γενέσθαι φαμὲν τὴν ἔντευξιν τὴν πρό γέ φημι τοῦ τιμίου σταυροῦ. Γέγονε γὰρ ἡμῖν ὑποτύπωσις, καὶ ὑπογραμμὸς ἀναγκαίου πράγματος· πειρασμοῦ γὰρ ἐπηρτημένου, καὶ φόβου παραχειμάζοντος, οὐ ῥᾳθύμους εἶναι χρὴ, καὶ ἀναπεπτωκότας, ἐγρηγορότας δὲ μᾶλλον, εἶτα συντείνεσθαι εἰς προσευχὰς, καὶ Θεοῦ δεῖσθαι τοῦ σώζοντος, ἵν᾽ εἴπερ εἴη φίλον αὐτῷ βρόχων ἔξω καὶ παγίδος ἀποφέροιμεν πόδα. Εἰ δὲ δὴ τὸ χρῆναι παθεῖν ὡς ἔσται μᾶλλον ἡμῖν ὀνησιφόρον ἐπίσταται, καὶ τοῦτο ἥκειν ἐς πέρας, αὐτοῦ νέμοντος τὴν ὑπομονήν. Ἀπιθάνου τοιγαροῦν τῆς τινων δόξης ἀποδεδειγμένης, φέρε τῶν ἐν χερσὶν ἁπτώμεθα πάλιν.
Δεδωκέναι γὰρ αὐτόν φησιν εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Ἀπολακτίσαντος γὰρ τοῦ Ἰσραὴλ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης διὰ τῆς ἀπιστίας ἀποφοιτήσαντος, νενομοθέτηκε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ τὴν Καινὴν αὐτοῖς Διαθήκην ὡρίσατο, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ κατέστησε τὴν γῆν τεθορυβημένην δηλονότι, καὶ οὐκ ἐν καλῷ συνέσεως οὖσαν. Πεπλάνητο γὰρ τῇ κτίσει λατρεύουσα, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμάτων ἀγέλαις ὑποθητεύουσα. Ἔδρα γὰρ μόνον τὸ ἐκείνοις δοκοῦν. Οἱ δὲ κατεκόμιζον εἰς ἅπαν εἶδος ἀκαθαρσίας αὐτὴν, καὶ κτηνοπρεπῆ διαβιοῦν ἐκέλευον βίον. Τεθορύβητο τοίνυν οὐ μετρίως ἡ γῆ καὶ τετάρακτο· πλὴν κατέστη διὰ Χριστοῦ, καὶ οἷον ἐκ χειμῶνος, καὶ ζάλης μετακεχώρηκεν εἰς εὐδίαν. Γέγονε γὰρ αὐτοῦ μερίς τε καὶ κλῆρος. Καὶ τοῦτο ἦν ἄρα, τὸ ἐν δευτέρῳ ψαλμῷ πρὸς αὐτὸν εἰρημένον, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἔρημον δὲ ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἀκάρπῳ καὶ ἀνύδρῳ γῇ παρεικάζων αὐτήν. Πλὴν, ὡς ἔφην, κλῆρος γέγονε Χριστοῦ.
Πῶς δὲ, καὶ τίνα τρόπον; Ἐν δεσμοῖς γὰρ οὖσι, καὶ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις ἐπεφώνησε τό· Ἐξέλθετε. Οὖσι δὲ καὶ ἐν σκότει, καὶ ἐν ἀχλύϊ τῇ νοητῇ, καὶ μονονουχὶ βαθείᾳ νυκτὶ κατακεχωρισμένοις, ἀνακαλυφθῆναι προστέταχε, καὶ εἰς φῶς ἐλθεῖν, ἀνευρῦναι τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ τὸ παρ᾽ αὐτοῦ καὶ θεῖον εἰσοικίσασθαι φῶς. Οἱ δὲ δὴ τούτων ἀξιωθέντες, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Πλεῖσται μὲν γὰρ αἱ τῆς ἐπιεικείας ὁδοὶ, ἀλλ᾽ ἦν τοῖς ἔθνεσι βάσιμος μὲν οὐδεμία, τραχεῖα δὲ καὶ ἀνάντης. κεκράτηντο δὲ καὶ ταῖς τῶν ἰδίων παθῶν ἐμβολαῖς, καὶ ταῖς τοῦ διαβόλου πλεονεξίαις, ἄβατον αὐτοῖς τιθέντος τὸ ἀγαθόν. Ἐπειδὴ δὲ ἐπέλαμψε τοῦ Σωτῆρος ἡ χάρις, ἔλυσεν αὐτῶν τὰ δεσμὰ, κατεφώτισε τὴν καρδίαν, ἴσχυσαν ἐνταῦθα διὰ πάσης τρέχειν ὁδοῦ, καὶ τὴν νοητὴν εὐτροφίαν συλλέγειν· τοῦτο γὰρ, τὸ βοσκηθήσονται δηλοῖ, καὶ εἰς πᾶσαν τρίβον ἀγαθουργίας ἰέναι γοργῶς. Εἴργει δὲ οὐδὲν κἀκεῖνο εἰπεῖν, ὅτι τρίβοι καὶ ὁδοὶ τὰς ἡμετέρας διανοίας ἀποφέρουσι πρὸς Θεὸν, ἤγουν πρὸς εὐαγῆ, καὶ ἐξαίρετον πολιτείαν αἱ θεόπνευστοι Γραφαί· αὗται δὲ ἦσαν γνώριμαι μὲν ἥκιστα τοῖς πεπλανημένοις.
Ἐπειδὴ δὲ πρὸς τὸ τῆς ἀληθείας κέκληνται φῶς, νομαὶ γεγόνασιν αὐταῖς, καὶ βοσκήματα τρέφοντα πρὸς εὐανδρίαν τὴν πνευματικὴν, καὶ εἰς ἔφεσιν ἀγαθοῦ παντός. Ὑπισχνεῖται δὲ Θεὸς αὐτοῖς τὸ ἀμφιλαφὲς τῆς παρ᾽ ἑαυτοῦ χάριτος, καὶ ἐπικουρίας, καὶ πνευματικῆς παρακλήσεως. Οὐ γὰρ πεινάσουσιν, οὐδὲ διψήσουσι, φησί. Πάλαι μὲν γὰρ ἦσαν ἐν ἐνδείᾳ παρακλήσεως πνευματικῆς, οὐ γὰρ ἦν παρ᾽ αὐτοῖς θεῖος νόμος, οὐ προφήτης, οὐ παιδαγωγὸς, οὐ καθηγητὴς, οὐ διδάσκαλος, οὐ νοητῶν ὑδάτων πηγή.
Ἐπειδὴ δὲ ἠλέηνται παρὰ Θεοῦ, δαψιλεστάτη λοιπὸν αὐτοῖς ἡ τῶν πνευματικῶν ἀγαθῶν χορηγία γέγονε τροφὴν ἐσχηκόσι τὴν ψυχωφελῆ. Ἔφαγον γὰρ ἄρτον ἐξ οὐρανοῦ, ὕδωρ ζῶν ἔπιον, περὶ οὗ καὶ αὐτὸς ἔφη Χριστὸς πρὸς τὴν ἐν Σαμαρείᾳ γυναῖκα τοὺς λόγους ποιούμενος· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. Ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ τῶν ἐν πίστει δεδικαιωμένων, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑπαγόντων τὸν τῆς διανοίας αὐχένα· «Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.» Ἀλλ᾽ οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστός. Ὃ καὶ πάλαι τοῖς υἱοῖς Ἰσραὴλ ἐπαρτήσας μὲν ἐν ἡμέρᾳ νεφέλην, ἡγούμενος δὲ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
Ἔξω δὴ οὖν ἡλίου, καὶ καύσωνος ἔσονται, φησὶ, τοῦτ᾽ ἔστι, τεύξονται τῆς παρὰ Θεοῦ σκέπης, ὡς μηδὲν αὐτοῖς συμβῆναι φορτίον, ἤγουν ἀποφέρων εἰς ὀλιγοψυχίαν. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· «Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ, καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Τοῦτο οἶμαι δηλοῦν τὸ παρακαλεῖν αὐτοὺς τὸν ἐλεοῦντα αὐτοῖς.
Ἄξει γὰρ διὰ πηγῶν ὑδάτων, καὶ θήσει πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Πηγὰς δέ φαμεν ἐν τούτοις τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστὰς, οἷς ἐνομιλοῦντες σοφῶς τε καὶ ἐντέχνως ἀρυόμεθα παρ᾽ αὐτῶν ζωοποιόν τε καὶ θεῖον λόγον, ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαι διανευροῦν εἰς εὐσέβειαν τὰς ἡμετέρας ψυχὰς, καὶ τρυφὴν ἡμῖν ἐργάσασθαι τὴν πνευματικήν.
Οὕτω γὰρ γέγραπται· «Καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Ὅτι δὲ ἄναντες, ἢ δύσβατον οὐδὲν τῶν ἐξαιρέτων ἀνδραγαθημάτων τοῖς διὰ Χριστοῦ σεσωσμένοις, ὑπεμφήνειεν ἃν τὸ πᾶν ὄρος εἰς ὁδὸν τεθεῖσθαι λέγειν. Δοκεῖ μὲν γάρ πως ἦρθαί τε καὶ ὑψοῦ, καὶ ἀπρόσιτον εἶναι πολλοῖς τὸ ἐναργῆ γενέσθαι τινὰ, οἷον ἐγκρατείᾳ, σωφροσύνῃ, μακροθυμίᾳ, ἀνεξικακίᾳ, πρᾳότητι, ἀγάπῃ καὶ τοῖς λοιποῖς· ἀλλὰ λείαν καὶ εὐήλατον πᾶσαν ἡμῖν ὁδὸν ἀπέφηνεν ὁ Σωτὴρ, ὥστε καὶ τὸ δυσπόρευτον, καὶ δυσήλατον εἶναι δοκοῦν ἐψιλωμένον προσκεῖσθαι τοῖς δι᾽ αὐτοῦ βαδίζειν ἐθέλουσι. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν σαφῶς εἰρημένον· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ πάλιν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ὄτι δὲ ἀριθμοῦ κρείττονες οἱ κεκλημένοι γεγόνασι, καὶ ἐκ παντὸς μέρους τῆς ὑπ᾽ οὐρανὸν συναγηγερμένοι, διαμεμήνυκεν εἰπών· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, καὶ οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὸ γὰρ πόῤῥωθεν ἔοικεν ὑποδηλοῦν τὰ μέρη τὰ νότια, ὁ δὲ βοῤῥᾶς τὰ βόρεια, θάλασσα δὲ τὰς πρὸς δυσμὰς χώρας. Οὕτω γὰρ καὶ αὐτῶν ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Τὸν βοῤῥᾶν, καὶ τὴν θάλασσαν σὺ ἔκτισας.» Οἱ δὲ ἐκ γῆς Περσῶν εἶεν ἂν, οἱ ἐξ ἠοῦς σεσαγηνευμένοι.
Πρὸς ἀκτῖνα γὰρ ἡ Περσῶν γῆ ἐστιν. Ἢ τάχα που, καὶ τοὺς προσκυνήσαντας αὐτῷ μάγους νοεῖσθαι πρέπει.
Ἧκον γὰρ εἰς τὴν Ἰουδαίαν πυνθανόμενοί τε καὶ λέγοντες· «Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Προσκυνήσαντες γὰρ, καὶ δώροις ἐτίμων, λιβάνῳ τε φημὶ, καὶ χρυσῷ, καὶ σμύρνῃ. Διαμέμνηται δὲ τοῦτο λέγων ὁ Ψαλμῳδὸς, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ, ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀραβίαν γὰρ ἐν τούτοις τὴν τῶν Περσῶν ὀνομάζει χώραν. <Εὐφράνθητε, οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ.
Ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.> Εἰς ἕνα συγκαλεῖ θίασον, οὐρανὸν καὶ γῆν καὶ τὴν ἐπὶ τοῖς παρ᾽ αὐτοῦ σεσωσμένοις ἀποπληροῦν ἑορτὴν εὖ μάλα διακελεύεται. Νοηθεῖεν δ᾽ ἂν οὐρανοὶ μὲν οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλ᾽ οἱ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, καὶ ἐναύλισμα πλουτοῦντες τὸν οὐρανὸν, ἅγιαί τε Δυνάμεις, Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Ἐξουσίαι, καὶ τὰ ἔτι ἐπέκεινα Σεραφίμ. Γῆ δὲ ὁμοίως οἱ παρ᾽ αὐτοῖς προσδοκῶντες ἔσεσθαι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ παρεσόμενον εἰδότες αὐτὸν ἐπὶ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, καὶ ἁπάντων δὲ τῶν ἐθνῶν τῶν ἀνὰ πᾶσαν ὄντων τὴν γῆν· καθάπερ ἀμέλει, καὶ Συμεὼν ὁ δίκαιος, βρέφος ἔτι βραχὺ τὸν Ἰησοῦν ἐν ἀγκάλαις ἔχων ἐδοξολόγει Θεὸν, οὕτω λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν,» καὶ τὰ ἑξῆς.
Εἰ τάχα που, καὶ αὐτοὺς νοητέον τοὺς σεσωσμένους, ἐπί γε σφίσιν αὐτοῖς τελοῦντας τὴν ἑορτὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις στεφανοῦντας τὸν Λυτρωτήν· ὄρη γε μὴν παραῤῥηγνύντα τὴν εὐφροσύνην, ὑποτοπητέον εἶναι, καθάπερ ἔφην ἀρτίως, τὰς ἠρμένας ὑψοῦ κατ᾽ ἀρετὴν δυνάμεις λογικὰς, ἤγουν τοὺς τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοὺς, οἱ Χριστὸν λαλοῦντες, καὶ τὰ αὐτοῦ νοητῆς εὐφροσύνης πιμπλᾶσι τὴν γῆν. Ἀπαγγέλλουσι γὰρ ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
Ἠλέησε γὰρ ἅπαντας ἐπιλάμψας αὐτοῖς ὁ Χριστός· εἴπερ ἐστὶν ἀληθὲς, ἐξῄρηνται χειρὸς διαβολικῆς, καὶ δαιμονίων σκαιότητος. Ἀπηλλάχθησαν δὲ, καὶ τῆς πάλαι τυραννούσης κατ᾽ αὐτῶν ἁμαρτίας, καὶ προσέτι τῶν τοῦ θανάτου δεσμῶν· ἠξίωνται δὲ χάριτος, καὶ ὑπερκοσμίου δωρεᾶς, μέτοχοι γεγονότες ἁγίου Πνεύματος, καὶ τῇ τῆς υἱοθεσίας δόξῃ κατηγλαϊσμένοι, καὶ τὴν ὑπὲρ νοῦν ἐλπίδα πλουτήσαντες.
Πλὴν ἄθρει τὴν ἐπιτήρησιν τῶν τοῦ προφήτου λόγων· Τοὺς γὰρ ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ, φησὶ, παρεκάλεσε. Ταπεινοὺς δὲ εἶναί φαμεν τοὺς εὐήνιον ὑφέντας τῷ Χριστῷ τὸν αὐχένα, καὶ τῆς ὑπ᾽ αὐτῷ βασιλείας, οὐκ ἀτιμάσαντας τὸν ζυγὸν, διά τοι τὸ προσήκασθαι τὴν πίστιν, ηὐτρεπίσθαι δὲ καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν αὐτῷ, καὶ λατρείαν ἐπιτελεῖν τῶν τὴν πίστιν οὐ προσηκαμένων, οὐκ ὄντων ταπεινῶν, ἀλλ᾽ ὑψοῦ τὸ κέρας ἰόντων [γρ. ἱέντων], καὶ λαλούντων ἀδικίαν κατ᾽ αὐτοῦ, καὶ τοῖς ἱεροῖς αὐτοῦ θεσπίσμασι, γαῦρον ὥσπερ ἀνατεινόντων τὸν τῆς διανοίας αὐχένα. Οὗτοι τῆς πνευματικῆς οὐκ ἠξίωνται παρακλήσεως. Οὐ γὰρ ἦσαν ἄξιοι. Τίς γὰρ μερὶς πιστῶν μετὰ ἀπίστων, κατὰ τὸ γεγραμμένον; <Εἶπε γὰρ Σιὼν, Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδὸς αὐτῆς, τοῦ ἐλεῆσαι, καὶ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου.> Προὔθηκε μὲν γὰρ ὁ τῶν ὅλων Σωτὴρ Κύριος, καὶ πρό γε τῶν ἄλλων τοῖς τῆς Σιὼν τέκνοις, ἤτοι τοῖς ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως χάριν, καὶ διὰ μυρίων ὅσων αὐτοὺς ἀνέπειθε, λέγων, Ἐπιδράξασθε τοῦ καιροῦ, καθ᾽ ὃν ἦν δύνασθαι πιστεύσασιν εἰς αὐτὸν τὰς τοῖς πατράσιν ἐπηγγελμένας καταπλουτῆσαι φιλοτιμίας.
Οἱ δὲ ἦσαν ἄτεγκτοι, καὶ ἀπειθεῖς, καὶ γοῦν τῶν διὰ τοῦ πανσόφου Μωσέως ὑπερορῶντες νόμων, καὶ προφητικῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, καὶ τοῦ πιστεύειν ἐξώλισθον, καὶ τοῖς τῆς κυριοκτονίας ἥλωσαν βρόχοις. Οὐκοῦν ἐξώθησαν ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος τέθεινται μακρὰν, πλὴν σέσωσται τὸ κατάλειμμα, καὶ οὐχ ὁλόῤῥιζος ἀπώλετο ὁ Ἰσραήλ. Βραχεῖς δὲ λίαν οἱ σεσωσμένοι γεγόνασι, καὶ εὐαρίθμητοι παντελῶς ὡς πρός γε τὴν τῶν ἀπειθούντων πληθύν. Ἀστειότατα τοίνυν ἡ Σιὼν τὸ τῆς Ἰουδαίας μητρὸς ἐπέχουσα πρόσωπον εἰσφέρεται νυνὶ μονονουχὶ, καὶ κλαιούσης ὡς παρεωραμένης παρὰ τοῦ συγκροτοῦντος Θεοῦ.
Ταύτῃ τοι, καὶ ὀλιγοστῶν αὐτῇ περιλειφθέντων τέκνων. Ἔφη γὰρ, φησὶν, ὅτι Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Καὶ τί πρὸς ταῦτα Θεός; Ἀπαράβλητον ἀποφαίνει τὴν εἰς ἀνθρώπους ἀγάπην, καὶ τῇ νοητῇ Θεὸς Σιὼν ἐπαγγέλλεται, τὰ ἐξ οἰκτιρμῶν ἀγαθὰ, καὶ ὡς οὐκ ἂν ἐπιλάθοιτό ποτε τῶν ἑαυτοῦ κτισμάτων πειρᾶται πληροφορεῖν. Ὥσπερ γὰρ οὐκ ἂν ἐπιλάθοιτο τεκοῦσα γυνὴ τῶν ἑαυτῆς τέκνων βραβευτὴν ἔχουσα τῆς ἀνωτάτω φιλανθρωπίας, ἤτουν φιλοστοργίας, τὸν τῆς φύσεως νόμον· οὕτως οὐδ᾽ ἂν ἐγὼ ἐπιλαθοίμην, φησὶ, τῶν ἐμῶν· εἰ τάχα που καὶ τῆς ἐν μητράσι φιλοστοργίας ὑπερνήχεται τὰ τοῦ Θεοῦ ἐκεῖνα. Ὁ μὲν γὰρ οὐδὲν ἀπεικὸς, καὶ εἰς λήθην πεσεῖν δύνασθαι. Ἐμὲ δὲ τοῦτο παθεῖν οὐ θέμις. Οὐκοῦν ὁ μὲν λόγος ὡς ἀπό γε τῆς ἐπὶ γῆς Σιὼν, ἤγουν τῆς τῶν Ἰουδαίων μητρὸς παθούσης τὴν ἀπαιδίαν, ἤγουν ὀλιγοπαιδίαν· ἡ δέ γε ὑπόσχεσις ὡς πρός γε τὴν νοητήν ἐστι Σιών· ᾗ καὶ πάνσοφος Παῦλος προσεληλυθέναι φησὶ τοὺς πιστεύσαντας· ἵνα τὴν ἐξ ἐθνῶν, καὶ Ἰουδαίων συναγηγερμένην Ἐκκλησίαν ἐννοῇς, τύπον ἐπέχουσαν τῆς ἄνω, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Πόλις γάρ ἐστι Θεοῦ ζῶντος, καὶ πρωτοτόκων τροφὸς, καὶ μήτηρ ἁγίων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ἧς οὐκ ἂν ἐπιλάθοιτό ποτε Χριστός.
Ἀγαπᾷ γὰρ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε, κτήσας τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Πῶς οὖν ἂν ἐπιλάθοιτο τοῦ ἰδίου σώματος; τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας, ἧς ἐστι κεφαλή. <Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντὸς, καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾽ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.> Δυσεύρητος κομιδῇ τῶν προκειμένων ὁ νοῦς. Ποίας γὰρ εἶναι τὰς τοῦ Θεοῦ χεῖρας ὑποτοπήσαι τις ἂν, ἐφ᾽ ὧν καὶ γεγράφθαι τὰ τείχη Σιὼν, ἐννοεῖσθαι θέμις;
Πλεισταχοῦ μὲν τὸ Γράμμα τὸ ἱερὸν χεῖρας ὀνομάζει Θεοῦ, τὰς δραστηρίους αὐτοῦ δυνάμεις, δι᾽ ὧν εἰς τὸ εἶναι τὰ πάντα παρήνεγκεν, εἰ καὶ ἐνεργεῖ τι τῶν κατὰ γνώμην αὐτῷ· οἶον τὴν εἰς τὸ εἶναι πάροδον ἀνθρώπου παντὸς διατρανοῖ λέγων ὁ Μελῳδός· «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Καὶ πάλιν· «Καὶ σὺ κατ᾽ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Εἶτα πῶς ἄν τις ὑπονοήσειε ταῖς δραστηρίοις δυνάμεσι τοῦ Θεοῦ, καθάπερ ἐν πίνακι γεγράφθαι τὰ τείχη Σιὼν τῆς ἐνθάδε νοουμένης; ἢ καὶ ποίων ὅλως διαμνημονεύει τειχῶν ὁ λόγος; Τί οὖν ἄρα φαμέν; Ἀπείρξειεν ἂν οὐδὲν, ὥς γε οἶμαι, τὸν Χριστοῦ μαθητὴν, τοιοῦτόν τινα τοῖς προκειμένοις ἐφαρμόσαι νοῦν. ᾘτιᾶτο τὸν Κύριον ἡ Σιὼν, ὡς ἐπιλαθόμενον αὐτῆς. Ἀλλ᾽ ὅτι μὴ τοῦτό ἐστιν ἀληθὲς πειρᾶται δεικνύειν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ἀπό γε τῶν τῆς ἐνανθρωπήσεως, καὶ ὧν ὑπέμεινε δι᾽ ἡμᾶς, γενόμενος καθ᾽ ἡμᾶς. Καίτοι γὰρ ἐξὸν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχειν αὐτὸν, οὐχ ἁρπαγμὸν ἐποιήσατο τοῦτο, καθίκετο δὲ μᾶλλον εἰς κένωσιν. Ἔλαβε δούλου μορφὴν, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἐκρεμάθη γὰρ ἐπὶ ξύλου, προσηλωθεισῶν αὐτοῦ τῶν χειρῶν.
Πλὴν τὸ σωτήριον πάθος καθεῖλεν ἀρχὰς, τεθριάμβευκε κοσμοκράτορας τοῦ αἰῶνος τούτου, ἠλευθέρωσεν ἅπαντας τῆς τοῦ διαβόλου τυραννίδος, προσεκόμισεν ἡμᾶς τῷ Θεῷ. Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καὶ ἐμαλακίσθη μὲν αὐτὸς, σεσώσμεθα δὲ ἡμεῖς, καὶ γέγονεν ἡμῖν τὸ αὐτοῦ πάθος ἀσφάλειά τε καὶ τεῖχος· ἠγόρασε γὰρ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις, ἔξω τε τῆς πόλεως ἔπαθεν, ἵνα ἁγιάσῃ τῷ ἰδίῳ αἵματι τὸν λαόν.
Οὐκοῦν, ἐρῶ γὰρ καὶ αὖθις, τὸ Χριστοῦ πάθος, καὶ ὁ τίμιος σταυρὸς, καὶ ἡ προσήλωσις τῶν αὐτοῦ χειρῶν, ἀσφάλεια γέγονε, καὶ τεῖχος ἀπρόσιτόν τε καὶ ἀῤῥαγὲς τοῖς εἰς αὐτὸν πιστεύσασιν. Οὐκοῦν φαίη ἂν εἰκότως, τὸ, Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Νοήσεις τὴν διάτρησιν τῶν χειρῶν ἤτοι τὸ πάθος, ὡς δι᾽ ἑνὸς τούτου καταδηλούμενον. Τὸ δὲ Ἐζωγράφησα, ἀντὶ τοῦ ἐνετύπωσα, φησί. Καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἰ γὰρ πέπονθεν ὑπὲρ ἡμῶν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; ἢ πῶς οὐκ ἂν εἶεν ἐν ὀφθαλμοῖς αὐτοῦ δι᾽ οὓς προσηλώθη τῷ ξύλῳ; Εἰ δὲ δή τις βούλοιτο καὶ καθ᾽ ἕτερον τρόπον τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν, οὐδὲν οἶμαι τὸ ἀπεικὸς νοῆσαί τι τοιοῦτον· ἐν ταῖς τοῦ Θεοῦ Πατρὸς χερσὶ πάντας εἶναι τοὺς εἰς Χριστὸν πιστεύσαντας, φαίη ἂν οἶμαί τις, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Ἔφη γὰρ αὐτός· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι. Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Προσέτι καὶ τούτοις, ὡς «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,» ἅτε δὴ καὶ ὑπὸ σκέπην ὄντα τὴν ἄνω, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις εὖ μάλα πεπυργωμένα.
Ὅτε τοίνυν ἅπαντας μὲν ἐν χερσὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οἷον ἀνέχοντος ἡμᾶς, σώζοντός τε καὶ παρ᾽ ἑαυτῷ, καὶ οὐκ ἐφιέντος ἀποκομίζεσθαί πη πρὸς ἃ μὴ θέμις, οὔτε μὴν ταῖς τῶν ἐπιβουλευόντων ὑποφέρεσθαι δυστροπίαις, ἤγουν διαβολικῆς σκαιότητος γενέσθαι θήραμα, τὸ ἀπεῖργον οὐδὲν, νοεῖν, καὶ τὰ τῆς Σιὼν τείχη, οἷον ἐζωγραφῆσθαι ταῖς ἑαυτοῦ χερσὶ, τοῦτ᾽ ἔστιν, ἐξησκημένα πρὸς ἀστειότητα τὴν πνευματικὴν, καὶ ὡραϊσμὸν ἔχοντα τὸ ἐξ ἁπάσης ἀρετῆς εὖ μάλα διαγινώσκεσθαι. Τείχη δέ γε τῆς νοητῆς Σιὼν γενέσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, τεθειμένους εἰς τοῦτο παρὰ Θεοῦ, καὶ ἀδιάληπτον ἔχοντας παρ᾽ αὐτῷ τὴν γνώμην. Ἐγέγραπτο γὰρ αὐτοῖς ἐν οὐρανοῖς τὰ ὀνόματα, τέθεινται δὲ καὶ ἐν βίβλῳ ζώντων. Καὶ μή τοι θαυμάσῃς, εἰ περιβόλους καὶ τείχη τῆς Ἐκκλησίας τοὺς ἁγίους εἶναί φησιν. Ἔστι μὲν γὰρ αὐτὸς τὸ τεῖχος, καὶ περιτεῖχος· Ὥσπερ δὲ ... ὑπάρχων, καὶ ἀσφάλεια πᾶσα τῶν πιστευσάντων εἰς αὐτὸν, δέδωκε τοῖς ἁγίοις μυσταγωγοῖς ὡς ἐν ἀξιώματος τάξει λαμπροῦ, τὸ καλεῖσθαι τείχη τῆς Ἐκκλησίας αὐτοῦ. Ταχὺ δὲ, φησὶν, οἰκοδομηθήσῃ ὑφ᾽ ὧν καθῃρέθης. Ἰουδαῖοι μὲν γὰρ, ἤγουν τῶν Ἰουδαίων, καθηγηταὶ, τὴν ἐπίγειον Σιὼν, ἤτοι τὴν ἑαυτῶν μητέρα καθεῖλον, ἀποφέροντες αὐτὴν τοῦ Χριστοῦ, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν πίστιν διδάσκοντες.
Ἔφασκον γάρ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Διελάσαντες δὲ εἰς λῆξιν τοῦ παντὸς κακοῦ, καὶ ἀνελόντες τὸν κληρονόμον, παραίτιοι γεγόνασι τοῦ πεσεῖν αὐτήν. Ἀλλ᾽ ὥσπερ Ἰουδαῖοι καθεῖλον, οὕτω πάλιν Ἰουδαῖοι ὄντες οἱ θεσπέσιοι μαθηταὶ, ἤγειραν αὐτὴν μεταβαλοῦσαν δηλονότι, οὐ μείνασαν ὅπερ ἦν, τοῦτ᾽ ἔστιν, ἀπειθῆ, καὶ Κυριοκτόνον, ἀλλ᾽ ἐν πίστει διαπρέπουσαν, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ. Οἱ δὲ ἐρημώσαντες αὐτὴν ἐξῆλθον ἀπ᾽ αὐτῆς. Ἐκβέβληντο γὰρ οἱ πρῶτοι καθηγηταὶ, καὶ ἀντέστησαν ἕτεροι, ὧν καὶ ἀρτίως διεμνημονεύσαμεν· οὐ γὰρ ἦν ἑτέρως μεταβαλεῖν αὐτὴν, καὶ ἀγαπῆσαι Χριστὸν, καὶ τῆς τοῦ νόμου σκιᾶς ἀνθελέσθαι σκιὰν, εἰ μὴ τοῦ καθηγεῖσθαι παρανόμως αὐτῆς ἐξώσθησαν μὲν οἱ πρῶτοι, ἀντεγήγερται δὲ τῶν ἁγίων μυσταγωγῶν ὁ χορὸς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ ἀρίστην ποιεῖται μνήμην, ψάλλων που, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» <Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας.
Ἰδοὺ συνήλθοσαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.> Διὰ πάσης ἁγίας καὶ θεοπνεύστου Γραφῆς διηγόρευται σαφῶς, ὅτι μερὶς καὶ κλῆρός ἐστι Χριστοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἢ τοῖς τέκνοις τῆς ἐπιγείου Σιὼν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. «Ἐπιστρέψουσι γὰρ,» φησὶ, «πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν.» Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν. Παρεισβέβληκε μὲν γὰρ, ἀπειθησάντων αὐτῶν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ νοητὴν Σιὼν εἶναί φαμεν. Κεκλήσονται δὲ κἀκεῖνοι, ἔσονται μία ποίμνη, εἷς ποιμὴν, ὥστε μηκέτι δύο Σιὼν ὀνομάζεσθαι, ἄμφω δὲ εἰς μίαν Ἐκκλησίαν τελεῖν, ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑπὸ χεῖρα γεγενημένους. Ὅτι δὲ πάντη τε καὶ πάντως ἔσται ταῦτα, πληροφορεῖ λέγων πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ ὡς κόσμον νύμφης.
Κατεσκεδάσθησαν μὲν γὰρ ὡς οὐκέτι ποιμένος ὑφεστηκότος αὐτοῖς. Εἴρηται γάρ που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου Χριστοῦ· Καὶ εἶπα, Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα. Ἐσθιέτω ἕκαστος τὴν σάρκα τοῦ πλησίον αὐτοῦ. Τὸ γὰρ ὅλως ἐκπεπτωκὸς τῆς παρὰ Θεοῦ φειδοῦς καὶ ἀγάπης, ὁποῖον ἂν οὐ πάθοι τὸ βλάβος; Προσκείσονται γὰρ τοῖς ἐθέλουσι διασπᾷν, καὶ ἀποφέρειν αὐτοὺς οἷπερ ἂν ἑκάστῳ τῶν ἀδικούντων δοκεῖ. Ἀποκομίζουσι δὲ Θεοῦ, καὶ πονηροὶ, καὶ ἀλητήριοι δαίμονες. Γέγραπται γὰρ, ὅτι «Μερίδες ἀλωπέκων ἔσονται.» Δρῶσι δὲ τοῦτο, καὶ τὰ πολύτροπά τε καὶ ἐν ἡμῖν ὄντα πάθη. Δεδόσθαι γάρ φησιν ὁ πάνσοφος Παῦλός τινας εἰς πάθη ἀτιμίας, καὶ εἰς ἀδόκιμον νοῦν. Τί οὖν ἐν τούτοις ὁ θεῖος ὑπισχνεῖται λόγος; Κλῆσιν καὶ συγκομιδὴν τῶν κατεσκεδασμένων, καὶ τὴν ἐν πνεύματι τῶν ἀπολωλότων ἐπιστροφὴν, καὶ τὴν τῶν δραπετευσάντων ἐπάνοδον, ἐπιστροφήν τε καὶ ἐγρηγόρησιν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὰ γέρα. Περίβλεψαι γὰρ, φησὶ, καὶ ἄθρει τοὺς ἅπαντας. Ἰδοὺ συνήχθησαν πρὸς σέ. Ἵνα δὲ πιστὴν ἀποφανῇ τὴν ὑπόσχεσιν, ὅρκῳ βεβαιοῖ τὸ ῥηθὲν, καί φησι· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσω εἰς κόσμον νύμφης.
Κόσμημα γὰρ ἐκκλησιῶν τὸ σύστημα. Διὰ γάρ τοι τοῦτο τὴν Ἐκκλησίαν ἱματισμῷ διαχρύσῳ καὶ πεποικιλμένῳ κατακοσμεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ· ὅνπερ γὰρ αἱ πολυειδεῖς καὶ πολυτελέστατοι τῶν λίθων, φημὶ δὴ τῶν Ἰνδικῶν, χρυσοῖς κανόσιν ἐνισχημέναι, θαυμαστόν τι καὶ ἀξιοθέατον ἐπιτελοῦσι κόσμημα· οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐξωραϊσμέναι, φαιδρὸν ἀποστίλβουσι κάλλος τοῖς τῆς Θεότητος ὀφθαλμοῖς, ὥστε καὶ ἕκαστον εὐχαριστοῦντα τῷ Χριστῷ λέγειν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφῃ περιέθηκέ μοι μίτραν. <Ὅτι τὰ ἔρημά σου, καὶ τὰ διεστραμμένα, καὶ τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Ἐροῦσι γὰρ εἰς ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ ἄτεκνος, καὶ χήρα. Τούτους δὲ τίς ἐξέθρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη.
Οὗτοι δέ μοι ποῦ ἦσαν;> Ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστέρων πραγμάτων ἐξυφαίνει καὶ νῦν τοῦ λόγου τὸ σχῆμα· ἀπιστήσαντος μὲν τοῦ Ἰσραὴλ, καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκόντος Χριστῷ, πεπόρθηται πᾶσα τῶν Ἰουδαίων ἡ χώρα, ἐνεπρήσθη δὲ τοῖς Ἱεροσολύμοις ὁμοῦ, καὶ αὐτὸς ὁ νεὼς, καὶ τοσαύτη λειψανδρία κατέσχε τὴν Ἰουδαίαν, ὥστε τὸν μακάριον προφήτην Ἡσαΐαν αἰνιγματωδῶς αὐτὸ δὴ τουτὶ καταμηνῦσαι πλεισταχοῦ.
Ἔφη γὰρ, ὅτι «Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι, Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ᾽ ἡμᾶς. Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.» Εἴρηται μὲν γὰρ διὰ τοῦ νόμου, τὸ «Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσραήλ.» Οἱ δὲ τῆς ἀπαιδίας οὐ φορητὸν ἐποιοῦντο τὸν ὀνειδισμόν.
Ὡς οὖν τοῦ πολέμου δαπανήσαντος ἅπαν τὸ ἄρσεν γένος, καὶ εὐαριθμήτων παντελῶς ὑπολελειμμένων, ἑπτὰ γυναῖκας ἔφη δεχθήσεσθαι ἑνὸς ἀνδρὸς, ὥστε ἀφελεῖν αὐτῶν τὸν ὀνειδισμὸν, τοῦτ᾽ ἔστι, τὴν ἀπαιδίαν. Ἐπειδὴ δὲ φορτικὸν ἀρέσαι γυναιξὶν ἑπτὰ τὸν ἔνα, τὸν ἑαυτῶν ἄρτον ἐσθίειν ἐπαγγέλλονται, καὶ τὰ ἑαυτῶν ἱμάτια περιβάλλεσθαι, ὡς οὐδενὸς ὅλως δεηθησόμεναι τῶν παρ᾽ αὐτοῦ. Δεδιέναι γὰρ μόνον διεβεβαιοῦντο τὸν τῆς ἀπαιδίας ὀνειδισμὸν, ὡς ἔφην.
Ὡς οὖν εἰς ἐρημίαν παντελῆ καταστάσης αὐτῶν τῆς χώρας, λύσιν ὑπισχνεῖται τοῦ συμβεβηκότος, καὶ τὰ ἔρημα, καὶ τὰ πεπτωκότα στενοχωρήσεσθαί φησιν ἀπὸ τῶν κατοικούντων. Μακρυνθέντων δηλονότι τῶν καταπιόντων αὐτὴν, δῆλον δὲ ὅτι τῶν καθηγεῖσθαι λαχόντων· οἳ μονονουχὶ καθάπερ τινὲς θῆρες ὠλόθρευσαν, καὶ κατέπιον αὐτήν. Διαδείκνυσι δὲ τὴν τῶν κληθησομένων πληθὺν, ὡς πολλή τε εἴη, καὶ ἀναρίθμητος.
Οἱ γὰρ υἱοί σου, φησὶν, οὓς ἀπολώλεκας, ἐροῦσιν εἰς τὰ ὦτά σου, Ποίησόν μοι τόπον. Εἴρηται δέ που καὶ πρὸς τὴν νοητὴν Σιών· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτασον.» Ἀνέγνωμεν δὲ καὶ ἐν τοῖς Μωσέως βίβλοις, ὅτι περὶ τὴν ἐν τῇ ἐρήμῳ σκηνὴν, διά γέ φημι τῶν δέῤῥεων ἀποτελεσθεῖσαν, εὐρεῖαι καὶ εὐμήκεις ἐτάχθησαν αὐλαὶ, τοῦτο μὲν εἰς ἠῶ καὶ ἀκτῖνα βλέπουσαι, τοῦτο δὲ καὶ εἰς δύσιν κατόπιν τῆς σκηνῆς, ναὶ μὴν εἰς βοῤῥᾶν καὶ νότον, ὑπεμφαίνοντος τοῦ τύπου τὸ ἐσόμενον κατὰ καιροὺς τῶν ἱερῶν αὐλῶν, ἤτοι τῶν ἐκκλησιῶν, πλάτος τε καὶ μῆκος. Πλὴν καὶ οὕτως πλεοναζούσης ἀεὶ τῆς χάριτος τῆς παρὰ Χριστοῦ, στενοὶ τοῖς πιστεύσασιν οἱ τόποι πανταχοῦ, ὥστε καὶ χαίρουσαν τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ νοητὴ Σιὼν, ἀναλογίσασθαι, καὶ καθ᾽ ἑαυτὴν βοᾷν· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ φαίην ἂν, ὅτι πίστις ἡ ἐν Χριστῷ.
Δι᾽ αὐτῆς γὰρ ἄτεκνος οὖσα καὶ χήρα, πολλὴ γέγονας ἐν τέκνοις· αὕτη σοι τοὺς σοὺς ἐξέθρεψε λαοὺς, καὶ ἡ πάλαι καταληφθεῖσα μόνη, πεπλούτηκας ἀδοκήτως, καὶ πολύπαις ὤφθης, ἡ πάλαι γυμνὴ καὶ μόνη. <Οὔτω λέγει Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσι. Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς. Καὶ προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ οὔτε μὴν ἐντραπήσῃ.> Ἐπαγγειλάμενος τῇ Σιὼν ὡς πολύπαις ἕσται καὶ εὔπαις, καὶ εἰς τοῦτο πληθύος ἥξουσι τὰ τέκνα αὐτῆς, ὥστε καὶ εὐρυτέρων ἢ πάλαι δεῖσθαι τόπων, καὶ ἐκπλατύνεσθαι παρακαλεῖν τὴν σκηνὴν, καταδείκνυσιν εὐθὺς ὅτι μὴ μᾶλλον ἐξ Ἰσραὴλ, ἀλλ᾽ ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης ἡ τῶν ἐπηγγελμένων αὐτῇ τέκνων ἀναφαίνεται πληθύς. Ἀληθὲς δὲ τὸ χρῆμα, καὶ δι᾽ αὐτῶν ἕστιν ἰδεῖν τῶν πραγμάτων. Σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραήλ· βραχὺ δὲ τοῦτο, καὶ εὐαρίθμητον· σεσαγήνευται δὲ διὰ πίστεως τῆς ἐν Χριστῷ ἡ ὑπ᾽ οὐρανὸν, καὶ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις προσεκόμισεν αὐτῷ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Ὅτι τοίνυν ἔσται τοῦτο, διαδείκνυσιν εἰπών· Ἰδοὺ ἐγὼ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου.
Σημαίνει δὲ τὸ Αἴρω, τὸ ὑψῶ, καὶ ἐπαίρω. Ἡ δέ γε χεὶρ τὴν ἰσχὺν ἤτοι τὴν δύναμιν ὑπεμφήνειεν ἄν. Ὅτε γὰρ τοῖς ἔθνεσιν ἐγνωρίσθη Χριστὸς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὑψηλός τε γέγονε καὶ διαπρεπὴς δι᾽ ὧν εἴργασται θαυμάτων, καὶ διὰ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, ὅτε τὸ σύσσημον τοῦ τιμίου σταυροῦ παρεδείχθη, καὶ παρὰ τοῖς οὐκ εἰδόσι ποτὲ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τότε πεπλούτηκε Σιὼν τὴν πολυπαιδίαν, τότε δρομαῖοι πανταχόθεν ἀφίκοντο πρὸς αὐτὴν προτροπάδην, ἀλλήλοις ἐπιφωνοῦντες, καὶ λέγοντες· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελοῦσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ὅτι δὲ τοῖς εἰς τὸν οἶκον ἰοῦσι τὸν θεῖον, ἄναντες ἢ τραχὺ ἤγουν ἐμποδὼν ἔσται παντελῶς οὐδὲν, διαδείκνυσι λέγων· Ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσι. Παιδοκόμοι γὰρ ὥσπερ τοῖς ἐξ ἐθνῶν γεγόνασιν οἱ μακάριοι μαθηταὶ, καὶ οἱ μετ᾽ ἐκείνους ἔτι τὸν τῆς ἱερᾶς μυσταγωγίας προϊσχόμενοι λόγον, καὶ προεστῶτες Ἐκκλησιῶν. Τοὺς γάρ τοι προσιόντας τῇ πίστει μονονουχὶ, καὶ ἐν κόλποις αἴρουσι, καὶ εἰς ὤμους ἀνατιθέμενοι φέρουσι, μοχθηρὸν οὐδὲν ἐπιτάττοντες, ἀλλ᾽ οἷον γάλακτι τρέφοντες νηπιοπρεπῶς, καὶ τὸν ἁπλοῦν αὐτοῖς καὶ εὐσύνοπτον κομιδῆ τῆς κατηχήσεως παρατιθέντες λόγον.
Τοῦτο πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης Ἡσαΐας ἐδίδαξεν εἰπὼν ἑτέρωθί που· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς εὐσεβῶν.» Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Εἰσκεκόμικε δὲ καὶ τὸν θεσπέσιον, καὶ Βαπτιστὴν βοῶντα, καὶ λέγοντα· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Ὅτι τοίνυν ἱδρῶτος δίχα παντὸς, ὡς ἐπὶ μητέρα τὴν Σιὼν ἰέναι προθυμουμένοις, ἡ διὰ πίστεως ἄφιξις ἔσται, τὸ εἰς κόλπους ἀναλαμβάνεσθαι, καὶ ἐπ᾽ ὤμων αἴρεσθαι τούς τε υἱοὺς αὐτῆς καὶ μέντοι τὰς θυγατέρας, ὑπεμφήνειεν ἄν. Ὅτι δὲ καὶ τιμῆς τῆς ἀνωτάτω, δόξης τε καὶ εὐπαθείας ἔσονται μεστοὶ, προσαποφαίνει λέγων ὡς Ἔσονται μὲν βασιλεῖς αὐτῶν τιθηνοὶ, αἱ δὲ ἄρχουσαι τροφοί. Ἔστι γὰρ, ἔστιν ἰδεῖν καὶ διὰ τῆς τῶν κρατούντων εὐσεβείας θεραπευομένους διὰ τιμῆς τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ φειδοῦς ἁπάσης ἠξιωμένους, ὥστε καὶ δοκεῖν τροφέας αὐτῶν εἶναι μᾶλλον, καὶ ἕτερον οὐδέν.
Εἰ γὰρ πίπτουσιν ἐπὶ πρόσωπον, καὶ προσκυνήσουσι τὴν Σιὼν, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν, καὶ οἷον ἀποτεταμέναις χερσὶν εἰς γῆν ἐῤῥιμμένοι, μονονουχὶ καὶ λείχουσι τὸν χοῦν τῶν ποδῶν αὐτῆς· πῶς οὐκ ἂν ἀμφίβολον εἴη ἂν, ὅτι γνώμης εἰς τοῦτο προβεβηκότες, καὶ τῇ τῆς εὐσεβείας χάριτι κατηγλαϊσμένοι, προσθεῖεν ἂν τοῖς ἑαυτῶν ἐπιτηδεύμασι καὶ τὸ χρῆναι τιμᾷν τοὺς ἐξειλεγμένους, καὶ οἵπερ ἂν εἰς Χριστὸν πιστεύσειαν, τούτους ἐν τάξει καταλογιοῦνται τέκνων; Οὗ δὴ γεγονότος οὐχ ὡς ἄτεκνος ἔτι καὶ χήρα καταισχυνθήσεται ἡ τό γε ἧκον εἰς Ἰουδαίους ἀτεκνωθεῖσα Σιὼν, ἀλλ᾽ ἔσται δόξῃ κατεστεμμένη. <Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ ἐὰν αἰχμαλωτεύσῃ ἀδίκως τις, σωθήσεται;> Ἐρώτησιν μὲν ὑποπλάττεται τὸ σχῆμα τοῦ λόγου, πλὴν ἀπαιτεῖ τὴν σύνεσιν. Ὁ δέ γε τῶν προκειμένων νοῦς τοιοῦτός ἐστί τις· Κατείληπτο μὲν γὰρ ἡ ὑπ᾽ οὐρανὸν ὑπό τε τοῦ διαβόλου καὶ τῆς τῶν δαιμονίων ἀγέλης· οὐκ ἦν ἐπὶ τῆς γῆς ὁ τῆς ἐκείνων σκαιότητος τὴν τυραννίδα διαφυγών. Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλ᾽ ἓν κατὰ πάντων τὸ τῆς ἁμαρτίας τετάνυστο λῖνον, σκότος δὲ καὶ ἀχλὺς ταῖς ἁπάντων καρδίαις ἐνσκήψασα, ἀπεκόμισέ τε τοῦ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, προσνενέμηκε δὲ τοῖς κεκρατηκόσι.
Προσεκύνουν γοῦν, οἱ μὲν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις, οἱ δὲ καὶ αὐτοῖς λελατρεύκασι τοῖς τὴν ἀφόρητον ἐπιτιθεῖσι πλεονεξίαν. Γεγόνασι τοίνυν ὡς ὑπὸ τυράννῳ σκληρῷ δορύληπτοι, καὶ αἰχμάλωτοι, καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα νοῦν, τῷ χειρωσαμένῳ.
Ἀλλ᾽ οὐδεὶς ἦν ὅλως ὁ ἐπαμῦναι δυνάμενος τοῖς ἠδικημένοις. Ἔφη γοῦν εἰς ἀσχέτους ὑποψίας ἀναφυσώμενος, ὅτι Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς ὠὰ καταλελειμμένα ἀρῶ, καὶ οὐκ ἔστι ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.
Τοιαύτην ἔχοντος τοῦ διαβόλου κατὰ τῶν ἐπὶ γῆς τὴν ὀφρῦν, διαπυνθάνεται, καί φησιν ὁ Σωτὴρ, Μὴ λήψεταί τις παρὰ γίγαντος σκύλα; ὃ δυσχερές φησι, καὶ δυσήνυτον, νικῆσαι τὸν ἰσχυρὸν, γίγαντα γὰρ ἐν τούτοις τὸν ἰσχυρὸν ὀνομάζει, καὶ σκύλα λαβεῖν παρ᾽ αὐτοῦ. Εἶτα πῶς τοῦτο ἀμφίβολον; Δυσάντητοι γὰρ οἱ τοιοίδε λίαν, καὶ οὐ τοῖς ἐθέλουσιν εὐκαταγώνιστοι, μόνοις δὲ μᾶλλον ἁλώσιμοι τοῖς ὑπερτενῆ καὶ ἄμαχον αἴρειν κατ᾽ αὐτῶν ἰσχύουσι χεῖρα. Ἀλλ᾽ ἐγὼ, φησὶ, λήψομαι, καὶ ἀπαλλάξω τοὺς ἠδικημένους, καὶ τὸν τῆς δουλείας αὐτῶν ἀποῤῥήξας ζυγὸν, τῇ τῆς ἐλευθερίας χάριτι λαμπροὺς ἀποφανῶ. Πλὴν ὅτι δικαία ψῆφος τοῦ Θεοῦ σκυλεύσει τὸν Σατανᾶν, καὶ τῶν εἰς ἡμᾶς πεπλημμελημένων ἐξαιτήσειε δίκας τὸν ἀλιτήριον, πιστώσεται προσεπενεγκὼν, Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται. Ὡς ἐν ἐρωτήσει πάλιν καὶ ὑποστιγμῇ τὸν στίχον ἐκδεξόμεθα.
Ὁ γὰρ ἀδίκως ἐπιπηδῶν τοῖς ἠδικηκόσιν οὐδὲν, εἶτα τούτους αἰχμαλώτους ἑλὼν, καὶ ταλαιπωρίαις ἀφύκτοις ἐμβαλὼν, οὐ σωθήσεται, εἰσπραχθήσεται δὲ μᾶλλον τῶν αὐτῷ τετολμημένων τὰς δίκας. Οὐκοῦν ἀνήσει μὲν τοὺς ἐν τάξει σκύλων, ἤγουν δορυκτήτων ὑπ᾽ αὐτῶν γεγονότας, προσοφλήσει δὲ καὶ τῶν ὑπ᾽ αὐτοὺς οὐκ ἐν δίκῃ γεγονότων τοὺς λόγους.
Τοιοῦτον καὶ ἑτέρωθί πού φησιν· Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Προσαναμνήσει δέ τις τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ὡς καὶ αὐτὸς ὁ Σωτὴρ εὑρίσκεταί τι τοιοῦτον εἰπὼν ἐν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν· «Ἢ πῶς δύναταί τις,» φησὶν, «εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει σκεύη αὐτοῦ;» Οἶκον μὲν γὰρ ἰσχυροῦ, τοῦτ᾽ ἔστι, τοῦ Σατανᾶ, τὸν περίγειον χῶρον ἔφη, καὶ οὐχ ὡς ὅντα αὐτοῦ κατὰ ἀλήθειαν, ἀλλ᾽ ὅτι κατείληπτο παρ᾽ αὐτοῦ. Ἐπειδὴ δὲ εἰσῆλθεν εἰς αὐτὸν σαρκωθεὶς ὁ Λόγος, ἀφράστῳ δυνάμει καταδήσας τὸν ἰσχυρὸν, μετέθηκεν εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τοῦτ᾽ ἔστι, τοὺς τὰ αὐτοῦ φρονοῦντάς ποτε.
Ὥσπερ ἐκλογῆς σκεύη, τοὺς ἁγίους εἶναί φαμεν, οὕτω καὶ σκεύη διαβολικὰ, τοὺς ὑπ᾽ αὐτῷ γεγονότας, καὶ τὰ αὐτοῦ φρονεῖν ἑλομένους, ἤγουν κατηναγκασμένους. <Οὔτω λέγει Κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος, σωθήσεται.> Ἔφην ἀρτίως ὅτι δυνάμεσι ταῖς ἀῤῥήτοις καὶ θεοπρεπέσι χρώμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, τοῦτ᾽ ἔστιν, εἰς τόνδε τὸν κόσμον ἀφῖκται μετὰ σαρκὸς, καὶ τὸν πάλαι πλεονεκτοῦντα, καὶ βιαζόμενον τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τοῖς τῆς ἁμαρτίας αὐτοὺς ὑποφέροντα ζυγοῖς, καὶ ἐν δορυκτήτων τάξει πεποιημένον, ἐσκύλευσέ τε καὶ οἶον δεσμοῖς ἀῤῥήκτοις ἐμβαλὼν, σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας τηρεῖσθαι κολασθησόμενον, ἐσκύλευσέ τε καὶ μετὰ τοῦτο αὐτὸν, παλινδρομεῖν ἀναπείσας τοὺς ὑπ᾽ αὐτῷ γεγονότας, εἴς γε τὸ θέλειν τῷ κατ᾽ ἀλήθειαν ὑποκεῖσθαι Θεῷ, καὶ τῶν αὐτοῦ νευμάτων ἀντέχεσθαι, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίας εὕρεσιν. Ἐπειδὴ δὲ καὶ κεκράτηκεν ὁ Χριστὸς, παρέπεμψε τὸ νικᾷν καὶ εἰς ἡμᾶς αὐτοὺς, πλὴν οὐ δίχα αὐτοῦ· τὸ γὰρ καύχημα τῆς δυνάμεως τῶν ἁγίων αὐτός ἐστι, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· «Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.»
Οὐκοῦν ἱππήλατον καὶ ἡμῖν ἀποφαίνων τὸ δύνασθαι σκυλεύειν τὸν ἰσχυρὸν, ἤτοι τὸν γίγαντα, φημὶ δὴ τὸν Σατανᾶν. Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, φησὶ, λήψεται σκύλα. Ὅτε γὰρ διαβολικῆς ἰσχύος περιγιγνόμεθα, καὶ τὰς τῶν ἐχθρῶν ἐφόδους διαδιδράσκομεν γενικῶς ὅπλον εὐδοκίας αὐτὸν ἔχοντες τὸν Χριστὸν, τότε σκυλεύομεν τὸν πονηρὸν, καὶ τὴν νικῶσαν ψῆφον ἀποφερόμενοι, καὶ κρείττους ἀναδεδειγμένοι τῆς ἐνούσης αὐτῷ σκαιότητός τε καὶ πονηρίας. Πλὴν ὅτι παρὰ Χριστοῦ τὸ δύνασθαι νικᾷν τοῖς ἀνδριζομένοις προσγένοιτ᾽ ἂν, καὶ οὐκ ἂν ἑτέρως εἰς τοῦτο εὐκλείας διελάσειέ τις, διαδείκνυσιν εὖ μάλα προστιθείς· Λαμβάνων δὲ παρ᾽ ἰσχύοντος σωθήσεται. Διδόντος γὰρ ἡμῖν τὸ δύνασθαι κατευμεγεθεῖν τοῦ μιαιφόνου δράκοντος, σκυλεύσομεν αὐτὸν, σωθησόμεθα δὲ πρὸς τούτῳ παραπέμποντος ἡμᾶς τοῦ νικᾷν εἰς ἀμύρητον ζωὴν, εἰς δόξαν, εἰς καύχημα, καὶ εἰς βασιλείαν οὐρανῶν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστὸς, σκυλεύσας τὸν Σατανᾶν, καὶ τὴν ὁδὸν δύνασθαι κρατεῖν ψιλὴν, καὶ εὐήλατον τοῖς εἰς αὐτὸν πιστεύσασιν ἀποφήνας· «Ἰδοὺ δέδωκα πατεῖν ἐπάνω ὄφεων ὑμῖν, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ἀληθὲς οὖν, ὅτι λαβόντες παρ᾽ ἰσχύοντος, τοῦτ᾽ ἔστιν, αὐτοῦ, καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, σεσώσμεθά τε καὶ νενικήκαμεν.
Σκυλεύσειε δ᾽ ἄν τις καὶ ἑτέρως τὸν Σατανᾶν, τοὺς ὑπ᾽ αὐτῷ γενομένους καὶ πεπλανημένους εἰς τὸ τῆς ἀληθοῦς θεογνωσίας φῶς ἀποκομίζων εὐτέχνως, καὶ μεθιστὰς ἐκ φαυλότητος εἰς εὐζωΐαν ἁγιοπρεπῆ. <Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι, καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.> Ποιεῖται μὲν τοὺς λόγους ὡς πρός γε φημὶ τὴν Σιών.
Υἱοὺς δὲ αὐτῆς ὀνομάζειν ἔοικεν ἐν τούτοις τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, καὶ τοὺς μετ᾽ ἐκείνους ἔτι κεκλημένους εἰς ἱερουργίαν· οἳ καὶ φωστῆρες ἐν κόσμῳ γεγόνασι λόγον ἐπέχοντες ζωῆς, καὶ διακηρύττοντες πανταχοῦ τὴν δόξαν Χριστοῦ, καὶ τῆς παρ᾽ αὐτοῦ σωτηρίας τὴν δύναμιν ἐμφανῆ καθιστῶντες τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, οἷς δὴ καὶ ὑπῆν οἷά τις θὴρ ὠμός τε καὶ ἀπηνὴς, καὶ ἀρχέκακος δράκων, θλίψεις καὶ διωγμοὺς ἐπισωρεύων αὐτοῖς, καὶ καταθήγων ἀφορήτως τοὺς τῆς ἐνούσης αὐτῷ μοχθηρίας ὑπασπιστάς. Ἐπεχειρήθησαν γοῦν διωγμοὶ πλειστάκις, κατὰ τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τυράννων ἀγρίως ὠμότης ἐπιπηδήσασα, παρεκόμισε πολλοὺς εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις ἀγῶνας.
Ἀλλ᾽ ἐγὼ, φησὶν, ὦ Σιών· φαμὲν δὲ εἶναι τὴν Ἐκκλησίαν, ἣν δὴ καὶ Σιὼν ἀποκαλεῖ· τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ἀδικήσαντες γὰρ οὐδὲν οἱ Θεῷ προσκείμενοι, καὶ ἐπ᾽ οὐδενὶ τὸ σύμπαν ἀτόπῳ κατεγνωσμένοι, εἶτα τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας μετὰ λαμπρῶν ἀνδραγαθημάτων εἰς τὰς ἄνω τρέχουσι μονάς· πλὴν τό γε ἧκον εἰς τὸν τῶν ἐπιβουλευσάντων σκοπὸν, τεθνήκασί τε καὶ ἀπολώλασιν. Οὐκοῦν ἡ ἐπὶ τούτοις κρίσις, ἤτοι δικαιοκρισία πάντη τε καὶ πάντως ἔσται παρὰ Θεοῦ. Οἱ μὲν γὰρ δι᾽ εὐσέβειαν τοὺς εὐκλεεστάτους ἀγῶνας διανηξάμενοι, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσαντες, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον. Οἱ δέ γε τὴν δίωξιν ἐπενεγκόντες αὐτοῖς, καὶ ἀπεκτονότες ἀδίκως, οὓς ἦν ἄμεινον ἐπείγεσθαι ζηλοῦν, τὰς ἑαυτῶν ἔδονται σάρκας, καὶ οὐ τὸ τῶν πεπονθότων μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον ὥσπερ ἐκροφήσουσιν αἷμα. Ἃ γὰρ ἑτέροις ἐπήγαγον, οὐκ ἐν δίκῃ πείσονται μᾶλλον ψήφῳ δικαίᾳ Θεοῦ, στεφανοῦντος μὲν τοὺς πεπονθότας, ὑποφέροντος δὲ μακρᾷ καὶ ἀτελευτήτῳ κολάσει τοὺς ἀδικήσαντας. Ἔσται δὲ ἡ τοιαύτη δικαιοκρισία γνωριμωτάτη πάσῃ σαρκὶ, τοῦτ᾽ ἔστιν, ἀνθρώπῳ παντί. Ἔσονται γὰρ ἐν τοῖς δι᾽ εὐσέβειαν κινδυνεύουσιν.
Ὡς ἀντιλήψεται πάντη τε καὶ πάντως ἡ παρ᾽ ἐμοῦ βοήθεια τοῦ καὶ ἐνισχύοντός σε τὸν Ἰακὼβ, τοῦτ᾽ ἔστι, τὸν ἐκ σπέρματος Ἰακώβ. Ἔφην δὲ, ὅτι γέγραπταί πως ὁ προφητικὸς ἐν τούτοις λόγος, εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν, οἵπερ ἦσαν ἐξ Ἰακὼβ, κατά γέ φημι, τὴν σάρκα. Οὐκ ἀπίθανον δὲ καὶ Ἰακὼβ ὀνομάζεσθαι πτερνιστὴν ἅπαντα, τοῦτ᾽ ἔστι, τὸν πτερνίζοντα τὸν Σατανᾶν, καὶ τοὺς τῆς ἁμαρτίας παρελαύνοντα βρόχους εὐτέχνως τε ἅμα καὶ νεανικῶς. Πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται. <Οὕτως λέγει Κύριος· Ποῖον βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν· ἐν ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεως πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.> Ἀσώματόν τε τὸ Θεῖον, ἄϋλόν τε καὶ ἀφανὲς, καὶ ἁπλοῦν. Καὶ οὐκ ἄν τις ἐπ᾽ αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβῃ σωματικήν. Πλὴν τὸ Γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὰ περὶ αὐτοῦ διαλέγεται.
Οὐ γὰρ ἦν ἑτέρως νοεῖν δύνασθαι τοὺς ἐν ἁπλοῖς καὶ παχέσιν ὄντας σώμασιν. Εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ᾽ ἡμᾶς, ἵνα ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων, κἂν γοῦν ἐκ μέρους νοεῖν ἰσχύσωμεν, τὰ περὶ τῆς θείας τε καὶ ὑπερτάτης οὐσίας, ἣ καὶ πάσης ἐστὶν ἐπέκεινα φαντασίας σωματικῆς. Ἄθρει δὴ ἐν τούτοις ἀνθρωποπρεπῆ γεγονότα τῷ προφήτῃ τὸν λόγον. Οἷα γάρ τις ἀνὴρ γυναικὶ σύνοικος, καὶ συνηρμοσμένος, τοῖς Ἰουδαίων δήμοις διαλέγεται, καί φησι περὶ τῆς αὐτῶν μητρός· φημὶ δὴ τῆς ἐπιγείου, καὶ αἰσθητῆς Ἱερουσαλήμ· ἵνα δὴ πάλιν δι᾽ αὐτοῦ, καὶ ὡς ἐν προσώπῳ μιᾶς γυναικὸς τὸ αὐτῶν νοῆται σύστημα.
Ὥσπερ γὰρ Ἐκκλησίαν λέγοντες, οὐ ταῖς τῶν τειχῶν περιβολαῖς τὴν τῆς λέξεως δύναμιν ἐπάγειν εἰθίσμεθα, καταδηλοῦμεν δὲ μᾶλλον τῶν ἐν αὐτῇ θεοσεβεῖν ᾑρημένων τὴν εὐαγεστάτην πληθύν· οὕτω κἂν εἴ τις λέγοι τὴν Ἰουδαίων μητέρα, πάλιν οὐδὲν ἧττον αὐτοὺς κατασημαίνει. Οὐκοῦν οὐκ ἐγὼ, φησὶν, ἀποβέβληκα τὴν μητέρα ὑμῶν, καίτοι γεγονὼς αὐτῇ καθάπερ ἐν τάξει νυμφίου, καὶ τὰ τῆς ἐπιεικείας σπέρματα καταβαλὼν διά τε νόμου καὶ προφητῶν· ἀπεφοίτησε δὲ μᾶλλον αὐτὴ τῶν εἰς ἐμὲ δικαίων ὀλιγωρήσασα, καὶ μικροῦ παντελῶς ἀξιώσασα λόγου τὸ εἶναι μετὰ Θεοῦ. Ἐπεὶ ποῖον αὐτῇ δέδοται παρ᾽ ἐμοῦ τῆς ἀποστασίας βιβλίον; Ἐκπέμπει μὲν γὰρ οὐδένα Θεὸς τῆς πρὸς αὐτὸν οἰκειότητος· ἀποσείεται δὲ τῶν ὀρθοποδεῖν εἰωθότων οὐδένα· ἀλλ᾽ οἵπερ ἂν εἶεν γνήσιοί τε πρὸς πίστιν, καὶ ἀγαθουργίας ἁπάσης ἐπιστήμονες, τούτοις ἐφίησι τὸ ἐξεῖναι διὰ παντὸς τὴν πρὸς αὐτὸν οἰκειότητα καταπλουτεῖν ἀραρότως.
Ἔξω γε μὴν τῆς τοιαύτης ἔρχεται δόξης ὅ γε τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀσυμφυῆ καὶ ἀσύμβατον τὴν διάνοιαν ἔχων, καὶ φιλήδονος ὢν μᾶλλον, ἢ φιλόθεος. Οὐκοῦν ὡς ἐν ἀνδρὸς τάξει, τῇ τῶν Ἰουδαίων συνοικίσας μητρί· Ποῖον, φησὶ, τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν;
Οὐ γὰρ ἄν τις ἐπιδείξειε, φησὶν, ἐμὲ μᾶλλον αὐτὴν ἐξώσαντα, καὶ μεμισηκότα, καταγνώσεται δὲ μᾶλλον αὐτῆς, ὡς αὐτόκλητον ἑλομένης τὴν ἀπόστασιν. Τίνι δὲ ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἕτερον ἐν τούτοις τὸ σχῆμα τοῦ λόγου. Ὡς γὰρ οἰκέταις δεσπότης διαλέγεται. Ἆρα γὰρ, ὡς ἄνθρωπος, φησὶν, ἐν ἐνδείᾳ χρημάτων πεπιεσμένος, καὶ χρεώσταις περιπεσὼν ἀπεδόμην δεσπόταις ἑτέροις οἰκέτας ὄντας ἐμούς; Καίτοι πῶς τοῦτο οὐκ εὔηθες παντελῶς, ἢ νοεῖν, ἢ φράσαι; Πέρα γὰρ ἀνάγκης τὸ Θεῖον, καὶ οὐδὲν ἐπέκεινα τὸ σύμπαν αὐτοῦ. Οὐκοῦν οὐ πέπρακα, φησὶν, οὐδ᾽ ἂν ἐξεδόμην ἑτέροις δεσπόταις, ἀγαπῶντας ἐμὲ, καὶ τῶν ἐμῶν θεσπισμάτων ἀπηρτημένους.
Πῶς οὖν ἄρα τὸν τῆς ἑτέρων δουλείας ὑπεμείνατε ζυγόν; Πρόφασις ὑμῖν τοῦ κακοῦ γέγονεν ἡ ἁμαρτία. Ταύτης γὰρ ἕνεκα κατεκτήσατο πάντας. ὑμᾶς ὁ τῆς ἁμαρτίας πατὴρ, καὶ φαυλότητος πάσης εὑρετής· καὶ τοὺς τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπίπτοντας ἁρπάζων εἰς ἑαυτὸν, καὶ τοῖς τῶν κακῶν βόθροις ἐγκαθιεὶς, καὶ εἰς πέταυρον ᾅδου κατακομίζων αὐτούς. Ἕψεται γὰρ πάντως τοῖς ὠλισθηκόσι τῆς πρὸς Θεὸν οἰκειότητος τὸ δεῖν ἀφύκτοις ἐγκαταπείρεσθαι βρόχοις. Δεινὸς γὰρ εἰς πλεονεξίαν ὁ Σατανᾶς, καὶ οὕσπερ ἂν ἴδοι τῶν ἐπὶ γῆς ὀλιγωρεῖν ἑλομένους τοῦ εἶναι μετὰ Θεοῦ τούτους τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, καὶ ἐν τοῖς ἐσχάτοις κατακομίζει κακοῖς, δούλους αὐτοὺς ἀποφαίνων, ἀντ᾽ ἐλευθέρων, καὶ ἐξ ἐνδόξων ἀτίμους. Τοιαῦτα γὰρ ἀεὶ τῆς ἐκείνου σκαιότητος τὰ ὀψώνια. <Τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων; Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει.
Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότον, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.> Τὰ τῆς Σιὼν τέκνα, τοῦτ᾽ ἔστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτὴν δὲ τὴν Σιὼν, τὴν ἐπίγειον Ἱερουσαλὴμ δηλονότι, ταῖς σφῶν αὐτῶν ἁμαρτίαις καταπεπράσθαι τε καὶ ἐκβεβλῆσθαι τῆς πρὸς αὐτὸν οἰκειότητος εὖ μάλα διειρηκὼς, ὑπὸ μῶμον ἄγει, καὶ γραφὴν τῆς εἰς λῆξιν ἀπονοίας τε ὁμοῦ καὶ ἀμαθίας. Ἐπιλάμψαντος γὰρ τοῦ Μονογενοῦς μετὰ σαρκὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς πεφηνότος, ἀμνημονήσαντες ἀνοσίως, καὶ νόμου, καὶ προφητῶν, σκληροὶ καὶ ἄτεγκτοι μεμενήκασι, καὶ ἀσχέτως νοσοῦντες τὸ ἐξήνιον. Οὐ γὰρ ἤθελον εἰδέναι τὸν Λυτρωτὴν, τῆς σωτηρίας τὸν πρύτανιν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἁπάσης αἰτίας ἀπαλλάξαι δυνάμενον τοὺς ταῖς ἀνθρωπίναις ἀσθενείαις ἐνειλημμένους. Ἦλθον τοίνυν, φησὶ, τοῦτ᾽ ἔστιν, ἐνηνθρώπησά τε καὶ ἐπέφανα τοῖς ἐξ Ἰσραὴλ, καὶ οὐκ ἦν ἄνθρωπος ἐν αὐτοῖς, νουνεχὴς δηλονότι, καὶ τὸν τῆς λυτρώσεως καιρὸν εἰδέναι δυνάμενος. Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων.
Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Εὑρέθην τοῖς ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδοὺ εἰμὶ, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.» Ἐν δέ γε τοῖς εὐαγγελικοῖς συγγράμμασι πλεισταχοῦ τὸν Κύριον εὑρήσομεν καλοῦντα πρὸς πίστιν τοὺς ἰδίους [Humfred. legit Ἰουδαίους]· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Ποτὲ δὲ πάλιν· «Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Ναὶ μὴν καὶ τὸ πιστεύειν αὐτοῖς ἔγκαρπόν τε καὶ ἐπωφελὲς ἀποφαίνων· «Ἀμὴν λέγω, φησὶν, ὑμῖν, ὅτι ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.» Πλείστας δ᾽ ἂν καὶ ἑτέρας φωνὰς ἐπισωρεύσειέ τις τὴν ἴσην ἐχούσας δύναμιν, εἴπερ ἕλοιτο μακρηγορεῖν. Οὐκοῦν ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, φησίν. Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐροῦσιν οἱ διὰ μακρᾶς οὕτω ἀπονοίας προσκεκρουκότες, οἱ σκληρὰν καὶ ἄθραυστον τὴν διάνοιαν ἔχοντες, ὡς οὐκ ἂν ἰσχύσειεν ἡ ἐμὴ χεὶρ ῥύσασθαι τὴν ἐπ᾽ οὐρανόν.
Πεφρονήκασι δὲ κἀν τούτῳ τῶν ἀληθῶν οὐδέν. Ἦν μὲν γὰρ, ὡς ἔφην, ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἐνηνθρώπησε δὲ τὴν κατὰ σάρκα ὑπομείνας γέννησιν ἐκ γυναικός. Ἀλλ᾽ οἱ μὲν τοῦτο εἰδότες, καὶ τῶν θείων αὐτοῦ μυστηρίων οὐκ ἀγνοοῦντες τὸ βάθος, ᾔδεσαν ὅτι πάντα δύναται Θεὸς ὢν φύσει, καὶ ἦν ἱκανὸς εἰς λύτρωσιν τῆς ὑπ᾽ οὐρανόν. Οἵ γε μὴν ἄπιστοί τε καὶ ἀμαθεῖς ὡς ἀνθρώπῳ προσῄεσαν κοινῷ, ὥστε καὶ ἐπιπηδῶντάς τε καὶ λέγοντας· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» Τούτοις ἂν πρέποι καὶ τὸ οἴεσθαί τε, καὶ λέγειν, ὡς κἂν ἰσχύσειεν ἡ αὐτοῦ χεὶρ ἐπαμῦναι τοῖς ἐπὶ τῆς γῆς, καὶ ῥύσασθαι τοὺς κεκρατημένους ὑπό τε τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας. Ἀλλ᾽ ὅταν ταῦτα λογισθήσεσθε, φησὶ, προσενθυμήθητέ τι τῶν ἀμεινόνων· οὐ γάρ εἰμι καθ᾽ ὑμᾶς ἄνθρωπος ἁπλῶς, Θεὸς δὲ μᾶλλον ἐν εἴδει τῷ καθ᾽ ὑμᾶς γεγονὼς οἰκονομικῶς, ἵνα ὑμᾶς ἐξέλωμαι, καὶ θανάτου, καὶ ἁμαρτίας. Αὐτὸς γὰρ ὁ λαλῶν, πάρειμι ὁ πάλαι θαυματουργήσας διὰ Μωσέως, καὶ ἀφράστῳ δυνάμει διελὼν τὴν θάλασσαν, δῆλον δὲ ὅτι τὴν Ἐρυθράν. Ἐπάγη γὰρ ὡς τοῖχος τὰ ὕδατα, καὶ διέβησαν οἱ λελυτρωμένοι, καὶ τῆς ἐν Αἰγύπτῳ θητείας ἀποδυσάμενοι τὸν ζυγόν. Τὸ ἐξερημώσω τὴν θάλασσαν, ἐνθάδε φησὶν, ἀντὶ τοῦ ξηρὰν αὐτὴν ἀπέφηνα. Θήσω δὲ καὶ ποταμοὺς ἐρήμους.
Τὸ δέ γε Θήσω πάλιν ἀντὶ τοῦ Τέθεικα νοητέον. Ἔστησε γὰρ τὸν Ἰορδάνην, καὶ ὑδάτων ἔρημον ἀπέφηνεν αὐτὸν διαβιβάζοντος τοῦ Ἰησοῦ τὸν Ἰσραὴλ, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκομίζοντος. Εἰ δὲ δή φησιν ἀποξηρανθήσεσθαι ἐν τοῖς ὕδασιν ὄντας ἰχθύας, σύνες, ὅτι πρὸς δήλωσιν τοῦ εἰσάπαν κατεξηράνθαι τὸν Ἰορδάνην, παρελήφθη καὶ τοῦτο, τῆς οὕτω λαμπρᾶς, καὶ μεγάλης θαυματουργίας διαμνημονεύει λέγων καὶ ὁ θεσπέσιος Δαβὶδ ποτὲ μέν· «Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» ποτὲ δὲ πάλιν· «Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχου ὑδάτων.» Περὶ δὲ τοῦ Ἰορδάνου πάλιν ὧδέ φησι· Σὺ ἐξήρανας ποταμοὺς Ἡθὰμ, τοῦτ᾽ ἔστι, τοὺς ἐν τῷ νότῳ. Διαμέμνηται καὶ ἑτέρας θαυματουργίας, καί φησιν, ὅτι Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· καὶ τὸ Ἐνδύσω πάλιν ἀντὶ τοῦ, ἐνέδυσα, νοητέον.
Διαμεμνήμεθα γὰρ γεγραφότος τοῦ Μωσέως τοῦ πανσόφου, ὅτι τριήμερος, καὶ βαθὺς τῆς Αἰγυπτίων χώρας κατεσκεδάσθη σκότος, ἠδίκησε δὲ παντελῶς οὐδὲν τοὺς ἐξ Ἰσραήλ. Ἦν γὰρ αὐτοῖς, καὶ ἡμέρα, καὶ φῶς. Παράδοξον δὲ καὶ τοῦτο, καὶ πέρα λόγου παντός. Ὅτε τοίνυν αὐτὸς, φησὶν, ἐκεῖνός εἰμι, καὶ ἐν σαρκὶ πεφηνὼς, ὁ πάλαι τὴν θάλασσαν ἐρημώσας, ἤτοι ξηρὰν ἀποφήνας, ἐργασάμενος δὲ τοῦτο καὶ εἰς ποταμοὺς, καὶ σκότῳ περιβαλὼν τὸν παμμεγέθη τοῦτον οὐρανὸν, καὶ διὰ πείρας αὐτῆς καταστήσας ἐμφανὲς ὅτι τῶν ὅλων εἰμὶ Δεσπότης, ἀνήνυτον δὲ ταῖς δυνάμεσι ταῖς ἐμαῖς παντελῶς οὐδέν, πῶς οὐκ ἂν ὀφείλει γέλωτα, μᾶλλον δὲ δυσσεβείας ὑπομεῖναι γραφὴν, εἴπερ τις ἕλοιτο φρονεῖν τε καὶ λέγειν, οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; <Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.
Ἔθηκέ με πρωΐ· προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.> Οὐκ ἀπίθανον εἴη ἂν, μᾶλλον δὲ τοῖς τῆς ὀρθότητος λόγοις οὐκ ἀπεοικὸς, τὸ ἐφαρμῶσαι τῷ χορῷ τῶν ἁγίων ἀποστόλων τὰς προκειμένας φωνὰς, ἤγουν ἄπασι τοῖς πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ σεσοφισμένοις διὰ τοῦ πνεύματος, καὶ τὸν παρ᾽ αὐτοῦ φωτισμὸν εἰς νοῦν, καὶ διάνοιαν ἐσχηκόσιν ἀμφιλαφῶς, οἳ καὶ ἐν μεθέξει γεγόνασι θείων χαρισμάτων, καὶ τῆς θεοπνεύστου Γραφῆς τὸ βάθος, καθαροῖς διανοίας ὄμμασιν ἴσχυσαν κατιδεῖν, εἴσω τε γεγόνασιν εὐζωΐας εὐαγγελικῆς εὐτεχνίας, καὶ συνέσεως ἁγιοπρεποῦς. Οὗτοι δὴ οὖν χαριστηρίους ᾠδὰς ἀνατείνοντες δεδόσθαι φασὶν ἐν ἑαυτοῖς γλῶσσαν παιδείας, τοῦτ᾽ ἔστι, τὸ εὐπαιδεύτως δύνασθαι λαλεῖν, καὶ ἀνεπιπλήκτως τὰ θεῖα διατρανοῦν μυστήρια, πηνίκα τε καὶ ὅπως προσήκει κεχρῆσθαι τοῖς τῆς παρακλήσεως λόγοις. Ὃ δὴ καὶ ἔπραττον οἱ θεσπέσιοι μαθηταὶ κατασωρεύσαντες μὲν εἰς νοῦν, καὶ καρδίαν, ὑγιᾶ καὶ ἀμώμητον τὴν τῆς εἰς Χριστὸν πίστεως γνῶσιν, ἑκάστῳ γε μὴν τῶν προσιόντων τοῖς θείοις κηρύγμασι τὸν αὐτῷ πρέποντα καὶ κατάλληλον προϊσχόμενοι λόγον.
Τοῖς μὲν γὰρ ἔτι νηπίοις οἷον ἐν τάξει γάλακτος τὸν τῆς ἁπλῆς κατηχήσεως εὖ μάλα προσάγονται λόγον, τοῖς γε μὴν εἰς ἄνδρα τέλειον καταντήσασιν, ἀφιγμένοις δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ τὸν στερεὸν καὶ τροφιμώτατον.
Γλῶσσα δὴ οὖν αὕτη παιδείας, καὶ χάρισμα τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον. Τεθεῖσθαι δὲ αὐτούς φασιν καὶ πρωΐ, τοῦτ᾽ ἔστιν, εἰς νοῦν, καὶ καρδίαν ἡμέρας διαύγασμα, ἔλλαμψιν θείου καὶ νοητοῦ φωτὸς ἀνατολὴν ἑωσφόρου. Καὶ τοῦτο πάλιν εἰσόμεθα τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.» Ο μὲν γὰρ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν ἐν αὐτοῖς τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἡμῖν δὲ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, φωτὶ τῷ θείῳ περιαστράπτων τὸ νοῦν, ὥστε καὶ υἱοὺς ἡμᾶς φωτὸς καὶ ἡμέρας εἶναί τε καὶ ὀνομάζεσθαι. Εἶτά φησι, Προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Προσηκάμενοι γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ τὸν παρ᾽ αὐτοῦ πλουτήσαντες φωτισμὸν, ἐσχήκαμεν ὠτίου προσθήκην, τοῦτ᾽ ἔστιν, ἀκοῆς δύναμιν ἀσυνήθους, ἢ πάλαι. Ἰουδαῖοι μὲν γὰρ τὸν νόμον ἀναγινώσκοντες, οὐχ ὑπερτρέχουσι τὴν σκιὰν, ἀλλ᾽ ἐνιζάνουσι τοῖς τύποις ψιλοῖς τε καὶ μόνοις.
Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ, καθὰ γέγραπται. Ἡμεῖς γὰρ τὸν νόμον παιδαγωγὸν εἶναι πιστεύοντες, ἡνίκα ἂν τὰ διὰ Μωσέως εἰς οὖς δεξώμεθα, συνίεμεν ἑτέραις ἀκοαῖς αὐτὰ, μεθιστάντες τοὺς τύπους εἰς ἀλήθειαν, καὶ πνευματικῆς θεωρίας πρόφασιν ποιούμενοι τὴν σκιάν. Ἐσχήκαμεν οὖν ὠτίων προσθήκην. Ἡ γὰρ διὰ Χριστοῦ παιδεία, τοῦτ᾽ ἔστι, τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ ἡ δι᾽ αὐτοῦ μυσταγωγία, πνευματικῶς ἀναπείθει νοεῖν τὸν νόμον. Ἀνευρύνει ὥσπερ τὰ ὦτα τῶν πιστευσάντων εἰς αὐτὸν, οὐκ ἐχόντων τοῦτο τῶν ἐξ Ἰσραήλ. Ἔφη γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς αὐτούς· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.» Γράφει δὲ περὶ αὐτῶν ὁ πάνσοφός τε καὶ θεσπέσιος Παῦλος, ὅτι «Ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ Ἰησοῦ Κυρίῳ ἡμῶν καὶ Λυτρωτῇ καταργεῖται.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.