Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Δ', Λόγος Ε'
Η εκούσια υπακοή και το πάθος του Χριστού, η λυτρωτική Του θυσία υπέρ των αμαρτιών του κόσμου και η τύφλωση της ιουδαϊκής Συναγωγής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Δ', Λόγος Ε'
Η εκούσια υπακοή και το πάθος του Χριστού, η λυτρωτική Του θυσία υπέρ των αμαρτιών του κόσμου και η τύφλωση της ιουδαϊκής Συναγωγής.
ΛΟΓΟΣ Εʹ. <Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδ᾽ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ὁ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με.> Διὰ τῶν ἤδη προανεγνωσμένων, ἤτουν προεξητασμένων, πλείστην ὅσην πεποίηται τῆς Ἰουδαίων ἀπειθείας τὴν καταβοήν. Ἔφη γὰρ ὅτι Ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, παρεισβεβληκότος δὲ μεταξὺ τοῦ προσώπου τῶν προσηκαμένων τὴν πίστιν, καὶ λέγοντος· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καὶ τὰ τούτοις ἐπενηνεγμένα, καὶ χαριστηρίους ἀνατεινάντων φωνάς. Εἰστρέχει πάλιν τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τὴν ἰδίαν ὑπακοὴν ταῖς Ἰουδαίων ἀπονοίαις ἀντιπαρατιθέναι σπουδάζοντος, ἵν᾽ ὁλοτρόπως αὐτοὺς θεομισεῖς ὄντας ἐλέγξῃ, γαῦρόν τε καὶ ἀπηνῆ τῷ καλοῦντι πρὸς σωτηρίαν ὑψοῦντας αὐχένα.
Ἐγὼ μὲν γὰρ κέκληκα, φησὶ, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὀκνηροὶ γεγόνασι πρὸς εὐπείθειαν, βραδεῖς καὶ ἀσύνετοι παντελῶς εἴς γε τὸ χρῆναι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς, καὶ τὰ δι᾽ ὧν ἦν εἰκὸς διαδρᾶναι δύνασθαι, καὶ λίαν ἀμογητὶ, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῆς διαβολικῆς σκαιότητος τὰς ἐπιβουλάς. Ἀλλ᾽ αὐτοὶ μὲν ἠπείθησαν, ἐγὼ δὲ οὐκ ἀπειθῶ. Ἐθελήσαντος γὰρ τοῦ Θεοῦ, καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν ἐμοὶ, τά τε ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθῆκα πρὸς κένωσιν ἐμαυτὸν, καὶ ἐν τοῖς τῆς ἀνθρωπίνης πτωχείας καταπεφοίτηκα μέτροις, ἄνθρωπος πεφηνὼς ἵνα ὑπήκοος γένωμαι, καὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Δέδωκα τοίνυν τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ταυτὶ γὰρ αὐτῷ συνέβη παθεῖν, τῆς Ἰουδαίων ἀπαιδευσίας ἐμπαροινούσης αὐτῷ, καὶ Πιλάτου μὲν μάστιξι καταξαίνοντος, ἑνὸς δὲ τῶν ἀνοσίων ὑπηρετῶν ὑβρίσαντος, καὶ ῥαπίσαντος, καὶ κατεμπτυόντων ἑτέρων. Ἀλλ᾽ ἦν εἷς ὁ σκοπὸς τῷ πάσχοντι τὸ εἰς πέρας διεξαγαγεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Τοῦτο δὲ τὸ θέλημά ἐστι τοῦ πέμψαντός με, «Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπωλέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Οὐκοῦν ὑπέρ γε τοῦ κατορθῶσαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν ζωὴν, οὐχ ὕβρεις, οὐ μάστιγας, οὐκ ἐμπτυσμάτων πεῖραν ἀπόβλητον ἐποιήσατο, καίτοι Θεὸς ὢν φύσει, καὶ Κύριος ἀληθινός. Εἶτά φησιν ὡς ἄνθρωπος, Καὶ Κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Διαλέγεται μὲν οὖν ἀνθρωπίνως, ὡς ἔφην, καὶ κατ᾽ οὐδένα τρόπον ἀπεοικότως τοῖς τῆς κενώσεως μέτροις. Πλὴν ἔοικεν ὑπαινίττεσθαι διὰ τούτων τῶν λόγων τὴν τοῖς λόγοις ἐγκατασκήψασαν δίκην, τῆς εἰς αὐτὸν δυσσεβείας ἕνεκα.
Γέγονε γὰρ, φησὶ, Κύριος βοηθός μου. Ὅμοιον, ὡς εἰ λέγοι Δόντος μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, πεπονθότος δὲ καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, γέγονε βοηθὸς ὁ Πατήρ. Ἐπήμυνε γὰρ, καὶ οὐ συγκεχώρηκεν εἰς τὸ παντελὲς ἐντραπῆναι τὸν ἴδιον Υἱὸν, οὔτε μὴν καὶ καταισχυνθῆναι.
Τετιμώρηνται γὰρ, καὶ τῶν εἰς ἐμὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ θεομαχῆσαι τολμήσαντες. Ἐπενεγκὼν δὲ ὅτι Ἐγγίζει ὁ δικαιώσας με, πάλιν ὑπέφηνεν ἀστείως, οὐκ εἰς μακρὰν, οὐδ᾽ εἰς ἀνάβλησιν τὰ τῆς δίκης δραμεῖται τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἀλλ᾽ οἷον ἐγγὺς, καὶ κατὰ πόδας βαδιεῖται τῶν ἐγχειρημάτων. Δεδικαιῶσθαι δέ φαμεν τὸν Υἱὸν κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ὄντα δίκαιον, καὶ κατ᾽ οὐδένα τρόπον, ὡς ἔνοχον γεγονότα πταίσμασιν ἀποκτεῖναι τετολμήκασι, τετιμώρηνται, καθάπερ ἔφην, καὶ ἡ τῶν πεπονθότων κόλασις τὸ ἀνεύθυνον παντελῶς μεμαρτύρηκε τῷ παρ᾽ αὐτῶν ἀνοσίως ἐξυβρισμένῳ. Ἔφη τι τοιοῦτον ὁ Θεὸς καὶ Πατήρ «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Πλουσίους δὲ καὶ πονηροὺς, τοὺς τῶν Ἰουδαίων καθηγητὰς ὀνομάζει. Φιλοχρηματίαν γὰρ νοσοῦντες ἐσχάτην, κατεκομίσθησαν δι᾽ αὐτῆς, εἰς τὴν ἐπ᾽ αὐτῷ πονηρίαν. Καίτοι γὰρ ἐπεγνωκότες αὐτὸν ἔφασκον· «Οὗτός ἐστιν ὁ κληρονόμος· Δεῦτε, ἀποκτείνωμεν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» <Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω ἅμα. Τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.> Ὅτι μὲν δίκαιος, καὶ ἀθῶος ὢν παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίας· τὰς ἐκ τῶν Ἰουδαίων ὑπέστη παροινίας, πιστώσεται λέγων καὶ αὐτὸς ὁ θεσπέσιος προφήτης περὶ αὐτοῦ· «Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.»
Καὶ πάλιν ὡς ἐκ προσώπου τῶν Ἰουδαίων περὶ αὐτοῦ· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Καὶ αὐτὸ δὲ τὸ χρῆμα διαβοήσειεν ἄν. Τὴν γάρ τοι θείαν, καὶ ἀκήρατον τοῦ λόγου φύσιν, πῶς ἦν ἐφικτὸν ἁμαρτῆσαι τοῦ πρέποντός τε καὶ ἐοικότος αὐτῇ, καὶ μῶμον ὑποστῆναι πλημμελήματος; Εἴρηται γοῦν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Οὐκοῦν ἐπειδήπερ ἀθῶον ἑαυτὸν ὄντα, καὶ δίκαιόν φησιν, ὑπομεῖναι τὰς ἐκ τῆς Ἰουδαίων Συναγωγῆς ἐπιβουλὰς, ἀναγκαίως τούτοις οὐκ εἰδόσιν αὐτοῦ τὸ εἰσάπαν εἰλικρινὲς ἢ τάχα που, καὶ οἰηθεῖσιν, ὅτι πέπρακταί τι τῶν ἀτόπων αὐτῷ, πέπονθε δὲ, καὶ ἐν δίκῃ, τὰ ἐπὶ τῷ σταυρῷ, προσδιαλέγεται, καί φησι· Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἄμα.
Ἔοικε τούτῳ τὸ παρ᾽ αὐτοῦ τοῦ Χριστοῦ σαφῶς εἰρημένον τοῖς Γραμματεῦσι, καὶ Φαρισαίοις· «Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Καίτοι γὰρ γεγονὼς καθ᾽ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ὁμοίωσιν ὑποδὺς, κατ᾽ αὐτὸ δὴ οὖν τουτὶ καὶ μόνον ἐπέκεινα τῆς καθ᾽ ἡμᾶς φύσεως γενέσθαι πεπίστευται. Ὑποκειμένου γὰρ ἀνθρώπου παντὸς πταίσμασί τε καὶ πλημμελήμασι, καὶ οὐδενὸς τὸ παράπαν ἀμώμητον ὁλοτρόπως ἐσχηκότος τὴν ζωήν· μόνος αὐτὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος τὸ θεοπρεπὲς ἀξίωμα τετήρηκεν ἑαυτῷ. Θεοῦ γὰρ φύσις τοῦ πλημμελεῖν ἐπέκεινα νοοῖτο ἂν εἰκότως. Τοιγαροῦν καὶ ἔφασκεν, ὅτι «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ὁ γὰρ γενόμενος καθ᾽ ἡμᾶς, ἵνα ἡμᾶς ἐξέληται τῶν τῆς ἁμαρτίας βρόχων, πῶς ἂν αὐτὸς ἥλω μεθ᾽ ἡμῶν, ἢ πῶς γέγονεν ὑπὸ μῶμον καὶ γραφὴν, ὁ γραφῆς ἀπαλλάττων καὶ μώμου πάντας τοὺς πιστεύσαντας εἰς αὐτόν; «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» <Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με; Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς.> Δύο κατὰ ταυτὸν διδάξαι βούλεται χρήσιμά τε καὶ ἀναγκαῖα τοὺς τὸν δυσσεβῆ, καὶ ἄδικον κατ᾽ αὐτοῦ νοσήσαντας φθόνον. Πρῶτον μὲν ὅτι πάντη τε καὶ πάντως ἀπρακτήσειεν ἂν ἡ κατ᾽ αὐτοῦ σκέψις, καὶ τὸ μιαιφόνον ἐγχείρημα.
Εἶτα ὅτι πικράς τε καὶ ἀφορήτους τῶν εἰς αὐτὸν πεπλημμεληκότων πραχθήσονται δίκας· ᾠήθησαν μὲν γὰρ δύνασθαι θανάτῳ περιβαλεῖν ἀρχηγὸν ὄντα ζωῆς τὸν Κύριον. Ἀλλ᾽ ὡς ὁ Ψάλλων φησὶν, «Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι.» Καὶ γὰρ ἦν ἀμήχανον ζωὴν ὄντα αὐτὸν κρατεῖσθαι θανάτου. Ἐγήγερται οὖν τῇ δυνάμει τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ γέγραπται, καὶ οὐκ ἀτονήσας αὐτὸς, καθὸ νοεῖται Λόγος καὶ Θεὸς, εἴς γε τὸ δύνασθαί φημι τῆς ἑαυτοῦ σαρκὸς ἀποσοβῆσαι τὴν φθορὰν, ἀλλ᾽ ὅτι γέγονεν ἄνθρωπος, καὶ τοῦτο δέχεσθαι δοκῶν παρὰ τοῦ Πατρός. Πάντα γὰρ ἀνθρώπῳ θεόσδοτα. Ὅτι γὰρ ὁ Θεὸς, καὶ Πατὴρ δι᾽ αὐτοῦ κατήργηκε τὸ τοῦ θανάτου κράτος, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, σαφὲς ἂν γένοιτο λέγοντος αὐτοῦ ταῖς τῶν Ἰουδαίων ἀγέλαις· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐπειδὴ δὲ τὰ ὑπὲρ ἀνθρώπου χεῖρά τε καὶ φύσιν, ἔθος αὐτῷ τῳ προσώπῳ τοῦ Πατρὸς ἀνατιθέναι μᾶλλον, ταύτῃτοι κἀνθάδε φησὶν ἀνθρωπίνως· Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με; Ἐπαμύνοντος γὰρ, φησὶ, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος, καὶ τὴν ἐμὴν ἱστῶντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν, ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ, καὶ κακῶσαι δύνασθαι τὸν παρ᾽ αὐτοῦ βοηθούμενον;
Οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπέσχοντο ἂν τῶν κατ᾽ αὐτοῦ σκεμμάτων τε καὶ ἐπιχειρημάτων, διὰ προφητῶν τῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν Θεὸν ὄντα, καὶ Κύριον, καὶ Υἱὸν ἀληθινὸν τοῦ Πατρός· αὐτοὶ δὴ μᾶλλον τὴν κατά γε σφῶν αὐτῶν δεινήν τε καὶ τομωτάτην ἕλκουσι δίκην. Καὶ τοῦτο διδάσκει προσεπενεγκών· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς, τοῦτ᾽ ἔστιν, εἰς παλαίωσιν, καὶ σῆψιν, καὶ εἰς ἀφανισμὸν οἰχήσεσθε, πολλοῖς καὶ ἀφύκτοις ἐντετηγμένοι κακοῖς, καὶ οἷον σητὸς δίκην ἐκδαπανώσης ὑμᾶς ἀνηκέστου συμφορᾶς. Τοῦτο πάλιν καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης Ἡσαΐας· «Τί ἔτι πληγῆτε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλῆς, [οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία,] οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.»
Ἱκανὴ σφόδρα, καὶ τῶν οὕτως ἀπευκτῶν ἡ παῤῥησιὸς ἠρεμεῖν ἀναπεῖσαι τοὺς Ἰουδαίους, καὶ κατὰ μηδένα τρόπον προσκρούειν ἑλέσθαι Θεῷ, εἴπερ ἔμελλεν, ὡς ἔφην, ἀπρακτήσειν μὲν αὐτῶν ἡ ἐπιβουλὴ, τῶν δὲ ἀνηνύτων ἐπιχειρημάτων αὐτοὶ πραχθήσεσθαι δίκας, καὶ εἰς ὄλεθρον καὶ ἀπώλειαν πεσεῖσθαι παντελῆ. <Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ.> Ὡς ἱμάτιον παλαιωθήσεσθαι λέγων τοὺς, οἵπερ ἂν ἕλοιντο πονεῖν ἀνηνύτως, καὶ ταῖς παρ᾽ αὐτοῦ παροινίαις ἐντρυφᾷν (ἔφη γὰρ, Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς), προτείνει λοιπὸν τοῖς ἐπιεικέσι τὴν φιλανθρωπίαν, καὶ τὴν τῆς σωτηρίας αὐτοῖς καταδείκνυσι τρίβον· πλεῖστοι γὰρ ὅσοι πεπιστεύκασι τῶν ἐξ Ἰσραὴλ, καθὼς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διηγορεύθη σαφῶς. Σέσωσται γὰρ τὸ κατάλειμμα, οὗ καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Οὐκοῦν τοῖς ἑτοιμοτέροις πρὸς πίστιν τὰ ἐξ ἡμερότητος προΐσχεται λέγων· Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἑαυτὸν δὲ παῖδα Θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς Υἱός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ οὐ νόμου παράβασις ἦν, ἀλλὰ βεβαίωσις νόμου, διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ τὰ αὐτοῦ θεσπίσματα.
Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει, καί φησι· «Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Γέγραπται γὰρ, ὅτι Ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται.» Καὶ ἦν καὶ νόμου καὶ προφητῶν τὸ πέρας τὸ Χριστοῦ μυστήριον, δικαιοῦν ἐν πίστει τὸν ἀσεβῆ, καὶ ἀπαλλάττον αἰτιαμάτων τοὺς ταῖς σφῶν αὐτῶν πλημμελείαις ἐνισχημένους. Οὐκοῦν τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, δηλονότι τοῦ Χριστοῦ, τοῦτό ἐστι τὸ παραδέξασθαι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, νόμου βεβαίωσις ἦν· ὅτι δὲ θελητόν ἐστι τῷ Θεῷ καὶ Πατρὶ τὸ ταῖς τοῦ Υἱοῦ παιδαγωγεῖσθαι φωναῖς τοὺς ἐπὶ τῆς γῆς, καταδείξειεν ἂν τοῖς νουνεχεστέροις τῶν εὐαγγελικῶν Γραμμάτων ἡ δύναμις. Μετεμορφώθη μὲν γὰρ ἐν τῷ ὄρει Χριστὸς, ἔλαμψε δὲ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· ὤφθησαν δὲ Μωσῆς καὶ Ἡλίας συλλαλοῦντες μετ᾽ ἀλλήλων· εἶτα φωνὴ γέγονε τοῦ Θεοῦ καὶ Πατρὸς, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶντος καὶ λέγοντος· «Οὗτός ἐστί μου ὁ Υἱὸς ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ.» Εἴ τις οὖν ἄρα ἐστὶ, φησὶ, τὸν τοῦ Θεοῦ φόβον εἰς νοῦν ἔχων, καὶ ὥσπερ τινὰ θησαυρὸν κατακρύψας ἐν ἑαυτῷ, ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἔστι δὲ, ὡς ἔφην, τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα καλοῦν εἰς λύτρωσιν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ εἰς εὐαγῆ πολιτείαν, καὶ πολὺ τῆς ἐν νόμῳ προφερεστέρα[ν].
Ἡ μὲν γὰρ ἦν, ὡς ἔφην, ἐν σκιαῖς, ἡ δὲ λαμπρὰν ἔχει καὶ ἐκφανῆ τὴν ἀλήθειαν. <Οἱ πορευόμενοι ἐν σκότει, οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Κυρίῳ.> Οἱ τῶν ἰατρῶν εὐτεχνέστατοι τοῖς δηκτικοῖς τῶν φαρμάκων ἐπιπλέκουσιν ἔσθ᾽ ὅτε καὶ τὰς ἐκ τῶν ἠπίων ἐπικουρίας, μονονουχὶ καταγοητεύοντες τὴν ἀπηνῆ καὶ ἀγριωτέραν ὀδύνην. Τοιοῦτόν τι καὶ νῦν πεπραχότα εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἐλέγχει μὲν γὰρ ὡς ἐν σκότῳ βαδίζοντας, καὶ οἷον ἀχλύϊ κεκρατημένους, καὶ φωτὸς ὁλοτρόπως ἐστερημένους, δῆλον δὲ ὅτι τοῦ θείου καὶ νοητοῦ, ποιουμένους δὲ καὶ τὰς τροχιὰς ἐπ᾽ οὐδενὶ μὲν τῶν τελούντων εἰς σωτηρίαν, ἤγουν εἰς ὄνησιν αὐτοῖς, ἐπ᾽ ἐκείνοις δὲ μᾶλλον, ἅπερ ἂν εὐκόλως αὐτοὺς εἰς τὸ τῆς ἀπωλείας κατώθησε βάραθρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὀρθοποδεῖν δύνασθαι τοὺς ἐν σκότῳ ποτέ· καταφέρονται γὰρ, κἂν εὑρεθείη που βόθρος, κἂν εἰ λίθοι διεῤῥιμμένοι, προσπταίουσιν ἀφυλάκτοις αὐτοῖς.
Ὑμῖν τοιγαροῦν, φησὶ, προτείνω τὰς νουθεσίας τοῖς ἐν σκότῳ πορευομένοις, καὶ τὸ παρ᾽ ἐμοῦ φῶς ἀσυνέτως οὐ προσιεμένοις.» Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. «Ἐπειδὴ γὰρ, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας, οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, τοῦτ᾽ ἔστι γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ᾽ αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς, ποτὲ μὲν Σαμαρείτην καὶ μέθυσον ὀνομάζοντες, ποτὲ δὲ καὶ ζήλῳ πεπλανημένῳ καταθηγόμενοι πρὸς ὄργας (ἔφασκον γάρ· »Περὶ καλοῦ ἔργου οὐ λιθάζομεν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.«) Ἀναγκαίως, καθάπερ ἔφην, ἀρτίως ἄνθρωπος γεγονὼς, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν ὑπερτενῆ καὶ θεοπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ᾽ αὐτῷ βούλεσθαί τινας ἀποκομίζει, λέγων· Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἐναργέστατα δὴ οὖν ἑαυτὸν Κύριον καὶ Θεὸν εἶναί φησιν, ἀποκομίζων, ὡς ἔφην, τοῦ χαμαιπετῆ καὶ κατεῤῥιμμένα τινὰ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. Καύχημα δὲ τοῖς τὴν πίστιν εἰσδεξαμένοις, τὸ ἐπ᾽ αὐτῷ πεποιθέναι, καὶ ῥάβδον ποιεῖσθαι καὶ στήριγμα. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς.
Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Μελῳδὸς πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν· »Ἡ ῥάβδος καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Εὐόλισθος μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, καὶ πολὺ διανένευκεν εἰς ἐκτόπους ἡδονὰς καὶ φιλοσαρκίας· δεῖται δὲ ἀεὶ τοῦ σώζοντος, καὶ νέμοντος χεῖρα σωτήριον, ὥστε καὶ λέγειν τοὺς ἐν μεθέξει γεγονότας τῆς ἐπικουρίας· «Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Ὅτι δὲ σκότῳ καὶ ἀχλύϊ ἐμβέβλητο τῶν Ἰουδαίων ὁ νοῦς, ἐκ τῶν ἱερῶν Γραμμάτων ἔνεστιν ἰδεῖν. Ὁ μὲν γὰρ πάνσοφος Παῦλος, «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ.» Ὁ δέ γε θεσπέσιος προφήτης Ἡσαΐας περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ὧδέ πή φησιν· «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγήν· ἐν ἀωρίᾳ περιεπάτησαν.» Αὐτὸς δὲ Χριστὸς πρὸς τὸ φῶς αὐτοὺς ἐκάλει, λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσει ἐν τῇ σκοτ[ε]ίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Ἄραρε δὴ οὖν, καὶ ἔστιν ἀληθὲς, ὅτι τοῖς οὐχ ἑλομένοις ἀκολουθεῖν αὐτῷ πάντη τε καὶ πάντως ἕψεται ὡς ἐν νυκτὶ καὶ σκότῳ πορεύεσθαι. <Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύσατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε.
Δι᾽ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.> Παραδείκνυσί τε καὶ ἕτερον αὐτοίς, ὅπερ ἦν εἰκὸς ἀμογητὶ δύνασθαι μεθιστᾷν αὐτοὺς εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ὀρθά. Αἱ γάρ τοι τῶν κολάσεων μνῆμαι, καὶ τὸν ἀπειθῆ καὶ κατεσκληκότα νοῦν τοῖς ἐπωφελέσι δείμασιν, οἱονεί πως εὐαφῆ καὶ εὐήνιον ἀποφαίνουσι.
Φησὶ τοιγαροῦν, ὅτι πῦρ ἀνακαίουσι καθ᾽ ἑαυτῶν οἳ κατισχύουσι φλόγα. Προσκρούοντες γὰρ διὰ μακρᾶς ἀπειθείας, καὶ ἀνουθέτητον οὕτω καρδίαν ἐθέλοντες ἔχειν, ἐγείρουσι καθ᾽ ἑαυτῶν τὴν ἄσβεστον φλόγα, τὴν τῆς κολάσεως δηλονότι. Τὴν ἴσην ἔχει διάνοιαν τοῖς προκειμένοις καὶ τὸ παρ᾽ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφῶς εἰρημένον· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται. Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Τί γὰρ ἕτερόν ἐστι τὸ κρίνεσθαι, πλὴν ὅτι τὸ εἰς φλόγα πεσεῖν, καὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; Προσθεὶς δὲ ἔτι τὸ, Κατισχύετε φλόγα, νοεῖν ἐφίησί τε δριμύ τε καὶ ἀληθές. Οἱ μὲν γὰρ ὕλας ἐπιτιθέντες πυρὶ κατεμπιπρᾶσθαι δυναμένας, κατισχύουσιν αὐτό. Μαίνεται μὲν γὰρ ἐν πολλαῖς ὕλαις ἡ φλὸξ, ἀτονεῖ δέ πως οὐκ εὐποροῦσα πολλῶν. Ἰουδαῖοι τοιγαροῦν πῦρ μὲν ἐξέκαυσαν καθ᾽ ἑαυτῶν, ἀποκτείναντες μὲν τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, κατισχύσαν[τες] δὲ τὴν ἑαυτῶν φλόγα προσεπενεγκόντες τοῖς προλαβοῦσιν ἐγκλήμασι τὰς κατὰ Χριστοῦ παροινίας. Προστεθείκασι γὰρ τοῖς οἰκέταις τὸν Υἱὸν, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς τό γε ἧκον εἰς ἑαυτοὺς ἀπεκτόνασιν, εἰ καὶ ἀνεβίω Θεὸς ὢν καὶ ζωή.
Ἐπειδὴ δὲ τὴν διὰ Χριστοῦ παίδευσιν οὐ προσήκαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐμμένοντες· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ ἀπὸ τοὺ νόμου, οὐ μὴν καὶ ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται, λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Οὐ γὰρ φῶς ἦν αὐτοῖς, ἀλλὰ τὸ δοκεῖν εἰδέναι τὸν νόμον, μὴ μὴν ἔτι προσίεσθαι θέλειν τὰ διὰ Χριστοῦ, πυρὸς αὐτοῖς καὶ φλογὸς γέγονε πρόξενον. Ὅτι γὰρ ἐκτετίκασι δίκας τῆς εἰς Χριστὸν παροινίας μετὰ τοῦ καὶ ἐναποβιῶναι ταῖς ἁμαρτίαις ἐνισχημένους, καθίστησιν ἐναργὲς προσεπενεγκών· Δι᾽ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν. Ἐν λύπῃ κοιμηθήσεσθε. Ποῖα ταῦτα; Πεπόρθηται γὰρ αὐτῶν ἡ χώρα, κακοί τε κακῶς ἀπολώλασι, καὶ ἥλω μὲν ἡ ἁγία πόλις, καὶ πέπτωκεν ὑπὸ χεῖρας ἐχθρῶν, κατεπρήσθη δὲ καὶ αὐτὸς ὁ νεὼς, ἐκοιμήθησαν δὲ καὶ ἐν λύπῃ. Οἱ γὰρ τελευτῶντες ἀπερικάθαρτοι, καὶ τὴν διὰ Χριστοῦ λύτρωσιν οὐκ ἀξιωθέντες ἑλεῖν, οὐκ ἐν ἐλπίδι γερῶν καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ᾽ ἐν φόβῳ κολάσεων καὶ ἐν λύπῃ δι᾽ αὐτὰς κοιμηθήσονται. <Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.
Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν.> Κατονειδίσας ἀρκούντως τοῖς ἀπεσκληκόσι τὸ ἀληθὲς, καὶ τὴν συμβησομένην αὐτοῖς κόλασιν ἐναργῆ καταστήσας, εἰ μὴ ἕλοιντο τοῖς εὐαγγελικοῖς κατακολουθεῖν θεσπίσμασιν, ἐπιμένουσι γαῦρόν τε καὶ ἀπηνῆ τὸν τῆς ἑαυτῶν διανοίας ἀνατείναντες αὐχένα, μεθίστησιν ἐπὶ καιροῦ τοὺς τῆς παραινέσεως λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας. Οὐ γὰρ εἰσάπαν ἀπόλωλε τὸ τῶν Ἰουδαίων ἔθνος, σέσωσται δὲ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν.
Καὶ γοῦν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, πλεῖστοι παρεδέξαντο τὸν περὶ Χριστοῦ λόγον, ἐπέγνωσαν τὴν ἐπιφάνειαν τῆς δόξης αὐτοῦ. Τούτοις οὖν ἄρα προσδιαλέγεται, καί φησιν· Ἀκούσατέ μου, οἱ διώκοντες δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Τὸ δίκαιον δέ φησιν ἀντὶ τοῦ, τὴν δικαιοσύνην, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ, τὴν διά γε, φημι, τῆς εἰς αὐτὸν πίστεως, δικαιούσης τὸν ἀσεβῆ, καὶ ῥύπου παντὸς ἀπαλλαττούσης τοὺς μεμολυσμένους, καὶ ἁγιαζούσης ἐν Πνεύματι, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας περιποιούσης καύχημα. Διώκουσι δὲ τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες αὐτὸ, καὶ τῆς ἑαυτῶν ἀποστήσαντες διανοίας, ἀλλ᾽ ὡς ἐπ᾽ αὐτὸ τρέχοντες, ἵνα καὶ καταλάβωσι. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ἤγουν καὶ κατ᾽ ἐκεῖνο νοήσεις, ὃ ἐνήνεκται λέγων παρ᾽ ἑνὶ τῶν ἁγίων προφητῶν· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Διώκουσι τοίνυν τὸ δίκαιον, ὡς ἔφην, ἵνα εὑρόντες ἁρπάσωσιν. Οὗτοι δ᾽ ἂν εἶεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τοῦτ᾽ ἔστι τὸν Χριστόν. Εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος εἰς τοῦτο αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός.
Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίων δήμοις· «Μὴ γογγύζετε μετ᾽ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.» Πλὴν ἐκεῖνο ἄθρει· Προσδιαλέγεται ὁ Θεὸς οὐ πᾶσιν ἁπλῶς, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν διώκοντες μὲν τὸ δίκαιον, ζητοῦντες δὲ καὶ αὐτὸν, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Οὐκοῦν θεοδίδακτοι πάντες εἰσὶν οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας. Τί δ᾽ ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἐννοιῶν ἡ δύναμις, ἐροῦμεν ὡς ἔνι. Πλείστη μὲν γὰρ ὅση τις ἦν τῶν Ἰουδαίων πληθὺς, ὀλιγοστοὶ δὲ παντελῶς οἱ ἐξ αὐτῶν πιστεύσαντες. Πλὴν ὅτι προβήσονται κατὰ καιροὺς οἱ πιστεύσαντες εἰς ἀριθμοῦ κρείττονα πληθὺν, προσενηνεγμένων τοῖς ἐκ περιτομῆς καὶ τῆς καλουμένης ἀκροβυστίας, τοῦτ᾽ ἔστι τῶν ἐθνῶν, Θεοῦ συλλέγοντος, πειρᾶται πληροφορεῖν, εἰς παράδειγμα τοῦ πράγματος, ἤγουν εἰς βεβαίωσιν ἐλπίδος τῆς εἰς τοῦτο λαβὼν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ σὺν αὐτῷ τὴν Σάῤῥαν. Ῥίζα γὰρ γεγόνασι τοῦ παντὸς ἔθνους, καίτοι πρεσβυτικὴν καὶ ὑπέρωρον ἔχοντες ἡλικίαν, καὶ οὐκ ἐν ἐλπίσιν ἔτι τοῦ δύνασθαι τεκεῖν. Ὁ μὲν γὰρ ἑκατὸν ἐτῶν ἦν, ἡ δὲ στεῖρά τε καὶ ἄτεξ.
Ἐπειδὴ δὲ Θεῷ δυσήνυτον οὐδὲν, λεῖα δὲ πάντα καὶ εὐήλατα, γεγόνασιν ἀρχὴ καὶ ῥίζα πληθύος ἀνθρώπων φιλονεικούσης τοῖς ἄστροις. Εἴρηται γάρ που πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ἀναβλέψαι μὲν εἰς τοὺς ἀστέρας, πιστεῦσαι δὲ ὅτι τοῖς ὁρωμένοις ἰσάριθμον ἔσται τὸ σπέρμα αὐτοῦ. Ὅτι δὲ οὐ κατά γε τὸν τῆς ἀνθρωπίνης φύσεως νόμον ἐκτέτοκεν ἡ Σάῤῥα, καὶ πατὴρ γέγονε παιδὸς ὁ θεσπέσιος Ἀβραὰμ, ὑπέργηρως ἤδη καὶ ἀφηβηκὼς ἄνθρωπος, δύο δέχεται παραδείγματα· πέτραν τε στερεὰν λατομουμένην, καὶ βαθὺν λάκκον ὀρωρυγμένον. Ὥσπερ γάρ ἐστι τῶν ἄγαν δυσχερεστάτων τὰ ἐκ πέτρας στερεᾶς τε καὶ ἀπηνοῦς λιθοτομεῖν δύνασθαι, καὶ φρέαρ ὀρύξαι βαθύ· κατὰ τὸν ἴσον, οἶμαι, τρόπον, οὐκ εὐήλατον εἴη, μᾶλλόν τε καὶ ἀμήχανον τὸ ἐκ πρεσβύτου καὶ στείρας ἐκφῦναι τέκνον. Πλὴν τετέλεσται παραδόξως, καὶ τοῦτο, Θεοῦ κατανεύοντος. Ὅταν τοίνυν ὑμεῖς οἱ πιστεύσαντες ὀλιγοστοὺς ἑαυτοὺς εἶναι νομίσητε, ἅτε δὴ καὶ ὄντος ἐν ἀρχαῖς τοῦ Θείου τε καὶ ἱεροῦ κηρύγματος, ἀλλ᾽ οὖν ἀραρότως διατέθεινται, φησὶν, ὅτι καὶ εἰς πληθὺν ἐπιδώσει τὴν ἀριθμοῦ κρείττονα τὰ καθ᾽ ὑμᾶς. Εἷς γὰρ ἦν Ἀβραὰμ, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα, καὶ εὐλογήσας ἠγάπησα, καὶ ἀγαπήσας ἐπλήθυνα, τοῦτ᾽ ἔστι, πατέρα τέθεικα παντὸς τοῦ τῶν Ἰουδαίων γένους, ἤτουν ἔθνους, καὶ πρός γε τούτῳ τῶν ἐξ ἐπαγγελίας. Εἴρηται γὰρ πρὸς Ἀβραὰμ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.»
Οὐκοῦν ὁ καλούμενος εὐλογεῖται, καὶ ὃς ἂν εὐλογηθῇ, πάντη τε καὶ πάντως ἀγαπηθήσεται, καὶ ὁ τούτου τυχὼν ἔσται πολλοστὸς, πνευματικῶς δηλονότι.
Καρποὺς γὰρ ἕξει ποικίλους τοὺς ἐξ ἀρετῶν καὶ ἐξ αὐχημάτων εὐαγγελικῶν. Πλὴν καὶ κατά γε τὸν τῆς ἱστορίας λόγον, ἀληθῆ διὰ πραγμάτων ἔνεστιν ἰδεῖν τὴν ἐπαγγελίαν. Προσκυνεῖ γὰρ ἡ ὑπ᾽ οὐρανὸν τῷ πάντων Σωτῆρι Χριστῷ, γέγονε δὲ τὰ πάντα αὐτοῦ μεστὰ, καὶ πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. <Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολογήσουσι [al. ἐξομολόγησιν] καὶ φωνὴν αἰνέσεως.> Τῶν ἁγίων προφητῶν ὁ λόγος σχηματίζεται μὲν ἀεί πως πρὸς τὰ ὁρώμενα, καὶ τὰ ἐν αἰσθήσει πράγματα.
Ἔχει γε μὴν τὴν ἀναφορὰν πρὸς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Οὐκοῦν κἂν Σιὼν ὀνομάζῃ, μὴ τὴν ἐπίγειον νόει, δέχου δὲ μᾶλλον τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἐπεὶ πῶς ἄν τις ἴδοι πρὸς ἀλήθειαν ἐκβαίνοντας τοῦ προφήτου τοὺς λόγους; Παρακαλέσειν μὲν γὰρ αὐτὴν Θεὸς ἐπηγγέλλετο· τοῦτο δὲ οὐδαμοῦ γεγονὸς εὑρήσομεν, ἀλλ᾽ ἔκ γε τῶν ἐναντίων ἐρημωθεῖσαν ἔστιν ἰδεῖν καὶ πεπορθημένην.
Γέγονε τοίνυν ὁ λόγος τῷ προφήτῃ νυνὶ πρὸς τὴν τῶν πιστευσάντων πληθὺν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Καὶ τί δὴ ἄρα φησίν; Ὥσπερ γὰρ, φησὶ, κέκληκα μὲν τὸν Ἀβραὰμ, ἕνα δὲ ὄντα πατέρα τέθεικα πολλῶν ἐθνῶν· οὕτω καὶ σὲ παρακαλέσω, Σιών. Ἡ δὲ παράκλησις ἐν τούτοις ὑπόσχεσίς ἐστι κατευφραίνουσα, καὶ βεβαίαν ἐμφυτεύουσα τὴν ἐλπίδα τοῖς ἀκροωμένοις, τοῦ ὅτι πάντη τε καὶ πάντως Θεοῦ συναγείροντος τοὺς ἐν πίστει κληθησομένους, οὐκ ἔρημος ἔσται καὶ κεχερσωμένη ἀλλ᾽ οἶά τις παράδεισος εὐανθής τε καὶ εὐδενδρότατος, καλοῖς τε καὶ εὐγενέσι φυτοῖς κατάκομος, καὶ εὐκαρπίαν ἔχων τὴν νοητὴν, τοῦτ᾽ ἔστιν εὐφροσύνην καὶ ἀγαλλίαμα, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. Σύνες ἐντεῦθεν ὅτι τῆς νομικῆς λατρείας ἀποφέρειν ἐπαγγέλλεται τοὺς ἐν τάξει φυτῶν ἐσομένους, καὶ τὸν νοητὸν πληροῦντας κῆπον, ὃν δὴ καὶ παράδεισον ὀνομάζει Θεοῦ. Πάλαι μὲν γὰρ ὁ Μωσέως νόμος βουθυτεῖν ἐκέλευε, καὶ μηλοσφαγεῖν, τρυγόνας τε προσάγειν Θεῷ, καὶ σεμίδαλιν ἐλαιόδευτον. Ἀλλ᾽ οὐ διὰ τούτων ἔτι προσιτὸς ὁ τῶν ὅλων Θεὸς, ἀλλ᾽ ὡς αὐτὸς ἔφη Χριστός· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ἡ δὲ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησις, καὶ τῆς νοητῆς λατρείας ἡ δύναμις, εὐοσμίαν ἔχει τὴν πνευματικὴν εὐφροσύνην, καὶ ἀγαλλίαμα τῇ ἐλπίδι τῇ εἰς Χριστόν.
Διακείμεθα γὰρ ὅτι καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· συνεσόμεθά τε καὶ συμβασιλεύσομεν αὐτῷ, τεταγμένοι μὲν ἐν υἱοῖς Θεοῦ, καταπλουτήσαντες δὲ τὸ θεῖον αὐτοῦ καὶ ζωοποιὸν Πνεῦμα. Προσάγομέν τε καὶ ἡμεῖς εὐκαρπίαν νοητὴν αὐτῷ, τήν τε ἐξομολογίαν καὶ ᾠδὰς τὰς χαριστηρίους. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεός. <Ἀκούσατέ μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.> Ἀνάδειξ[ε]ιν ὑπισχνούμενος πλείστην τε καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν εἰς αὐτὸν πιστευόντων πληθὺν, οὕτω αὐτῇ προσδιαλέγεται, καθάπερ ἤδη συναγηγερμένῃ.
Μυσταγωγεῖ δὲ λοιπὸν ὡς ἰδίους ὄντας προσκυνητὰς, ἵνα καὶ ἀληθὲς ὑπάρχειν ὁρῷτο τὸ γεγραμμένον περὶ αὐτῶν· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ὧδέ τέ φησιν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Ἐπηγγέλλετο δὲ καὶ τῆς ἐπὶ τούτῳ φιλοτιμίας τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ δὴ καί φησι δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῆς ἑαυτοῦ παρουσίας, τῆς γενομένης ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ὅτι «Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Ὀρθῶς δὲ καὶ τοῦτο συνεὶς ὁ πάνσοφος Παῦλος γράφει, καί φησι τοῖς τούτου τετυχηκόσιν· «Ἡ ἐπιστολὴ ἡ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος.» Οὐκοῦν ἀκούσατέ μου, φησὶ, τοῦτ᾽ ἔστι, τοὺς ἐμοὺς εἰσδέξασθε λόγους, καὶ μὴ καθάπερ ὁ Ἰσραὴλ ἐξήνιοι γένεσθε, τῇ τοῦ νομικοῦ γράμματος προσκείμενοι παλαιότητι, καὶ παρὰ τῶν τύπων ὁρῶντες οὐδέν. Μέχρι καιροῦ διορθώσεως ἡ διὰ Μωσέως τέθειται ἐντολὴ, φησίν. Ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπήσεως οὐ προσδοκᾶται μᾶλλον, ἀλλ᾽ ἐνέστηκεν ἤδη καιρὸς, μεταχωρείτω πρὸς ἀλήθειαν ἡ σκιά. Ἐμοῦ τοίνυν ἀκούετε, λαός μου.
Λέγων δὲ, λαός μου, τὴν πνευματικὴν οἰκειότητα τὴν δωρηθεῖσαν αὐτοῖς ἐπὶ καιροῦ προΐσχεται, δυσωπῶν, ὥς γε οἶμαι, καὶ διὰ τούτου, καὶ προθυμοτέρους ἀποτελῶν εἴς γε τὸ χρῆναι, φημὶ, τὸν παρ᾽ αὐτοῦ προσήκασθαι λόγον.
Καλεῖ δὲ οὐχὶ μόνους τοὺς τελοῦντας ἐν λαοῖς, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ βασιλέας, ἵνα τοὺς ἄρχοντας ἤτοι τοὺς τῶν λαῶν ἡγουμένους ἐννοῇς. Ἀπὸ γὰρ τῆς τῶν πιστευσάντων πληθύος παρεκομίσθησαν εἰς τοῦτο πολλοὶ, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί· εἶτα μετ᾽ ἐκείνους κατ᾽ ἴχνος ἰόντες οἱ μετ᾽ αὐτοὺς τὸ τῆς βασιλείας ὄνομα περιετέθησαν· ἅτε δὴ καὶ βασιλείας ὄνομα πεπλουτηκότες, τεταγμένοι δὲ καὶ εἰς τὸ καθηγεῖσθαι λαῶν. Καὶ γοῦν ὡς ἐκ πολλῆς ἄγαν χαρᾶς χαριστηρίους ᾠδὰς ἀνατείνουσι Θεῷ λέγοντες· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Ψάλλει δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος Μελῳδός· «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.» Ὦ τοίνυν λαοὶ καὶ βασιλεῖς, φησὶν, ἀκούσατέ μου, καὶ ἐνωτίσασθε, καὶ τί τὸ μέλλον ἐπαγγέλ[λ]εσθε. Νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Νόμον ἐν τούτοις τὸ θεῖόν τε καὶ εὐαγγελικὸν ὀνομάζει κήρυγμα. Καὶ γάρ ἐστιν ἑτεροειδὲς μὲν ὥσπερ τὸ θέσπισμα τὸ νέον τε καὶ σωτήριον· νόμου δὲ ὥσπερ ἀρχαίου μεταβολὴ πρὸς τὸ ἄμεινον, καὶ μετάστασις τύπων ἐκδεδραμηκότων πρὸς ἀλήθειαν. Ἔφη γοῦν ὁ Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.»
Ἀλλ᾽ ὁ μὲν ἐν γράμμασι νόμος ἐδόθη διὰ Μωσέως· κήρυγμα δὲ τὸ σωτήριον, τοῦτ᾽ ἔστι τὸ εὐαγγελικὸν, ἐξῆλθε διὰ Χριστοῦ. Καὶ γὰρ ἦν ἀκόλουθον, Μωσέα μὲν τῆς σκιᾶς καὶ τύπου γενέσθαι διάκονον, ὡς ἔοικε, γνώσεώς τε καὶ ἀληθοῦς λατρείας τῆς ἐν πνεύματι φωτιστὴν γενέσθαι Χριστόν. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν. Ἐπιφέρει δὲ τούτοις, ὅτι Ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Κρίσιν ἐνταῦθά φησιν ἢ τὴν ὁσίαν καὶ φιλάνθρωπον αὐτοῦ ψῆφον, τὴν ἐξενεγκοῦσαν εἰς φῶς ἐθνῶν τὴν παρ᾽ αὐτοῦ χάριν, ἤγουν κρίσιν, τὴν εὐθύτητα καὶ δικαιοκρισίαν, ἤτοι τὴν δικαιοσύνην, τὴν εὐαγγελικὴν δηλονότι. Οὕτω γὰρ ὁ θεσπέσιος Δαβὶδ τῶν ἱερῶν κηρυγμάτων διαμέμνηται λέγων· «Σὺ ἡτοίμασας εὐθύτητα, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Εἰ δὲ τὸ θεῖόν τε καὶ σωτήριον κήρυγμα πεποιῆσθαί φησιν ἐν Ἰακὼβ ἐν τούτοις, καὶ οὐχὶ μᾶλλον καὶ ἐν τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλὰ χρὴ μεμνῆσθαι Θεοῦ λέγοντος ἐναργῶς· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Καὶ μὴν καὶ διὰ φωνῆς αὐτοῦ τοῦ θεσπεσίου Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ (δῆλον δὲ ὅτι Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἦσαν μὲν γὰρ ἐξ Ἰσραὴλ οἱ πατέρες καὶ ἡ ἐπαγγελία, ἡ νομοθεσία τε καὶ ἡ διαθήκη.
Ἐπειδὴ δὲ γεγόνασιν ἀποστάται δυσάγωγοι, καὶ Κυριοκτόνοι, μεταπεφοίτηκε λοιπὸν διὰ τοῦτο ἡ χάρις, καὶ γέγονεν εἰς φῶς τῶν ἐθνῶν ἁπάντων. <Ἐγγίζει μοι ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν.> Οὐκ ἐᾷ ταῖς ἀδικίαις καταμαραίνεσθαι τῶν κεκλημένων τὴν προθυμίαν, οὔτε μὴν εἰς χρόνους μακροὺς ἀνάκλησιν ἔσεσθαι τῆς ἐλπίδος φησὶν, ἀλλ᾽ οἷον κατὰ πόδα τῶν λόγων τρέχουσαν ἀποφαίνει τὴν ὑπόσχεσιν.
Ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἀμβακοὺμ, ἤτοι πρὸς αὐτὸν εἰρημένον παρὰ Θεοῦ· «Ἔτι μικρὸν, ἔτι μικρὸν ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» Αἱ γὰρ τῶν ἀγαθῶν ἐλπίδες, παρὰ τῶν προσδοκώντων αὐτὰς διψώμεναι, τῷ μελλησμῷ κατατήκουσι. Ταύτῃτοί φησιν ἐγγίζειν ἑαυτοῦ τὴν δικαιοσύνην. Καὶ εἰ μὲν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς ἐπὶ τῷδε λόγους ἀνάπτειν ἐθέλοιμεν, φαμὲν ὅτι δικαιοσύνην αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἡμεῖς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἀφίκετο γὰρ εἰς τόνδε τὸν κόσμον, οὐχ ἵνα κρίνῃ μᾶλλον αὐτὸν, ἀλλ᾽ ἵνα σωθῇ δι᾽ αὐτοῦ. Ἐσώθη δὲ οὐχ ἑτέρως πλὴν ὅτι διὰ πολλῆς ἡμερότητος. Ἔφη γὰρ, ὅτι «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Καὶ πάλιν· «Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Ψάλλει δὲ καὶ Δαβὶδ, καὶ δὴ καί φησι πρὸς αὐτόν· «Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Οὐκοῦν ἐν τῇ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνῃ, τοῦτ᾽ ἔστιν, ἐν Χριστῷ, σεσώσμεθά τε καὶ ἡγιάσμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι.
Εἰ δὲ αὐτὸς εἴη Χριστὸς ὁ λέγων τὸ, Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, δικαιοσύνην οὐδὲν ἧττον συνήσεις ἐν τούτοις, ἢ τὴν παρ᾽ αὐτοῦ δικαιοῦσαν χάριν, ἤγουν τὸ εὐαγγελικὸν καὶ οὐράνιον κήρυγμα, δι᾽ οὗ τῆς ἀρεσκούσης αὐτῷ δικαιοσύνης ἐγνώκαμεν τὴν ὁδὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Τὴν δέ γε δικαιοσύνην καὶ σωτήριον ὀνομάζει, καὶ μάλα εἰκότως.
Παντὸς γὰρ ἡμᾶς ἐξέλκει κακοῦ, καὶ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττουσα πρὸς ζωὴν ἀναφέρει τὴν ἀμήρυτον. Ὑπισχνεῖται δέ τι καὶ ἕτερον. Ἔθνη γὰρ ἐλπιοῦσι, φησὶν, εἰς τὸν βραχίονά μου. Καὶ μὴν καὶ νήσους ὑπομένειν αὐτὸν διισχυρίζεται. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, δεσμοῖς ἀῤῥήκτοις ἐνειλημμένη, τοῖς τῆς ἁμαρτίας, φημὶ, καὶ ταῖς τοῦ παμπονήρου καὶ ἀρχεκάκου δράκοντος ὑπενεχθεῖσα πλεονεξίαις αἰχμάλωτος ἦν, καὶ ἐν ἐσχάταις ταλαιπωρίαις ἀνεπικούρητος οὖσα παντελῶς. Οὐ γὰρ ἦν ὁ ἀπαλλάξαι δυνάμενος τῆς οὕτω πικρᾶς καὶ ἀφύκτου συμφορᾶς· οὐκ ἦν ὁ τὸν τῆς πλεονεξίας συνθραύων ζυγὸν, ἀλλ᾽ ἦσαν, ὡς ἔφην, ἐν δορυκτήτων μοίρᾳ, γυμνοὶ μὲν ἁπάσης ἐλπίδος τῆς ἀναφερούσης εἰς ζωὴν, ἔρημοι δὲ παντὸς ἀγαθοῦ πράγματος. Οἱ γὰρ ὅλως τὸν φύσει καὶ ἀληθῶς ὄντα Δεσπότην οὐκ ἐγνωκότες, ἄθεοι πάντως που καὶ ἐλπίδα μὴ ἔχοντες διετέλουν ἐν κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου φωνὴν Παύλου.
Ἀλλ᾽ οἱ πάλαι, φησὶν, ἀσθενεῖς, καὶ οἷον εἰς γῆν ἐῤῥιμμένοι, τὸν ἐμὸν βραχίονα λαβόντες εἰς σωτηρίαν τὴν ἀδόκητον κερδανοῦσιν ἐλπίδα. Βραχίονα δὲ τοῦ Πατρὸς τὸν Υἱὸν ὀνομάζει πανταχοῦ τὸ Γράμμα τὸ ἱερόν. Δύναμις γάρ ἐστιν αὐτοῦ. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὸν αὐτοῦ τοῦ Υἱοῦ βραχίονα νοεῖν, ἐφ᾽ ὃν ἡ τῶν ἐθνῶν ἐλπὶς ἔσται καλουμένων εἰς σωτηρίαν, τὴν αὐτοῦ συνήσεις δύναμιν τὴν θεοπρεπῆ καὶ ἐξαίσιον, δι᾽ ἧς συντρίψει τὸν Σατανᾶν καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, σέσωκε τοὺς ἐξ ἐθνῶν. Ἔφη γὰρ αὐτός· «Ἢ πῶς δύναταί τις εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθεῖν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;» Ἔφη δὲ καὶ ὁ Δαβίδ· «Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῇ ἰσχύϊ τοῦ βραχίονός σου διεσκόρπισας τοὺς ἐχθρούς σου.» Ἐλπὶς οὖν ἄρα Χριστὸς καὶ σωτηρίας ὁδὸς οὐχὶ μόνοις γέγονε τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς ἔθνεσιν· ὃν δὴ καὶ ὑπομενοῦσι νῆσοι. Καὶ νήσους, ὥς γε οἶμαι, φησὶ τὰς ἐξ ἐθνῶν ἐκκλησίας, αἳ καθάπερ ἐν μέσῃ θαλάττῃ κείμεναι, ταῖς τῶν πραγμάτων προσβολαῖς ὡς ὑπὸ κυμάτων πληττόμεναι, τὸν τῆς εὐδοκιμήσεως στέφανον ἀποφέρονται διὰ τῆς ὑπομονῆς. Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
Οὐκοῦν τὸ ὑπομένειν Θεὸν νοηθείη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι διὰ καρτερίας καὶ ὑπομονῆς εὐαρεστεῖν αὐτῷ, καὶ τῆς παρ᾽ αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἀξιοῦσθαι διὰ τοῦτο. Γέγραπται γὰρ, ὅτι «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» <Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται. Τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ.> Εἰς ἐλπίδα τοῖς ἔθνεσιν ἑαυτὸν ἔσεσθαι λέγων, ἀναγκαίαν αὐτοῖς ἐξυφαίνει τὴν μυσταγωγίαν. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κολλᾶσθαι Θεῷ κατ᾽ οἰκειότητα τὴν πνευματικὴν, τοὺς οὐκ εἰδότας αὐτὸν, πλὴν ὅτι διὰ τοῦ τῆς ἀρχαίας ἀπαλλάττεσθαι πλάνης, καὶ βρόχων ἔξω γενέσθαι καὶ σκαιότητος διαβολικῆς, καταπλουτῆσαι δὲ τὴν ἀληθῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν.
Εἰσβολὴ γὰρ ὥσπερ τῆς εἰς Θεὸν οἰκειότητος τὸ εἰδέναι τε σαφῶς καὶ ὁμολογεῖν, ὅτι Θεὸς ἕτερος παρ᾽ αὐτὸν οὐδείς. Οὐκοῦν ἐπειδήπερ ᾤοντο μὲν Θεὸν εἶναι τὸν οὐρανὸν, καὶ τοῖς τῶν ἄστρων περιφανεστέροις προσκυνεῖν ἀνεπείθοντο, καὶ αὐτὴν δὲ τὴν ὑπὸ πόδας ἁπάντων κειμένην ἐσέβοντο γῆν, ἀποφοιτήσαντες ὁλοτρόπως τῶν τῆς εὐσεβείας δογμάτων, καὶ τίς ὁ φύσει τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· ταύτῃτοί φησιν, ἑτεροφυᾶ τὴν κτίσιν ὡς πρὸς ἑαυτὸν ἀποφαίνων· καὶ ἀσύγκριτον οὖσαν τὴν διαφορὰν ποιητοῦ καὶ ποιήματος εὖ μάλα διαδεικνὺς, ἐπαίρειν κελεύει τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τοῦτ᾽ ἔστιν, αὐτὸ κατασκέπτεσθαι τὸ στερέωμα καὶ τὰ ἐν αὐτῷ, κατιέναι δὲ πάλιν τὸν νοῦν καὶ εἰς τὴν γῆν, ἤτοι πρὸς θεωρίαν τῶν ἐν αὐτῇ, ζώων τε, φημὶ, καὶ ἁπαξαπλῶς ἀπάντων τῶν ἐν αὐτῇ, κἂν εἰ ἕλοιντο θαυμάζειν αὐτὸν, μὴ μέχρι τούτου στῆσαι τὸν νοῦν, ἀλλ᾽ ἐκ τῆς τῶν ἔργων μεγαλειότητος ἀναμετρεῖν τοῦ τεχνησαμένου τὴν δύναμιν, καὶ τοῦ πάντων γενεσιουργοῦ τὴν ὑπερτάτην καὶ ἄῤῥητον δόξαν. Εἰθίσμεθα δέ πως τὴν περὶ Θεοῦ γνῶσιν συλλέγειν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς, καὶ ἐκ τῆς τῶν κτισμάτων μεγαλουργίας τε ὁμοῦ καὶ τάξεως.
Γελᾷ γοῦν ὁ Παῦλος τοὺς παρ᾽ Ἕλλησι σοφοὺς, ὅτι σοφίας δόκησιν καίτοι ἑαυτοῖς περιπλάττοντες, ἀβελτηρίας ἁπάσης ἀνάμεστον ἔχουσι τὴν καρδίαν. «Ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Ἐπιτιμᾷ γοῦν καὶ ἑτέροις, ὡς ἐπιστρέφουσι πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, καὶ δουλεύειν αὐτοῖς ἐθέλουσι παρὰ τὸ εἰκός. Ὅτι γὰρ τοῖς νουνεχεστέροις οὐ τοῦ πλανᾶσθαι πρόφασιν ἂν ἐντέκοι τῆς δημιουργίας τὸ κάλλος, ἀφορμὰς δὲ γνώσεως ἀληθοῦς τῆς περὶ Θεοῦ, διεσάφησεν εἰπών· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Οὐκοῦν ὅταν θαυμάσητε, φησὶ, στερεωθέντα τὸν οὐρανὸν, καὶ οἷον ἐν εἴδει καπνοῦ ὁρώμενον, ἀλλ᾽ ἴστε, φησὶν, ὅτι πρὸς τὸ εἶναι παρενηνεγμένα λυθήσονται πάλιν. Τὰ γὰρ ἀρχὰς γενέσεως ἔχοντα καταλήξει πάλιν εἰς τὸ οὐκ εἶναί ποτε. Παλαιωθήσεται τοίνυν ἡ γῆ, φησὶ, τοῦτ᾽ ἔστιν, ἀφανισθήσεται, καὶ οἱ κατοικοῦντες αὐτὴν ἀποθανοῦνται, καθάπερ ταῦτα. Θάνατον δὲ τῶν στοιχείων εὐφυῶς ὀνομάζει τὴν εἰς τὰ ἀμείνω μεταβολήν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ἐλευθερωθήσεται δὲ τίνα τρόπον;
σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· «Ἥξει γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ μὲν οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαυθήσονται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Οὐκοῦν τὸν τῆς κτίσεως ἀνακαινισμὸν οἷον ἐκ νεκρῶν ἀνάστασιν, καθάπερ ἐπὶ σωμάτων τῶν ἀνθρωπίνων ἔσεσθαί φησι. Λυομένων δὲ τῶν στοιχείων τὸ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, φησὶν, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Σωτήριον μὲν οὖν καὶ δικαιοσύνην, καθάπερ πλειστάκις εἴπομεν, ἀποκαλεῖ τὸν Υἱόν· ἑαυτοῦ δὲ λέγων αὐτὸν, τὴν ἰδιότητα δείκνυσιν, ἣν ἔχει πρὸς αὐτὸν, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὁ Υἱός. Πλὴν εἰς τὸν αἰῶνα ἔσται, φησὶ, καὶ οὐ μὴ ἐκλείπῃ. Ὅση δέ τίς ἐστιν ἡ διαφορὰ δημιουργοῦ τε καὶ κτίσεως, ποιητοῦ καὶ ποιήματος, ἐμφανίζει διὰ τούτων· Ἡ μὲν γὰρ κτίσις παλαιωθήσεται, καὶ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενηνεγμένη οὐκ ἀμέτοχος ἔσται καὶ φθορᾶς. Ὁ δέ γε τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης Θεὸς Λόγος, ὁ δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, εἰς τὸν αἰῶνα ἔσται, καὶ οὐ μὴ ἐκλείπῃ. Τοῦτο διδάσκει λέγων καὶ ὁ θεσπέσιος Μελῳδὸς, «Κατ᾽ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» <Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ αὐτῶν· οὐ μὴ φοβηθήσεσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσεται ὑπὸ τοῦ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.> Μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, καὶ τὸν ἁπλούστερον αὐτοῖς ἐοικότα τε ταῖς αὐτῶν διανοίαις ἐξυφήνας λόγον (γάλα γὰρ τοῖς ἔτι τὴν ἕξιν νηπιάζουσι πρεπωδέστερον) διαλέγεται πάλιν τοῖς ἀνδρείοις ἤδη, καὶ εὐσθενεστέραν ἔχουσι τὴν καρδίαν, καὶ εὖ βεβηκότα τὸν νοῦν .............. εἴ ......... τληπαθεῖν ... καὶ εὐσεβείας οὐδὲν ἡγεῖται ......
Τίνες δ᾽ ἂν εἶεν οὗτοι, ἐναργὲς εἰπών· Οἱ εἰδότες κρίσιν, τοῦτ᾽ ἔστιν, οἱ καθάπερ τινὲς τραπεζῖται δόκιμοι, τῶν πρακτέων ἕκαστα δοκιμάζοντες, καὶ ἀκριβῶς διακρίνοντες, καὶ τὸ μὲν καλὸν κατέχοντες, ἀπεχόμενοι δὲ ἀπὸ παντὸς πονηροῦ πράγματος. Οὗτοι δέ εἰσιν οἱ τὸν νόμον τοῦ Θεοῦ εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καὶ ὥσπερ τινὰ παιδαγωγὸν καὶ ἰθυντῆρα σοφὸν αὐτὸν δέχεσθαι μεμελετηκότες. Ψάλλει γοῦν ὁ Δαβὶδ καί φησι περὶ παντὸς δικαίου καὶ σοφοῦ, ὅτι «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Πρᾶγμα δὴ οὖν σωτήριον, τὸ εἰς νοῦν ἡμῶν καὶ καρδίαν ἀπόθετον ὥσπερ τὸν θεῖον ποιεῖσθαι νόμον. Ὥσπερ γὰρ ἐξ ὕλης χαλκῆς, ἤγουν ἑτέρας τινὸς τοιαύτης, ἄγγος κατεσκευασμένον, εἶτα πῦρ ἐνσεσωρευμένον ἔχον διαμένει θερμὸν, οὕτω καὶ ἀνθρώπου ψυχὴ τὸν θεῖον εἰς νοῦν ἔχουσα νόμον ζέει πάντως τῷ πνεύματι. Φησὶ δέ τις τῶν ἁγίων μαθητῶν, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἀποψυχθήσεσθαι τὴν ἀγάπην τῶν πολλῶν. Ἀκούσατε τοίνυν, φησὶν, οἱ εἰδότες κρίσιν, καὶ τὸν ἐμὸν ἐν καρδίᾳ φοροῦντες νόμον. Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε Πάντες μὲν γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· πάσχοντες δὲ δι᾽ εὐλάβειαν, τοὺς παρὰ τῶν οὐκ εἰδότων αὐτὴν τωθασμοὺς ὑπομένουσιν.
Ἀλλ᾽ οὐδὲν ἡγεῖσθαι τὰ τοιαῦτα χρὴ, νοεῖν δὲ μᾶλλον, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Καὶ διὰ τοῦτο ἔφασκεν· «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν κύριον αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ·» ἕτι τε πρὸς τούτοις· «Μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.» Χρὴ τοιγαροῦν ὑμᾶς ἄθραυστον ἔχειν περὶ ταῦτα νοῦν, καὶ διαπτύειν ὡς ἕωλον τὸν τῶν διωκόντων γέλωτα, καὶ λοιδορίας μὲν ἁπάσης ὑπερφρονεῖν, ἡγεῖσθαι δὲ μᾶλλον πάσης εὐκλείας πρόφασιν τὸ διώκεσθαι δι᾽ εὐσέβειαν, καὶ τὸ λοιδορεῖσθαι διὰ Χριστόν. Τί γὰρ ὕβρις ἀδικήσει, καὶ λόγος ἀναβρασθεὶς ἐξ ἀσυνέτου καρδίας τὸν εὐδοκιμοῦντα δι᾽ ὑπομονῆς; Ὅτι γὰρ τὸ μὲν τῶν παθόντων εὐκλεὲς ἐκλάμψει κατὰ καιροὺς, οἰχήσονται δὲ πρὸς τὸ μηδὲν οἱ φαυλίσαντές τε καὶ ὀνειδίσαντες, πεπληροφόρηκεν εἰπὼν, ὅτι Ὥσπερ ἱμάτιον παλαιωθήσονται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσονται ὑπὸ σητός. Ἑτοιμότατα δὲ πρὸς τὸ παθεῖν τὴν παλαίωσίν τε καὶ σῆψιν, ἔριόν τε καὶ ἱμάτιον.
Ἀλλ᾽ ἡ δικαιοσύνη μου, τοῦτ᾽ ἔστιν ἡ παρ᾽ ἐμοῦ δικαίωσις, καὶ ἡ δοθησομένη σωτηρία μακρὰ καὶ ἀμήρυτος ἔσται, καὶ εἰς γενεὰς δραμεῖται πολλὰς, τοῦτ᾽ ἔστι, στήσεται διηνεκῶς. Οὐκοῦν ὀλίγα παθόντες δι᾽ εὐσέβειαν, ἀμφιλαφεστέραν εὑρήσομεν τὴν ἀντιμισθίαν.
Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος, ὅτι «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» <Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος.> Ἔοικεν ἐν τούτοις τῆς τοῦ Ἰσραὴλ κλήσεώς τε καὶ ἐπιστροφῆς ποιεῖσθαι μνήμην. Κεκλήσεται γὰρ καὶ αὐτὸς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μετά γε τὴν τῶν ἐθνῶν εἰσδρομήν.
Γέγραπται γοῦν ἐν προφήταις· «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὔτε ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτου ἡμερῶν.» Ὅτι γὰρ ἐν τούτοις ὁ προφήτης Δαβὶδ ὀνομάζει τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐνδοιάσειν οἶμαι παντελῶς οὐδένα. Τεθνεῶτος γὰρ ἤδη τοῦ θεσπεσίου Δαβὶδ, πολλοῖς ὕστερον χρόνοις οἱ τῆς προφητείας γεγόνασι λόγοι. Οἶδε δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐσομένην κατὰ καιροὺς τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως κλῆσιν. Ἔφη γὰρ αὐτὸς ποτὲ μὲν, ὅτι «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται·» ποτὲ δὲ καὶ αὐτοῖς τοῖς ἐξ ἐθνῶν πιστεύσασι προσδιαλέγεται, καί φησιν, ὡς περὶ φυτοῦ καὶ ἐλαίας· «Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, ἵνα σὺ ἐγκεντρισθῇς, μὴ κατακαυχῶ τῶν κλάδων.» Οὐ γὰρ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σέ. Ὥσπερ γὰρ σὺ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, οὕτω καὶ αὐτοὶ οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Ὦ τοίνυν Ἱερουσαλὴμ, φησὶν, ἐξεγείρου.
Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς, ὃ δὴ γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· «Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Διαγρηγόρησον τοίνυν, ἤγουν ὡς ἐκ νεκρῶν ἐγέρθητι, φησίν· ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, καὶ οὐκ αἰσθητοῦ βραχίονος, νοητοῦ δὲ μᾶλλον, τοῦ τῆς ψυχῆς, καθ᾽ ἥν ἐστιν ἐναργῶς εἰς κατόρθωσιν ἀρετῆς. Ἠσθένησε μὲν γὰρ ὁμολογουμένως ὁ Ἰσραὴλ ἐμπαροινήσας Χριστῷ, ἐπιστραφεὶς δὲ καὶ ἀνανήψας ἐνδύσεται πάλιν τὴν παρὰ Χριστοῦ δύναμιν.
Καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, Ἐπιστράφηθι, Ἰσραὴλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. Εἴρηται δὲ καὶ περὶ αὐτῶν διὰ φωνῆς Ἱερεμίου παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες, καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀποπέπτωκε γὰρ ὁλοτρόπως ὁ Ἰσραὴλ, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, τοῦ καὶ ὅλως δύνασθαί τι πληροῦν τῶν τελεῖν εἰωθότων ἐξαίρετον ζωήν. Ἀλλ᾽ ἐξεγείρου, φησὶν, ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς ἐν γενεᾷ αἰῶνος, ὥστε σε πρὸς τοῦτο δραμεῖν, καὶ ἀναφοιτῆσαι πάλιν εἰς ὅπερ ἦσθα καὶ ἐν ἀρχαῖς, ὅτε παρήχθη πρὸ, ὕπαρξιν ἡ ἀνθρώπου φύσις, ἤγουν ὁ πρῶτος ἄνθρωπος, πρὶν ἁλῶναι βρόχοις σκαιότητος διαβολικῆς, καὶ ποιήσασθαι παρ᾽ οὐδὲν τὴν δοθεῖσαν ἐντολήν. Ἀναμορφοῖ μὲν γὰρ ἡμᾶς εἰς ἐκεῖνον Χριστὸς, καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος ἐν ἡμῖν ἀναζωγραφεῖ, τοὺς ἑαυτοῦ χαρακτῆρας ἐντιθείς· γεγόναμεν γὰρ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. Γράφει γοῦν ὁ πανάριστος Παῦλος τοῖς μετὰ τὴν πίστιν εἰς τὴν τοῦ νόμου σκιὰν ἐξ ἀμαθίας παρενηνεγμένοις· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὖ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» <Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος;
ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις;> Εἰς ἀνάμνησιν ἀναφέρει τὸν Ἰσραὴλ τῶν ἐν Αἰγύπτῳ μεγαλουργημάτων. Ἠλευθέρωσε μὲν γὰρ σκληρᾶς καὶ ἀφύκτου δουλείας αὐτοὺς, ἐξείλετό τε χειρὸς τῆς καταθλιβούσης οὐ φορητῶς, διεβίβασέ τε διὰ θαλάσσης μέσης. Ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ πορεύσιμον ἦν τοῖς λελυτρωμένοις τὸ ῥόθιον· ἔτρεχον γὰρ ὡς ἐπὶ ξηρᾶς. Καὶ οὐκ αὐτῶν μὲν ἔργα ταυτὶ, παραδοξοποιίας δὲ μᾶλλον ἐπίδειξις τῆς πανσθενεστάτης δεξιᾶς. Θεὸς γὰρ ἦν, ὡς ἔφην, ὁ βάσιμον αὐτοῖς ἀποφαίνων τὴν ὑγράν. Πλὴν ὡς αὐτῆς ἔργα τῆς Ἱερουσαλὴμ τὰ δι᾽ αὐτὴν γεγονότα φησὶν, ὁμοῦ καὶ θαῤῥεῖν ἀναπείθων, ὅτι πιστεύσαντες εἰς Χριστὸν παντὸς περιέσονται πειρασμοῦ, καὶ πάσης ἰσχύος ἐχθροῦ κατευμεγεθήσουσιν. Ὁ γὰρ πάλαι διαγαγὼν αὐτοὺς ἐπὶ θαλάσσης μέσης, καὶ ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἀποφήνας αὐτὴν, ἀποσοβήσει πάλιν πανσθενῶς, καὶ τὰ ἐσόμενα παρά τινων ἔσθ᾽ ὅτε διώξει. Γέγραπται γὰρ, ὅτι «Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Οὐκοῦν Θεός ἐστιν ὁ λέγων πρὸς τὴν Ἱερουσαλήμ· «Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν;» καὶ τὰ ἑξῆς.
Ἤγουν καὶ καθ᾽ ἕτερον συνήσεις τρόπον τῶν προκειμένων τὴν δύναμιν. Ἐπειδὴ γὰρ κέκληται πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, λέγοντος τοῦ Θεοῦ καὶ Πατρός· «Ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου·» διαγρηγορήσασα τρόπον τινὰ, καὶ εἰς ἀνάμνησιν ἀνενηνεγμένη τῆς ἰσχύος αὐτῆς, προσδιαλέγεται, καί φησιν αὐτῇ· Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, καὶ τῆς ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἡμῖν, ὁδὸν ἀποφήνασα τὴν διὰ κυμάτων; Καὶ εἰκός γε δήπου, τῶν ἤδη γεγενημένων τὴν πεῖραν εἰς πίστιν ἀκλόνητον τῶν ἑξῆς ἐσομένων δεδέχθαι παρ᾽ αὐτῶν. Ὁ γὰρ διὰ μέσης θαλάσσης διαγαγὼν αὐτοὺς, καταργήσει πάντως καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τῶν ἐν κόσμῳ πραγμάτων τὴν εἰκαίαν τε καὶ ἄμικτον τύρβην ἕωλον ἀποφανεῖ, ὡς κατὰ μηδένα τρόπον ἐναποπνιγῆναι φροντίσι κοσμικαῖς τὰς τῶν κεκλημένων ψυχάς· ἀλλ᾽ ἐπέκεινα μὲν διελάσει πειρασμοῦ παντὸς, σεσωσμένους δὲ καὶ λελυτρωμένους δοξολογεῖν αὐτὸν λέγοντας· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Δεξιὰ δὲ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἕτερος ἂν εἴη τις παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. <Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου.
Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.> Διαπλάττει πάλιν τοῦ λόγου τὸ σχῆμα κατὰ τὴν τῶν ἤδη συμβεβηκότων αὐτοῖς δύναμιν. Πολυτρόπως γὰρ Θεῷ προσκρούοντες, καὶ ταῖς τῶν εἰδώλων λατρείαις καθάπερ τισὶ βόθροις ἐνολισθήσαντες, οὐ μετρίως κατεμιαίνοντο· παρωσάμενοι δὲ καὶ τὴν τοῦ πανσόφου Μωσέως ἐντολὴν, ἐτράποντο πρὸς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων. Τούτων ἕνεκα πάντων δέδονται κατὰ καιροὺς τοῖς Βαβυλωνίοις, καὶ ἦσαν αἰχμάλωτοι τὴν Περσῶν τε καὶ Μήδων νεμόμενοι χώραν. Ἀλλ᾽ ἠλέηνται πάλιν. Κύρου γὰρ ἀνέντος αὐτοὺς κατὰ βούλησιν Θεοῦ, καὶ ἀποτρέχειν αὐτοῖς ἐφέντος, εἰς τὴν Ἰουδαίαν ἀνεκομίζοντο χαίροντες, καὶ ἀλαλάζοντες, καὶ τὰς εἰς Θεὸν ὑμνῳδίας οἷά τινα στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων, καὶ τὴν ἐπὶ ταῖς τελευταίαις κλήσεσι θυμηδίαν εὖ μάλα διαμορφοῖ.
Ἐπιστραφήσονται γὰρ παρὰ Κυρίου, φησὶ, καὶ ἥξουσιν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν, εὐφραινόμενοί τε καὶ χαίροντες. Ἔσται γὰρ ἐπὶ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη, καὶ ἀγαλλίαμα καταλήψεται αὐτούς. Στεφανοῖ γὰρ ὥσπερ τὰς τῶν πιστευόντων ψυχὰς, καὶ πάσης αὐτὰς ἐμπίμπλησι χαρᾶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης ὁ τῶν ὅλων Σωτὴρ, δοξολογούμενος παρ᾽ αὐτῶν, καὶ χορδὴ καὶ λύρα γεγονὼς αὐτοῖς. Ὅπου δὲ ὅλως κλῆσις καλοῦσα πρὸς μετάγνωσιν, καὶ ἐπιστροφὴν, καὶ εἰς ἀπόνιψιν ἁμαρτίας, τὴν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ, ὅπου Πνεύματος ἁγίου χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτελευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός.
Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο στεναγμὸς, ἔνθα τοῦ στενάζειν καὶ ὀδυνᾶσθαι πρόφασις μὲν οὐδεμία παντελῶς, κατακρατεῖ δὲ μᾶλλον ἐλπὶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, θυμηδίας τε τῆς ἀναποβλήτου καὶ χαρᾶς; <Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε. Γνῶθι τί οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν γῆν. Καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θλίβοντός σε. Ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε, Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ.> Τὸ, Ἐγώ εἰμι, φησὶν ἐν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ ὑπάρχω· καὶ γάρ ἐστιν αὐτὸς ὁ Ὤν. Ἀξίωμα δὲ τοῦτο θεοπρεπὲς καὶ ἐξαίσιον· ἔνεστι γὰρ μόνῃ τῇ πασῶν ἐπέκεινα φύσει τὸ εἶναί τε καὶ ζῇν, οὐ μεθεκτῶς παρ᾽ ἑτέρου λαχούσῃ ταῦτα, οὔτε μὴν δοτὸν ἐχούσῃ τὸ χρῆμα, αὐτῆς δὲ μᾶλλον οὔσης τῆς ζωῆς. Οὐκοῦν, Εἰμὶ μὲν ἐγὼ, φησὶν, ὁ παρακαλῶν σε, τοῦτ᾽ ἔστιν, ὁ πᾶσαν παράκλησιν πνευματικὴν δωρούμενος, καὶ ἀνέχων ταῖς ἐπικουρίαις εἰς τὸ ἐρηρεῖσθαι καλῶς, πρός γε τὸ δεῖν ἰέναι μετ᾽ εὐτολμίας εὐθὺ πάσης ἀρετῆς. Ἢ τάχα που καὶ παράκλησιν ἐν τούτοις καὶ καθ᾽ ἕτερον συνήσεις τρόπον.
Ἐκάλει γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ὁ Σωτὴρ εἰς ἀπόνιψιν ἁμαρτίας τὴν διά γε, φημὶ, τῆς εἰς αὐτὸν πίστεως εἰς μέθεξιν ἁγίου Πνεύματος, καὶ καύχημα, καὶ δόξαν υἱοθεσίας. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰσραὴλ, ἐμοῦ μὲν τοῦ ὄντος οὐ κατέδεισας ὑπερορῶν, καὶ καταφρονήσας τοῦ καλοῦντος εἰς ζωὴν, ἐφοβήθης δὲ ἀπὸ ἀνθρώπου φθαρτοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Εἶτα ἀπελάθου τοῦ ποιήσαντός σε Θεοῦ, τοῦ τεκτηναμένου τὸν οὐρανὸν, διιδρύσαντος δὲ τὴν γῆν, ἐφόβου δὲ τὸ πρόσωπον τοῦ θλίβοντός σε. Αἰτιᾶται δὲ Θεὸς ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ μέχρι παντὸς διετέλεσαν τῇ τοῦ Σωτῆρος ἀντανιστάμενοι δόξῃ, καὶ τό γε ἧκον εἰς αὐτοὺς, οὐδὲν οὖσαν αὐτὴν παντελῶς ἀποφαίνοντες. Ἐθαυματούργει μὲν πολυτρόπως· οἱ δὲ τοὺς ὑπὲρ θαῦμα πικροὺς κατέχεον λόγους θεοσημίας· ἔφασκον γὰρ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια. Ταῖς ὑπὲρ νόμου εἰσηγήσεσι κατεκήλησε πολλάκις τοὺς ἀκροωμένους· οἱ δὲ πρὸς τοῦτο κατώλισθον δυσσεβείας, ὥστε τοῖς ἐπαινοῦσιν ἐπιτιμᾷν, καὶ λέγειν· Δαιμόνιον ἕχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ; Ἐδεδίεσαν τοίνυν τὰς τῶν Φαρισαίων ἐπιβουλάς· καὶ μαρτυρήσει λέγων ὁ μακάριος εὐαγγελιστής· «Ἔγνωσαν τοίνυν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.»
Ἤδη γὰρ συνέθεντο οἱ Ἰουδαῖοι, ἐὰν αὐτὸν ὁμολογήσῃ Χριστὸν εἶναι, ἀποσυνάγωγος γένηται. Ἐπιτιμᾷ δὲ τοῖς νομοδιδασκάλοις καὶ αὐτὸς ὁ Σωτὴρ λέγων· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους κωλύετε.» Αἰτιᾶται τοίνυν τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας καταφρονήσαντας τοῦ ὄντος τε καὶ ζῶντος Θεοῦ, τοῦ τὸν οὐρανὸν ἀναστήσαντος λόγῳ, καὶ θεμελιώσαντος τὴν γῆν, προτιμήσαντας δὲ μᾶλλον τὴν εἰς ἀνθρώπους αἰδῶ, καὶ φωνὴν δεξαμένους ἀνθρώπων φθαρτῶν, οἳ πόαις ἐν ἴσῳ ξηραίνονται. Ὅτι γὰρ ἔμελλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κόλασιν, οἱ τὸ ἔκτοπον αὐτοῖς ἐπιτιθέντες δόγμα [Humfr. legisse videtur δεῖμα], καὶ ἀπαγαγόντες διὰ τοῦτο τοῦ χρῆναι τιμᾷν τὸν καλοῦντα πρὸς σωτηρίαν, πεπληροφόρηκε, προστιθείς· Ὃν τρόπον γὰρ ἐβουλεύσαντο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ.
Γέγονε γὰρ τῶν Γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ὁ θυμὸς κατὰ τῶν ὑπὸ χεῖρα λαῶν· ἀλλ᾽ ᾤχοντο πρὸς ἀπώλειαν, καὶ δέδονται πρὸς σφαγήν. Καὶ οἱ μὲν πιστεύσαντες εἰς Χριστὸν, ἔχαιρον ἀνασεσωσμένοι, ἔξω τε γεγονότες τῆς θείας ὀργῆς.
Οἱ δὲ οὐκ ἐχρόνισαν, τοῦτ᾽ ἔστιν, οὐκ εἰς μακρὰν ἀπολώλασι, πεπορθημένης ἁπάσης τῆς Ἰουδαίας, καὶ κατεμπρησθέντος τοῦ ναοῦ, καὶ ὠλοθρευμένης τῆς Ἱερουσαλὴμ, ὁμοῦ τοῖς οἰκοῦσιν αὐτήν. <Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾖ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, ὅτι Θεός μου εἶ σύ.> Αἰτιασάμενος τοὺς ἐξ Ἰσραὴλ, ὡς φοβηθέντας μὲν ἀνθρώπους, ἤτοι τοὺς προεστάναι λαχόντας τῆς συναγωγῆς, αἰδοῖ τε τῇ πρὸς αὐτοὺς τοῖς τῆς ἀπειθείας τέλμασιν ἀσυνέτως ἐμβεβηκότας, ἀλογήσαντάς τε παντελῶς τῆς εἰς αὐτὸν ἀγάπης, διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ περιστάσεις, καὶ διωγμοὺς, οἵπερ ἂν συμβαίνωσι τοῖς εὐσεβεῖν ᾑρημένοις, καθίστησιν ἀμογητί· καὶ τὰς τῶν ἐπηρεαζόντων δυστροπίας, ἀπράκτους τε καὶ ἀδρανεῖς ἀποφαίνει, μεθιστὰς εἰς τὸ ῥᾷον τὰ λυπηρὰ, καὶ παρατρέπων εἰς εὐθυμίαν τῶν ἀνιαρῶν τὴν ἔφοδον. Δέχεται δὲ πρὸς παράδειγμα ταύτην τὴν ὁρωμένην πλατεῖαν θάλασσαν.
Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Ὥσπερ οὖν κυρτοῦται μὲν ἔσθ᾽ ὅτε τὸ κῦμα, καὶ ῥαγδαῖον τῇ χέρσῳ προσρήγνυται ταῖς τῶν ἀνέμων βίαις συνωθούμενον, μεταπίπτει δὲ πάλιν εἰς εὐδίαν καὶ γαλήνην εὐθὺς ἐθέλοντος Θεοῦ· κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον τὰ δεινὰ, καὶ δύσοιστα, καὶ παντὸς εἰς ἔσχατον ἀποφέροντα κακοῦ, μεθίστημι, φησὶν, οἱονεὶ πρὸς εὐδίαν κατανεύσας μόνον· πάντα γὰρ κατευνάσας θόρυβον, εἰς τὸ τῆς εὐθυμίας ἀνίημι πλάτος τοὺς τῆς εὐσεβείας ὑπεραθλεῖν ἑλομένους.
Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας αἰνιγματωδῶς ὑμνούμενον· «Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐκόπασε τὰ κύματα αὐτῆς.» Ἵνα δὲ παντὸς ἐνδοιασμοῦ δίχα παραδέχοιντο τὸ θαῤῥεῖν, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας δραμεῖται τὰ ἐπηγγελμένα, καὶ οὐκ ἄν ποτε διαψεύσαιτο τῆς παρ᾽ αὐτοῦ δοθείσης ἐπικουρίας ἡ ὑπόσχεσις· ἀναγκαίως φησὶν, ὅτι Κύριος Σαβαὼθ ὄνομά μοι. Εἰ γάρ ἐστι Κύριος τῶν δυνάμεων, πῶς ἀτονήσει πρὸς τὸ διασῶσαί τινας, ἣ ποῖον οὕτω τὸ δυσχερὲς, ἢ ἄναντες τῶν πραγμάτων, ἢ καὶ ἀνήνυτόν ἐστι τῇ πάντα ἰσχυούσῃ δεξιᾷ; Προσεπάγει δέ τι καὶ ἕτερον ἀρκοῦν εἰς ἐπικουρίαν, ὁμοῦ δὲ καὶ ἀποφαῖνον, ὅτι λέλυται μὲν ὁ ἐπ᾽ αὐτοῖς θυμὸς, πέπαυται δὲ τῆς ἀποστροφῆς τὸ βλάβος, καὶ λοιπόν εἰσιν ἐν λόγῳ παρ᾽ αὐτῷ, καὶ φειδοῦς ἠξίωνται καὶ ἀγάπης, ἤπερ ἂν πρέποι τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. «Θήσω γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὸ στόμα σου.» Καὶ τί δὴ τοῦτό ἐστιν, ἔφη που ψάλλων ὁ θεσπέσιος Δαβίδ· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» —«Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,» καθὰ γέγραπται. Ἀποσοβεῖ τοιγαροῦν τὸν βέβηλόν τε καὶ ἀλιτήριον ὁ τοῦ Θεοῦ θυμὸς [al. νόμος] τοῦ καὶ ὅλως τῶν αὐτοῦ διαμεμνῆσθαι λόγων. Εἴρηται γάρ· «Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.»
Πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οἱ καρδίαν ἔχοντες πονηρὰν, ἀγαθοὺς οὐκ ἂν ἐρεύξα[ι]ντο λόγους; Ἁγίοις οὖν ἄρα πρεπωδέστατον τὸ καὶ εἰς νοῦν ἔχειν τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀναβράττειν αὐτὸν, ὥσπερ διὰ γλώττης καὶ λόγου. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη δικαίοις, καὶ ἡγιασμένοις ἐν πίστει, καὶ τὸ τῆς γνησιότητος λαβοῦσι καύχημα, τοὺς ἑαυτοῦ λόγους ἐντιθέναι τοῖς στόμασιν αὐτῶν, ἵνα τοῦ θείου νόμου συχνῶς διαμνημονεύοντες, τὴν τοῦ χρησίμου πρὸς σωτηρίαν αὐτοῖς εἰδεῖεν τρίβον. Γέγραπται γὰρ περὶ δικαίου παντὸς, ὅτι «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Καὶ πάλιν· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ἀνέχει γὰρ ἡμᾶς ὁ τοῦ Θεοῦ νόμος εἰς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ εὖ βεβηκότα τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐπιτηδευμάτων ἔχειν· καὶ καταπίπτειν οὐκ ἐᾷ πρὸς τὰ χείρω, καὶ τοῦ πεφυκότος ἀδικεῖν ἀποφέρει νεανικῶς. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὡς ἤδη γνησίοις προσδιαλέγεται, προϋπισχνεῖταί τι καὶ ἕτερον.
Σκεπάσω γάρ σε, φησὶν, ὑπὸ τὴν σκέπην τῆς ἐμαυτοῦ χειρός. Ἀξιόκτητον δὲ καὶ τοῦτο, καὶ ἐξαίρετον ἀγαθὸν, καὶ ἀποχρῶν εἰς σωτηρίαν τοῖς ἅπαξ ἑλεῖν ἠξιωμένοις αὐτό. Χεῖρα μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐχ ἕτερον εἶναι συνίεμεν, πλὴν ὅτι τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τοὺς δέ γε ὑπ᾽ αὐτῷ γεγονότας ἀδικήσειεν ἂν οὐδὲν τῶν ὅσα πέφυκεν ἀδικεῖν. Ἔσονται γὰρ εὐσθενεῖς καὶ εὐτολμώτατοι, θορύβου τε παντὸς καὶ πειρασμῶν ἀμείνους, καὶ ἀνάλωτοι τῷ Σατανᾷ, καὶ σαρκικῆς ἁπάσης ἐπέκεινα βδελυρίας, καὶ πέρα παθῶν ψυχικῶν τε ἅμα καὶ σωματικῶν. Ὅτι δὲ παναλκὴς ἡ τοῦ Πατρὸς δεξιὰ διακεῖσθαι, παρασκευάζει προστιθείς· Ἐν ᾗ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. Εἰ γὰρ τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καθὰ γέγραπται, ἐρήρεισται δὲ καὶ ἡ γῆ πρὸς τὸ ἀκλονήτως ἔχειν· πῶς οὐκ ἂν ἀρκέσειεν εἰς τὸ σῶσαί τινας, τοὺς οἵπερ ἂν ἕλοιντο τὴν ὑπ᾽ αὐτοῦ σκέπην ποιεῖσθαι περὶ πολλοῦ; Τότε δὴ, τότε, φησὶν, ἐρεῖ Σιών· Θεός μου εἶ σύ. Ἐνταῦθά μοι βλέπε σαφῶς τε καὶ ἐναργῶς τῆς εἰς Χριστὸν πίστεως τὴν ὁμολογίαν εἰσενηνεγμένην. Πάλαι μὲν γὰρ καίτοι θαυματουργοῦντα πολυτρόπως, καὶ τῇ λαμπρότητι τῆς θεοσημείας, τῇ ὑπὲρ λόγον καὶ θαῦμα, δόξαν ἔχοντα Χριστὸν, ἐκ πολλῆς ἄγαν ἀνοσιότητος ἀγνοεῖν ἔφασκον, οὐκ ἠγνοηκότες ἀληθῶς, ἀλλ᾽ ὑβρίζοντες.
Τετολμήκασι γὰρ εἰπεῖν ἐκ πολλῆς ἄγαν ἐμβροντησίας, ἤγουν ἀπονοίας, καὶ ἀφιλοθέου φρονήματος· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἀλλ᾽ οἱ πάλαι, φησὶν, ἀρνούμενοι καὶ δυσσεβείας εἰς τοῦτο κατολισθήσαντες, λαβόντες ἐν γλώσσῃ τοὺς ἐμοὺς λόγους, καὶ ὑπὸ τὴν σκέπην τῆς ἐμῆς γενόμενοι χειρὸς δεξιᾶς, ἐπιγνώσονται τὸν Λυτρωτὴν, ὁμολογήσουσι λέγοντες πρὸς αὐτόν· Θεός μου εἶ σύ. Χρῆμα τοιγαροῦν σωτήριον ἡ πίστις, καὶ ὁδὸς εἰς ζωὴν ἀποφέρουσα τὴν ἀμήρυτον, τῆς εἰς Χριστὸν ὁμολογίας ἡ δύναμις. <Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας, καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες· καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας.> Ὡς πεσούσῃ καὶ ἔτι κειμένῃ τῇ Ἰουδαίων Συναγωγῇ προσδιαλέγεται, καὶ ἀναστῆναι κελεύει, μονονουχὶ χεῖρα διδοὺς, καὶ κατοικτείρων ὡς Θεός. Καὶ οὐ δήπου φαμὲν σωματικὴν εἶναι τὴν ἔγερσιν, ὅτι μηδὲ τοιαύτην νοεῖσθαι προσήκει τὴν πτῶσιν, νοητὴν δὲ μᾶλλον, ὡς ἐν ἀπιστίᾳ τετελεσμένην. Οὐκοῦν ἐν πίστει τὸ τῆς ἐν τούτοις ἀναστάσεως ἀγαθόν.
Πεπτώκασι γὰρ ὁμολογουμένως εἰς ὄλεθρον, οὐ προσηκάμενοι μὲν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, προσεσχηκότες δὲ μᾶλλον διδασκαλίαις τε καὶ ἐντάλμασιν ἀνθρώπων, καίτοι Θεοῦ λέγοντος ἐναργῶς διὰ φωνῆς Ἡσαΐου· «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράττουσιν.» Ἀειλογοῦντες γὰρ παρ᾽ αὐτοῖς τὸν διὰ Μωσέως νόμον, οἱ καθηγεῖσθαι λαχόντες, καὶ συχνῶς ἐκεῖνο βοῶντες· Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν, ἀπεκόμιζον τῶν ὑπὸ χεῖρα τὸν νοῦν τῆς εἰς Χριστὸν ἀγάπης, καὶ τῆς αὐτοῦ χάριτος ἀλογεῖν ἀναπείθοντες, πεπλανήκασιν αὐτοὺς, καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνέχεον, ὀρθοποδεῖν οὐκ ἐῶντες, ἤγουν δι᾽ εὐθείας ἔρχεσθαι τρίβου πρὸς τὴν ἐν πίστει δικαίωσιν, καίτοι τοῦ νόμου τελειοῦντος οὐδέν. Οὐκοῦν, Ἐξεγείρου, φησί· τοῦτό ἐστιν ἐναργῶς τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς, «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ· Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν. Ὅτι δὲ πρέπουσαν καὶ ἰσοπαλῆ ταῖς αὐτῶν δυσσεβείαις ἐκτετίκασι δίκην ἐμπαροινήσαντες Χριστῷ, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ᾽ αὐτοῖς, θανάτῳ περιβαλεῖν τολμήσαντες, διαδείκνυσι λέγων· Ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου.
Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέχεας, καὶ ἐξεκένωσας. Καὶ κόνδυ μέν φησι τὸ κρῖμα· τὸ δὲ, Ἐξεκένωσας, ἐν τούτοις οὐχὶ τὸ, Ἐξέχεας, κατασημαίνειεν ἂν, ἐκεῖνο δὲ μᾶλλον, ὡς Ἅπαν ἐκπέπωκας, τοῦτ᾽ ἔστι, πλήρη τὸν θυμὸν εἰσεδέξω τὸν παρὰ Κυρίου, καὶ ἰσόῤῥοπον τοῖς παρανομήμασιν ὑπομεμένηκας τὴν ὀργήν. Κακοὶ γὰρ κακῶς ἀπολώλασι, τοῦτο μὲν πεπορθημένης αὐτῶν ἁπάσης τῆς χώρας, ὁμοῦ δὲ τοῖς Ἱεροσολύμοις καὶ αὐτοῦ δὲ κατεμπρησθέντος τοῦ περιβοήτου ναοῦ, καὶ προσέτι τῆς εἰς Θεὸν ἐλπίδος ἀπολισθήσαντες, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἐξεωσμένοι. Τούτων δὲ ἁπάντων συμβεβηκότων σοι, φησὶ, καὶ οἷον μεμεθυσμένης πληρεστάτῳ θυμῷ, οὐδεὶς παρέστη τῶν σῶν τέκνων· οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐκ ἦν ὁ παρακαλῶν.
Πλεῖστοι μὲν γὰρ ἦσαν παρ᾽ αὐτοῖς Λευῖται καὶ ἱερεῖς, Γραμματεῖς τε καὶ Φαρισαῖοι, ταῖς παρὰ πάντων ἐντρυφῶντες τιμαῖς, ὑψοῦ τε ἠρμένοι διά τε τὸ προὔχειν καὶ προεστάναι τῶν ἄλλων· ἀλλ᾽ οὐδεὶς ἐκ πάντων ἀπεσόβησε τῆς Ἰουδαίας τὴν συμφορὰν τὴν ἐκ θείας ὀργῆς ἐπενηνεγμένην αὐτῇ. Οὐδεὶς ἦν τοσοῦτος, ὃς ἀφορήτοις ἐνειλημμένῃ κακοῖς κἂν γοῦν μετρίαν παράκλησιν προσεπενεγκεῖν δυνάμενος.
Οὐκοῦν ἠδίκησαν μὲν ἀπάγοντες αὐτοὺς τῆς εἰς Θεὸν ἀγάπης, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν εἰς αὐτὸν ἀναπείθοντες πίστιν· ὤνησαν δὲ παντελῶς οὐδὲν, τοῖς τῆς ἀπωλείας βόθροις ἐνολισθήσαντες. <Δύο ταῦτα ἀντικείμενά σοι, καὶ τίς σοι συλλυπηθήσεται;
Πτῶμα δὲ καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; Οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ᾽ ἄκρου πάσης ἐξόδου, ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ.> Πλεῖστα μὲν ἄν τις ἀπαριθμήσαιτο τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα κακὰ κατὰ τὸν τῆς ἁλώσεως καιρὸν, τῆς ἐπί γε, φημὶ, Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτε πᾶσα μὲν ἐνεπρήσθη τῶν Ἰουδαίων ἡ χώρα, συμφορᾶς δὲ τρόπος οὐδεὶς ἐνέλειψεν αὐτοῖς, ἀλλ᾽ εἰς ἄκρον παντὸς διεληλάκασι κακοῦ, προαπηγγελκότος καὶ τοῦτο αὐτοῖς τοῦ πάντων Σωτῆρος Χριστοῦ.
Ἀπεκομίζετο μὲν γὰρ ὑπὸ τῶν τοῦ Πιλάτου στρατιωτῶν ἐπὶ τὸν τοῦ σταυροῦ τόπον. Ἐπειδὴ δὲ εἵποντο κλαίουσαι γυναῖκες αὐτῷ, στραφεὶς πρὸς αὐτὰς ἔφη· «Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ᾽ ἐμοὶ, κλαίετε δὲ ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.» Καὶ πάλιν· «Ὅταν εἰδῆτε κυκλουμένην ἀπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσετε ἐφ᾽ ἡμᾶς.» Καὶ διὰ πλείστων ὅσων τῆς ἀνηκέστου συμφορᾶς τὸ βάρος προαπηγγέλλετο διὰ προφητῶν ἁγίων. Ταῦτα δὲ νῦν ἡ τῶν προκειμένων ἡμῖν στίχων ὠδίνει δύναμις.
Ὦ γὰρ ἀθλία, φησὶν, Ἱερουσαλὴμ, δύο σοι ταῦτα ἀντίκειται, φησὶν, ἀντὶ τοῦ, μάχεται καὶ πολεμεῖ. Καὶ ποῖα ταῦτά ἐστι; Πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. Ἐν τούτοις μὲν, ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως, ἡ τοῦ πολέμου συμφορὰ σημαίνεται. Πλὴν ἐκεῖνο ἀθρητέον οὐ παρειμένως.
Τέσσαρας γὰρ ἀπαριθμησάμενος, δύο φησὶν αὐτά. Πτῶμα γὰρ, ἔφη, καὶ σύντριμμα, καὶ λιμὸν, καὶ μάχαιραν. Καὶ τί ἄρα φαμέν; ἢ πῶς ἂν εἶεν δύο τὰ ὠνομασμένα; Κἂν εἰ πλειόνων ἔχοιεν δόξαν, τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Οἷόν τί φημι· Ἕπεται πάντως τῷ πίπτειν ἡ συντριβὴ, καὶ τῷ λιμῷ μάχαιρα, τοῦτ᾽ ἔστιν ὁ θάνατος. Δύο δὴ οὖν τὰ πρῶτα, τοῦτ᾽ ἔστι, πτῶμα καὶ λιμός· ἑπόμενα δὲ τούτοις, σύντριμμά τε καὶ μάχαιρα. Τούτων οὖν ἄρα, φησὶ, συμβεβηκότων, τίς ὁ ἐπαμῦναι δυνάμενος καὶ ἀποσοβῆσαι τῆς συμφορᾶς τὴν ἔφοδον; τοῦτο γὰρ ἡ παράκλησις ἐνθάδε δηλοῖ.
Ἆρα γὰρ, φησὶν, ἀρκέσουσιν υἱοί σου πρὸς τοῦτο; καίτοι καὶ αὐτοὺς ἔστιν ἰδεῖν ἐξηπορημένους, τοῦτ᾽ ἔστιν, οὐδὲν ἔχοντας, ὃ βουλεύσονταί τε καὶ δράσουσιν εἰς παραψυχὴν ἑαυτοῖς, εἰς ὄνησιν τῶν ἰδίων ψυχῶν. Καθεύδουσι γὰρ ἐπ᾽ ἄκρου πάσης ἐξόδου. Κατασκήψαντος γὰρ τοῦ πολέμου, τῆς Ἰουδαίων χώρας ἐξέδραμον οἱ δυνατοὶ, καὶ κατειλήφασι τὰς τῆς χώρας ἐσχατιὰς, ἵνα εἶεν ἕτοιμοι πρὸς φυγήν.
Οἱ μὲν γὰρ ὡς πρὸς ὁμόρους τοὺς Αἰγυπτίους, οἱ δὲ καὶ ὡς γείτονα τῶν Μωαβιτῶν, ἤγουν τὰς ἑτέρας τῶν προσοίκων ἐθνῶν καταλαμβάνειν ἠπείγοντο χώρας. Ἦσαν δὲ ἐπ᾽ ἄκρου πάσης ἐξόδου, τοῦτ᾽ ἔστιν, ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς, ὡς ἔφην· οὐκ ἐγρηγορότες, ἤγουν δρᾶσαί τι δυνάμενοι τῶν ὅσα ἐστὶν οὐκ ἀσυντελῆ τοῖς παθοῦσιν εἰς ὄνησιν, ἀλλ᾽ οἷον μεμεθυσμένοι, καὶ καρηβαροῦντες, καὶ κείμενοι, παρειμένοι τε οὕτως τὰς φρένας, καὶ ἐκλελυμένοι τὸν νοῦν, ὡς σευτλίον ἡμίεφθον. Καὶ ποία τούτων ἡ πρόφασις;
Πεπλήρωνται γὰρ θυμοῦ Κυρίου, αἰτία τε τῆς ἐκλύσεως αὐτοῖς αὕτη γέγονε. Πεφύκαμεν γὰρ ἀεί πως, ὅτε καὶ ταῖς εἰς λῆξιν καὶ ἀπαρακλήτοις βαλλόμεθα συμφοραῖς, μονονουχὶ καὶ ἐξεστηκότα τὸν νοῦν ἔχειν ἐν ἑαυτοῖς, καὶ οὐδένα πόρον εὑρίσκειν τὸν διασῶσαι δυνάμενον, θεηλάτου μάλιστα καθ᾽ ἡμῶν ὄντος τοῦ κακοῦ. <Διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Ἰδοὺ εἴληφα ἐκ χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὐ προσθήσῃ πιεῖν αὐτὸ ἔτι, καὶ δώσω, καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν, καὶ ἔθηκας τῇ γῇ ἴσα τὰ μέσα σου, ἔξω τοῖς πορευομένοις.> Κατοικτείροντος οἱ λόγοι, καὶ ἀνασειράζοντος μὲν τοὺς θυμοὺς, ἀνιέντος δὲ μᾶλλον εἰς εὐθυμίαν αὐτούς.
Τεταπεινωμένην γὰρ ὀνομάζει καὶ μεθύουσαν. Ἱκαναὶ γὰρ, ὡς ἔφην, αἱ πέρα μέτρου συμφοραὶ, καὶ εἰς ἔσχατον κακοῦ κατενεγκεῖν τοὺς ἁλισκομένους, καὶ μεθύουσαι τοὺς πεπονθότας, πλὴν οὐκ ἀπ᾽ οἴνου, καθά φησι. Τὸ γὰρ Κυρίου ποτήριον, οὐκ αἰσθητὸν νοεῖταί ποθεν, οὐδὲ τὸ ἐν αὐτῷ κρᾶμα τοιοῦτον, ὡς καὶ νοεῖσθαι κοινόν. Ἔθος δὲ μᾶλλον τῇ θεοπνεύστῳ Γραφῇ, ποτήριον ὀνομάζειν τὴν ἐκνεμηθεῖσαν ἑκάστῳ μοῖραν, ἢ ἀδίκῳ τυχὸν, ἢ καὶ ἀγαθῷ. Οἷόν τί φημι.
Ψάλλει, καί φησι περὶ τῶν ἀλιτηρίων ὁ θεσπέσιος Δαβίδ· «Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.» Κλῆρος οὗτος ηὐτρέπισται παρὰ Θεοῦ τοῖς οὐκ εἰδόσιν αὐτὸν, καὶ ψῆφος αὐτοὺς ἡ παγχάλεπος καταλήψεται. Πῦρ γὰρ ὥσπερ καὶ θεῖον ἐκπίνοντες, διηνεκῆ καὶ ἀνίκητον ὑπομένουσι δίκην. Ἁρμόσειε δ᾽ ἂν δικαίῳ παντὶ τὸ χρῆναι λέγειν· «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσομαι.» Τὸ γὰρ ὅλως εἰδέναι τε καὶ ἐπικαλεῖσθαι τὸν τῶν ὅλων Κύριον, γένοιτ᾽ ἂν τοῖς τοῦτο δρᾷν εἰωθόσι σωτήριον κρᾶμα.
Οὐκοῦν οὐκ ἀπὸ οἴνου φησὶ μεμεθύσθαι τὴν Ἱερουσαλὴμ ὁ τὰ δίκαια κρίνων Θεὸς, ἀλλ᾽ ἐξ ἀνηκέστου συμφορᾶς, καὶ δυσπραγίας οὐ φορητῆς. Δίκαια δὲ κρίνει, τοῖς μὲν ἀγαθοῖς τὸν ἐοικότα κλῆρον ἐκνενεμηκὼς, τοῖς γε μὴν οὐκ οὖσι τοιούτοις ἐπιτιμῶν, ἵν᾽ ἑαυτῶν ἀμείνους ἀναδεδειγμένοι, τῶν μὲν τῆς φαυλότητος τρόπων ἀποφοιτήσειαν, μεταστήσειαν δ᾽ ἂν τὸ φρόνημα πρός γε τὸ βούλεσθαι φρονεῖν τε καὶ δρᾷν τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νόμοις. Πλὴν ἰδοὺ, φησὶν, εἴληφα τὸ ποτήριον τῆς πτώσεως ὡς ἐκ χειρός σου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. Κεκλήσεται γὰρ, ὡς ἔφην, εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ἐντρυφήσει μεθ᾽ ἡμῶν τοῖς ἄνωθεν ἀγαθοῖς. Ἔσται δὲ καὶ αὕτη χαρισμάτων μέτοχος ἱερῶν, καὶ πλοῦτον ἕξει πνευματικόν. Καὶ τούτου μάρτυς ὁ προφήτης λέγων· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν.» Δαβὶδ γὰρ ἐν τούτοις τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν ὁ προφητικὸς ὀνομάζει λόγος.
Καὶ τούτου σαφὴς ἀπόδειξις, τεθνεῶτος καὶ ἤδη τοῦ θεσπεσίου Δαβὶδ πλείσταις ὅσαις ὕστερον γενεαῖς γενέσθαι τὴν προφητείαν. Οὐκοῦν ἕως μὲν οὔπω κέκληται πρὸς τὴν διὰ πίστεως χάριν, οὔπω τὸ ποτήριον ἀπέθετο τῆς ὀργῆς. Ἐπειδὰν δὲ τῇ πίστει τιμήσει Χριστὸν, τότε δὴ πάντως ληφθήσεται μὲν παρ᾽ αὐτῆς τὸ ποτήριον, ἐντρυφήσει δὲ καὶ αὐτὴ τοῖς ἄλλοις ἀγαθοῖς ὁμοῦ, περὶ ὧν γέγραπται, ὅτι Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ μᾶλλον ἀγαλλίαμα καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἀπέδρα γὰρ ὀδύνη, λύπη, καὶ στεναγμός.
Πλὴν ὅταν ληφθῇ τὸ ποτήριον ἀπ᾽ αὐτῆς, δοθήσεται τῷ τῶν ἀδικησάντων αὐτὴν ἐσμῷ. Ἠδίκησαν δὲ κατὰ τίνα τρόπον; Ὀρθοποδῆσαι μὴ συγχωρήσαντες, μήτε μὴν ἀμώμητον ἐλάσαι τρίβον, δι᾽ ἦς δύνασθαι τὴν εὐάρεστον τῷ Θεῷ κατορθοῦντας ζωὴν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν φαιδρότητα κατημφιεσμένους, ὁμοῦ τοῖς πιστεύσασιν εἰς Χριστὸν εἰς τὴν ἄνω καταντῆσαι πόλιν. Τίνες οὖν ἄρα νοηθεῖεν οἱ ἀδικήσαντες αὐτήν; Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ πρόχειρόν τε καὶ ἐμφανὲς εἰπεῖν, πρῶτον μὲν οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς, οἳ δὴ μάλιστα τὸ ποτήριον ἐκπεπώκασι τοῦ θυμοῦ. Ὅσῳ γὰρ διαπρεπεστέραν εἶχον παρὰ τοὺς ἄλλους τὴν εὐθυμίαν, τοσούτῳ φορτικωτέραν ἐσχήκασι τοῦ πολέμου τὴν ἔφοδον, τιμῆς καὶ δόξης, πλούτου καὶ τρυφῆς, καὶ αὐτοῦ δὴ τοῦ ζῇν ἐξωθούμενοι. Εἰ δὲ χρή τι καὶ τῶν κεκρυμμένων εἰπεῖν (ἀναγκαῖον δὲ οἶμαι καὶ τοῦτο), φαμὲν ἠδικῆσθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκ ἀπό γε τῶν καθηγεῖσθαι λαχόντων μόνον, ἀλλὰ γὰρ καὶ ἀπὸ σκαιότητος διαβολικῆς, οὐκ ἐώσης αὐτοὺς τὸ θεῖον εἰς νοῦν εἰσδέξασθαι φῶς, ἵνα δὴ συνεῖεν τὸν καλοῦντα πρὸς σωτηρίαν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττοντα δίκης, καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξέλκοντα, φημὶ δὴ Χριστόν.
Καὶ τούτου μάρτυς ὁ Παῦλος, ὡδὶ γεγραφώς· «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης Χριστοῦ.» Ναὶ μὴν καὶ αὐτὸς ὁ Υἱὸς ταῖς Ἰουδαίων ἀγέλαις ἔφη τι συμβῆναι τοιοῦτον, καὶ διήλεγξεν ἐναργῶς, ὡς ἐκ πνεύματος ἀκαθάρτου σκληροὶ γεγόνασι καὶ ἀπειθεῖς, καὶ εἰς πᾶν ὁτιοῦν ἀπεφέροντο τῶν κακῶν. Ἔφη γὰρ, ὅτι «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν· καὶ ὅταν μὴ εὕρῃ, ὑποστρέφει, φησὶ, λέγον· Ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον· τότε παραλαμβάνει ἕτερα ἑπτὰ πονηρὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν προτέρων.
Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι θεοῖς, καὶ ἦν ἐν αὐτοῖς τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωσέως, καὶ τῶν πρακτέων τὸν ὁριστὴν ἐδέχοντο νόμον (ἤκουον λέγοντος ἐναργῶς· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»), ἀπελήλαται τῆς καρδίας αὐτῶν καὶ τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ οὐκ ἐσχήκασιν ἐν ἑαυτοῖς τὸν τοῦ Θεοῦ φόβον, οὔτε μὴν ἔνοικον ἐδέξαντο διὰ πίστεως τὸν Ἰησοῦν («Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως,» καθὰ γέγραπται)· σχολάζοντα τὸν τόπον τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀκάθαρτον πνεῦμα τεθεαμένον, εἰσελήλατο πάλιν, καὶ κατῴκησεν ἐν αὐτοῖς, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὅτι δὲ καὶ τὸν προδότην ἐν μαθηταῖς τοιοῦτον γενέσθαι παρεσκεύασεν ὁ τῆς ἀσεβείας εὑρετὴς, οὐκ ἀσυμφανές. Γέγραπται γὰρ, ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν τετιμώρηται μὲν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, κατασκοτίζοντος αὐτὴν τοῦ Σατανᾶ, καὶ οὐκ ἐῶντος ἰδεῖν τοῖς τῆς διανοίας ὄμμασι τὸ τοῦ κόσμου φῶς, τοῦτ᾽ ἔστι Χριστόν.
Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπιστροφὴν, δέδοται δὲ τὸ ποτήριον τοῦ θυμοῦ καὶ τὸ κόνδυ τῆς πτώσεως εἰς χεῖρας τῶν ἀδικησάντων αὐτήν· τετιμώρηνται αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καθιέντος αὐτὰς εἰς ᾅδην τοῦ πάντων Σωτῆρος Χριστοῦ, καὶ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασομένους τηρεῖν. Αὗται γὰρ ἦσαν αἱ λέγουσαι· Ἱερουσαλὴμ, κύψον ἵνα παρέλθωμεν, Ἡ δὲ ὑπετίθει τὰ μέσα τῇ γῇ τοῖς δι᾽ αὐτῆς πορευομένοις, τοῦτ᾽ ἔστιν, ἑαυτὴν ὑπέστρωσε καὶ ὑπετίθει τοῖς ἐθέλουσι καταπατεῖν. Τοῦτο δὲ δρῶσιν αἱ πονηραὶ δυνάμεις, ὅταν ἴδωσι ψυχὴν παρειμένην, καὶ τὸν ἴδιον παραῤῥίπτουσαν νοῦν, εἰς τὸ ὑποκεῖσθαι θέλειν εὐκόλως ταῖς ἑαυτῶν ἀνοσίαις καὶ θεομισέσι βουλαῖς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.