Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Ε', Τόμος Α'
Η Εκκλησία ως νοητή Σιών, η κένωση του Λόγου, η λύτρωση από την τυραννία του Σατανά και το ευαγγέλιο της ειρήνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Ε', Τόμος Α'
Η Εκκλησία ως νοητή Σιών, η κένωση του Λόγου, η λύτρωση από την τυραννία του Σατανά και το ευαγγέλιο της ειρήνης.
ΒΙΒΛΙΟΝ Εʹ, ΤΟΜΟΙ ΕΞ. ΤΟΜΟΣ Αʹ. <Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.> Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦσθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παράκλησιν.
Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, «Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·» οὕτως, ἔνθα πολὺ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ ἰσοπαλὴς ταῖς συμφοραῖς παράκλησις, μᾶλλον δὲ πολὺ λίαν τῶν ἀμυδρῶν ἀμφιλαφεστέρα. Ἐνδύσασθαι δὲ προστέταχε τὴν ἰσχὺν αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν. Καὶ ἰσχὺς μὲν ἡ κατ᾽ ἐνέργειαν πρακτικὴ νοοῖτ᾽ ἂν εἰκότως, καθ᾽ ἣν ἡ ἑκάστου ψυχὴ πρὸς τόδε τι τυχὸν τῶν πρακτέων ἴεται σὺν φρονήματι νεανικῷ. Δόξα δὲ τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῆς δόξης Κύριον, ὅς ἐστι Χριστός; πρὸς ὅν πού φησι καὶ ὁ θεσπέσιος μελῳδὸς, ποτὲ μὲν, ὅτι «Ἐξεγέρθητι, ἡ δόξα μου·» ποτὲ δὲ πάλιν περὶ παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν, ὅτι «Τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.» Ἐνδυσόμεθα δὲ τίνα τρόπον τήν τε δόξαν, καὶ τὴν ἰσχὺν αὐτὴν, διεσάφησεν ἡμῖν ὁ πάνσοφος Παῦλος. Ἔφη δὲ πάλιν· «Ἐνούσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Καὶ προσέτι τούτῳ· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας ὡς ἐν τάξει γυναικὸς πολυτρόπως ὡραϊσμένης τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκόμικε λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Ἄμφιον οὖν ἄρα Χριστὸς ἁγίῳ παντὶ πρεπωδέστατον· καὶ χιτὼν εὐφροσύνης τῆς νοητῆς, πρόξενος ἡμῖν ἰσχύος καὶ δόξης.
Ἁγίαν δὲ πόλιν ὀνομάζει τὴν Ἐκκλησίαν. Ἡγιάσθη τε γὰρ οὐ διά γε τῆς κατὰ νόμον λατρείας (τετελείωκε γὰρ ὁ νόμος οὐδένα), ἀλλὰ σύμμορφος γενομένη Χριστῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνὸς, κατὰ μέθεξιν δηλονότι τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, πάντα ῥύπον ἀπονιψάμενοι, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι.
Δεδικαιώμεθα γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ τὴν παρ᾽ αὐτοῦ πρὸς πᾶν ὁτιοῦν ἀσφάλειαν πεπλουτήκαμεν, καὶ οἷον τετειχίσμεθα τῇ παρ᾽ αὐτοῦ χάριτι, πᾶσαν ἡμῶν ἀποσοβοῦντος ἔφοδον διαβολικὴν, καὶ τὰς τῶν ἀντικειμένων δυνάμεων ἀγρίας ἐπαναστάσεις.
Καὶ τοῦτο διδάσκει λέγων ὡς πρός γε τὴν Σιὼν, ἤγουν τὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Ἱστορικῶς μὲν γὰρ τοιῶσδε συνήσεις τὸ εἰρημένον· Τὰ περίοικα τῆς Ἱερουσαλὴμ ἔθνη, ἀπερίτμητα καὶ ἀκάθαρτα νοηθεῖεν ἂν, οὔτε Θεὸν εἰδότα τὸν φύσει καὶ ἀληθῶς, οὔτε μὴν τὴν διά γε τοῦ νόμου λαχόντα παιδαγωγίαν· ἐμάχοντο δὲ καὶ μάλα συχνῶς πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὥστε καὶ ἀμείνους ὁρᾶσθαι πλεισταχοῦ τῆς ἐνούσης δυνάμεως αὐτοῖς, μονονουχὶ δὲ καὶ παρῄεσαν δι᾽ αὐτῆς, ὡς ἐῤῥιμμένην ὑπὸ πόδας ἔχοντες αὐτήν. Ἀπὸ δὲ τῶν ἱστορικῶς συμβαινόντων ἔσθ᾽ ὅτε, φέρε, διαπλάττωμεν τὰ πνευματικά. Τὰ τῶν δαιμονίων στίφη, τοῦτ᾽ ἔστιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ σὺν αὐτοῖς ὁ βέβηλος Σατανᾶς, τὰς οὔπω γεγενημένας ὑπὸ Θεῷ ψυχὰς ὑπὸ πόδας ἔχουσι, καὶ οἷον διέρχονται δι᾽ αὐτῶν, ἐγκόπτοντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος· ἐπειδὰν δὲ Θεῷ προσῳκειωμέναι δόξαν καὶ ἰσχὺν ἔχωσιν αὐτὸν, τότε δὴ, τότε πεπαύσεται τὰ τῆς ἐκείνων πλεονεξίας. Γέγραπται γὰρ, ὅτι «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ἀπερίτμητοι οὖν καὶ ἀκάθαρτοι νοηθεῖεν ἂν αἱ βδελυραὶ, καὶ βέβηλοι, καὶ ῥύπου παντὸς ἐμποιητικαὶ, καὶ πονηραὶ, καὶ ἀντικείμεναι δυνάμεις. <Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, καὶ κάθισον, Ἱερουσαλήμ.
Ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών.> Καυχημάτων ἁγιοπρεπῶν ἀποφαίνει λοιπὸν ἐπιστήμονα· καὶ τίνα τρόπον ἐνδύσεται τὴν ἰσχὺν τοῦ βραχίονος αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν, διδάσκει σαφῶς. Πρῶτον μὲν ἀποτινάξασθαι κελεύει τὸν χοῦν, ἀναστῆναί τε οὕτω, καθίσαι τε, καὶ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου· καὶ χοῦν ἐν τούτοις, καθάπερ ἐγᾦμαι, νοεῖσθαι προσήκει τὸ γεῶδες φρόνημα, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν ἀκαθαρσίαν.
Ὥσπερ γὰρ τοῖς χαμαὶ κειμένοις πᾶσά πως ἀνάγκη χοῦ καὶ κόνεως ἀναπίμπλασθαι, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον, καὶ τοῖς τὸν νοῦν ἔχουσι χαμαιῤῥιφῆ καὶ γεῶδες τὸ φρόνημα, οἱ τῆς σαρκικῆς ἀκαθαρσίας ἐνιζάνουσι λογισμοί. Χρὴ τοιγαροῦν ἡμᾶς κεκλημένους εἰς οἰκειότητα τὴν πνευματικὴν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ αὐτὸν ἐνδύσασθαι μέλλοντας ὡς ἰσχὺν καὶ δόξαν, προαποτινάξασθαι τὸ χοϊκὸν καὶ γεῶδες φρόνημα, καὶ προκαθᾶραι τὸν νοῦν, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τοῦτο δράσαντες ἀνιστάμεθα, τοῦτ᾽ ἔστιν, ὀρθῷ καὶ βεβηκότι κεχρήμεθα νῷ, καὶ ἐρηρεισμένῃ καρδίᾳ, κατά γε τὸ ἑτέρωθί που δι᾽ ἑνὸς τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Στῆσον σεαυτὴν, Σιών.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ,» τοῦτ᾽ ἔστι, τὸ ἀραρός τε καὶ ἱδρυμένον τῆς ἑαυτοῦ βασιλείας ἔχει διηνεκῶς. Σωματικὸν γὰρ οὐδὲν ἐπὶ Θεοῦ νοεῖσθαι πρέπει. Ἕψεται δὲ τῷ καθίσαι, τοῦτ᾽ ἔστι, τῷ βέβαιόν τε καὶ ἱδρυμένον ἐσχηκέναι τὸ φρόνημα, καὶ τὸ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου.
Σειραῖς μὲν γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὑπενηνέγμεθα δὲ καὶ ὑπὸ ζυγὰ τῆς ἁμαρτίας, καὶ αὐτοῦ δὲ τοῦ Σατανᾶ.
Ἀλλ᾽ ἐν Χριστῷ καὶ τούτων ἐλευθερούμεθα· καὶ διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καθὰ γέγραπται, καὶ ἀποῤῥίψαντες ἀφ᾽ ἑαυτῶν τὸν ζυγὸν αὐτῶν, ἐλευθέρῳ τε καὶ ἀνειμένῳ φρονήματι κατορθοῦμεν τὸ ἀγαθόν. Οὕτω πού φησι πρὸς ἡμᾶς δι᾽ ἑνὸς τῶν προφητῶν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους· διότι ἔσονται ὡς σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν.» Ἐπιφέρων δὲ τούτοις, Ἡ αἰχμάλωτος θυγάτηρ Σιὼν, πρῶτον μὲν ἐφίησιν ἐννοεῖν, ὅτι κατοικτείρει Θεὸς τοὺς ὑπὸ ζυγὰ πεσόντας διαβολικὰ, καὶ τῇ ἁμαρτίᾳ δουλεύσαντας. Εἶτα πρὸς τούτῳ διαδείκνυσιν, ὅτι πίπτομεν εἰς τοῦτο, καίτοι μετὸν μὴ παθεῖν αὐτό. Αἰχμάλωτον γὰρ ὀνομάσας τὴν Σιὼν, καὶ θυγατέρα φησὶν αὐτήν. Εἶτα πῶς ἦν ἐφικτὸν τοῖς τῆς αἰχμαλωσίας ἁλῶναι βρόχοις τὴν τοῦ Θεοῦ θυγατέρα, καὶ δόξης τῆς οὕτω λαμπρᾶς ἠξιωμένην; Τίς οὖν ἄρα πρὸς τοῦτο καθῆκεν αὐτήν; Οὐχ ἡ τοῦ [σώ] ζῶντος ἀσθένειά ποθεν, ἀλλ᾽ ἡ τῆς παθούσης βουλὴ καὶ προαίρεσις, ἔξω δραμούσης τῆς τοῦ Πατρὸς εὐσπλαγχνίας, διὰ τοῦ μᾶλλον ἑλέσθαι τὸ πονηρὸν, καὶ ψήφῳ τῇ πρὸς τὸ χεῖρον καταλῦσαι τὸ ἀγαθόν. <Ὅτι τάδε λέγει Κύριος· Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυθρωθήσεσθε.> Αἰχμάλωτον αὐτὴν ὀνομάσας, ἀναγκαίως ἐπάγει καὶ τὰ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἀεὶ συμβαίνοντα.
Ἀποφέρονται γὰρ εἰς δουλείαν, οὐδενὸς ὑπὲρ αὐτῶν καταθεμένου τιμὴν, ἀλλ᾽ ὡς ἆθλα, καὶ πολέμου καὶ βαρβαρικῆς ἐφόδου καρποί· βίᾳ γὰρ καὶ ἀνάγκη πρὸς ἀβούλητον καλοῦνται θητείαν. Οὕτως ἔσεσθαί φησιν ὁ τῶν ὅλων Θεὸς καὶ τὴν λύτρωσιν αὐτῆς.
Ἥρπασε γὰρ ὁ Σατανᾶς τὸ ἐπὶ τῆς γῆς γένος, καὶ οἷον αἰχμάλωτον ἔχων τὴν ὑπ᾽ οὐρανὸν ἀφορήτως κατεβιάζετο, τοῖς τῆς ἑαυτοῦ σκαιότητος ἐγκαταδήσας ζυγοῖς. Ἀλλὰ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς νενίκηκεν ὑπὲρ ἡμῶν· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ καταδήσας αὐτὸν, διήρπασε τὰ σκεύη, καὶ μετέθηκεν εἰς ἑαυτὸν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Οὐκοῦν ὡς ἡρπάσθημεν, οὕτω καὶ λελυτρώμεθα. Οὐ γὰρ παρ᾽ ἑκόντος ἡμᾶς ἐξείλετο Χριστὸς, συντρίψας δὲ μᾶλλον αὐτοῦ τὴν ἰσχὺν, καὶ ἀποσοβήσας ὡς Θεὸς τῶν δαιμονίων τὴν φάλαγγα.
Οὔτε τοίνυν ἀργυρίῳ πεπράμεθα, οὔτε τὸν ἴσον λελυτρώμεθα τρόπον· ἰσχύϊ δὲ μᾶλλον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ποιμὴν γὰρ ὑπάρχων ἀγαθὸς, τέθεικε τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· καὶ αὐτὸς μὲν ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· ἠλευθερώμεθα δὲ ἡμεῖς, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν ἀποσεισάμενοι. <Οὕτω λέγει Κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Καὶ νῦν τί ὧδέ ἐστε;
Τάδε λέγει Κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δωρεὰν, θαυμάζετε καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὅνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.> Αἰχμάλωτον ὀνομάσας τὴν Σιὼν, εἰδέναι βούλεται τὴν αἰτίαν, ἐφ᾽ ᾗ συμβέβηκεν αὐτῇ τὸ εἰς τοῦτο πεσεῖν δυσκλείας τε καὶ ἀθλιότητος. Ἀνακομίζει γὰρ ἔσθ᾽ ὅτε πρὸς τὰ ἀμείνω τοὺς ἀδόκητόν τι παθόντας, τὸ μὴ ἐν ἀγνοίᾳ κεῖσθαι τῶν ἡμαρτημένων. Διὰ τοῦτο χρησίμως εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν κατὰ καιροὺς συμβεβηκότων τοῖς πρὸ αὐτῶν. Λιμοῦ μὲν γὰρ καταβρίθοντος, κατέβη κατὰ καιροὺς Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἀβούλητον αὐτῷ τὴν ἀποδημίαν ἐτίθει, τὸ μηδαμόθεν δύνασθαι τῶν ἀναγκαίων εὐπορεῖν.
Ἀπεκομίσθη δὲ καὶ εἰς Ἀσσυρίους ὁ Ἰσραὴλ, τὴν Ἰουδαίαν καταδῃώσαντος τοῦ κατ᾽ ἐκεῖνο τοῦ καιροῦ βασιλεύοντος τῆς Χαλδαίων. Καὶ ποία τις ἦν ἡ τοῦδε πρόφασις; Ἀποφοιτήσαντες γὰρ τοῦ εἶναι γνήσιοι, καὶ τοῦ [al. τὸ] χρῆναι μόνῳ λατρεύειν Θεῷ, κατά γε τὸ νόμῳ δοκοῦν ἀνούστατα δῃωσάμενοι [γρ. διωσάμενοι], προσνενεύκασιν εἰδώλοις καὶ, προσεκύνησαν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· αὕτη γέγονεν αὐτοῖς ἡ πρόφασις τοῦ ταῖς πολεμίων ἁλῶναι χερσὶ, καὶ τῆς ἐνεγκούσης ἀποδραμεῖν, καὶ θητεύειν ἐχθροῖς, τὴν Περσῶν τε καὶ Μήδων οἰκοῦντας χώραν. Βίᾳ τοίνυν ἤχθησαν· οὐ γὰρ ἑκόντες ἦσαν ἐν τούτοις.
Ἀλλὰ νῦν τί ὧδέ ἐστε; Τὸ ὧδε φησὶν, ἀντὶ τοῦ, ἐν ταῖς τῶν ἐθνῶν κατεσπαρμένοι χώραις, καὶ εἰς πάντα ἄνεμον κατεσκεδασμένοι, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀπεσόβησε γὰρ τῆς Ἰουδαίας ἁπάσης ἡ Ῥωμαίων μάχαιρα τοὺς ἰσχύσαντας ὅλως φεύγειν.
Ἤγουν τὸ, ὧδε, Ἐν τῇ τοιᾷδε καταστάσει τῶν πραγμάτων, ἐν ᾗ νῦν ἐστε. Γεγόνασι δὲ, ὡς ἔφην, ἐν ἐσχάτῃ ταλαιπωρίᾳ, τοῦτο μὲν [κατὰ] τὸν πολέμου νόμον καταδραμούσης αὐτῶν τῆς χώρας τῆς τῶν Ῥωμαίων στρατιᾶς, τοῦτο δὲ, πόλεως ἁπάσης πεπορθημένης, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ. Διὰ τί τοίνυν ἐν τούτοις γεγόνασι; φησίν· ἢ δηλονότι τὴν μὲν δικαιοῦσαν πίστιν οὐ προσηκάμενοι, περιυβρίσαντες δὲ πολυτρόπως τὸν καλοῦντα πρὸς τοῦτο, καὶ αὐτῷ τὰς χεῖρας ἐπαφέντες ἀνοσίως, μετὰ τοὺς ἀπεσταλμένους δικαίους τε καὶ προφήτας, ὧν τοὺς μὲν ἀπεκτόνασι, τοὺς δὲ ἐλίθασαν; Καὶ ταυτὶ μὲν ἐν τούτοις περὶ τῆς ἀγελαίου πληθύος ὁ προφητικὸς ἡμῖν καταμεμήνυκε λόγος. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς Ἰουδαίων μάλιστα καθηγηταῖς, ὑψηλὴν ἐπαίρειν κατὰ παντὸς ἔθνους τὴν ὀφρὺν, ἄληπτόν τε καὶ ἀχείρωτον τοῖς ἐχθροῖς διαμένειν ἔσθ᾽ ὅτε τὸν Ἰσραὴλ, εἴπερ κλῆρος Θεοῦ καὶ λαὸς ἅγιος ὠνομάζετο· εἶτα συμβέβηκεν ἐν οἷς ἔφην ἀρτίως κατενεχθῆναι τὴν Ἰουδαίαν, κατεπλήττοντο καὶ ὠλόλυζον, ὡς ἐλπίδος ἀπάσης πέρα δραμόντος αὐτοῖς τοῦ κακοῦ. Διὰ τοῦτο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός· Ὅτι ἐλήφθη, φησὶν, ὁ λαός μου δωρεὰν, θαυμάζετε, καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.
Αὐτοὶ γὰρ, φησὶ, γεγόνατε παραίτιοι τοῦ παθεῖν τοὺς ὑπεζευγμένους, ἀπαιδαγωγήτους ἐῶντες αὐτοὺς, μᾶλλον δὲ οὐκ ἐφιέντες ὅλως ἐπιστρέφειν εἰς τὸν Θεὸν, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἰδεῖν τὸν ἐξ οὐρανοῦ καθιγμένον, καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα Θεὸν Λόγον, ἵνα κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσηται δὲ καὶ τοὺς συντετριμμένην [συντεθραυσμένην] ἔχοντας τὴν καρδίαν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν.
Οὐκοῦν δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐν ἁπάσῃ χώρᾳ τε καὶ πόλει κατεσκεδάσθη, φησὶν, ὁ Ἰσραὴλ, οὐδεὶς ἠγνόησε τῶν ἀνὰ πᾶσαν τὴν γῆν, ὅτι πεπόρθηται μὲν ἡ ἁγία πόλις, ἔργον δὲ πυρὸς καὶ αὐτὸς γέγονεν ὁ νεώς· εἶτα τὸ ἐμὸν δυσφημοῦσιν ὄνομα, καὶ τὴν ἐμὴν διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν ἐμὴν ἀτονῆσαι χεῖρα τὴν ἐπίκουρον ἀεὶ γενομένην τῷ Ἰσραὴλ, τὴν δὲ ἀληθῆ πρόφασιν ἀγνοοῦσιν ἔτι, καὶ οὐδεὶς ὁ παρ᾽ αὐτοῖς ἐπιστάμενος, ὅτι τὰς τῆς Κυριοκτονίας καὶ πολλῶν ἑτέρων πλημμελημάτων ἐξῄτηνται δίκας. <Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· Πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.> Ἐπειδὴ γὰρ, φησὶν, τῆς ὑμετέρας ἕνεκα ῥᾳθυμίας ἐδυσφημήθην ἐν τοῖς ἔθνεσιν, οὐκ ἀνέξομαι τῆς συκοφαντίας, ἀλλ᾽ οὐδὲ τὴν ἐμαυτοῦ δόξαν παλιμφήμοις ἐάσω βάλλεσθαι φωναῖς. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ, καθ᾽ ὃν ἐπιλάμψω τοῖς ἐπὶ τῆς γῆς μετὰ σαρκὸς, οἵπερ ἐμοῦ γένωνται λαοὶ προσηκάμενοι τὴν πίστιν, εἴτ᾽ οὖν εἶεν ἐξ Ἰουδαίων, εἴτε καὶ ἐξ ἐθνῶν, οὗτοι γνώσονταί μου τὸ ὄνομα. Τὸ δὲ ὄνομά φησιν ἀντὶ τῆς δόξης. Ἔθος γὰρ οὕτω λέγειν τῇ θεοπνεύστῳ Γραφῇ.
Γέγραπται γὰρ, ὅτι «Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς.» Ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν, οἱ παρ᾽ αὐτοῦ κεκλημένοι, καὶ οὐχ ὡς ἀνθρώπῳ προσίεμεν κριτῇ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ᾽ εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, πιστεύομεν, ὅτι Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγενημένος, ὑπὲρ πᾶσαν κτίσιν ἐστὶ, καὶ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, καὶ κατάρχει τῶν ὅλων, καὶ πανσθενεστάτην ἔχει τὴν δεξιὰν, καὶ σώζει ῥᾳδίως, οὓς ἂν ἕλοιτο τῶν ὑπ᾽ αὐτὸν γεγονότων, ὑπερνήχεται δὲ τὴν αὐτοῦ δύναμιν παντελῶς οὐδέν. Διετέθη γε μὴν οὐχ οὕτως ὁ Ἰσραήλ.
Προσεσχήκασι γὰρ ὡς ἑνὶ τῶν καθ᾽ ἡμᾶς, καὶ οὐχ ὡς ἐνανθρωπήσαντι Θεῷ. Διὰ τοῦτό ποτε μὲν ἔφασκον· «Σὺ τίς εἶ; καὶ τίνα σεαυτὸν ποιεῖς;» καὶ· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» Πλὴν οἵπερ ἂν κληθεῖεν εἰς ἐπίγνωσιν ἀληθείας, φησὶ, γνώσονταί μου τὴν δόξαν. Αὐτὸς γὰρ ὁ ἐν προφήταις λαλῶν· Πάρειμι. Θεὸς γὰρ ὢν Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὸ γεγραμμένον. Τοῦτο καὶ ὁ πάνσοφος Παῦλος διδάσκει λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Ἀθρητέον δὴ οὖν ἐν τούτοις, ὅτι παρήνεγκε μὲν εἰς τὸ εἶναι τὰ πάντα δι᾽ Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ, λελάληκε δὲ πρὸς ἡμᾶς ἐν ἐσχάτοις καιροῖς, οὐχ ὡς δι᾽ ἑτέρου μᾶλλον υἱοῦ τοῦ κατὰ σάρκα ἐκ γυναικὸς, καθὰ φρονεῖν ἔδοξέ τισι τῶν διεστραμμένων, ἀλλ᾽ ὡς ἐνὸς ὄντος Υἱοῦ μετὰ τῆς σαρκὸς τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ὃς καὶ τῶν αἰώνων ἐστὶ ποιητής. Πάρειμι δὴ οὖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων, φησίν· ὥραν δέ φησι τὸ ἔαρ. Φέρε δὴ οὖν καταθρήσωμεν ὡς ἐκ πράγματος ἐμφανοῦς τὰ πνευματικά. Τί τὸ ἔαρ ὀφθὲν ἐν τοῖς ὄρεσιν ἀποτελεῖ;
Ἄνθει νέῳ στεφανοῖ τὰ φυτὰ, καὶ ἐξ ἀκαρπίας αὐτὰ μεθίστησι πρὸς ἀπότεξιν, ὧν ἂν φυσικῶς ἕκαστον ἔχοι. Τοιοῦτόν τι καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων γεγραμμένον εὑρήσομεν· «Ἀνάστα γὰρ, ἐλθὲ, φησὶν, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐπὶ τῆς γῆς, καιρὸς τῆς τομῆς ἔφθασε.» Χειμῶνος γὰρ παρελάσαντος, τὸ λαμπρὸν ἕαρ ἀνίσχει τῇ γῇ, καὶ ἀνθέων αὐτὴν ἀποφαίνει τροφὸν, καὶ καρπῶν ὡρίμων ποιεῖται μητέρα. Τοιοῦτόν τι καὶ περὶ ἡμᾶς πέπρακται νοητῶς. Κατεχείμασε γὰρ τὴν ὑπ᾽ οὐρανὸν ὁ δράκων ὁ ἀποστάτης, ξηρὰν καὶ ἄκαρπον ἀπέφηνεν αὐτήν. Ἦν γὰρ ὅλως οὐδεὶς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, «Ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν.» Ἐπειδὴ δὲ μετὰ σαρκὸς ἐπέφανεν ὁ Μονογενὴς, γέγονεν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ἀπηνθηκότες γὰρ ὥσπερ καὶ ἁπάσης ἀρετῆς ὡραιότητα τῶν ἰδίων ψυχῶν ἀποβεβληκότες, ἀνεθάλλομεν ἐν αὐτῷ καὶ πνευματικῆς εὐκαρπίας πεπληρώμεθα, ὥστε καὶ δύνασθαι λέγειν τὸ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἀδελφιδός μου καταβήτω εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.»
Γέγονε τοίνυν, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου δὲ καὶ ἀγαθά· μεταξὺ γὰρ κειμένης ἡμῶν τε καὶ τοῦ Θεοῦ τῆς ἁμαρτίας, διειστήκειμεν αὐτοῦ, καὶ ἀπενοσφίσθημεν τοῦ Δεσπότου, καὶ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενοι, καὶ Δεσποτικοῖς θελήμασιν ἀντιπράττοντες, καὶ ἐν τάξει πολεμίων κείμενοι.
Ἀλλ᾽ ἐπέφανεν ὁ Χριστὸς ἡ εἰρήνη ἡμῶν, ὁ τὴν μεταξὺ κειμένην ἀφελὼν ἁμαρτίαν, καὶ συμβῆναι παρασκευάσας εἰς φιλίαν τῷ Πατρὶ, καὶ συνάψας ἡμᾶς δι᾽ ἑαυτοῦ· δι᾽ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν. Ὥσπερ οὖν, εἴ τις ἔρχοιτο, φησὶ, δρομαῖος καὶ ταχὺς, ἁλῶναι λέγων ἐχθροὺς, καὶ ἐπαγγέλλων εἰρήνην, εὐαγγελιζόμενός τε τὰ ἀγαθά· οὕτω καὶ ὁ πάντων Σωτὴρ ἐπεφοίτησε τῷ κόσμῳ μετὰ σαρκὸς, καὶ γέγονεν ἡμῖν εἰρήνης βραβευτὴς πρὸς Θεὸν καὶ Πατέρα, καταργηθέντος τοῦ Σατανᾶ, καὶ πάσης τῆς φάλαγγος αὐτοῦ γενομένης ἐκποδὼν, καὶ ὅτι καιρὸς ἐνέστηκε, καθ᾽ ὃν ἔξεστι τοῖς ἐθέλουσι παντὸς ἐν μεθέξει γενέσθαι καλοῦ· ἕψεται γὰρ πάντως τοῖς πιστεύσασιν εἰς αὐτὸν, καὶ τὰ αὐτοῦ φρονεῖν τε καὶ δρᾷν ᾑρημένοις, ἀμφιλαφεστάτην ἔχειν τὴν οὐρανίων ἀγαθῶν μέθεξιν, καὶ ἁπάσης ἐλπίδος ἀναπίμπλασθαι καλῆς· πλουσιόδωρος γὰρ ὁ Σωτήρ. <Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών.> Σιὼν μὲν οὖν ὀνομάζει πάλιν ἐν τούτοις, οὐκ ἐπίγειόν τινα πόλιν, τὴν ἁγίαν δὲ μᾶλλον αὐτοῦ Ἐκκλησίαν, ἣν ἐκ τῶν δύο λαῶν συνεστήσατο. Γέγραπται γὰρ, ὅτι «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ.»
Ποιῆσαι δὲ λέγεται Χριστὸς τὰ ἀμφότερα ἓν, καὶ λῦσαι τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργῆσαι. Ἀναδειχθέντος δὲ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὃ καὶ δογμάτων ἐστὶν ἀληθινῶν κατάμεστον, πέπαυται τῆς ἐν νόμῳ σκιᾶς ἡ δύναμις, τοῦτ᾽ ἔστιν, ἡ δι᾽ αἱμάτων λατρεία καὶ προσαγωγή. Σιὼν οὖν νοητέον τὴν Ἐκκλησίαν, ὡς ἔφην, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Ταύτης ἀκουστὴν ἐποιήσατο τὴν σωτηρίαν, τοῦτ᾽ ἔστιν ἐξάκουστον. Ἔλαθε γὰρ τῶν ἐπὶ τῆς γῆς παντελῶς οὐδένα, τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις· ἀλλ᾽ οὐδὲ ἀνήκοός τις ἀπομεμένηκε τῆς διὰ Χριστοῦ σωτηρίας. Ἔφη γὰρ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Καὶ ὥσπερ τὸ τῶν δαιμονίων μνημόσυνον ἀπώλετο μετ᾽ ἤχου, τοῦτ᾽ ἔστιν ἐπισήμως καὶ διαβοήτως, ἠγνόησε δὲ οὐδεὶς τῆς τῶν δαιμονίων τυραννίδος τὴν ἀπώλειαν· οὕτω καὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα γέγονεν ἀκουστὸν τοῖς ἁπανταχοῦ, τὴν σωτηρίαν εἰσφέρον τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Τίς δὲ ἡ δύναμις τοῦ κηρύγματος; Σιὼν, βασιλεύσει σου ὁ Θεός. Πάλαι μὲν γὰρ, τοῦτ᾽ ἔστι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, βεβασίλευκεν ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ Σατανᾶς, καὶ τυραννικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγὸς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν.
Ἐπειδὴ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τῶν ὅλων βασιλεὺς καὶ Κύριος, διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψαντες τὸν ζυγὸν τοῦ πάλαι πλεονεκτήσαντος, τοῖς τοῦ Θεοῦ σκήπτροις ὑπηγάγομεν τὸν αὐχένα, καὶ βεβασίλευκεν ἡμῶν ὁ Θεὸς καὶ Πατὴρ δι᾽ Υἱοῦ, καὶ γέγονεν ἡμῖν τὸ χρῆμα πανηγύρεως ἀφορμή. Ψάλλει γοῦν ὁ Δαβὶδ, καί φησιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Καὶ πάλιν· «Ψάλατε δὴ οὖν συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη.» Κέκληκε δὲ ἡμᾶς πρὸς τοῦτο, ὡς ἔφην, καὶ αὐτὸς ὁ Σωτὴρ, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Οὐκοῦν ἐπράττετο μὲν ἀθλίως, καὶ ἐν ἐσχάτοις ἦμεν κακοῖς, ἀγρίῳ τυράννῳ κατεζευγμένοι, καὶ τὸν τῆς ἁμαρτίας ὑποδραμόντες ζυγόν.
Ἡ δὲ τῶν ἱερῶν κηρυγμάτων δύναμις τὴν τοῦ Χριστοῦ βασιλείαν εὐηγγελίσατο, καὶ ὑπ᾽ αὐτῷ πάντες ἐσμέν. Ἐπήγγελται γὰρ λέγων, ὅτι «Σιὼν, βασιλεύσει σου ὁ Θεός.» Βασιλεύσει δὲ πῶς, ἢ τίνα τρόπον, αὐτὸς εὐθὺς διεσάφησεν, εἰπὼν, ὅτι «Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη.» Καὶ φυλάσσοντες δὲ εἶεν ἂν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ἅπαντες ἁπλῶς οἱ μυσταγωγεῖν εἰδότες καὶ δυνάμενοι, καὶ ὀρθοποδεῖν ἀναπείθοντες τοὺς κεκλημένους, εἴς γε τὸ δύνασθαι κατορθοῦν εὖ μάλα τὸ ἀγαθὸν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀντέχεσθαι, καὶ ὀρθὴν ἐπ᾽ αὐτῷ καὶ ἀμώμητον ποιεῖσθαι τῆς πίστεως τὴν ὁμολογίαν. Οὗτοι ποιμένες εἰσὶν ἀγαθοὶ φυλάσσοντες τῷ πάντων ἀρχιποιμένι τὰ λογικὰ θρέμματα, καὶ τὰς τῶν ἀτιθάσσων θηρίων ἀποσοβοῦντες ἐφόδους. Τούτων ὑψοῦσθαι λέγει τὴν φωνὴν, τοῦτ᾽ ἔστιν, ἀκουσθῆναι τοῖς πανταχοῦ.
Εἴρηται γὰρ πρὸς αὐτοὺς διὰ φωνῆς Ἡσαΐου· «Ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ σου τὴν φωνὴν, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.» Ὑψώσατε, μὴ φοβεῖσθε. Διαπρύσιον γὰρ καὶ οὐδενὶ τὸ σύμπαν ἠγνοημένον τὸ ἀποστολικόν ἐστι κήρυγμα. Ὅτι δὲ πάντα δραμεῖται δι᾽ εὐημερίας αὐτοῖς, καὶ κεκλήσονται μὲν ἑτοίμως οἱ πρὸς οὕσπερ ἂν ὁ παρ᾽ αὐτῶν γένοιτο λόγος, εὐφρανθήσονται δὲ αὐτοὶ λίαν, τοὺς τῆς ἑαυτῶν μυσταγωγίας ὁρῶντες καρποὺς, ἐναργὲς καθίστησι λέγων, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται. Ἅμα γὰρ λαλήσουσι, φησὶ, καὶ ἡ τῶν μεμυσταγωγημένων ἕψεται πληθὺς, καὶ ἀμελ[λ]ητὶ δραμοῦνται πρὸς πίστιν οἱ παιδαγωγούμενοι.
Χαρὰ δὲ τοῦτο τοῖς διδάσκειν ἐπιτεταγμένοις. Ἐπιστέλλει γοῦν ὁ Παῦλος τοῖς δι᾽ αὐτοῦ πιστεύσασιν, ὅτι «Χαρὰ καὶ στέφανός μου.» Ὅτι δὲ ταῖς τῶν ἁγίων μυσταγωγίαις τὸ τῶν μυσταγωγουμένων εὐπειθὲς ἠκολούθει πλεισταχοῦ, διὰ πολλῶν ἄν τις ἴδοι, τὴν ἁγίαν καὶ θεόπνευστον Γραφὴν περινοστήσας. Προσελάλουν μὲν γὰρ ἐν τοῖς Ἱεροσολύμοις τοῖς τῶν Ἰουδαίων τάγμασιν οἱ θεσπέσιοι μαθηταί· ἀλλ᾽ ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν.» Ναὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος ὁμοῦ τῷ μακαρίῳ Σίλᾳ δεσμῶται τυγχάνοντες ὕμνουν κατὰ μέσην νύκτα τὸν Θεόν. Ἐπειδὴ δὲ ἄγγελος ἅγιος ἐπιστὰς τῷ δεσμωτηρίῳ τὰ πάντων ἀνῆκε δεσμὰ, περιδεὴς γεγονὼς ὁ δεσμοφύλαξ ἠθέλησε μὲν ἑαυτὸν ἀνελεῖν· φωνήσαντος δὲ τοῦ Παύλου· «Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε· θαυμάσας τὸ παράδοξον, ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.» Ὅτι δὲ πρόφασις αὐτῷ θυμηδίας τὸ πρᾶγμα γέγονε, πῶς ἔστιν ἀμφιβαλεῖν; Οὐκοῦν κατὰ πόδα, φησὶν, τῆς μυσταγωγίας τῶν κεκλημένων δραμεῖται τὸ εὐπειθές. Καὶ οἱ ὀφθαλμοί σου πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. Τίνα δὲ ὄψονται, ἢ τὸν τῆς σωτηρίας πρύτανιν, τοῦτ᾽ ἔστι, Χριστόν; Σαρκωθεὶς γὰρ ἦν ὁ Λόγος, καὶ τούτου μάρτυς ὁ Ψαλμῳδὸς, λέγων· «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.»
Ἤγουν ὅπερ ἔφην, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται, καὶ τοῦτο τοῖς σοῖς ὀφθαλμοῖς θεωρήσεις, φησὶ, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, καθ᾽ ὃν ἂν ἐλεήσει Κύριος τὴν Σιὼν, προσθεὶς ἅπασι τὴν διὰ πίστεως χάριν, καὶ τῶν οὐρανίων ἀγαθῶν ἀμφιλαφῆ τὴν ἀπόλαυσιν. <Ῥηξάτω εὐφροσύνην ἄμα τὰ ἔρημα Ἰερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο τὴν Ἱερουσαλήμ. Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ Θεοῦ.> Τὸ μὲν ῥῆξαι τὴν εὐφροσύνην κατασημήνειεν ἂν τὸ ἐν τῷ χρήσασθαι φωνῇ, χαριστηρίους ᾠδὰς ἀναφέροντας, καὶ μελέτην ποιεῖσθαι σπουδάζοντας τὰς δοξολογίας, δι᾽ ὧν ἂν εὐφραίνοιτο Θεός. Γέγραπται γοῦν ἐν βιβλίῳ Ψαλμῶν· «Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου·» καὶ αὐτοῖς τοῖς τοῦτο δρᾷν ἐθέλουσι πρὸς εὐφροσύνην ἔσται τὸ χρῆμα. Ἐπειδὴ δὲ τὰ ἔρημά φησιν Ἱερουσαλὴμ τοῦτο χρῆναι δρᾷν, ἐκεῖνό φαμεν ἀναγκαίως, διατρανοῦν ἐθέλοντες τὴν τῶν προκειμένων διάνοιαν.
Οἱ πόλιν οἰκοῦντες εὐρεῖαν καὶ μακρὰν, εἰ μὲν εἶεν τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δύνασθαι καὶ ἀποπληροῦν αὐτὴν, οὐδένα τόπον αὐτῆς ἀφιᾶσιν ἔρημον· εὐαριθμήτων δὲ ὄντων διὰ τὸ τεθνάναι πολλοὺς, ἢ πολέμου κατασκήψαντος, ἢ καὶ ἑτέρας τινὸς ἀφορμῆς κατενεγκούσης εἰς τοῦτο, τὰ πλεῖστα τῶν ἐν αὐτῇ χωρίων ἤγουν οἰκημάτων ἀπομένουσι γυμνά. Τοιοῦτόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Ἐπειδὴ γὰρ γεγόνασι Κυριοκτόνοι, καὶ πλήρεις αἱμάτων τὰς χεῖρας ἐσχήκασιν, δεδαπάνηνται τῷ πολέμῳ τῷ παρὰ Ῥωμαίοις, ὡς ὀλίγους κομιδῇ περιλειφθῆναι τοὺς σεσωσμένους, καὶ κένανδρος ἦν ἡ ἁγία πόλις. Ἀλλ᾽ εὐφρανθήσονται, φησὶ, τὰ ἔρημα αὐτῆς. Στυγνοὶ μὲν γὰρ οἶκοι, καὶ κατηφείας ὥσπερ εἰσὶ μεστοὶ τοὺς ἐνοικοῦντας οὐκ ἔχοντες· ἱλαροὶ δέ πως καὶ οἷον γελῶντες, εἰ δὴ πλείστους ἔχοιεν τοὺς ἐνῳκισμένους.
Ἀπὸ δὴ τῆς ἱστορίας, φέρε δή τι λέγωμεν τῶν πνευματικῶν· Ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τοῦτ᾽ ἔστιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες, οἳ καὶ Σιὼν ὀνομάζονται, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, ὀλίγοι μὲν ἦσαν ἐν ἀρχαῖς, καὶ οἷον ἔρημος ἡ ἀληθῶς ἁγία καὶ Θεοῦ πόλις ἐτύγχανε, τοῦτ᾽ ἔστιν ἡ Ἐκκλησία. Ἀλλ᾽ οὐδὲν ἀπομεμένηκε σχολάζον ἐν αὐτῇ· πεπλήρωται γὰρ διὰ Χριστοῦ.
Καὶ γοῦν εἴρηται πρὸς αὐτήν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.» «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Καὶ ἐρεῖς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, οὗτοι δέ μοι ποῦ ἦσαν;» Καὶ πάλιν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Ἐκ παντὸς γὰρ ἔθνους, πόλεως, καὶ χώρας συνδρομὴ γέγονεν ἐπὶ Χριστῷ, τῶν ἐθνῶν κεκλημένων διὰ πίστεως, ὡς ἐξ ἠοῦς, καὶ νότου, δύσεώς τε καὶ βοῤῥέου καλεῖσθαι τοὺς ἐπιστρέφοντας, πολλῷ πλείους ὄντας τῶν ἐξ αἵματος Ἰσραήλ. Καὶ τοῦτο αὐτὸ καταμεμήνυκε λέγων ὁ προφήτης Ἡσαΐας περὶ τῆς Ἐκκλησίας καὶ τῆς Ἰουδαίων Συναγωγῆς· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Στείραν μὲν γὰρ τὴν οὐ τίκτουσαν, ἔρημόν τε πρὸς τούτοις ἀποκαλεῖ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν. Καὶ γὰρ ἦν ἄπαις καὶ ἐρήμη, τοῦτ᾽ ἔστι χήρα, τὸν ἀγαθοῦ παντὸς σπορέα λόγον οὐκ ἔχουσα.
Τὴν δέ γε τῶν Ἰουδαίων Συναγωγὴν ὕπανδρον εἶναί φησι, διὰ τὸ νόμῳ κατεζεῦχθαι τῷ διὰ Μωσέως, ἐγκύμονά τε γενέσθαι τῶν ἱερῶν θεσπισμάτων, δι᾽ ὧν ἦν δύνασθαι καρποφορεῖν τῷ Θεῷ τὴν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις λατρείαν. Ἀλλὰ πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, τοῦτ᾽ ἔστι τὰ τῆς χήρας, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίνα δὲ τρόπον ἔσται καὶ τοῦτο, διεσάφησε προστιθεὶς, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν παρὰ Θεοῦ. Ὅτε γὰρ ἐμφανὴς γέγονεν ἐν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ὁ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦτ᾽ ἔστιν ὁ Υἱὸς, ὅτε πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν, καὶ τεθέανται τὰ ἄκρα τῆς γῆς, τοῦτ᾽ ἔστιν οἱ ἐκ περάτων εἰς πέρατα, τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, τὴν διὰ πίστεως δὲ δηλονότι, τότε πεπλήρωται τὰ ἔρημα Ἱερουσαλὴμ, δηλονότι τῆς νοητῆς, καὶ ἀριθμοῦ κρείττων ἡ τῶν κεκλημένων πληθύς. Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δύναμις γάρ ἐστιν αὐτοῦ καὶ πανσθενὴς δεξιὰ, δι᾽ ἧς τὰ πάντα ἐργάζεται, καὶ περὶ αὐτῆς φησιν ὁ θεσπέσιος Δαβίδ· «Κρατυνθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.»
Καὶ πάλιν περὶ τοῦ Θεοῦ Πατρός· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» <Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου, ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ.
Πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Κύριος ὁ Θεὸς Ἰσραήλ.> Ἔοικεν ὁ λόγος, ἢ πρὸς ἐκείνους γίνεσθαι παρὰ Θεοῦ τοὺς διὰ πίστεως συναγηγερμένους, καὶ τῆς Ἐκκλησίας χρηματίσαντας τέκνα, ἢ τάχα που πρὸς τοὺς ἁγίους μυσταγωγοὺς, ἀποστόλους δηλονότι, καὶ εὐαγγελιστὰς, οἳ φῶς γεγόνασι τῆς ὑπ᾽ οὐρανὸν, τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς ἀνὰ πᾶσαν τὴν γῆν διαπορθμεύοντες λόγον. Τούτους δὴ οὖν ἀποστῆναι προστέταχε, καὶ ἀπίστων ἀποφοιτᾷν, ὡς ἀπὸ μεμολυσμένων, διὰ τὸ μήτε πιστεύειν ἑλέσθαι Χριστῷ, ἀλλὰ γὰρ καὶ τοῖς τῆς Κυριοκτονίας ἐγκλήμασι τὰς ἑαυτῶν ἐνόχους ἀποφῆναι κεφαλάς. Ἐξέλθετε δὴ οὖν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, τοῦτ᾽ ἔστι, τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποσχοινίσθητε, ὡς μηδ᾽ ὅσον αὐτῶν ἐθέλειν ἀποθήγειν. Ὁ γὰρ ἁπτόμενος πίσσης, φησὶ, μολυνθήσεται· καὶ γάρ ἐστιν ἀναγκαῖον, τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ δι᾽ αὐτοῦ κεκλημένους εἰς ἀποκάθαρσιν ἁμαρτίας καὶ εἰς μέθεξιν ἁγιασμοῦ, τῆς Ἰουδαϊκῆς ἀμαθίας ἔξω φέρεσθαι φιλεῖν, καὶ ὁλοτρόπως ἑτερογνώμονας παρ᾽ ἐκείνους ὑπάρχειν, ἀφορισθῆναί τε εἰσάπαν· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἀλλ᾽ οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου.
Καὶ γοῦν ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τοῖς ἐκ Γαλατίας, μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν παλινδρομῆσαι τολμήσασιν ἐπὶ τὴν ἐν νόμῳ λατρείαν· «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;» Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;
Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Περιετέμνοντο γὰρ ἀσυνέτως, καίτοι τὴν ἐν πνεύματι περιτομὴν λαχόντες, ἤτοι διὰ Χριστοῦ. Οὐκοῦν ἀναγκαίως τὸ, Ἀπόστητε, ἐν τούτοις φησὶν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸ, Ἐξέλθετε ἐκεῖθεν, καὶ τὸ, Ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Οἱ γὰρ ὅλως τῇ πίστει τιμήσαντες τὸν Ἐμμανουὴλ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, ἐμπλησθῆναί τε τῶν ἱερῶν αὐτοῦ χαρισμάτων, σκευοφοροῦσι Θεῷ. Καὶ τίνα δὲ τρόπον, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι Ῥῆμα Θεοῦ.» Ταύτην γὰρ ἔχοντες τὴν νοητὴν παντευχίαν, ἀντεξάγουσι τῷ Σατανᾷ, καὶ ταῖς σὺν αὐτῷ δυνάμεσιν ἀντανίστανται, προπηδῶντες τρόπον τινὰ καὶ προασπίζοντες τῶν ἰδίων ψυχῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν· αὕτη γὰρ τῶν ἡγουμένων τάξις. Πλὴν ἐξελθεῖν ἐπιτάξας ἐκ μέσου αὐτῆς, Οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, φησὶν, οὐδὲ φυγῇ πορεύσεσθε. Οὐ γὰρ ὡς φυγόντας, ἤγουν δεδιότας, τῶν Ἰουδαϊκῶν ταγμάτων ἀποφοιτᾷν ἐπιτάττει, ἀνειμένως δὲ μᾶλλον καὶ οἷον ἐπ᾽ ἐξουσίας, ὡς παραιτουμένους τὸ συνδιαιτᾶσθαι θέλειν τοῖς οὕτω μεμολυσμένοις, καὶ συναριθμεῖσθαι βεβήλοις καὶ πονηροῖς.
Οὐκοῦν, Οὐ φυγῇ πορεύσεσθε, φησίν· ὅτι δὲ καὶ δι᾽ εὐμαρείας ἥξει τὰ πράγματα αὐτοῖς, καὶ οὐδὲν ὅλως ἀπαντήσει σκληρὸν, ἢ ἄναντες, ἢ τραχὺ, πεπληροφόρηκεν εἰπὼν, ὅτι Προπορεύσεται ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς ὁ Θεός. Θεοῦ δὲ συνόντος καὶ προβαδίζοντος, ποῖον ἔσται τὸ κακοποιοῦν τῶν ἱερῶν κηρυγμάτων τοὺς διακομιστάς; μᾶλλον δὲ πῶς οὐχ ἅπαντα αὐτοῖς τὰ κατ᾽ εὐχὴν ἐκβήσεται, καὶ διὰ ψιλῆς ὥσπερ ὁδοῦ δραμοῦνται κηρύττοντες; <Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.
Καὶ οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ᾽ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν.> Ἀναφανδὸν ἐν τούτοις τοὺς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ποιεῖται λόγους ὁ Θεὸς καὶ Πατήρ.
Ἰδοὺ γὰρ συνήσει ὁ παῖς μου, φησί· καὶ τὸν μὲν παῖδα νοήσεις, τὸν Υἱὸν, ἤγουν τὸν δοῦλον. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, καὶ Κύριος πάντων ὢν, τοῖς τῆς ἀνθρωπότητος ἐμβέβηκε μέτροις. «Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.» Οὐκοῦν, ὅτε γέγονεν ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν, τότε καὶ δοῦλος ἀνεγκλήτως ὠνόμασται τὸ τῆς δουλείας σχῆμα λαβών.
Ἀλλὰ, Συνήσει, φησὶν, ἀντὶ τοῦ, Πάντα μετὰ συνέσεως καὶ σοφίας ἐργάσεται καὶ λαλήσει τῆς θεοπρεποῦς. Ἔργον δὲ σοφίας τῆς θεοπρεποῦς, καὶ πρό γε τῶν ἄλλων τὸ σάρκα γενέσθαι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρωπον, καὶ συμπτωχεῦσαι τοῖς ἐπὶ τῆς γῆς, ἵνα ἡμεῖς τῆς [ἑ]αυτοῦ πτωχείας πλουτήσωμεν, ἵνα πιστεύσαντες εἰς αὐτὸν τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα μεμολυσμένους, ἀδρανοῦς ὄντος τοῦ νόμου τοῦ διὰ Μωσέως εἰς τὸ δύνασθαι περιελεῖν ἁμαρτίας, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, καὶ ἀνατρέψῃ τὴν φθορὰν, καὶ ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν τοὺς τῷ θανάτῳ κατισχημένους, καὶ οὐρανοῦ πολίτην ἐργάσηται τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, καὶ συνάψῃ δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν πάλαι δραπέτην, καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καὶ ἰάσηται τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ κενώσῃ τὸν ᾅδην, καὶ ἀποστήσῃ τὸν Σατανᾶν τῆς κατὰ πάντων ἀρχῆς καὶ πλεονεξίας. Συνήσει δὴ οὖν ὁ παῖς μου, φησίν. Ἀσύνετον γὰρ, ἤγουν ἄσοφον, ἐν τοῖς γεγονόσιν ὑπὲρ ἡμῶν παντελῶς οὐδέν. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν.
Ταύτης ἕνεκα τῆς αἰτίας ὑψωθήσεται, φησὶ, καὶ δοξασθήσεται σφόδρα. Δοξολογεῖται γὰρ πρὸς ἡμῶν ὁ Θεὸς ὡς Κύριος, Σωτῆρα δὲ καὶ Λυτρωτὴν ἀποκαλοῦμεν αὐτόν. Εἶναί τε τοῦτο κατὰ ἀλήθειαν πεπιστεύκαμεν. Ἀλλ᾽ ἵνα ἀληθὴς καὶ ἀδιάβλητος παντελῶς ὁ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχῃ λόγος, ἐπήνεγκεν ἀναγκαίως, ὅτι Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπεγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασι κατιδεῖν ἰσχύσαντες τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας τὸ μέγεθος, καταπλήττονται τὴν οἰκονομίαν· ὁποῖός τις ἦν ὁ προφήτης Ἀββακοὺμ, λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Οἵ γε μὴν οὐ συνιέντες αὐτοῦ τὴν δόξαν, ἄπιστοι δὲ καὶ ἀσύνετοι μεμενηκότες, ἀδοξίαν αὐτοῦ καὶ ἀτιμίαν ἀνοσίως κατεψηφίζοντο, Σαμαρείτην ὀνομάζοντες, φάγον τε καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρός γε τούτοις ἁμαρτωλόν. Οὐκοῦν, ὡς ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως καὶ παρὰ ἀνθρώποις ἀδοξήσει τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.
Ἀλλ᾽ ὥσπερ τοῦτο συμβήσεται, οὕτω καὶ θαυμάσονται ἔθνη πολλὰ ἐπὶ σοὶ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν. Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολμοι, καίτοι τοῦ μηδενὸς ἄξιοι ὄντες λόγου, κατακερτομεῖν ἀπετόλμων, καὶ ἀχάλινον ἐπ᾽ αὐτῷ πολλάκις ἀνέντες τὴν γλῶτταν, παλιμφήμοις ἔβαλλον φωναῖς.
Πλεῖστοί γε μὴν βασιλεῖς δεδιότες ὡς Θεὸν, καὶ ὡς βασιλεῖ τῶν ὅλων τὴν δόξαν προσάγοντες, συνέξουσι τὸ στόμα αὐτῶν, τουτέστιν, οὐδὲν ἐροῦσιν ἀπηχὲς, ἀλλ᾽ οὐδὲ φθέγξονταί τι τῶν ὅσα διαλυμαίνεται τῇ δόξῃ τοῦ Χριστοῦ. Ὅτι δὲ τὸ θεῖόν τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγελικὸν, ἐκείνων οὐκ ἔσται ποθὲν, παρ᾽ οἷς ἠδόξησε τὸ εἶδος αὐτοῦ, παρ᾽ ἐκείνοις δὲ μᾶλλον, οἳ συνέσχον τὸ στόμα αὐτῶν, κατεπλάγησάν τε τὴν δόξαν αὐτοῦ, διέδειξεν εἰπὼν, ὅτι Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀνηγγέλη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν τὰ περὶ Χριστοῦ, τοῖς γε μὴν ἔθνεσιν οὐδαμῶς. Ἀλλ᾽ οὗτοι, φησὶν, ὄψονται μᾶλλον τὴν παρ᾽ αὐτοῦ σωτηρίαν· καὶ οἱ τῶν αὐτοῦ μυστηρίων ἀνήκοοι παντελῶς, οὗτοι συνήσουσιν αὐτὰ, πιστεύσαντες δηλονότι. Ῥίζα γὰρ συνέσεως καὶ τροφὸς ἡ πίστις, καὶ οἷον εἰσβολὴ πρὸς εὐσέβειαν καὶ ζωὴν εἰσκομίζουσα τοὺς δεχομένους αὐτήν. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας, «Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε,» φησίν. <Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.> Πολὺς μὲν ἀεὶ παρὰ τῶν ἁγίων προφητῶν ὁ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος γέγονε λόγος, καὶ νουθετοῦντες οὐ διαλελοίπασιν, ἀπαγγέλλοντές τε καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει κατὰ καιροὺς ἐν ἀνθρωπείᾳ μορφῇ Θεὸς ὢν ὁ Λόγος, καὶ ὅτι θαυματουργήσει θεοπρεπῶς.
Κἀκεῖνό τε καὶ τοῦτο ἐργάζεται, εἰς εὐθεῖαν καλῶν ὁδὸν τοὺς πεπλανημένους, καὶ δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Ὤνησαν δὲ παντελῶς ὀλίγα τοὺς ἐξ αἵματος Ἰσραὴλ, πολὺ βλέποντας εἰς τὸ ἀπειθές· ὥστε καίτοι δέον ἁρπάσαι τὴν προαγόρευσιν, καὶ γνῶσιν συλλέξαι ζωοποιὸν, καὶ ταῖς ἑαυτῶν ἐναποθέσθαι καρδίαις, ἐκ τῶν ἐναντίων ἐπιπηδᾷν τοῖς μυσταγωγοῖς, ἐπιφύεσθαί τε καὶ μάλα πικρῶς λέγοντας· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας, ὡς ἐξ ἀμετρήτου τῆς Ἰουδαίων ὠμότητος κατενηνεγμένος εἰς ἀκηδίαν, οὕτω πού φησιν· «Οἴμοι ἐγὼ, μῆτερ! ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» Συλλήβδην δὲ, ἅπας ὁ τῶν ἁγίων χορὸς, ὡς περί γε τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιούμενοι, φασίν· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ· ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρῖμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων.» Βαβυλῶνα γὰρ τὴν Ἱερουσαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἐξιτηλίας, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές. Τοῦτον ἔχει τὸν νοῦν καὶ τῶν προκειμένων στίχων ἡ δύναμις.
Αἰτιᾶται γὰρ ὡς ὁλοτρόπως ἐκκεκλικότα πρὸς ἀπείθειαν τὸν Ἰσραὴλ, καί φησι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
Ἡμεῖς μὲν γὰρ, ὦ Δέσποτα, φησὶ, μεμυσταγωγήμεθα παρὰ σοῦ τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον, καὶ ταύτην ἐσχήκαμεν τὴν ἀκοήν· ἀλλ᾽ οὐδεὶς πεπίστευκε, καὶ οὐδενὶ γέγονεν ἐμφανὴς ὁ σὸς βραχίων τοῦ πάντων Κυρίου καὶ Θεοῦ· Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, καθὰ δέδεικται πλεισταχοῦ. Ἀλλ᾽ οἷον ἀνθισταμένου τινὸς καὶ λέγοντος· Ὑμεῖς μὲν, ὦ προφῆται, τὴν διὰ τοῦ Πνεύματος ἀκοὴν κατεσχήκατε, καὶ τὴν τοῦ μυστηρίου γνῶσιν κατεπλουτήσατε· ἆρ᾽ οὖν ἐκηρύξατε τοῖς ἄλλοις τὸ μυστήριον; Ναὶ, φασὶν, ἀπηγγείλαμεν, καὶ μονονουχὶ διεμαρτυράμεθα λέγοντες, ὅτι Ἐσόμεθα ἐναντίον αὐτοῦ ὡς πεδίον, τουτέστιν, ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς δηλονότι θείοις τε καὶ ἀποῤῥήτοις λόγοις τοῦ Μονογενοῦς, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
Πάλαι μὲν γὰρ ἡ σύμπασα γῆ, ξηρά τις ὥσπερ καὶ ἄκαρπος ἦν, καὶ οἷον διψῶσα γῆ, καὶ καρποὺς ἡμέρους [οὐκ] ἔχουσα. Ἐπειδὴ δὲ τὸν παρὰ Χριστοῦ πεπλούτηκεν ὑετὸν, πνευματικὸν δηλονότι, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος χορηγίαν, ἀνεθάλ[λ]ομεν ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη τε καλὴ καὶ εὐανθής. Καὶ γοῦν ἔφη τις πρὸς ἡμᾶς τῶν ἁγίων προφητῶν· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ.» Θελητὴν δὲ λέγει τὴν εὔκαρπον καὶ γονιμωτάτην· ἀσπαστὴ γὰρ αὕτη γηπόνοις. Ὅτι δὲ ἡ ἀκανθοτόκος ποτὲ ξηρά τε καὶ ἄνυδρος γῆ μεταπεφοίτηκεν εἰς γονιμωτάτην, καὶ εἰς τὸ δύνασθαι πλουτεῖν εὐκαρπίαις ταῖς πνευματικαῖς, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἔσται, ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη.» Εἴδη μὲν γὰρ ἀκανθῶν, στοιβή τε καὶ κόνυζα, τρέφει δὲ αὐτὰ ἀεί πως ἡ χέρσος τε καὶ ἄνυδρος γῆ· μυρσίνη δὲ καὶ κυπάρισσος διαπρέπουσιν ἐν κήποις. Ἐξῃρημένης τοίνυν ἀκάνθης, φησὶν, ἀναβλαστήσει λοιπὸν τὰ εὐοσμότατα τῶν φυτῶν, ὅταν ἡ διψὰς [al. διψῶσα] ἔνυδρος γένηται, Θεοῦ λέγοντος, ὅτι Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.
Οὐκοῦν ἀνηγγείλαμεν, ὅτι πιστεύσαντες εἰς αὐτὸν τὸν Χριστὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τουτέστιν, ἐφορώμενοι παρ᾽ αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη ἐν γῇ ποτε διψώσῃ, ἐνύδρῳ γε μὴν παρ᾽ αὐτοῦ γενομένῃ. <Οὐκ ἔστιν εἶδος αὐτῷ, οὔτε δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτῷ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους.> Τί δὴ ἄρα φησὶν ὁ προφήτης ἐν τούτοις, ἢ ποῖον ἄν τις τοῖς εἰρημένοις ἐφαρμόσαι νοῦν, φέρε δὴ πάλιν καταθρήσωμεν, ὡς ἔνι. Ὡμολόγηκε μὲν γὰρ, ὅτι καὶ Ἀνηγγείλαμεν, τουτέστιν, ἀνελλιπῆ πεποιήμεθα τὴν προαγόρευσιν, ὡς ἥξει κατὰ καιρούς. Ἀλλ᾽ ἴσως ἔφη ἄν τις πρὸς τοῦτο· Τί οὖν, εἰ καθίκετο μὲν ἐξ οὐρανῶν Θεὸς ὢν ὁ Λόγος, θεοπρεπεῖ δὲ δόξῃ κατεστεμμένος, καὶ ἀπροσίτῳ φωτὶ διαπρέπων ἐπέφανε τοῖς ἐπὶ τῆς γῆς, καὶ ἀπροσωπόληπτος ἦν διὰ τὴν τῆς δόξης ὑπερβολήν; Καὶ γοῦν ὅτε πεφοίτηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, σκότος ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ πῦρ ὑψοῦ διᾷττον, καὶ καπνὸς, πλεῖστά τε πρὸς τούτοις ἦν ἕτερα, δειμάτων καὶ πτοίας τῆς εἰς ἄκρον ποιητικὰ, ὡς ἀφόρητον γενέσθαι τοῖς θεωμένοις τὴν ὄψιν. Καὶ γοῦν μεσιτεύεσθαι παρεκάλουν οἱ ἐξ Ἰσραὴλ λέγοντες τῷ παναρίστῳ Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.»
Οὐδὲν οὖν τὸ θαῦμα, φησὶν, εἰ προηγορεύσατε μὲν ὑμεῖς, ὤφθη δὲ τοῖς ἐπὶ γῆς ἀπρόσβλητον ἔχων τὴν δόξαν, καὶ οὐδενὶ γέγονε φορητός. Τί οὖν οἱ προφῆται; θερμῶς ὑπαντῶσι λέγοντες· Ἀπροφάσιστος ἡ ἀπείθεια, οὐκ ἐνάφορμος ἡ ἀπόστασις, οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Οὐ γὰρ ἦν ἐν εἴδει, φησὶ, καὶ δόξῃ θεοπρεπεῖ.
Κεκένωκε γὰρ ἑαυτὸν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ταῦτά φαμεν, οὐκ ἐξ ἀκοῆς μόνης ἔχοντες τὴν παράδοσιν, ἀλλὰ καὶ αὐταῖς ὄψεσι τεθεαμένοι τὸν κηρυττόμενον. Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, κάλλος δὲ τὸ θεοπρεπὲς, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον. Σμικρὰ γὰρ, καὶ εὐτελῆ, καὶ ἄτιμα παντελῶς τὰ ἀνθρώπινα, ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην ὑπεροχὴν, καὶ τῆς ὑπὲρ πάντα φύσεως τὸ ὑπέρλαμπρον κάλλος· εἴρηται γοῦν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ τὸ ἔτι μεῖζόν φησιν· Ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους, δῆλον δὲ ὅτι τὸ εἶδος αὐτοῦ, ὅμοιον ὡς εἰ καὶ ἔφασαν· Ἕστι μὲν γάρ τινας ἰδεῖν ἐν ἀνθρώποις ἀξιωμάτων φαιδρότητι διαπρέποντας· ταῖς ἐκ πλούτου δορυφορίαις ἠρμένους ὑψοῦ, καὶ εὐρυνομένους ἤγουν, καὶ καθ᾽ ἕτερόν τινα τρόπον, ἐν ἐπιγείοις ὄντας ὑπεροχαῖς.
Ἀλλ᾽ οὐδὲ ἐν τούτοις ἦν ὁ Ἐμμανουὴλ, ἀλλ᾽ ἐν σμικρᾷ καὶ κατεῤῥιμμένῃ τάξει, ὥστε δοκεῖν ἡττᾶσθαι τῶν ἄλλων ἀνθρώπων. Καὶ ἀληθὴς ὁ λόγος. Οὐ γὰρ πλουσίας ἐξέφυ μητρὸς τῆς ἁγίας Παρθένου, ἀλλὰ διὰ πάντων ἦλθε τῶν μικρῶν, ἵνα ὑψώσῃ τὸ ταπεινὸν, καὶ ζηλωτὸν ἀποφήνῃ τὸ ἄτιμον. Καὶ καθ᾽ ἕτερον δὲ λόγον, Θεὸς ὢν Κύριος καὶ βασιλεὺς τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρότητος; <Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη.> Εἰπόντες, ὅτι καὶ Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἐν ποίᾳ καταστάσει τεθέανται προσώπου τὸν κηρυττόμενον, διαγγέλλουσι σαφῶς.
Ἔοικε γὰρ ἀνθρώπῳ, φασὶν, ἐν πληγῇ μὲν ὄντι, γενναίως δὲ φέροντι μαλακίαν, τουτέστι κάκωσιν. ἤτοι τὸ πάσχειν κακῶς. Κατηφὲς γὰρ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον, καὶ οἷον ἐν θορύβοις ὄντος καὶ πτοίαις, ἅτε δὴ καὶ μέλλοντος ἤδη παθεῖν τὸν ἐπὶ ξύλου θάνατον· ὅτε καὶ ἔφασκεν, ὁτὲ μὲν, ὅτι «Νῦν ἡ ψυχή μου τετάρακται·» ὁτὲ δὲ πάλιν· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. —Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.» Ἔφη δέ τις καὶ τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι γεγονότος ἐγγὺς τοῦ καιροῦ, καθ᾽ ἃν ἔμελλε παθεῖν, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Καίτοι γὰρ φύσει Θεὸς ὑπάρχων ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ παθῶν, καὶ λύπης, καὶ πάντων ἁπαξαπλῶς τῶν τοιούτων ἀνεπίδεκτος ὢν, συνεχώρει τῇ καθ᾽ ἡμᾶς φύσει τὸ μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος τοῦ πειρασμοῦ, διὰ πάντων ἀποδεικνὺς, ὅτι γέγονε καθ᾽ ἡμᾶς, καὶ οὐ, καθὰ φρονεῖν ἔδοξέ τισι, σκιὰ καὶ εἴδωλον ἦν ἐπὶ γῆς ὁρώμενος, καὶ αὐτόχρημα γέγονεν ἄνθρωπος. Ἀπέστραπται δὲ, φησὶ, τὸ πρόσωπον αὐτῷ. Τὸ δὲ, Ἀπέστραπται, ἀντὶ τοῦ, Κατῃσχύνθη, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Πιλάτος μὲν γὰρ ἔπεμψε τὸν Ἰησοῦν πρὸς τὸν Ἡρώδην· ὁ δέ γε, φησὶν, ἐξουθενήσας αὐτὸν ἀνέπεμψεν αὐτόν.
Οὐ γὰρ ἐλογίσατο εἶναι τὸν Ἰησοῦν, ἠτιμάσθη δὲ καὶ τὸ πρόσωπον αὐτοῦ, πεμπομένων δηλονότι τῶν πτυσμάτων, καὶ καταπαιόντων αὐτὸν τῶν τοῦ Πιλάτου στρατιωτῶν, καὶ λεγόντων· «Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε.» Ἠτιμάσθη δὲ καὶ ἑτέρως, τὰς διὰ μαστίγων αἰκίας ὑπενεγκὼν, καὶ τὰ ἐκ τῶν ὑπηρετῶν ῥαπίσματα. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Οὐκοῦν, ὡς ἔφην, ἐοίκασιν οἱ θεσπέσιοι προφῆται καθ᾽ ὅρασιν δηλονότι τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἰδεῖν τὸν Υἱὸν, ἤτοι τὸ αὐτοῦ πρόσωπον κατηφείας ἀνθρωποπρεποῦς οὐκ ἀπηλλαγμένον, ἅτε δὴ καὶ ἐνεστηκότος τοῦ καιροῦ, καθ᾽ ὃν ἔδει παθεῖν αὐτὸν, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. <Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.> Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τῆς Ἰουδαίων ἠνέσχετο δυσσεβείας, ἵνα, ὡς ἔφην ἀρτίως, ἀφέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐδὲν εἰς τοῦτο κατορθοῦν ἰσχύοντος τοῦ νομικοῦ γράμματος, ἤτοι τῆς κατὰ νόμον λατρείας.
Καὶ γὰρ ἦν ἀμήχανον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας. Ἔξω γε μὴν τῆς πύλης ἔπαθεν, ἵνα, ὡς ὁ Παῦλός φησι, διὰ τοῦ ἰδίου αἵματος ἁγιάσῃ τὸν λαόν· πέπονθε γὰρ, οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, πολλοῦ γε καὶ δεῖ, ἀλλ᾽ ὑπὲρ πάσης τῆς ὑπ᾽ οὐρανόν.
Καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι «Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Καὶ αὐτὸς δέ πού φησι διὰ τῆς τοῦ Ψάλλοντος λύρας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.
Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἠβουλήθην.» Ἀνονήτου γὰρ οὔσης τοῖς ἐπὶ τῆς γῆς εἰς τὸ ἀφελεῖν ἁμαρτίας τῆς κατὰ νόμον λατρείας, ἐπείπερ ἦσαν ἀβούλητοι τῷ Θεῷ βουθυσίαι τε καὶ προβάτων σφαγαὶ, προσκεκόμικεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· εἶτα τὸν τῆς σαρκὸς ὑπομείνας θάνατον, ὅλην ἠλευθέρωσε τὴν ὑπ᾽ οὐρανὸν, καὶ θανάτου, καὶ ἁμαρτίας. Εἶς γὰρ ὁ πάντων ἀνταξιώτερος πέπονθεν ὑπὲρ πάντων, ἵνα πάντων κρατῇ τε καὶ βασιλεύῃ. Καὶ πιστώσεται πάλιν ὁ Παῦλος γράφων· «Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Καὶ πάλιν· «Εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὀρθῶς οὖν ὁ προφήτης φησὶν, ὅτι «Οὗτος ὁ ἐν πληγῇ ὢν ὁ εἰδὼς φέρειν μαλακίας, ὁ ἀπεστραμμένον ἔχων τὸ πρόσωπον, ὁ ἀτιμασθεὶς, καὶ μὴ λογισθεὶς, τὰς ἡμῶν ἁμαρτίας φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει.» Ἄθρει δή μοι πάλιν, μεθ᾽ ὅσης εὐτεχνίας ὁ προφητικὸς ἐν τούτοις πρόεισι λόγος.
Ὑποπλάττεται γὰρ πρόσωπον τῶν μὴ εἰδότων τὸ Χριστοῦ μυστήριον, οἰηθέντων δὲ ὅτι γέγονεν ἐν τῷ παθεῖν, ὡς ἰδίων ἁμαρτημάτων ἀποστήσων. Ἐλογισάμεθα γὰρ αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει, φησὶ, τουτέστιν, ἐνομίσαμεν θεήλατον ἐπ᾽ αὐτῷ συμβῆναι τὸ πάθος, ὡς διά τινας ἁμαρτίας, ταύτης τε ἕνεκα τῆς ἁμαρτίας ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει γενέσθαι. Τὸ δὲ οὐχ οὕτως ἔχει ποθὲν, ἀλλ᾽ ἐτραυματίσθη μᾶλλον διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Εἶτα καὶ ἑτέρους ἀποδίδωσι λόγους, δι᾽ ὧν ἔστιν ἰδεῖν, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας, καὶ ζωῆς, γέγονεν ἐν τῷ παθεῖν ὁ μὴ εἰδὼς ἁμαρτίαν.
Πάλαι μὲν γὰρ διειστήκειμεν εἰς ἔχθραν τῷ Θεῷ, τοῖς ἱεροῖς αὐτοῦ μαχόμενοι νόμοις, καὶ τὸν τῆς εὐπειθείας οὐκ ἔχοντες ζυγὸν, καὶ τὸ δουλεύειν αὐτῷ παραιτούμενοι. Ἀλλ᾽ ἦν ἀναγκαῖον, φησὶ, μάστιγι παιδεύεσθαι τοὺς εἰς τοῦτο θράσους ὠλισθηκότας· ἵνα τῶν φαύλων ἀποφοιτήσαντες, καταλύσωμεν τὴν ἔχθραν, καὶ εἰρηνεύσωμεν πρὸς Θεὸν, διά γε τοῦ καθυφεῖναι μὲν αὐτῷ τὸν αὐχένα, πειρᾶσθαι δὲ κατορθοῦν τὸ ἀρέσκον αὐτῷ. Ἀλλ᾽ αὕτη, φησὶν, ἡ παιδεία, ἣν ἐπενεχθῆναι μᾶλλον ἐχρῆν τοῖς ἡμαρτηκόσιν, ἵνα καταλλάξειαν πολεμοῦντες Θεῷ, ἦλθεν ἐπ᾽ αὐτόν. Καὶ τοῦτο, οἶμαι, τὸ, Παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν. Σαφέστερον δὲ καθίστησι τὴν τοῦ προκειμένου διάνοιαν, ἐπενεγκὼν εὐθὺς, Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πέπονθε γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν. Πάντες μὲν γὰρ ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Οὐκοῦν πεπλανήμεθα μὲν ἡμεῖς, ἀπέστημεν Θεοῦ ζῶντος, κατακολουθήσαντες ταῖς ἑαυτῶν ἡδοναῖς. Ὁ δέ γε τῶν ὅλων Κύριος, τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ, διὰ τὰς ἡμῶν ἁμαρτίας παρέδωκεν αὐτὸν, ἵνα ἡμᾶς ἀπαλλάξῃ δίκης, καὶ διασώσῃ πιστεύσαντας.
Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφη Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπώληται, ἀλλ᾽ ἕξῃ ζωὴν αἰώνιον.» <Καὶ αὐτὸς δὲ διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.> Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, εἰρήσεται δὲ καὶ οὕτως ἀνὰ μέρος ἕκαστα πρὸς ἡμῶν, μὴ ἄρα πως καὶ ἀσυμφανὲς εἶναί τι δόξειεν ἔσθ᾽ ὅτε τισίν. Ἐκρίνετο μὲν γὰρ παρὰ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Εἶτά τινες ἦκον εἰς μέσον συκοφαντοῦντες αὐτὸν, καί τινα παρ᾽ αὐτοῦ κατὰ τῆς τοῦ Θεοῦ δόξης εἰρῆσθαι διαβεβαιούμενοι.
Ἀλλ᾽ οὐδὲν πρὸς ταῦτα Χριστὸς ἀπεκρίνατο· ἠπίστατο γὰρ ὀνήσουσαν μὲν οὐδὲν παντελῶς τὴν ἀπολογίαν· ἐκρίνετο γὰρ παρ᾽ ἐχθροῖς. Ὅτι δὲ θερμοτέροις κατ᾽ αὐτοῦ κεχρήσονται θυμοῖς Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν τῆς ὑπ᾽ οὐρανὸν, οὐκ ἠγνόησε πάλιν. Σεσίγηκε τοίνυν, παρά γε αὐτοῖς καὶ Πιλάτῳ κρινόμενος, πλὴν ὀλίγα καὶ μόλις εἰπὼν, εἰς τὸ ἀπροφάσιστον αὐτοῖς καταστῆσαι τὴν ἁμαρτίαν. Ὁ μὲν γὰρ ἀπηνὴς καὶ ἀνόσιος Καϊάφας ἤρετο λέγων· «Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» Ὁ δὲ πρὸς τοῦτο εὐθύς· «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Ἤρετο δὲ καὶ Πιλάτος, εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καὶ πρός γε ταῦτα Χριστός· «Σὺ εἶπας τοῦτο.» Ἐντεῦθεν ταῖς τῶν Ἰουδαίων ἀπονοίαις σύνδρομος ἦν ὁ Πιλάτος· καὶ μαστιγώσας τὸν Ἰησοῦν, ἀποφέρειν ἐκέλευσε τοῖς ὑπ᾽ αὐτὸν στρατιώταις λῃσταῖς ἀναμὶξ ἐπὶ τὸ χρῆναι παθεῖν τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἀληθὲς οὖν, ὅτι, καθά φησιν ὁ προφήτης, Διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα.
Μυρία γὰρ ὅσα πεπονθὼς κατὰ τὸν τῆς συλλήψεως καιρὸν, ὕβρεις τε ὑπομείνας, καὶ ἐμπτύσματα, καὶ τὰ ἐκ τῶν ἀνοσίων ὑπηρετῶν ῥαπίσματα, ἕτερά τε πρὸς τούτοις, ἅπερ ἦν εἰκὸς δύνασθαι κακῶς διαθεῖναι τὸν πεπονθότα, προσεκομίσθη τῷ Πιλάτῳ. Ἀπὸ δὴ τοῦ κεκακῶσθαι, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα· ἀλλ᾽ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος. Ἀποφέρονται μὲν γὰρ εἰς τὸ καθαρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας αὐτοῖς μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες. Τὰ δὲ, καίτοι πάσχοντα (παραψαύουσα γὰρ ἔσθ᾽ ὅτε τῶν δερμάτων ἡ μάχαιρα λυπεῖ), φέρει καὶ σιωπᾷ, καὶ τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾷ. Οὕτω καὶ ὁ Χριστὸς, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.
Ἀληθὲς οὖν, ὅτι Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπειδὴ γὰρ ἔδοξεν εἶναί τις αὐτοῖς εὐτελὴς, καὶ ἐν τοῖς ἄγαν ὑφειμένοις, προχειροτάτην κατ᾽ αὐτοῦ τὴν ψῆφον, ἤτοι κρίσιν, ἐξενηνόχασι. Δρῶσι δὲ τοῦτο τῶν δικαζόντων τινὲς, οἷς ὀλίγος μὲν κομιδῇ τῆς ἀκριβείας, ἤτοι τῆς ἀληθείας, ὁ λόγος· προσώποις δὲ μᾶλλον, ἢ τοῖς γεγονόσι δικάζουσιν.
Εἰ μὲν γάρ τις εἴη τῶν ἐν κόσμῳ λαμπρῶν ὁ κρινόμενος, ἀκριβεῖς τῶν πραγμάτων ἐξετασταὶ εὑρίσκονται, τάχα που καὶ τότε τῇ ἀληθείᾳ μαχόμενοι, καὶ τρόπους ἐπικουρίας ἀνευρεῖν πειρώμενοι· ἀσήμου δέ τινος προσκεκομισμένου, τότε δὴ, τότε θερμοὶ, καὶ θρασεῖς, καὶ ἀοκνότατοι λίαν, καὶ τὴν ἐπὶ τοῖς ἐσχάτοις αὐτοῦ καταφέρουσι ψῆφον. Ἤρθη τοίνυν ἡ κρίσις αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, φησίν. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισιν εἶναι παρὰ τοῖς Ἰουδαίοις, ἤτοι τοῖς κρίνουσι, ταπεινὸς, ἐννοήσας ὁ προφήτης τῆς ἐνούσης εὐκλείας αὐτῷ τὸ περιφανὲς, καὶ ὅτι Θεὸς ἦν, ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὁρώμενος τοῖς ἐπὶ τῆς γῆς· μονονουχὶ κατασείει τὴν κεφαλὴν, καὶ κατολοφύρεται τοὺς τὴν ἐπ᾽ αὐτῷ κρίσιν ὁρίσαντας, καί φησι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Οὐ γὰρ κατὰ τοῦ τυχόντος, φησὶν, ὡς γοῦν ᾠήθητε, σκληροὶ καὶ ἄδικοι γεγόνατε δικασταί· κατὰ τούτου δὲ μᾶλλον, οὗ τὴν γενεὰν, ἤτοι τὴν γέννησιν, οὐδεὶς ἂν ἡμῖν διερμηνεύσει[ε] λόγος. Διχῆ δὲ τοῦτο νοήσεις. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ Πατρὸς Θεὸς ὢν ὁ Λόγος, ἄῤῥητος δὲ καὶ ἀπερινόητος παντελῶς ὁ τῆς γεννήσεως τρόπος.
Οὐ γὰρ κατὰ σῶμα γέγονεν, ἀλλ᾽ ὡς ἂν πρέποι τῇ νοερᾷ τε καὶ ἀσωμάτῳ φύσει. Φῶς γὰρ ἐξέλαμψεν ἐκ φωτὸς, ἀνέφυ δὲ καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὅτι μὲν ἐγεννήθη κατὰ ἀλήθειαν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνενδοιάστως πιστεύομεν· τὸ δὲ ὅπως, εἰπεῖν ἢ νοεῖν οὐκ ἔστι. Θεὸς δὲ ὢν φύσει, καθῆκεν ἑαυτὸν εἰς τὸ ἑλέσθαι παθεῖν δι᾽ ἡμᾶς τὴν κένωσιν. Ἔλαβε δὲ δούλου μορφὴν, καὶ ὑπέμεινε γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικὸς, οὐ τοῖς τῆς ἀνθρωπείας φύσεως; ἀκολουθήσας νόμοις. Οὐ γὰρ ἐξ ἀνδρὸς, ἢ γυναικὸς ἡ πρόοδος· μυστικὴ δὲ μᾶλλον, καὶ ξένη, καὶ ὑπὲρ ἡμᾶς, καὶ ἐγγὺς ἀδιήγητος. Εἴρηται γὰρ πρὸς τὴν ἁγίαν Παρθένον, ὅτι «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.» Ἐπειδὴ δὲ καὶ ὑπὲρ φύσιν τὴν καθ᾽ ἡμᾶς πεπράχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον, διὰ τοῦτό φησιν ὁ προφήτης, ὅτι Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τὸ δὲ, Αἴρεται, φησὶν, ἀντὶ τοῦ, Ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ τῆς γῆς ἐστιν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία καὶ ὁ κατὰ σάρκα βίος. Μόνος γὰρ ἐκ πάντων, καίτοι καθ᾽ ἡμᾶς ὁρώμενος ἄνθρωπος, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καίτοι τοῦτο κατωρθωκότος οὐδενὸς τῶν ἐπὶ τῆς γῆς· ἀμώμητος γὰρ παντελῶς ἐν ἡμῖν οὐδείς.
Αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶ τοὺς ἐπὶ τῆς γῆς ἡ ζωὴ, τουτέστιν ἡ ὕπαρξις τοῦ Μονογενοῦς, ὅταν ἔξω νοῆται σαρκὸς, καὶ οὔπω καθ᾽ ἡμᾶς γενόμενος ἄνθρωπος. Οὗ τοίνυν παράδοξος καὶ ὑπὲρ φύσιν ἡ κατὰ σάρκα γέννησις, τούτου καὶ ἡ ζωὴ καὶ ὁ βίος ὑπερνήχεται τὸ μέτρον τῶν ἐπὶ τῆς γῆς. Ἀλλ᾽ ὥσπερ τινὸς πρὸς ταῦτα λέγοντος· Πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ψήφοις ὑπενήνεκται θανάτου, καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη; Κατακέκριται γὰρ ὡς ἁμαρτωλός· μονονουχὶ καὶ ἀντανίσταται λέγων ὁ Θεὸς καὶ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἢ γὰρ τοῦτό φησιν, ὅτι Ὑπὲρ τῆς ἁμαρτίας τοῦ λαοῦ μου τὴν τοῦ θανάτου ψῆφον ὑπομεμένηκεν ἑκὼν, ἤγουν ἐκεῖνό που τάχα.
Ἐπειδὴ γὰρ ἀνομώτατοι, φησὶ, γεγόνασιν οἱ τελοῦντες εἰς τὸν ἐμὸν λαὸν, διὰ τοῦτο τῆς αὐτῶν ὠμότητος, καὶ μιαιφονίας, καὶ ἐπ᾽ αὐτὸν ἦλθον οἱ βρόχοι, ἤχθη δὲ οὗτος εἰς θάνατον. Ἀληθὲς δὲ πάντως τοῦτό τε κἀκεῖνο. Ἀπέθανε γὰρ ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τῶν ἐπὶ τῆς γῆς, καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς ἀναφύντα καταλύσῃ θάνατον. Ἀπέθανε καὶ ἑτέρως, ἀνομησάντων εἰς αὐτὸν Ἰουδαίων. Καίτοι γὰρ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυτοῖς· «Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» <Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.
Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.> Ἕοικεν ἐν τούτοις ἐκεῖνο βούλεσθαι δηλοῦν, καὶ ἀληθὲς ὂν ἀποφαίνειν, ὅπερ ἔφαμεν ἀρτίως, ὅτι διὰ τὸ εἶναι δυσσεβεῖς σφόδρα, καὶ ἀνομωτάτους τοὺς τελοῦντας εἰς λαὸν Θεοῦ, ἤχθη Χριστὸς εἰς θάνατον.
Ἐπειδὴ γὰρ, φησὶν, πεπαρῳνήκασιν εἰς αὐτὸν ἀνοσίως, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασι, δυσσεβοῦντες ἀφυλάκτως καὶ εἰς αὐτὸν τὸν σώζοντα· ταύτῃτοι καὶ μάλα δικαίως τοὺς πονηροὺς καὶ πλουσίους δώσω, φησὶν, εἰς χεῖρας ἐχθρῶν, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ. Πεπλημμελήκασι γὰρ Ἰουδαῖοι κατὰ δύο τρόπους, καὶ ἀπεκτονότες τὸν Κύριον, καὶ συκοφαντοῦντες αὐτοῦ τὴν ταφήν. Καὶ τίνα τρόπον, ἐροῦμεν. Ἐτάφη μὲν γὰρ ὑπομείνας τὸν κατὰ σάρκα θάνατον· πλὴν ἀνεβίω τριήμερος, σεισμοῦ γεγονότος ἐν τῷ μνημείῳ· ὥστε καὶ τοὺς φυλάσσοντας στρατιώτας ἐν αἰσθήσει γενέσθαι τοῦ πράγματος, ἀφικέσθαι τε πρὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἀπαγγεῖλαί τε τοῦτο, καὶ αὐτὴν δὲ τὴν ἀνάστασιν. Οἱ δὲ, καθά φησιν ὁ εὐαγγελιστὴς, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, ἵνα εἴπωσιν, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτόν. Καὶ ἐφημίσθη ὁ λόγος οὗτος παρὰ τοῖς Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας. Οὐκοῦν διττοῖς πλημμελήμασι γράφεται τοὺς ἠσεβηκότας ὁ Θεὸς καὶ Πατήρ· πονηροὺς δὲ αὐτοὺς καὶ πλουσίους ἀποκαλεῖ· πονηροὺς μὲν ὡς συκοφαντήσαντας, καὶ ἐπ᾽ αἰτίαις μὲν ἑώλοις ἀπεκτονότας τὸν Ἰησοῦν· πλουσίους δὲ, ὅτι χρήμασι πεπείκασι τοὺς Πιλάτου δορυφόρους, τὸ σεπτὸν καὶ μέγα τῆς ἀναστάσεως συκοφαντῆσαι μυστήριον.
Εἰκὸς δὲ καὶ καθ᾽ ἕτερον τρόπον πλουσίους αὐτοὺς ὠνομάσθαι, ὡς αἰνιττομένου τε καὶ ὑποπλήττοντος τοῦ λόγου, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπεβούλευσαν τῷ Χριστῷ, ἵνα ἔχοιεν αὐτοὶ πλοῦτον ἀδίκως σεσωρευμένον, τὸν ἀπό γε τοῦ μὴ κρίνειν ὀρθῶς, καὶ οὓς ἂν δύνωνται πλεονεκτεῖν.
Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου· «Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ἀπαράδεκτον δὲ καὶ τὸν τῆς πίστεως ἐποιοῦντο λόγον, ἐννοοῦντες, ὅτι παυσομένης τῆς ἐν νόμῳ λατρείας, ἐκπίπτουσι κερδῶν τῶν ἀπό γε τῆς ἱερωσύνης· ἐκομίζοντο γὰρ ἀπαρχὰς, καὶ δεκάτας, καὶ μέχρις αὐτῶν τῶν εὐτελεστάτων ἀκριβολογούμενοι. Καὶ γοῦν ὠνειδίζοντο παρὰ Χριστοῦ λέγοντος· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Ἁλίσκονται δὲ φιλόπλουτοι, καὶ καθ᾽ ἑτέραν αἰτίαν· ὡς γὰρ ἔφην φθάσας, τὸν δεσποτικὸν εἰς αὑτοὺς μετατιθέντες κλῆρον, ἐπεβούλευσαν τῷ τοῦ ἀμπελῶνος δεσπότῃ· ὅτι δὲ τῇ θείᾳ ψήφῳ δέδωκεν ὁ Θεὸς τοὺς πονηροὺς καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου καὶ τῆς ταφῆς τοῦ Χριστοῦ, διαδείκνυσιν ἐναργῶς, ἐπιφέρων εὐθύς· «Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ποῖος οὖν ἄρα τοῖς Ἰουδαίοις ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ κρίσεως; Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ μεμαρτύρηκεν ἐναργῶς τὸ ἀναμάρτητον τῷ Υἱῷ. Οὔτε γὰρ εὑρέθη δόλος, τουτέστι ψεῦσμα, ἐν τῷ στόματι αὐτοῦ, οὔτε μὴν ἐποίησεν ἀνομίαν.
Οὐκοῦν ἔργῳ τε καὶ λόγῳ πανάμωμος ἦν, καὶ εἰς λῆξιν ἁπάσης καθαρότητος διελήλακεν. Οἱ δὲ κατεψεύδοντο καὶ κατεμαρτύρουν αὐτοῦ, Πιλάτῳ λέγοντες, ποτὲ μὲν, ὅτι «Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει διδόναι φόρους Καίσαρι·» καὶ πάλιν, «Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» Ἀντιπράττουσι τοίνυν ταῖς τοῦ Πατρὸς μαρτυρίαις, τὸν ἀμώμητον καὶ δίκαιον αἰτιάμασιν ὑποφέροντες τοῖς οὐκ ἀληθέσι, καὶ ταύτης ἕνεκα τῆς αἰτίας παρεδόθησαν ἐχθροῖς. «Ἐπειδὴ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς.» Δίκας μὲν γὰρ οὐκ ἐκτετικότων τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἦν τάχα πού τινας εἰκὸς ὑπονοῆσαι λέγειν, ὡς ὁσίᾳ ψήφῳ κατεδικάσθη Χριστὸς, ἅτε δὴ καὶ ἔνοχος καταστὰς ἐπενεχθείσης αἰτίας αὐτῷ. Ἐξενεχθείσης δὲ τῆς ὀργῆς, καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσιν ἀναλόγου κολάσεως ἐπενηνεγμένης, καθαρίζεται τῆς πληγῆς. Οὐ γὰρ ἂν ἠγανάκτησε Θεὸς, οὐδ᾽ ἂν ὑπερεῖδε τὸν ἑαυτοῦ λαὸν, οὐδ᾽ ἂν τοῖς ἐσχάτοις αὐτοὺς ἐνῆκε κακοῖς, εἰ μὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, συκοφαντοῦντες αὐτὸν, καὶ προσηλοῦντες αὐτὸν τῷ ξύλῳ, καὶ ὑπεράνω πάσης ἰόντες ἀπανθρωπίας. <Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει [vulg.
ἀνοίσει]. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.> Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀπεκτονόσιν ἀδίκως τὸν τῆς ζωῆς χορηγὸν, καὶ τῆς ἁπάντων σωτηρίας πρύτανιν, μεθίστησι τοὺς λόγους ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ καί φησιν ὡς πρὸς αὐτάς· Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Ὅμοιον δὲ ὡς εἰ λέγοι σαφῶς· Τέθεικεν ὑπὲρ ὑμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Χριστός· ἠγόρασεν ὑμᾶς ἐν αἵματι τῷ ἰδίῳ, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἵνα ὑμῶν κατορθώσῃ τὴν σωτηρίαν. Ἂν τοίνυν ἀμείψησθε καὶ ὑμεῖς αὐτοὶ, καὶ καταθῆσθε ὥσπερ ἐν ὀφλήματος τάξει τὸ εὐήνιον, καὶ ὑπαγάγητε τὸν αὐχένα τοῖς αὐτοῦ ζυγοῖς· τότε ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, τουτέστιν, ἔσεσθε κοινωνοὶ τῶν εἰς μακραίωνα βίον τετηρημένων, ἁγίων δὲ δηλονότι, οἳ τῆς εἰς αἰῶνα ζωῆς τὴν ἐλπίδα πεπλουτήκασιν. Οὐδεὶς μὲν γὰρ παρ᾽ Ἕλλησι λόγος τῆς τῶν νεκρῶν ἀναστάσεως ἦν, ἀπιστεῖται δὲ καὶ εἰς δεῦρο τὸ μυστήριον. Μονονουχί φασι τὸ, ὅτι Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, οὗ σβεσθέντος, τέφρα ἀποβήσεται τὸ πᾶν, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀνήρ.
Παρὰ δέ γε τοῖς τῆς Ἐκκλησίας τροφίμοις, ἐλπὶς ἀκράδαντος ἡ ἀνάστασις τῶν κεκοιμημένων ἦν, καὶ τοῖς ἔθνεσιν ὑπισχνεῖται Θεὸς, εἴπερ ἕλοιντο τὴν ἀντέκτισιν τῆς ἑαυτῶν ψυχῆς προσκομίσαι Χριστῷ τῷ παθεῖν ἑλομένῳ διὰ τὴν αὐτῶν ἁμαρτίαν. Ὀφείλημα δὲ τὸ πρὸς ἡμῶν ὁποῖον ἄρα ἐστὶ, σαφηνιεῖ λέγων ὁ Παῦλος· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Οὐκοῦν ἐπωφλήσαμεν αὐτῷ τὴν ἑαυτῶν ζωήν. Διὰ τοῦτό φησιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ὅ γε μὴν ἑαυτὸν ἀρνούμενος, οὐ τὴν αὐτῷ καθ᾽ ἡδονὴν ἔτι διαβιώσεται ζωὴν, ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν νοοῖτο Χριστοῦ, τουτέστιν ἁγίαν, καὶ ἀμώμητον, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος, ὃς δὴ καὶ γέγραφεν ἐναργῶς· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Ἄθρει δὴ οὖν ὅπως δέδωκε περὶ ἁμαρτίας, ἀναθεὶς ὥσπερ τῷ δι᾽ αὐτὸν παθόντι τὴν ἑαυτοῦ ζωήν. Ἀκηκόαμεν γὰρ λέγοντες τοῦ Χριστοῦ τοῖς ἑαυτοῦ γνωρίμοις· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.
Καὶ ὁ ἀγαπῶν υἱὸν, ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Μήτηρ μὲν γὰρ ἀνθρώπου καὶ πατὴρ, ἀρχὴ καὶ πρόφασις αὐτῷ γεγόνασι τῆς εἰς τὸ εἶναι προόδου σωματικῆς· ὁ δέ γε τῶν ὅλων Θεὸς καὶ Πατὴρ, κεκρατημένους θανάτῳ, καὶ μαραινομένους ἐν ἴσῳ πόαις, ἀνεγέννησεν εἰς ἀφθαρσίαν διὰ Χριστοῦ ἐν Πνεύματι, καὶ κρείττους ἀπέφηνε τῆς φθορᾶς, μακρᾷ καὶ ἀτελευτήτῳ στεφανώσας ζωῇ. Οὐκοῦν ἥττηται ἂν εἰκότως τῆς εἰς αὐτὸν ἀγάπης ἡ εἰς γονέας αἰδώς· τὸ δὲ ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας, καὶ τοῖς αὐτοῦ νεύμασιν, ἤγουν ἱεροῖς θεσπίσμασι, κατακολουθεῖν, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας, μετὰ τοῦ τὴν εἰς αὐτὸν πίστιν ὀρθῶς τε καὶ ἀμωμήτως ἔχουσαν ἑλέσθαι τηρεῖν. Ὄψεται τοίνυν ἡ ψυχὴ ὑμῶν, φησὶ, σπέρμα μακρόβιον. Βούλεται γὰρ Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, καὶ δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει. Γέγονε μὲν γὰρ περίλυπος ἕως θανάτου πρὸ τοῦ τιμίου σταυροῦ· γέγραπται γὰρ οὕτω παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς.
Ἐπειδὴ δὲ πατήσας τὸν ᾅδην ἀνεβίω τριήμερος, εἶτα τεθέαται τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ μεταμορφωθεῖσαν εἰς ἀφθαρσίαν, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν πάσης ἤδη κατευρυνομένην τῆς γῆς, μέλλουσάν τε καταφωτίζεσθαι τῶν ἐθνῶν τὴν πληθὺν, καὶ τῆς μὲν ἀρχαίας καὶ συντρόφου πλάνης ἀποφοιτᾷν, καλεῖσθαι δὲ πρὸς ἐπίγνωσιν ἑαυτοῦ τε καὶ τοῦ Πατρός· ἀποβέβληκε τὸν ἐπὶ τῷ παθεῖν πόνον, καὶ τοῖς εὖ φρονοῦσι δέδωκε τὸ νικᾷν. Ἅμα γὰρ ἐκ νεκρῶν ἐγήγερται, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἡσθεὶς ἄγαν ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ καὶ ζωῇ, τοῖς ἁγίοις ἔφη μαθηταῖς· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκοῦν ἐὰν δῶτε περὶ ἁμαρτίας, ἔσεσθε μέτοχοι καὶ αὐτοὶ μακροβίου σπέρματος, τοῦ τῶν ἁγίων δηλονότι. Βούλεται γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, τουτέστι, τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι πρὸς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος, τουτέστι τούς ποτε πλανωμένους· οἷς καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει, λέγων· «Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Βούλεται πλάσαι τῇ συνέσει.
Καὶ τί δὴ τοῦτό ἐστι, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· «Ἡμεῖς γὰρ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Οἱ μὲν γὰρ ὄντες ἐν ἁμαρτίαις, καὶ τὴν κτίσιν παρὰ τὸν Κτίστην λατρεύοντες, δυσειδῆ πως ἔχουσι τὴν καρδίαν, καὶ ἀκαλλεστάτην σφόδρα τὴν διάνοιαν. Εἴρηται γοῦν πρός τινα διὰ τῆς Ἱερεμίου φωνῆς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή.» Ἐπειδὰν δὲ τὴν εἰς Χριστὸν παραδέξωνται, μεταπλάττονται νοητῶς πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος.
Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Βούλεται τοίνυν ὁ Θεὸς καὶ Πατὴρ τῇ συνέσει, τουτέστι τῇ ἑαυτοῦ σοφίᾳ, θεοπρεπεῖ δὲ δηλονότι, διαπλάσαι πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἀποφῆναί τε συμμόρφους αὐτῷ δι᾽ ἁγιασμοῦ ἐν πνεύματι. «Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσε.» Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον.
Βούλεται δὲ, οἶμαι, ὁ Θεὸς, καὶ Πατὴρ δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει. Ὁ μὲν οὖν δίκαιος εὖ δουλεύων πολλοῖς, νοηθείη ἂν οὐχ ἕτερος, οἶμαι, τὶς, παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Οὐ γὰρ ἦλθε διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον, κατὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Ταύτῃτοι διάκονον ἐδόκει λέγειν τῷ μακαρίῳ Παύλῳ. Ἔφη γὰρ περί τε τοῦ νόμου καὶ τῆς Καινῆς Διαθήκης· «Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα (δεδόξαστο γὰρ τὸ Μωσέως πρόσωπον), πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Δίκαιος τοίνυν καὶ ἄμωμος ὁ Χριστὸς εὖ δουλεύων πολλοῖς. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, οὐχ ἵνα τὴν οἰκείαν αὐτὸς ὀνήσῃ φύσιν, ἀλλ᾽ ἡμῖν καὶ τοῦτο δωρούμενος, καὶ ὥσπερ τινὰ διακονίαν ἀποπληρῶν εἰς ἡμᾶς, δι᾽ ἧς καὶ σεσώσμεθα. Δικαιοῦταί γε μὴν τὴν τοῦ δοκεῖν εἶναι πονηρὸς, ἤτοι δικαίως παθεῖν τὸν ἐπὶ ξύλου θάνατον, ὑποψίαν ἀποκρουόμενος διὰ τοῦ καὶ δίκας ἐκτῖσαι τῆς εἰς αὐτὸν δυσσεβείας τοὺς ἐξ Ἰσραὴλ, καὶ τοῦ βασιλεῦσαι τοῖς ὑπ᾽ οὐρανὸν ἁπάντων αὐτῷ προσδεδραμηκότων ἐθνῶν. Ὅτι γὰρ διακονίας ἰσχὺν ὁ τῆς ἐνανθρωπήσεως ἔχει λόγος, παρέδειξεν εἰπών· «Καὶ αὐτὸς τὰς ἁμαρτίας αὐτῶν ἀνήσει.»
Ἵνα γὰρ ἀποστήσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, αὐτὸς ἐφ᾽ ἑαυτῷ ταύτην ἀναλαβὼν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀντάξιος, διὰ τοῦτο δεδούλευκε πολλοῖς. Τὸ Πολλοῖς δὲ λέγων, τὰ ἔθνη δηλοῖ. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ. Ἐπειδὴ δὲ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήνεγκε, φησὶ, διὰ τοῦτο κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα. Πάλιν ἐνθάδε πολλοὺς συνήσεις τοὺς ἐξ ἐθνῶν· μυριοπλασίους γάρ εἰσι τῶν ἐξ Ἰσραήλ· ἰσχυροὺς δέ γε, ἢ τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς ἐν Χριστῷ δυνατοὺς, καὶ εὐανδρίαν ἔχοντας τὴν πνευματικὴν, οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν, διαδίδωσι σκύλα. Διανέμει γὰρ τοῖς ἁγίοις πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. ᾯ μὲν γὰρ δίδοται, φησὶ, διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, προφητεῖαί τε καὶ διακρίσεις πνευμάτων, καὶ τὰ τῶν ἰαμάτων χαρίσματα. Περιστήσαντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τοὺς ἁγίους ἀποστόλους, ἐκεῖνό φαμεν· ἦσαν μὲν γὰρ κτῆσις ὥσπερ τοῦ Σατανᾶ πάντα τὰ ἔθνη, ἀλλ᾽ ἐμέρισεν αὐτὰ τοῖς ἁγίοις μυσταγωγοῖς ὁ κληρονομήσας πολλούς. Οἱ μὲν γὰρ, διὰ τοῦ θεσπεσίου Πέτρου κέκληνται πρὸς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἱ δὲ διὰ τῆς τοῦ θεσπεσίου Παύλου μυσταγωγίας, ἤγουν ἑτέρου τινὸς τῶν ἁγίων ἀποστόλων, εἰς τὸ τῆς ἀληθείας ἐσαγηνεύθησαν φῶς.
Ἐμέρισε τοίνυν αὐτοῖς ὁ Σωτὴρ, ὤσπερ τινὰ σκύλα, τουτέστι, πολέμου λάφυρα, τὴν τῶν ποτε πλανωμένων ἐπιστροφήν τε καὶ κλῆσιν· ὅτι δ᾽ ἐχρῆν τὸν ὑπὲρ πάντων ἀποθανόντα Χριστὸν, πάντων ὁρᾶσθαι δεσπότην, ἀναπείθει λέγων· Ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ δι᾽ ἁμαρτίας αὐτῶν παρεδόθη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.