Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Ε', Τόμος Β'

Η προφητεία περί της στείρας και της εξάπλωσης των εθνών, η νέα διαθήκη της χάριτος και η ανακαίνιση της κτίσεως εν Χριστώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 23 από 27

ΤΟΜΟΣ Βʹ. <Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους κατίσχυσον, ἔτι καὶ εἰς [Vulg. ἔτι εἰς] τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. Καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.> Τίνα δὴ τρόπον τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπέμεινε σταυρὸν, καὶ τὴν ὑπὲρ τοῦ κόσμου σφαγὴν ὁ ἀμνὸς ὁ ἀληθινὸς, τουτέστι Χριστὸς, διειπὼν εὖ μάλα, καὶ πρός γε τούτοις, ὅτι κληρονομήσει πολλοὺς προηγορευκὼς, μεθίστησι τῆς προφητείας τοὺς λόγους ἐπ᾽ αὐτοὺς ἤδη τοὺς εἰς κλῆρον αὐτῷ δοθέντας παρὰ Θεοῦ, τουτέστι τὰ ἔθνη. Τοῦτο γάρ που καὶ αὐτὸς ὁ Υἱὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας προανακεκράγει λέγων· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Πολλοὺς δὲ αὐτοὺς εἶναί φησι· πολλαπλασίους γὰρ καὶ ἀριθμοῦ κρείττονες οἱ ἐξ ἐθνῶν νοηθεῖεν ἂν, ὡς πρός γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰς ἓν καὶ μόνον τελοῦντας ἔθνος.

Γυναικί γε μὴν στείρᾳ καὶ ἀποβεβλημένῃ, ἤγουν ἐρήμῃ, παρεικάζειν ἀξιοῖ τῶν ἐθνῶν τὴν πληθύν· καὶ δὴ καί φησι πρὸς αὐτήν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα.

Ἀλλ᾽ ἴσως ἐκεῖνο ἐρεῖ τις· Στεῖραν ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἤτοι τὴν ἐξ ἐθνῶν συναγηγερμένην Ἐκκλησίαν, διὰ ποίαν αἰτίαν; καίτοι προμεμήνυκεν ὁ λόγος, ὅτι πολλῷ πλείους ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, τῶν λελυτρωμένων διὰ Μωσέως, καὶ διὰ τοῦτο καὶ ἠριθμημένων καὶ εἰς κλῆρον Θεοῦ; «Ὄτε» γὰρ, φησὶ, «διεμέρισεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοινίσματα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Στεῖρα οὖν κατὰ τίνα τρόπον ἡ πολύπαις οὕτω καὶ οἷον γονιμωτάτη;

Οὐδεὶς γὰρ ἦν παρά γε τοῖς οὐκ εἰδόσι τὸν τῶν ὅλων Θεὸν, ὡς διά τε γνῶσιν καὶ ἀρετὴν καταλογισθῆναι πρέπων ἐν τέκνοις Θεοῦ. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον οὐκ ἦν παρ᾽ αὐτοῖς ἡ δι᾽ ὕδατός τε καὶ πνεύματος ἀναγέννησις, ἀλλ᾽ ἦσαν ἐκ φθορᾶς ἔτι φθαρτῆς, φθαρτοὶ καὶ γήϊνοι, καὶ καθά φησιν ὁ Ψαλμῳδὸς, «Ἐκ μήτρας ἀπηλλοτριωμένοι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ἐξ αὐτῆς πλανώμενοι τῆς γαστρὸς,» ἅτε δὴ καὶ ὄντες ἐξ ἁμαρτωλῶν ἁμαρτωλοὶ, καὶ εἰδωλολάτραι, καὶ ἐλπίδα μὴ ἔχοντες, καθά φησιν ὁ πάνσοφος Παῦλος.

Ἡ οὖν στεῖρα τῷ ἐπὶ πάντας Θεῷ τίκτουσα μηδένα τῶν ὀφειλόντων, ἢ δυναμένων ἐν τέκνοις αὐτοῦ καταλογισθῆναι, καὶ τελεῖν διά τε πίστιν καὶ ἀρετήν. Ἀλλ᾽ ἰδοὺ προστέτακται ῥῆξαί τε καὶ βοῆσαι. Ἔθος δὲ τοῦτο δρᾷν ταῖς ἐπὶ δίφρῳ λοιπὸν καὶ τικτούσαις γυναιξὶν, ἃς δή φασι παροτρύνειν τὰς μαίας ἔντονόν τι καὶ τορὸν ἀναβοᾷν, ἵν᾽ ἐκθλίβοιτο τῆς μήτρας τὸ βρέφος, εὐρυνομένου τοῦ σπλάγχνου πρὸς τὴν βοήν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ῥῆξον, καὶ βόησον.» Ἄρξαι δὴ οὖν τοῦ τίκτειν, φησὶ, καὶ ὡς ὠδίνουσα πολλοὺς, δίδου συχνῶς τὴν ταῖς τικτούσαις ἀεὶ πρέπουσαν βοήν· ὡς ἐσομένη δὲ μήτηρ ἀναριθμήτων λαῶν, εὐφροσύνην δέχου τὴν πνευματικήν. Σαφηνίζων δὲ τοῦ προκειμένου ῥητοῦ τὴν διάνοιαν ὁ τῶν ὅλων Θεὸς, ἐπιφέρει λέγων· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔθος μὲν οὖν τῇ θεοπνεύστῳ Γραφῇ ἔρημον ἀποκαλεῖν τὴν χήραν.

Ἐχήρευσε δὲ τῶν ἐθνῶν ἡ πληθύς. Οὐ γὰρ ἐπλούτει τὴν κοινωνίαν τὴν πρός γε, φημὶ, τὸν ἁπάσης γνώσεως ἀληθοῦς, καὶ τὸν τῶν εἰς εὐσέβειαν σπουδασμάτων σπορέα λόγον, ὃν ἄν τις εἰπὼν γηπόνον, ὡς περὶ πάσης κτίσεως λογικῆς, οὐκ ἂν ἁμάρτοι τ᾽ ἀληθοῦς.

Δι᾽ αὐτοῦ γὰρ πᾶσα καρποφορία πνευματικὴ ἔν τε τοῖς ἁγίοις ἀγγέλοις καὶ ἡμῖν αὐτοῖς ἐμφύεται. Οὐκοῦν χήρα μὲν ἦν πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἄγονός τε διὰ τοῦτο καὶ ἄτεξ. Ἐπειδὴ δὲ παρεδέξατο διὰ πίστεως τὸν ἐξ οὐρανοῦ νυμφίον, πολλὰ γέγονεν αὐτῆς τὰ τέκνα μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἣν δὴ προσηγάγετο Θεὸς διὰ τοῦ πανσόφου Μωσέως πρὸς οἰκειότητα τὴν πνευματικὴν, καὶ ὥσπερ σύνοικον καὶ πολλῶν ἐποιήσατο καὶ ἀπέφηνε μητέρα καὶ τροφόν. Ἀλλ᾽ ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, καθά φησιν ὁ προφήτης Ἱερεμίας, εὔτεκνος οὖσα πολλή.

Πλείους γὰρ, ὡς ἔφην, οἱ τῆς ποτε στείρας υἱοὶ, πρὸς ἣν καί φησι τὸ, «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου.» Ἐπειδὴ γὰρ εὔπαις τε καὶ πολύπαις ἀδοκήτως ἀνέφυ τὸν ἐξ οὐρανοῦ λαβοῦσα λόγον, ἤτοι νυμφίον, ἀναγκαίως ἐκτείνειν εἰς εὖρός τε καὶ μῆκος τὰς ἑαυτῆς αὐλὰς προστέτακται, καὶ καταπηγνύναι τοὺς πασσάλους, ἵνα τὸ ἀκράδαντον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας διὰ τούτου νοῇς· καὶ τὸ μακρύνεσθαι δὲ τὰ σχοινίσματα, τὸ ἀπαραβλήτως πλούσιον εἰς εὐρυχωρίαν τῶν ἁγίων Ἐκκλησιῶν ὑποφαίνει, καίτοι τῆς ἀρχαίας σκηνῆς ὀλίγης οὔσης παντελῶς, καὶ στενοτάτας ἐχούσης αὐλάς. Πλὴν καὶ ἐν ἐκείνῳ τῷ τεχνήματι κατίδοι τις ἂν ὡς ἐν τύπῳ γραφόμενον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ εἰς εὖρός τε καὶ μῆκος ἀμφιλαφές. Περὶ γάρ τοι τὰς δέκα αὐλὰς τὰς ἐκ δέρεων τριχίνων κατεσκευασμένας, αὐλαὶ τετάχατο κύκλῳ τέσσαρες, οἷον εἰς ἕκαστον τῆς οἰκουμένης τρέχουσα μέρος, εἰς μῆκος μὲν ἑκατὸν, πεντήκοντα δὲ εἰς πλάτος. Διὰ τοῦτό φησιν· Ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, τουτέστιν, ἁπλούσθωσαν πανταχοῦ τὰ σὰ σχοινίσματα. Μεστὴ γὰρ ἁγίων Ἐκκλησιῶν ἡ ὑπ᾽ οὐρανὸν, εἰσὶ δὲ καὶ εὐμεγέθεις, εὐρεῖαί τε καὶ εὐμήκεις πανταχοῦ, καὶ παντὸς εἰς λῆξιν ἰοῦσαι κάλλους. Οὔτω γάρ πού φησιν ὁ τῶν ὅλων Θεὸς ἐγηγερμένου τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, μετά γε τὸ διὰ τῆς Ἀσσυρίων χειρὸς κατεμπρησθῆναι τὸν πρῶτον. «

Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; Καὶ πῶς νῦν, φησὶν, ὁρᾶτε αὐτὸν, καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.» Τοῦ γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὄντος ναοῦ, πολλῷ μείζους, καὶ πλούσιοι κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ὠρθώθησαν ναοὶ, τουτέστιν ἐκκλησίαι, τὸ σεπτὸν ἔχουσαι θυσιαστήριον εἰς δόξαν Χριστοῦ. Πλάτυνον δὴ οὖν, φησὶ, τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. Τὸ γὰρ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Πλείστων μὲν γὰρ ὅσων ἀνδρῶν ἁγίων καὶ ἀγαθῶν μήτηρ καὶ τροφὸς ἡ ἐξ ἐθνῶν γέγονεν Ἐκκλησία, ἐκτέτοκε δὲ πολλοὺς ἄρχοντάς τε καὶ ἡγουμένους λαῶν· ὥστε καὶ ἐθνῶν καθηγεῖσθαι πολλῶν, διά τοι τὸ δύνασθαι τὸν ἀμώμητον τῆς μυσταγωγίας ποιεῖσθαι λόγον, καὶ ποιμενικῆς εὐτεχνίας οὐκ ἀμοιρεῖν. Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, ἅτε δὴ τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατωρθωκόσι ζωὴν, κλῆρον ἐπαγγέλλεται, καὶ εἰς αἰῶνα τὸν μέλλοντα τὸ καθηγεῖσθαι λαῶν. Ἐν γάρ τοι τῇ τῶν ταλάντων διανομῇ, τοῖς προσάγουσιν ἐν διπλῷ τὸ δοθὲν, «Ἔσο, φησὶν, ἐπάνω δέκα πόλεων·» ἑτέρῳ δὲ αὖ, «Ἔσο ἐπάνω πέντε πόλεων.» Οὐκοῦν ἔθνη κληρονομήσει τὸ σπέρμα σου.

Πρέποι δ᾽ ἂν τοῦτο, καθάπερ ἔφην ἀρτίως, τοῖς ἡγουμένοις Ἐκκλησιῶν, οἳ δὴ καί φασιν ἐκ περιχαρείας τῆς ἄγαν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ» Κλῆρος μὲν γὰρ ὁ μόνῳ καὶ ἀληθῶς πρεπωδέστατος Χριστῷ τὸ καθηγεῖσθαι τῶν ἄλλων. Διὰ τοῦτο καὶ προτέταχε μηδενὶ λέγειν· Ῥαββί· «Εἷς γάρ ἐστι,» φησὶν, «ὑμῶν καθηγητὴς ὁ Χριστός.» Ἀλλ᾽ ὥσπερ φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, φῶς ἐκάλεσε τοὺς ἁγίους ἀποστόλους, καὶ ὥσπερ αὐτὸς ὢν φύσει καὶ μόνος ἀληθῶς Υἱὸς, δέδωκεν ἡμῖν ἐξουσίαν τοῖς πιστεύσασιν εἰς αὐτὸν, Πατέρα καλεῖν τὸν Θεὸν, ἅτε δὴ τὸ τῆς υἱότητος πλουτοῦσιν ἀξίωμα· οὕτω καὶ αὐτὸς ὑπάρχων τῶν ὅλων καθηγητὴς, καὶ κλῆρον ἔχων τὴν ὑπ᾽ οὐρανὸν, δέδωκε τοῖς ἁγίοις τὸ χρῆμα, δόξῃ τῇ ἰδίᾳ στεφανῶν αὐτούς· ὅτι συνεργάται γεγόνασιν αὐτοῦ, καὶ γνήσιοι λαῶν κηδεμόνες κεκερδήκασι πολλοὺς, προσκομίσαντες αὐτῷ διὰ πίστεως τοὺς τῇ κτίσει παρ᾽ αὐτὸν λατρεύσαντας, καὶ τῆς ἐξαιρέτου ζωῆς οὐκ εἰδότας τὴν ὁδόν.

Τὸ δέ γε, Πόλεις ἠρημωμένας κατοικιεῖς, τοιῶσδε συνήσεις· Τοσαύτη γὰρ ἔσται, φησὶ, τοῦ σοῦ σπέρματος ἡ πληθὺς, ὥστε μηδὲ ἀρκέσαι τὰς πόλεις αὐτοῖς, τὰς τῶν οἰκητόρων μεμεστωμένας, ἀλλὰ γὰρ καὶ τὰς ἐρήμους δύνασθαι πληροῦν. <Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ· ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται.> Δεδικαιώμεθα μὲν ἐν Χριστῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Γράφει δὲ οὕτως ὁ πάνσοφος Παῦλος. Ἀπηλλάγμεθα γὰρ καὶ σκότους, καὶ πλάνης. καὶ ἀνοσιότητος πατροπαραδότου, καθὸ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρεύκαμεν, καὶ τρόπος φαυλότητος ἦν οὐδεὶς ταῖς τῶν ἐθνῶν ἀγέλαις ἀνεπιτήδευτος· ὡς γάρ φησιν ὁ Ψαλμῳδὸς, «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ὀνειδισμὸς οὖν ἄρα τοῖς ἔθνεσι τὸ χρῆμα γέγονεν, αὐτὸ δὴ τουτὶ τὸ πεπλανῆσθαί φημι, καὶ τὰ ἐκ τοῦ πεπλανῆσθαι συμβαίνοντα βλάβη.

Τί γὰρ οὕτως ἀσχήμονα καὶ ἀκαλλεστάτην, καὶ μυρίοις αἰτιάμασιν ἔνοχον ἀποφήνειεν ἂν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ὡς τὸ ἀποστῆναι Θεοῦ ζῶντος, ἑλέσθαι δὲ προσκυνεῖν παρ᾽ αὐτὸν τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας οἷά τινι πηλῷ καὶ βορβόρῳ ἐγκαθιέναι τέλμασιν; Ἀλλὰ τί φησιν ὁ φιλάνθρωπος τοῖς κεκλημένοις εἰς ἄφεσιν ἁμαρτίας διὰ πίστεως, δῆλον δὲ ὅτι τῆς εἰς αὐτόν; Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης.

Ἐπειδὴ γὰρ ὅλως, καθὼς κατοικτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, καὶ καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν· πῶς οὐκ ἔδει τοῖς πάλαι διεπταισμένοις, καὶ τὸν ἐπ᾽ αὐτοῖς ἡμᾶς συναποπτύσαι φόβον, μνησικάκῳ χάριτι δικαιοῦντος Θεοῦ, καὶ οὐκ ἐξαιτοῦντος δίκας τὸν ἀλιτήριον; Καὶ γοῦν ἔφη Χριστὸς τῆς ἐπιδημίας τὸν καιρὸν εἰς ἡμερότητα καταδεικνύς· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.» Οὐκοῦν ὡς δίκης ἀπηλλαγμένοι, καὶ τὴν ἐν τοῖς πεπλημμελημένοις οὐ προσδοκῶντες κόλασιν, καὶ δειμάτων ἐλευθέραν ἐσχήκαμεν τὴν διάνοιαν, οὐδὲ τῶν προλαβόντων ὀνειδισμῶν μεμνήμεθα. Νικᾷ γὰρ ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ, καὶ μώμου παντὸς ἀπαλλάττουσα τοὺς ἠλεημένους.

Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησι, «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ἀμνησικακοῦντος δὲ τοῦ πάντων Δεσπότου, τίς ἡμῖν ὀνειδίσει τῶν ἐν ἀγνοίᾳ πταισμάτων τὸν ῥύπον; Ἐπιλήσῃ τοίνυν, φησὶν, αἰσχύνην αἰώνιον (ἀντὶ τοῦ, μακρὰν), καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. Ὄνειδος δὲ χηρείας, τὸ μηδένα τρόπον καρποφορῆσαι Θεῷ τοὺς ἐξ ἐθνῶν ἰσχύσαι ποτὲ, καθ᾽ ὃν ἐπλανῶντο καιρόν. Οὐ γὰρ ἦν παρ᾽ αὐτοῖς, ὡς ἔφην, ὁ ἐξ οὐρανοῦ νυμφίος, ὁ πνευματικῆς εὐκαρπίας δοτὴρ, ὁ σπερμάτων ἀγαθῶν ἐντιθεὶς ἀφορμὰς ἑκάστῃ ψυχῇ. Καὶ γοῦν ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτον ἡμῖν ἑαυτὸν διαδείκνυσι, λέγων· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Τίνα δὲ τρόπον ἀφανισθήσεται τὸ ὄνειδος τῆς χηρείας αὐτῆς, διατρανοῖ λέγων, ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τὸ δὲ, Ποιῶν σε, φησὶν, ἀντὶ τοῦ, κτίζων σε, καὶ μεταμορφῶν εἰς ἑτερότροπον πολιτείαν, καὶ εἰς εὐσχήμονα ζωήν· μεταστοιχειούμεθα γὰρ ἐν Χριστῷ εἰς καινότητα ζωῆς ἁγίας καὶ εὐαγγελικῆς, ἀναβαίνοντες εἰς εὐμορφίαν αὐτοῦ διὰ πνεύματος, ὥστε καὶ ἑτέρους ἡμᾶς ἐξ ἑτέρων ὁρᾶσθαι λοιπόν. Ἔφη γοῦν περὶ τῶν ἐθνῶν διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι «Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος.»

Ἐρχομένην δὲ γενεὰν καὶ λαὸν κτιζόμενον τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ὀνομάζει πλεισταχοῦ.

Καὶ ὁ θεσπέσιος Παῦλος· «Ἡμεῖς δὲ πάντες,» φησὶν, «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» Ἔκτισε τοίνυν ἡμᾶς ὁ Χριστὸς, ἤτοι τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Καὶ γοῦν προστετάγμεθα τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποθέσθαι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, δῆλον δὲ ὅτι Χριστοῦ. Ἐγὼ τοίνυν εἰμὶ Κύριος Σαβαὼθ ὁ ποιῶν σε, φησὶ, τουτέστιν ὁ κτίζων καὶ ἀναμορφῶν.

Ἵνα δὲ μὴ ἀπιστῆται πρός τινων διὰ τὸ μεγαλοπρεπὲς τοῦ πράγματος, Κύριον τῶν δυνάμεων ἑαυτὸν ὀνομάζει πάλιν, χρησίμως τε καὶ ἀναγκαίως. Τίς δὲ καὶ ὁ τῆς μεταμορφώσεως, ἤγουν ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησε λέγων, ὅτι Ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Πηνίκα δὲ ὅλως καὶ τοῦτο κατώρθωται; κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν δηλονότι. Βεβασίλευκε γὰρ ὁ Χριστὸς ἐπὶ πάντα τὰ ἔθνη, καὶ τοῦτο διδάσκει λέγων ὁ Προφήτης· Καὶ ἔσται Κύριος εἷς, καὶ ὄνομα αὐτοῦ ἓν κυκλοῦν πᾶσαν τὴν γῆν.

Πάλαι μὲν γὰρ ἦν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός. Ἐπειδὴ δὲ κέκληται διὰ πίστεως εἰς ἐπίγνωσιν αὐτοῦ τῶν ἐθνῶν ἡ πληθὺς, αὐτῷ λοιπὸν κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται· ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Θεὸς οὖν ἄρα ἐν πάσῃ τῇ γῇ κληθήσεται ὁ ῥυσάμενος ἡμᾶς, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἐξελὼν, καὶ τοῖς ἰδίοις σκήπτροις ὑπενεγκών. Καὶ τοῦτο διδάσκει λέγων ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·» ποτὲ δὲ πάλιν, «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» <Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐδὲ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός· Χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος.> Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ καταλελειμμένην γυναῖκα τὴν ἐπί τισιν αἰτίαις ἐκβεβλημένην ἀποκαλεῖν, ᾗ προσεῤῥίπτετο κατὰ τὸν Μωσέως νόμον καὶ βιβλίον ἀποστασίου παρὰ τοῦ συνοικοῦντος αὐτῇ, μεμισημένην δὲ πάλιν ἐπ᾽ ἀκοσμίᾳ καὶ ἀσέμνῳ ζωῇ διαβεβλημένην.

ᾟπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυχίας αἰτίαμα, ὡς οὐ δυναμένῃ διακαρτερεῖν, καὶ τῶν γαμικῶν ἀνέχεσθαι ζυγῶν, ἢ μεθισταμένην ἐφ᾽ ἃ μὴ θέμις, καὶ ὀλιγώρως ἔχουσαν περὶ τὸ πληροῦν τὰ ὅσαπέρ ἐστι τελοῦντα πρὸς εὐκοσμίαν. Τοιαύτη τις γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ περὶ τὸν τῶν ὅλων κρατοῦντα Θεόν. Προσηγάγετο μὲν γὰρ αὐτὴν πρὸς οἰκειότητα πνευματικὴν διὰ τοῦ πανσόφου Μωσέως, καὶ ὥς τινα γυναῖκα πορνεύσασαν ἐν Αἰγύπτῳ, διά γε τοῦ τὰ αὐτῶν ἑλέσθαι φρονεῖν, καὶ αὐτόθι λατρεῦσαι θεοῖς, μονονουχὶ καὶ εἰσοικισάμενος. Εἶτα τοῖς ἀρχαίοις τέλμασιν ἐγκαταπηδήσασαν, καὶ παλινδρομεῖν ἐθέλουσαν εἰς ἀπόστασιν (προσκεκύνηκε γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν), ἀπεώσατό τε καὶ ἀλλοτρίαν ἀπέφηνε τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ ὥς τινα γυναῖκα μεμισημένην καὶ ὀλιγόψυχον, ἔξοικον ἐποιήσατο. Καὶ γοῦν ἔφη δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· «Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς πρὸ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου τῶν μαστῶν αὐτῆς, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει, καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν· ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.»

Ὁποῖος δὲ γέγονεν αὐτῇ τῆς πορνείας ὁ τρόπος, διεσάφησε λέγων διὰ φωνῆς Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβὰν (τουτέστι τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν), καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν; [Τὰ ἐνθυμήματα αὐτῶν] ἐμοιχῶντο· καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοὶ δι᾽ ἐμπύρων. Ἕως καὶ ταῦτα ἐποίησάν μοι· Τὰ ἅγιά μου ἐμίαναν, καὶ τὰ Σάββατά μου ἐβεβήλουν, καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά.» Ἦσαν μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ· ἐν δέ γε τοῖς Ἱεροσολύμοις Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Βενιαμίν· ἀλλ᾽ οὗτοί τε κἀκεῖνοι δεδυσσεβήκασιν οὐ μετρίως, μᾶλλον δὲ εἰς λῆξιν ἁπάσης ἐμβροντησίας ἀκαθέκτοις ὁρμαῖς διελάσαντες, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο· τουτέστιν, Ἅπερ ἐπένθησαν αὐτοὶ εἴδωλα, ταῦτα μοιχείας ὥσπερ τινὸς καὶ πορνείας νοητῆς ἐποίουν πρόφασιν, ἀποστήσαντες ἑαυτῶν τὰς καρδίας τοῦ ἐν τάξει γυναικὸς παραλαβόντος Θεοῦ. Καὶ γοῦν ἔφη πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου;»

Ἐκπορνεύσασαν τοίνυν τὴν τῶν Ἰουδαίων μητέρα, καταλελειμμένην γυναῖκα, καὶ ὀλιγόψυχον, ἐκ νεότητος μεμισημένην εἰκότως ἀποκαλεῖ· διαλέγεται δὲ πρὸς τὰ ἔθνη, καί φησιν οὐχ οὕτω κεκλῆσθαι καὶ αὐτὰ πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ ἡ καταλελειμμένη, καὶ ὀλιγόψυχος, καὶ ἐκ νεότητος μεμισημένη κέκληται γυνή. Πλείστη γὰρ ὅση τῆς κλήσεως ἡ διαφορά. Τῇ μὲν γὰρ Ἰουδαίων Συναγωγῇ καὶ πόρωσις ἀπὸ μέρους γέγονε, καθά φησιν ὁ πάνσοφος Παῦλος· ἐσκοτίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, συνεκάμφθη δὲ καὶ τὰ νῶτα, τουτέστι, τὸν νοῦν ἐσχήκασιν ἀεὶ κάτω βλέποντα, καὶ τοῖς γηΐνοις ἐνορῶντα πράγμασι. Τοῖς γε μὴν ἐξ ἐθνῶν οὐδὲν συνέβη τοιοῦτον. Οὐ γὰρ ἐσκοτίσθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, ἀλλ᾽ ἐφωτίσθησαν μᾶλλον, καὶ οὐ συνεκάμφθη τὸν νῶτον, ἀλλ᾽ ὠρθώθη νοητῶς, ἀλλ᾽ οὐδὲ σέσωσται καὶ παρ᾽ αὐτοῖς τὸ κατάλειμμα τοῦ παντὸς, καθὰ καὶ ἐν τῷ Ἰσραήλ· πᾶσα δὲ μᾶλλον αὐτῶν ἡ πληθὺς σεσαγήνευται διὰ Χριστοῦ, καὶ ἐκομίσθη πρὸς σωτηρίαν, καὶ τῶν τῆς πλάνης αἰτιαμάτων ἀπήλλακται, καὶ τῶν τῆς ἁμαρτίας βρόχων διέδρα τὴν ἐπήρειαν. Κέκληται τοίνυν οὐχ οὕτως, ὡς ἡ ἀπόβλητος καὶ μεμισημένη γυνή. Ἀλλ᾽, Εἰς χρόνον μικρὸν, φησὶ, κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε.

Ἐν μὲν γὰρ ταῖς παρῳχημέναις γενεαῖς, καθά φησιν ὁ Χριστοῦ μαθητὴς, συγκεχώρηκε Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καὶ τοῦτο, οἶμαι, ἐστὶν ἡ ἐγκατάλειψις ἡ εἰς χρόνον μικρόν. Εἰ γὰρ καὶ δοκεῖ πως εἰς μακροὺς γενέσθαι καιροὺς, ἀλλὰ καὶ οὕτω συστέλλεται πρὸς τὸ βραχύ. Πολλαπλασίων ἄρα ὁ τοῦ ἐλέους καιρὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τρέχει.

Οὕτω συνήσεις καὶ τὸ ἐφεξῆς, τουτέστιν, Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπον μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· βραχὺς γὰρ καὶ συνεσταλμένος τῆς ὀργῆς ὁ καιρὸς, ὡς πρός γε τὸ μῆκος τῆς ἀκαταλήκτου φιλανθρωπίας τῆς δοθείσης ἡμῖν παρὰ Θεοῦ· ὃς δὴ καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν φωτί. Ἔλεος δὲ μέγα τὸ διὰ Χριστοῦ νοοῖτο ἂν εἰκότως, ὃ καὶ παντὸς ἀπαλλάττει ῥύπου, κολάσεώς τε καὶ δίκης ἐκφέρει, καὶ ἀνακομίζει πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν δι᾽ ἁγιασμοῦ, καὶ τοῖς τῆς υἱοθεσίας αὐχήμασι στεφανοῖ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας καθίστησι κληρονόμους. <Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν· ὅτι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ, μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, οἱ δὲ οἱ βουνοὶ οὐ μετακινηθήσονται.

Οὕτως οὐδὲ σοὶ τὸ παρ᾽ ἐμοῦ ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μετασταθῇ.> Ἐν ταῖς Μωσέως βίβλοις γέγραπται σαφῶς, ὡς ἁπάσης τῆς γῆς ἀπονευσάσης εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ἀσχέτως κατενηνεγμένης εἰς πολύτροπον ἁμαρτίαν, καὶ τοῖς τῆς φιλοσαρκίας ἐμπαρείσης τέλμασιν· ὁ ἐπὶ πάντων Θεὸς, ἐπ᾽ αὐτοῖς δὴ τούτοις εἰκότως λελυπημένος, «Οὐ μὴ καταμείνῃ, »φησὶ,» τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» τουτέστιν, ἐν μόνῳ φρονήματι σαρκικῷ· βδελυρὸν δὲ τοῦτο καὶ ἀπηχθημένον αὐτῷ, καὶ ἀκαθαρσίας ἁπάσης ἔμπλεων. Ταύτῃτοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, «Καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἄρδην δὲ πάντας ἀπολώλεκε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας·» σέσωσται δὲ πανοικὶ μόνος ὁ Νῶε, ξένιον εὐπειθείας καὶ ὑπακοῆς τὸ χρῆμα κερδαίνων. Ἐπειδὴ δὲ λωφήσαντος τοῦ κατακλυσμοῦ, καὶ τῆς τῶν ὑδάτων πληθύος συνεσταλμένης, ἐξῆλθε τῆς κιβωτοῦ, τέθυκέ τε καὶ ὠσφράνθαι φησὶν αὐτὸν ὀσμὴν εὐωδίας τὸ Γράμμα τὸ ἱερόν· εἶτα τῷ δικαίῳ κατεπαγγείλασθαι τὸ μηκέτι κατακλυσμὸν ἐπάξειν ὅλῃ τῇ γῇ. Οὐκοῦν ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε, φησὶ, τοῦτό μοί ἐστι, τουτέστιν, ὡρίσθη τοῦτο, καὶ κεκράτηκε παρ᾽ ἐμοὶ τὸ μηκέτι θυμωθήσεσθαι πάσῃ τῇ γῇ, μήτε μὴν τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην.

Ὑπεμφαίνει δὲ διὰ τούτων τῶν λόγων, ὅτι καὶ ἐν καιρῷ καθ᾽ ὃν ἐπέλαμψεν ἐν τῷ κόσμῳ Χριστὸς, ἀπάσης ὥσπερ τοῖς τῆς ἀπάτης βρόχοις ἐνειλημμένης, καὶ πάντων ἐκκεκλικότων, καὶ τὸν μὲν φύσει Θεὸν οὐκ εἰδότων, λελατρευκότων δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένων, θείᾳ ψήφῳ πάντας ἐχρῆν τὴν ἀρχαίαν ἐκείνην ὑπομεῖναι κόλασιν. Ἔνθα γὰρ ὅλως ἰσοπαλῆ τὰ ἐγκλήματα, ἐκεῖ που πάντως εἴη ἂν οὐκ ἀπεοικὸς τὸ ἰσοῤῥόπως κολάζεσθαι τοὺς κατεγνωσμένους.

Ἀλλὰ παρίημι τοῦτο, φησὶ, καὶ μένει βέβαιον παρ᾽ ἐμοὶ τὸ ἐπηγγελμένον· ὥσπερ δέ φησιν· Οὐκ ἂν ἐν θυμῷ μεταστήσαιμι τὰ ὄρη, οὐδ᾽ ἂν σαλεύσαιμι τοὺς βουνοὺς, τουτέστιν, οὐκ εἰς ἕτερόν τι σχῆμα μεταβαλῶ τὴν γῆν, οὐδὲ πρόωρον ἐποίσω τὴν καινουργίαν αὐτῇ· οὕτως οὐδὲ τὸ παρ᾽ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ [μὴ] μετασταθῇ· ὁ δὲ τῆς εἰρήνης βραβευτὴς, καὶ τῆς διαθήκης εἴη ἂν ἕτερος οὐδεὶς παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα τὴν πνευματικὴν πλουτοῦντες ἐμπεπλήσμεθα παντὸς ἀγαθοῦ. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ Ἡσαΐου σαφῶς εἰρημένον πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Οὐκοῦν ἐν Χριστῷ διαθήκην εἰρήνης κεκερδήκαμεν τὴν παρὰ τοῦ Θεοῦ· καὶ Πατρός· συνήφθημεν γὰρ αὐτῷ διὰ μέσου τοῦ Χριστοῦ, καὶ αὐτὸς τὴν διασπάσασαν ἡμᾶς ἐκ μέσου τέθεικεν ἁμαρτίαν, ἵνα μηδὲν κέοιτο τοῖς πρὸς Θεὸν ἰοῦσιν ἐμποδών. Γέγραπται γοῦν, ὅτι «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν,» τρεχόντων δηλονότι κατ᾽ οἰκειότητα τὴν πρὸς Θεὸν μεσιτευούσης εἰς τοῦτο τῆς ἁπάντων εἰρήνης, δῆλον δὲ ὅτι Χριστοῦ. <Εἶπε γὰρ Κύριος, Ἵλεώς σοι.

Ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης.> Ἀγαθὸς ὢν φύσει καὶ ἀσυγκρίτως φιλάνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἀφορμὰς ἀεί πως συλλέγει πρός γε τὸ δεῖν ἀμνησικάκως χάριτι δικαιοῦν τοὺς ἡμαρτηκότας.

Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ μᾶλλον, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. Οὐκοῦν αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἵλεως ἔσται σοι, φησί. Καὶ διὰ ποίαν αἰτίαν; Πρῶτον, ὅτι Χριστός ἐστι καὶ ἐπιεικὴς, ἀγαθός τε καὶ πολυέλεος· εἶτα ὅτι γέγονας ταπεινὴ καὶ ἀκατάστατος.

Ἔνεστι δὲ ταῦτα ἰδεῖν ταῖς τῶν πλανωμένων διανοίαις, καθάπερ τινὰ νόσον ἐνσκήψαντα. Ταπειναὶ γὰρ λίαν, τουτέστι χθαμαλαὶ καὶ πεπατημέναι, καὶ οἷον χαμαιῤῥιφεῖς αὗται, καὶ τοῖς ἐθέλουσιν ἐγκεῖσθαι πρὸς καταπάτημα, τῆς τῶν ἁγίων καρδίας ὡς οὐχ οὕτως ἐχούσης ποθέν. Οὐ γάρ εἰσι βάσιμοι ταῖς τῶν δαιμονίων ἐφόδοις, ἀνῳκισμέναι δὲ ὥσπερ καὶ ταῖς ἐκτόποις τῶν ἐπιθυμιῶν ὑποκεῖσθαι μὴ ἀνεχόμεναι.

Ταπεινὴ δὲ, ὡς ἔφην, ἡ τῶν πλανωμένων καρδία, καὶ πρός γε τούτῳ καὶ ἀκατάστατος, διά τοι τὸ μεθύειν τρόπον τινὰ, καὶ κατασείεσθαι πρὸς ἐπιθυμίας τὰς τῷ θείῳ νόμῳ διαβεβλημένας, καὶ ταῖς εἰς φαυλότητα ψήφοις καταδεδικασμένας. Περιφέρονται γὰρ ὥσπερ παντὶ πνεύματι, καὶ καθά φησιν ὁ Παροιμιαστὴς, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν. Ὅπερ παθοῦσαν τὴν Ἱερουσαλὴμ, διὰ τὸ προσνεῦσαι ταῖς τῶν δαιμονίων ἀπάταις, ᾐτιᾶτο λέγων ὁ τῶν ὅλων Θεός· Ἐν᾽ ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο.

Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως που καὶ ἀκατάστατος. Καὶ γοῦν οἱ Θεῷ προσκείμενοι φεύγουσι τὴν νόσον, ὡς ὀλέθρου πρόξενον, καὶ δὴ καὶ χαριστηρίους ᾠδὰς ἀναφέρουσιν, ὡς ἀπηλλαγμένοι τοῦ κακοῦ· φασὶ γὰρ, ὅτι «Ἔστησεν ἐπὶ τὴν πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Εἴρηται δὲ παρὰ Θεοῦ καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· «Στῆσον σεαυτὴν, Σιών.» Καὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισίν· «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Ἔξω δὴ οὖν τῶν ἁγιοπρεπῶν αὐχημάτων ἡ τῶν πλανωμένων ψυχή. Καὶ γάρ ἐστιν ἀκατάστατος. Ἐπειδὴ δὲ οἰκτίρμων ἐστὶν, ὡς ἔφην, ὁ τῶν ὅλων δημιουργὸς, ὑπεραπολογεῖται τρόπον τινὰ τῆς τοῦτο παθούσης, καί φησιν· Οὐ παρεκλήθης.

Τοῖς μὲν γὰρ ἐξ Ἰσραὴλ πλείστη γέγονε παρὰ Θεοῦ παράκλησις, εἰς εὐρωστίαν αὐτοὺς ἀναφέρουσα τὴν πνευματικὴν, καὶ τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν εἰσφέρουσα γνῶσιν. Δέδοται γὰρ αὐτοῖς νόμος ὁ διὰ Μωσέως, καὶ προφητῶν ἁγίων ἀνεδείχθη χορὸς, τοῖς ἐξ οὐρανοῦ νάμασιν ἐπικλύζων αὐτοὺς, καὶ παράκλησιν ἀφθονοτάτην ὑετοῦ δίκην καθιέντος αὐτοῖς τοῦ Θεοῦ· τοῖς γε μὴν ἔθνεσι προσλελάληκεν οὐδεὶς τῶν ἁγίων παντελῶς· οὔτε γὰρ πεπαιδαγώγηται νόμῳ τῷ διὰ Μωσέως, ἀπείρατοι δὲ παντελῶς καὶ προφητικῶν μεμενήκασι λόγων. Οὐκοῦν οὐ παρεκλήθη. Καὶ τοῦτο δέδεικται σαφῶς διὰ τῆς εὐαγγελικῆς παραβολῆς· ἔφη γάρ που Χριστὸς, ὡς ὁ μισθούμενος τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ, πέπραχε μὲν τοῦτο περὶ πρώτην, καὶ τρίτην, ἕκτην τε, καὶ ἐννάτην ὥραν. Περὶ δέ γε τὴν ἑνδεκάτην ὥραν, εὐρὼν ἑτέρους ἑστῶτας ἀργοὺς, ἔφη πρὸς αὐτούς· «Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;» Οἱ δὲ πρὸς τοῦτο ἔφασαν τὸ «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.»

Ἐκάλεσε γὰρ οὐδεὶς τῶν ἐθνῶν τὴν πληθὺν, πλὴν ὅτι μόνος ἐν ἐσχάτοις καιροῖς ὁ τοῦ ἀμπελῶνος Δεσπότης. <Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.> Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνὲς, καὶ τῶν ἐννοιῶν τὸ εὐμήχανον. Διαλέγεται μὲν γὰρ ὡς ὅσον οὐδέπω πόλεως ὀφθησομένης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας μεγαλοπρεποῦς τε καὶ περικαλλεστάτης, λίθοις γε μὴν τοῖς ὅτι μάλιστα διαπρεπεστάτοις ἐξωραϊσμένην ἀποφανθήσεσθαι λέγει.

Θήσω γὰρ, φησὶν, ἄνθρακα τὸν λίθον σου. Ἔοικε δὲ διὰ τούτων κατασημαίνειν βούλεσθαι τὸν Ἰησοῦν, ὃν δὴ τεθεῖσθαί φησι τὸ Γράμμα τὸ ἱερὸν εἰς τὰ θεμέλια Σιὼν, εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ἄνθρακα μὲν αὐτὸν ἐν τούτοις ὀνομάζει. Διαμέμνηται δὲ καὶ ἑτέρως αὐτοῦ διὰ προφητῶν ἁγίων. Ἔφη γοῦν διὰ φωνῆς Ἀμώς· «Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ.» Διὰ δέ γε φωνῆς Ζαχαρίου· «Ἰδοὺ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν· διότι λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.» Ἔνεστι γὰρ τὰ πανταχοῦ δύνασθαι καθορᾷν τῷ παντεπόπτῃ Χριστῷ. Τέθειται τοίνυν ὁ ἄνθραξ εἰς λίθον καὶ ἀκατάσειστον ὑποβάθραν τῆς πόλεως τῆς ἁγίας. Ἐπ᾽ αὐτῷ δὲ λίθοι σαπφείρου, τάχα που τὸ τῶν ἁγίων ἀποστόλων στῖφος ὑποσημαίνοντες.

Ἐγγύτεροι γὰρ οὗτοι Χριστοῦ, καὶ οἷόν τινες θεμέλιοι μετ᾽ αὐτὸν γεγόνασι τῆς ὑπ᾽ οὐρανόν. Οὕτω πού φησιν ὁ Δαβὶδ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, ὅτι «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.» Ἐπιτημηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ, καὶ τῷ πνεύματι τῆς θείας ὀργῆς ὑπενηνεγμένων, ἐπεί τοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ὤφθησαν αἱ τῶν ὑδάτων πηγαὶ, τουτέστιν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις, ἐμφανῆ δὲ γεγόνασι καὶ τὰ θεμέλια τῆς οἰκουμένης, τουτέστι πάλιν οἱ θεσπέσιοι μαθηταὶ ἀπόστολοί τε καὶ εὐαγγελισταί. Θήσω δὲ, φησὶ, καὶ τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς.

Ἐπάλξεις, καὶ πύλας, καὶ περίβολον ὀνομάζων τῶν ἁγίων μυσταγωγῶν τὸ θεοφιλὲς, καὶ σοφώτατον σύστημα, οἳ καὶ προμαχῶνές εἰσι καὶ πύλαι τῆς πόλεως τῆς ἁγίας, περίβολοί τε καὶ τεῖχος. Μάχονται μὲν τοῖς πολεμεῖν ἐθέλουσιν αὐτὴν, ἤτοι τοὺς ἐν αὐτῇ, τουτέστι τὴν τῶν διὰ πίστεως σεσωσμένων πληθὺν ἀντεξάγοντες ἐμφρόνως τοῖς τῶν ἀνοσίων αἱρέσεων εὑρεταῖς, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀνθιστάμενοι, καὶ τῶν σεσωσμένων οὐδένα περιπίπτειν που τῆς σκαιότητος συνεχῶς ἐπιτρέποντες, καὶ οἷον ἐν τάξει εἰσκομίζοντες εἰς θεογνωσίαν τοὺς ἐξ ἀπάτης Ἑλληνικῆς, περιφράττοντές τε καὶ περιβάλλοντες νουθεσίαις αὐτοὺς καὶ μυσταγωγίαις, ὥστε καὶ ἀλήπτους εἶναι, καὶ δυνάμεσι πονηραῖς, καὶ βωμολοχίαις ψευδοδιδασκάλων, οἳ τῆς ψευδωνύμου γνώσεως τὸν ἰὸν ἐκχέουσι ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ λίθοις πολυτελεστάτοις ἀφομοιοῦν ἔσθ᾽ ὅτε τοὺς τὴν ἁγίαν ἔχοντας ζωὴν, καὶ πολυειδέσιν ἀρεταῖς ἐμπρέποντας.

Καὶ γοῦν ἔφη που περὶ τῶν ἀγίων ἀποστόλων, ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Περιεφοίτησαν γὰρ τὴν ὑπ᾽ οὐρανὸν οἱ θεσπέσιοι μαθηταὶ, διακηρύττοντές τε καὶ εὐαγγελιζόμενοι τοῖς ἁπανταχοῦ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν. Ἔφη δὲ πάλιν καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ· «Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον, ἢ ὁ λίθος ὁ ἐκ σουφείρ.» Ἀπολώλασι μὲν γὰρ παρανομήσαντες εἰς Χριστὸν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οἱ δέ γε διὰ πίστεως ἀνασεσωσμένοι, χρυσίου παντὸς καὶ λίθου τιμιώτεροι καταλογισθεῖεν ἂν εἰκότως· ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος, θεμέλιον λέγων Ἰησοῦν τὸν Χριστὸν, τοὺς εἰς αὐτὸν πιστεύσαντας, ὡς λίθους ἐκλεκτοὺς ἐποικοδομεῖσθαί φησιν εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Οὐκοῦν τῇ τῶν ἀρίστων πολυειδίᾳ καὶ κάλλει τῷ νοητῷ διαπρέποντας τοὺς ἁγίους μυσταγωγοὺς παρεικάζει λίθοις ταῖς τιμιωτάταις· καὶ τοὺς μὲν εἰς θεμέλια τεθεῖσθαι τῇ ἁγίᾳ πόλει φησὶ, τοὺς δὲ εἰς ἐπάλξεις· ἑτέρους δὲ πυλῶν καὶ περιβόλου χρείαν ἀναπληροῦν. Καὶ ταυτὶ μὲν περὶ τῶν τῆς πόλεως προεστηκότων, ἣν ὁ λόγος ἡμῖν ζωγραφεῖ. Περὶ δέ γε τῶν οἰκούντων αὐτὴν τί ἄρα φησί; Καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ.

Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως καὶ προφητῶν ἁγίων πεπαιδαγώγηκε τὸν Ἰσραήλ.

Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς διδακτοὶ γεγόναμεν Θεοῦ· καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Καθηγητὴν γὰρ ἐλάχομεν, οὐ προφήτην τινὰ μεσιτεύοντα, καὶ τοῖς παρὰ Θεοῦ λόγοις διακονοῦντα, καθὰ καὶ πάλαι· αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθέντα Λόγον, ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς γεγονότα, καὶ ἐν σαρκὶ πεφηνότα. Διὰ τοῦτο καὶ ἐν εἰρήνῃ πολλῇ τὰ τῆς Ἐκκλησίας εἰσὶ τέκνα, τῆς μητρὸς ἡμῶν οἰκοδομουμένης ἐν δικαιοσύνῃ. Τοὺς γὰρ ὅλως Θεοῦ διδακτοὺς γεγονότας, καταλωβήσαιτο δ᾽ ἂν οὐδεὶς τῶν κενοφωνεῖν εἰωθότων, εἰρηνεύουσι δὲ πρὸς Θεὸν ἀγάπῃ τῇ πρὸς αὐτὸν συνδούμενα, καὶ τοὺς τῆς δικαιοσύνης τιμῶντα τρόπους· οἰκοδομεῖ δὲ τοῦτο τὴν Ἐκκλησίαν, καὶ τὸ ἀκραδάντως ἔχειν αὐτῇ πραγματεύεται, Χριστοῦ συνασπίζοντος, καὶ τὸ ἀκλονήτως ἔχειν νέμοντος αὐτῇ· Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς. Γέγραπται γὰρ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ αὐτῆς· «Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, εἰς τὴν γῆν ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Ἁγίασμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν εἶναί φαμεν, ἣ καὶ ἀπόβλητον ἐγείρει τοῖς ἐχθροῖς τὸ κέρας, καὶ καθάπερ ἀμέλει καὶ ὁ μονόκερως τοῖς ἑτέροις τῶν ζώων.

Τεθεμελίωται γὰρ εἰς τὸν αἰῶνα παρὰ Χριστοῦ. <Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι δι᾽ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται.> Εἰπὼν, ὅτι τίθησι μὲν τὸν περίβολον αὐτῆς λίθους ἐκλεκτοὺς, πάντας δὲ τοὺς υἱοὺς αὐτῆς διδακτοὺς Θεοῦ, διαδείκνυσιν εὐθὺς εἰς πέρας ἐκβεβληκὸς τὸ ἐπηγγελμένον. Μυσταγωγεῖ γὰρ ὥσπερ, οὐ διὰ μεσίτου τινὸς, καθὰ καὶ πάλαι διὰ Μωσέως, ἤγουν ἑτέρων τῶν ἁγίων προφητῶν, δι᾽ ἑαυτοῦ δὲ μᾶλλον, ἤτοι φωνῆς ἰδίας. Ἦν γὰρ τοῦτο τὸ, «Ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Γέγραφε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὅτι «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Οὐκοῦν δι᾽ ἑαυτοῦ τῶν αἰώνων ὁ ποιητὴς ἐξυφαίνει τὰς μυσταγωγίας τοῖς δι᾽ αὐτοῦ κεκλημένοις εἰς τὴν διὰ πίστεως χάριν. Διὰ τοῦτο καὶ ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη περὶ αὐτοῦ πού φησι· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Κατησπάζετο μὲν γὰρ ὤσπερ καὶ πάλαι διὰ στόματος αὐτοῦ προφητῶν ἁγίων, καλῶν εἰς συνάφειαν τὴν πρὸς αὐτὸν δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐπειδὴ δὲ προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα.

Στόμα γὰρ πρὸς στόμα λελάληκε πρὸς ἡμᾶς. Ὅταν τοίνυν ἀπόσχῃ, φησὶν, ἀπὸ παντὸς ἀδίκου καὶ πονηροῦ πράγματος, τότε οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· ἔσῃ γὰρ ἀνάλωτος τοῖς ἐχθροῖς, καὶ πέρα φόβου παντὸς, κἂν ἐξοπλίζωνταί σοι καταδῃοῦν ἐθέλοντες τῶν ἐν κόσμῳ τινὲς, πλείστην ὅσην λαχόντες τὴν δυναστείαν, ἤγουν αἱ ἀντικείμεναί τε καὶ πονηραὶ δυνάμεις, ἢ τάχα που καὶ αὐτὰ τῆς ἐκτόπου καὶ μυσαρᾶς ἡδονῆς τὰ κύματα, φέροντα τοὺς φιλαμαρτήμονας εἰς ᾅδου πυθμένα, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ κάτω βάραθρον. Ἀξιόληπτα τοίνυν τῆς δικαιοσύνης τὰ γέρα, καὶ λαμπροὶ μὲν λίαν οἱ στέφανοι, τεθαυμασμένη δὲ παρά γε τοῖς ἀρτίφροσι τῶν πνευματικῶν χαρισμάτων ἡ κτῆσις. Προσεπάγει δέ τι καὶ ἕτερον· Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι᾽ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται. Προσηλύτους δέ φησιν, ἢ τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τὴν πίστιν καὶ καλουμένους ἐξ ἔθνων, ἢ τάχα που καὶ αὐτοὺς τοὺς ἐξ Ἰσραὴλ, οἳ κατόπιν τέθεινται τῶν ἐθνῶν, καίτοι τὴν πρώτην ἔχοντες τάξιν, καὶ οἱ προσηλύτους δεχόμενοι τοὺς ἐκ πλάνης Ἑλληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντας, αὐτοὶ προσήλυτοι γεγόνασι τῶν ἐθνῶν, πλὴν καὶ τοῦτο διὰ Χριστοῦ. Σημαίνει γὰρ τοῦτο τὸ, δι᾽ ἐμοῦ. Δι᾽ αὐτοῦ γὰρ ἡ πάντων ἐπιστροφή τε καὶ κλῆσις, καὶ ἡ πρὸς Θεὸν καὶ Πατέρα πρόσοδος [al. πρόοδος]. «Οὐδεὶς γὰρ ἔρχεται,» φησὶ, «πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.»

Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ, «Ἐγὼ ἡ θύρα.» <Ἰδοὺ ἐγὼ κτίζω σε, καὶ οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεύη εἰς ἔργα.

Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.> Τὸ κτίζεσθαί φαμεν ἐν τούτοις καταδηλοῦν, οὐχὶ δήπου πάντως τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον. Διαλέγεται γὰρ ὡς πρὸς ὄντας ἤδη καὶ ὑφεστηκότας, ἀνακαινισμὸν δὲ μᾶλλον ὑποδηλοῖ τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀναστοιχειοῦντά τινας εἰς ἁγίαν καὶ ἀμώμητον πολιτείαν καὶ ζωήν. Οὕτω γὰρ κτίσαι λέγεται Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα.

Παρεγγυᾷ δὲ ἡμῖν καὶ ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον.» Προστετάγμεθα δὲ καὶ ἀπολύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Κτίζω σε τοίνυν ἐγὼ, φησὶν, οὐχ ὡς ἄνθρωπος χαλκουργὸς τὰ ἐξ ὕλης σκεύη ποιῶν δι᾽ ὀργάνων καὶ πυρὸς, ἀλλὰ μᾶλλον ἀῤῥήτῳ τινὶ καὶ νοητῇ μεταστοιχειώσει, καὶ ἀναπλασμῷ, καὶ οἷον ἀναγεννήσει πνευματικῇ, ἣν δὴ καὶ αὐτὸς ὁ Σωτὴρ Νικοδήμῳ ποτὲ διεσάφει, λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Γεγεννήμεθα γὰρ οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Οὕτω κτίζει Χριστὸς, ἀναμορφῶν δι᾽ ἁγιασμοῦ πρὸς ἑαυτὸν τοὺς πιστεύοντας, καὶ ἀνακομίζων εἰς σωτηρίαν. Κτίζει γὰρ ἡμᾶς οὐκ εἰς ἀπώλειαν, τουτέστιν οὐκ εἰς φθορὰν ἔτι καὶ θάνατον ἀλλ᾽ εἰς μακραίωνα βίον καὶ ἀτελεύτητον ζωήν.

Ὅτι δὲ τοῖς ἅπαξ εἰς τοῦτο λαμπρότητος ἀνηνεγμένοις, καὶ καινουργίαν λαχοῦσι τὴν διὰ Χριστοῦ, δοθήσεται παρ᾽ αὐτοῦ καὶ πνευματικῆς εὐανδρίας ἀνανταγώνιστος χάρις, καὶ σύνεσις οὐκ εὐάντητος τοῖς τῆς ἀληθείας ἐχθροῖς, διαδείκνυσι λέγων· Πᾶν σκεῦος φθαρτὸν, [καὶ] ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ, [ἣ] ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. Σκεύη μὲν φθαρτὰ φαίη ἂν εἶναί τις τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς εἰσι καὶ ἀπωλείας τέκνα. Οὗτοι κατεπιφύονται τῶν ἁγίων, ἔσθ᾽ ὅτε καὶ τοξεύουσι πολυτρόπως τὰ τῆς ἑαυτῶν σκαιότητος ἐπαφιέντες βέλη, διωγμοὺς καὶ θλίψεις ἐπάγοντες, καὶ πολύτροπα πειρασμῶν εὑρέματα. Ἀλλ᾽ οὐκ εὐοδωθήσονται παρὰ Χριστοῦ, ὥστε καὶ ἰσχύσαι τὰς τῶν ἁγίων καταφθεῖραι ψυχάς· οἱ δέ γε τῶν ἀνοσίων αἱρέσεων εὑρεταὶ παλιμφήμους φωνὰς κατὰ τῆς ἀῤῥήτου δόξης ἱέντες μονονουχὶ δικάζονται τοῖς ἁγίοις, οἳ τῆς ἀληθείας προμάχονται, καὶ προεστήκασι νεανικῶς τῆς ἀκραιφνοῦς ὀρθότητος τῶν ἐκκλησιαστικῶν δογμάτων.

Πλὴν ἡττῶνται, Χριστοῦ νέμοντος τοῖς ἁγίοις καὶ τοῦτο. Παρ᾽ αὐτοῦ γὰρ τὸ δύνασθαι νικᾷν, καὶ πᾶσαν ἐχθρῶν ἐπανάστασιν, καὶ πᾶσαν ἀντίστασιν ἀνοσίου φωνῆς· ὡς γὰρ ὁ Ψάλλων φησίν· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Πλὴν οἱ ἔνοχοί σου, φησὶν, ἔσονται ἐν αὐτῇ. Καὶ τῶν μὲν ἑτέρων ἑρμηνευόντων οὐδεὶς τοῦ προκειμένου διαμνημονεύει στίχου, πλὴν οἶμαι δηλοῦν ἐκεῖνό που τάχα· Κρείττους μὲν γὰρ ἐχθρῶν, καὶ ἁπάσης φωνῆς οἱ καινουργίαν λαχόντες τὴν διὰ Χριστοῦ γενήσονται, οὗτοι δέ εἰσιν οἱ ἀναμορφούμενοι πρὸς ἁγιασμὸν ἐν Πνεύματι, καὶ τοὺς τῆς ἁμαρτίας διαπηδῶντες βόθρους. Ἀλλ᾽ οἱ ἔνοχοί σου, φησὶ, τουτέστιν, οἵπερ ἂν εἶεν ἔνοχοι ταῖς ἁμαρτίαις, καὶ μετὰ τὴν κλῆσιν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἔσονται ἐν αὐτῇ. Ἐν αὐτῇ δὲ, τίνι; Ἦ πάντως τῇ φθορᾷ. Διὰ τοῦτο γὰρ ἐπήνεγκεν εὐθὺς, ὅτι Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Οὐ γὰρ τοῖς εἰωθόσι καταλυπεῖν διὰ τοῦ τετράφθαι καὶ βλέπειν εἰς τὸ ἐξήνιον ὁ παρὰ Θεοῦ δοθήσεται κλῆρος, ἀλλὰ τοῖς εὐφραίνουσιν, ἤγουν θεραπεύουσι, τουτέστι δουλεύουσιν.

Ἔσεσθε τοίνυν ἐμοὶ δίκαιοι, φησὶν, ἵνα τοῦ κλήρου γενήσεσθε μέτοχοι, τοῦ τοῖς θεραπεύουσιν ἐπηγγελμένου τε καὶ μὴν καὶ δοθησομένου κατὰ καιρούς. <Οἱ διψῶντες, πορεύεσθε ἐφ᾽ ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατε, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠτίοις ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου. Ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.> Ὁ θεσπέσιος Δαβὶδ, τῇ διὰ τοῦ Πνεύματος δᾳδουχίᾳ καταλαμπόμενος, τὰς πρὸς Θεὸν μελῳδίας ἐποιεῖτο, λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός! οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι.

Μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·» καὶ ἑτέρωθί που πάλιν, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ μὴν καὶ διὰ φωνῆς προφητῶν αὐτός πού φησιν ὁ Υἱὸς ἡ παντὸς ἀγαθοῦ πηγὴ, τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προχεόμενον νᾶμα ζωοποιόν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ἔφη δὲ καὶ ὁ προφήτης Ζαχαρίας, ὅτι «Πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων.» Πλεισταχοῦ δὲ τῆς θεοπνεύστου Γραφῆς, πηγήν τε καὶ ποταμὸν τὸν τοῦ Θεοῦ Λόγον ὠνομασμένον εὑρήσομεν.

Διὰ τοῦτο καὶ αὐτὸς τοῖς Ἰουδαίοις προ[σ]διελέγετο, καὶ δὴ καὶ πρὸς ἑαυτὸν ἐκάλει λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» Ποιούμενος δὲ τοὺς λόγους πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα, πάλιν ὧδέ φησι· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. Ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Οὐκοῦν εἴ τις διψᾷ, φησὶ, προσίτω τῷ Χριστῷ, καὶ δὴ καὶ πινέτω δεχόμενος ἀμφιλαφῆ τὴν διὰ τοῦ ἁγίου Πνεύματος παράκλησιν, καὶ χάριν, καὶ ἀκραιφνεστάτην μυσταγωγίαν. Δέξεται δὲ οὐ χρημάτων ὠνούμενος, ἀφθονοτάτῃ δὲ μᾶλλον φιλοτιμίᾳ τοῦ καλοῦντος ἐντρυφῶν. Προσιόντες δὲ, φησὶν, ἤγουν βαδίσαντες, καὶ ὡς ἐκ τόπου μεταπηδήσαντες εἰς τόπον ἕτερον, τουτέστιν ἐξ ἀπάτης πάλιν πρὸς ἐπίγνωσιν ἀληθείας, ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς. Πῶς οὖν ἀγοράζουσι, καὶ δέχονται δωρεὰν, καὶ ἀργυρίου δίχα; Πίστεως γὰρ ἀντέκτισιν τὴν παρὰ Χριστοῦ δεχόμεθα χάριν, κατατιθέμενοι μὲν τῶν προσκαίρων καὶ ἀπολλυμένων μηδὲν («Εἶπα γὰρ τῷ Κυρίῳ μου,» φησί· «Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις),» ἐν τάξει δὲ δώρων καὶ τιμημάτων προσκομίζοντες τῷ Χριστῷ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν.

Οὐκοῦν ἄνευ ἀργυρίου καὶ τιμῆς ἡ πόσις καὶ ἡ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων ἀφθονοτάτη δωρεά. Τί δὲ δὴ τιμώμεθα, καὶ ποίαν ὠνούμεθα πόσιν; Τὴν οἴνου, φησὶ, βρῶσίν τε πρὸς τούτῳ τὴν στέατος καὶ πυροῦ.

Καὶ ὁμολογουμένως μὲν τῶν παρὰ Χριστοῦ χαρισμάτων ἡ ἀμφιλαφὴς ἐπίδοσις κατευφραίνει ψυχὴν, καὶ οἶνος αὐτῇ γίνεται νοητός· καὶ μὴν καὶ στέαρ, τουτέστι τροφή· στερεοῖ γὰρ αὐτὴν καὶ εὐσθενεστάτην ἀποτελεῖ. Οὐκ ἀπίθανον δὲ, καὶ τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι λέγειν τῶν προκειμένων στίχων τὴν δύναμιν. Οἱ γάρ τοι πίνοντες τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος καταπλουτήσαντες χάριν διὰ τοῦ μετασχεῖν αὐτοῦ, καὶ ἀγοράσαντες τοῦτο διὰ τῆς πίστεως, ἐν μεθέξει γενήσονται καὶ οἴνου καὶ στέατος, τουτέστι τοῦ ἁγίου σώματος, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· εἶτα τούτοις ἐπιφέρει· Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον [al. ὁ μόχθος] ὑμῶν οὐκ εἰς πλησμονήν; Οἱ μὲν γὰρ Ἑλλήνων λογάδες, κατὰ τὸ αὐτοῖς δοκοῦν μᾶλλον, καὶ τὸ πνεῦμα λαβόντες τοῦ κόσμου, καὶ λαλοῦντες ἐν Βεελζεβοὺλ πεπλανήκασι τὴν ὑπ᾽ οὐρανὸν, δογμάτων οὐκ ἀληθῶν, ἀσυστάτων δὲ μᾶλλον καὶ κατεψευσμένων ἐκθέσεις συγγεγραφότες, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται.

Πλὴν οὐκ ἔχοντες τῆς ἀληθείας τὴν γνῶσιν, οὔτε μὴν τὸ θεῖόν τε καὶ οὐράνιον φῶς, οἱ πλανώμενοι προσῄεσαν τῇ μαθήσει τῶν ὀλεθρίων δογμάτων, πλεῖστα προσάγοντες χρήματα τοῖς αὐτὰ διδάσκειν ὑπισχνουμένοις. Ἀλλὰ ταῦτα, φησὶν, ἵνα τί τιμᾶσθε ἀργυρίου; Ποία γὰρ ὄνησις τὸ εἰδέναι θέλειν εὐγλωττίᾳ τῇ τινων οἷάπερ μέλι[τι] καταχριομένων [al. κατακεχρισμένον] τὸ ψεῦδος, καὶ ἐν λαμπρότητι λέξεων μάθημα φθοροποιὸν, καὶ οἷον ἐν σκεύει χρυσῷ βορβόρου δίκην σεσωρευμένον τὸ ψεῦδος; ἡμεῖς γὰρ ἐν σκεύεσιν ὀστρακίνοις τὸν Χριστὸν [al. Χριστοῦ] θησαυρὸν κεκτήμεθα. Ἵνα τί οὖν ταῦτα τιμᾶσθε, φησὶν, ἀργυρίου; καὶ ὁ μόχθος ὑμῶν, ὃς ἂν γένοιτο διαπονουμένοις εἰς τὸ μαθεῖν, οὐκ εἰς πλησμονὴν ἔσται, τουτέστιν, οὐκ ἀπόχρη πρὸς τὸ διαθρέψαι καὶ ζωοποιῆσαι ψυχήν. Ἀδικεῖ γὰρ μᾶλλον, ἢ ὀνίνησιν αὐτὴν τῶν ὀλεθρίων δογμάτων ἡ συλλογή. Ὀρθῶς οὖν ἆρα καὶ ὁ πάνσοφος Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;

Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος τοὺς πιστεύσαντας σῶσαι. Μωρίαν δὲ τοῦ κηρύγματος τὴν κοινότητα τῆς λέξεως τῆς ἐνούσης τῇ θεοπνεύστῳ Γραφῇ φησίν. Ἀφέντες οὖν τὸ εἰκῆ πονεῖν, καὶ ἀκαρπίαν συλλέγειν, καὶ δαπανᾷν ἀνέχεσθαι πόνους ἐπ᾽ ἀνωφελέσι πράγμασι, μᾶλλον ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ τὰ διὰ τῶν εὐαγγελικῶν δηλονότι, οἷς δὴ καὶ περιττῶς, φησὶν, ἐντρυφήσειεν ἡ ψυχὴ ὑμῶν. Ἐκεῖ γνῶσις ἀληθὴς τοῦ κατὰ φύσιν Θεοῦ, καὶ ἀρετῆς ἁπάσης καὶ ἁγιοπρεποῦς εὐκοσμίας μάθημα καὶ σύνεσις, θαυμαστῶς ἕκαστα τῶν πρακτέων ὀρθῶς διακρίνοντα, καὶ τεχνίτην εἰς ἀγαθουργίαν ἀποτελοῦσα τὸν νοῦν· ὥστε καὶ ἅπασι μὲν νοουμένοις προσκεῖσθαι φιλεῖν, ἀποφοιτᾷν δὲ τῶν ὅσα ἐστὶ διαβεβλημένα, καὶ τῆς φαυλότητος αἴτια [γρ. αἰτίᾳ] οὐ μετρίως ἐνισχημένους. Προσέχετε τοίνυν τοῖς ὠσὶν ὑμῶν· τουτέστι, Τὸ δὲ τὸ εὐθὲς καὶ εὐήκοον, ἐπακουληθήσατε ταῖς ὁδοῖς μου. Καὶ γὰρ ἔφη Χριστός· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Χρὴ τοιγαροῦν τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ἐπείγεσθαι τοὺς ὄντας αὐτοῦ. Καὶ τί ὑπάρξει τοῖς ἐθέλουσι τοῦτο δρᾷν; Ζήσεται, φησὶν, ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.

Τὴν ἀτελεύτητον ἐλπίδα, τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, ἔοικε διὰ τούτων ἡμῖν ὑποδηλοῦν.

Ὡς γὰρ ὁ Παῦλός φησιν, «Ὀφθαλμὸς οὐκ εἶδεν, οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» <Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσιν.

Ἰδοὺ ἔθνη ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε· καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε.> Ὑποσχόμενος, ὅτι Φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, διαδείκνυσιν εὐθὺς τίνα τρόπον αὐτοῖς εἰς πέρας ἐκβήσεται τὸ ἐπηγγελμένον.

Διδόναι γὰρ ἐπαγγέλλεται διαθήκην αἰώνιον εὖ μάλα φησίν. Οὐ γὰρ εἶχεν ὁ νόμος τὸ διηνεκὲς καὶ ἀσάλευτον, ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, καθά φησιν ὁ πάνσοφος Παῦλος, καὶ παλαιωθείσης τῆς ἀρχαίας ἐντολῆς ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον, δευτέρας ἐζητήθη τόπος, δῆλον δὲ ὅτι τῆς νέας, καὶ ἐν Χριστῷ πολὺ τὸ παρηλλαγμένον ἐχούσης παρὰ τὴν πρώτην. Ἡ μὲν γὰρ ἦν ἐν σκιαῖς, ἡ δὲ τῆς ἀληθείας τὸ κάλλος ἀπαστράπτει πνευματικῶς. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰακὼβ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαμβανομένου μου τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὔτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τὴν δέ γε διαφορὰν τῆς τε παλαιᾶς καὶ τῆς νέας διαθήκης διέδειξεν ἡμῖν καὶ ὁ σοφὸς Ἰωάννης λέγων, ὅτι «Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.»

Χάριν δὲ καὶ ἀλήθειαν τὴν διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀποκαλεῖ παίδευσιν, τῆς ἀληθοῦς καὶ ἐν πνεύματι λατρείας τὴν δύναμιν ἔχουσαν· ἔδει γὰρ, οἰκέτην μὲν ὅντα Μωσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκονον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λατρείας, τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν. Ποία τοίνυν ἐστὶν αἰώνιος διαθήκη, ἣν δὴ συντελέσει τοῖς προσιοῦσιν αὐτῷ διὰ πίστεως, καθίστησιν ἐναργὲς, ἐπενεγκὼν εὐθύς· Τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἢ γὰρ τὴν τῷ θεσπεσίῳ Δαβὶδ δοθεῖσαν ἐπαγγελλίαν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ δοθήσεσθαί φησι τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν, ἤγουν θεῖα καλεῖ τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα Χριστοῦ· ὅσια δέ φησιν αὐτὰ, ὡς ὁσίους ἀποτελοῦντα τοὺς ἐν οἷς ἂν γένοιντο, καθάπερ ἀμέλει καὶ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν ὠνόμασε, καὶ ἁγνοποιὸν ὄντα, καὶ ζωὴν τὸ ῥῆμα τὸ εὐαγγελικὸν ὡς ζωοποιόν.

Ἔφη γάρ που Χριστὸς, ὅτι «Τὰ ῥήματα, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,» τουτέστι πνευματικὰ καὶ ζωοποιά. Ὅσια δὴ οὖν τὰ ὁσιουργὰ, καὶ δικαίους καὶ ἀμώμους ἀποφαίνοντα τοὺς δεχομένους αὐτά· πιστὰ δὲ, ὅτι πάλιν πιστοποιά εἰσι, καὶ τὸ ἱδρυμένον ἐν πίστει καὶ τῇ κατ᾽ εὐσέβειαν ζωῇ τοῖς λαβοῦσιν ἐνεργάζεται. Δύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Οὐκοῦν Δαβὶδ ὀνομάσας, τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, περὶ αὐτοῦ φησι παραχρῆμα· «Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσι.» Διαμαρτύρεται ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς ἐξ ἐθνῶν ἀγέλας, ὅτι δεκταὶ γεγόνασι καὶ αὗται, καὶ μέτεστι τοῖς ἐθέλουσιν ἀπείργοντος οὐδενὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καταπλουτῆσαι φῶς. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.» Ἔδει γὰρ, ἔδει σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνησαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ξύλοις καὶ λίθοις ἐπεγράφοντο θεοῦς.

Ἐνηνθρώπησε δὲ ὁ Λόγος, ὅτου χάριν καὶ ἐπένευσεν αὐτοῖς, λέγων· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» Ταῦτα γὰρ ἦν τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα, λελύτρωται δὲ δι᾽ αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ᾽ αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ ἀσθενῆ καὶ συντετριμμένην οὐκέτι τὴν διάνοιαν ἔχουσιν, [ἀλλ᾽] ὑγιῆ τε καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν, καὶ κατόρθωσιν ἀγαθοῦ παντὸς καὶ σωτηρίου πράγματος. Πλὴν ἄθρει τὸ ἀκριβὲς τοῦ λόγου. Εἰπὼν γὰρ, Εἰς μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν, ἵνα μή τίς τινα τῶν ἁγίων προφητῶν αὐτὸν ὑπάρχειν ὑποτοπήσειεν, ἐνειδείη δὲ μᾶλλον πᾶς ὁστισοῦν, ὅτι τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν γὰρ μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωσῆς, μέτρον ἔχοντες τὸ οἰκετικὸν, τὸ, «Τάδε λέγει Κύριος,» ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ᾽ ὡς θείαις διακονοῦντες φωναῖς· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους.

Ἐθαυμάζετο γοῦν καὶ παρ᾽ αὐτοῖς τοῖς Ἰουδαίοις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτῷ, καὶ ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς αὐτῶν.

Οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ᾽ ὡς αὐτὸς ὢν ὁ νομοθέτης μετετίθει τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφάνειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ἔχων τὴν ἐξουσίαν. Ὅτι δὲ περὶ τῶν ἐθνῶν ὁ τῆς προφητείας ἐξυφαίνεται λόγος, ἀναμάθοι τις ἂν, καὶ λίαν ἀμογητὶ, τοῦ Θεοῦ καὶ Πατρὸς ποιουμένου τοὺς λόγους ὡς πρὸς αὐτὸν τὸν ἴδιον Υἱόν. Ἔθνη γὰρ, φησὶν, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται. Οἱ γὰρ πάλαι Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν, ἐπεκαλέσαντο, τουτέστιν, Θεὸν ἐπεγράψαντο τὸν Ἰησοῦν, καὶ ἐπ᾽ αὐτὸν κατέφυγον, ἐλπίδα, καὶ σκεπαστὴν, καὶ σωτηρίας πρόξενον ὀνομάζοντες, καὶ ὡς Θεὸν ἐπικαλούμενοι· καὶ διὰ ποίαν αἰτίαν; Ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, φησὶ, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε· πρόσεισι μὲν γὰρ τῷ Υἱῷ δοξάζοντες αὐτὸν ὡς ἐκ Θεοῦ Πατρὸς γεννηθέντα κατὰ φύσιν, καὶ τὴν αὐτοῦ τοῦ τεκόντος ἔχοντα δόξαν.

Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει τὸν ἐξ αὐτοῦ, καὶ ὁ δοξάζων τὸν Υἱὸν συνδοξάζει πάντως αὐτῷ καὶ τὸν ἐξ οὗ γεγέννηται κατὰ φύσιν· ἤγουν καὶ καθ᾽ ἕτερον, εἰ βούλει, τρόπον τοῖς εἰρημένοις προσβάλῃς· «Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ἐπειδὴ γὰρ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἀκλεής τις εἶναι ἐνομίσθη Χριστὸς, ἀναφοιτᾷ πάλιν εἰς τὴν ἐνοῦσαν αὐτῷ θεοπρεπῆ τε καὶ ὑπερτάτην ὑπεροχήν τε καὶ δόξαν, καὶ μετὰ σαρκός. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δεδόσθαι λέγειν τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ γοῦν ἔφη πρὸς αὐτόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» <Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε.

Ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.> Τῆς εἰς αὐτὸν πίστεως τὴν ὁδὸν ἐναργῆ καθιστὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἔφη που πρὸς Ἰουδαίους· «Μὴ γογγύζετε μετ᾽ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν.» Εἰσφέρεται δὲ καὶ τὸ αὐτοῦ πρόσωπον τοῦ Πατρὸς, οὕτω λέγον πρὸς τὸν Υἱόν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ποτὲ, καὶ τοῖς τοῦ κόσμου στοιχείοις λατρεύοντας, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνισχημένους, ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἀδυνάτως ἔχοντι προσνέμων [ἴσ. προσνέμειν] τὸ χρῆμα. Πάντα γὰρ ἐνεργεῖ, καὶ αὐτός ἐστιν ἡ τοῦ τεκόντος δεξιὰ πανσθενὴς καὶ ἀλκιμωτάτη. Ἐπειδὴ δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον, καὶ εἰς τὸ χρῆναι λαβεῖν κέκληκεν αὐτὸν οἰκονομικῶς, ταύτης ἕνεκα τῆς αἰτίας ὁ Πατὴρ λέγεται πάντας ὑποφέρειν, ὡς ἰδίᾳ δυνάμει, καὶ σοφίᾳ τῷ Υἱῷ· δυναμοῖ γὰρ δι᾽ αὐτοῦ τὸ ἠσθενηκὸς, καὶ σοφοῖ τὸ ἀσύνετον· καὶ οὐκ ἄν τις νοῦν ἔχων οἰηθείη ποτὲ μὴ δεδυνῆσθαι τὸν Υἱὸν ὑποτάξαι τινὰ ἑαυτῷ· διαλογιεῖται δὲ μᾶλλον ὅτι πάντα δι᾽ αὐτοῦ, καθάπερ ἔφην ἀρτίως, ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται.

Τί οὖν ἄρα καὶ νῦν βούλεται τῆς προφητείας ὁ λόγος; Εἰσκομίζει τὸ τοῦ Πατρὸς πρόσωπον, ἐπιφωνῶν καὶ λέγων ταῖς τῶν ἐθνῶν ἀγέλαις· Ζητήσατε τὸν Θεὸν, ὃν ἀρτίως ἔφη μαρτύριον δεδόσθαι τοῖς ἔθνεσιν, ἄρχοντά τε αὐτῶν, καὶ προστάττοντα· τοῦτον εὐθὺς καὶ Θεὸν ἀποκαλεῖ, καὶ ζητεῖσθαι προστέταχεν. Ἡ δὲ ζήτησις οὐ τοπική· τὸ γὰρ Θεῖον ἀσώματον, καὶ οὐκ ἐν τόπῳ νοεῖται. Πληροῖ γὰρ ἅπαντα, καὶ οὐδενὸς τῶν ὄντων ἀποδημεῖ, ἀλλ᾽ ὡς ἐν προθυμίᾳ ψυχῆς οἰκειότητα διψώσης τὴν πρὸς αὐτὸν διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων, καὶ θεογνωσίας τῆς ἀληθοῦς. Πρέποι γὰρ ἂν ἡ τοιαύτη ζήτησις τοῖς ἔτι μακρὰν, καὶ ἀφεστηκόσιν αὐτοῦ, μεσολαβούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τῆς ἐνεργούσης αὐτοῖς ἀγνοίας, ὧν ἐκ μέσου γεγενημένων ἐγγὺς ἔσονται Θεοῦ. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλει, λέγων· «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.» Οὕτω ζητεῖται πρὸς ὑμῶν ὁ τῶν ὅλων Θεός. Ἀλλ᾽ ἐν τῷ εὑρίσκειν, ἐπικαλέσασθε, φησί. Τὸ δὲ, ἐπικαλέσασθε, κατασημήνειεν ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι τὸ, ὡς Θεὸν ὑμνήσατε, καὶ ζητεῖτε παρ᾽ αὐτοῦ δύναμίν τε καὶ προθυμίαν ἀποχρῶσαν ὑμῖν εἰς ἐπιστροφήν. Αἰτήσατε παρ᾽ αὐτοῦ τὴν λύτρωσιν, καὶ τὸ δύνασθαι διαφυγεῖν τὰ τῆς ἁμαρτίας δεσμὰ, καὶ τὴν τοῦ πλεονεκτήσαντος χεῖρα, τοῦτ᾽ ἔστι, τοῦ Σατανᾶ.

Γέγραπται γὰρ, ὅτι «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» Ἐν δὲ τῷ εὑρίσκειν, γενέσθαι δὲ καὶ ἐγγὺς, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται. Οἱ γὰρ ὅλως ἀξιωθέντες κλήσεώς τε καὶ ἐπιστροφῆς, καὶ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων, προσδοκῶντες τὴν μέθεξιν, ἀποφοιτᾷν ὀφείλουσι τῶν ἀρχαίων ἐπιτηδευμάτων, καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, καὶ ῥοπῆς τῆς εἰς ἁμαρτίαν, καὶ φιληδονίας σαρκικῆς. Ἐλεηθήσεται γὰρ οὕτως ἐξ ἀληθινῆς καρδίας ποιησάμενος τὴν ἐπιστροφὴν, ὅτι ἀφήσει ἐπὶ πολὺ τὰς ἁμαρτίας ὑμῶν. Τὸ δὲ, ἐπὶ πολὺ, φησὶ ἀντὶ τοῦ, παντελῶς καὶ εἰσάπαν· «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερίσσευσεν ἡ χάρις,» κατὰ τὸ γεγραμμένον· δυσαπόνιπτον γὰρ τῶν ἐν ὑμῖν αἰτιαμάτων οὐδὲν, διασμήχειν ἐθέλοντος Θεοῦ. Γέγραπται γὰρ περὶ τοῦ πάντων Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί.

Πῦρ δὲ εἶναί φαμεν τὴν οἶον σμηκτικὴν τοῦ ἁγίου Πνεύματος δύναμιν, πυρὸς δίκην ἐκτήκουσαν τῶν ἐν ἡμῖν πλημμελημάτων τὸν ῥύπον. <Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν, ἀλλ᾽ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὔτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.> Ἀπιστεῖν οὐκ ἐᾷ διὰ Χριστοῦ χάριτι τοὺς καλουμένους εἰς ἐπιστροφὴν, καὶ λύτρωσιν, καὶ ἀποκάθαρσιν ἁμαρτίας. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· Θεοῦ γὰρ καλοῦντος εἰς ἐπιστροφὴν καὶ μετάγνωσιν, τοῖς τοῦ συνειδότος ἐλέγχοις καταδακνόμενοι, καὶ δυσέκνιπτον κομιδῇ τὸν τῆς ἑαυτῶν φαυλότητος ῥύπον λογιζόμενοι, Αἱ πλάναι ἡμῶν, ἔφασκον, ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τικτόμεθα.

Καὶ πῶς ζησόμεθα; Καὶ τί πρὸς ταῦτα Θεός; Ἐπιστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ὅταν τοίνυν ἀπιστῆτε, καὶ ὑμεῖς, αὐτός φησι, διαβεβαιουμένου τε καὶ λέγοντος ἐμοῦ τοῦ πάντα ἰσχύοντος, ὅτι Πάσης ὑμᾶς ἀπαλλάξω κηλῖδος, καὶ τῶν πάλαι διεπταισμένων ἐλευθέρους ἀποφανῶ, τότε καθ᾽ ἑαυτοὺς ἐννοήσατε, τίς μὲν ἐγὼ, τίνες δὲ καὶ ὑμεῖς, καὶ ὅτι τοσοῦτον διεστήκασιν ἐκ τῶν ὁδῶν ὑμῶν αἱ ὁδοί μου, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου, ὅση τίς ἐστι καὶ τῶν φύσεων ἡ διαφορά. Ἄνθρωποι μὲν γὰρ ὑμεῖς, ἐγὼ δὲ Θεός. Οὐκοῦν ἀμέτρητόν τε τὸ μεταξὺ, καὶ ἀπαράβλητα παντελῶς τὰ Θεοῦ. Νικᾷ γὰρ ἰσχύϊ, καὶ δόξῃ, καὶ ἡμερότητι, καὶ οὐδὲν ἔστι παντελῶς ἐν γεννητοῖς, ὃ τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτήμασι συνεκτείνεται, ἤγουν ἐγγὺς ὁρᾶται καὶ παραβραχύ. Ἄνθρωποι μὲν γὰρ ἀοργησίαν οὐκ ἔχουσιν· ἔνεστι δὲ τοῦτο τῇ ὑπὲρ πάντα φύσει· οὐ γὰρ κρατεῖται θυμῷ. Πικρὸς ὁ ἅνθρωπος καὶ πολὺς εἰς πονηρίας, ἀγαθὸς δὲ τῇ φύσει Θεὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν. Ἀνήσει δὴ οὖν ὡς Θεὸς, καὶ δικαιώσει τὸν ἀσεβῆ, καταχωννὺς ἀμνηστείαις τὰ ἐξ ἀγνοίας πταίσματα, ἀφανίζων δὲ καὶ τοὺς ἐκ τοῦ πεπλανῆσθαι ῥύπους. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖς.

Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς ἀσύνετος ἦν, εὔκολος εἰς ἀποφορὰν τὴν εἰσάπαν ὁτιοῦν τῶν ἐκτόπων, καὶ ὅλοις ὥσπερ ἱστίοις ἀποφερομένη πρὸς τὸ δρᾷν ἐθέλειν, ἃ μὴ θέμις εἰπεῖν. Ἐπειδὴ δὲ διὰ τῆς πίστεως ἐζήτησαν τὸν Θεὸν, ἀπεκαλέσαντό τε καὶ ἀπέλιπον ἑαυτῶν τὰς πρώτας ὁδοὺς καὶ ἀνόμους βουλὰς, ἠλέηνται μὲν παρ᾽ αὐτοῦ, μετεστοιχειώθησαν δὲ ὥσπερ εἰς ἑτέραν ζωὴν, σοφοὶ γεγόνασιν ὡς σοφίας μέτοχοι, καὶ ἀγαθοῦ παντὸς πράγματος ἐπιστήμονες, ἀπεσείσαντο τῆς ἀρχαίας ἀπάτης τὸν ζυγὸν, νενικήκασι τὴν ἁμαρτίαν, οὐκ εὐπαρακόμιστον ἔτι τὴν διάνοιαν ἔχοντες, ἐρηρεισμένην δὲ μᾶλλον, καὶ εὐσθενῆ, καὶ πολὺ βλέπουσαν ἐπὶ τὸ χρῆναι πληροῦν τὰ ἐφ᾽ οἷσπερ ἂν ἡσθείη Θεός. Ἀλλ᾽ ὅταν ἐπαγγείλωμαι ταῦτα, φησὶ, μὴ ἀπιστήσητε, μήτε μὴν ἀμήνυτον [ἴσ. ἀνήνυτον] ἔσεσθαι τῆς αὐτῶν γνώμης τὴν μεταβολὴν ὑπολαμβάνετε· οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν. Ὑμῖν γὰρ ἀνθρώποις οὖσι φύσει πλεῖστά τέ ἐστι τῶν πραγμάτων τὰ δυσεργῆ καὶ ἀνήνυτα. Οὐ γὰρ πᾶν, ὅπερ ἕλοισθε δρᾷν, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας· ἐμοὶ δὲ ὄντι Θεῷ λεῖα πάντη καὶ εὐήλατα, καὶ οὐδὲν ἄναντες ὅλως.

Τοσοῦτον γὰρ ἀφεστήκασιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, ὅσον ἂν νοοῖτο τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ· ἀκατάληπτον δὲ τοῦτο παντελῶς, καὶ μέτρου πέρα, καὶ ταῖς ἀνθρώπων διανοίαις οὐχ ἁλώσιμον.

Ἔφη γοῦν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; ἢ τίς ἔγνω νοῦν Κυρίου;» <Ὡς γὰρ καταβῇ ὑετὸς, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ βλαστήσει, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὕτως ἔσται τὸ ῥῆμα ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ ἀποστραφῇ, ἕως ἂν συντελέσῃ ὅσα ἠθέλησα.> Ὡς ἐκ παραδείγματος ἐναργοῦς καὶ πᾶσι γνωριμωτάτου πειρᾶται πληροφορεῖν, ὅση τίς ἐστι τῶν αὐτοῦ νευμάτων ἡ δύναμις. Πίπτει μὲν γὰρ ὑετὸς ἢ χιὼν ἐξ οὐρανοῦ, καθιεμένην δὲ παρὰ Θεοῦ διακωλύσειεν ἂν οὐδείς· τρέχει δὲ μᾶλλον εἰς πέρας τοῦ καθιέντος αὐτὸν ὁ σκοπός· εὔκαρπον γὰρ ἀποφαίνει ἅπασαν τὴν γῆν, ὥστε τοὺς γηπόνους ἐν ἀμφιλαφείᾳ γενέσθαι πολλῇ καὶ σπερμάτων, καὶ τροφῆς.

Καιροῦ γὰρ ὄντος καθ᾽ ὃν ἂν εὐτραφὴς ὁ στάχυς ἀναδοθείη τῆς γῆς, οὐχὶ μόνα τὰ διαρκέσαι δυνάμενα πρὸς τροφὴν ζητοῦσι γηπόνοι, ἀλλὰ γὰρ καὶ ὅσα πάλιν ἀποχρήσειεν ἂν αὐτοῖς, καιροῦ καλοῦντος ἐπὶ τὸ χρῆναι πονεῖν. Οὕτω, φησὶν, οὐκ ἄν τις τὸν ἐμὸν εἴρξῃ λόγον, οὐδ᾽ ἂν ἀποστραφείη, τουτέστιν, οὐ παύσεται, ἄχρις ἂν εἰς πέρας ἔλθοι τὸ δοκοῦν ἐμοί. Καὶ ἀληθὴς ὁ λόγος· ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Τίς γὰρ ἔσται τοσοῦτος, ὡς θείαις ἀντιστῆναι ψήφοις, καὶ θελήμασιν ἀνταναστῆναι δεσποτικοῖς; Οὐδεὶς παντελῶς.

Οὐκοῦν ὅπερ ἂν ἐκ στόματος ἐξέλθοι τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας· ἔνεστι γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ, καὶ πρός γε τούτῳ τὸ ἀψευδεῖν. Πλὴν κατέπεμψεν ἡμῖν τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ὑετὸν ὥσπερ τινὰ θεῖόν τε καὶ νοητὸν τὴν διὰ Χριστοῦ παράκλησιν, ἤτοι τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν χορηγίαν, δι᾽ ἧς εὔκαρπος καὶ γονιμωτάτη γέγονεν ἡ σύμπασα γῆ. Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Καὶ μὴν καὶ διὰ φωνῆς Μωσέως, «Καταβήσεται, φησὶν, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματα μου.» Ἐπιστέλλει δέ τισι καὶ ὁ πάνσοφος Παῦλος· «Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσαι τὸν σπόρον ὑμῶν, καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.» Οὐκοῦν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευματικὴν, τὴν διὰ Χριστοῦ χορηγίαν λαβόντες εἰς νοῦν, ὥστε μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, ἤτοι τὸν ἄρτον ἔχειν ἡμᾶς τὸν ζωοποιὸν, ἀλλὰ γὰρ καὶ σπέρμα τῷ σπείροντι.

Οἱ γάρ τοι λαῶν προεστηκότες, καὶ δογμάτων ἱερῶν ἐπιστήμονες, καὶ παιδαγωγεῖν ἑτέρους οἷοί τε καὶ τὸν τῆς μυσταγωγίας τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξυφαίνοντες λόγον, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἐθησαύρισαν αὐτοῖς σπόρον, προκατασωρεύσαντες ἐν ταῖς ἑαυτῶν ψυχαῖς. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησιν, «Θεοῦ γεώργιόν ἐσμεν·» συνεργοὶ γὰρ Θεοῦ τοῦ σπείροντος ἐν ἡμῖν, καὶ δογματικῆς εὐτεχνίας γνῶσιν ἀκριβῆ, καὶ πολιτείας εὐαγοῦς ἐπιστήμην, καὶ παντὸς ἔφεσιν ἀγαθοῦ πράγματος· οὗτος δέ ἐστιν ὁ Χριστὸς, ὃς δὴ καὶ περὶ αὑτοῦ φησιν· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» <Καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε.> Ὑποσχόμενος ὅτι πάντη τε καὶ πάντως ἐλεηθήσονται τοὺς τῆς ἁμαρτίας ἀπονιψάμενοι ῥύπους, εἶτα καθαροὶ γεγονότες αὐτῷ συναφθήσονται πνευματικῶς, ἔσονται δὲ οἱ μακρὰν ἐγγὺς, καὶ ταῖς παρ᾽ αὐτοῦ φιλοτιμίαις καταπιανθήσονται, καὶ διὰ μέσου παρενθεὶς τὰ δι᾽ ὧν ἦν δύνασθαι πιστεύειν αὐτοὺς, ὅτι καὶ ἀψευδὴς ᾖ, Θεὸς ὢν φύσει, καὶ τῶν δυνάμεων Κύριος, ἔχεται πάλιν τῶν ἐφεξῆς, ἤτοι τῆς ἀπαριθμήσεως τῶν δοθησομένων αὐτοῖς πνευματικῶν χαρισμάτων.

Εὐοδώσω γὰρ, φησί, τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου· μέγα τοῦτο καὶ ἀξιόληπτον ἀγαθὸν, καὶ ξένιον οὐρανοῦ· καὶ τίνα τρόπον, ἐροῦμεν. Τοῖς μὲν γὰρ ἐκ φιληδονίας κοσμικῆς εἰς εὐσχήμονα ζωὴν μεθορμίζεσθαι βουλομένοις οὐκ ἄτραχυ τὸ χρῆμά ἐστιν. ἀλλ᾽ οὐδὲ βάσιμον ἐν ἀρχαῖς. Ἀντανίσταται γὰρ αὐτοῖς ὥσπερ τῆς ἐντριβοῦς συνηθείας τὸ γλυκὺ, καὶ καταμεθύσκει ταῖς λύπαις τὸν ἐν αὐτοῖς ὄντα νοῦν.

Οὐκ εὐδιάφυκτα γὰρ τὰ τῆς σαρκὸς πάθη, οὔτε μὴν τοῖς ἐθέλουσιν εὐτριβὲς τὸ τρέχειν εἰς ἀρετήν. Εὐοδοῦντός γε μὴν τοῦ Θεοῦ, καὶ τὰ δυσπόρευτα καὶ ἀνάντη ψιλὰ τιθέντος καὶ εὐήλατα, φύγοι τις ἂν καὶ μάλα ῥᾳδίως καὶ τὰς τῶν παθῶν προσβολὰς, εὐσθενέστατα δὲ καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα διαπηδήσειεν.

Γέγραπται γάρ· «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις.» Τί τοίνυν Θεὸς ἐπαγγέλλεται τοῖς εἰς αὐτὸν πιστεύσασιν; Εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου, καὶ οὐκ ἐν λύπῃ ἐξελεύσεσθε, ἀλλ᾽ ἐν χαρᾷ διδαχθήσεσθε. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη πάλιν ἑτέρωθί που τὸ γράμμα τὸ προφητικόν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἕτερος δὲ τῶν ἁγίων προφητῶν, «Εὐθεῖαι, φησὶν, αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.» Θεοῦ γὰρ αὐτοῖς τὰς ὁδοὺς οὐ καταλειαίνοντος, οὐκ ἂν ἰσχύσειαν φέρεσθαι δι᾽ αὐτῶν.

Ὅτι γὰρ ξένιόν ἐστιν, ὡς ἔφην, οὐρανοῦ τὸ τὰς θείας δύνασθαι βαδίζειν ὁδοὺς, καὶ πληροῦν τὰ ἐντάλματα, δι᾽ ὧν ἄν τις ἐλάσαι πρὸς Θεὸν, ἐδίδαξεν εἰπὼν ὡς περὶ τῆς Ἰουδαίων Συναγωγῆς· Διὰ τοῦτο ἰδοὺ ἐγὼ, φησὶ, φράσσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψι, καὶ ζητήσει τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ. Οὐκοῦν ἐμοῦ, φησὶν, εὐοδοῦντος τὰ ἐντάλματα, ἐν εὐφροσύνῃ ἐξελεύσεσθε, τουτέστιν, ἀμείνους ἔσεσθε λύπης, οὐ καταδηχθήσεσθε τὴν καρδίαν, ἔξω γεγονότες παθῶν, καὶ εἰς τὴν ἀμείνω καὶ τεθαυμασμένην μετατρέχοντες ζωήν.

Διδαχθήσεσθε γὰρ χαίροντες, καὶ τοῖς ἱεροῖς ἐντρυφῶντες λόγοις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβίδ· «Ὡς γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.» Χαίρειν δὲ μᾶλλον ἐπ᾽ αὐτοῖς διεβεβαιοῦτο, καὶ μάλα ἐμφρόνως ὡς ἐπὶ παντὶ πλούτῳ· ἐν χαρᾷ δὲ καὶ ἑτέρως νοηθεῖεν ἂν ἐκτρέχοντες· ἀπαλλαττόμενοι γὰρ τῆς ἀρχαίας ἀπάτης, ἁρπάζουσι χαίροντες τὴν παρὰ Θεοῦ κλῆσιν, καὶ ἀληθὲς τοῦτο ὑπάρχον ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. <Τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.> Ὄρη φησὶν ἐν τούτοις τάχα που τὰς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεις, αἳ δὴ καὶ τετάχαται παρὰ Θεοῦ πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς. Πνεύματα γάρ εἰσι λειτουργικὰ πεμπόμενα πρὸς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, χαίρουσι δὲ καὶ ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ναὶ μὴν καὶ ὄρεσι παρεικάζοιντο ἂν εἰκότως ὡς τὸ ὑψοῦ λίαν εἶναι λαχόντες κατά τε τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὸ μέγεθος.

Ἤγουν ὄρη μὲν ἐκλήψῃ τοὺς τὸ διδασκαλικὸν ἐν Ἐκκλησίαις ἔχοντας ἐπιτήδευμα, καὶ φρονοῦντας μὲν τῶν χαμαιπετῶν οὐδὲν, ζητοῦντας δὲ μᾶλλον τὰ ἄνω, καὶ τῶν γηΐνων ἀναπηδήσαντας· βουνούς γε μὴν τοὺς τῆς ἐκείνων ὑπεροχῆς ἡττωμένους, καὶ οἷον ὑποκαθημένους αὐτῶν τὴν δόξαν. Μέτρα γὰρ ἐν Ἐκκλησίαις εἰσὶ καὶ τιμῆς καὶ λειτουργιῶν· ταῦτά φησι τὰ ὄρη τὰ νοητὰ, καὶ σὺν αὐτοῖς οἱ βουνοὶ ἐξαλοῦνται, τουτέστιν ἀνασκιρτήσουσι, χαίροντα δηλονότι διὰ τὴν ὑμῶν ἐπιστροφήν τε καὶ κλῆσιν, καὶ προσδέξονται ὑμᾶς μετὰ χαρᾶς· ἐπιγαννύμεθα γὰρ οὐ μετρίως, ὅταν τινὲς τῶν πεπλανημένων, τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν ἔτι μεθέντες, πρὸς τὸ τῆς ἀληθοῦς θεοπτίας ἄττουσι φῶς, Οὕτως αὐτοῖς καὶ ὁ πάνσοφος Παῦλος προσεφώνει, λέγων· «Χαρὰ καὶ στέφανός μου.» Ἀλλὰ καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ, φησὶν, ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ξύλα νοήσεις ἀγροῦ τοὺς τελοῦντας ἐν λαοῖς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Καὶ γοῦν ἐπείπερ ἐστὶν εὐθαλής τε καὶ εὔκαρπος ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, φησί· «Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Οὐκοῦν τὰ ξύλα τὰ νοητὰ τοῖς κλάδοις ἐπικροτήσει, φησί.

Χαίρουσι γὰρ οἱ πιστεύσαντες, καθάπερ ἀμέλει καὶ τὰ ὄρη καὶ οἱ βουνοὶ, τουτέστιν, οἱ καθηγεῖσθαι λαχόντες λαῶν, ἐπὶ τῇ σωτηρίᾳ τῶν καλουμένων εἰς ζωὴν, καὶ τῆς ἀχράντου μυσταγωγίας εἰς πέρας, δι᾽ ἧς τὸ θεῖον αὐτοῖς ἐνίεται φῶς. Εἶτα ὅτι πλείστη τις ἔσται τῶν κεκλημένων μεταβολὴ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον, διαδείκνυσιν εὐθὺς λέγων, ὡς ἀντὶ τῆς στοιβῆς ἔσται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Στοιβὴν καὶ κόνυζαν πικρὰς, καὶ ἀπροσβλήτους [al. ἀποβλήτους] ἀκάνθας εἶναί φασιν, ἐντεθήλασι δὲ χωρίοις μὲν τοῖς ὑπὸ γηπόνους οὐδαμῶς, χέρσῳ δὲ καὶ ἁλμάδι χαίρουσι γῇ. Τοιοῦτοί τινες ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν ἀληθείας, ἀφέντες τὸ εἶναι στοίβη, καὶ κόνυζα, μετακεχωρήκασι νοητῶς εἰς τὰ εὐμήκη καὶ εὐοσμότατα τῶν φυτῶν. Χρηματίζουσι γὰρ κυπάρισσος καὶ μυρσίνη. Μέγα τοίνυν τὸ θαῦμα τοῦ γηπονοῦντος τὴν Ἐκκλησίαν, τουτέστι, τοῦ Χριστοῦ. Μεθίστησι γὰρ τὰς ἀκάνθας εἰς τὰ εὐγενῆ καὶ ἐξαίρετα τῶν φυτῶν, καὶ ἑτέρους ἀνθ᾽ ἑτέρων ἀποφαίνει πατρικῶς [γρ. πνευματικῶς]. Εὑρήσομεν δὲ τουτὶ γεγονὸς καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ.

Στοιβὴ γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος· ὁ μὲν γὰρ ἦν τελώνης, ὁ δὲ διώκτης καὶ ὑβριστής· φωστῆρες γεγόνασιν οἰκουμενικοὶ, καὶ Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Ὅτι δὲ ὁ τούτων πάντων χορηγὸς καὶ πρύτανις ἐν ἀτελευτήτῳ κείσεται δόξῃ καὶ διαμονῇ, διδάσκει λέγων, ὅτι Ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει· ὄνομα δέ φησιν ἐν τούτοις τὴν δόξαν, σημεῖον δὲ, ὥς γε οἶμαι, τὴν διὰ σταυροῦ φαιδρότητα, δι᾽ οὗ καὶ σεσώσμεθα, ἐσόμεθα δὲ ἀκαταλήκτως ἐν τούτῳ. Ἐκλείψει γὰρ ἡμῖν ἡ παρ᾽ αὐτοῦ χάρις κατ᾽ οὐδένα καιρὸν ἢ τρόπον.