Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Ε', Τόμος Γ'

Η πρακτική δικαιοσύνη, η πνευματική ερμηνεία του Σαββάτου, ο έλεγχος της υποκριτικής νηστείας και οι πνευματικές θυσίες των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 24 από 27

ΤΟΜΟΣ ΤΡΙΤΟΣ. <Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγενέσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.> Περὶ τῆς τῶν ἐθνῶν κλήσεως τῆς διὰ πίστεως, δηλονότι τῆς ἐν Χριστῷ, μακροὺς πεποίηται λόγους ἐν τοῖς ἀνόπιν βραχὺ, διαπεράνας δὲ τοῦτο μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι νουθετεῖν τοὺς ἐξ αἵματος Ἰσραήλ.

Φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἐπειδὴ δὲ ἦν ἔθος αὐτοῖς ἐπὶ τῇ τῶν πατέρων εὐγενείᾳ τὴν ὀφρὺν ἀνασπᾷν, καὶ μέγα φρονεῖν, ἐπ᾽ αὐτῷ δὴ τούτῳ, καὶ μόνῳ, καὶ ἀποχρήσειν αὐτοῖς οἴεσθαι ταυτὶ, καὶ εἰ μὴ μετὸν ὁρῷτο τῆς εὐζωΐας τὸ καύχημα, πειρᾶται πληροφορεῖν, ὡς εἰκαῖον αὐτοῖς ἔσται παντελῶς τὸ ἐπὶ τούτῳ φύσημα, δόξαν δὲ μᾶλλον ἀποφαίνει λαχόντας θεοπρεπῆ, τὸ πληροῦν ἑλέσθαι τὰ διατεταγμένα, καὶ τὸ τὴν ἐν ἔργοις φαιδρότητα μεταποιεῖσθαι φιλεῖν. Οὐκοῦν φυλάσσεσθε, φησὶ, κρίσιν, τουτέστι, τὴν ὀρθοκρισίαν, ἤτοι τὰ θεῖα κρίματα, δῆλον δὲ ὅτι τὰς ἐντολάς. Ποιεῖτε δικαιοσύνην· οὐ γὰρ ἀρκέσει μόνον τὸ βούλεσθαι μὲν τοῖς θείοις προσκεῖσθαι νόμοις, ἀποφοιτᾷν δὲ τοῦ χρῆναι διαπεραίνειν αὐτούς· δεῖ δὲ φύλακας ὁρᾶσθαι τῶν ἱερῶν κριμάτων, διαπρέπειν τε πρὸς τούτῳ διὰ πάσης ἀγαθουργίας. Ἵνα δὲ μή τις οἴηται τῶν καθ᾽ ἡμᾶς ἐπὶ τὴν τοῦ νόμου τήρησιν, τὴν ὡς ἔν γέ φημι σκιαῖς τε καὶ τύποις παραθήγεσθαι διὰ τούτων τοὺς ἐξ Ἰσραήλ· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεῷ, καθὰ γέγραφέ τισιν ὁ πανάριστος Παῦλος· ἐγγὺς εἶναί φησι τὸ σωτήριον, καὶ τὸ ἔλεος αὐτοῦ ἀποκαλυφθῆναι. Ἔλεος δὲ καὶ σωτήριον ὀνομάζει Χριστόν· ἠλεήμεθα γὰρ δι᾽ αὐτοῦ, τὴν διὰ πίστεως ἄφεσιν καὶ σωτηρίαν ἀποκερδαίνοντες.

Ἐοικὸς εἶναί φαμεν τούτῳ τὸ εἰρημένον [al. τοῦτο τῷ εἰρημένῳ] παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἀββακούμ· «Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Τὸ δέ γε ἀποκαλυφθῆναί φησιν, ἀντὶ τοῦ φανερωθῆναι· προαπήγγελλον μὲν γὰρ οἱ μακάριοι προφῆται τοῦ Σωτῆρος τὴν ἄφιξιν· γέγονε δὲ τοῖς ἐπὶ τῆς γῆς ἐναργὴς ἐν καιροῖς, καθ᾽ οὓς ἠθέλησεν ὁ δυνάστης· καὶ τοῦτο διδάξει λέγων ὁ θεσπέσιος Δαβίδ· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Πεφανέρωται γὰρ τοῖς ἔθνεσι Χριστὸς, ὅς ἐστι σωτήριον, καὶ δικαιοσύνη ὡς γὰρ ἔφην ἀρτίως, σέσωκέ τε καὶ δεδικαίωκεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. <Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.> Ἀδελφὰ καὶ ταῦτα τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, καὶ διὰ τῶν ἴσων ἔρχεται, ἐπιτήρησίν γε μὴν ὁ λόγος ἔχει πολλήν. Ἄθρει γὰρ ὅπως μακάριον εἶναί φησιν, οὐχὶ δήπου πάντως τὸν ἐκ σπέρματος Ἀβραὰμ, οὔτε μὴν τὸν σαρκὶ καὶ εὐγενείαις ἐπικομπάζοντα, καὶ εἰκαῖον ἔχοντα τὸ ἐπὶ τούτῳ φρόνημα, ἐκεῖνον δὲ μᾶλλον, ὥσπερ ἂν ἐνυπάρχον ὁρῷτο τὸ διαπρέπειν ἐν ἀγαθοῖς, καὶ τῆς ἀβεβήλου ζωῆς τὸ λαμπρὸν, καὶ περιφανὲς ἀξίωμα.

Τοιοῦτόν τι καὶ ὁ μακάριος Βαπτιστὴς Ἰωάννης ταῖς Ἰουδαίων ἀγέλαις ἐπιφωνήσας ὁρᾶται· προσῄεσαν μὲν γὰρ τὸ παρ᾽ αὐτοῦ τιμῶντες βάπτισμα, μετανοίας δὲ ἦν, καὶ πικροὺς ὄντας λίαν διήλεγχε λέγων· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁ δέ φησιν· «Εἰ πατέρα εἴχετε τὸν Ἀβραὰμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Μακάριος τοίνυν, φησὶν, οὐκ εἴ τις υἱός ἐστιν Ἀβραὰμ, ἀλλ᾽ ὁ φυλάσσων ταῦτα· ποῖα δὲ ταῦτα; Κρίμα καὶ δικαιοσύνην, καὶ πρός γε τούτῳ φυλάττων καὶ κατορθῶν αὐτὰ, καὶ ἀντεχόμενος αὐτῶν, τουτέστιν, οὐ παρέργως ἢ παρειμένως ἐπ᾽ αὐτὰ χωρῶν, ἀλλ᾽ οἷον ἐν πάσῃ σπουδῇ, καὶ νεανικῶς, ὥστε καὶ ἀντέχεσθαι λίαν αὐτῶν, καὶ φυλάσσειν τὰ Σάββατα μὴ βεβηλοῦν αὐτά. Ἵνα πάλιν τοιοῦτο νοῇς· οὐκ ἐξῆν ἐν Σαββάτῳ φροντίδα ποιεῖσθαί τινα τῶν περὶ τὴν σάρκα πόνων ἢ σπουδασμάτων.

Ἔδει δὲ μᾶλλον ἀργεῖν τοῦτο τοῦ θείου προστάσσοντος νόμου, πλὴν ἀργοῦντες τὰς νενομισμένας θυσίας προσεκόμιζον τῷ Θεῷ, τοῦ νομικοῦ γράμματος αἰνιγματωδῶς ὑποφαίνοντος, ὅτι φροντίδος σαρκικῆς ἀποσχομένους ἐμφρόνως ἱερουργεῖν προσήκει τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ τὰς εἰς ὀσμὴν εὐωδίας τῆς νοητῆς. Ἀργίας οὖν ἄρα τῆς ἐξ ἁμαρτιῶν καὶ σαρκικῶν ἐπιθυμιῶν τύπον ἐπλήρου τῆς κατὰ τὸ Σάββατον ἀργίας ἡ δύναμις· οὕτω προσήκει φυλάττεσθαι καὶ ἡμᾶς τοῦ μὴ βεβηλοῦν τὰ Σάββατα· ἀποπαυσάμενοι γὰρ, ὡς ἔφην, φροντίδος ἁπάσης γεώδους καὶ σαρκικῆς, νοητῶς σαββατίζομεν, οὐ τὰς δι᾽ αἱμάτων καὶ καπνῶν τελοῦντες θυσίας, ἀλλ᾽ ἱεροῖς σπουδάσμασι κατευφραίνοντες αὐτὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτοὺς ἀναφέροντες. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς, καθὰ γέγραπται. Δεῖ δὴ οὖν ἄρα μὴ βεβηλοῦν τὰ Σάββατα, διατηρεῖν δὲ πρὸς τούτῳ καὶ τὰς χεῖρας κεκαθαρμένας· καὶ τίνα τρόπον, αὐτὸς ἐδίδαξεν εἰπών· Τοῦ μὴ ποιεῖν ἀδίκημα οὐ γὰρ ἔστι φυλάσσειν δύνασθαι κρίσιν, καὶ ποιεῖν δικαιοσύνην ἀδικεῖν ἐθέλοντας, καὶ τοῖς τῆς ἁμαρτίας ῥύποις τὴν χεῖρα καταμιαίνοντας. Χεῖρα δὲ οὐχὶ πάντως τὴν τοῦ σώματος, ἀντὶ δέ γε τῆς χειρὸς τὴν πρακτικὴν νοήσεις ἐνέργειαν, καθ᾽ ἣν ἑκάστῳ πρόσιμεν τῶν πραγμάτων. <Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ τούτου.

Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρεῖσσον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.> Ἑτέραν ὀφρὺν τῶν ἐξ αἵματος Ἰσραὴλ, ἤγουν ἀλαζονείας πρόφασιν, σαθράν τε καὶ ἕωλον κατασύρει Θεός· ἐφρόνουν μὲν γὰρ, ὡς ἔφην, μέγα, λέγοντες, «Πατέρα ἔχομεν τὸν Ἀβραὰμ,» καὶ μὴν ὅτι Λαὸς ἅγιός ἐσμεν ἐξειλεγμένος, τετάγμεθα δὲ καὶ εἰς κλῆρον Θεοῦ. Ἔφευγον δὲ καὶ τὴν ἀπαιδίαν, ἅτε δὴ τοῦ προπάτορος Ἀβραὰμ ἐν εὐλογίας τάξει λαβόντος παρὰ Θεοῦ τὸ εἰς πληθὺν ἐκταθήσεσθαι τὴν ἀμέτρητον τὸ σπέρμα αὐτοῦ· ἰσάριθμον γὰρ τοῖς ἄστροις ἐπηγγέλλετο Θεὸς ἀναδείξειν αὐτό. Εἴρητο δὲ πρὸς αὐτοὺς καὶ διὰ τοῦ πανσόφου Μωϋσέως τό· «Οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα.» Ὅτι δὲ μέγα τι χρῆμα καὶ ἐξαίρετον ἡ πολυπαιδία νενόμιστο παρ᾽ αὐτοὺς, πληροφορήσει τις λέγων τῶν ἁγίων προφητῶν· «Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων, καὶ συλλήψεων.» Ἑπτὰ δὲ γυναῖκας ἐπιλήψεσθαι ἑνὸς ἀνδρὸς, ὁ προφήτης φησὶν Ἡσαΐας· εἶπόν τε ὅτι «Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ᾽ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.»

Οὐ γὰρ ἤθελον, ὡς ἔφην, ὡς ἄγονοί τε καὶ στεῖραι κατονειδίζεσθαι.

Οὐκοῦν ἐπειδήπερ ἐπ᾽ εὐγενείᾳ σαρκικῇ, καὶ προσέτι τῇ πολυπαιδίᾳ μέγα φρονεῖν ἐδόκει τοῖς ἐξ Ἰσραὴλ, ἀναγκαίως αὐτοὺς καὶ ταύτης ἐξίστησι τῆς ἀμαθίας, εἰπών· Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον, Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ.

Οὐ γὰρ ἐπείπερ ἀλλογενὴς, τουτέστιν, οὐκ ἐξ αἵματος Ἰσραὴλ, διὰ τοῦτο καὶ ἀμέτοχος τῶν παρ᾽ αὐτοῦ χαρισμάτων, ἤγουν τῆς πρὸς αὐτὸν οἰκειότητος, δηλονότι πνευματικῆς· ἀλλ᾽ εἰ προσκέοιτο τῷ Κυρίῳ, τάξεται πάντως ἐν οἰκείοις, καὶ ἐγνωσμένοις, καὶ εἰς ἔθνος ἅγιον, καὶ εἰς βασίλειον ἱεράτευμα, καὶ εἰς κλῆρον Θεοῦ· τελέσει δὲ καὶ ἐν τέκνοις Ἀβραάμ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Δέδοται δὲ τῷ Ἀβραὰμ ἡ ἐπαγγελία παρὰ Θεοῦ, οὐκ ἐπὶ μόνοις τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς διὰ τῆς πίστεως· ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Οὐκοῦν τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως Ἀβραὰμ δοθήσεται πάντως τὸ τελεῖν ἐν τέκνοις. Οὐκ ἀφοριεῖ τοιγαροῦν τὸν προσήλυτον ἐκ τοῦ λαοῦ αὐτοῦ, τὸν δὲ ἅπαξ προστεθέντα καὶ κεκλημένον ἐν πίστει προσδέξεται, καὶ λαὸν ἅγιον ὀνομάσει. Ἀλλὰ εἴ τις εὐνοῦχός ἐστι, φησὶν, τουτέστιν, ἄπαις ἢ ἄγονος, μὴ λεγέτω καθ᾽ ἑαυτὸν, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, τουτέστι, μὴ λυπείσθω διὰ τὴν ἀπαιδίαν. Οὐδὲν γὰρ τοῦτο παρὰ Θεῷ, οὔτε μὴν ἀπόβλητον ἀποφαίνει. Ὁποῖος γὰρ τρόπος ἀρετῆς, ἢ ποίων κατορθωμάτων λαμπρότης, ἡ πολυπαιδία, Σαρκὸς ἔργα ταυτὶ μώμου τε καὶ ἐπαίνου μακράν.

Εἰ γὰρ καὶ δέδοταί τισιν ἐν εὐλογίας τάξει τὸ χρῆμα, καιροῦ καλοῦντος εἰς τοῦτο, ἀλλ᾽ οὐκ ἀδικήσειεν ἂν οὐδὲν τοὺς μὴ λαχόντας αὐτό. Ἐπεὶ ποῖος ἂν γένοιτο καταῤῥήσεως τρόπος τοῖς τεθνεῶσι πρὸ ὥρας, ἢ πρὸ γάμου καὶ μίξεως, τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἀποδημήσασιν, οἷς παίδων οὐχ ὑπῆρξε γονή; ὀνήσει δὲ τρόπον τινὰ τοὺς φιλαμαρτήμονας ἐν τῷδε τῷ βίῳ, πολλῶν πατέρας υἱῶν καὶ θυγατέρων; Μηδὲ λεγέτω, φησὶν, ὁ παῖδας οὐκ ἔχων, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν.

Λυπεῖ δὲ οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον εἶναί φημι διαμνημονεῦσαι καὶ νῦν τῶν εὐνουχισάντων ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἷς ἂν ἐφαρμόσειέ τις, καὶ μάλα εἰκότως, τὸν ἔν γε τούτοις παρὰ Θεοῦ λόγον. Δώσω γὰρ αὐτοῖς, φησὶν, ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν. Οἶκον δὲ καὶ τεῖχος, ἤτοι τὸν περίβολον καὶ ἀσφάλειαν ἀποκαλεῖν ἔοικε τὴν Ἐκκλησίαν, τὴν ἄνω που τάχα καὶ ἐν οὐρανοῖς, ἤγουν τὴν ἐπὶ γῆς, εἰς ἣν διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ τὸ τῆς ἐγκρατείας ἀναδούμενοι καύχημα, καὶ πολυπαιδίας κρείττονα τὴν ἐπὶ τούτῳ δόξαν ἡγούμενοι, καὶ τό γε ἧκον εἰς σεμνότητα πολιτείας εὐνούχων οὐδὲν διαφέροντες. Οὗτοι δέχονται παρὰ Θεοῦ δόξαν αἰώνιον· δηλοῖ δὲ τοῦτο τοὔνομα, καὶ οὐκ ἂν ἐκλείψοι ἐν αὐτοῖς ἡ παρ᾽ αὐτοῦ χάρις· ἐξαίρετα γὰρ τῆς ἐγκρατείας τὰ γέρα, πλὴν οὐχ ἁπλοῖς εὐνούχοις τὴν τῶν οὕτω λαμπρῶν ἀξιωμάτων ἐπαγγέλλεται χορηγίαν, ἀλλὰ τοῖς φυλάττουσι τὰ Σάββατα αὐτοῦ, Χριστοῦ δὲ δηλονότι· ἕτερα δὲ, ὡς ἔφην, τὰ αὐτοῦ Σάββατα παρὰ τοῦ νόμου. Τὰ μὲν γὰρ ἦν ἐν τύποις, τὰ δὲ τῷ τῆς ἀληθείας καταφαιδρύνεται κάλλει.

Καὶ ἐπεὶ τοῖς ἐπιλεξαμένοις [ἅπερ] αὐτὸς βούλεται, καὶ ἀντεχομένοις τῆς διαθήκης αὐτοῦ. Βούλεται δὲ Χριστὸς οὐ τὰ ἐν σκιαῖς καὶ γράμμασι νομικῶς, ἀλλὰ καὶ τὰ ἐν τῇ διαθήκῃ τῇ παρ᾽ αὐτοῦ· δῆλον δὲ ὅτι τῇ νέᾳ τε καὶ εὐαγγελικῇ. <Καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾷν τὸ ὄνομα Κυρίου, τὸ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου, εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου. Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς προκληθήσεται πᾶσι τοῖς ἔθνεσιν, εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ.> Συναπτέον τοῖς ἀνόπιν καὶ ταῦτα, ἵν᾽ ᾖ τοιοῦτον τὸ λεγόμενον· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ.

Οὐκοῦν διαλέγεται τοῖς ἐξ ἐθνῶν, καὶ οὔτι που μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, οἳ τὴν ὀφρὺν ἀνασπῶντες ὑψηλὴν κατεπεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες· φάσκοντες τὸ, «Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι.» Πρόδηλον οὖν, ὅτι οὐ σαρκικῆς εὐγενείας δύναμις συνάπτει Θεῷ· οὐ γὰρ ὅτι γεγόνασιν ἐξ Ἀβραὰμ, κλῆρος Θεοῦ μεμενήκασι, καταλογισθεῖεν δ᾽ ἂν εἰς λαὸν αὐτοῦ διὰ συναφείας τῆς πνευματικῆς οἱ αὐτῷ προσκείμενοι, κἂν εἴ τινες εἶεν ἀλλογενεῖς, προσκείμενοι δὲ διὰ πίστεώς τε, καὶ τὴν ὑπ᾽ αὐτῷ δουλείαν ἡγεῖσθαι καύχημα, καὶ ἀγαπᾷν τὸ ὄνομα αὐτοῦ· ἀγαπᾷν δὲ οὕτως ὡς διὰ τῆς εἰσάπαν ὑποταγῆς τῆς αὐτοῦ βασιλείας ὑποτρέχειν ἀεὶ τὸν ζυγὸν, μὴ ἐξισταμένους ἐφ᾽ ἃ μὴ θέμις, μήτε μὴν εὐπαραφόρως ἔχοντας εἰς τὸ ἑλέσθαι παλινδρομεῖν, ἐπί γε τὸ δεῖν προσκεῖσθαι θεοῖς ἑτέροις, ἐρηρεισμένην δὲ μᾶλλον καὶ ἀκράδαντον ἔχοντας διάνοιαν, οὕτω τε φυλασσομένους τὰ Σάββατα αὐτοῦ, ὥστε μὴ βεβηλοῦν αὐτὰ, Χριστοῦ δὲ δηλονότι. Σαββατίζουσι γὰρ Ἰουδαῖοι κατὰ τὸν νόμον, τὴν σάρκα τηροῦντες ἔξω πόνου παντὸς, καὶ ἀργίαν ἐπιτηδεύοντες τὴν ὡς ἐν ἔργοις σωματικοῖς. Ἀλλ᾽ ὁ τοιοῦτος σαββατισμὸς ἀπόβλητος ἦν παρὰ Θεῷ· ὁ δὲ εἰσελθὼν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, καὶ νοητῶς σαββατίζων, κατέπαυσεν ἀπὸ τῶν ἰδίων ἔργων.

Γράφει γοῦν οὕτως ὁ πάνσοφος Παῦλος. Τοὺς νῦν ἀλλογενεῖς εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ κατευφραίνειν αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς αὐτοῦ. Ἐνταῦθά μοι βλέπε τὴν τοῦ νόμου σκιὰν ἀνατετραμμένην, καὶ τὴν παλαιότητα τοῦ γράμματος ἀπρακτοῦσαν ἤδη πως. Πάντα γὰρ γέγονεν ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Ἀπέφησε μὲν ὁ νόμος τοῦ δεῖν εἰς οἶκον ἰέναι Θεοῦ τοὺς ἀλλογενεῖς· ἔφη γάρ· «Οὐκ εἰσελεύσεται Ἀμμονίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου.» Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος εἰς καινότητα τὴν πνευματικὴν τὰ καθ᾽ ἡμᾶς μεθιστὰς, εἰσάξειν εἰς τὸν οἶκον τὸν ἅγιον ἑαυτοῦ κατεπαγγέλλεται τοὺς ἀλλογενεῖς. Ὄρος γὰρ ἅγιον οὐδὲν ἕτερον εἶναί φησι, πλὴν ὅτι τὴν ἑαυτοῦ Ἐκκλησίαν, εἰς ἢν εἰσελάσαντες κατευφραίνονται τοῖς παρ᾽ αὐτοῦ χαρίσμασιν, ἐντρυφῶντες δηλονότι, καὶ τὴν τῶν ἁγίων πλουτοῦντες ἐλπίδα· ὅτι δὲ πολιτεύσονται καθαρῶς, εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἕξουσι Θεὸν, διαμεμήνυκεν εἰπὼν, ὅτι Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Γέγονε δὲ ὁ λόγος ὡς ἐκ παραδείγματος καὶ τύπου τῆς κατὰ νόμον λατρείας.

Πάλαι μὲν γὰρ κριοὺς καὶ ταύρους ὁλοκαυτοῦν ἔθος ἦν τοῖς ἐξ Ἰσραὴλ, θυσίας τε προσάγειν. Ἐπειδὴ δὲ, ὡς ἔφην, παρελήλακεν ἡ σκιὰ, οὐ τὴν δι᾽ αἱμάτων ποιοῦνται πρόσοδον οἱ ἐξ ἐθνῶν κεκλημένοι, ἀλλ᾽ οἷον ἑαυτοὺς ἱερουργοῦσι τῷ Θεῷ, κόσμῳ μὲν ἀποθνήσκοντες, ζῶντες δὲ τῇ δικαιοσύνῃ, καθὰ γέγραπται.

Ἔσονται δὲ δεκτοὶ, καὶ εἰς ὀσμὴν εὐωδίας, οἱ μὲν ὅλην ἑαυτῶν τὴν ζωὴν ὥσπερ ἱερὰν ἀποφαίνοντες, ὡς ἐν τάξει νοεῖσθαι τῶν ὁλοκαυτωμάτων· οἱ δὲ ὡς θυσίαν μερικὴν, ὁποία τίς ἐστιν ἡ τῶν ἐν Κυρίῳ γεγαμηκότων ζωὴ, μεμερισμένων τρόπον τινὰ Θεῷ τε καὶ κόσμῳ. Τὰ γὰρ εἰς θυσίας προσφερόμενα τῶν ζώων οὐχ ὁλόκληρα τοῖς θυσιαστηρίοις ἐναπετίθετο μᾶλλον, ἀλλ᾽ ἐξ ἡμισείας, ἤγουν ἐκ μέρους. Δεκτοὶ τοιγαροῦν οἱ ἀλλογενεῖς, ἑαυτοὺς ἀνατιθέντες εἰς εὐοσμίαν πνευματικήν. Ὅτι δὲ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ὁ θεῖος ἐκνενέμηται νεὼς, ἤγουν ὁ οἶκος τῆς προσευχῆς τοῦ ἐπὶ πάντας Θεοῦ, αἰνεῖται δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δι᾽ ἐπιστροφῆς καὶ πίστεως καλουμένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καθίστησιν ἐναργὲς εἰπὼν, ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσι. Τίς οὖν ἄρα ἐστὶν ὁ ταῦτα προϋπισχνούμενος; Ἆρ᾽ ὁ θεσπέσιος προφήτης Ἡσαΐας ὡς ἀπὸ γνώμης ἰδίας; Οὐ μὲν οὖν. Εἶπε γὰρ ὁ Κύριος, φησὶν, ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ.

Οὗτοι τοιγαροῦν οἱ λόγοι, καὶ τοῦ κατοικτείροντος αἱ φωναί· φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πλὴν ὅτι τὸ τῆς ἡμερότητος μέγεθος οὐκ ἐπὶ μόνοις ὤφθη τοῖς ἐξ ἐθνῶν, ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, σαφὲς ἂν γένοιτο διειπόντος αὐτοῦ τὸ, Εἶπεν ὁ Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Ἦσαν οὖν ἄρα καὶ αὐτοὶ κατεσκεδασμένοι, καὶ οὐχὶ μᾶλλον σωματικῶς, ἤγουν ἔξω που τῆς Ἰουδαίας ἀπενηνεγμένοι, καὶ εἰς πόλεις ὄντες ἑτέρας ἢ χώρας, ἀλλ᾽ ὡς τῆς ἐννόμου πολιτείας ἀποφοιτήσαντες, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποπηδήσαντες· οὐ γὰρ τετηρήκασι τὴν δοθεῖσαν ἐντολήν· εὑρήσομεν δὲ πλεισταχοῦ, καὶ ταῖς τῶν εἰδώλων θεραπείαις προσνενευκότας αὐτοὺς, καὶ χείλεσι μὲν τιμῶντας Θεὸν, ἀπεσχοινισμένην δὲ αὐτῶν τὴν διάνοιαν ἔχοντας, καὶ μάτην αὐτὸν σεβομένους, διδάσκοντάς τε διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Οὐκοῦν μὴ καυχάσθω τῶν ἀλλογενῶν ὁ δυσάγωγος Ἰσραήλ· ἠλέηνται γὰρ ἐν ἴσῳ τρόπῳ καὶ αὐτοὶ παρὰ Θεοῦ· κατελήφθησαν γὰρ, οὐκ ἀκράδαντον ἔχοντες τὸ γνήσιον, οὔτε μὴν ἀμώμητον εἰσάπαν τὸ εὐπαθὲς, κατεσκεδασμένοι δὲ μᾶλλον καὶ ἐσπαρμένοι, καθάπερ ἔφην ἀρτίως. <Ὅτι συνάξω ἐπ᾽ αὐτὸν συναγωγήν. Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.

Ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Πάντες κύνες ἐννεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμὸν, καὶ ὡς κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονὴν, καὶ εἰσὶ πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὐτό.> Διχῆ τοῖς γεγραμμένοις προσβαλεῖς· ἢ γὰρ θηρία φησὶν ἀτίθασσά τε καὶ ἀνήμερα, τοὺς ἐξ ἐθνῶν, ἅτε δὴ καὶ ὑπὸ τυράννῳ τεθραμμένα τοιούτῳ, τῷ διαβόλῳ φημὶ, καὶ οἷον ἐκτεθηριωμένοι, καὶ ζῶντες οὐκ ἀνθρωπίνως· ἤγουν θηρία καλεῖν ἔοικε τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ τῷ στόματι φαγόντας αὐτὸν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Καὶ εἰ μὲν τῶν ἐθνῶν ὡς θηρίων διαμέμνηται, φαμὲν αὐτοῖς προσπεφωνῆσθαι παρὰ Θεοῦ τὸ, Δεῦτε, φάγετε.

Σημαίνει δὲ τοῦτο πᾶσαν αὐτοῖς ἀμφιλαφίαν δεδόσθαι παρ᾽ αὐτοῦ τῶν ἱερῶν χαρισμάτων, καὶ παρατεθεῖσθαι τράπεζαν τὴν ζωοποιόν· κατεδηδόκασι γὰρ καὶ αὐτοὶ τὸν ἄρτον τῆς ζωῆς, μέτοχοι γὰρ γεγόνασι τοῦ Χριστοῦ, καὶ σύσσωμοι τῶν ἁγίων, ὥστε καὶ χαίροντας λέγειν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν.» Ἔφη δὲ καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» Μακρὰν γὰρ ὄντες Θεοῦ γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως, οἱ ποτὲ πλανώμενοι καὶ τῆς ἱερᾶς ἐμπέπληνται τροφῆς· γέγραπται γὰρ, ὅτι «Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.» Εἰ δὲ δὴ θηρία νοοῖντο πρὸς ἡμῶν οἱ καταφαγόντες τὸν Ἰσραὴλ, τὸ Δεῦτε, φάγετε, μονονουχὶ παραῤῥιπτοῦντός ἐστιν αὐτοῖς τοὺς ἠσεβηκότας, καὶ οἷς τὸ παθεῖν πρέπει, καὶ μάλα εἰκότως· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὴν πίστιν οὐ προσηκάμενοι, καὶ γεγόνασι μακρὰν οἱ ἐγγὺς, καὶ λαὸς οὐκέτι Θεοῦ, κατεστυγημένοι δὲ μᾶλλον ὡς Κυριοκτόνοι.

Ἵνα δὲ μὴ φαίνηται Θεὸς κολάζων εἰκῆ, καὶ δίκας αἰτῶν τὰς ἐπ᾽ οὐδενὶ, παρατίθησιν εὐθὺς τὰς αἰτίας, αἷς δὴ καὶ ἔνοχοι γεγονότες δέδονται πρὸς ὄλεθρον τοῖς ἐχθροῖς, ἤτοι τοῖς θηρσὶ πρὸς κατάβρωμα. Ἴδετε γὰρ, φησὶν, ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι. Τυφλοὶ γὰρ ὄντως οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ τῶν ἄλλων οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς. Οὐ γὰρ παρεδέξαντο φῶς τὸ ἀληθινὸν, οὔτε μὴν ἠθέλησαν γνῶναι Χριστὸν, καίτοι βοῶντα σαφῶς ποτὲ μὲν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ποτὲ δὲ πάλιν, «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Ἐξὸν οὖν ἄρα καταπλουτῆσαι τὸ φῶς προσηκαμένους τὴν πίστιν, τοῦτο μὲν οὐ πεπράχασιν, ὡς δὲ ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτὴρ περί τε αὐτῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὅτι «Τυφλοί εἰσι καὶ τυφλῶν ὁδηγοί.» Ἅπαντες τοίνυν ἐκτετύφλωνται, φησὶ, καὶ οὐκ ἔγνωσαν φρονῆσαι.

Καὶ γὰρ ἦν κατὰ τὸ ἀληθὲς ἀνδρῶν ἐμφρόνων καὶ συνετῶν, τὸ ἐπιδράξασθαι γοργῶς τοῦ τῆς σωτηρίας παρόντος καιροῦ· προέτρεπε γοῦν αὐτοὺς εἰς τοῦτο λέγων ὁ θεσπέσιος Δαβίδ· «Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ ἐφ᾽ ὑμᾶς.» Ἐπειδὴ δὲ οὐκ ἐπεδράξαντο τῆς διὰ Χριστοῦ παιδείας, ἐξεκαύθη κατ᾽ αὐτῶν ὁ θυμὸς, καὶ ἀπολώλασιν ἐξ ὁδοῦ δικαίας, τουτέστιν, ἔξω γεγόνασι πολιτείας εὐαγγελικῆς, δι᾽ ἧς καὶ μόνης οἱ τῆς ἀρεσκούσης Θεῷ δικαιοσύνης ἐκλάμπουσι τρόποι.

Πρὸς δέ γε τὸ εἶναι τυφλοὶ, φησὶ, καὶ κύνες ἦσαν ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμόν· ὡς ἐκ παραδείγματος ἐναργοῦς τοὺς περὶ αὐτῶν ποιεῖται λόγους. Οἱ μὲν γὰρ ταῖς ποίμναις ἑπόμενοι κύνες κύκλῳ περινοστοῦντες ἀεὶ, κρείττους εἰσὶ καὶ ὕπνου καὶ νυσταγμοῦ.

Εἰ γάρ πού τι τῶν ἀτιθάσσων ὀφθείη θηρίων, καθυλακτοῦσιν εὐτόνως, καὶ παντὶ σθένει χρώμενοι τῶν θρεμμάτων ἀποσοβεῖν ἐπείγονται, καὶ τοῦτο ἔργον αὐτοῖς. Τούτοις ἐοικέναι χρὴ τοὺς τῶν λογικῶν ποιμνίων προεστηκότας, καθηγητὰς δηλονότι καὶ διδασκάλους, ὥστε κήδεσθαι καὶ τῶν ὑπεζευγμένων, καὶ ἀπελαύνειν τοὺς καθ᾽ ὁντιναοῦν τρόπον ἀδικεῖν ἐθέλοντας, καὶ ἀποφέροντας μὲν τῆς εἰς Θεὸν ἀγάπης, κατολιγωρεῖν ἀναπείθοντας τῆς εἰς αὐτὸν αἰδοῦς, εἰς δὲ τὸ αὐτοῖς δοκοῦν ἁρπάζοντας.

Ἀλλ᾽ οὐκ ἤθελον εἶναι τοιοῦτο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες· μᾶλλον γὰρ ἦσαν κύνες ἐννεοὶ, νυσταγμὸν φιλοῦντες, καὶ κοίτην ἐνυπνιαζόμενοι. Καίτοι γὰρ δέον τοῖς ὑπὸ χεῖρα λαοῖς εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων τὰς ἐφόδους ἀποσοβεῖν, τοῦτο μὲν οὐκ ἔδρων, αὐτοὶ δὲ μᾶλλον αὐτοὺς τοῖς τῆς ἀπωλείας ἐνίεσαν βόθροις.

Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· «Οἱ ἱερεῖς σου οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ.» Οὐκοῦν ὥσπερ κύνες καθυλακτεῖν μὲν τῶν ταῖς ποίμναις ἐπηρεαζόντων οὐκ ἤθελον, ἐμιμοῦντο δὲ τῶν κυνῶν τὴν ἀναισχυντίαν, καὶ τὸ μὴ εἰδέναι πλησμονήν. Φιλόπλουτοι γὰρ ὄντες, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ δωροδοκίαις ἐπιγαννύμενοι παρηνόμουν, οἳ καὶ αἰσχυνόμενοι ψῆφον ἄδικον καταφέροντες ἔσθ᾽ ὅτε τῶν ἀδικούντων μηδὲν, δικαιοῦντες δὲ τὸν ἀσεβῆ, οὐ γὰρ ᾔδεισαν πλησμονὴν, τουτέστι, κόρον λημμάτων αἰσχρῶν δηλονότι· καὶ ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο λέγων· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ Τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον καὶ τὴν πίστιν.» Ἔφη δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη, νῦν δὲ φονευταί;

Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ναὶ μὴν καὶ ὁ θεσπέσιος Ἀββακοὺμ, ἐπ᾽ αὐτῷ δὴ τούτῳ, μονονουχὶ καὶ δεδακρυμένως, προσεφώνει πρὸς Θεόν· «Ἕως τίνος, Κύριε, Κύριε, κράξομαι καὶ [οὐκ] εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνατί μοι ἔδειξας κόπους, καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν, καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.» Οὐκοῦν τὸ μὲν φιλογρήγορον τῶν ἐν ἀγέλαις κυνῶν ζηλοῦν οὐκ ἤθελον, ἀπεμιμοῦντο δὲ μόνον αὐτοὺς κατά γε τὸ εἶναι καταφρονητὰς μὲν ἁπάσης αἰδοῦς, ἐγκεῖσθαι δὲ ἀκορέστως ταῖς τῶν λημμάτων συλλογαῖς. Καὶ πρός γε τούτῳ, πονηροὺς αὐτοὺς εἶναί φησι, καὶ οὐκ εἰδέναι σύνεσιν. Οὐκοῦν ἀσύνετος ὁ πονηρός· ἡ γὰρ σύνεσις πρέποι ἂν μάλιστα τοῖς εἰωθόσιν ἀγαθουργεῖν, πονηρία δὲ φρενὸς ἀπέστω τῆς ἀγαθῆς. Ἴσον γὰρ ἰδεῖν ψώραν τε καὶ ἕλκος ἐν σώματι, καὶ πονηρίαν εἰς νοῦν· ἀσύνετον γὰρ αὐτὸν ἀποφαίνει καταφέρουσα πρὸς σκαιότητα, καὶ ἀποτελοῦσα δύστροπον.

Ἐπειδὴ δὲ πονηροὶ γεγόνασι καὶ ἀσύνετοι, ταύτης ἕνεκα τῆς αἰτίας πάντες, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ αὐτό· ἀφέντες γὰρ ὥσπερ τὸ εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ, καὶ τὸ δεῖν ἕπεσθαι τοῖς τεθεσπισμένοις, τοῖς σφῶν θελήμασιν ὅλας ὥσπερ ἀφέντες ἡνίας, ἔπραττον τὸ καθ᾽ ἡδονὴν, καὶ οὐ καθ᾽ ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τὸ αὐτὸ, τουτέστιν, ὁμοῦ καὶ κατὰ πληθύν. Εὑρήσομεν δὲ τοὺς τῶν Ἰουδαίων καθηγητὰς ἔκτοπά τε καὶ τοῖς θείοις ἀπᾴδοντα νόμοις, καὶ ἐν συλλόγοις αὐτῶν, καὶ συνεδρίοις βουλευομένους, καὶ πράττοντας.

Πεπτώκασι γὰρ οὕτω καὶ εἰς τὰ τῆς Κυριοκτονίας ἐγκλήματα, ἐτράποντο δὲ καὶ ἑτέρως ἕκαστος εἰς τὴν ὁδὸν αὐτοῦ. Φιλήδονοι γὰρ ἦσαν μᾶλλον ἢ φιλόθεοι, κα τοῖς τοῦ παρόντος βίου περισπασμοῖς ἐφήδοντο μᾶλλον, τῆς ἐννόμου τε καὶ ἀρίστης ζωῆς εἰσάπαν ὀλιγωρήσαντες. <Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου.> Ἀποφήνας ὅτι κύνες γεγόνασιν ἐννεοὶ, καὶ ἀκόρεστοι πρὸς φιλοκερδίαν, προσαποδείκνυσιν ἐν τούτοις ῥᾳθύμους ὄντας, καὶ καταφρονητὰς, ὡς καὶ ἐπὶ τοῖς ἐσχάτοις τῶν πλημμελημάτων ἀτέγκτως ἔχειν, καὶ τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν βούλεσθαι προθυμουμένους. Ἀπώλετο γὰρ, φησὶν, ὁ δίκαιος, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ.

Ἔοικε δὲ διὰ τούτων ὑποδηλοῦν τὰ εἰς Χριστὸν τολμήματα τῆς Ἰουδαίων ἀγέλης, καὶ ὅσα πεπράχασι κατὰ τῶν ἁγίων ἀποστόλων· ἀπεκτόνασι μὲν γὰρ τὸν Ἰησοῦν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνο βοῶντες, καὶ λέγοντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι,» καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα σκοπὸν αὐτοῖς, ἀπώλετο δίκαιος ὢν, τουτέστιν, οὐκ εἰδὼς ἁμαρτίαν· οὐ γὰρ ἐπ᾽ αἰτίαις εὐλόγοις ἀπεκτόνασιν αὐτὸν, ἄνδρας τε ὄντας δικαίους, τοὺς τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν πρεσβεύοντας λόγον, καὶ καλοῦντας εἰς μετάγνωσιν τῆς ἐνούσης αὐτοῖς ὠμότητος, εἰς πεῖραν ἐλθεῖν ἀφιλοικτιρμόνως παρεσκεύασαν. Ἀνῄρηται γοῦν παρ᾽ αὐτοῖς ὁ θεσπέσιος Στέφανος μακρὸν πρὸς αὐτοὺς κατατείνας λόγον, καὶ δι᾽ ὧν ἦν εἰκὸς σαγηνεύεσθαι πρὸς μετάγνωσιν, διὰ τούτων αὐτῶν κατεθήγοντο πρὸς τὸ δυσμενές. Αἴρονται τοίνυν ἄνδρες δίκαιοι, φησὶ, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, τουτέστιν, εἰς νοῦν ἀξιοῖ βαλέσθαι τῆς δυσσεβείας τὸ μέγεθος· κατηγωνίσαντο τοὺς δικαίους, καὶ κεκρατήκασιν οἱ πονηροὶ τοῦ μὴ εἰδότος πλημμελεῖν. Ἔσται δὴ οὖν ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἦρται ἐκ τοῦ μέσου. Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ σχῆμα· τὸν γάρτοι σκοπὸν τῶν ἀνῃρηκότων, καὶ οὔτι που πάντως τὸ τοῦ πράγματος οὕτως ἔχον ὡς λέγεται διαδείκνυσι πέρας.

Οὐ γὰρ ἦρται ἐκ τοῦ μέσου Χριστὸς, οὔτε μὴν οἱ τὰ αὐτοῦ πρεσβεύοντες, δίκαιοι καὶ αὐτοὶ τυγχάνοντες, ὡς παρ᾽ αὐτοῦ δικαιούμενοι· γεγόνασί γε μὴν οἷον ἐκ μέσου, κατά γέ φημι τὸ τῶν ἀνῃρηκότων ἐγχείρημα· ὅτι δὲ τῶν ἀνῃρηκότων ἁπάντων κατατρέχει τὸ κατηγόρημα, καὶ οὐδεὶς ἦν ἐν τοῖς Ἰουδαίοις, ὃς ἔξω κείσεται τῆς αἰτίας, ὑπέφηνεν, εἰπών· Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Καὶ ταφὴν μὲν ὀνομάζει τὸν θάνατον, τὸ δὲ, ἐν εἰρήνῃ, προστεθεὶς, ὑπέφηνεν ὅτι οὐδεὶς ἦν ὅλως ἐν τοῖς τῶν Ἰουδαίων τάγμασιν ἀνθεστηκὼς ταῖς ἀνοσίαις αὐτῶν βουλαῖς, ἤγουν ἀντανιστάμενος, καὶ τοῖς ἀνοσιουργεῖν ἐθέλουσιν ἐπιτιμῶν· ἐκ μιᾶς γὰρ ἅπαντες βουλῆς καὶ γνώμης τετολμήκασι κατὰ Χριστοῦ, εἰρηνεύοντές τε πρὸς ἀλλήλους ἀπεκτόνασιν αὐτόν. <Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήτατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;> Ἐκ πολλῆς ἄγαν φιλοθεΐας ὁ θεσπέσιος προφήτης ταῖς τῶν Ἰουδαίων ἀθυροστομίαις ἐπιπηδᾷ, καὶ καταλγύνεται λίαν ἐπὶ ταῖς ἀνοσίαις αὐτῶν φωναῖς, ἃς εἰρήκασι κατὰ Χριστοῦ. Διατετελέκασι γὰρ μέχρι παντὸς οἱονεὶ χαλῶντες ἐπ᾽ αὐτῷ τὴν γλῶσσαν, καὶ ὅλοις ὥσπερ ἱστίοις τῆς ἐνούσης ἀνεξικακίας αὐτῷ κατατρέχοντες. Τί γὰρ τῶν ἐκτόπων οὐχ ἁλοῖεν ἂν κατειρηκότες αὐτοῦ;

Σαμαρείτην, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον αὐτὸν, καὶ δαιμονᾷν ἔφασκον τὸν ἐπιτιμῶντα δαίμοσι, καὶ ἐν Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημίας, τὸν συντρίβοντα τὸν Βεελζεβούλ. Εἶτα τελευτῶντες Πιλάτῳ προσῆγον, καὶ κατηγόρευον αὐτοῦ, τῶν μὲν ἀληθῶν οὐδὲν, ψευδοεπείαις δὲ μᾶλλον καὶ συκοφαντίαις χρώμενοι. Ἔφασκον γὰρ, ὅτι Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι· ἕτερα δὲ πρὸς τούτοις, ἃ τῆς αὐτῶν κεφαλῆς τὴν ἄσβεστον καταντλήσει φλόγα.

Ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο, λέγων διὰ φωνῆς Ὠσηέ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.» Καὶ διά γε τῆς Ἱερεμίου φωνῆς· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Πρὸς γὰρ ταῖς ἑτέραις συκοφαντίαις, αἷς πεποίηνται κατ᾽ αὐτοῦ, πλεισταχοῦ τετολμήκασιν εἰπεῖν Πιλάτῳ προσάγοντες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» Δεδράκασι τοῦτο μάλιστα τῶν ἄλλων τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες.

Καίτοι γὰρ εἰδότες, ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυτοῖς· «Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ἀλλ᾽ ἡμάρτανον τῆς ἐλπίδος. Ἀπεκτόνασι μὲν γὰρ, πλὴν οὐ μεμένηκε τῷ θανάτῳ κάτοχος· ἀνεβίω γὰρ, καὶ τὸν ἀμπελῶνα δέδωκε γεωργοῖς ἑτέροις, κακοὺς κακῶς ἀπολέσας τοὺς ἀγνώμονας καὶ Κυριοκτόνους. Ὦ τοίνυν υἱοὶ, φησὶν, ἄνομοι, ὦ σπέρμα μοιχῶν καὶ πόρνης. Καὶ μοιχοὺς μὲν ἐν τούτοις ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας Γραμματεῖς τε καὶ νομοδιδασκάλους, οἳ μονονουχὶ κατεμοίχωντο τὴν Συναγωγὴν, καὶ τὰ ἐκ νόμου τοῦ θείου λαλοῦντες αὐτῇ.

Παρατρέπονται δὲ μᾶλλον ἐφ᾽ ἃ μὴ θέμις, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων. Πόρνη δὲ εἰκότως ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὰ τῶν μοιχωμένων δεχομένη σπέρματα, καὶ τὸν τοῦ πανσόφου Μωσέως ἀθετοῦσα νόμον. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ἀποκαλεῖ ἀνόμους. Εἴπατε δὴ οὖν ἐν τίνι, φησὶν, ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν. Πολλὰς πλειστάκις ἐποιήσασθε, φησὶ, λοιδορίας κατὰ προφητῶν ἁγίων, ἀλλ᾽ ἦσαν ἐκεῖνοι, γνήσιοι μὲν τῷ ἐπὶ πάντων Θεῷ, πλὴν οἰκέται, καὶ ὑπεζευγμένοι, καὶ μέτρον ἔχοντες τὸ ἀνθρώπινον, καὶ εἰς ὁμοδούλους ἦν τὰ παρ᾽ αὐτῶν πλημμελήματα.

Νυνὶ δὲ ἐπὶ τίνα τὴν γλῶσσαν ἐχαλάσατε; Οὐ γὰρ ἠθελήσατε λαβεῖν τὸν σώζοντα· καὶ σπέρμα ἄνομον· οὐ γὰρ ἠνέχεσθε τοῦ καταρυθμίζοντος εἰς εὐσέβειαν διὰ θεσπισμάτων εὐαγγελικῶν. <Οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; Ἐπ᾽ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου.> Κυριοκτόνους αὐτοὺς ἀποφήνας, δείκνυσιν ὅτι τὸ μισόθεον αὐτοῖς ἀῤῥώστημα, καὶ τὸ πρόχειρον εἰς μιαιφονίαν, οὐ νέον ἦν ἐν αὐτοῖς, ἀλλὰ γὰρ ἐκ πολλοῦ καὶ ἄνωθεν ἐνυπάρχον αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ κατὰ τοὺς ἄνωθεν, φησὶ, καιροὺς παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα. Καίτοι γὰρ βραβεύοντος αὐτοῖς τοῦ διὰ Μωσέως νόμου τὰ χρήσιμα, διαῤῥήδην τε λέγοντος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» φρενοβλαβείας εἰς τοῦτο κατώλισθον, μᾶλλον δὲ δυσσεβείας ἀσχέτου καὶ τῆς πέρα μέτρου παντὸς, ὥστε καὶ εἰδώλων γενέσθαι δημιουργοὺς, καὶ ἱερουργεῖν αὐτοῖς, καὶ παρακαλεῖν, ἤτοι διδάσκειν ἑτέρους ὑπὸ δένδρα δασέα προσκυνεῖν, καὶ τιμαῖς ταῖς θεοπρεπέσιν αὐτὰ στεφανοῦν.

Τοῦτο καθίστησιν ἐναργὲς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων· «Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.» Καταλαμβάνοντες γὰρ τὰς τῶν ὀρῶν κορυφὰς καὶ τὰ τῶν ἀλσέων εὐανθέστερα, βωμοὺς καὶ τεμένη κατεσκεύαζον, θυσίας τε καὶ σπονδὰς προσεκόμιζον αὐτόθι τοῖς ἀκαθάρτοις δαίμοσιν· εἰσὶ δὲ καὶ οἱ τῶν ἰδίων ἀφειδήσαντες τέκνων.

Ἔσφαξε γοῦν Ἰεχονίας τὸν ἴδιον υἱὸν τοῖς οὐκ οὖσι θεοῖς. Τοῦτο καὶ αὐτὸς ἔφη που Θεὸς δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν, τὴν ὠμότητα καταδεικνὺς τῶν τὰ τοιάδε δρᾷν εἰωθότων· «Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν.» Ὑμεῖς τοίνυν ἐστὲ, φησὶν, οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν. Τί οὖν ἐπὶ τούτοις; Ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος. Προσκεκύνηκας μὲν γὰρ, φησὶ, τοῖς ματαίοις· ἕξεις δὲ μερίδα τοιαύτην, καὶ κλῆρος ἔσται σοι μάταιος. Ἤγουν ἐκεῖνό που τάχα βούλεται δηλοῦν· Ἐσφάξατε τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξι, φησίν. Οὐκοῦν ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος, τουτέστι, τοῖς ἴσοις ἐνσχεθήσῃ κακοῖς, καὶ γενήσεταί σοι μερὶς καὶ κλῆρος ἡ σφαγή. Διὰ ποίαν αἰτίαν; Πρῶτον μὲν ὅτι γέγονας παιδοκτόνος, εἶτα ὅτι δαίμοσιν ἀκαθάρτοις καὶ ἀψύχοις εἰδώλοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἆρ᾽ οὖν ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι; φησίν· οὐκ εὐάφορμος καθ᾽ ὑμῶν ὁ θυμὸς, καὶ τὰ τῆς δίκης οὐκ εὔλογον ἔχει τὴν ἀφορμήν; Ἐπ᾽ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Ὅτι μὲν οὖν ἐν τοῖς ὄρεσιν ἐκάθευδον ἐνυπνίων ἕνεκα, πλεισταχοῦ διαμεμήνυκεν ὁ προφητικὸς ἡμῖν λόγος.

Φασὶ δὲ εἰς τοῦτο πλάνης κατολισθῆσαι τὸν Ἰσραὴλ, ὥστε καὶ ἐν ταῖς θύραις καὶ ἐν τοῖς σταθμοῖς ἐντορνεῦσαι τὰς τῶν εἰδώλων μορφὰς, ἵνα καὶ εἰσβάλλοντες ταῖς οἰκίαις ἔξω τε καὶ βαδίζοντες ὁρῶσιν αὐτὰ, καὶ ἐν ἀτελευτήτοις ἔχωσι μνήμαις.

Ἀφιλοθεΐας δὲ τῆς εἰσάπαν ἀπόδειξις ἐναργὴς καταλογισθείη ἂν τὸ χρῆμα αὐτοῖς, καὶ μάλα εἰκότως· ἐκάλουν δὲ τὰ τῶν εἰδώλων ἐντετορ[ν]ευμένα σωτηρίας [al. σωτῆρας] καὶ οἰκουρούς. <ᾬου ὅτι ἐὰν ἀπ᾽ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἔξεις. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου.> Ἅπασα μὲν ἔκτοπος ἡδονὴ, καὶ πᾶσα κακία, τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, μονονουχὶ κατεπαγγέλλεται πεῖράν τινα πράγματος ἀγαθοῦ, καὶ ὅτι μεθέξει τῶν οὐ πάλαι διεγνωσμένων, ἔσται δὲ καὶ ἐν ἀμείνοσιν, ἢ πρότερον ἦν. Λαβοῦσα γὰρ οὕτως αἰχμάλωτον, οἷπερ ἂν ἕλοι[ν]το λοιπὸν ἀποφέρει.

Ἀλλ᾽ οἱ μὲν ἀσύνετοι, πείρᾳ μαθόντες ἵνα εἰσὶ κακοῦ, μεταφοιτῶσι μόλις ἐπὶ τὸ ἐν ἀρχαῖς· οἵ γε μὴν τοῖς τῆς διανοίας ὄμμασι περιαθροῦντες εὖ μάλα τὸ ἑκάστου πράγματος πέρας, ἀποφορᾶς οὐκ ἀνέχονται· φυλάττουσι δὲ μᾶλλον ἀπλῆγα, τὸν νοῦν πρὸ πείρας ὁρῶντες τὰ μετὰ ταύτην. Ἀλλ᾽ οὐ τοιαύτη γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἦν μὲν γὰρ ὑπὸ χεῖρα τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τὴν παρ᾽ αὐτοῦ δόξαν ἠμφιεσμένη, δεινὴ καὶ ἀφόρητος τοῖς ὁμόροις ἦν, καὶ τριπόθητον ἔχουσα τὴν ἐλπίδα, καὶ ἁπάσης εὐημερίας ἔμπλεω[ς]. Ἑπομένη γὰρ τῷ διὰ Μωσέως νόμῳ τῷ φύσει καὶ ἀληθῶς λελάτρευκε Θεῷ· διατετέλεκε δὲ καιροὺς ἕτερον ἐπ᾽ αὐτῷ Θεὸν οὐκ ἀνεχομένη καλεῖν, ἤγουν εἰδέναι προσκυνεῖν. Ἐπειδὴ δὲ προσεκλήθη τισὶ διδασκάλοις καὶ ἀνοσίοις ποιμέσι, πέπτωκεν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ προσεκύνησε τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἰηθεῖσα τάχα που, καὶ ἐν ἀμείνοσιν ἔσεσθαι, τῆς πρὸς Θεὸν ἀγάπης ἐξολισθήσασα.

Ἐπὶ τούτοις αὐτὴν αἰτιᾶται λέγων· ᾬου ὅτι ἐὰν ἀπ᾽ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις. Ἀλλ᾽ οὐκ ἐκβέβηκεν εἰς πέρας αὐτῇ τὰ προσδοκηθέντα τῆς οὕτω ψυχρᾶς καὶ ματαίας ἐλπίδος· γεγόνασι γὰρ μᾶλλον ἐν παντὶ κακῷ. Ἐσχήκασι τοίνυν εἴς γε τὸ εὐημερεῖν τὸ περιττὸν οὐδὲν, ἀποβαλόντες τὸ γνήσιον, καὶ τὸ ἑδραῖον ἐν τούτοις μικροῦ παντελῶς ἀξιοῦντες λόγου. Καὶ τὸ ἔτι τούτου παραλογώτερον, Ἠγάπησας, φησὶ, τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν· καὶ διαλέγεται μὲν ὡς πρὸς γυναῖκα πόρνην. Τίνες δὲ ἦσαν οἱ κοιμώμενοι μετ᾽ αὐτῆς, ἢ τάχα που «Ψευδοποιμένες ἄνθρωποι τὸν νοῦν κεκαυτηριασμένοι,» καθά φησιν ὁ μακάριος Παῦλος, καὶ ἀχλύος ἔμπλεῳ διαβολικῆς; Οὗτοι γεγόνασιν αὐτῇ, καὶ ὁδὸς, καὶ πρόφασις ἀπωλείας, ἀποφέροντες μὲν τῆς πρὸς Θεὸν γνησιότητος, ἐνιέντες δὲ ὥσπερ τὰ τῆς δυσσεβείας σπέρματα, καὶ καρποφορεῖν ἀναπείθοντες τῷ Σατανᾷ τῆς κατὰ Θεοῦ παροινίας τὰ ἐγκλήματα.

Πληθύνεσθαι δέ φαμεν τήν τινων πορνείαν, ἤτοι τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, ὅτε τῶν αἰτιαμάτων ἡ δύναμις, οὐ μονότροπος οὖσα καὶ μονοειδὴς ὁρᾶται τυχὸν, ἀλλ᾽ ὡς ἐκ πολλῆς ἄγαν σκαιότητος ἐπιτελουμένη, καὶ πολλὰ κατ᾽ αὐτῶν ὠδίνουσα τὰ ἐφ᾽ οἶς ἄν τις καταμωμήσαιτο, καὶ μάλα δικαίως, τοὺς δρῶντας αὐτά· οἷόν τί φημι· Παρέπεται πάντως τῷ θεραπεύειν ἑλέσθαι τὸν Σατανᾶν τὸ μηδὲν ὑγιὲς ἀνέχεσθαι δρᾷν· διαῤῥιπτεῖσθαι δὲ ὥσπερ εἰς πᾶσαν ὁδὸν βεβήλου τε καὶ βδελυρᾶς ἡδονῆς· σύνδρομα δὲ τοῖς τοιούτοις αἰτιάμασιν εἶεν ἂν καὶ τὰ ἕτερα τῶν τοιούτων κακῶν, γοητεῖαί τε καὶ νεκυομαντεῖαι, καὶ τὰ τῶν τερατοσκόπων ἀχρεῖα μυθάρια, ψευδομαντεῖαί τε καὶ ἐπῳδαὶ, καὶ αἱ τῶν ἀστρολογούντων συκοφαντίαι, καὶ ἡμερῶν ἐπιτήρησις, ὡρῶν τε πρὸς τούτῳ, καιρῶν καὶ ἐνιαυτῶν. Οὕτω, φησὶ, τὴν σεαυτῆς πορνείαν πληθύνουσα, πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Καὶ τίνες ἂν εἶεν οὗτοι, ἀναγκαῖον πάλιν ἰδεῖν.

Ἢ γὰρ τοὺς ἁγίους προφήτας φησὶν, οἲ πέρα θράσους ἰοῦσαν παντὸς ὁρῶντες αὐτὴν, καὶ εἰς λῆξιν ἁπάσης ἀφιλοθεΐας ἐλαύνουσαν, ἀπεφοίτησαν αὐτῆς ὡς μεμολυσμένης, μονονουχὶ βοῶντες, καὶ λέγοντες· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν ἑαυτοῦ· ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐξῆρεν ἕως ἄστρων·» (ἐπεὶ γὰρ γῆ τῶν γλυπτῶν ὠνομάσθη Βαβυλὼν, ἐκτόπως δὲ τοῦτο νενόσηκεν Ἱερουσαλὴμ, καὶ ταύτῃτοι καὶ μάλα εἰκότως Βαβυλῶνά φασιν αὐτὴν οἱ θεσπέσιοι προφῆται·) ἢ τάχα που, πολλοὺς πεποίηκε τοὺς μακρὰν ἀφ᾽ ἑαυτῆς.

Περιεργαζόμενοι γὰρ τὰ τῶν ὁμόρων ἐθνῶν σεβάσματα, καὶ τοὺς παρ᾽ ἑκάστῳ ψευδωνύμους θεοὺς, τούτους μετεπέμποντο· προσέκειντο δὲ καὶ λελατρεύκασιν, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις. Καὶ γοῦν ἔφη που Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς, ὅτι «Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ.» Τουτὶ δὲ οἶμαι καταδηλοῦν καὶ τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Οὐ γὰρ ἀρκούμενοι τοῖς παροῦσι παρὰ σφίσι θεοῖς, μετεπέμποντο, καθάπερ ἔφην, καὶ πολλοὺς ἑτέρους, ἕκαστοι κατὰ τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον. Ἢ τάχα που τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, κατασημήνειεν ἂν, ὅτι πέρα μέτρου παρ᾽ αὐτοῖς τὰ τῆς πορνείας ἐπράττετο, ἵν᾽ ὡς ἐν τρόπῳ παραβολῆς τὸ λεγόμενον ᾖ, καὶ σύνηθες ἐπιφώνημα, τοῖς ἐπέκεινα τοῦ εἰκότος ἐφ᾽ ἑκάστῳ τῶν πραγμάτων ἰοῦσι λεγόμενον. <Καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾅδου.

Ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα. Ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου· σὺ τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με;> Τί τὸ πέρας τῆς ἀποστάσεως τῆς ἀπὸ Θεοῦ, τῆς ἀμετρήτου πορνείας, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων, ἤτοι τῆς ἀποστροφῆς ἀπό γε τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω; Ἡ εἰς ἄκρον ταπείνωσις, καὶ τὸ καθικέσθαι, φησὶν, εἰς τὸ τῆς ἀπωλείας κατωτάτω βάραθρον.

Ἐπειδὴ γὰρ οὐκ ἠθέλησας ὑψηλὴ διαμεῖναι, καὶ ἀκράδαντον ἔχειν τὴν εὐημερίαν, ταύτῃτοι γέγονας ταπεινή. Ὅτι γὰρ ὑψηλοί τινες ἦσαν οἱ ἐξ Ἰσραὴλ, τό γε ἧκον εἰς δόξαν τὴν παρὰ Θεοῦ, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα.» Οὐκοῦν αὐτόκλητον ἔχει τὴν ταπείνωσιν· δεδυσσέβηκε γὰρ εἰς τὸν ὑψοῦντα Θεόν· τεταπείνωται δὲ τίνα τρόπον, διαδείκνυσιν εὐθύς· ἔφη γάρ· Ταῖς πολυοδίαις σου ἐκοπίασας. Εἰς πᾶσαν γὰρ ὥσπερ ἀπωλείας ἐρχόμενοι ὁδὸν, δεδαπανηκάσι μὲν ἐπ᾽ οὐδενὶ τῶν χρησίμων τὰς τῆς ψυχῆς εὐτονίας, δῆλον δὲ ὅτι τὰς νοητὰς, κεκμήκασι δὲ οὐ μετρίως, ἐπ᾽ ὀλεθρίοις πράγμασι τιθέμενοι τὰς σπουδάς. Ἢ τάχα που καὶ πολυοδίας ἐν τούτοις φησὶ τὸ ἀεὶ μεθίστασθαι πρὸς θεοὺς ἑτέρους, καὶ τῶν μὲν ἤδη πεπορισμένων ὀλιγωρεῖν, ζητεῖν δὲ τοὺς παρ᾽ ἑτέροις ὄντας τισὶ, καὶ καταμεθύειν ὥσπερ διαῤῥιπτουμένοις πανταχοῦ, ἔρεισμά τε καὶ κατάστασιν οὐκ ἔχειν τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Συμβαίνει δὲ τοῦτο πάσχειν ἡμᾶς καὶ ἐν ταῖς ἐκτόποις τῶν ἡδονῶν.

Ἀποφέρεται γὰρ ὁ νοῦς ἔσθ᾽ ὅτε πρὸς πᾶν εἶδος ἀκαθαρσίας, καὶ ποτὲ μὲν τὸ πλουτεῖν ἐπαινεῖ, ποτὲ δὲ σαρκὸς ἐρᾷ, καὶ δόξης ἡττᾶται κενῆς, καὶ οἷον παντὶ πνεύματι περιφέρεται, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἱερεμίου περί τινος· «Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο· παρεδόθη, τίς ἐπιστρέψει αὐτήν;» Ἡ γὰρ τοῦτο παθοῦσα ψυχὴ παραδοθήσεται πάντως ταῖς τῶν παθῶν προσβολαῖς· καὶ τοῦτο διδάσκει λέγων ὁ Παροιμιαστής· «Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» Χρὴ τοίνυν ἡμᾶς ἀνασειράζειν τὸν νοῦν, εἰ δὴ βούλοιτό πως ἀσχέτως ἰέναι κατὰ πετρῶν, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ἐφήδεσθαί τε καὶ ὁμιλεῖν, ἵνα μὴ καμὼν ἐκ πολυοδίας θήρωμα γένηται διαβολικόν. Ταῦτ᾽ οὖν ποιήσασα, φησὶν, ὦ Ἱερουσαλὴμ, οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα, τουτέστιν, οὐκ ἀνέκοψας τοῖς ἐπιλογισμοῖς τὴν ἐπὶ τὰ αἰσχίω πρόοδον, οὐ μεμέτρηκας τὴν ἀπόστασιν, οὐ κατέλυσας τὴν εἰς τὰ φαῦλα σπουδὴν, ἐπίκεισαι δὲ μᾶλλον ἐντονώτερον τῷ δρᾷν ἐθέλειν, ἃ χρῆν δή που μηδὲ γενέσθαι τὴν ἀρχήν.

Ψυχῆς μὲν γὰρ ἔργον ἐστὶ, κἂν γοῦν μετρίαν ἐχούσης σύνεσιν, τὸ μὴ ἁλῶναι θέλειν αἰτιάμασι τοῖς εἰς ἁμαρτίαν· εἰ δὲ δή που γένοιτο καὶ παθεῖν αὐτὸ, κἂν γοῦν ἑλέσθαι μετανοεῖν, καὶ διὰ τὴς εἰς τὸ ἄμεινον ἀναδρομῆς ἀποσκευάσασθαι τὰ ἐγκλήματα. Εἰ δὲ ἀσχέτως καταφέροιτο πρὸς τὰ αἰσχίω, παραιτοῖτό τε προσεπιτούτῳ τὸ χρῆναι μετανοεῖν, προσέθηκεν ἁμαρτίαν ἐφ᾽ ἁμαρτίᾳ, ἀῤῥώστημα δὲ ἐπ᾽ ἀῤῥωστήματι παθοῦσαν αὐτὴν ἔνεστιν ἰδεῖν. Αἰτιᾶται γοῦν τοὺς ἐν τούτοις ὄντας ὁ τῶν ὅλων Θεὸς, καί φησι· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;» Ἀλλ᾽ ὅτι ταῦτα πέπραχας, φησὶ, διὰ τοῦτο οὐ κατεδεήθης μου. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν, ἐπειδὴ τὰ οὕτως αἰσχρὰ καὶ ἀπόβλητα δράσαι τετόλμηκας, ἀνατεῖναι τὰς ἱκετηρίας, αἰτῆσαί τε παρὰ Θεοῦ τὸν ἔλεον; δέχεται γὰρ τοὺς μετανοεῖν ἐθέλοντας, ἀγαθὸς ὢν φύσει, καὶ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ἔφη γοῦν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Ἀπονοίας οὖν ἀπόδειξις τῆς ἐσχάτης καὶ τῆς εἰσάπαν ἀποστροφῆς, τὸ ἐν κακοῖς γεγονότα τοσούτοις, μὴ ἀνασχέσθαι παρὰ Θεοῦ καὶ γοῦν τὸ ἐλεεῖσθαι ζητεῖν μετὰ τῆς τῶν πταισμάτων ὁμολογίας.

Γέγραπται γὰρ, ὅτι «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ψάλλει δέ τις, καί φησιν· «Εἶπα· Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ἀλλ᾽ ἦν τις τοῖς Ἰουδαίοις λόγος, σαθρός τε καὶ ἄναλκις, καὶ ἀμαθίας ἔμπλεως· διετείνοντο γὰρ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ προσνεῦσαι θεοῖς ἑτέροις, ἐπείπερ αὐτοῖς ὁ Βαβυλωνίων ὄχλος ὡς ὅσον οὐδέπω παρεσόμενος ἀπηγγέλλετο. Ἀλλ᾽, ὦ παράφρων, φησὶ, τίνα φοβηθεῖσα ηὐλαβήθης, καὶ ἐψεύσω με; Ἄνθρωπος ὢν ὁ Βαβυλωνίων τύραννος, καὶ ὡς πρός γε τὴν θείαν ἰσχὺν, οὐδὲν παντελῶς ἡ ἐπ᾽ αὐτῷ στρατιά.

Γέγραπται γὰρ περὶ Θεοῦ· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς· καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες.» Ἔφη δὲ πάλιν ὁ προφήτης Ἡσαΐας· «Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;» Ἀνούστατοι τοίνυν οἱ Θεοῦ κρείττονα τὸν ἀπὸ γῆς ἄνθρωπον εἶναι νομίσαντες, καὶ ψευσάμενοι μὲν τὴν εἰς αὐτὸν εὐσέβειαν, οἰηθέντες δὲ ὅτι σωθήσονται διὰ τῶν οὐκ ὄντων θεῶν. Ποία γὰρ ὄνησις γένοιτ᾽ ἂν ἐκ λίθου καὶ ξύλου; Εἴρηται γοῦν περὶ αὐτῶν· Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου. Ἐψεύσαντο δὲ τὸν Θεὸν, οὐ λόγῳ τοῦτο δρῶντες μόνον, ἀλλὰ γὰρ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὁποῖόν ἐστι τὸ περὶ αὐτῶν εἰρημένον ὡς ἐν τρόπῳ παραδείγματος· «Καὶ ἐπέμεινα του ποιῆσαι σταφυλὴν, ἐποίησαν δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κρίσιν.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς ὡς ἐκ προσώπου Χριστοῦ περὶ αὐτῶν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» <Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου. Κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.

Κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου. Τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς.> Ἔφη που Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Συναγωγήν· «Καθὼς ἐποίησας, οὔτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας· «Οὐαὶ τῷ ἀνόμῳ,» φησί· «πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Τοιοῦτόν τι καὶ νῦν διὰ τῶν προκειμένων σημαίνεται. Ἐπειδὴ γὰρ τὴν περὶ ἐμοῦ γνῶσιν ἀπεώσω, φησὶν, ὑπεροραθήσῃ παρ᾽ ἐμοῦ, καὶ ἰσοπαλῆ τοῖς πλημμελήμασιν ὑπομενεῖς τὴν δίκην. Ἐπιλανθάνεται δέ τις τοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ τοῦ κατεξουσιάζοντος τῶν ὅλων, οὐχὶ δήπου πάντως εἰς ἀμνηστίαν ἐλθὼν τοῦ ὅτι Θεὸς ἔστι (καὶ τὰ δαιμόνια γὰρ πιστεύουσι, καὶ φρίττουσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν), ἀφειδήσας δὲ μᾶλλον τοῦ ὑποκεῖσθαι θέλειν αὐτῷ, καὶ τῶν παρ᾽ αὐτοῦ διατεταγμένων ὀλίγα φροντίσας· ὡς ἐξήνιον ὁρᾶσθαι καὶ ἀπειθῆ, καὶ ὁλοτρόπως ἐκνενευκότα πρὸς πᾶν τοὐναντίον, ὧν ἔδει πληροῦν. Ἐπιλανθάνεται δὲ Θεὸς, ἤγουν ὑπερορᾷ τῶν ἀμνημονούντων αὐτοῦ, μονονουχὶ τὴν ἐπίκουρον χεῖρα συστέλλων, καὶ φειδοῦς ἁπάσης ἀπογυμνῶν αὐτούς· ὃ δὴ πέπονθεν Ἰσραήλ.

Οὐ γὰρ ἐφοβήθη τὸν οὐρανοῦ τε καὶ γῆς Κύριον, καὶ τῶν ὅλων δημιουργόν τε καὶ τεχνίτην· ἀπολύσας δὲ ὥσπερ τῶν αὐτοῦ σκήπτρων τὸν αὐχένα, δεδούλευκε τοῖς οὐκ οὖσι θεοῖς. Ταύτῃτοί φησιν, ὅτι Σὺ οὐκ ἐφοβήθης με, καὶ ἐγὼ ἀναγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου· κακὰ λέγων τὴν ἀπόστασιν τὴν ἀπ᾽ αὐτοῦ δηλονότι, καὶ τὸ προσκλίνεσθαι λέγειν, οἷς αὐτὸς εἰργάσατο θεοῖς. Ἐπαγγέλλει δὲ τὴν αὐτοῦ δικαιοσύνην ἐπὶ τῶν τοιάδε δρᾷν εἰωθότων ὁ τῶν ὅλων Θεὸς, ψῆφον ἐπ᾽ αὐτοῖς θείαν ἐκφέρων, καὶ ἰσόῤῥοπον κόλασιν ἐπιτιθείς. Οὐ γὰρ εἰς ἕνα τὸν καθ᾽ ἡμᾶς τὰ τολμήματα, ἀλλ᾽ εἰς αὐτὴν πράττεται τὴν ὑψοῦ τε καὶ ἄνω, καὶ τῶν ὅλων κατάρχουσαν φύσιν. Ὅτι δὲ ἀνήνυτος [al. ἀνόνητος] αὐτοῖς ἡ τῶν ψευδωνύμων εὕρεσις θεῶν, διαδείκνυσιν εἰπὼν, ὅτι «Οὐκ ὠφελήσουσί σε·» καὶ ὅτι τὸ χρῆμά ἐστιν ἀληθὲς, προσαποφαίνει λέγων· «Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Οὐκοῦν, ὡς ὁ προφήτης φησὶ, «Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστιν.» Εἶτα πῶς ἐπικουρήσειεν ἂν τοῖς πεπλανημένοις, ἐκ ξύλου καὶ λίθου πεποιημένον ἄγαλμα, καὶ τέχνης ἀνθρώπων εὑρήματα μᾶλλον, ἢ Θεός; Διὰ τοῦτό φησιν, ὅτι Τοὺς πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Τούτους δὲ, τίνας;

Ἢ τοὺς παρ᾽ αὐτῶν ἐπινοηθέντας θεοὺς, ἢ τάχα που τοὺς προσκυνοῦντας αὐτοὺς, οἳ, καθάπερ χοῦς καὶ κόνις, ταῖς τῶν ἀνέμων ἀναῤῥιπτοῦνται πνοαῖς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου·» τουτέστι, βαδιοῦνται πρὸς τὸ μηδέν.» Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τὰς τῶν πειρασμῶν, ἤτοι τῶν κολάσεων ἐφόδους, λαίλαπι καὶ καταιγίδι πολλάκις ἀφομοιοῦν. <Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου· καὶ ἐροῦσι· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.> Ἀναγκαίως ἐπενήνεκται τοῖς ἀνόπιν καὶ ταῦτα.

Ἔδει γὰρ, ἔδει καὶ τῶν φιλαμαρτημόνων καὶ ἀποστατῶν ἐναργῆ γενέσθαι τὴν κόλασιν, καὶ τῶν ἀγαπώντων αὐτὸν τὰ ἔργα. Καὶ καθόλου μὲν ἀληθὴς ἡ ὑπόσχεσις· ἅπας γὰρ εἴτις ἀντέχεται Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης ὁλοτελοῦς οὐδὲν ἡγεῖται τὸ ἄμεινον, διαπρέπει δὲ καὶ δι᾽ ἁπάσης ἀγαθουργίας· οὗτος ἔσται κληρονόμος τῆς ἡτοιμασμένης γῆς τοῖς ἁγίοις, ἣν δὴ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ὄρος δὲ ἅγιον ἐν τούτοις φημὶ, τάχα που τὴν ἄνω πόλιν, τὴν ἐπουράνιον Ἰερουσαλὴμ, τὴν τῶν ἁγίων καλλίπολιν. Ψάλλει γάρ που, καί φησι περὶ αὐτῆς ὁ θεσπέσιος Δαβίδ· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ.» Οὐκοῦν ἅπασι τοῖς ἀντεχομένοις Θεοῦ, κλῆρος ἔσται τῶν ἁγίων ἡ γῆ, καὶ τὸ σεπτόν τε καὶ διαβόητον ὄρος. Ἔοικε δὲ νυνὶ περὶ τῶν πιστευσάντων εἰς αὐτὸν ἐκ τῶν Ἰουδαϊκῶν ταγμάτων ποιεῖσθαι τοὺς λόγους, ὦν ἀπαρχὴ καὶ πρῶτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, τῆς εἰς Χριστὸν ἀγάπης ἀπρὶξ ἐχόμενοι, ἀκράδαντον ἔχοντες ἐπ᾽ αὐτῷ τὴν πίστιν, καὶ ἀδιάβλητον τὴν ὑποταγὴν, καὶ ἀδιάσπαστον τὴν ἀγάπην. Φασὶ γοῦν, ὅτι «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;»

Οὗτοι γεγόνασι τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμοι, καὶ κατεκτήσαντο γῆν τὴν ἄνω τὴν τοῖς πραέσιν ηὐτρεπισμένην.

Πρέποι δ᾽ ἂν τὸ τῆς πραότητος ὄνομα τοῖς τὴν εὐαγγελικὴν διαβιοῦσι ζωὴν, οἷς καὶ προστέταχεν ὁ Χριστὸς τὸ μὴ ὀργίζεσθαι δεῖν, μήτε μὴν ἀμύνεσθαί τινας τῶν λελυπηκότων, ἐπείγεσθαι δὲ μᾶλλον εὐεργετεῖν καὶ τοὺς ἐν τάξει γεγονότας τῶν ἐχθρῶν. «Εὖ ποιεῖτε» γὰρ, φησὶ, «τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ τῷ παίοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Ἀνεξικακίας δὲ καὶ πραότητος τῆς εἰς ἄκρον ἀπόδειξις ἂν εἴη τὸ διαπρέπειν ἐν τούτοις.

Τοῖς δέ γε κτησαμένοις τὴν γῆν καὶ τὸ ὄρος τὸ ἅγιον, ὡς ἐν ὑποσχέσει καὶ ἐν ἐλπίδι ῥηθήσεται, φησί· «Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς·» τοῦτό ἐστιν ἐναργῶς τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τίνα δὲ τρόπον ἡ ἑτοιμασία πράττεται, διεσάφησεν εἰπών· «Ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου·» τουτέστι, λείαν καὶ εὐήλατον ἀποδείξατε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τῆς διὰ πίστεως σωτηρίας τὴν ὁδόν· μηδὲν ἔστω τὸ τραχὺ καὶ ἄναντες. Ὁ μὲν γὰρ νόμος διὰ Μωσέως ἐλεεῖν οὐκ ἠπίστατο, καὶ δυσκατόρθωτος ἦν· πολλὰ γὰρ πταίομεν ἅπαντες, καὶ δυσεύρετος ἦν ὁ εἰσάπαν ἐλεύθερος, καὶ ἀμωμήτως αὐτὸν ἀποπεράναι δυνάμενος.

Καὶ γοῦν ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ὑπονοστεῖν ἐθέλουσι· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι τὸν ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάσαι; Ἔφη δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη· ἔλεγχος γὰρ ἁμαρτίας ὁ νόμος, καὶ αὐτῷ προσπταίοντες, ὑπὸ μῶμον ἦσαν καὶ γραφήν.

Ἐκώλυον οὖν ἄρα τῆς ἐννόμου ζωῆς τὸ δυσήνυτον. Ἀλλ᾽ αἰρέσθω, φησὶν, ἐκ μέσου· ἡ δὲ εὐστιβὴς καὶ ἀνιδρωτὶ βάσιμος ἀναδεικνύσθω τρίβος, τουτέστι, τῆς εὐαγγελικῆς πολιτείας ἡ δύναμις τὴν ἀληθῆ λατρείαν εἰσφέρουσα. Ἔφη τι τοιοῦτον καὶ ἑτέρωθί που Θεὸς πρὸς τοὺς ἁγίους μυσταγωγούς· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε·» τουτέστι, δυσχερείας ἀπάσης ἀπαλλάξατε τὴν ὁδὸν, ἤπερ ἂν ἀποφέροιτο πρὸς Θεὸν διὰ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας, καὶ τῆς ἐν πίστει φαιδρότητος. <Τάδε λέγει Κύριος ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν· Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πνεῦμα γὰρ παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.> Οἱ μακάριοι προφῆται, ὅτε τι μέγα καὶ θεοπρεπὲς ὑπισχνεῖταί τισιν ὁ τῶν ὅλων Κύριος, πολὺ τὸ θαῦμα δέχονται τῆς δόξης αὐτοῦ καὶ τῆς ἡμερότητος, καὶ οἷον ἀνασκιρτῶντες ἐκ θυμηδίας τρέπονται πρὸς δοξολογίαν.

Τοιοῦτόν τι πεπονθότα νυνὶ τὸν προφήτην εὑρήσομεν· οὐ γὰρ ἁπλῶς ἔφη· Τάδε λέγει Κύριος, προσεπάγει δὲ ἀναγκαίως, ὁ ὕψιστος, τουτέστιν, ὁ πάντων ἐπέκεινα καὶ ἀνωτάτω κατὰ φύσιν παντὸς τοῦ παρενεχθέντος εἰς ὕπαρξιν· λέγων δὲ τὸ, κατοικῶν ἐν ὑψηλοῖς, ὑποφαίνει πάλιν ὡς ἐν ἀκλονήτοις ἐστὶν ὑπεροχαῖς, καὶ ἐν ἀῤῥήτοις ὑψώμασιν ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Καίτοι τοῦτο, οἶμαι, ἐστὶ τὸ κατοικεῖν ἐν ὑψηλοῖς εἰς τὸν αἰῶνα αὐτήν· ἔχει γὰρ ἀναλλοιώτως ἔν γε τοῖς καθ᾽ ἑαυτὴν, καὶ οὐκ ἂν γένοιτό πως ἐν ἀμείνοσιν, ἢ ὅπερ ἐστὶν, ἔνεστι δὲ μᾶλλον ἀμεταπτώτως αὐτῇ τὸ ἐν οἷς ἐστιν εἶναι διηνεκῶς. Ἅγιον δὲ ἐν ἁγίοις ἀναπαύεσθαί τε καὶ κατοικεῖν αὐτόν φησιν, ὑπεμφαίνων ὅτι παραιτεῖται μὲν ὡς μεμολυσμένους διὰ πολλὴν ἁμαρτίαν τοὺς ἐξ αἵματος Ἰσραὴλ, ἐναυλίζεται δὲ φιλαγάθως τοῖς διὰ πίστεως ἐκκεκαθαρμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Δίδωσι δὲ καὶ ὀλιγοψύχοις μακροθυμίαν, καὶ ὀλιγοψύχους φησὶ τοὺς ἔσθ᾽ ὅτε βραχύ πως ἀσθενεῖν εἰωθότας, περὶ τὸν προτεθέντα αὐτοῖς τοῦ βίου σκοπόν. Δίδωσι δὲ τούτοις μακροθυμία[ν], τουτέστι καρτερίαν καὶ ὑπομονὴν, μονονουχὶ βοῶν τε καὶ λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.»

Δίδωσι δὲ καὶ ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν, τουτέστι τοῖς πτωχοῖς τῷ πνεύματι· τοιοῦτοι δὲ πάντες οἱ ἐν ὑπακοῇ Θεοῦ, καὶ εἰκτικὸν ἔχοντες νοῦν· οὗτοι δ᾽ ἂν εἶεν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ· ὀνομάζονται δὲ πτωχοὶ τῷ πνεύματι, τὴν ἐναντίαν τοῖς ἐξ Ἰσραὴλ ἐρχόμενοι τρίβον. Οἱ μὲν γὰρ ἦσαν ἀλαζόνες, ἀπειθεῖς τε καὶ ἄθραυστοι· οἱ δὲ ἀγαθοὶ, καὶ εὐκάρδιοι, καὶ τοῖς τοῦ Θεοῦ νόμοις τὸ χρῆναι κρατεῖν ἀπονέμοντες, καὶ ὑποτιθέντες τῇ ζεύγλῃ Χριστοῦ τὸν τῆς διανοίας αὐχένα. Καὶ ταῦτα μὲν τῶν ἐν Χριστῷ τὰ ἔργα. Τί δέ φησιν ὁ Ὕψιστος τοῖς ἐξ ἀπειθείας ὠλισθηκόσιν εἰς τὰ τῆς εἰς αὐτὸν δυσσεβείας ἐγκλήματα; Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν.

Οὐκ ἀποκείρει τοῦ σώζεσθαι τὴν ἐλπίδα τοῖς ἐξ Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· κέκληται μὲν πλείστη τις μοῖρα τῆς αὐτῶν πληθύος, κεκλήσονται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς; ἀνακόπτοντος Θεοῦ τὴν ἐπ᾽ αὐτοῖς ὀργὴν, καὶ τὴν δίκην ἀνασειράζοντος, ὡς μὴ εἰσάπαν ἐκτείνεσθαι κατ᾽ αὐτῶν.

Ἀγαθὸς γὰρ ὑπάρχων, τετήρηκε τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ὑπόσχεσιν. Ἀποδίδωσι δὲ καὶ ἑτέραν αἰτίαν, ὡς φιλοικτίρμων Θεός. Πνεῦμα γὰρ, φησὶ, παρ᾽ ἐμοῦ ἐξελεύσεται. Ἐξελεύσεται δὲ τίνα τρόπον, διεσάφησεν εἰπών· Πνοὴν πᾶσαν ἐποίησα ἐγώ.

Ἔστι μὲν γὰρ πνευμάτων Πατήρ. Νοεῖταί γε μὴν οὐχ ὡς ἐξ ἰδίας φύσεως τετοκὼς αὐτὰ, καθὰ καὶ τὸν ἴδιον Υἱὸν, ἀλλ᾽ οὐδὲ ἐν ἴσῳ τῷ ἁγίῳ Πνεύματι τὴν ἐκ τῆς οὐσίας πρόοδον, ἤγουν ἐκπόρευσιν, ἐσχηκέναι φαμὲν αὐτά· δημιουργικῶς δὲ μᾶλλον ἐκ Θεοῦ προελθεῖν εἰς τὸ εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς· αὐτὸς γὰρ πᾶσαν ἐποίησε πνοήν. Ὅπου δὲ ποίησις ὅλως ὠνόμασται, ἐκεῖ που πάντως εἴη ἂν ἡ ἐξέλευσις, ἤγουν ἡ ἔξοδος, οὐκ οὐσιωδῶς μᾶλλον, ἀλλ᾽ ὡς ἐν λέξει καταχρηστικῇ τὸ περιποιεῖσθαι σημαίνουσα. <Δι᾽ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπεστρέψατο πρόσωπόν μου ἀπ᾽ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, εἰρήνην ἐπὶ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. Καὶ εἶπε Κύριος· Ἰάσομαι αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.

Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός.> Ἐκτετίκασι μὲν Ἰουδαῖοι δίκας τῆς εἰς Χριστὸν παροινίας, ἀνθρώπῳ μὲν ἀφορήτους παντὶ, μεμετρημένας δὲ ὅμως, τό γε ἧκον εἰς ἰσότητα τῶν ἡμαρτημένων. Δεδυσσεβήκασι γὰρ τὰ πέρα μέτρου παντὸς, ἀπεκτονότες δικαίους, καὶ προφητῶν ἁγίων αἵμασιν ἐνόχους ἑαυτοὺς καταστήσαντες. Τελευτῶντες δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπήγαγον τῷ Χριστῷ, ὃν Υἱὸν ὄντα πέπομφεν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας.

Οἱ δὲ καὶ οὕτως ἠλαζονεύοντο κατ᾽ αὐτοῦ, καίτοι πρὸς ἀλλήλους λέγοντες· «Οὗτός ἐστιν ὁ κληρονόμος.» Οὐκοῦν διὰ ταύτην τὴν ἁμαρτίαν ἐλύπησα αὐτὸν, φησὶ, καὶ ἐπάταξα, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτοῦ. Ἔφη γάρ· «Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Ἀλλ᾽ ἐν ὑστέροις καιροῖς μεταγινώσκοντος τοῦ Ἰσραὴλ (πορεύσεται γὰρ στυγνὸς), πεπαύσεται μὲν τὰ τῆς ἀποστροφῆς· εἰσδεχθήσεται δὲ διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἁμαρτημάτων ἀπαλλαχθήσεται, Θεοῦ κατοικτείροντος· λήψεται δὲ καὶ παράκλησιν ἀληθινήν.

Καὶ ποίαν εἶναι ταύτην φαμὲν, ἢ δηλονότι τὴν διὰ Χριστοῦ χάριν, δικαιοῦσαν ἐν πίστει, καὶ ἁμαρτιῶν ἀπαλλάττουσαν, προξενοῦσαν δὲ καὶ τὸν διὰ Πνεύματος ἁγιασμὸν, καὶ τῆς υἱοθεσίας τὴν δόξαν, καὶ γερῶν ἐλπίδα τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων;

Ἀληθινὴ τοιγαροῦν ἡ παράκλησις, πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς εἰσκομίζουσα τοῖς ἀξιωθεῖσιν αὐτῆς καὶ εἰρήνην ἐπὶ εἰρήνην, τουτέστι διηνεκῆ καὶ ἀνέκλειπτον τὴν τῆς εἰρήνης εὐδίαν, ἢν ἔδωκεν ὁ Σωτὴρ καὶ τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, τουτέστι, καὶ τοῖς ἐξ ἐθνῶν, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ.

Προσπεφώνηκε γὰρ τοῖς ἔθνεσιν ὁ μακάριος Παῦλος, ὅτι «Νυνὶ δὲ ὅλως, οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ κατεζεῦχθαι νόμῳ τὸν Ἰσραὴλ, καὶ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, κατά γε τὸ τοῖς ἱεροῖς κηρύγμασι δοκοῦν (εἴρηται γὰρ πρὸς αὐτούς· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν»), ἐγγὺς εἶναί πως ἐδόκουν· μακρὰν δὲ τὰ ἔθνη, διὰ τὸ εἰσάπαν ἀπηλλοτριῶσθαι, καὶ μαθημάτων ἁγίων, καὶ τοῦ εἰδέναι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον. Ἀλλ᾽ εἰρήνη δέδοται τούτοις τε κἀκείνοις παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ Χριστοῦ δηλονότι, τοῦ ποιήσαντος τὰ ἀμφότερα ἓν, καὶ τοὺς δύο λαοὺς κτίσαντος εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Οὐκοῦν δι᾽ αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ ἀδιάτμητον τὴν εἰρήνην, πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θέλω ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Ἐπιφέρει δὲ τούτοις ὁ προφήτης· Καὶ εἶπε Κύριος, Ἰάσομαι αὐτοὺς, ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου ποιούμενος διὰ τούτου, καὶ ὑπόσχεσιν ἀψευδῆ τοῦ πάντων κρατοῦντος Θεοῦ καθιστὰς ἐναργῆ· ἐπηγγείλατο γὰρ, φησὶ, λέγων, ὡς ἰάσεται αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.

Ἐπειδὴ γὰρ τῶν κληθησομένων διεξῆλθε τὰ γέρα, ταύτῃτοι, καὶ μάλα εἰκότως, καὶ τὰς τῶν ἀπειθούντων κολάσεις, καὶ τὸν ἐν αὐτοῖς κλύδωνα, καὶ τὰς ἀπεράντους αἰκίας προσαπαγγέλλει χρησίμως. Οὐ γὰρ ἔστι χαίρειν αὐτοῖς, φησὶν, εἶπε Κύριος ὁ Θεός. Τοῦ δὲ Κυρίου καὶ πάντων Θεοῦ τὸ χαίρειν αὐτῶν ἀποστήσαντος, ποῖος αὐτοῖς θυμηδίας ὑπάρξει τρόπος; Ὅτι δὲ καὶ ἐν καιρῷ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ, ἀπομενοῦσί τινες ἐν ἀπειθείᾳ τῷ τῆς ἀνομίας υἱῷ προσκείμενοι, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· «Ἀνθ᾽ ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης.» Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ,» τουτέστιν ὁ τῆς ἀνομίας υἱὸς, ὡς ἔφην, «ἐκεῖνον λήψεσθε.»

Οὐκοῦν κεκλήσεται μὲν κατὰ καιροὺς ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν καταπλουτήσει χάριν· ἀσεβεῖς δὲ καὶ ἄδικοί τινες ἀπομενοῦσι· καὶ τότε καθάπερ ἐν κλύδωνι πεσόντες ἀστάτῳ, καὶ τὸ χαίρειν εἰσάπαν ἀποβεβληκότες, ἀναπαύσασθαι οὐ μὴ δύνωνται· συντριβήσονται γὰρ μακρᾷ καὶ ἀτελευτήτῳ δίκῃ κατισχημένοι. <Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἁμαρτίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.> Τοὺς περὶ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ διαπεράνας λόγους, ἐφ᾽ ἕτερόν τινα νουθεσίας ἔρχεται τρόπον, καλὸν καὶ ἐπωφελῆ, καὶ ἁπάσης εὐκοσμίας πρόξενον, καὶ λαμπρῶν στεφάνων ἐμποιητικόν· χρῆναι δέ φημι τὸν τῆς προφητείας σκοπὸν προαπογυμνῶσαι τοῖς ἐντευξομένοις, ὡς ἂν εἰδεῖεν ἐφ᾽ ὅτῳ λοιπὸν ὁ τῶν εἰρημένων συντείνεται νοῦς. Οὐκοῦν ἐν τοῖς ἀνόπιν λόγοις, οἷς πεποίηται Θεὸς περὶ τῶν ἐξ Ἰσραὴλ, ἐμφανεῖς ἦσαν πολέμου καὶ εἰς ὅσον οὐδέπω παρεσομένης ἀδιαφύκτου συμφορᾶς [προαπαγγελίαι]. Ἔφη γάρ· «Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου· κἀγὼ ἰδών σε παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης· κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.»

Ἐλέγομεν δὲ, ὅτι κακά φησιν ἐν τούτοις τῶν ἐξ Ἰσραὴλ, τὰ ἐπὶ τοῖς εἰδώλοις εὑρήματα. Διὰ τοῦτο καὶ ἔφασκεν· «Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Ἦν οὖν ἄρα τισὶ προαπαγγελία πολέμου, καὶ ἐκτεθρύλλητο παρὰ τοῖς Ἰουδαίων δήμοις τοῦτο· ἀλλ᾽ ἦσάν τινες ἐν αὐτοῖς εὐλαβείας δόκησιν περικείμενοι, καὶ δρῶντες μὲν ἀφυλάκτως, ἃ μηδὲ θέμις εἰπεῖν, ὡραϊσμοῖς δὲ τοῖς ἔξωθεν ἑαυτοὺς κατακαλλύνοντες, καὶ δόξαν ἐπιεικείας, ὡς ἔφην, ἁρπάζοντες. Οὗτοι καὶ νηστείας ὑπεπλάττοντο, καὶ συχνὰς ποιεῖσθαι τὰς προσευχὰς, ἀποσκευάζεσθαι διὰ τούτου νομίζοντες τὰ ἐκ τῆς θείας ὀργῆς. Οὐκοῦν ἐπειδήπερ εἰς λήθην ἐνηνεγμένοι τῶν ἰδίων πλημμελημάτων, ᾠήθησαν ὅτι τοῖς τὰ αἴσχιστα δρᾷν εἰωθόσιν ἀπόχρη πρὸς δικαίωσιν καὶ ἁγιασμὸν ἀσιτία μόνη καὶ προσευχή· προστάττει Θεὸς τῷ προφήτῃ, λέγων· «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν.» Μὴ γὰρ δὴ λεληθότως, φησὶ, μήτε μὴν ἐν παραβύστῳ λάλει τισί· κέχρησο δὲ μᾶλλον ὑψηλῇ τινι καὶ ἐπηρμένῃ φωνῇ, καὶ ἐν πάσῃ παῤῥησίᾳ τοὺς πλημμελοῦντας ἐλέγχει, καὶ μανθανέτωσαν ἑαυτῶν τὰ πλημμελήματα, καὶ ὧν ἀποσχέσθαι χρῆν, εἴπερ ἤθελον εἶναι παρὰ Θεῷ τίμιοι, καὶ φειδοῦς ἄξιοι τοῖς [ἴσ.

τῆς] παρ᾽ αὐτοῦ. <Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς.> Συνάπτουσι, φησὶν, ἡμέραν ἡμέραις, τὴν παρ᾽ ἐμοῦ ζητοῦντες ἐπικουρίαν, καὶ γνῶναι θέλοντες τὰς ἐμὰς ὁδοὺς, τουτέστι τὰς ἐφ᾽ ἑκάστῳ πράγματι διοικήσεις.

Πολέμου γὰρ περιηγγελμένου, καὶ φόβου τὰ πάντα διακυκήσαντος, νενηστεύκασι μὲν, ᾠήθησαν δὲ ὅτι μαθήσονται, καὶ ὅποι ποτὲ τὸ τοῦ πράγματος ἥξει πέρας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν. Ἐπιθυμοῦσι δὲ ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· τουτέστιν, ὡς ἐννόμως πολιτευσάμενοι, καὶ τῶν δοθέντων αὐτοῖς θεσπισμάτων ἄριστοι γεγονότες φύλακες, καὶ ἀμώμητον ἔχοντες ζωὴν, καὶ πολιτείας εὐαγοῦς αὐχήματι περικείμενοι. Τοῖς γὰρ τοιούτοις πρέποι ἂν τὸ καὶ ζητεῖν τὸν Θεὸν, τουτέστιν, ἐγγὺς εἶναι θέλειν αὐτοῦ, καὶ φειδοῦς ἀπολαύειν τῆς ἄνωθεν, γνῶναί τε πρὸς τούτῳ τὰς ὁδοὺς αὐτοῦ. Εἴρηται γοῦν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ᾽ ἃν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται· ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας αὐτῶν.» <Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως;

Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν.> Ἐγκαλοῦσί μοι, φησὶν, ὡς μὴ τὰ δίκαια νέμοντι διὰ τοῦ μὴ βούλεσθαι κατελεεῖν τοὺς ταπεινοὺς διὰ νηστείας καὶ προσευχῆς εἶτα βούλονται καὶ ἐγγὺς εἶναι Θεοῦ, ἐπ᾽ οὐδενὶ μὲν τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων καυχώμενοι, ἀλλ᾽ οὐδὲ τὴν ἐξ ἀρετῶν φαιδρότητα περικείμενοι, διὰ ψιλὴν δὲ καὶ μόνην τὴν ἀσιτίαν· καὶ δή φασιν· «Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως.» Καὶ οὐχ ὡς ἀγνοήσαντος Θεοῦ τὴν διὰ νηστείας αὐτῶν ταπείνωσιν τὰ τοιάδε φασίν· ἐπειδὴ δὲ οὐ γεγόνασιν ἐν αἰσθήσει τῶν αἰτιαμάτων, τὸ, Οὐκ εἶδες, καὶ τὸ, Οὐκ ἔγνως, φασίν. Εἰδέναι γὰρ τότε φαμὲν τούς τινων πόνους, τοὺς διά γε, φημὶ, προσευχῆς καὶ ἀσκήσεως, τὸν τῶν ὅλων Θεὸν, ὅτε κατανεύει τοῖς αἰτήμασιν αὐτῶν. Πῶς οὖν ἄρα νηστεύοντας οὐ προσίετο, καὶ ἀνευπαραδέκτους ἐποιεῖτο τὰς λιτὰς τῶν ἑαυτοὺς τεταπεινωκότων, ἀπολογεῖται, λέγων· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν. Χρῆμα μὲν γὰρ ἐξαίρετον ἡ νηστεία, ὀνησιφόρος δὲ καὶ ἡ προσευχή· καὶ τὸ ταπεινοῦν ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πλείστην ὅσην ἔχει τὴν ὄνησιν.

Γέγραπται γὰρ, ὅτι «Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.» Ἔφη δὲ καὶ ὁ θεσπέσιος Δαβίδ· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλεον·» ναὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεός· Ἐπιστράφητε πρός με, φησὶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Ἐλεεῖ γὰρ ἑτοίμως τοὺς αὐτόκλητον ποιουμένους τὴν διὰ πόνου ταπείνωσιν. Ἀλλ᾽ ἔστι τῶν ἀτοπωτάτων, τοὺς ἐλεεῖσθαι θέλοντας παροτρύνειν ἑτέρως τὸν νομοθέτην, καὶ καλεῖν εἰς ὀργὰς διὰ τοῦ μηδὲν ἐργάζεσθαι φιλεῖν τῶν προστεταγμένων· ὁλοτρόπως γὰρ ἁγίους εἶναι χρὴ τοὺς προσιόντας Θεῷ, καὶ διαπρέπειν ἐν ἀγαθουργίαις, καὶ ῥύπου παντὸς ἐλευθέρους ὄντας ὁρᾶσθαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φησί· Νενηστεύκατε μὲν, ἐγὼ δὲ οὐκ εἶδον, τουτέστιν, οὐ προσέσχον· ἐταπεινώσατε τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐκ ἔγνων, τουτέστιν, οὐκ ἠξίωσά τινος ἀμοιβῆς τὴν ὑμῶν ταπείνωσιν· ἐπειδήπερ ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν.

Δεῖ δὴ οὖν ἄρα, τοὺς νηστεύειν ἐθέλοντας καθαρῶς καὶ ἁγίως, ἀποφοιτῆσαι μὲν τῶν ἰδίων θελημάτων, ἀνθελέσθαι δὲ τὸ τῷ Θεῷ δοκοῦν, καὶ εὐήνιον ὑποσχεῖν τοῖς αὐτοῦ θελήμασι τὸν αὐχένα· ἀλλ᾽ οὐκ ἔδρων τοῦτο οἱ ἐξ Ἰσραήλ ποθεν· εἴποντο δὲ μᾶλλον τοῖς ἑαυτῶν θελήμασι τὸ τῷ νομοθέτῃ δοκοῦν ἀτιμάζοντες, ὑπένυττον δὲ καὶ τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας· καίτοι δέον εἰς ὁμοψυχίαν συλλέγειν τοὺς ἀλλήλοις ἀντανισταμένους, καὶ βραβεύειν εἰρήνην τοῖς διενηνεγμένοις εἰς διαφοράς. Ἀλλ᾽ εἰς πᾶν τοὐναντίον τὰς σπουδὰς ἐκεῖνοι μεθίστασαν. Ἔτυπτον δὲ καὶ ταπεινὸν, καὶ οὐχὶ πάντως χερσὶν, ἀλλ᾽ ὕβρεσι καὶ πλεονεξίαις, ἤγουν καθ᾽ ἕτερόν τινα τρόπον ἀδικίας. Εἶτα πῶς ἦν ἐπαινέσαι νηστεύοντας, τῆς τοιαύτης ἀκαθαρσίας ἐνούσης αὐτοῖς; ἢ πῶς ἂν ἐδέχθησαν εὐχαὶ τῶν οὕτως ἀλιτηρίων; <Ἵνα τί μοι νηστεύετε, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐδ᾽ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾽ οὕτως καλέσετε νηστείαν δεκτήν.> Τῆς ἀληθοῦς νηστείας ἡ δύναμις ἐξαίσιον ἔχει τὴν βοὴν παρὰ τῷ πάντων κρατοῦντι Θεῷ. Δέχεται γὰρ ἴσως ἀσμένως τῶν σεβομένων αὐτὸν τὰς λιτάς· κἂν ἴδῃ ταπεινουμένους διὰ πόνων καὶ ἀσκήσεων, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα.

Τῆς γε μὴν, ἥπερ ἂν γένοιτο ῥᾳθύμως τε καὶ ἀτημελῶς, ἀπόβλητον ποιεῖται τὸν τρόπον. Καὶ νηστείαν μὲν εἷναί φαμεν ἁγιοπρεπῆ, τὴν ἐκ καθαροῦ συνειδότος ἐπιτελουμένην· ἢν ἄν τις ποιοῖτο προαποφοιτήσας εὐσθενῶς τῶν τῆς φαυλότητος τρόπων, καὶ πᾶσαν κηλίδα τῆς ἑαυτοῦ διανοίας ἀποπεμψάμενος, ἀποτριψάμενός τε τῆς φιλοσαρκίας τοὺς ῥύπους, καὶ νιψάμενος ἐν ἀθώοις τὰς χεῖρας, κατὰ τὸ γεγραμμένον· καὶ ἁπαξαπλῶς, ἁπάσης ἀγαθουργίας ἐκμελητὴς ἀναδεδειγμένος. Ἡ δὲ οὐκ οὖσα τοιαύτη, πεπλανημένη μὲν ὥσπερ, καὶ ἐν εἴδει μὲν οὖσα νηστείας, ἔχουσα δὲ τῶν αὐτῇ πρεπόντων παντελῶς οὐδὲν, γελᾶ τε καὶ ἀσχημονεῖ. Οἱ γὰρ τὸ εἶναι χρηστοί τε καὶ ἀγαθοὶ παντελῶς ὀλιγωρήσαντες, καὶ τῶν ἀρίστων ἀνδραγαθημάτων οὐδὲν προκατωρθωκότες· εἶτα τὴν ἀσιτίαν τὴν ἀκερδῆ, καὶ ἀνόνητον, ὡς μέγα τι χρῆμα καὶ παρὰ Θεῷ τίμιον ἐπιτηδεύοντες· εἰκῆ πυκτεύουσι, καὶ εἰς ἀέρα δέρουσιν· οὐ γὰρ ἔμμισθος ὁ πόνος αὐτοῖς, ὅτι καὶ ἀπαράδεκτος τῷ Θεῷ. Ἵνα τί τοίνυν νηστεύετέ μοι, φησὶν, ὥστε ἐν ἡμέρᾳ μιᾷ τὴν κραυγὴν τῆς φωνῆς ὑμῶν ἀκουσθῆναι; Κραυγὴν δέ φησιν, ἤτοι τὴν προσευχὴν τὴν μετά γε, φημὶ, τῆς ἀνωφελοῦς νηστείας, ἤγουν τὴν ἀπ᾽ αὐτοῦ τοῦ πράγματος.

Ἔχειν γάρ τινα λέγονται φωνὴν πρὸς τὸν Θεὸν τὰ δρώμενα παρ᾽ ἡμῶν, κατά γε τὸ εἰρημένον τῷ Κάϊν παρ᾽ αὐτοῦ· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ γῆς.» Ἀλλ᾽ οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, φησί· καὶ ποίαν ταύτην, προαπέφηνεν εἰπὼν, ὅτι «Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσιν καὶ μάχας.

Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν.» Οὐκοῦν, οὐδ᾽ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ[ς], τουτέστι, κἂν τὴν εἰς ἄκραν ἐπιτηδεύσῃς ταπείνωσιν, καὶ πόνου τρίβον ἐλάσῃς οὐ φορητὴν, μετὰ τῶν οὕτως αἰσχρῶν αἰτιαμάτων, οὐδ᾽ οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἀληθὲς εἰπεῖν, οὐδ᾽ ἂν ὑμεῖς αὐτὴν νηστείαν δεκτὴν ὀνομάσετε αὐτήν. <Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.> Ἔδει τοῖς οὐκ εἰδόσι τῆς ἀληθοῦς νηστείας τὸν τρόπον, ἐπιδειχθῆναι τοῦτον παρὰ Θεοῦ. Παρ᾽ αὐτοῦ γὰρ πᾶσα σοφία, καὶ σύνεσις, καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδὸς ἀναδείκνυται. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.» Οὐκοῦν ἀπόβλητον μὲν ἐποιήσατο τὴν ἀτεχνεστάτην καὶ κατ᾽ οὐδένα τρόπον ὀνησιφόρον τῶν Ἰουδαίων νηστείαν, ἐμφανίζει δὲ τῆς ἀληθινῆς τὴν δύναμιν.

Λύε γὰρ, φησὶ, πάντα σύνδεσμον ἀδικίας, τουτέστιν, ἀπαλλάττου τοῦ πλεονεκτεῖν βούλεσθαί τινας· ἀδικίας γὰρ σύνδεσμος ἡ πλεονεξία, καὶ τὸ ἐπιφύεσθαί τισι τῶν ἀσθενεστέρων, καὶ οἷον ἐπιπλοκαῖς ἀφύκτοις αἰτιαμάτων καταδεσμεῖν αὐτοὺς, ὑπέρ γε τοῦ καταστῆσαι περιδεεῖς, οὕτω τε ζητεῖν ἅπερ ἂν βούλωνται παρ᾽ αὐτῶν λαμβάνειν. Διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Συναλλάγματα δὲ βίαια, καὶ τὰ ἐκ στραγγαλιᾶς, ἤγουν δυστροπίας, ἐπίμεστά φαμεν εἶναι τὰ ἐμπορικά. Καὶ πρός γε τούτοις τὰ ἕτερα τῶν καλουμένων δόσεών τε καὶ λήψεων, ἃ πλεονασμούς τινας ἔχει, καὶ λημμάτων αἰσχρῶν ἐραστὰς ἀποδείκνυσι τοὺς αὐτὰ δρᾷν εἰωθότας. Καὶ τεθραυσμένους δὲ, φησὶν, ἀπόστειλον ἐν ἀφέσει, τουτέστι, τοὺς ὑπομένοντας συντριβὴν, ἢ κάματον, ἢ ἐκ τοῦ συνδέσμου τῆς ἀδικίας, ἤγουν ἐκ τῶν βιαίων συναλλαγμάτων.

Ἀπόλυσον ἐν ἀφέσει, τουτέστιν, ἐλευθέρωσον τῆς ἐπενεχθείσης στενοχωρίας· ἐπίτρεψον κάμνουσιν ἀναπαῦσαι λοιπόν. Διάσπα δὲ καὶ πᾶσαν ἄδικον συγγραφήν· ὥς γε οἶμαι, τὰ τῶν τοκιζόντων γραμματεῖά φησιν, συνταχθέντα πολλάκις οὐδὲ ἐπιδόσει χρημάτων τοσούτων, ὅσωνπερ ὠδίνει μέτρον ἡ συγγραφή. Ὅταν δὲ τούτων ἀπόσχῃ, φησὶ, τότε προστίθει τὸ λεῖπον. Ἔστι δὲ τοῦτο καρποφορεῖν τῷ πέλας τὰ ἐξ ἀγάπης ἀγαθά. Πλήρωμα γὰρ νόμου ἀγάπη, κατὰ τὸ γεγραμμένον. Ἀγάπης δὲ πλήρωσις τῆς εἰς ἀδελφοὺς, καὶ εὐσπλαγχνίας ἀπόδειξις τῆς τετιμημένης παρὰ Θεῷ, τὸ πεινῶντι μὲν διαθρύπτειν τὸν ἄρτον, πτωχοὺς δὲ ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς ἀμφιέσαι, καὶ τοῖς οἰκείοις τοῦ σπέρματος, τουτέστι, τοῖς ἐκ γένους, τὴν ἀρκοῦσαν, οἶμαι, φειδῶ, [ἀπονεῖμαι] καὶ μερίσασθαι πρὸς αὐτοὺς τῆς παρὰ Θεοῦ δοθείσης εὐθηνίας τὸ πλάτος. Ἐπιτήρησον δὲ, ὅτι οὐ ταυτόν ἐστι τὸ ἀποσχέσθαι κακῶν τῷ ἐργάσασθαι τὸ ἀγαθόν. Οὐδ᾽ ἂν ἀρκέσειέ τισιν εἰς καύχημα τὸ παρὰ Θεῷ τὸ μὴ δρᾶσαι τὸ φαῦλον, ἀλλ᾽ ἕπεσθαι δεῖ πάντη τε καὶ πάντως, καὶ τὸ χρῆναι πληροῦν τὴν ἀγαθουργίαν, καὶ ἀντέχεσθαι τῶν εἰς εὐσέβειαν σπουδασμάτων. Τὸ μὲν γὰρ διαλύειν στραγγαλιὰς βιαίων συναλλαγμάτων, καὶ πάντα σύνδεσμον ἀδικίας, καὶ πᾶσαν συγγραφὴν ἄδικον διασπᾷν, οὐδὲν ἕτερόν ἐστι, πλὴν ὅτι μόνον ἀποφοιτῆσαι φαυλότητος.

Τό γε μὴν ἑλέσθαι τὰ τῆς ἀγάπης ἔργα πληροῦν διὰ τοῦ διαθρύψαι πεινῶντι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς περιβαλεῖν, καὶ μὴ[ν] ἀνέχεσθαί τινας τῶν ἐκ τῶν οἰκείων τοῦ σπέρματος, τῶν ἀρίστων ἀνδραγαθημάτων ἀπόδειξιν ἔχει σαφῆ. Διὰ τοῦτο καὶ ὁ πάλαι νόμος, παιδαγωγὸς ὑπάρχων ἐπὶ Χριστὸν, οὐ τὴν ἀγαθοῦ πλήρωσιν εἰσκεκόμικε τοῖς τὸ τηνικάδε, ἐδίδασκε δὲ μᾶλλον φαυλότητος προαποφοιτᾷν. Τὸ γὰρ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐκ ἐπιορκήσεις, ταύτην ἔχει τὴν δύναμιν. Τετήρητο δὲ τὸ τέλειον, καὶ ἡ παντὸς ἀγαθοῦ πλήρωσις τοῖς διὰ Χριστοῦ θεσπίσμασι, παρ᾽ ὧν ἐμάθομεν τὰ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης ἔργα πληροῦν.