Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Ε', Τόμος ΣΤ'

Η οριστική εγκατάλειψη του αρχαίου Ισραήλ, η ανακαίνιση διά της χάριτος, ο νέος ουρανός και η νέα γη, και η εσχατολογική κρίση της οικουμένης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 27 από 27

ΤΟΜΟΣ ϛʹ. <Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς ὡς χοῦν, καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.> Ἔδοξε τισὶ τῶν ἐξηγητῶν, καθ᾽ ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ἀναστρέφουσι γὰρ τῶν λέξεων τὴν ἀπόδοσιν, ἤτοι τῶν ἐννοιῶν τὴν δύναμιν, ἵνα τοιοῦτον ᾖ τὸ λεγόμενον· «Ἰδοὺ ἡμεῖς ἡμάρτομεν, ὠργίσθης δὲ σύ.» Οὐ γάρ τοι, φασὶ, παραίτιος αὐτοῖς τοῦ πλημμελεῖν ἡ θεία γέγονεν ὀργή.

Ἐπειδὴ δὲ αὐτοὶ πεπαρῳνήκασιν, ὠργίσθη Θεὸς, δεδίασι γὰρ κατὰ τὸ εἰκὸς μὴ ἄρα πως ἁμαρτίας πρόξενος ὁ θεῖος νοεῖται θυμός. Οἶμαι δὲ δεῖν ἐκεῖνο εἰπεῖν, οὐ γάρ τοι κατάῤῥησιν ἔχει τῆς θείας ὀργῆς, τὸ τοὺς ὑπ᾽ αὐτῇ γεγονότας ἀνικάνως ἔχειν πρός γε τὸ δύνασθαι διαφυγεῖν τῆς ἁμαρτίας τὴν ἔφοδον. Ἕως μὲν γὰρ ἐφ᾽ ἡμῖν ὁ σώζων εὐφραίνεται, κατευμεγεθοῦμεν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ φαυλότητος ῥύπων ἀποφοιτῶντες εὐσθενῶς τοῖς εἰς εὐανδρίαν πνευματικὴν αὐχήμασι στεφανούμεθα. Καταπικραίνοντες δὲ τῆς ἰσχύος τὸν χορηγὸν, καὶ τῆς εὐανδρίας τὸν πρύτανιν, πίπτομεν εἰς τὸ ἄναλκι, καὶ ἀδρανῆ πως, καὶ παρειμένον τὸν ἑαυτῶν εὑρήσομεν νοῦν. Θεὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Καὶ γοῦν ἔφη Χριστὸς, ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτὸν περὶ παντὸς ἁγίου, ὅτι «Τὸ καύχημα τῆς δυνάμεως αὐτῶν οὐ εἶ.» Καὶ μὴν καὶ ἑτέρωθί που τὸ δύνασθαί τι τῶν ἀγαθῶν κατορθοῦν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ καὶ ταῖς τοῦ Θεοῦ δυνάμεσιν ἀνατεθεὶς ψάλλει, καί φησιν· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς.»

Ὥσπερ τοίνυν τὸ τῆς ἄνωθεν ἡμερότητος εὐμενὲς, ἀλκιμωτάτους ἡμᾶς ἀποφαίνει, καὶ διανευροῖ πρὸς ἀντίστασιν τοῦ κακοῦ· κατὰ τὸν ἴσον τουτονὶ τρόπον, ὅταν ὑπὸ θείαν πίπτωμεν ὀργὴν, τὸ τηνικάδε πᾶσά πως ἀνάγκη δουλοπρεπῶς ὑποφέρεσθαι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς· ὠργίσθης τοίνυν ἐφ᾽ οἷς δηλονότι πεπαρῳνήκαμεν, καὶ γεγόναμεν ἁμαρτωλοὶ, καὶ βέβηλοι, ὥστε καὶ πᾶσαν ἡμῶν, φησὶ, τὴν δικαιοσύνην ἐοικέναι ῥάκει γυναικὸς ἀποκαθημένης, τουτέστι, βδελυρὰν εἶναι καὶ ἀκάθαρτον. Οὐ γὰρ ἔστι δικαιοσύνην ἰδεῖν παρὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, νυνὶ δὴ μάλιστα μετὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, ἄμωμόν τε καὶ ἀκατάσκοπον· οἱ γὰρ ὅλως φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν καὶ ἐρήμην ἔχοντες τὴν καρδίαν, πῶς ἂν εἰδεῖεν τὴν εὐθὺ τῶν ἱερῶν νόμων ἀποφέρουσαν τρίβον; Ἢ πῶς ἂν δίκαιοι κατὰ τὸ ἀληθὲς τῶν εὐαγγελικῶν κηρυγμάτων ἠμοιρηκότες, δι᾽ ὧν ἔστι μαθεῖν τῆς ἀξιαγάστου πολιτείας τὴν ὁδόν; ἀκάθαρτοι δὴ οὖν, κἂν εἰ δοκοῖεν εἶναι τινὲς χρηστοὶ καὶ ἐπιεικεῖς.

Ὥσπερ δὲ φύλλα πεπτώκασιν ἐκ φυτοῦ, καὶ οὐδὲν ἀπεικὸς εἰ τοῦτο παθόντες, καὶ διαῤῥιπτεῖσθαι πανταχοῦ προσδοκῶσιν οἱ τάλανες· εὐπαρακόμιστον γὰρ ἐσχήκασι τὴν καρδίαν, καὶ οἷον παντὶ περιφερομένην πνεύματι, καὶ οὐδείς ἐστι παρ᾽ αὐτοῖς ὁ γνησίως ἐπικαλεῖσθαι Θεὸν εἰδὼς, ἤγουν διὰ μνήμης ἔχων, ὅτι χρὴ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀντιλαβέσθαι νεανικῶς· πεπτώκαμεν δὲ, φασὶ, πρὸς τοῦτο ταλαιπωρίας, «ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.» Οὐ γὰρ ἦν εὐπράξαι τοὺς ἀποστροφὴν ὑπομείναντας τὴν παρὰ Θεοῦ, ἀλλ᾽ ἦν πᾶσά πως ἀνάγκη παντὶ περιπείρεσθαι κακῷ τοὺς ταῖς οὕτω πολλαῖς ἁμαρτίαις κατηχθισμένους. <Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ. Ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς.

Μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς, πόλις τοῦ Ἁγίου σου.> Παραιτοῦνται σφόδρα τὸ εἰσάπαν ἀπολισθεῖν τῆς πρὸς αὐτὸν οἰκειότητος. Ἐπειδὴ δὲ διὰ πολλὴν ἁμαρτίαν παρηνέχθησαν εἰς τοῦτο, πλέκουσί πως ἀρίστῃ τέχνῃ τὰς λιτάς· οὐ γὰρ ἔχοντες ἐξ ἔργου καὶ ἐξ ἀμωμήτου ζωῆς ἐκδυσωπῆσαι τὸν σώζοντα, ἐφ᾽ ἕτερόν τι βαδίζουσι. Παρακαλοῦσι γὰρ ὡς Δημιουργὸν ποιημάτων ἰδίων θέσθαι τινὰ λόγον, καὶ νεῖμαι φειδῶ τοῖς παρ᾽ αὐτοῦ παρενηνεγμένοις εἰς τὸ εἶναι, καὶ ζῇν. «Πατὴρ γὰρ ἡμῶν κεχρημάτικας,» φησὶν, «ἐσμὲν δὲ ἡμεῖς τῶν σῶν ἔργα χειρῶν. Οὐκοῦν μὴ ὀργίζου ἡμῖν σφόδρα.» Οὐκ ἀγνοοῦσιν, ὅτι προσκεκρούκασιν, ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι καὶ δίκης ἀξίους ἑαυτοὺς ἀπέφηναν, πεπαρῳνηκότες ἀγρίως εἰς τὸν Υἱόν· διὰ τοῦτο μονονουχὶ κολάζουσι τὴν λιτὴν, καὶ οὐκ ἐλευθέραν παντελῶς ποιοῦνται τὴν πρόσοδον· βραχὺ δέ πως τὴν παῤῥησίαν συστείλαντες, οὐ τὸ μηδὲ ὅλως ὀργίζεσθαι κατ᾽ αὐτῶν αἰτοῦσιν ἐλεεινῶς τὸν Θεὸν, ἀναπλέκεσθαι δὲ μᾶλλον γαληνότητι τὸν θυμόν. Ἄξιοι μὲν γὰρ ὀργῆς ὁμολογουμένως, φησὶν, οἱ τοῖς οὕτως δεινοῖς ἐνισχημένοι κακοῖς, ἀλλὰ τῆς σῆς ἡμερότητος ἄξιον γένοιτο ἂν τὸ κολοβοῦν ἐφ᾽ ἡμῖν, καὶ τὰ ἐκ δικαίας ὀργῆς. «

Ἐν καιρῷ» τοίνυν θλίψεως, φησὶ, «μὴ μνησθῇς τῶν ἁμαρτιῶν ἡμῶν, ἐννοῶν ὅτι ὁ λαός σου πάντες ἡμεῖς, καὶ πόλις τοῦ Ἁγίου σου,» τουτέστιν, ἐν ᾗ τὸ σὸν ἁγίασμα.

Σημαίνουσι δὲ διὰ τούτων τὸν νεών. <Ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλὴμ, εἰς κατάραν ὁ οἶκος τὸ ἅγιον ἡμῶν, ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσε. Καὶ ἐπὶ πᾶσι τούτοις ἠνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα.> Τὰς ἐν ψυχῇ ζημίας προαπαγγείλαντες, καὶ ὅτι γεγόνασι ταῖς ἁμαρτίαις εὐάλωτοι προηγορευκότες, εὐπαράφοροί τε καὶ φύλλων δίκην ὑπὸ παντὸς πνεύματος τῇδέ τε κἀκεῖσε διαῤῥυπτούμενοι, διαμνημονεύουσι λοιπὸν καὶ τῶν ἔξωθεν αὐτοῖς ἐπενηνεγμένων συμφορῶν· ἐοίκασι δὲ τὴν τῶν Ἱεροσολύμων πόρθησιν ὀλοφύρεσθαι, καὶ τὸν ἐμπρησμὸν τοῦ ναοῦ· μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ταυτὶ δὴ πάντα τετέλεσται· «Ἔρημος δὲ οὖν ἐγενήθη ἡ Σιὼν,» φησὶν, ἡ διαπρεπὴς οὕτω, καὶ διαβόητος, καὶ πολυανδροῦσα ποτέ. «Γέγονε δὲ καὶ εἰς κατάραν τὸ ἅγιον ἡμῶν·» τὸ δὲ, κατάραν φασὶν, ἀντὶ τοῦ, εἰς κατάῤῥησιν καὶ λοιδορίαν τοῖς οὐκ εἰδόσι Θεόν· οἱ γὰρ τῶν δαιμόνων θεραπευταὶ πασχόντων ἁγίων, ἤγουν τῶν καθ᾽ ὁντιναοῦν τρόπον ἀνακειμένων Θεῷ, πλατὺ γελῶσι, καὶ κατεπαίρονται, καὶ τὴν τοῦ σώζοντος αὐτοὺς διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν αὐτοῦ χεῖρα παθεῖν τὸ μὴ ἰσχῦσαι σώζειν αὐτοὺς, καὶ οὐκ ἐννοοῦσιν, ὅτι πεπτώκασιν ὑπὸ δίκην πεπραχότες τινὰ τῶν ἀπᾳδόντων αὐτῷ. «Εἰς κατάραν» τοίνυν «ὁ οἶκος τὸ ἅγιον ἡμῶν.»

Ἅγιος γὰρ ἦν παρ᾽ αὐτοῖς ὁ ναὸς, γέγονε δὲ καὶ πυρίκαυστος, φησὶν, ὁ διὰ φωνῆς τῶν ἁγίων πατέρων, ὥστε περιφανὴς, καὶ ἀοίδιμος προαπηγγελμένος· συμπεπτωκέναι δέ φασι πάντα τὰ ἔνδοξα· σέβασμα γὰρ ἦν ὅλως οὐδὲν τῶν ἐν τῷ θείῳ ναῷ κειμένων σκευῶν ἱερῶν, τοῖς διαρπάζουσιν αὐτὰ, καὶ καταπιμπρᾶσιν· «Ἠνέσχου δὲ,» φησὶν, «ἐπὶ πᾶσι τούτοις, καὶ κατεσίγησας, καὶ κατεκόμισας ἡμᾶς ἕως ἐδάφους.» Ἐπειδὴ γὰρ ἀποσοβῆσαι δυνάμενος τῶν πολεμίων τὴν ἔφοδον, συγκεχώρηκεν ἰσχῦσαι, καὶ καταδραμεῖν, καὶ αὐτοῦ τοῦ νεὼ, διατεκμαίρονται λοιπὸν, ὅτι παρεώρανται δι᾽ ὀργὴν, καὶ ἁμαρτιῶν ἐπίχειρα, τὴν ἐπ᾽ αὐτοῖς δὴ τούτοις σιγὴν ἐσχήκασιν. ᾯ γὰρ ἐνὸν εὐκόλως ἀποστῆσαι τὴν ὕβριν, εἶτα τοῦτο μεθεὶς, καὶ προελθεῖν εἰς πέρας ἐφιεὶς τὰ δεινὰ, δῆλος ἂν εἴη δήπουθεν δριμεῖαν αὐτοῖς ἐπιστάξας ὀργὴν, ὡς καὶ δόξης ἰδίας ὑπεριδεῖν, καὶ ἀνασχέσθαι γέλωτος ἐχθρῶν, ὅταν ἐκβαίνῃ καλῶς τὸ ἐκτιννύναι δίκας τοὺς οἷς ἂν πρέποι κολάζεσθαι διὰ πολλὴν ἁμαρτίαν. <Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα· Ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.

Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθείας, ἀλλὰ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.> Ἀναγκαίως τοῖς ἤδη προειρημένοις ἐπιφέρεται ταῦτα. Ἐπειδὴ γὰρ ἔφασκον· «Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε·» προσεπήγαγον δὲ, ὅτι «Ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλὴμ, εἰς κατάραν ὁ οἶκος ὁ ἅγιος ἡμῶν.» λοιπὸν ἀναγκαίως τὸ αὐτοῦ πρόσωπον εἰσβέβηκε τοῦ Χριστοῦ, τὰς αἰτίας ὥσπερ ἀπαγγέλλων, ἐφ᾽ αἷς εἰκότως ταυτὶ πεπονθότες, οὐχ ἑαυτοῖς μᾶλλον ἐπιγράφουσι τὰς αἰτίας, ἐγκαλοῦσιν, ὥσπερ τῷ τὴν ἰσόῤῥοπον αὐτοῖς ἐπάγοντι δίκην. «Ἐμφανὴς γὰρ γέγονα,» φησὶ, «καὶ τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·» αὐτόμολος γὰρ ὁ Σωτὴρ εἰστρέχων ἐν ταῖς συναγωγαῖς, ἐδίδασκεν αὐτοὺς κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, καθὰ γέγραπται.

Τί γὰρ οὐ πέπρακται παρ᾽ αὐτοῦ τῶν ἐπέκεινα καὶ λόγου καὶ θαύματος; Ἀπηλλάττοντο λεπροὶ, καὶ χειρὸς ἁφῇ, καὶ νεύματι τῷ θεοπρεπεῖ, ἠγέρθησαν ἐκ μνημάτων νεκροὶ, τυφλοὶ τὸ τριπόθητον ἐδέχοντο φῶς, ἀνεσκίρτησαν ὡς ἔλαφοι τῷ ποδὶ λελωβημένοι. Καὶ γοῦν τοῖς ταῦτα τεθεαμένοις ἔφασκεν ὁ Χριστός· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.»—«Εἶπον» τοίνυν, φησὶν, «Ἐγώ εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου·» εὑρίσκεται γὰρ ποτὲ μὲν λέγων, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ποτὲ δὲ πάλιν, «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·» ἀλλ᾽ οὐκ ἤθελον ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καίτοι διαῤῥήδην τὸ «Ἐγώ εἰμι» λέγοντος πλεισταχοῦ. Ὅτι δὲ γεγόνασιν ἀνουθέτητοι καὶ ἐν ἴσῳ τάχα που τοῖς οὐκ ἔχουσιν ὦτα, σκληροί τε καὶ ἀπειθεῖς, διαδείκνυσι λέγων, ὅτι «Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα·» κατειθίσμεθα γὰρ ἀείπως τοῖς ἀνηκόοις προσδιαλεγόμενοι μετὰ βοῆς τὰς χεῖρας ἁπλοῦν, καὶ πλείστην ὅσην κατ᾽ αὐτῶν ποιεῖσθαι τὴν ἐπίπληξιν· «ἀλλ᾽ οὐκ ἐπορεύθησαν,» φησὶν, «ὁδῷ ἀληθινῇ.»

Παρεδέξαντο γὰρ οὐδαμῶς τὸ σωτήριον κήρυγμα, «εἵποντο δὲ μᾶλλον ταῖς ἑαυτῶν ἁμαρτίαις,» τουτέστιν, ἀσχέτῳ φορᾷ κατεφέροντο πρὸς ἀτημελῆ καὶ ἐκνομωτάτην ζωὴν, δίκης τε αὐτοῖς καὶ ὀλέθρου πρόξενον. Τοῦτο πάλιν ὁ Σωτὴρ αὐτοῖς εὑρίσκεται λέγων· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ἀντεπράττοντο γὰρ νουθετούμενοι, παρήγγειλον δὲ καὶ τοῖς ὑπὸ χεῖρα λέγοντες· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Ναὶ μὴν κἀκεῖνο πρὸς τούτῳ βοῶντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» <Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐνώπιον ἐμοῦ αὐτοὶ διὰ παντός. Θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐν τοῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστι. Καὶ ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾽ ἐνύπνια, οἱ ἐσθίοντες κρέα ὕεια, καὶ ζωμὸν θυσιῶν, μεμολυσμένα πάντα τὰ σκεύη αὐτῶν· οἱ λέγοντες, Πόῤῥω ἀπ᾽ ἐμοῦ, ὅτι καθαρός εἰμι, μὴ ἐγγίσῃς μοι.

Οὗτος ὁ καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.> Ἀνοσίους ὄντας ἐλέγχει τοὺς ἐξ Ἰσραὴλ, καὶ οὔτι που μόνον κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἀλλὰ γὰρ ἄνωθεν, καὶ οἷον ἐκ ῥίζης, καὶ ἐκ πατέρων οἱ τὸν θεῖον αὐτοῦ παρωσάμενοι νόμον, καὶ μονονουχὶ τὸ ἐῤῥῶσθαι φθάσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς, λελατρεύκασιν εἰδώλοις, καὶ τεθύκασι τοῖς ψευδωνύμοις θεοῖς, καὶ πνευμάτων ἀκαθάρτων γεγόνασι θεραπευταί. «Οὗτος ὁ λαὸς ἀεὶ γέγονε,» φησὶ, «παροξύνων με. Τεθύκασι γὰρ ἀκαταλήκτως,» τουτέστιν, ἐν χρόνοις μακροῖς, «ἐνώπιόν μου.» Εἶτα πῶς ἦν δύνασθαι λαθεῖν αὐτοὺς, καίτοι πάντα ἐφορῶντος Θεοῦ; Ἔφη γάρ που, καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;» Οὐκοῦν εἰ μηδὲν ἀπ᾽ αὐτοῦ κρύπτεται, πῶς ἂν ἔλαθον τινὲς θυμιῶντες ἐν κήποις, ἤγουν ἐν δρυμοῖς, ὄρεσί τε καὶ νάπαις;

Τί οὖν ἄρα τὸ «ἐνώπιόν μου» δηλοῖ, ἀντὶ τοῦ, καὶ εἰς αὐτὸν τὸν ἀφιερωθέντα μοι νεών. Ἔφη γάρ τοι τοιοῦτον καὶ διὰ φωνῆς Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ· «Τί ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;» Βδέλυγμα δὲ τὸ εἴδωλον ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασιν. Οὐκοῦν κατ᾽ ὀφθαλμοὺς ἐμοὺς «θυμιῶσι,» φησὶ, «καὶ ἐν τοῖς κήποις,» τουτέστιν, ἐν ὄρεσιν, ὡς ἔφην, «ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος,» κατὰ τὸ γεγραμμένον.

Ἔθυον δὲ, κατὰ τὸ εἰκὸς, τοῖς Ἑλλήνων ἀκολουθήσαντες θυμοῖς, δαίμοσι τισὶν, ἃς νύμφας ἐκεῖνοι καλοῦσιν, ἁμαδρυάδας καὶ ὀρειάδας· ἀλλ᾽ οὔκ εἰσι, φησὶν, οὐχ ὅτι μὴ ὑπάρχουσιν οἱ ἀλιτήριοι δαίμονες, ἀλλ᾽ ὅτι θεοὶ μᾶλλον οὔκ εἰσι, κατά γε τὰς τῶν θυόντων αὐτοῖς ὑπονοίας. Ἔθυον δὲ καὶ ἐν μνήμασι, καὶ ἐν σπηλαίοις, νεκυομαντείας τὰς καλουμένας ἐπιτηδεύοντες κατὰ τὸ εἰκός. Ἐκοιμῶντο δὲ καὶ ἐν μνήμασιν, ὀνειροπομπείοις τισὶ καὶ φάσμασιν ἀπατώμενοι, καὶ τῶν ἐσομένων πολυπραγμονοῦντες τὴν γνῶσιν. Τοιαῦτα γάρ πώς εἰσι τῆς τῶν Ἑλλήνων ἀνοσιότητος τὰ εὑρήματα. Ὅτι δὲ καὶ τὴν τοῦ νόμου πεπατήκασιν ἐντολὴν, διαδείκνυσιν εἰπὼν, «Ἐσθίοντες κρέα ὕεια·» ἀπείρητο γὰρ τὰ τοιάδε τοῖς ἐξ Ἰσραήλ· ἐξεῤῥόφουν δὲ καὶ ζωμοὺς θυσιῶν, ἁπάσης ἀκαθαρσίας ἀναπιμπλάμενοι, καὶ δυσαπότριπτον ἔχοντες μολυσμόν· εἶτα νομίζοντες, ὅτι καὶ εἰς λῆξιν ἁπάσης ἐληλάκασι καθαρότητος, ὥστε καὶ λέγειν τοῖς ἐγγὺς εἶναι θέλουσιν αὐτῶν· «Πόῤῥω ἀπ᾽ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι.» Οἱ γὰρ πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες ἀναπείθουσι φρονεῖν τοὺς προσκυνοῦντας αὐτοῖς, ὅτι πάντα δρῶντες, καὶ τὰ πέρα νόμου, καὶ πάσης ἐπιεικείας, μᾶλλον δὲ τὰ εἰς ἄκρον ἥκοντα μολυσμοῦ, ἔσονται καθαροὶ, δᾳδὸς ἁφθείσης παρ᾽ [al. ἐπ᾽] αὐτοῖς, καὶ κύκλῳ πυρὸς περιθέοντες, ἢ τάχα που, καὶ ὕδατος ῥαντισμοῦ, καὶ μυθολογίας γραοπρεποῦς ἐπᾳδομένης αὐτοῖς.

Ἀλλὰ ταυτὶ σύμπαντα φησὶ, τὰ δυσσεβῶς τε καὶ ἀνοσίως παρ᾽ αὐτῶν γεγονότα· «Καπνός εἰσι τοῦ θυμοῦ μου, καὶ πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.» Ἴσμεν δὲ, ὅτι πυρὸς ἐξάπτεσθαι μέλλοντος προανίσχουσι καπνοί. Οὐκοῦν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἐν μολυσμοῖς ὄντος τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοῦ Ἰσραὴλ, καπνοί τινες ὥσπερ, καὶ ἀρχαὶ τῆς θείας ὀργῆς ἀνεφαίνοντο. Ἐπειδὴ δὲ ταῖς προτέραις ἑαυτῶν δυσσεβείαις προσεπήγαγον, καὶ τὴν εἰς αὐτὸν παροινίαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐξήφθη λοιπὸν ὁ θυμὸς, καὶ εἰς φλόγα τρόπον τινὰ μετέστησαν οἱ καπνοί. <Ἰδοὺ γέγραπται ἐνώπιόν μου· Οὐ σιωπήσω ἕως ἂν ἀποδῶ, καὶ ἀνταποδώσω εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν, καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίων ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν αὐτῶν ὠνείδισάν με· ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.> Ὅμοιον ὡς εἰ λέγοι· Τὰ εἰς λύπην ἐμὴν παρά τε τῶν πατέρων αὐτῶν, καὶ παρ᾽ αὐτῶν ἀνοσίως γεγενημένα, μονονουχὶ καὶ ἐν πίνακι γεγραμμένα θεωρῶ, καὶ ἐν τοῖς ἐμοῖς εἰσιν ὀφθαλμοῖς, ἢ πῶς ἂν ἀνασχοίμην τῶν οὕτω δεινῶν, καὶ ἀπαραβλήτων κακῶν;

Ἀποδώσω πάντως εἰς τὸν κόλπον αὐτῶν, δεχόμενος ἐν μνήμαις καὶ τοὺς πατέρας αὐτῶν, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν, ὧν ὠνείδισάν με. Ἐπιτήρησον, ὅτι θυμιᾷν αὐτοὺς ἐν κήποις εἰπὼν ἐπὶ τῶν ὀρέων καὶ τῶν βουνῶν, ἐνθάδε φησὶ κήπους, οἶμαι, λέγων τοὺς ἐν ὄρεσι δρυμοὺς, καθὰ προειρήκαμεν.

Θύοντες δὲ τοῖς ἀκαθάρτοις δαίμοσιν, εἶτα τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, μονονουχὶ καὶ ὠνείδιζον αὐτὸν ὡς οὐκ ὄντα Θεόν. Τὸ γὰρ ὅλως τοῖς οὐκ οὖσι θεοῖς προσκεῖσθαι θέλειν οὐδὲν ἔτερον εἴη ἂν, πλὴν ὅτι τὴν θείαν καὶ ἀνωτάτω περιυβρίζειν δόξαν. «Ἀποδώσω» τοίνυν, φησὶ, «τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν·» ἀποπεπτώκασι γὰρ ἀγαθοῦ παντὸς, δειναῖς τε καὶ ἀφύκτοις ἐνολισθήσαντες συμφοραῖς, κακοὶ κακῶς διολώλασιν. <Οὕτως λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ῥὰξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. Τούτου ἕνεκα οὐ μὴ ἀπολέσω πάντας. Καὶ ἐξαρῶ τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοὶ, καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ.> Ἐπηνέχθη μὲν Ἰουδαίοις τὰ ἐκ θείας ὀργῆς, καὶ ἰσοστάθμους τοῖς ἑαυτῶν πλημμελήμασιν ἐκτετίκασι δίκας, πλὴν οὐκ ἄρδην ἅπαντες, καὶ ἀδιακρίτως διολώλασι.

Δίκαιος γὰρ ὁ κριτὴς, καὶ οὐκ ἂν τοῖς ἀσεβέσι συναπολέσαι τοὺς ἀγαθούς· εἰκόνα δὲ ὥσπερ ποιεῖται λαμπρὰν, καὶ ἐν τάξει παραδείγματος δέχεται βότρυν, μιᾶς ἐν αὐτῷ σωζομένης ῥαγὸς, καίτοι τῶν ἄλλων τεθαυμασμένων· εἶτα τὸν γηπόνον, ἤγουν τὸν τοῦ χωρίου δεσπότην εἰσκομίζει λέγοντά τινι· «Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω,» φησὶν, «ἕνεκεν τοῦ δουλεύοντός μοι,» τουτέστιν, ἀκριβείᾳ τοσαύτῃ κεχρήσομαι, ὥστε κἂν ἐν πόλει μιᾷ τῶν ἄλλων ἁπάντων ἀπονευσάντων εἰς τὸ ἐξίτηλον, εἷς καὶ μόνος εὑρίσκηται πιστὸς, καὶ εὐήνιος, οὗτος τεύξεται φειδοῦς, καὶ οὐκ ἂν τοῖς ἑτέροις συγκινδυνεύσειε καθ᾽ ὧν ἂν ἴοι τὸ κρίμα δικαίως. «Οὐ γὰρ μὴ ἀπολέσω πάντας,» φησί. Κατέθορε γὰρ ὥσπερ τῆς Ἰουδαίων ἀλαζονείας ὁ τοῦ Κυρίου θυμὸς, μονονουχὶ καταφλέγων τὸν ἀπειθῆ καὶ δυσάγωγον· ἐσώζετο δὲ προνοίᾳ Θεοῦ, πᾶς εἴ τις ἦν ἐν αὐτοῖς τῆς διὰ Χριστοῦ σωτηρίας ἄξιος· καὶ γοῦν ὁ θεσπέσιος Παῦλος λῆμμα κατ᾽ ἐκλογὴν χάριτος γενέσθαι φησὶ καὶ ἀπολογάδην, ὥσπερ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας σαγηνευθῆναι πρὸς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσραήλ. «Οὐκοῦν οὐ μὴ ἀπολέσω πάντας,» φησὶν, «ἀλλ᾽ ἐξαρῶ τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα.» Τὸ δὲ «ἐξαρῶ,» συνήσεις ἐνταῦθα, οὐ τὸ ἀπολέσω μᾶλλον, ὑψηλὸν δὲ καὶ ἀπόβλεπτον ἀποφανῶ· τὸ γὰρ ἐξαίρειν ἔσθ᾽ ὅτε τὸ ὑψοῦν ἐστι.

Γεγόνασι δὲ τοιοῦτοι, κατά γε φημὶ τὴν δόξαν, οἱ θεσπέσιοι μαθηταὶ ὑψηλοὶ καὶ περίοπτοι τοῖς ἁπανταχοῦ, καὶ οἷα πόλις ἐν ὄρει κειμένη, καὶ λύχνος ἐπὶ λυχνίαν κείμενος, καὶ φαίνων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Τοῦτο δὴ οὖν τὸ ἐξ Ἰακὼβ, καὶ ἐξ Ἰούδα σπέρμα· «Κληρονομήσει,» φησὶ, «τὸ ὄρος τὸ ἅγιόν μου·» δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν. Οὕτω γὰρ αὐτὴν καὶ ἑτέρωθί που κατασημαίνει λέγων αὐτὸς ὁ πάνσοφος Ἡσαΐας περὶ τῶν διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένων εἰς μέθεξιν, ἤγουν καὶ κοινωνίαν τῆς θείας αὐτοῦ φύσεως· «Ὅτι πίωνται εὐφροσύνην, καὶ πίωνται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ.» Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ἐν τούτῳ δὴ οὖν τῷ ὄρει, φησὶ, κλῆρος ἔσται τοῖς ἐμοῖς ἐκλεκτοῖς, καὶ ἐν αὐτοῖς κατοικήσουσι πάντες, ὅσοι τὸν τῆς ἐμῆς βασιλείας ὑποτρέχουσι ζυγόν· τὸ δὲ ἀπεικὸς οὐδὲν, καὶ τὴν ἄνω πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὄρος ὀνομάζεσθαι λέγειν, ἐν ᾧ τῶν ἁγίων ὁ κλῆρος διανέμοντος Θεοῦ τὰ ὑπὲρ νοῦν καὶ λόγον αὐτοῖς ἀγαθά. «

Ὀφθαλμὸς» γὰρ, φησὶν, «οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» <Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῳ λαῷ μου, οἳ ἐζήτησάν με.> Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ δρυμοῖς παρεικάζειν εὐδενδροτάτοις, καὶ ἄνθεσι τοῖς δασέσι τὰς πολυανδρούσας πόλεις, ἢ χώρας ἔσθ᾽ ὅτε, καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν, ὡς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Καὶ οὐ δή που φαίη τις ἂν, ὡς πίτυσί τε καὶ μέντοι δρυσὶν ὀλολύζειν ἐντέλλεται· κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστι· ξύλοις δὲ, ὡς ἔφην, ἀφομοιοῦν ἀξιοῖ τὴν ἀριθμοῦ κρείττονα πληθὺν τῶν ἐν ταῖς πόλεσί τε καὶ χώραις.

Ὠλόλυζον δὲ ταῖς τῶν πολεμίων μαχαίραις ὑποπίπτοντες Ἰουδαῖοι διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ μέλλοντος ἐπιφαίνεσθαι τῷ κόσμῳ Χριστοῦ· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Οὐκοῦν, «Ἐν τῷ δρυμῷ,» φησὶ, τουτέστιν, ἐν τῇ τῶν ἐθνῶν πληθύϊ, ἤτοι ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις, «ἐπαύλεις ἔσονται ποιμνίων,» Ἐκκλησίαι δηλονότι Χριστοῦ. «καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.» Ἀχὼρ οὗτος, γέγονε μέν τις τῶν ἐξ αἵματος Ἰσραήλ· πεπορθημένης δὲ τῆς Ἱεριχὼ, εἶτα Θεοῦ προστάξαντος ἀναθεματίσαι πάντα τὰ ἐν αὐτῇ, κέκλοφεν ἐκ τοῦ ἀναθέματος. Ἐπειδὴ δὲ παρεδείχθη παρὰ Θεοῦ, πικρὰς ἐζητήθη δίκας· ἀπόλωλε γὰρ πανοικὶ, καθορίσαντος αὐτοῦ τὴν δίκην Ἰησοῦ τοῦ Ναυῆ. Ἧν οὖν ἄρα εἰς κατάραν ἡ φάραγξ ἡ Ἀχώρ. Τοιαῦται δέ πως καὶ αἱ τῶν ἐθνῶν χῶραι· κεκατηραμέναι γὰρ, καὶ θεομισεῖς, ὡς οὐδενὸς ὄντος ἐν αὐταῖς τοῦ τὸν φύσει Θεὸν εἰδότος· ἀλλ᾽ ἡ ἐπικατάρατος χώρα, φησὶ, κατὰ τοὺς παλαιοὺς εἰς ἀνάπαυσιν ἔσται βουκολίων, τουτέστι, σηκοὶ προβάτων νοητῶν, ὑπὸ χεῖρα Χριστοῦ τοῦ πάντων ἀρχιποιμένος, ὃς τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων περὶ τῶν ἐθνῶν, «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.»

Ἐζήτησαν γὰρ αὐτὸν διὰ τῆς πίστεως οἱ ποτὲ πλανώμενοι, καὶ δὴ καὶ εὑρόντες, οἰκεῖοι γεγόνασιν αὐτοῦ, καὶ συμπολῖται τῶν ἁγίων, καὶ συγκληρονόμοι τῶν ἐπηγγελμένων αὐτοῖς ἀγαθῶν. <Ὑμεῖς δὲ, οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν, καὶ πληροῦντες τῇ Τύχῃ κέρασμα· ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, καὶ πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε· ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε.> Ὥσπερ γέγονεν οὐκ ἀζήμιον τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ ἀπειθῆσαι Χριστῷ, δέδονται γὰρ εἰς σφαγὴν, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ σεσωσμένου τοῦ καταλείμματος, οὕτω καὶ ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει συνήσεις. Οἱ μὲν γὰρ τὴν διὰ Χριστοῦ σωτηρίαν ἁρπάσαντες, ἔξω γεγόνασι καὶ πυρὸς, καὶ δίκης, καὶ τῶν ἐκ θείας ὀργῆς· οἱ δὲ ταῖς ἑαυτῶν ἀμαθίαις ἐναπομείναντες, καὶ ἀναπόνιπτον ἐσχηκότες τῶν ἀρχαίων αἰτιαμάτων τὸν μολυσμὸν, διὰ τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις, δοθήσονται πρὸς σφαγήν. Κατοιχήσονται γὰρ εἰς ᾅδου, καὶ ἀτελεύτητον ἕξουσι τὴν διὰ πυρὸς ἀκοιμήτου κόλασιν.

Ὑμεῖς τοίνυν, φησὶν, οἱ ἐγκαταλιπόντες με, τουτέστιν, οἱ μέχρι παντὸς ἀποστάται, καὶ οἷον εἰς λήθην κατενηνεγμένοι παντελῆ τοῦ ὄρους τοῦ ἁγίου μου. Οὐ γὰρ ἀνέχονταί τινες τῶν πεπλανημένων, καὶ τῶν τῇ κτίσει λελατρευκότων, οὐδ᾽ ὅσον εἰπεῖν εἰδέναι τὸ τῆς Ἐκκλησίας ὄνομα· «οἱ τοῖς δαιμονίοις τραπέζας τελοῦντες, καὶ κεράσματα πληροῦντες τῇ Τύχῃ.» Ἔδρων δέ τι τοιοῦτον οἱ διαβολικῆς ἀχλύος μεμεστωμένην ἔχοντες τὴν καρδίαν. Εἰς σφαγὴν παραδοθήσεσθε, κἂν εἴ τις ὅτου χάριν τολμήσῃ λέγειν, ἐρῶ πρὸς αὐτόν· Ἐκάλεσα καὶ οὐχ ὑπηκούσατε, ἀλλ᾽ ἔμμονον καὶ ἀναπόβλητον ἔχετε πονηρίαν, μόνα δρῶντες τὰ τοῖς ἐμοῖς ἀπᾴδοντα νόμοις, καὶ κατακιβδηλεύοντες μὲν πάντα τρόπον ἀγαθουργίας, ἀπόλεκτα δὲ ποιεῖσθαι σπουδάζοντες, τὰ δι᾽ ὧν ἄν τις γένοιτο παντὸς ἀνάμεστος ῥύπου. <Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε.

Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξετε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζετε. Κατελείψατε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου· ὑμᾶς δὲ ἀνελεῖ Κύριος.> Ἀεὶ παρατίθησιν ἀναγκαίως τοῖς στεφάνοις τὰ μοχθηρὰ, δι᾽ ἀμφοῖν ἀποφέρων εἰς τὸ δεῖν ἑλέσθαι τὰ ἀρέσκοντα αὐτῷ, καὶ φρονεῖν τε καὶ δρᾷν· ὥσπερ γὰρ σαγηνεύει τὰ γέρα πρὸς ἄφεσιν ἀρετῆς, οὕτω τῆς δίκης τὸ πικρὸν ἐξίστησι μὲν ἔσθ᾽ ὅτε τῶν τῆς φαυλότητος τρόπων, μετασοβεῖ δὲ πρὸς τὰ βελτίω.

Εὐτεχνέστατα τοίνυν τὰς τῶν καλουμένων ὑποτρέχει διανοίας, γέρα τε ὑπισχνούμενος αὐτοῖς, καὶ κολάσεις ἀπειλῶν. «Φάγονται γὰρ οἱ δουλεύοντές μοι,» φησὶν, «ὑμεῖς δὲ πεινάσετε, καὶ πίωνται μὲν ἐκεῖνοι, διψήσητε δὲ ὑμεῖς.» Εὐφραινομένων δὲ αὐτῶν, ὑμεῖς αἰσχυνθήσεσθε· οἱ γὰρ τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες Θεὸν, καὶ τῶν ψευδωνύμων ἀποπηδήσαντες, καὶ τὸ τῆς ἀληθοῦς λατρείας θαυμάσαντες κάλλος, ἐντρυφήσουσιν ὄντως ταῖς ἄνωθεν εὐλογίαις καταπιαινόμενοι τὰς καρδίας, καὶ τραπέζῃ προσβάλλοντες τῇ ζωοποιῷ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τὸν ἄρτον ἐσθίοντες τῆς ζωῆς, καὶ πόμα τὸ θεῖον, δι᾽ οὗπερ ἂν γένοιντο θυμηδίας τῆς ἄνωθεν μέτοχοι· διακαθαίρει γὰρ ἁμαρτίας, καὶ ἐξίστησι τὸ λυποῦν, καὶ τὸν ἐπὶ τῷ κολάζεσθαι φόβον κατισχύειν οὐκ ἐᾷ τῶν ἡμετέρων διανοιῶν. Εὐφραινόμεθα γὰρ μᾶλλον ἐπ᾽ ἐλπίδι ἀγαθῶν, ἃ τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπίσθαι φησὶ τὸ Γράμμα τὸ ἱερὸν, «Ἀλλ᾽ ὑμεῖς,» φησὶν, οἱ μεμενηκότες ἐν πλάνῃ, «κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε.» Καταφοιτήσαντος γὰρ ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἶτα νέμοντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, θρηνήσουσι πάντες, καὶ κατοιμώξουσιν οἱ μήτε Θεὸν ἐπεγνωκότες. τὸν ἀληθινὸν, ἐναποθανόντες δὲ μᾶλλον ταῖς ἑαυτῶν ἁμαρτίαις.

Κατελείψατε γὰρ, φησὶ, τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς ἀνελεῖ Κύριος. Ἄθρει δή μοι πάλιν τῆς ἐννοίας τὸ βάθος. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ εἰς πλησμονὴν ἔσθ᾽ ὅτε λέγειν, ἀντὶ τοῦ εἰς κόρον, καὶ μῖσος. Ἔφη γάρ που Θεὸς τοῖς ἐξ αἵματος Ἰσραήλ· «Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Ὑμεῖς τοίνυν, φησὶν, οἱ μήτε τῶν ψευδωνύμων ἀποστάντες θεῶν, ἐντεθνεῶτες δὲ καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις, τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν, ἤγουν εἰς μῖσος κατελείψατε τοῖς ἐκλεκτοῖς μου· τοῖς γὰρ ἅπαξ ἐξειλεγμένοις, οὐδεὶς τὸ τῶν δεισιδαιμόνων ὅνομα ποιεῖται παράδεκτον.

Φεύγει δὲ ἅπας τὸ καλεῖσθαι θεομισὴς, καὶ εἰδωλολάτρης ἀνόσιός τε καὶ βέβηλος· ἐφίεται δὲ μᾶλλον τοῦ καλεῖσθαι λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, κατὰ τὴν θεσπεσίου Πέτρου φωνήν. Εἰ δὲ δὴ βούλοιτό τις τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι τὸ εἰρημένον, ἵνα πρὸς αὐτοὺς λέγηται τὸ, «Κατελείψατε τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου·» φαμὲν, ὅτι τέκνα Θεοῦ, καὶ λαὸς αὐτοῦ, καὶ κλῆρος ἐκαλεῖτο μὲν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ κατώλισθον ἀσχέτως εἰς τὸ ἐξήνιον, ἐκπεπτώκασι μὲν τῆς τοιαύτης δόξης αὐτοὶ, κεκληρονομήκασι δὲ ὥσπερ αὐτὸν οἱ ἐξ ἐθνῶν κεκλημένοι· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Θεὸς διὰ φωνῆς Ὠσηέ· «Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ ἐρῶ τῷ οὐ λαῷ μου· Λαός μου εἶ σύ.» <Τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς, ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.

Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ᾽ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ.> Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ λατρεία, καὶ ζωὴ, καὶ νομοθεσία· οὐ γὰρ σκιαῖς ἔτι καὶ τύποις ἀνονήτοις προσκείμεθα· τελοῦμεν δὲ μᾶλλον τῷ ἐπὶ πάντων Θεῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν. Χρηματίζομεν δὲ οὐ κατά γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἐκ τῶν γενεαρχῶν, ἤτοι πατέρων, Ἐφραῒμ, ἢ Μανασσῆ, ἢ καὶ ὡς ἐξ ἑτέρας φυλῆς, ἀλλ᾽ οὐδὲ τὴν τῶν Γραμματέων καὶ Φαρισαίων ἐρχόμεθα τρίβον, τὴν τοῦ γράμματος παλαιότητα τοῦ παντὸς ἀξιοῦντες λόγου, ἀλλ᾽ ἐν καινότητι ζωῆς εὐαγγελικῆς προσίεμεν τῷ Χριστῷ, καὶ τὴν ἀπ᾽ αὐτοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, χρηματίζομεν Χριστιανοί. Τοῦτο δὴ τὸ διαβόητον, καὶ εὐλογημένον ὄνομα κατὰ πᾶσάν ἐστι τὴν ὑπ᾽ οὐρανόν.

Ἐπειδὴ δὲ ηὐλογήθημεν παρὰ Χριστοῦ, καὶ ἡμεῖς αὐτὸν ταῖς εὐλογίαις καὶ ἀκαταλήκτοις δοξολογίαις κατευφραίνειν σπουδάζομεν. Πάλαι μὲν γὰρ, ἤτοι πρὸ τῆς εἰς αὐτὸν πίστεως, τοῖς οὐκ οὖσι θεοῖς ἐξυφαίνοντες τὰς ᾠδὰς, ἐγελώμεθα δικαίως. Ἐπειδὴ δὲ τὸν φύσει Θεὸν ἐγνώκαμεν, ὑμνοῦμεν αὐτὸν, καὶ καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν, τὰς δοξολογίας αὐτοῦ μεμνημένοι, κἂν εἰ γένοιτό πως ἀνάγκη καὶ χρεία τῆς διὰ τῶν ὅρκων πληροφορίας, ἐφ᾽ ὅτῳ οὖν τῶν πραγμάτων ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν. Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ὅρκιον ἔσθ᾽ ὅτε ποιεῖσθαι τὸν οὐρανὸν, ἢ καὶ ἕτερόν τι τῶν ἐν αὐτῷ στοιχείων. Οἱ δὲ τὴν πίστιν παραδεξάμενοι, καὶ τῶν εἰς τοῦτο πλημμελημάτων ἀποφοιτῶσι νεανικῶς· ὅρκιον γὰρ ποιοῦνται μόνον τὸν τῶν ὅλων Θεὸν, αὐτὸν εἰδότες φύσει τε καὶ ἀληθῶς Δεσπότην, καὶ ἕτερον ἐπ᾽ αὐτῷ παντελῶς οὐδένα.

Τοῦτο καὶ ὁ διὰ Μωσέως προστέταχε νόμος· «Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·» εἶτά φησιν, ὅτι «Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν·» καὶ θλίψιν ἔοικεν ἐν τούτοις ὀνομάζειν, ἣν ὑπέστησαν μοχθηρίαν, ὅτε Θεὸν οὐκ εἰδότες τὸν ἀληθινὸν, τῇ τῶν δαιμονίων σκαιότητι δεδουλεύκασι. Προσέταττε [γρ. προσετάττοντο] γὰρ καταθύειν αὐτοῖς, οὐχὶ δήπου μόνον πρόβατά τε καὶ βοῦς, ἀλλὰ γὰρ καὶ τὰ ἔκγονα τῆς κοιλίας αὐτῶν, καθὰ γέγραπται· «Τεθύκασι γοῦν τινες υἱούς τε καὶ θυγατέρας.» Μοχθηρία δὲ καὶ ἑτέρως ἦν, τὸ ἀναριθμήτοις οὕτω λατρεύειν θεοῖς, καὶ θεραπεύειν ἐπείγεσθαι τοὺς μὴ ἐγνωσμένους· εἰκὸς δὲ τοῦτο, καὶ ἐπιβουλεύεσθαί τινας παρὰ τῶν ἠμελημένων· τὸ ἀπεικὸς γὰρ οὐδὲν ἐννοεῖν, ὅτι κρατοῦντες αὐτῶν οἱ βδελυροὶ καὶ μιαιφόνοι δαίμονες, καὶ ἀδικεῖν ἐδύναντο, σκέπην οὐκ ἔχοντας τὴν παρὰ Θεοῦ. «Ταύτην, φησὶ, τὴν ἑαυτῶν θλίψιν ἐπιλήσονται.

Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινή.» Πῶς, ἢ τίνα τρόπον; Πάλαι μὲν γὰρ ἐνόμιζον, θεοὺς εἶναι γῆν τε καὶ οὐρανόν· φῶς δὲ τὸ θεῖον λαβόντες εἰς νοῦν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καινὰς ὥσπερ ἐννοίας ἕξουσιν ἐπ᾽ αὐτοῖς.

Εἴσονται γὰρ ὅτι οἱ μὲν οὐκ εἰσὶ [θεοὶ], ποιήματα δὲ τοῦ πάντων τεχνίτου καὶ δημιουργοῦ. «Οὕτω δὲ διατεθέντες, φησὶν, οὐκ ἔτι μεμνήσονται τῶν προτέρων·» ἀποβαλοῦσι γὰρ ὁμοῦ τῷ Ἑλληνισμῷ, καὶ ἃς ἐσχήκασι δόξας περί τε τῶν στοιχείων αὐτῶν, καὶ τῶν πάλαι πεπλανηκότων, ἢ δαιμόνων, ἢ ἀνθρώπων, οἳ τῇ πλάνῃ συνήγορον τὴν ἑαυτῶν παρέστησαν γλῶσσαν. Ἀντὶ δὲ τῆς θλίψεως τῆς πάλαι, φησὶν, εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ.

Καὶ ἐν αὐτῇ, τίνι; Ἢ πάντως φήσειεν· Τῇ Ἐκκλησίᾳ Χριστοῦ. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι ταῦτα τινὲς τῶν ἐξηγητῶν ἀνάπτουσι τοῖς καιροῖς, οὐ τοῖς τῆς ἐπιδημίας μᾶλλον, ἀλλὰ τοῖς ἐσομένοις μετὰ τὸν αἰῶνα τὸν ἐνεστηκότα· ἔσεσθαι γὰρ τοὺς δικαίους ἐν εὐφροσύνῃ καὶ χαρᾷ φησι, καὶ ἐν ἀτελευτήτοις τρυφαῖς, πνευματικαῖς δηλονότι, καὶ αὐτῆς τῆς κτίσεως μεταβαλούσης εἰς ἀνακαινισμόν. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων· «Ἥξει γὰρ ἡμέρα Κυρίου, ὡς κλέπτης, ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται. Γῆ δὲ καὶ τὰ ἐν αὐτῇ πάντα καυθήσεται, καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Ἐξέστω δὴ οὖν τοῖς ἐχέφροσι τὸ δοκοῦν ἑλέσθαι τῶν θεωρημάτων, μᾶλλον δὲ τοῦτό τε κἀκεῖνο. Ἀπόβλητον γὰρ κατ᾽ οὐδένα τρόπον τὸ πεφυκὸς ὠφελεῖν. <Ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα, καὶ τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. Καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ.

Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.> Βαθὺ τὸ θεώρημα, καὶ ἀσυμφανὴς ἄγαν τῆς προκειμένης ἡμῖν προφητείας ὁ νοῦς. Πλὴν, ὡς ἔνι, διειπεῖν πειράσομαι. Ἱερουσαλὴμ τοιγαροῦν ὀνομάζειν ἔοικεν ἐν τούτοις, οὐ τὴν ἀρχαίαν ἐκείνην, ἀλλὰ μᾶλλον τήν τε ἐξ Ἰουδαίων καὶ ἐθνῶν Ἐκκλησίαν, ταύτην ἀγαλλίαμα καὶ εὐφροσύνην ἀναδείξειν ἐπαγγέλλεται, καὶ τὸ πρᾶγμά ἐστιν ἀληθὲς, ὡς ἀπὸ τῆς πείρας αὐτῆς μαρτυρούμενον· κατηφὲς γὰρ οὐδὲν ἐν Ἐκκλησίᾳ Χριστοῦ· πλουτεῖ ἐλπίσι ταῖς εἰς ἀτελεύτητον ζωὴν καὶ ἀμήρυτον δόξαν· ἔχει δὲ πολὺ τὸ περιφανὲς ἐν τῷδε τῷ κόσμῳ· ἢ τάχα που καὶ ἑτέρως· Ἀγαλλίαμα καὶ εὐφροσύνην ἐμαυτοῦ θήσομαι, φησὶ, τὴν Ἱερουσαλήμ. Ἡσθήσομαι γὰρ ἐπὶ τῷ λαῷ μου· καὶ τῆς θυμηδίας τὰς ἀφορμὰς ἐπιφέρει λέγων· Οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ, οὐδὲ φωνὴ κραυγῆς· ὡς ἐκ διαβολῆς δὲ τῶν ἀρχαιοτέρων πραγμάτων τὸν τῆς Ἐκκλησίας ἔπαινον ἐξυφαίνει Θεός. Πάλαι μὲν γὰρ οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, μετὰ δώρων ἔκρινον, καὶ οὐκ ᾔδεσαν δικαιοῦν ὀρφανὸν ἢ χήραν. Ἐπειδὴ δὲ ἦσαν λημμάτων αἰσχρῶν ἐρασταὶ, ἀθώου καὶ δικαίου κατεψηφίζοντο, καὶ τοὺς ταῦτα πεπονθότας πᾶσά πως ἀνάγκη, καὶ δακρυῤῥοεῖν, καὶ κατολοφύρεσθαι μετὰ κραυγῆς, ὡς ἠδικημένους.

Εἴρηται γοῦν που περὶ τῆς Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου· «Ὦ πόλις ψευδής· ὅλη καταδυναστεία ἐν αὐτῇ. Ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς. Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός.» Ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων προφητῶν· «Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.» Ἡσθήσομαι τοίνυν, φησὶν, ἐπὶ τῷ λαῷ μου, δικαιοσύνης ὄντα τῆς ἀληθοῦς ἐργάτην ὁρῶν. Δακρύσει γὰρ οὐδεὶς παρ᾽ αὐτοῖς, δῆλον δὲ ὅτι πλεονεκτούμενος· κατακράξεται δὲ πάλιν οὐδεὶς, ὡς ἠδικημένος. «Καὶ οὐ μὴ γένηται ἐκεῖ, φησὶν, ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.» Οἶμαι δὲ ἐγὼ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν τῆς προφητείας τὸν νοῦν. Ἄωρον μὲν γὰρ νομίζειν ἔοικε τὸν ἐξ ἐθνῶν ἔτι νέον λαὸν, περὶ οὗ φησιν ὁ Δαβίδ· «Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·» τούτοις δὲ ἐπιστέλλει καὶ ὁ Χριστοῦ μαθητὴς, λέγων· «Ὡς ἀρτιγέν[ν]ητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε.»

Οὐκοῦν ἄωρος ὁ νέος, πρεσβύτης γε μὴν ὁ ἐκ περιτομῆς, ἤγουν ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ προσκεκλημένος, καὶ κατά γε τὴν νοητὴν Ἐκκλησίαν προειληφώς· Ἀλλ᾽ ἐν τῇ κλήσει, φησὶ, τῇ διὰ Χριστοῦ, καὶ ἐν καιροῖς τῆς ἐπιδημίας, οὔτε ἄωρος, οὔτε πρεσβύτης διαφορὰν ἕξουσι τὴν κατὰ τοῦτο αὐτὸ πρὸς ἀλλήλους· πάντες γὰρ ἔσονται τέλειοι, καὶ πάντες ἐμπλήσουσι τὸν χρόνον, τουτέστιν, εἰς ἄνδρα τέλειον ἀναβήσονται, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ὁ γὰρ νέος, τουτέστιν, ὁ ἐξ ἐθνῶν λαὸς, ἔσται ἑκατὸν ἐτῶν, ἀντὶ τοῦ, τέλειος, καὶ πεπολιωμένος τὰς φρένας, καὶ πνευματικῆς ἡλικίας εἰς λῆξιν ἐλάσας· τελειότητος γὰρ σημεῖον, ἤτοι σύμβολον, ὁ ἑκατὸν ἐτῶν ἀριθμός. Εἶτά φησιν, ὅτι «Ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.» Διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος τοῖς ἔχουσιν αὐτὴν, οὐ προσηκαμένοις τὴν πίστιν τὴν διὰ Χριστοῦ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος λύτρωσιν, δι᾽ ἧς καὶ μόνης τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβόμεθα λογισμούς.

Οὐκοῦν κἂν εἴτις ἑκατὸν ἐτῶν ὑπάρχων, φησὶ, τουτέστι, τὴν τελειότητα τὴν κατὰ τὸν νόμον ἔχοι· εἶτα τελευτήσειεν ἁμαρτωλὸς, τουτέστι, τὴν ἐν πίστει δικαιοσύνην οὐ λαβὼν, ἔσται καὶ ἐπικατάρατος, ἀντὶ τοῦ, καὶ ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος εὑρεθήσεται.

Οὐδεὶς γὰρ γέγονε τοσοῦτος ἐν Ἰουδαίοις, ὡς κατὰ μηδένα τρόπον διαπεσεῖν· «Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Ὅτι δὲ ἀνόνητος καὶ τοῖς κατὰ νόμον τετελειωμένοις ἡ εἰς τοῦτο σπουδὴ, τῆς διὰ Χριστοῦ χάριτος οὐ προσειλημμένης, διαδείκνυσιν εὖ μάλα τισὶ γεγραφὼς ὁ πάνσοφος Παῦλος, ὅτι σκύβαλα μὲν ἡγήσατο τὰ ἐν νόμῳ πάντα, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων τὴν αὐτοῦ δικαιοσύνην, τουτέστι, τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Γράφεται δὲ ὥσπερ ἀνοίας τοὺς Ἰουδαίους, οὕτω λέγων· »Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἔφη δὲ πάλιν· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν.» Κεχρημάτικε δὲ διὰ τοῦτο κατάρα Χριστὸς, ἵνα τῆς τοῦ νόμου κατάρας ἐξέληται τοὺς ὑπ᾽ αὐτῇ γεγονότας· γέγραπται γὰρ, ὅτι «Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ τοῦ βιβλίου τούτου, τοῦ ποιῆσαι αὐτά.» <Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὸν καρπὸν αὐτῶν.

Καὶ οὐ μὴ οἰκοδομήσωσι, καὶ ἄλλοι οἰκήσουσι· καὶ οὐ μὴ φυτεύσωσι, καὶ ἄλλοι φάγονται. Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν.

Οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι. Καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς, ἐγὼ εἰσακούσομαι αὐτῶν. Ἔτι λαλούντων αὐτῶν, ἐρῶ· Τί ἐστιν;> Εἰρήνην αὐτοῖς τὴν ἀκράδαντον, φειδῶ καὶ εὐμένειαν, χρηστότητα καὶ φιλανθρωπίαν ἐπαγγέλλεται.

Πάλαι μὲν γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ, διὰ πολλῆς ἄγαν ἀπονοίας, καὶ πολυειδοῦς φαυλότητος, καὶ τοῦ μὴ ἀνέχεσθαι ζῇν ὀρθῶς, παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων κρατοῦντα Θεόν· ταύτης ἕνεκα τῆς αἰτίας κατὰ πολλοὺς ᾐκίζοντο τρόπους· ποτὲ μὲν γὰρ κατεφθείροντο τὰ ἐν ἀγροῖς, καὶ τοὺς ἐπὶ ταῖς γηπονίαις ἱδρῶτας ὑφιστάμενοι μάτην, λιμῷ κατετρύχοντο· γέγραπται γὰρ, ὅτι «Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι.» Εἴρηται δέ που πρὸς αὐτοὺς καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσεις· σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον οὐ μὴ πίητε.» Καὶ πάλιν· «Οἴκους ξυστοὺς οἰκοδομήσετε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς φυτεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.»

Ἐπεφέροντο γὰρ αὐτοῖς ἔσθ᾽ ὅτε καὶ πολέμων ἐμβολαὶ, ὥστε τοὺς μὲν τοῖς αὐτῶν δαπανᾶσθαι ξίφεσι, τοὺς δὲ τὸ παθεῖν δεδιότας, καὶ οἴκων αὐτῶν καὶ τῆς ἐνεγκούσης ἀποπηδᾷν, καὶ εἰς ἑτέρας μετανίστασθαι χώρας· ἀλλὰ ταυτὶ μὲν οἱ παλαιοὶ πεπόνθασι, καὶ οὐχ ἅπαξ, διὰ πολλὴν ἁμαρτίαν· οἵ γε μὴν ἐν Χριστῷ τὴν διὰ πίστεως ἁρπάσαντες χάριν, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας ἀπονιψάμενοι μολυσμοὺς διὰ τοῦ ἁγίου βαπτίσματος, οὐ τοῖς ἐκείνων περιπεσοῦνται κακοῖς, οὔτε μὴν τῶν αὐτοῖς πεπονημένων πνευματικῶς ἀδόκητον ὑπομενοῦσι ζημίαν· ἐντρυφήσουσι δὲ μᾶλλον τοῖς ἑαυτῶν κατορθώμασι, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι·» καρπῶν λεγομένων τῶν κάτωθεν τῆς παλάμης σαρκῶν. Ἐκβάλλει γὰρ αὐτοὺς οὐδείς· οὔτε μὴν ἀποσοβήσει ποτὲ τῆς δοθησομένης αὐτοῖς παρὰ Θεοῦ μονῆς. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· ἀλλ᾽ οὐδ᾽ ἂν ἀποπεσοῦνται τοῦ κλήρου τοῦ δοθησομένου καὶ πρέποντος ταῖς νοηταῖς αὐτῶν εὐκαρπίαις· ἔσται γὰρ, φησὶν, ἡ ζωὴ αὐτῶν κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς, τουτέστιν ἁγία[ν]. Τοιαύτη γὰρ ἦν πρὸ τῆς παραβάσεως ἐν τοῖς πρωτοπλάστοις, ὅτε καὶ ἐξῆν αὐτοῖς ἐν μεθέξει γενέσθαι τοῦ ξύλου τῆς ζωῆς, οὔπω τῆς βδελυροτάτης καὶ θεομισοῦς ἁμαρτίας λαβούσης τόπον ἐν αὐτοῖς.

Προσεπάγει τι τοιοῦτον καὶ ἕτερον τῆς προφητείας ὁ λόγος· «Τὰ γὰρ ἔργα, φησὶ, τῶν χειρῶν αὐτῶν παλαιώσουσι,» τουτέστιν, ἀναμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Οἷον δή τί φημι. Δέδοται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διὰ Μωσέως ὁ νόμος· ἀλλ᾽ ἦν ἐν αὐτῷ σκιὰ καὶ τύπος, ἔχων μὲν τῆς ἀληθείας τὴν μόρφωσιν, πλὴν οὔπω καὶ αὐτὴν τὴν ἀλήθειαν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ὁ Χριστὸς, μετέβαλον οἱ τύποι πρὸς ἀλήθειαν, καὶ οἷον μετεκλίθησαν αἱ σκιαὶ καὶ πεπαλαίωνται, τουτέστιν, οὐ μέχρι παντὸς κεκράτηκε τῆς ἐν νόμῳ πολιτείας ἡ δύναμις. Οὐκοῦν οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ οὐκ ἐπαλαίωσαν τὰ ἔργα αὐτῶν (ἀνόνητος γὰρ ἡ νομικὴ λατρεία, τό γε ἧκον εἰς τύπους), παλαιώσουσι δὲ οἱ ἐν Χριστῷ. Οὐ γὰρ ἕτερος αὐτοῖς δοθήσεται νόμος, ὡς μεθιστᾷν ἐπὶ τὸ ἄμεινον τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν δύναμιν. Εἴρηται γάρ που πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. —Οἱ δὲ ἐκλεκτοί μου, φησὶν, οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν.»

Διδάσκει πάλιν ὡς ἐκ παραθέσεως, ἤγουν ἀντεξαγωγῆς τῶν πάλαι συμβεβηκότων τοῖς Ἰουδαίων καθηγηταῖς· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρισαῖοι, οἳ τὸν νόμον ἀφέντες, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων, πατέρες μὲν γεγόνασι τέκνων τῶν κατὰ μάθησιν δηλονότι, πλὴν εἰς κενὸν, καὶ εἰς κατάραν· ἡμᾶς καὶ τοῦτο ἐδίδαξεν ὁ Σωτὴρ, τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις ἐπιτιμῶν· ἔφη γὰρ, ὅτι «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.» Οὐκοῦν ἐκεῖνοι μὲν ἐτεκνοποίησαν εἰς κατάραν καὶ εἰς κενόν· οἱ δὲ ἐκλεκτοί μου, φησὶ, τουτέστιν, οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν καθάπαξ οἱ τῶν ἐμῶν θεσπισμάτων ἱερουργοὶ, οὐκ εἰς κατάραν τεκνοποιήσουσιν, οὔτε μὴν εἰς κενὸν, κατ᾽ ἐκείνους· σπέρμα γὰρ εὐλογημένον ἔσται τὸ σπέρμα αὐτῶν, εὐλογημένον δὲ ὑπὸ Θεοῦ. Ὅτι δὲ προσκείσεται λίαν αὐτοῖς, τὰ ἐξ· ἡμερότητος καὶ φιλανθρωπίας δωρούμενος, ἑτοιμότατόν τε τὸ οὖς ὑπέχων ταῖς παρ᾽ αὐτῶν ἱκετείαις, διαδείκνυσιν εἰπὼν, ὅτι «Πρὶν κεκράξαι αὐτοὺς, ἐγὼ εἰσακούσομαι αὐτῶν. Ἔτι λαλούντων αὐτῶν, ἐρῶ· Τί ἐστιν;» <Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον.

Οὐκ ἀδικήσουσιν, οὐδ᾽ οὐ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.> Κατὰ δύο τρόπους ἐκλήψῃ καὶ ταῦτα· ἢ γὰρ τῶν δύο λαῶν τὴν διὰ πίστεως ἕνωσιν κατασημήνειεν ἂν τῆς προφητείας ἡ δύναμις, ἤγουν ὅτι καὶ οἱ ποτὲ θηρίων ἀγρίων δίκην τοῖς ἁγίοις ἐπιπηδήσαντες, καὶ διώξαντες τὴν Ἐκκλησίαν, ὄφεών τε διενεγκόντες οὐδὲν, συμβήσονται πρὸς αὐτοὺς, κατὰ διάθεσιν καὶ ὁμοψυχίαν τῷ συνδέσμῳ τῆς εἰρήνης κατεσφιγμένοι πρὸς τοῦτο διὰ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ συλλέγοντος τὸ ἐσκορπισμένον, καὶ φωτὶ τῷ θείῳ καταφαιδρύνοντος τὸ ἐσκοτισμένον, καὶ τὰ πάντα μεθιστῶντος ἐπὶ τὸ ἄμεινον. Ποιεῖ γὰρ πάντα καὶ μετασκευάζει, κατὰ τὸ γεγραμμένον. Ἔριφοι μὲν οὖν καὶ ἄρνες, ἱερά τέ ἐστι καὶ καθαρὰ ζῶα κατὰ τὸν νόμον, ὥστε καὶ τῷ θείῳ προσφέρεσθαι θυσιαστηρίῳ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀναφέρεσθαι τῷ Θεῷ· λύκος δὲ καὶ λέων, ἀνίερα, καὶ ἀκάθαρτα, καὶ ἐχθρὰ τοῖς ὠνομασμένοις· ὄφις δὲ πρὸς τούτοις ἀνθρώπῳ πολεμιώτατος, καὶ τοῖς τῆς φύσεως νόμοις εἰς τοῦτο ἠκονημένος, ἀλλὰ τοῖς ἐν Χριστῷ κεκαθαρμένοις, ἱεράν τε καὶ ἐξῃρημένην ἐσχηκόσι ζωὴν, διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων συμβήσονται, πρὸς ὁμοψυχίαν τὴν διὰ πίστεως, οἱ βδελυροί ποτε καὶ ἀκάθαρτοι, καὶ ὠμότητος θηριοπρεποῦς μεστὴν ἔχοντες τὴν καρδίαν. «

Οὗτοι, φησὶν, οὐδὲν ἀδικήσουσιν, οὔτε μὴν διαλυμανοῦνταί τισι τῶν ἐν τῷ ὄρει τῷ ἁγίῳ μου,» τουτέστι, τῇ Ἐκκλησίᾳ. Φάγονται γὰρ σὺν τοῖς ἡμέροις τὰ ἄγρια· τροφὴ δὲ αὐτοῖς ὁ Χριστὸς ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· τρέφει δὲ καὶ σαρκὶ τῇ ἰδίᾳ, πρὸς ἀφθαρσίαν ἡμᾶς ἀναμορφῶν καὶ ζωὴν, καὶ τοῖς ἑαυτοῦ κηρύγμασι, τουτέστι, τοῖς εὐαγγελικοῖς· οὐ γὰρ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται, φησὶν, ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐπιτήρησον δὲ ὅτι οὐκ ἄρνες καὶ ἔριφοι, τὰς τῶν λεόντων καὶ λύκων ἔδονται τροφὰς (οὐ γὰρ ἔφη· Φάγονται κρέα), ἀλλ᾽ οἱ λύκοι καὶ λέοντες ταῖς τῶν ἡμέρων κεχρήσονται, αἳ διὰ τῶν ἀχύρων σημαίνονται· οὐχ ἕψονται δὲ ἀκαθάρτοις αὐτοῖς μᾶλλον οἱ καθαροὶ, οὐδὲ τὴν ἐκείνων ζηλώσουσι πολιτείαν καὶ ζωήν· ἀλλ᾽ οἱ βέβηλοι μᾶλλον, ταῖς τῶν πράων καὶ κεκαθαρμένων ἐπιεικείαις ἀκολουθήσουσιν. <Οὕτω λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος. Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;

Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ δὲ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημος.> Ἐξυφήνας ἀποχρώντως τὸν πρός γε τὰ ἔθνη λόγον, μεθίστησι τὴν μυσταγωγίαν πρὸς αὐτὸν ἤδη τὸν Ἰσραήλ. Βούλεται γὰρ καὶ αὐτοὺς τῆς κατὰ νόμον ἀποστῆσαι κακίας, καθάπερ ἀμέλει κἀκείνους ἀποφοιτᾷν ἐκέλευε τῆς ἀρχαίας ἀπάτης, καὶ τῆς ἐν τῷ πλανᾶσθαι βεβήλου ζωῆς· ὅτι τοίνυν τῆς ἐν πνεύματι λατρείας μεταποιεῖται μᾶλλον, λόγου δὲ ἀξιοῖ παντελῶς οὐδενὸς, τὴν ὡς ἐν σκιαῖς καὶ τύποις διδάσκει σαφῶς· βούλεται δέ τι πρὸς τούτῳ καὶ ἕτερον αὐτοὺς εἰδέναι, ὡς καὶ ἄνω αἴρουσι τὴν ὀφρὺν, καὶ ἐπ᾽ οὐδενὶ τῶν ἀναγκαίων πεφρονήκασι μέγα, τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναστήσαντες ναόν· ᾤοντο γὰρ, ὅτι καὶ τόπῳ περιληπτὸν τὸ Θεῖόν ἐστι, καὶ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ περιεκτικῶς, καθὰ καὶ οἱ τῶν ἐθνῶν ψευδώνυμοι, καὶ οὐδὲν ὄντες παντελῶς, πλὴν ὅτι ξύλα τε καὶ λίθοι· καὶ διὰ τοῦτό φησιν· Ὢ τῆς θείας δόξης οὐκ εἰδότες τὴν ὑπεροχήν! ὢ τῶν ἐμοὶ προσόντων ἀξιωμάτων οὐκ ἐννοοῦντες τὸ μέγεθος! «Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου;» Πληροῖ γὰρ τὰ πάντα τὸ Θεῖον· μετὰ δὲ αὐτοῦ γῆ τε καὶ οὐρανός; Εἰρήσθω δὴ ἀνθρωποπρεπῶς, ὅτι θρόνον ἔχων τὸν οὐρανὸν, ὑποπόδιον δὲ ὥσπερ τι ποιεῖται τὴν γῆν.

Ποῖος οὖν αὐτὸν δέξεται χῶρος; ἢ ποῖος οἶκος ἀρκέσει περιληπτός; «Πάντα γὰρ ταῦτα, φησὶν, ἐποίησεν ἡ χείρ μου· καὶ ἔστιν ἐμὰ ταῦτα πάντα.» Ποῖα δὲ ταῦτα; Δῆλον δὲ ὅτι καὶ τὰ ὁρώμενα, καὶ τῶν ὁρωμένων ἐπέκεινα· καὶ αὐτοῦ γὰρ ἡ κτίσις ἅπασα, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Τί τοίνυν αὐτῷ προσοίσομεν ὡς οὐκ αὐτοῦ; τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾽ ἐμοῦ ἐστιν.» Ἐπὶ τίνα δὴ οὖν ἐπιβλέψω, φησίν; ἢ πάντως που ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, τουτέστι, τὸν εἰκτικὸν καὶ πρᾶον, καὶ τῶν ἐμῶν θελημάτων γνήσιον ὑπουργὸν, ὥστε καὶ τρέμειν τοὺς οἵπερ ἂν γένοιντο παρ᾽ ἐμοῦ λόγοι; Σημαίνει δὲ διὰ τούτων τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· τούτους ἐφορᾷν ἀξιοῖ, καὶ ὡς ταπεινοὺς ἐπισκέπτεσθαι.

Θρασὺς γὰρ καὶ ἀλαζὼν ὁ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενος, καὶ διὰ πολλῆς ἀπειθείας, γαῦρον ὥσπερ τινὰ καὶ σκληρὸν ἀνατείνει αὐτῷ τὸν τῆς ἑαυτοῦ διανοίας αὐχένα· ὅτι δὲ ἀπαράδεκτον ποιεῖται τὴν διὰ νόμου λατρείαν, καὶ διὰ μίσους ἔχει, σαφηνιεῖ λέγων· «Ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ δὲ δοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημον.» Ἄθρει δὴ οὖν ὅπως τὰ ὡς ἐν σκιαῖς καὶ τύποις, οὐκ ἀπόβλητα ποιεῖται μόνον, ἀλλὰ γὰρ καὶ μεμίσηκεν, ὡς ἔφην· τὴν γάρτοι μόσχου σφαγὴν, κυνὸς ἡγεῖται θάνατον, ἀκάθαρτον δὲ καὶ σεμίδαλιν ἐλεόδευ[σ]τον. Δηλοῖ γὰρ, οἶμαι, τουτὶ τῷ συὸς αἵματι παρεικάζειν αὐτήν· ἀκάθαρτον δὲ κατὰ τὸν νόμον ὁ ὗς· τοὺς δέ γε ἐκ λιβάνου καπνοὺς, ἐν ἴσῳ τίθεται παλιμφήμου φωνῆς. Μεθίστησι τοίνυν διὰ τούτων αὐτοὺς εἴς γε τὸ βούλεσθαι διαζῇν εὐαγγελικῶς, καὶ οὕτως [ἴσ. οὔτοι] που μᾶλλον κατά γε τὴν οὖσαν ἐν τῷ νόμῳ σκιάν. <Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε.

Κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς, ὅτι ἐκάλεσα αὐτοὺς, καὶ οὐχ ὑπήκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου. Καὶ ἃ οὐκ ἠβουλόμην, ἐξελέξαντες.> Ἀπολογεῖται πάλιν, καὶ ἐμφανῆ καθίστησι τὴν αἰτίαν, ἐφ᾽ ᾗ καὶ ἀπόπεμπτος γέγονεν ὁ Ἰσραὴλ, καίτοι πρωτότοκος ὠνομασμένος, καὶ κλῆρος Θεοῦ χρηματίσας. «Ἐπελέξαντο γὰρ, φησὶν, αὐτοὶ τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε·» τὸ δὲ, «Ἐπελέξαντο,» λέγων, οὐκ ὀρθῶς ἀπέφηνε δικαστὰς ἐν ἀναγκαίοις πράγμασιν, «Εἰπόντας δὲ μᾶλλον καὶ τὸ καλὸν πονηρὸν, καὶ θεμένους τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς σκότος, καὶ τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» Ἐξὸν γὰρ αὐτοῖς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρὸς πᾶν ὁτιοῦν ἀποφέρεσθαι τῶν ἀρίστων ἀνδραγαθημάτων, καὶ προκειμένης αὐτοῖς ἐξουσίας ἀποστῆναι μὲν τῶν τῆς φαυλότητος τρόπων, ἀνθελέσθαι δὲ τὸ πεφυκὸς ὠφελεῖν· αὐτοὶ, φησὶν, ἠθέλησαν τὰς ὁδοὺς αὐτῶν τὰς ἔξω νόμων τῶν ἱερῶν, τὰς παγίδας θανάτου, καὶ εἰς πέταυρον ᾅδου κατακομιζούσας αὐτούς· ἀναβαίνει δὲ καὶ εἰς ἀνάμνησιν ἀρχαιοτέρας αὐτοῖς ἁμαρτίας· γεγόνασι γὰρ κατὰ καιροὺς, καὶ εἰδωλολάτραι, καὶ βδελυγμάτων προσκυνηταί. «Ἐπειδὴ τοίνυν κέκληνται, φησὶ, καὶ οὐχ ὑπήκουσαν,» οὔτε μὴν προσεσχήκασιν, οἷς πρὸς αὐτοὺς πεποίημαι λόγους.

Ἔφην γὰρ, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται·» καὶ πάλιν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ταύτῃ τῇ ψήφῳ λοιπὸν κεχρήσομαι τῇ κατ᾽ αὐτῶν ὁσίᾳ, κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, τουτέστι, τοὺς ἐμπαίζοντας, ἤγουν ἐμπαροινοῦντας αὐτοῖς.

Δηλοῖ δὲ πάντως τοὺς πεπορθηκότας τὴν Ἰουδαίαν, καὶ κατεμπρήσαντας τὴν ἁγίαν ποτὲ καὶ διαβόητον πόλιν· δῆλον δὲ ὅτι τοὺς Ῥωμαίων στρατηγούς. «Ἀνταποδώσω γὰρ αὐτοῖς, φησὶ, τὰς ἁμαρτίας αὐτῶν.» Ἃ γὰρ μεμίσηκα, καὶ οὐκ ἠβουλόμην, ἐξελέξαντο. <Ἀκούσατε τὸ ῥῆμα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ ὑμῶν, κἀκεῖνοι αἰσχυνθήσονται.> Μεθίστησι τοὺς λόγους ἐπὶ πάντα ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ, ὧν δὴ καὶ γεγόνασιν ἀπαρχὴ, καὶ πρῶτοι, καὶ ἀπολέγδην ἐξειλεγμένοι οἱ θεσπέσιοι μαθηταί. Τρέχει δὲ τῆς ἐντολῆς ἡ δύναμις καὶ ἐπὶ πάντας ἐφεξῆς τοὺς λαῶν ἡγουμένους, οἳ ψήφῳ θείᾳ κεχειροτόνηνται τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τῶν ἱερῶν κηρυγμάτων ἱερουργοί. Τούτοις ἐπιτάττει λέγων· «Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις· Ἀδελφοὶ ἡμῶν.»

Ἢ γὰρ πράους αὐτοὺς βούλεται καὶ ἀνεξικάκους εἶναι, κατά γε τὰς εὐαγγελικὰς παραδόσεις, καὶ διὰ τῆς εἰς λῆξιν μακροθυμίας σαγηνεύειν εἰς οἰκειότητα πνευματικὴν, τοὺς ἀνανεύοντας, καὶ παραιτουμένους τὴν πρὸς αὐτοὺς κοινωνίαν· ἤγουν ἐκεῖνό που τάχα διακελεύεται, τὸ κηρύξαι, φημὶ, τοῖς ἔθνεσι, καὶ καλέσαι πρὸς θεογνωσίαν τὴν ἀληθῆ, τοὺς πεπλανημένους, καὶ τῶν ἀκαθάρτων πνευμάτων προσκυνητὰς Ἰουδαίους, ὅτι μὴ κατ᾽ αὐτοὺς ἐδέχοντο τὴν πολυθεΐαν, ἕνα δὲ καὶ φύσει καὶ μόνον ὡμολόγουν Θεόν· ἀλλ᾽ εἰ καὶ «Μεμισήκασι, φησὶν, ὑμᾶς, βδελυροὺς εἶναι καταλογιζόμενοι, προτεινέσθω καὶ οὕτως αὐτοῖς ὁ παρ᾽ ὑμῶν λόγος, καὶ ἐν τάξει καταλογιζέσθωσαν ἀδελφῶν, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ.» Σεσαγήνευται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς εἰς δόξαν Χριστοῦ, καὶ γέγονεν ἐμφανὴς ἐν τῇ εὐφροσύνῃ αὐτῶν· εὐφραινομένων γὰρ τῶν ἐθνῶν ἐπὶ τῇ παρ᾽ αὐτοῦ χάριτι καὶ σωτηρίᾳ, κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ὡς ἀπόβλητοι, καὶ μεμισημένοι, καὶ ἀμέτοχοι παντελῶς τῆς τῶν ἁγίων ἐλπίδος, καὶ τῶν παρ᾽ αὐτοῦ δεδωρημένων τοῖς πιστεύουσιν εἰς αὐτόν· εἰδέναι δὲ ἀναγκαῖον, ὅτι νομικὴν λέλυκεν ἐντολὴν, ἀδελφοὺς ὀνομάζειν κελεύσας τοὺς ἐξ ἐθνῶν. Ἀπείρητο γὰρ τοῖς ἐξ Ἰσραὴλ τὸ συναναπλέκεσθαι φιλεῖν τοῖς πεπλανημένοις. «

Οὐ γὰρ λαλήσεις αὐτοῖς εἰρηνικὰ,» φησὶν ὁ διὰ Μωσέως νόμος, «οὐδὲ μὴ ἐπιγαμβρεύσεις αὐτοῖς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, οὐδὲ τὴν θυγατέρα αὐτοῦ λήψῃ τῷ υἱῷ σου· ἵνα μὴ ἀποστήσῃ τὸν υἱόν σου ἀπ᾽ ἐμοῦ, καὶ πορευθεὶς λατρεύσῃ θεοῖς ἑτέροις.»

Ἀλλ᾽ ἐν Χριστῷ γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος, τῶν ἐντολῶν ἐν δόγμασι· «Καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν.» <Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.> Εἰπὼν, ὅτι «Κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς,» διαδείκνυσιν εὐθὺς τῶν ἀπειληθέντων τὴν ἔκβασιν, καὶ ὡς ἤδη τῶν πολεμίων τήν τε πόλιν αὐτῶν, καὶ τὸν ναὸν ᾑρηκότων, φωνὴν ἐκ πόλεως, καὶ φωνὴν ἐκ ναοῦ γενέσθαι φησὶν, ὡς ἀναμὶξ κλαιόντων ἱερουργῶν, καὶ συνθρηνούντων ἀλλήλοις τῶν λαῶν· καὶ γὰρ ἦν εἰκὸς, τῆς τοῦ πολέμου συμφορᾶς κατακρατούσης αὐτῶν, θρηνεῖν τε καὶ ὀλοφύρεσθαι· οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ, Κυρίου δὲ φωνὴν γενέσθαι φησὶν «ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις,» οἷον ἐπιτάττοντος καὶ διακελευομένου τοῖς ὀλοθρευταῖς, φείδεσθαι τῶν ἁλόντων οὐδενὸς, ἐπιπηδᾷν δὲ μᾶλλον ἀγρίως τοῖς ἀντικειμένοις, καὶ οὔτι που πάντως ταῖς τῶν πολεμούντων ὁρμαῖς, ἀλλὰ γὰρ θελήμασι τοῖς δεσποτικοῖς· τοῦτο γὰρ αὐτοῖς γέγονε πρόξενον τοῦ καὶ ἁλῶναι, καὶ παθεῖν. <Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν.

Τίς ἤκουσε τοιοῦτον; καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέθ[χ]η ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθη μου, εἶπε Κύριος. Οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα, εἶπε Κύριος;> Ὅτι μὴ ὁλόῤῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, διδάσκει πάλιν. Ἐπειδὴ γὰρ ὅλως προαναπεφώνηκε τῇ Ἱερουσαλὴμ τὴν ἅλωσιν, διαμέμνηται πάλιν τοῦ κατ᾽ ἐκλογὴν καταλείμματος· σέσωσται γὰρ οὐκ ὀλίγη πληθὺς, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ· βούλεται δέ τι τοιοῦτον ὑποδηλοῦν· πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν Ἰουδαῖοι, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἐπειδὴ δὲ ἀνεβίω, πατήσας τὸν θάνατον, ἀναπεφοίτηκέ τε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, διεκήρυττον αὐτὸν οἱ θεσπέσιοι μαθηταὶ προσλαλοῦντες ἅπασι, καὶ τοῖς πεπαρῳνηκόσι, καὶ καλοῦντες εἰς μετάγνωσιν, καὶ εἰς σωτηρίαν τὴν διὰ πίστεως, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τὴν διὰ τοῦ ἁγίου βαπτίσματος.

Ἔφη γὰρ ὁ Πέτρος; «Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. —Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος.

Ὑμῶν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Ταῦτα λέγοντος τοῦ θεσπεσίου Πέτρου πεπιστεύκασι πολλοί. Γέγραπται γοῦν ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων, ὅτι προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Διατετελέκασι τοίνυν οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες τοὺς ἐξ Ἰσραὴλ σαγηνεύοντες εἰς πίστιν· εἶτα χρόνου διαγεγονότος, ἐπηνέχθη λοιπὸν τῇ τε τῶν Ἰουδαίων χώρᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις τὰ ἐκ θείας ὀργῆς, ὡς εἰσβεβηκότων ἤδη, καὶ κεκλημένων τῶν ἐπιεικεστέρων, ἦσαν δὲ οὗτοι τὸ κατάλειμμα· τοῦτο διδάσκει λέγων· «Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν.» Πρὶν γὰρ ἐπιστῆναι τὰ δεινὰ, καὶ οἷόν τινας πικρὰς ὠδῖνας τὰς ἐκ τοῦ πολέμου συμφορὰς κατασκῆψαι τῆς Ἱερουσαλὴμ, ἐξέφυγε, τουτέστι, πρὸ τοῦ κινδύνου ἔτεκεν ἄρσεν, ὅ ἐστι κύημα καλὸν καὶ τριπόθητον· ταῖς γὰρ τικτούσαις ἀῤῥενοτοκία μᾶλλον θατέρου προτέτακται· ἢ τάχα που καὶ ἄρσεν τὸ τεχθέν· οὐ γὰρ θηλύνεται πρὸς μαλακισμοὺς ὁ ἐν Χριστῷ λαός. Φρόνημα γὰρ ἀνδροπρεπές ἐστιν ἐν αὐτῷ καὶ νεανικὸν, καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος γράφων· «Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Εἶτα τῆς θείας δυνάμεως τὴν ὑπερβολὴν, ὡς ἐνεργησάσης καὶ τοῦτο, πολὺ θαῦμα ποιεῖται λέγων· «Τίς ἑώρακεν οὕτως;

εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχθη ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς;» Τίς γὰρ ὁ ἀκούσας, φησὶν, ἢ τίς ἑώρακε γῆν, ἤτοι χώραν ὁλόκληρον, ἀναβλαστήσασαν ἐν ἡμέρᾳ μιᾷ τοὺς πληρῶσαι δυναμένους αὐτήν; Ἆρα γὰρ εἰσάπαξ, τουτέστιν, ὑφ᾽ ἓν ἔθνος ὅλον ἐτέχθη πώποτε; ἀλλ᾽ οὕτω, φησὶν, «Ἡ Σιὼν ἔτεκε τὰ παιδία αὐτῆς.» Τὸ γὰρ ἐν ἡμέρᾳ μιᾷ τρεῖς χιλιάδας προστεθεῖναι ψυχὰς, καὶ πνευματικὴν ἀναγέννησιν ὑπομεῖναι διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος, πῶς οὐκ ἐναργῶς εἵη ἂν ἔθνους ὁλοκλήρου κύησις καὶ ἀπότεξις; Ἀλλ᾽, «Ἐγὼ, φησὶ, δέδωκα τὴν προσδοκίαν ταύτην.» Προείρηται γὰρ καὶ τοῦτο διὰ φωνῆς ἁγίων προφητῶν, καὶ προεπήγγελται Θεὸς αὐτῇ τὴν πολυπαιδίαν· «Πλὴν οὐκ ἐμνήσθη μου, φησὶ Κύριος, καίτοι στεῖραν καὶ γεννῶσαν ἐγὼ πεποίηκα.» Ὁ δὲ τούτων ἔχων τὴν ἐξουσίαν, πῶς ἂν ἄπαιδα γενέσθαι συνεχώρησεν αὐτὴν, εἴπερ ἠθέλησε, τὴν εἰς αὐτὸν πίστιν προσηκαμένη, πολύπαις τε καὶ εὔπαις ὀφθῆναι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν;

ἐπειδὴ δὲ γέγονεν ἀπειθὴς, σκληρὰ, καὶ δυσάγωγος, ἐστειρώθη μὲν αὕτη, γεγέννηκε δὲ ἡ τῶν ἐθνῶν χώρα τὸν ἀριθμοῦ κρείττονα καὶ ἐπέκεινα λαόν· καὶ αὐτὸ δὴ τουτὶ διδάσκει λέγων ὁ θεσπέσιος προφήτης Ἡσαΐας, ὡς πρός γε τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» <Εὐφράνθητι Ἱερουσαλὴμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν. Χάρητε χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ᾽ αὐτῆς, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ᾽ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.> Χαίρειν ἐπιτάττει τῇ νέᾳ καὶ νοητῇ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς ἄσπιλον καὶ ἄμωμον, ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων, καὶ ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης. Συνῆψε γὰρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα.

Πρέποι δ᾽ ἂν τὸ χαίρειν αὐτῇ· μεμέστωται γὰρ ἐλπίδων τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Οὐ γὰρ εἶδεν ὀφθαλμὸς, φησὶ, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» ἡσθῆναί γε μὴν προστέταχε τούς τε ὄντας ἐν αὐτῇ καὶ ἀγαπῶντας αὐτήν· εἶεν δ᾽ ἂν οὗτοι πάλιν οἱ ἀνέχοντες ὥσπερ αὐτὴν, καὶ ταῖς ἀμωμήτοις διδασκαλίαις πολυτρόπως στηρίζοντες, καὶ ὅσοι πενθοῦσιν ἐπ᾽ αὐτῆς, κατά γε τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν· «Μακάριοι, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Τὸ δέ γε πένθος ἐν τούτοις τὴν τῶν εὐαγῶν ἀνδραγαθημάτων ὑποφαίνει κατόρθωσιν· ἱδρῶτα γὰρ ἔχουσι τὸν ὀνησιφόρον, καὶ τληπαθοῦσι νεανικῶς, οὐχ ἵνα τι τῶν ἐπιγείων κερδάνωσιν, ἀλλ᾽ ἵνα τῶν παρὰ Θεοῦ χαρισμάτων ἀναπιμπλάμενοι, θυμηδίας ἁπάσης γένωνται μεστοί· τοῦτο γὰρ αὐτοῖς ὑπισχνεῖται λέγων· «Ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς.» Πρόσωπον δὲ ἅπαξ γυναικὸς περιθεὶς τῇ νέᾳ Σιὼν, ἐπιμένει τῇ τοῦ λόγου τροπῇ, καὶ τὴν ἐν αὐτῇ παράκλησιν τὴν διά γε, φημὶ, τοῦ ἁγίου Πνεύματος, μαστοῖς παρεικάζει καὶ γάλακτι. Εἴρηται γάρ που πρὸς αὐτὴν καὶ ἐν τῇ τῶν Ἀσμάτων, ὅτι «Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.»

Πρώτη δὲ πάντως τοῖς τὴν πίστιν προσιεμένοις τὴν εἰς τὸν Θεὸν ἡμῶν Ἰησοῦν τὸν Χριστὸν νηπιοπρεπὴς προσάγεται τροφὴ, τουτέστιν, ὁ τρυφερὸς καὶ ἁπλοῦς τῆς κατηχήσεως λόγος· οὕτω γάρ που καὶ ὁ Παῦλος προσπεφώνηκέ τισιν, εἰπών· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾽ οὐδὲ ἔτι νῦν δύνασθε.» Ὅτι δὲ οὐκ ἀεὶ νηπίους τε εἶναι καὶ ὁρᾶσθαι πρέπει, τοὺς οἵπερ ἂν ὅλως τὸν τῆς κατηχήσεως ἐκπίνουσι λόγον, χρῆναι δὲ μᾶλλον ἀναφοιτᾷν, καὶ εἰς ἄνδρα τέλειον, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα τὸν ἀκριβῆ καὶ ἐξητασμένον ἐπ᾽ αὐτῷ λόγον συνιέναι δύνωνται λοιπὸν, ἐδίδαξε προστιθείς· «Ἵνα ἐκθηλάσαντες τρυφήσητε, ἀπὸ εἰσόδου δόξης αὐτῆς.» Τὸ ἐκθηλάσαντες δέ φησιν, ἀντὶ τοῦ, μαστῶν ἔξω καὶ θηλῆς γεγονότες, ἤγουν ἀπογεγαλακτισμένοι, τουτέστιν, οὐκ ἔτι μένοντες νήπιοι, τελοῦντες δὲ ὥσπερ ἐν ἐφήβοις ἤδη καὶ ἀνδράσι, καὶ τῆς στερεᾶς ἐφιέμενοι τροφῆς, ἐντρυφύσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς· καὶ δόξαν μὲν ὀνομάζει Χριστὸν (οὕτω γάρ που καὶ ὁ Ψάλλων φησὶ περὶ αὐτοῦ, «Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν»)· εἴσοδον δὲ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· Θεὸς ὣν φύσει γέγονεν ἄνθρωπος, καὶ οἷον εἰσβέβηκεν εἰς τόνδε τὸν κόσμον διὰ τὴν σάρκωσιν. Ἐντρυφῶσι τοίνυν οἱ τὸν ἀκριβῆ τῆς περὶ αὐτοῦ πίστεως εἰδότες [al.

δόντες] λόγον, καὶ τίνα τρόπον εἰσβέβηκεν εἰς τὴν οἰκουμένην ἡ δόξα, τουτέστι Χριστὸς, μανθάνοντες· διὰ τοῦτο καὶ ὁ θεσπέσιος προφήτης εὐθὺς, καὶ παρεζευγμένως, τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς καθίστησιν ἐναργῆ· ἵστησι γὰρ τὸ αὐτοῦ πρόσωπον λέγοντος, ὅτι «Ἰδοὺ ἐκκλίνω ἐπ᾽ αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ποταμὸς μὲν οὖν εἰρήνης, καὶ χειμάῤῥους τρυφῆς, ὁ Χριστὸς (οὕτω γὰρ αὐτὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὀνομάζει λέγων· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός! οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι· μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ»)· ἐκκέκλικε δὲ, καὶ οἷον ἀμφιλαφεστάτοις νάμασιν ἐπέκλυσε τῶν ἐθνῶν τὴν δόξαν, τουτέστι, τὸ τίμιον τῶν ἐθνῶν, ἤτοι τὸ δεδοξασμένον ἅπαν. Οὐ γὰρ πάντες πεπιστεύκασιν, οὔτε μὴν ἐδοξάσθησαν, ἀλλ᾽ ὡς ὁ Παῦλός φησι περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδόξασε.»

Τό γε μὴν, «Ἐκκλίνω[ν],» λέγων, δίδωσι τοιοῦτον ἐννοεῖν· Ἡ μὲν γὰρ ὁδὸς αὐτῷ καὶ πορεία, κατὰ πρόθεσιν καὶ εὐδοκίαν τοῦ Πατρὸς πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· ἔφη γοῦν ὅτι «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, ἐξέκλινεν ἀπ᾽ αὐτῶν καθὰ γέγραπται, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις τὴν ἐκ τῶν ἱερῶν ναμάτων παράκλησιν ἐχαρίσατο, τουτέστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, δι᾽ οὗ τὴν πρὸς αὐτὸν εἰρήνην κεκερδήκασι, καὶ δι᾽ αὐτοῦ συνήφθησαν κατ᾽ οἰκειότητα τὴν πνευματικὴν τῷ Θεῷ καὶ Πατρί. <Τὰ παιδία αὐτῶν ἐπ᾽ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γόνατα παρακληθήσονται. Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς.

Καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε, καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. Καὶ γνωσθήσεται ἡ γῆ Κυρίου τοῖς σεβομένοις αὐτόν.> Ἀμφιλαφεστάτην ἡμῖν τὴν παράκλησιν ἐπαγγέλλεται, καὶ φειδοῦς ἁπάσης ἐπίδοσιν, ὥστε καὶ πόνου δίχα παντὸς κατορθοῦν δύνασθαι τὸ ἀρέσκον αὐτῷ.

Οἱ γὰρ ἔτι νηπιάζοντες ἐν αὐτοῖς, φησὶ, καὶ τὰς φρένας οὔπω τετελειωμένοι, βρέφεσιν ἐν ἴσῳ μικροῖς ἐπ᾽ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται· ἔθος γὰρ οὕτω μητράσιν ἐπιμελεῖσθαι νηπίων. Ὀλίγα τοίνυν, φησὶ, παραχωρήσω μητρὶ, παρακαλέσω δὲ οὕτω τοὺς ἀδρανῆ τέως ἔχοντας νοῦν, ὡς ἐλλεῖψαι μηδὲν τῶν τελούντων εἰς ἀνάπαυσιν αὐτοῖς· τιθηνούμενοι δὲ οὕτω, φησὶ, καὶ διὰ πάσης ἰόντες φειδοῦς καὶ ἀγάπης, ὄψεσθέ τε διὰ καιροῦ καὶ τὴν ἄνω πόλιν τὴν ἐπουράνιον Ἱερουσαλήμ· πλησθήσεσθε θυμηδίας, καὶ ὡς ἐν τάξει πόας ἀναθαλήσει τὰ πάντων ὑμῶν ὀστᾶ. Ἐγερθήσονται γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τουτέστι, τὸ πνεῦμα τὸ ζωοποιόν· οὕτω γάρ πού φησιν ὁ Ψάλλων πρὸς τὸν Θεὸν περὶ τῶν ἐν γῇ κειμένων· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὥσπερ οὖν τὰ ἐν ἀγροῖς ἀνθήσαντα μετὰ βραχὺ πίπτει, καὶ μαραίνεται ἐαρινοῦ γε μὴν ἐνστάντος καιροῦ, πάλιν ἀνίσχει· καὶ φαίνεται· οὕτω τὰ ἐν τῇ γῇ τῶν τεθνεώτων λείψανα, κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν ἀῤῥήτῳ δυνάμει Θεοῦ πάλιν ἀνατελοῦσιν. Ἐγερθήσονται γὰρ, ὡς ἔφην. «Τότε δὴ, τότε γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν.»

Χεῖρά γε μὴν ἐν τούτοις, ἢ τὴν δύναμιν αὐτοῦ φησιν, ἤγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Δι᾽ αὐτοῦ γὰρ πάλιν καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις. Ἀποτέλεσμα γὰρ τῆς αὐτοῦ δυνάμεως εἴη ἂν, καὶ τὸ ἰσχύσαι παρενεγκεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτὲ, καὶ πεπονθότα τὴν φθορὰν, ἀνακαινίσαι πάλιν εἰς τὸ ἐν ἀρχαῖς. <Καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν· Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, τοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέα ὑῶν καὶ τὰ βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος.

Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι.> Ἀποχρώντως παρακαλέσας τοὺς ἐν τῇ νέᾳ Σιὼν, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ διαρκεστάτην αὐτοῖς ἐπαγγειλάμενος τὴν παράκλησιν, καὶ πνευματικῶν ἀγαθῶν χορηγίαν, ἔτι τε πρὸς τούτοις τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καὶ τὰς ἄνω μονὰς, καὶ τὴν αὐτόθι δόξαν οὐκ ἀζήμιον ἔσεσθαί φησι τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ τὸ ἐπὶ τούτοις ἐγχείρημα. Ἥξει γὰρ ὡς πῦρ, φησί· καταβήσεται γὰρ ἐξ οὐρανῶν, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων. Τοῦτο γὰρ τὸ ἅρμα αὐτοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἥξει δὲ ἀποδώσων ἐκδίκησιν ἐν θυμῷ, καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ὁ δὲ ἀποσκορακισμὸς δηλοῖ τὴν ἀποβολήν· ἐρεῖ γὰρ τοῖς τεθνεῶσιν ἐν ἁμαρτίαις· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·» κριθήσεται γὰρ οὕτω, φησὶν, ἡ σύμπασα γῆ, καὶ ὥσπερ ἀπὸ ῥομφαίας τῆς θείας ὀργῆς πληγέντες πολλοὶ τραυματίαι γενήσονται.

Οὗτοι δ᾽ ἂν εἶεν οἱ τὴν ἄφυκτον δεχόμενοι δίκην, καὶ εἰς ἄσβεστον τρέχοντες φλόγα, καὶ σειραῖς τῶν ἰδίων πλημμελημάτων κατεσφιγμένοι· μάλιστα δὲ τῶν ἄλλων ὑπενεχθήσονται τῇ δίκῃ, φησὶν, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, τουτέστιν, οἱ παρωσάμενοι μὲν τὴν διὰ Χριστοῦ λύτρωσιν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματες ἀτιμάσαντες χάριν, δικαιοῦσαν τὸν ἀσεβῆ, καὶ παντὸς αἰτιάματος ἀπαλλάττουσαν τοὺς ταῖς ἁμαρτίαις μεμολυσμένους· ἀγαπήσαντες δὲ μᾶλλον τὸ ἐν πλάνῃ καὶ ἀγνοίᾳ περιπατεῖν, καὶ θεοῖς τοῖς οὐκ οὖσι προσκυνεῖν, οἳ καὶ κέχρηνται περιῤῥαντηρίοις ἀκαθάρτοις καὶ ῥυπαροῖς. Περιαγνίζονται γὰρ, ὡς γοῦν οἴονται, κατὰ σφᾶς αὐτοὺς πλανῶντες καὶ πλανώμενοι.

Ἢ γὰρ ὕδασι κατεῤῥαίνοντο, ἤγουν δᾷδας πῦρ περιενεγκόντες κύκλῳ, διασμήχειν τὰς ἑαυτῶν ψυχὰς τῶν ἐκ φαυλότητος λογισμῶν [al. μολυσμῶν] ᾤοντο. Ὅτι δὲ κοσμιότητος καὶ ἐπιεικείας οὐδείς ἐστι παντελῶς παρά γε τοῖς τοιούτοις ὁ λόγος, ἀλλ᾽ οὐδὲ νοῦς ἀνθρωποπρεπὴς, παρασυνεβλήθησαν δὲ μᾶλλον τοῖς κτήνεσι τοῖς ἀνοήτοις, διαδείκνυσιν εἰπὼν, ὅτι ἁγνίζονται μὲν ἐν κήποις, τουτέστιν, ἐν τοῖς ἄλσεσιν, ἤγουν δρυμοῖς, ὑποκάτω δρυὸς καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος. Ἐξῳκοδόμηνται γὰρ παρ᾽ αὐτῶν αὐτόσε βωμοὶ καὶ τεμένη τοῖς δαίμοσιν, ἐν δὲ τοῖς προθύροις τῶν τεμενῶν ἤσθιον κρέας ὕειον. Ἀπόδειξις δὲ καὶ τοῦτο τρυφῆς. Προσεκύνουν δὲ καὶ τὰ βδελύγματα καὶ τὸν μῦν. Καθίκοντο γὰρ ἴσως εἰς τοῦτο φρενοβλαβείας τῶν δεισιδαιμόνων τινὲς, ὡς καὶ μυῶν ἔχειν ἐν σηκοῖς ἱδρύματά τε καὶ τύπους. Ἀλλ᾽ οὗτοι πάντες, φησὶν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, τουτέστιν, ὁμοῦ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραήλ· «Ἐγὼ γὰρ ἔγνων τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν.» Λογισμὸν δέ φησι τὰς ἐνθυμήσεις, αἷς ἀκολουθήσαντες αἰσχρῶν ἐπιχειρημάτων γεγόνασιν εὑρεταὶ, δι᾽ ὧν αὐτοῖς καὶ ἡ τῶν βδελυγμάτων γέγονεν εἰσφορὰ, καίτοι δέον ἑνὶ τῷ φύσει καὶ ἀληθῶς λατρεύειν Θεῷ. <Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς γλώσσας.

Καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ᾽ αὐτοὺς σημεῖα, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, καὶ εἰς Θαρσεῖς, καὶ Φοὺδ, καὶ Λοὺδ, καὶ Μοσὸχ, καὶ Θοβὲλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὐδὲ ἑωράκασι τὴν δόξαν μου, καὶ ἀναγγελοῦσί μοι τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.> Ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου, καὶ ἁπάσης προφητείας διὰ τουτωνὶ ποιεῖται Χριστὸς, καὶ ὡς ἐν βραχέσι καὶ συνεσταλμένοις ἀπαγγέλλει τὰ ἀπ᾽ ἀρχῆς μέχρι τέλους, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν. Διαμέμνηται γὰρ καὶ τῆς κλήσεως τῶν ἐθνῶν, καὶ τῆς τῶν ἁγίων ἀποστόλων ἀναδείξεως, καὶ ὅτι προσκυνηθήσεται παρὰ πάσης τῆς ὑπ᾽ οὐρανόν. Ὁ μὲν γὰρ πάλαι νόμος, ἓν καὶ μόνον συνήγαγεν ἔθνος, δῆλον δὲ ὅτι τὸ ἐξ Ἰσραὴλ, καὶ μίαν ἐκάλεσε γλῶσσαν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ἐχαρίζετο, ἀλλὰ γὰρ ἔθνει παντὶ καὶ ἁπάσαις γλώσσαις. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·» οὐκοῦν ἅπαντας μὲν συνάξω, φησίν· «Ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου.» Κέκληνται γὰρ διὰ πίστεως, καὶ οἱ ποτὲ μακρὰν ὄντες γεγόνασιν ἐγγὺς, καὶ τεθέανται τὴν δόξαν αὐτοῦ· πῶς, ἢ τίνα τρόπον;

Ἀκηκόασι γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὅτι καὶ ἰσουργὸς καὶ ἰσοσθενής ἐστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῶν ὑπὲρ λόγον γέγονεν ἀποτελεστὴς, ὥστε καὶ νεκροὺς ἐκ μνημάτων ἐγεῖραι, καὶ τυφλοῖς ἐνεῖναι τὸ φῶς, ἕτερά τε πρὸς τούτοις ἐργάσασθαι τὰ παντὸς ἄξια καὶ λόγου, καὶ θαύματος.

Ἤγουν καθ᾽ ἕτερον τρόπον· τεθέανται τὴν δόξαν αὐτοῦ, μυσταγωγηθέντες ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ γέγονεν ἄνθρωπος· οὐ γὰρ κατὰ τοὺς Ἰουδαίους οἱ ἐξ ἐθνῶν εἰρήκασι· «Διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν;» Ἐπεγνωκότες δὲ μᾶλλον τὸ ἐπ᾽ αὐτῷ μυστήριον, τὰς ἱερὰς ἐκείνας ἀναβοῶσι φωνάς· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ τὸ διὰ τῶν ἁγίων ἀποστόλων, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Τέθειται δὲ καὶ ἐπ᾽ αὐτοῖς σημεῖον· ὡς γὰρ ὁ Παῦλός φησιν, «Ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως, καὶ ταῖς ἁπάντων ἡμῶν καρδίαις ἐνεμορφώθη Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.» Ἀπὸ δέ γε τῶν ἀνασεσωσμένων, φησὶν, ἀποστελῶ εἰς τὰ ἔθνη, εἰς τούσδε καὶ τούσδε. Ἔθνη δὲ ταῦτα τὰ μὲν εἰς ἑσπέραν, τὰ δὲ εἰς ἠῶ, τὰ δὲ καὶ ἐν τοῖς βορειοτέροις, ἤγουν κατὰ τὴν Ἑλλήνων χώραν, καὶ εἰς τὰς ἐπέκεινα νήσους. «Ἐκεῖ, φησὶν, ἀναγγελοῦσι τὴν ἐμὴν δόξαν.»

Οὐ γὰρ σεσιγήκασιν οἱ μαθηταὶ, διεκήρυξαν δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ τῶν ἱερῶν κηρυγμάτων τὴν δύναμιν. <Καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ᾽ ἵππων καὶ ἁρμάτων, ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ, εἶπε Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου, καὶ ἀπ᾽ αὐτῶν λήψομαι ἱερεῖς καὶ Λευΐτας, εἶπε Κύριος.> Ὅτι πάντη τε καὶ πάντως ἐνεργὸν ἔσται καὶ ἔγκαρπον τὸ διὰ τῶν ἁγίων ἀποστόλων κήρυγμα παρὰ τοῖς ὠνομασμένοις ἔθνεσι καὶ ταῖς αὐτῶν χώραις, διαδείκνυσιν ἐν τούτοις· «Τοὺς γὰρ ἀδελφοὺς ὑμῶν,» φησὶν, ἵν᾽ ὁ λόγος ᾖ πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, «ἀπὸ τῶν ἐθνῶν ἄξουσι δῶρον τῷ Κυρίῳ.» Ἀνάθημα γὰρ ὥσπερ εἰς δόξαν Θεοῦ τῶν ἐθνῶν γέγονεν ἡ πληθὺς, ἀπηλλαγμένη μὲν παντὸς αἰτιάματος διὰ τῆς πίστεως, καὶ πάντα ῥύπον ἀποβαλοῦσα διὰ τοῦ ἁγίου βαπτίσματος, ξένιον δὲ ὥσπερ ἀποστολικῶν σπουδασμάτων προσκομισθὲν τῷ Θεῷ. Καυχῶνται γοῦν ἐπ᾽ αὐτῷ δὴ τούτῳ, χαρὰν αὐτοὺς καὶ στέφανον ἑαυτῶν ὀνομάζοντες.

Ὅτι δὲ ἀπονωτάτη λίαν, καὶ ἱδρῶτος δίχα παντὸς, καὶ ἀγῶνος, καὶ πόνων ἡ πρὸς Θεὸν ἐπιστροφὴ τῶν ἐθνῶν, καθίστησιν ἐναργῶς, ὡς ἐκ παραδείγματος τοῦ καθ᾽ ἡμᾶς λέγων, ὅτι ἀχθήσονται μεθ᾽ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις καὶ σκιαδίοις· ὥσπερ γὰρ οἱ διὰ τούτων ὁδοιπορεῖν εἰωθότες, ἀπονωτάτην τὴν προκειμένην αὐτοῖς κατορθοῦσι τρίβον· οὕτως οἱ ἐκ πλάνης Ἑλληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντες διὰ λείας ὥσπερ καὶ ἐστρωμένης ἥξουσιν ὁδοῦ, καὶ μονονουχὶ καὶ δορυφορούμενοι, καὶ ἁπάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦντος Θεοῦ· ἥξουσι δὲ, ποῦ; Εἰς τὴν ἁγίαν πόλιν, ἤγουν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἔσονται δὲ οὕτως ἡδεῖς καὶ εὐπρόσδεκτοι προσιόντες Θεῷ, ὡσανεὶ καὶ θυσία προσαγομένη, φησὶ, μετ᾽ ᾠδῆς καὶ δοξολογίας. Ἀλλὰ καὶ» Ἀπ᾽ αὐτῶν λήψομαι, φησὶ, καὶ ἱερεῖς, καὶ Λευΐτας. Ἀπ᾽ αὐτῶν δὲ, τίνων;

Οὔπω μάλα σαφὲς, πότερον ἐκ τῶν ἀποσταλέντων εἰς τὸ καλέσαι τοὺς ἐξ ἐθνῶν, ἤγουν ἐξ αὐτῶν τῶν κεκλημένων· πλὴν ἀληθὲς ὂν εὑρήσομεν τοῦτό τε κἀκεῖνο. Ἱερουργοὶ γὰρ γεγόνασι τῶν διὰ Χριστοῦ θεσπισμάτων καὶ οἱ θεσπέσιοι μαθηταί· κέκληνται δὲ πρὸς ἱερωσύνην, καὶ εἰς δεῦρο καλοῦνται πολλοὶ τῶν ἐξ ἀγέλης ὄντες Ἑλληνικῆς, Θεοῦ μεθιστάντος εἰς καινότητα ζωῆς καὶ γνώμης αὐτούς. Ἀναχαλκεύει γὰρ ὥσπερ ἡ πίστις εἰς τὸ αὐτῷ δοκοῦν τοὺς ἐξειλεγμένους. <Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει Κύριος· οὕτως στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν, καὶ ἔσται μὴν ἐκ μηνὸς, καὶ Σάββατον ἐκ Σαββάτου. Ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλὴμ, εἶπε Κύριος ὁ Θεός.> Τὸ ἀκράδαντον τῆς ἐλπίδος τοῖς ἐφ᾽ ἅπασιν ἀγαθοῖς ὑπισχνεῖται Χριστὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὥσπερ γὰρ, φησὶ, καινουργήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, οὕτω μένειν ἐάσω, καὶ οὐδεὶς αὐτὰ καταλύσει χρόνος οὕτω τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα στήσεται ἐνώπιόν μου. Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ καὶ ἡ τῶν ἁγίων ἐλπὶς στήσεται ἀεὶ καὶ διαμενεῖ, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος, ὅτι ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ.

Οὐκοῦν τὸ σπέρμα τὸ εὐλογημένον τὸ διὰ τῶν ἁγίων ἀποστόλων προσκομισθὲν τῷ Θεῷ, σωθήσεται διὰ παντὸς, καταφθαρήσεται γὰρ κατ᾽ οὐδένα τρόπον, ἀλλ᾽ οἷον οὐρανῷ τε καὶ γῇ συνδιαμενεῖ, συνέχοντος εἰς τοῦτο τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ὅτι δὲ καὶ εἰς ἐπίδοσιν ἀεὶ μείζονα ἡ τῶν πιστευσάντων ἀεὶ προβήσεται πληθὺς, διδάσκει λέγων, ὅτι «Μὴν ἐκ μηνὸς, καὶ Σάββατον ἐκ Σαββάτου, ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλήμ.» Οὐ γὰρ διαλελοίπασιν οἱ πιστεύσαντες εἰς Χριστὸν, ἀλλ᾽ ἐξ ἐκείνου τοῦ καιροῦ, καθ᾽ ὃν διεκήρυξαν οἱ θεσπέσιοι μαθηταὶ, καὶ εἰς δεῦρο βαδίζουσιν, οἱ μὲν ἐκ τῆς πολυθέου πλάνης τὸ τῆς ἀληθοῦς θεογνωσίας διψῶντες φῶς, οἱ δὲ καὶ ἐκ ταγμάτων Ἰουδαϊκῶν, εἰ καὶ καθ᾽ ἕνα, καὶ οὐ πολλοί.

Πλὴν ἥξουσι καὶ αὐτοὶ, κεκλήσονται γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καθά φησιν ὁ πάνσοφος Παῦλος <Καὶ ἐξελεύσονται οἱ ἅγιοι, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄρασιν πάσῃ σαρκί.> Ἔοικε διὰ τούτων τὰς ἐπενεχθείσας τοῖς Ἰουδαίοις συμφορὰς βούλεσθαι δηλοῦν, ἃς ὑπομεῖναί φαμεν αὐτοὺς διὰ τῆς Ῥωμαίων χειρὸς, καταδῃωθέντος δηλονότι τοῦ ναοῦ, καὶ ὠμοτάτην σφαγὴν ὑπομεινάντων ἁπάντων. Γεγόνασι γοῦν ταῦτα παθόντες, καὶ εἰς ὅρασιν πάσῃ σαρκὶ, καὶ μονονουχὶ τὴν δίκην ἀτελεύτητον ἔχουσιν. Τοῦτο γὰρ ἴσως ὑποδηλοῖ μήτε τεθνήξεσθαι λέγειν τὸν σκώληκα αὐτῶν, μήτε μὴν κατευνασθῆναι τὸ πῦρ. Βούλονται δέ τινες, καὶ εἰς τὸν καιρὸν τῆς συντελείας τοῦ αἰῶνος τοὺς περὶ τούτων ἀνακομίζειν λόγους, ὅτε τῶν παραβεβηκότων οἱονεὶ τὰ κῶλα ῥιφήσεται πεμπόμενα εἰς κόλασιν, καὶ εἰς φλόγα τὴν ἀτελεύτητον. Ἐκεῖ γὰρ ὁ σκώληξ τῶν κεκολασμένων ζήσει διηνεκῶς, καὶ οὐκ ἂν σβεσθείη τὸ πῦρ. Ἡμᾶς δὲ τούτων ἁπάντων ἀπαλλάξει Χριστὸς, δι᾽ οὗ, καὶ μεθ᾽ οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.