Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Α', Λόγος Ε'
Προφητεία συμφορών κατά του Άχαζ, η έλευση των Ασσυρίων, η ερήμωση της χώρας και η ανάδειξη του Χριστού ως Άρχοντα Ειρήνης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α', Λόγος Ε'
Προφητεία συμφορών κατά του Άχαζ, η έλευση των Ασσυρίων, η ερήμωση της χώρας και η ανάδειξη του Χριστού ως Άρχοντα Ειρήνης.
ΛΟΓΟΣ Εʹ. <Ἀλλ᾽ ἐπάξει Κύριος ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀφ᾽ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.> Τεθορυβημένῳ λίαν τῷ Ἄχαζ ἐπὶ τῇ συμφωνίᾳ τῶν δύο βασιλέων, τοῦ τε Ῥαασσὼν καὶ τοῦ Φακεὲ, κατεπηγγέλλετο μὲν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεός· ἐπειδὴ δὲ προσεμπεδοῦν ἤθελεν εἰς πίστιν αὐτὸν, αἰτεῖν ἐκέλευσε σημεῖον, «εἰς βάθος ἢ εἰς ὕψος.» Παραιτουμένου δὲ τοῦ Ἄχαζ, καὶ δυστροπώτατα λέγοντος, Οὐ μὴ αἰτήσω, οὐδ᾽ οὐ μὴ πειράσω Κύριον (ἐζήτει γὰρ μᾶλλον τοὺς ἐκ τῶν ψευδομάντεων φενακισμοὺς), ηὐτομόλησε τρόπον τινὰ Θεὸς, καὶ τῷ οἴκῳ Δαβὶδ ἐδίδου σημεῖον αὐτός. Ἔφασκε γάρ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἐπειδὴ δὲ ὁ περὶ τούτων εὖ μάλα διεπεραίνετο λόγος, μεθίστησι πάλιν τῶν ἐσομένων τὴν προαγόρευσιν, ἐπ᾽ αὐτὸ τοῦ Ἄχαζ τὸ πρόσωπον.
Ἔδει γὰρ, ἔδει σωτηρίας μὲν τῆς διὰ Χριστοῦ γενέσθαι τὴν προανάῤῥησιν πρὸς τοὺς ἐκ τοῦ οἴκου Δαβὶδ, τοῦτ᾽ ἔστι, τοὺς ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἀνατέταλκε τὸ κατὰ σάρκα Χριστός· τῶν γεμὴν συμβησομένων κατὰ καιροὺς δεινῶν τε καὶ ἀπευκτῶν τοῖς ἀπειθεῖν ᾑρημένοις ποιεῖται τὴν προανάῤῥησιν, ἵν᾽ εἰδεῖεν ὅτι πικρὸν ἀληθῶς, καὶ οὐκ ἀζήμιον τοῖς τὴν θείαν ἀτιμάζουσι δόξαν τὸ παρέχειν ἀγῶνα Κυρίῳ, καὶ προσκυνεῖν ἑλέσθαι παρ᾽ αὐτὸν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι τοίνυν ἔμελλον κατὰ καιροὺς, αὐτά τε τὰ Ἱεροσόλυμα, καὶ ἅπασα δὲ τῶν Ἰουδαίων ἡ χώρα ταῖς ἐσχάταις περιπεσεῖσθαι ταλαιπωρίαις, καὶ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, προκαταμηνύει λεπτῶς. Ἀσαφεστέραν δὲ οὖσαν τὴν τῶν λέξεων συνθήκην, ὡς ἂν οἷός τε, καὶ πρό γε τῶν ἄλλων διατρανοῦν πειράσομαι. «Ἐπάξει, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου, ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ᾽ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα.» Ἔστι δὲ τῶν στίχων τοιοῦτος ὁ νοῦς· Ἐν καιροῖς τῆς βασιλείας Ῥοβοὰμ υἱοῦ Σολομῶνος ἀφεῖλε, τοῦτ᾽ ἔστιν, ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ, τοῦτ᾽ ἔστι, πάλιν αἱ δέκα φυλαὶ, ἀπὸ τῆς Ἰούδα φυλῆς. Ἐχωρίσθησαν γὰρ καὶ αἱ μὲν δέκα φυλαὶ ἀπὸ τῆς Ἰούδα φυλῆς, κατῳκήκασι τὴν Σαμάρειαν, ἡ δέ γε φυλὴ Ἰούδα καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ μεμενήκασιν ἐν τοῖς Ἱεροσολύμοις.
Ἀλλὰ προϊόντος τοῦ καιροῦ πολλὰ συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόνθασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται σκληρῶν, οὗτοί τε κἀκεῖνοι. Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ᾽ ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ᾽ οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασιλεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ᾽ ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμότητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ.> Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμηθήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ᾽ αὐτῶν ἥξοντες κατὰ καιρούς.
Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς.
Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. Δεδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην· ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μεταστῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύσαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ᾽ ἔτεσιν ὅλοις ἕνδεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βασιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, κἀκεῖνα πέπραχεν, ὅσα καὶ ἐν τοῖς ἱεροῖς κεῖται Γράμμασι. Τούτων ἡμῖν τῶν ἱστοριῶν ποιεῖται τὴν ἀφήγησιν τῶν προκειμένων ἡ δύναμις. «
Ἔσται τοίνυν, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ), συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμῶν Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων.» Πεποίηται τοίνυν ὁ λόγος ὡς ἐκ μεταφορᾶς τῆς τῶν μελισσοκόμων ἐμπειρίας, οἳ συρίσμασι τὰς μυίας ἀποφέρουσί τε τῶν σίμβλων εἰς ἀγροὺς καὶ πάλιν ἀνακομίζουσι, καθάπερ τισὶ σηκοῖς ἐγκαθειργνύντες θρέμματα.
Μυίαις δὲ παρεικάζει τοὺς Αἰγυπτίους, καθάπερ ἐγᾦμαι, διάτοι τὸ πλῆθος καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Μελίσση δὲ, τὸ τῶν Ἀσσυρίων ἔθνος· ποικίλη γὰρ, εὔχρως τε καὶ κατεστιγμένη πολυτρόπως ἡ μέλιττα. Τοιοῦτοι δέ πως, ὅσον ἧκεν εἰς ἄμφιά τε καὶ στολὴν, Ἀσσύριοί τε καὶ Πέρσαι· φιλόκοσμοι γὰρ, καὶ τὸ ποικίλως ἐστάλθαι τιμῶντες ἀεὶ, καὶ πρός γε τοῦτο κεκεντρωμένοι. Οὗτοι, φησὶν, ἥξουσι πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ ἐπὶ πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Ἐπειδὴ γὰρ ὡς περὶ μυιῶν πεποίηται τοὺς λόγους, ἐπιμένει τῇ τροπῇ. Δηλοῖ γεμὴν ὅτι πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μηδένα δύνασθαι τῶν κεκρυμμένων λαθεῖν· κἂν εἴτε τυχὸν ἐν πέτραις. ἤτουν ἐν φάραγξι, ἢ καὶ ἐν δρυμοῖς καὶ νάπαις ἑαυτοὺς κατακρύψειαν.
Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἐν τοῖς παροτρύνουσι τὸν τῶν ὅλων Θεὸν, καὶ προσκρούειν αὐτῷ μὴ παραιτουμένοις, σφηκῶν δίκην ἐναυλίζονται, καὶ καταλύουσιν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, καὶ τὰ ἔκτοπα τῶν ἐν ἡμῖν παθῶν ἀποσοβοῦντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος καὶ σώζειν ἰσχύοντος. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ἡμᾶς ὁ ὠφελῆσαι δυνάμενος; <Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, ὅ ἐστι πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ.> Συνθεῖναι πρῶτον τὴν λέξιν καὶ ἐν τούτοις ἡμᾶς ἀναγκαῖον· εἶθ᾽ οὕτω λοιπὸν τὸ ἐκ τῶν ἐννοιῶν ὑποδηλούμενον εἰπεῖν. Οὐκοῦν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, τῷ μεγάλῳ ξυρῷ καὶ μεμεθυσμένῳ, ὅ ἐστι τοῦ βασιλέως Ἀσσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, δῆλον δὲ ὅτι τοῦ Εὐφράτου, ξυρήσει Κύριος τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Ξυρὸν δὲ μέγα καὶ μεμεθυσμένον τοῦ βασιλέως Ἀσσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, καλεῖ τὴν μάχαιραν αὐτοῦ, τὴν οἷον ἀφειδῶς ἀποκείρουσαν, καὶ χαίρουσαν τῷ μεθύειν τῷ τῶν πιπτόντων αἵματι. Καὶ ὁ μὲν νοῦς τῶν λέξεων οὗτος. Φαμὲν δὲ ὅτι ἀτιμίας ἦν ἐσχάτης τρόπος, τὸ καθ᾽ ἕνα καιρὸν ὁρᾶσθαί τινας κεφαλήν τε καὶ πώγωνα κατεξυρημένους.
Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς ἐπηπείλησέ που ταῖς θυγατράσι Σιὼν, ὑψουμέναις τε καὶ πορευομέναις ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, τῆς εὐημερίας τὴν ἀφαίρεσιν. Ἔφη γὰρ, ὅτι Καὶ ἔσται, καὶ ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσοῦ, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Ἔδρων δὲ τοῦτό τινες, καὶ ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμάζοντες· ὅθεν καὶ ὁ νόμος ὁ διὰ Μωσέως, τοῖς τὴν θείαν λαχοῦσιν ἱερουργίαν παρεγγυᾷ, τὸ μὴ ἐν ἴσῳ τοῖς ἄλλοις ἐπὶ νεκρῷ κατεξυρῆσθαι, μήτε μὴν καταφθείρειν τὴν ὄψιν τοῦ πώγωνος.
Γέγραπται γὰρ ὡδί. Πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ Σαμαρείας, καθά φησιν Ἱερεμίας· Ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας, καὶ διεῤῥωγότες τὰ ἱμάτια, καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανον ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς τὸν οἶκον Κυρίου. Οὐκοῦν πένθους τε ἅμα, καὶ ἀτιμίας ἦν τρόπος τὸ ἀποκείρειν ξυρῷ κεφαλήν τε καὶ πώγωνα. Τοῦτο πείσεσθαι κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν ὁ προφητικὸς ἔφη λόγος. Ἀπομενεῖ γὰρ, φησὶν, ἀπολωλότων αὐτῆς τῶν τέκνων, πενθοῦσά τε καὶ ἀτιμωτάτη. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ᾽ ἕτερον τρόπον τοῖς θεωρήμασι προσβαλεῖν, ἐννοήσει τι τοιοῦτον. Τρίχας μὲν γὰρ κεφαλῆς τάχα πού φησιν τοὺς ἐντιμωτάτους πλούτῳ τε καὶ ὑπεροχαῖς τῶν ἄλλων ὑπερανεστηκότας· ἀνωτέρω γὰρ κεφαλῆς οὐδέν· πώγωνα δὲ, τοὺς ἐν συνέσει καὶ φρεσίν· οὕτω γὰρ πώγων ἀεὶ λαμβάνεται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ὅταν δὲ καὶ ποδῶν ὀνομάζει τρίχας, σημαίνει που, κατὰ τὸ εἰκὸς, τοὺς ἐν τάξει κειμένους τῇ ἐσχάτῃ καὶ κατωτάτω. Ἐφείσατο δὲ τὸ παράπαν οὐδενὸς τὸ ξυρὸν μεμεθυσμένον, ἀλλ᾽ ὁμοῦ τοῖς ὑπερκειμένοις, μέσους τε καὶ τελευταίους, καὶ συνετοὺς τῆς Ἰουδαίων ἀπέκειρε χώρας, ὡς ἀφεῖναι γυμνὴν καὶ ἐψιλωμένην.
Μετεκόμισε γὰρ ὁ Ναβουχοδονόσορ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων σχεδὸν ἅπαντα τὸν Ἰσραήλ. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα ⌜βούτυρον καὶ μέλι φάγεται⌝, πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.> Τοῦ ξυροῦ καὶ μεμεθυσμένου καὶ μεγάλου, τοῦτ᾽ ἔστι τῆς Βαβυλωνίων μαχαίρας, ἐμφανῆ καταστῆσαι τὴν ἐνέργειαν ὁ σκοπὸς αὐτῷ. Καταψιλωθήσεσθαι γάρ φησιν ἅπασαν τῶν Ἰουδαίων τὴν χώραν, πτωχείας τε ὁμοῦ καὶ ὀλιγανδρίας εἰς τοῦτο ἐλθεῖν, ὡς τὸν περιλειφθέντα καὶ ἀνασεσωσμένον ἐκ τῆς τῶν πολεμίων χειρὸς, ἐναπομείναντά τε τῇ γῇ, δεσπότην ἔσεσθαι δαμάλεώς τε μιᾶς καὶ προβάτων δύο καίτοι πάλαι πλείστας τε ὅσας ὀΐων ἀγέλας, καὶ μὴν καὶ βοῶν κεκτῆσθαί τε καὶ νέμειν εἰωθότων τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν. Οὐκοῦν πτωχείας μὲν τῆς εἰς ἄκρον ἀπόδειξις ἥδε σαφής. Ὅτι δὲ καὶ κομιδῇ βραχεῖς ἐν ἀριθμῷ κατὰ τόπους ἔσονται προσαποδείκνυσι λέγων· «Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ἐκ δύο προβάτων καὶ δαμάλεως μιᾶς τοσοῦτον γάλα ἔσεσθαί φησιν, ὥστε πᾶσιν ἀρκέσαι τοῖς καταλειφθεῖσιν εἰς κόρον, εἰ δὴ βούλοιντο τὰς διὰ γάλακτος ποιεῖσθαι τροφάς. Ἆρ᾽ οὖν οὐκ ἐναργὲς, ὡς εὐαρίθμητοι παντελῶς οἱ διαφυγόντες τὸ ξυρὸν, καὶ ἐν ἑκάστῳ τόπῳ τῆς Ἰουδαίας μεμενηκότων;
Πόσοι γὰρ ἂν εἶεν, οἷς ἀρκέσει πρὸς τροφὴν καὶ κόρον [γάλα] δύο προβάτων καὶ δαμάλεως μιᾶς; Τί οὖν ἆρα τὸ ἐντεῦθεν εἰς ὄνησιν ἡμῖν τοῖς πνευματικοῖς ἐκβήσεται, ἔξεστιν ἰδεῖν διὰ πραγμάτων αὐτῶν. Ὅσοι μὲν μελετῶντες τὸ δυσήκοον, καὶ γαῦρον ἐξανιστάντες τῷ Θεῷ τὸν αὐχένα, καὶ τῇ τῶν πνευματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται, καὶ ὀλιγοστοὶ παντελῶς γενηθήσονται, καὶ παντὸς ἐνδεεῖς εὑρεθήσονται τοῦ τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, καὶ ἀνακομίζειν οἵου τε, καὶ μάλα γοργῶς, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἀκούσονται δὲ οἱ τοιοίδε Θεοῦ λέγοντος διὰ φωνῆς ἁγίου· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Ἀμφιλαφεστάτη γὰρ λίαν ἡ παντὸς ἀγαθοῦ μέθεξις παρὰ Θεοῦ τοῖς τὰ αὐτοῦ φρονεῖν ἐγνωκόσιν, οἷς καὶ αὐτὸς προσπεφώνηκε λέγων· »Φάγετε, καὶ πίετε, καὶ μεθύσκητε, οἱ πλησίον μου.» <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος ἐλεύσονται ἐκεῖ· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.> Ἔργον ἂν εἴη τοῦτο τοῦ ξυροῦ τοῦ μεγάλου καὶ μεμεθυσμένου, καὶ ἀπόδειξις ἐναργὴς τῆς τοῦ ἔθνους ὀλιγανδρίας.
Δεδαπάνηκε γὰρ οὕτως ὁ πόλεμος τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, ὡς περιλειφθῆναι μόλις ἀριθμῷ βραχεῖς τοὺς ἐν αὐτῇ. Ταύτῃτοι καὶ ἀμεληθήσεσθαί φησι, καὶ εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν τὰ κάλλιστα παρ᾽ αὐτοῖς καὶ ἐξαίρετα τῶν κτημάτων, οὐκ ὄντων δηλονότι τῶν γηπονεῖν εἰδότων. Εἰ γὰρ εἶεν, φησὶν, ἐν ἑνὶ τόπῳ χίλιαι ἄμπελοι χιλίων σίκλων, ὡς ἀξίαν ἄμπελον ἑκάστην σίκλου ἑνὸς (τιμήματος δὲ τοῦτο μέτρον), εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν· ὥστε κἂν εἴ τις βούλοιτο τῷ χωρίῳ προσβαλεῖν, καὶ εἰσελάσαι μόνον, μὴ ἂν ἰσχύσαι τοῦτο δρᾷν δίχα βέλους καὶ τοξεύματος. Ἀποδέουσαι γὰρ οὐδὲν αἱ ἄκανθαι τοξευμάτων καὶ βελῶν, κατατρώσειαν ἂν εὐθὺς τοῦ περιπατεῖν ἐθέλοντος τοὺς πόδας. Πρόξενον οὖν ἄρα παντὸς ἡμῖν ἔσται κακοῦ τὸ βούλεσθαι δρᾷν ἂ μὴ θέμις. Καταχερσούμεθα γὰρ τρόπον τινὰ, Θεῷ προσκρούειν οὐ παραιτούμενοι.
Δρῶντες μὲν γὰρ, καὶ μὴν καὶ φρονεῖν ἐθέλοντες ἃ αὐτῷ θυμήρη καὶ φίλα, καρποφορήσομεν τὴν ἀρετὴν, τῆς παρ᾽ αὐτοῦ φροντίδος ἀξιούμενοι. Ἀκουσόμεθα γὰρ λέγοντος τοῦ Χριστοῦ· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν κλῆμα τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.» Ἀπονενευκότες δὲ ἀχαλίνως εἰς ἀνοσιότητα τρόπων, ἀκάνθης τῆς νοητῆς πληρούμεθα, παντὸς εἴδους φαυλότητος ἀνίσχοντος ἐν ἡμῖν. Τέλος δὲ ἀκάνθης, τὸ πῦρ· καὶ τροφὴ πυρὸς, ἢ ἄχρηστος ὕλη. Καὶ τοῦτο ἡμῖν ὁ μακάριος Παῦλος ἐναργὲς καταστήσει λέγων· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» <Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος.
Ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοός.> Ὀλίγους μὲν ἔσεσθαι τοὺς περιλειφθέντας ἐν τῇ Ἰουδαίᾳ φησὶν, ἥξειν τε εἰς τοῦτο δειλίας αὐτοὺς, καὶ μέντοι καὶ κακανδρείας, ὡς ὑπό γε δεινοῦ τε καὶ ἀφορήτου δείματος, τὰς ἐν ὄρει ποιεῖσθαι διατριβὰς, καὶ πόλεων μὲν ἀποφοιτᾷν, καὶ τῶν πάλαι τριποθήτων αὐτοῖς ἐνδιαιτημάτων, ἐπείγεσθαι δὲ λανθάνειν ἐν ὕλαις τε καὶ λόχμαις. Ἔθος γὰρ τοῦτο δρᾷν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν τε καὶ πόλιν, εἰ δή τις γένοιτο πολεμίων ἐκβολή. Ἀναθέοντες γὰρ εἰς ὑψηλὰ καὶ δύσβατα τῶν ὀρῶν, ὅπλον ποιοῦνται τὴν δυσχωρίαν, καὶ δειλίας φάρμακον τὸ ἐν σχισμαῖς εἶναι πετρῶν.
Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων ἔφασκε δήμοις· «Τότε» γὰρ, φησὶν, «οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.» Οὐκοῦν τὰ μὲν κάλλιστα τῶν χωρίων εἰς χέρσον ἔσονται, φησὶ, καὶ εἰς ἄκανθαν, δεδιότων τῶν περιλειφθέντων κἂν γοῦν ἐν αὐτοῖς εἰσελάσαι μόνον, ἢ καὶ ὑπὸ τῆς ἀκάνθης οὐ συγχωρουμένων· ἀναφυγόντες δὲ μᾶλλον ἐν τοῖς ὄρεσιν, ἐκεῖ στένοντες τῶν εἰς γεωργίαν ἅψονται πόνων. Ἀροτριαθήσεται γὰρ πᾶν ὄρος καὶ πᾶς βουνὸς, τῶν ἐν αὐτοῖς ἀναφυγόντων συλλέγειν ἐπιθυμούντων, οὐ τὰ εἰς πλοῦτον καὶ τρυφὰς, ἀλλ᾽ ὅσα τὴν ἀναγκαίαν τοῦ σώματος θεραπεύει χρείαν, καὶ στενὴν καὶ δυσπόρευτον παρατίθησι τροφήν. Ποία τις οὖν πρόφασις τοῦ καὶ ἐν ὄρεσιν οἰκεῖν, καὶ αὐτὰ γεωργεῖν ἐθέλειν, καίτοι τῶν ἐξαιρέτων ὑπερεωραμένων χωρίων; «Οὐ μὴ ἐπέλθῃ,» φησὶν, «ἐκεῖ φόβος.» Ταῦτα λογιοῦνται καθ᾽ ἑαυτοὺς, ὡς οὐκ ἂν αὐτοῖς ἐκεῖ κατοικεῖν ἐθέλουσιν ἐπέλθῃ φόβος. Εἶτα τῆς εἰς ἄκρον ἐρημίας καταδεικνύει τὸ μέγεθος.
Ἔσεσθαι γάρ φησιν ἅπασαν τὴν χώραν ἀπὸ τῆς χερσείας καὶ τῆς ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοὸς, τοῦτ᾽ ἔστιν, εἰς κατανομὰς θρεμμάτων, τὴν πίονα, τὴν εὐάμπελον, τὴν ἐλαιοφόρον, τὴν εὐδενδροτάτην, τὴν ἀεὶ κομῶσαν καρποῖς, τὴν ῥέουσαν γάλα καὶ μέλι, κατὰ τὸ γεγραμμένον.
Οὐκοῦν Θεὸν εὐφραίνοντες ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀσφαλῶς οἰκήσομεν, καθάπερ τινὰ χώραν ἢ πόλιν, τὴν ἀρετὴν, καὶ κατευμεγεθήσομεν τῶν ἐχθρῶν. Καταπτοήσει δὲ τὸ σύμπαν ἡμᾶς οὐδέν. Ἐσόμεθα δὲ μᾶλλον ἁπάσης ἐπιεικείας καὶ καλῶν ἔργων ἐπιμεληταὶ, καὶ εὐκαρπίας ἀνάμεστοι τῆς ἀρεσκούσης Θεῷ, καὶ νοητῆς ἀκάνθης ἀπηλλαγμένοι, καὶ γῆ θελητὴ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ Θεοῦ γεώργιον ἀληθῶς. <Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων.
Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.> Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν προαγόρευσιν τῶν μελλόντων συμβήσεσθαι κατὰ καιροὺς τῇ τῶν Ἰουδαίων χώρᾳ, καὶ τὸ τῆς συμφορᾶς καταδείξας μέγεθος, προσεπάγει χρησίμως τὰ περί γε τοῦ Ἐμμανουὴλ, καὶ τὸ ἐπ᾽ αὐτῷ γε παραδείξας μυστήριον, ἐναργέστερον ἀποφαίνει τῷ προφήτῃ Θεός. Ἔφη μὲν γάρ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ὅτι μὲν γὰρ καινῆς διαθήκης ἔσται μεσίτης, καταργουμένης δηλονότι τῆς πρώτης, ὡς πολὺ τὸ ἀδρανὲς ἐχούσης, πεπαλαιωμένης δὲ, καὶ τελειούσης οὐδένα κατὰ συνείδησιν, ὑποφαίνει λέγων· «Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου.» Καὶ τί τὸ, σεαυτῷ, κατασημαίνειεν ἂν, ἢ ἐκεῖνό που πάντως;
Οὐ γάρ τοι, φησὶν, τοῖς ἀπειθεῖν ᾑρημένοις, ἀλλὰ τοῖς ἐν πίστει τετιμηκόσι τὸν ἐπ᾽ αὐτῷ λόγον τὰ ἐν τῷ καινῷ δοθήσεται τόμῳ. Τοῦτ᾽ ἔστιν, ἀποκαλυφθήσεται τὸ Χριστοῦ μυστήριον. Καινὸς οὖν ὁ τόμος καὶ μέγας. Οὐ γάρ τοι κατὰ τὴν πρώτην συντέτακται διαθήκην ἡ καινή τε καὶ νέα τὸ τοῦ Χριστοῦ λαλοῦσα μυστήριον, οὔτε μὴν ὀφθήσεται τὸ τῆς νομικῆς ἱστορίας ἔχουσα ταπεινὸν, ἀλλ᾽ ὡς ἐν ὑπεροχῇ καὶ ὕψει γνώσεως καὶ δογμάτων. Ὅθεν καὶ ὁ θεσπέσιος Παῦλος ἥδιστά φησιν, ἐζημιῶσθαι πάντα τὰ ἐν νόμῳ διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ.
Πρόδηλον οὖν ὅτι πεπαλαιωμένης τῆς πρώτης, ὡς ἔφην, καινὸς ὁ τόμος καὶ μέγας λαμβάνεται τῆς δευτέρας διαθήκης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις παραλαμβάνεται, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Γράφεται δὲ ὁ τόμος γραφίδι ἀνθρώπου. Διὰ ποίαν αἰτίαν; Ὅτε μὲν τοῖς τῆς διανοίας ὄμμασι τὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος πολυπραγμονῶμεν μυστήριον, εἶτα λέγειν ἑτέροις ἐπιχειρῶμεν ἔσθ᾽ ὅτε τὴν ἀπόῤῥητον γέννησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· τότε δὴ, τότε χρεία γραφίδος ἡμῖν οὐκ ἀνθρωπίνης καὶ καθ᾽ ἡμᾶς. Ποῖος γὰρ ἂν ἀρκέσει[ε] λόγος εἴς γε τὸ δύνασθαι διατρανοῦν τὸ ὑπὲρ νοῦν καὶ λόγον; Ἀπόχρη δὲ μόνος τοῖς οὕτως ἰσχυροῖς καὶ ὑπὲρ πάντα νοῦν διηγήμασιν ἐκεῖνος ὁ κάλαμος, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δαβίδ· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Οἶδεν γὰρ οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· ἀλλ᾽ οὐδὲ τὸν Πατέρα οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
Ὅταν δὲ τοὺς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ποιούμεθα λόγους, τότε δὴ, τότε χρεία γραφίδος ἀνθρωπίνης· ὃ δὴ καὶ πέπραχεν ὁ σοφὸς Ἰωάννης λέγων· «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Χαλεπὸν δὲ ὅλως οὐδὲν, καὶ τὸν κατὰ σάρκα θάνατον αὐτοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ταῖς καθ᾽ ἡμᾶς ἀναγγέλλειν φωναῖς, καὶ ὅτι πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως ἀνανεουμένης εἰς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν Πατέρα, καὶ κεκάθικεν ἐν τοῖς οὐρανοῖς. Ἥξει τε κατὰ καιροὺς, καὶ καθιεῖται κριτής. Οὐκοῦν ἀνθρώπου γραφίδι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς γράφουσιν οἱ πνευματογράφοι. Προσεπιτάττει δὲ λέγων· «Μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.» Ἰστέον δὲ ὅτι κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, καθ᾽ ὃν ὁ περὶ τούτων λόγος παρὰ Θεοῦ γέγονε πρὸς τὸν μακάριον Ἡσαΐαν, Οὐρίας μὲν ἦν τις προφήτης, Ζαχαρίας γεμὴν ἱερεὺς καὶ νομοδιδάσκαλος. Παραλαμβάνονται τοίνυν εἰς μαρτυρίαν τὴν ἐπὶ Χριστῷ, ἥ τε διὰ νόμου καὶ προφητῶν ἁγίων μυσταγωγία καὶ σύνεσις, ἤγουν προαγόρευσις.
Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Τοιοῦτόν τι δεδεῖχθαί φαμεν τοῖς ἁγίοις ἀποστόλοις ἐν καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τοῦ Χριστοῦ. Γέγραπται γὰρ, ὅτι «Μεθ᾽ ἡμέρας ἓξ παρέλαβεν ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς.
Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ᾽ αὐτοῦ.» Ἄθρει δὴ οὖν ὅπως Μωσῆς καὶ Ἠλίας, τοῦτ᾽ ἔστιν, ἱερωσύνη καὶ νόμος (ἀμφότερα γὰρ ὁ Μωσῆς), καὶ μὴν καὶ Ἠλίας εἰς πρόσωπον τῶν ἁγίων προφητῶν παραληφθεὶς, προσελάλουν ἀλλήλοις, περὶ τῆς ἐξόδου, φησὶν, ἧς ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ποία δὲ ἔξοδος; Τῆς οἰκονομίας δηλονότι τὸ πέρας, ὁ σταυρὸς, ὁ θάνατος, καὶ ἐκ νεκρῶν ἀναβίωσις, ἡ εἰς οὐρανοὺς ἀνάληψις.
Ταῦτα γὰρ πάντα προανετύπου μὲν διὰ σκιᾶς ὁ νόμος, προηγόρευσε δὲ καὶ ὁ λαμπρὸς καὶ μέγας τῶν ἁγίων προφητῶν ὁ χορός. <Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν ἄρσεν.> Ὅτι μὴ ἐξ αἵματος καὶ σαρκὸς, μήτε μὴν ἐκ θελήματος ἀνδρὸς, ἡ κατὰ σάρκα Χριστοῦ πέπρακται γέννησις, καινοπρεπὴς δέ τις ἦν καὶ ἀήθης, καὶ τῶν τῆς ἀνθρωπίνης φύσεως ἐπέκεινα νόμων, ἀπεκάλυψε τῷ προφήτῃ Θεός. Αὐτὸς γὰρ, φησὶν, ὁ λέγων· «Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου,» προσῆλθε πρὸς τὴν προφῆτιν. Ἄθρει δὴ οὖν, ὅπως ἀνθρώπου γραφίδι τὸ Χριστοῦ μυστήριον καὶ λόγοις γράφεται τοῖς καθ᾽ ἡμᾶς. Τὸ γάρ τοι, προσῆλθεν, ἔθος τῇ θείᾳ λέγειν Γραφῇ, ἀντὶ τοῦ, συνῆλθεν, ἤγουν, κεκοινώνηκε γαμικῶς. Ὁρᾷ τοιγαροῦν ὁ προφήτης καὶ συνόδου σχῆμα γεγονὸς πρὸς τὴν ἁγίαν Παρθένον, ἢν εἶναί φησι καὶ προφῆτιν, πρᾶγμα διδάσκων ἀληθές· εἶτα καὶ σύλληψιν γεγενῆσθαί φησιν, τεχθῆναι δὲ καὶ υἱόν. Ὀξεῖα δὲ σφόδρα τῆς ὁράσεως ἡ ἀπόδοσις, πάντα τῷ προφήτῃ παρατιθεῖσα πρὸς γνῶσιν. Ὅτι γὰρ ἐξ ἁγίου Πνεύματος τὸ πανάγιον ἐκεῖνο διεπήγνυτο σῶμα τὸ ἑνωθὲν τῷ Λόγῳ, πῶς ἂν ἐνδοιάσειέ τις; Οὐκοῦν ἡ τοῦ Πνεύματος ἐνέργεια, δι᾽ ἧς τὸ ἐν τῇ ἁγίᾳ Παρθένῳ διεπλάττετο σῶμα, τῷ τῆς συνόδου σχήματι πλαγίως κατεσημαίνετο.
Ἀπαρχὴ γὰρ γέγονε καὶ κατὰ τοῦτο Χριστὸς τῶν ἡγιασμένων ἐν πνεύματι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν. Γεννητὸς οὖν Πνεύματος κατά γε τὴν σάρκα καὶ πρὸ τῶν ἄλλων αὐτὸς, ἵνα καὶ ἡμεῖς δι᾽ αὐτὸν ἐν τούτοις. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν μάρτυρας αὐτῷ γενέσθαι προστέταχεν, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Προσετίθει δὲ, ὅτι «Πάρεστι γάρ.» Μεμαρτύρηκε γὰρ ὁ νόμος, καὶ μὴν ἡ τῶν ἁγίων προφητῶν προανάῤῥησις, ὅτι γεννηθεὶς ὁ Χριστὸς σκυλεύσει τὸν Σατανᾶν, καὶ διαρπάσει τὰ σκεύη αὐτοῦ, καθά φησιν αὐτὸς, τοῦτ᾽ ἔστιν, ἰδίους ποιήσεται τοὺς ἐκείνου προσκυνητάς ποτε. Τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς, ὡς ἐν τρόπῳ παραδείγματος λέγων· «Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει τὰ σκεύη αὐτοῦ;» Λέγων δὲ, ὅτι «Πάρεστι γὰρ,» οὐκ εἰς μακρὰν ἔσεσθαι τὴν ἀνάδειξιν τοῦ Ἐμμανουὴλ κατεπηγγέλλετο. Τοῦτό τοι καὶ πρὸς τὸν μακάριον Ἀμβακοὺμ εὑρίσκεται λέγων· «Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» <Καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων.> Εἰπὼν ἀνωτέρω τὸ, «Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» προστέταχε νῦν καλεῖσθαι τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Ἆρ᾽ οὖν εἰκαῖον ὄνομα αὐτῷ τὸ πρῶτον, τοῦτ᾽ ἔστιν, Ἐμμανουήλ; πρέποι δ᾽ ἂν ὅτι μάλιστά γε τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ διαφόροις ὀνόμασι τὸν τῶν ὄντων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ καιροὺς δρωμένων ἔσθ᾽ ὅτε προσεπινοεῖν τὰς κλήσεις. Τοῦτο τετήρηται καὶ ἐπ᾽ αὐτοῦ τοῦ Χριστοῦ. Θεὸς γάρ ἐστιν ἀληθινὸς, καὶ ὅτι μὲν Θεὸς ὢν φύσει, γέγονε μεθ᾽ ἡμῶν ὁ Λόγος, ὅτ᾽ ἐπέφηνε καθ᾽ ἡμᾶς, κατασημαίνει μὲν ἂν καὶ μάλα σαφῶς τὸ, Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἐσκύλευσε τὸν Σατανᾶν, καὶ μὴν καὶ ἐξείλετο τῆς ἐκείνου σκαιότητος τοὺς πάλαι διηρπασμένους, καὶ δουλεύοντας αὐτῷ διὰ τῆς ἁμαρτίας, ἐκδείξειεν ἂν τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Ὅτι δὲ ὡς Θεὸς ἀφράστῳ δυνάμει κατορθοῦν ἔμελλε τῶν ἐπὶ γῆς τὴν λύτρωσιν προαναφαίνει λέγων· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων.» Βαθὺς δὲ σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ πνευματικὸν τὸ διήγημα. Κέκρυπται γὰρ ἀσαφείαις ἀεί πως ὁ θεῖος λόγος· οὐχ εὑρήσομεν γὰρ ὡς ἐν ἱστορίᾳ τε καὶ ἐν αἰσθητοῖς πράγμασιν, ὅτι γεννηθεὶς εὐθὺς ὁ Χριστὸς, ἢ τὴν Δαμασκὸν ἐσκύλευσεν, ἢ τὴν χώραν τοῦ βασιλέως τῶν Ἀσσυρίων, λυτρούμενος τοὺς ἐκ τῆς Σαμαρείας εἰς τὴν ἐκείνου χώραν ἀπενηνεγμένους.
Ὅταν δὲ νοητῶς ἐκλάβωμεν, τότε δὴ πάντως τὸ ἀληθὲς ὀψόμεθα. Οὐκοῦν ἥ τε Δαμασκὸς, ἤγουν Συρία πᾶσα, καὶ μὴν ἡ τῶν Ἀσσυρίων χώρα, τοῦτ᾽ ἔστιν, ἡ Περσῶν τε καὶ Μήδων μεμέστωτο μὲν εἰδώλων· καὶ διὰ τοῦτο κέκληται γῆ τῶν γλυπτῶν· ἦσαν γὰρ βωμοὶ καὶ τεμένη πανταχοῦ, καὶ οἱ τοῖς τεμένεσιν ἐμφιλοχωρεῖν εἰωθότες, φημὶ δὴ τὰ τῶν ψευδομάντεων γένη, καὶ οἷς ἡ τέχνη πρὸς γοήτειαν. Πᾶσα δὲ τούτων ἡ δύναμις ἦν, τὰ παρ᾽ ἑκάστοις θρησκευόμενα δαιμόνια, καὶ ὁ τούτων ἡγούμενος Σατανᾶς. Ὅτε τοίνυν ἔμελλε τήν τε Δαμασκοῦ δύναμιν, καὶ μὴν καὶ τὴν τοῦ βασιλέως τῶν Ἀσσυρίων, τοῦτ᾽ ἔστι τὸν Σατανᾶν καὶ τὰ πονηρὰ καὶ βέβηλα τῶν δαιμονίων στίφη, μονονουχὶ καταληΐσασθαι Χριστὸς, ἀπαλλάξαι τε τῆς ὑπ᾽ αὐτῷ δουλείας τοὺς ἠπατημένους, καὶ πρὶν ἡλικίας σωματικῆς εἰς τοῦτο ἐλθεῖν, ᾗπερ ἂν πρέποι τὸ εἰδέναι δύνασθαι καλεῖν πατέρα ἢ μητέρα, διεσάφησεν εἰπών· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται τὴν δύναμιν Δαμασκοῦ.» Τὸ δὲ, Λήψεται, ἀντὶ τοῦ, Χειρώσεται. Λήψεται δὲ ὁμοίως καὶ τὰ σκύλα Σαμαρείας. Τοῦτ᾽ ἔστιν, ἀπαλλάξει τοὺς αἰχμαλώτους πολεμήσας ὑπὲρ αὐτῶν. Ἀπέναντι τοῦ βασιλέως Ἀσσυρίων. Τοῦ νοητοῦ δηλονότι, φημὶ δὴ τοῦ Σατανᾶ. Αὐτὸς γὰρ ἦν καὶ ἡ Δαμασκὸς, καὶ ἡ Συρίας δύναμις.
Ὅτι καὶ οἱ τῶν εἰδώλων προσκυνηταὶ πᾶσαν ἔχουσιν ἐπ᾽ αὐτοῖς τὴν τῆς σωτηρίας ἐλπίδα· Ὅτι δὲ ἐσκύλευσεν ὁ Χριστὸς τὸν Σατανᾶν, γεγεννημένος εὐθὺς, ἀταλαίπωρον ἰδεῖν. Γράφει γὰρ ὁ Ματθαῖος· «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντό τε εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Προσκεκυνήκασι γοῦν καὶ προσήγαγον χρυσίον, καὶ λίβανον καὶ σμύρναν. Ὁρᾷς ὅπως ἐσκύλευσε τὸν Σατανᾶν, καὶ προενόμευσεν ὀξέως; Ὅτι δὲ καὶ ὁ τῆς ἐπιδημίας σκοπὸς εἰς λύτρωσιν βλέπει τῶν ἐν αἰχμαλωσίᾳ τῇ νοητῇ γεγονότων, κατασημα[ί]νειεν ἂν καὶ αὐτὸς ὁ Χριστὸς, διὰ φωνῆς Ἡσαΐου λέγων· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτοῦ· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν.»
Καὶ τοῦτο αὐτὸς ἐδίδαξεν εἰπών· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» <Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ᾽ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου.> Ὅτι παρά γε τὸ εἰωθὸς ἀνθρώποις, ξένη τε καὶ ἀξιάγαστος ἔσται τοῦ Ἐμμανουὴλ ἡ γέννησις, ἡ διὰ τῆς ἁγίας Παρθένου, καὶ ὅτι πλείστων τε ὅσων καὶ περιφανεστάτων ἀληθῶς θεοσημειῶν ἀποτελεσθήσεσθαι κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ἀποκαλύπτει τῷ προφήτῃ λοιπὸν, καὶ τὴν ἐσομένην κατ᾽ αὐτοῦ τῶν Ἰουδαίων ἀπόνοιαν κατά γε τὸν τῆς ἐνανθρωπήσεως καιρόν.
Ἀφίκετο γεμὴν εἰς τόνδε τὸν κόσμον ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ ἐμφανῆ τε καὶ ὁρωμένην τὴν τῆς θεοπρεποῦς ὑπεροχῆς δόξαν ἔχων· οὔτε μὴν κατὰ τὸ εἰωθὸς αὐτῷ φῶς οἰκῶν ἀπρόσιτον· οὐδὲ ταῖς ἀγγελικαῖς δυνάμεσι δορυφορούμενος ἐναργῶς· ἀλλ᾽ οὐδ᾽ ἐν δόξῃ τυχὸν ἐπιγείου βασιλέως· μετρίως δὲ σφόδρα καὶ ὑφειμένως, καὶ πολὺ λίαν ἀψοφητί. Καὶ τοῦτο ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς ἁγίων καταμεμήνυκε λέγων· «Ἰδοὺ συνήσει ὁ Παῖς μου ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἐν ταῖς πλατείαις ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει.» Καὶ τρόπος μὲν οὑτοσὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. Ἰουδαῖοι γεμὴν οἱ τάλανες τὸ ἐπ᾽ αὐτῷ μυστήριον, ἢ οὐ συνέντες ὅλως ἤγουν ἀνοσίως διωθούμενοι, κατεπεφύοντο δεινῶς, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διατετελέκασι δὲ καὶ μέχρι παντὸς σκληροὶ καὶ ἐξήνιοι, καὶ τὸ ἔτι τούτων ἐπέκεινα πρὸς τὸ δυσσεβές. Προσῆγον μὲν γὰρ τῷ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ἐκείνου δὲ πρὸς ταῦτα μονονουχὶ καταμειδιῶντός τε καὶ λέγοντος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; κατεκεκράγεσαν λέγοντες· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.»
Ἄθρει δὴ ὅπως ἠρνήσαντο μὲν τὸ ὑπ᾽ αὐτοῦ βασιλεύεσθαι, Καίσαρα δὲ καὶ ἀνθρώπους ἐπεγράφοντο βασιλέας. Αἰνιγματωδῶς τοιγαροῦν τῷ προφήτῃ Θεὸς αὐτὸ δὴ τοῦτο καθίστησιν ἐναργές. Ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω, καὶ τὸ τοῖς τηνικάδε πράγμασι πρέπουσαν τοῦ λόγου ποιήσασθαι τὴν ἀπόδοσιν· φαμὲν ὅτι τῷ ὕδατι τοῦ Σιλωὰμ τὴν ὑπὸ Θεῷ παρεικάζει βασιλείαν, ἣν ἀτιμάσαντες Ἰουδαῖοι, γεγόνασιν ὑφ᾽ ἑτέρῳ, καὶ δέδονται τοῖς ἐχθροῖς. Ταύτῃτοί φησι· «Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ᾽ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων.» Τὸ τοῦ Σιλωὰμ ὕδωρ ῥεῖν οὕτω φασὶν ἡσυχῇ, ὡς δίχα κτύπου προχεῖσθαι παντός.
Ἑρμηνεύεται δὲ Σιλωὰμ, ἀπεσταλμένος. Δέχεται τοίνυν εἰς εἰκόνα καὶ τύπον αὐτὸν τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, τῆς ἀψοφητὶ γεγενημένης, καθάπερ ἔφην ἀρτίως. Ἀπεσταλμένος δὲ κατ᾽ ἀλήθειαν ὁ Χριστός. Ἀπόστολον γοῦν καὶ Ἀρχιερέα αὐτὸν τῆς ὁμολογίας ἡμῶν καὶ ὁ σοφὸς ὀνομάζει Παῦλος. Δέχεται δὲ ὁμοίως καὶ ἁπαξαπλῶς τῆς ὑπὸ Θεῷ βασιλείας εἰς τύπον τὸν Σιλωάμ. Οὐκοῦν ἐπειδήπερ ὁ λαὸς οὗτος ὁ ἀκαμπὴς καὶ ἐξήνιος, οὐ βούλεται ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ· ἀποσείεται γὰρ τὸν ὑπὸ Θεῷ ζυγόν· ἐπιθυμεῖ δὲ μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, καὶ κατισχῦσαι μᾶλλον αὐτοῦ τοὺς πλεονεκτεῖν ἐθέλοντας, τὸν Ῥαασσὼν, φημὶ, καὶ τὸν Φακεέ· ταύτης ἕνεκα τῆς αἰτίας ἐπ᾽ αὐτοῖς ἀνήσω τὸ ὕδωρ τοῦ ποταμοῦ, τοῦτ᾽ ἔστι, τοῦ Εὐφράτου. Ἐπειδὴ δὲ ἦν ἀσαφέστερός πως ὁ λόγος, προσεπάγει παραχρῆμα, καί φησι, Βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· τοῦτ᾽ ἔστι, τοὺς ὑπ᾽ αὐτῷ πάντας, καὶ ἅπαν ἔθνος τὸ ὑπεστρωκὸς αὐτῷ τὸν αὐχένα. Ὕδατι δὲ παρεικάζει τὰ πλήθη. Καὶ τοῦτο ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν περὶ τῆς Νινευῆ, καὶ τῆς ἐν αὐτῇ ἀναριθμήτου πληθύος, φησὶ διὰ φωνῆς προφητῶν· «Καὶ Νινευῆ, ὡς κολυμβήθρα ὑδάτων τὰ ὕδατα αὐτῆς.»
Ἐπιμένει δὲ τῇ τροπῇ καί φησιν· «Ὡς ἐφ᾽ ὕδατός τε καὶ ποταμοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου.» Ἤχθη δὲ εἰς πέρας ἅπαντα ταυτὶ, προφητεύοντος Ἱερεμίου, ὅτε τῆς Ἰουδαίων χώρας κατεστράτευσεν ὁ Ναβουχοδονόσορ· καὶ καθεῖλε μὲν τὴν περιβόητον Ἱερουσαλήμ· κατεμπρήσας δὲ καὶ τὸν ναὸν, καὶ τοὺς τῶν Ἰουδαίων ἐπισήμους ἀπεκτονὼς, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς τὴν ἄλλην ἅπασαν καὶ ὑπολελειμμένην ἐκ τοῦ πολέμου πληθὺν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. Πρόδηλον οὖν ὅτι τοῖς οὐκ ἐθέλουσιν ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, τοῦτ᾽ ἔστι Χριστὸν, ἤτοι τὴν ὑπὸ Θεῷ βασιλείαν, ἐπιπηδήσει πάντως ὁ τῶν νοητῶν Ἀσσυρίων βασιλεὺς, τοῦτ᾽ ἔστιν, ὁ Σατανᾶς, καὶ αἰχμαλώτους ἑλὼν, τοῖς ἰδίοις ὑποθήσει ζυγοῖς, καὶ ποιήσει δούλους, ταῖς ἐκ πολυτρόπων ἁμαρτιῶν κατασφίγγων σειραῖς. <Μεθ᾽ ἡμῶν ὁ Θεὸς, γνῶτε ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ· ὅτι μεθ᾽ ἡμῶν Κύριος ὁ Θεός.> Ἀνασκιρτᾷ τῷ προφήτῃ πρὸς θυμηδίαν ὁ νοῦς, ἐπεγνωκότι σαφῶς τὸ Χριστοῦ μυστήριον. Εἶτα τῶν ἁγίων εὐαγγελιστῶν καὶ μέντοι καὶ ἀποστόλων τότε πρόσωπον ὁμοῦ καὶ τὸν λόγον ἀναλαβὼν, Ἕλλησί τε καὶ Ἰουδαίοις μονονουχὶ καὶ διαμαρτύρεται, ὅπλον τοῖς πεποιημένοις αὐτὸν, οὐδὲν ἔσται τὸ ἀντιστατοῦν.
Τοῖς μὲν οὖν ἔθνεσι δύο ταῦτα κατορθῶσαι διακελεύεται, διαγνῶναί τε τὸ Χριστοῦ μυστήριον, καὶ μὴν ὅτι καὶ ἡττᾶσθαι χρὴ τοῖς διδάσκουσιν αὐτό. Γνῶτε γὰρ, φησὶ, καὶ τὸν ἐν αὐτῷ δέξασθε λόγον, καὶ ἡττήθητε, τοῦτ᾽ ἔστι, παραχωρεῖτε, καὶ μὴ ἀνθίστασθε τοῖς ἁγίοις μυσταγωγοῖς· ὑπακούσατε δὲ μᾶλλον αὐτοῖς ἕως ἐσχάτου τῆς γῆς, τοῦτ᾽ ἔστιν, οἱ κατὰ πᾶσάν τε πόλιν καὶ χώραν, καὶ μέχρι αὐτῶν τερμάτων τῆς ὑπ᾽ οὐρανόν. Οἱ δὲ ἡττώμενοί τε καὶ παραχωρεῖν ἐθέλοντες τὸ νικᾷν τοῖς τῆς ἀληθείας διδασκάλοις, εἰσδέξονται μὲν εὐκόλως τὸν παρ᾽ αὐτῷ λόγον, πεπιστευκότες δὲ εἰς Χριστὸν βαδιοῦνται κατ᾽ εὐθὺ παντὸς ἀγαθοῦ, καὶ τὴν αὐτῷ φιλαιτάτην κατορθώσαντες ἀρετὴν, λαμπράν τε καὶ ἀξιοζήλωτον κατακληρονομήσουσι δόξαν. Καὶ ταυτὶ μὲν τοῖς Ἑλλήνων στίφεσιν, ὡς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ὁ προφήτης φησίν· Ὑμεῖς δὲ, ὦ Ἰουδαῖοι, ἰσχυκότες ἡττᾶσθε. Ὅσον μὲν γὰρ εἴς γε τὸν ἐνόντα τοῖς Ἰουδαίοις σκοπὸν, κατίσχυσαν τοῦ Χριστοῦ, σταυρῷ παραδόντες οἱ δείλαιοι. Πλὴν ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἦν δύνασθαι θανάτῳ περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς.
Οὐκοῦν εἰ καὶ νενομίκατε, φησὶν, ἰσχῦσαι Κυριοκτονήσαντες, ἀλλ᾽ οὖν ἡττήθητε λοιπὸν, καὶ δότε τὸ εὐπειθὲς παραδεξάμενοι τὴν πίστιν, ἤγουν ἐκεῖνο γινώσκετε, κἂν ὅτι πάλιν ἰσχύσητε μὴ ἀνεχόμενοι τῆς διδασκαλίας, ἀλλ᾽ ἐπιτιμῶντες ἀγρίως τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσι, πάλιν ἡττηθήσεσθε κολάζοντι λοιπὸν τῷ Κριτῇ, καὶ τὰς τῆς οὕτω μακρᾶς ἀπονοίας αἰτοῦντι δίκας. Ὃ δὴ καὶ πέπρακται. Μετὰ γάρ τοι τὸ ἀναβιῶναι Χριστὸν, καὶ ἀνελθεῖν εἰς οὐρανὸν, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἁγίοις ἀποστόλοις· καὶ δὴ καὶ εἰσφέροντες ἐν τοῖς συνεδρίοις ἔτυπτον ἐγκαλοῦντες καὶ λέγοντες· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν τινι ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οὐκοῦν ἔδοξαν μὲν καὶ κατὰ τοῦτο ἰσχύειν, πλὴν ἀνόνητα πάντα αὐτοῖς, καὶ βουλὴ, καὶ σκέψις, καὶ λόγος· ἐνίκων γὰρ οἱ θεσπέσιοι μαθηταὶ λέγοντες, διότι Μεθ᾽ ἡμῶν Κύριος ὁ Θεός.
Οἱ δὲ πικρὰς ἔξτηνται δίκας, ταῖς Ῥωμαίων στρατιαῖς καὶ οὐχ ἑκόντες ἡττώμενοι. <Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· Μήποτε εἴπωσι, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν.> Ἔφην ὅτι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν τὸ πρόσωπον ἑαυτῷ περιτιθεὶς ὁ μακάριος προφήτης, ἔθνεσίν τε καὶ Ἰουδαίοις ἡττᾶσθαι Χριστῷ συνεβούλευσεν, ὑπακοῦσαί τε αὐτῷ καὶ τοὺς μέχρις ἐσχάτων τῆς γῆς. Εἶτα Θεὸς πρὸς αὐτὸν μονονουχὶ καὶ καταθαυμάζων τὴν τοῦ Ἰσραὴλ σκαιότητα καὶ τὸ λίαν ἀμαθὲς, Τῇ ἰσχυρᾷ χειρὶ, φησὶν, ἀπειθοῦσιν. «Παναλκὴς γὰρ,» καὶ ἄθραυστος, καὶ πάντα ἰσχύουσα δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ὁ καταργήσας θάνατον, καὶ συντρίψας τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ ἀφθαρσίαν δωρούμενος τοῖς ὑπὸ φθορὰν, καὶ ἀνακαινίζων τὰ πάντα πρὸς τὸ ἐν ἀρχαῖς. Οὕτω καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οἱ ἐν Χριστῷ σεσωσμένοι φασίν· «Δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν.» Εἴρηται δὲ καὶ ἐν ᾨδαῖς· «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.» Οὐκοῦν ἀνοσιότητός τε ὁμοῦ, καὶ μὴν καὶ φρενοβλαβείας εἰς τοῦτο διεληλάκασιν, ὡς τῇ ἰσχυρᾷ χειρὶ τῇ σωζούσῃ ῥᾳδίως ἀπειθεῖν ἑλέσθαι, καὶ παρ᾽ οὐδὲν ἡγεῖσθαι τὸ πρᾶγμα.
Ἀπειθοῦσι δὲ ὁμοίως τῇ πορείᾳ τοῦ λαοῦ τούτου, φησίν· οὗ τὸ πρόσωπον ἀναλαβὼν ἔφασκεν εὐθύς· Μεθ᾽ ἡμῶν ὁ Θεός. Ὁποία δέ τίς ἐστιν ἡ πορεία τοῦ λαοῦ; Τῶν ἐχόντων τὸν Ἐμμανουὴλ ἡ πίστις ἡ εἰς αὐτὸν, ἡ εὐαγγελικὴ πολιτεία, παρεωραμένης τῆς ἐν νόμῳ καὶ ὡς ἐν σκιαῖς. Ἀπειθοῦσι δὲ τῇ πορείᾳ τοῦ λαοῦ τούτου λέγοντες· Μή ποτε εἴπητε, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Σκληρὸν γὰρ εἶναί πως τοῖς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων ὁ λόγος, ὅτι περιστέλλοντες ὡς ἐν καιρῷ τῷ δέοντι τὴν σκιὰν, ζῇν οὐκ εἴων κατὰ τὸν Μωσέως νόμον, εὐαγγελικῶς δὲ μᾶλλον καὶ πνευματικῶς. <Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ᾽ οὐ μὴ ταραχθῆτε, Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος.
Καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδ᾽ ὡς πέτρας πτώματι.> Προαιτιασάμενος τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπειθεῖν ἑλομένους τῇ πορείᾳ τοῦ λαοῦ, τοῦ ἐν Χριστῷ δῆλον ὅτι, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις, μεθίστησι πρὸς αὐτοὺς τὸν τῆς παρακλήσεως λόγον, καὶ ἄθραυστον αὐτοῖς ἐνεργάζεται νοῦν, μὴ δὴ χρῆναι λέγων δεδιέναι τοὺς ἀπειθοῦντας αὐτοῖς, μήτε μὴν ὅλως τὸν ἐκ τῆς ἐκείνων σκαιότητος εἰσδέχεσθαι θόρυβον· τεθαῤῥηκότας δὲ μᾶλλον ἐπὶ Θεῷ, κατανεανιεύεσθαι τῶν ἐχθρῶν· εὖ εἰδότας ὅτι καὶ ὅπλον αὐτοῖς ἔσται, καὶ πύργος ἰσχύος, καὶ κατακρατήσουσιν εὐκόλως τῶν ἀνθεστηκότων. Ταύτῃτοί φησιν· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδὲ ταραχθῆτε. Εἰ δὲ δή τις βούλοιτο ταῖς τῶν προκειμένων ἐννοίαις ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ καθ᾽ ἕτερον αὐτὸ νοήσει τρόπον. Ἔστι δὲ οὕτως. Ἰουδαῖοι μὲν γὰρ ἐδεδίεσαν οὐ μικρῶς μὴ ἄρα πως Θεῷ προσκρούσειαν, διωθούμενοι μὲν τῆς ἐν νόμῳ πολιτείας τὴν ὁδόν· προσιέμενοι δὲ τοῦ Σωτῆρος τὸν λόγον ἀφιστάντος τῶν τύπων, καὶ παρ᾽ οὐδὲν ἡγεῖσθαι προστάττοντος τὴν σκιάν. Καὶ γοῦν ἔφασκον περὶ αὐτοῦ· «Εἰ οὖν οὗτος ὁ ἄνθρωπος παρὰ Θεοῦ, οὐκ ἂν ἔλυε τὸ Σάββατον.»
Ὅτι τοίνυν εἰ καὶ ἧσαν ἐξ Ἰουδαίων οἱ θεσπέσιοι μαθηταὶ, παραιτεῖσθαι χρῆν αὐτοὺς τὸν τῶν ἀπειθούντων φόβον, δεδιότων, ὡς ἔφην, προσκροῦσαι τῷ νόμῳ, διά γε τοῦ ζῇν ἑλέσθαι μᾶλλον εὐαγγελικῶς, παρεγγυᾷ λέγων· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ᾽ οὐ μὴ ταραχθῆτε· ἁγιαζέσθω δὲ μᾶλλον, φησὶ, παρ᾽ ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ᾽ ἔστιν, ὁ Χριστὸς, καὶ τιμάσθω τῇ πίστει, καὶ φοβερὸς ἔστω παρ᾽ ὑμῖν. Ἔσται γὰρ οὕτως ὑμῖν ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. Δύο τίθησιν ἐν αὐτῷ μεγάλα καὶ ἐξαίρετα. Πρῶτον μὲν γὰρ, ἁγιάσει, φησὶν, ὑμᾶς τοὺς πιστεύοντας, καὶ μετόχους ἀποφανεῖ τῆς θείας αὐτοῦ φύσεως διὰ τοῦ ἁγίου Πνεύματος· κερδανεῖτε δὲ πρὸς τούτῳ, τὸ μήτε ὡς λίθῳ, μήτε μὴν ὡς πέτρᾳ σκανδάλου περιπεσεῖν. Ὃ δὴ καὶ πεπόνθασιν οἱ τάλανες Ἰουδαῖοι διὰ πολλὴν ἄγαν ἀμαθίαν λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῆ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Οὐκοῦν ἐπειδήπερ οὔτε ἡγίασαν αὐτὸν, οὔτε μὴν ἤθελον ἐπ᾽ αὐτῷ πεποιθέναι, μεμενήκασι μὲν ἁγιασμοῦ παντελῶς ἀμέτοχοι, προσπταίσαντες δὲ ὡς λίθῳ πεπτώκασι, καὶ ἐν παντὶ γεγόνασι κακῷ.
Ο δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ· διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.
Ὁ σοφὸς ἔφη Παροιμιαστής· «Υἱὲ, μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλ᾽ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.» Πρέποι γὰρ ἂν τούς γε ἀληθῶς ἀρτίφρονας, μὴ τῆς τῶν φαύλων σκαιότητος, ἀλλὰ τῆς τῶν ἀγαθῶν ἐπιεικείας γενέσθαι μιμητάς. Οὐκοῦν ἐπειδήπερ τοῖς ἁγίοις συνεβούλευε μαθηταῖς, ἁγίασμα μὲν ποιεῖσθαι Χριστὸν, πεποιθέναι δὲ μᾶλλον ἐπ᾽ αὐτῷ, καὶ τὰς τῶν διωκόντων ἀπονοίας ἡγεῖσθαι μηδὲν, προσεπήγαγεν ἀναγκαίως, ὅσα τε καὶ οἷα τοῖς ἀπειθεῖν ᾑρημένοις συμβήσεται βλάβη. Ὁ γὰρ οἶκος, φησὶ, τοῦ Ἰακὼβ, τοῦτ᾽ ἔστιν, Ἰουδαῖοι, πλείστην τε ὅσην καὶ ἀκατάληκτον τὴν κατὰ Χριστοῦ νοσοῦντες ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν παγίδι γεγονόσιν, καὶ τεθηρευμένοις εἰς ὄλεθρον. Ἢ καὶ τοῖς ἐν κοιλάσμασι, τοῦτ᾽ ἔστι, τοῖς εἰς βόθρον ὠλισθηκόσιν.
Ταύτης τε ἕνεκα τῆς αἰτίας ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται, καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, τοῦτ᾽ ἔστιν, ἐγγὺς ἔσονται καὶ οὐ μακρὰν τοῦ κατασίνεσθαι πεφυκότος. Ἔσονται γὰρ ἀνίσχυες καὶ συντετριμμένοι, καὶ τοῖς πολεμοῦσιν ἁλώσιμοι.
Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον ὑπὸ Θεοῦ. Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν· καὶ ἀσθενήσουσιν ἐν αὐτοῖς πατέρες καὶ υἱοὶ ἅμα. Γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται· καίτοι τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἁγιασμὸν οὐχ ὧδε ἐχόντων. Ἰσχὺς γὰρ αὐτῶν καὶ ὕμνησις ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἁλώσονται τοίνυν οἱ ἀπιστοῦντες, φησὶν, ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες.
Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἄνωθεν ἐπικουρίαν τὴν ὑπάρξασαν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, ἀνάλωτοί τινες ἦσαν, καὶ δυσκαταμάχητοι τοῖς ἐχθροῖς, ὁρατοῖς τε καὶ ἀοράτοις. Ἔφη γάρ που Θεὸς περὶ τῆς Ἱερουσαλήμ· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Ἐπειδὴ δὲ προσκεκρούκασιν ἐμπαροινοῦντες Χριστῷ, πάσης ἀσφαλείας ἔρημοι, νοητῆς τε καὶ αἰσθητῆς διατελοῦσιν ἐν κόσμῳ. Μεταπεφοίτηκε γὰρ εἰς ἑτέρους, τοῦτ᾽ ἔστι, τοὺς ἐξ ἐθνῶν ἡ τοῦ σώζοντος χάρις. «Ἔσονται δὲ τότε, φησὶν, φανεροὶ, οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.» Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Οἱ ἐν Χριστῷ δηλονότι δεδικαιωμένοι τε καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος· οἷς ἂν ἁρμόσειεν εἰπεῖν· «Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Εἰκὼν μὲν γὰρ καὶ ὁμοίωσις καὶ οἱονεὶ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, δι᾽ οὗ κατεσφραγίσμεθα πρὸς εἰκόνα τὴν πρώτην ἀναμορφούμενοι δι᾽ ἁγιασμοῦ. Πεποιήμεθα γὰρ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος Θεοῦ. Ἔσονται τοίνυν φανεροὶ, φησὶ, τοῦτ᾽ ἔστιν, ἐπίσημοι καὶ Θεῷ γνωριμώτατοι, καὶ διαπρεπεῖς ἐν κόσμῳ· οἱ τῷ ἁγίῳ κατασφραγιζόμενοι Πνεύματι, τοῦ μὴ μαθεῖν τὸν νόμον.
Ἆρ᾽ οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων; Καίτοι πῶς οὐκ ἀμαθὲς τὸ ὧδε νοεῖν, Χριστοῦ λέγοντος ἐναργῶς· «Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Οὐκοῦν οὐ παραιτούμεθα μὲν τὸ εἰδέναι τὸν νόμον· τό γε μὴν οὕτως εἰδέναι, φευκτὸν, ὥστε καὶ ζῇν ἑλέσθαι νομικῶς, ἤγουν Ἰουδαϊκῶς. Οὐ γάρ τοι βοῦς ἱερεύσομεν, οὔτε μὴν ταῖς δι᾽ αἱμάτων θυσίαις τιμήσομεν τὸν τῶν ὅλων Θεόν. Πνευματικὴν δὲ μᾶλλον προσκομιοῦμεν αὐτῷ λατρείαν εἰς ὀσμὴν εὐωδίας. Ὡς γάρ φησιν ὁ Σωτήρ· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ὅτι δὲ τοῖς τῷ ἁγίῳ Πνεύματι κατεσφραγισμένοις εἰς καινότητα ζωῆς, ζημία πολλὴ τὸ θέλειν ἔτι πολιτεύεσθαί τε καὶ ζῇν Ἰουδαϊκῶς, ἤτοι κατὰ τὴν τοῦ νόμου σκιὰν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἀνόπιν ὥσπερ ἰοῦσιν, εἰς λατρείαν τὴν ἐν σκιαῖς· «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Καὶ πάλιν· «Λέγω δὲ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε; ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ βιοῦτε, τῆς χάριτος ἐξεπέσατε.
Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» <Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ.> Ὅτι πολὺ πρόσεστι τοῖς ἐν Χριστῷ τὸ εὐήνιον, καὶ διὰ τούτων ἡμᾶς ὁ προφήτης πειρᾶται πληροφορεῖν.
Προσεπεφώνει μὲν γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ Ἐμμανουήλ· Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα. Οἱ δὲ καὶ λίαν ἀσμένως τὸν τῆς εἰς τοῦτο μυσταγωγίας προσηκάμενοι λόγον, μελλησμοῦ δίχα παντὸς ὑπισχνοῦνταί τε τὸ εὐπειθὲς, καὶ πᾶσαν ἐπ᾽ αὐτῷ θέμενοι τὴν ἐλπίδα φασί· «Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ.» Καὶ τί τὸ μενῶ σημαίνειεν ἄν; Ἢ ἐκεῖνό που πάντως, ὃ καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ὑπομένει δὲ τὸν Κύριον, ὁ τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένος, καὶ τοῖς αὐτοῦ νεύμασι κατακολουθῶν, ἥδιστά τε λίαν τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ὑπομένων ἀγῶνας. Πρὸς γάρ τοι τοῦτο αὐτοὺς διὰ τῆς τοῦ ψάλλοντος φωνῆς παροτρύνει τὸ Πνεῦμα λέγον· «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» «Ὑπομενῶ τοίνυν, φησὶ, τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ» Ἄθρει δὴ οὖν ἄθρει πρὸς ταῖς εὐπειθείαις πόσον ἔχουσι τὸ νουνεχές. Ἐξ ὧν γὰρ ἕτεροι προσκεκρούκασι, καὶ δὴ καὶ πεπόνθασι τοῦ θείου προσώπου τὴν ἀποστροφὴν, διὰ τούτων αὐτῶν ἀσφαλεστέρας ἐργάζονται τὰς ἑαυτῶν καρδίας, πρὸς τὴν εἰς τὰ ἀμείνω ῥοπήν. Δεδίασι γὰρ τῶν θείων ὀμμάτων τὴν ἀποστροφήν.
Ἀπροσωπόληπτος γὰρ ὁ κριτὴς, καὶ οὐκ ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως τοῖς ἑκάστου τρόποις πρεπόντως τε καὶ εἰκότως ἢ χαριεῖται τὸν ἔπαινον, ἤγουν ἐποίσει τὴν δίκην. Καὶ τοὺς μὲν ταῖς ἀπειθείαις ἐξυβρικότας, ἔξω τε προσώπου ποιήσεται, καὶ ἡγήσεται στυγητούς. Τούς γε μὴν τῇ πίστει τετιμηκότας, ἡγήσεται μὲν ὡς ἀγαπητοὺς τηροῦντας τὴν πίστιν, ἀποστραφήσεται δὲ μεθέντας τὸ γνήσιον, καὶ ἐν ἴσῳ ἡγήσεται τοῖς μηδ᾽ ὅλως πεπιστευκόσιν, ἢ τάχα που καὶ ἐν χείροσι. Γέγραπται γὰρ περί τινων· «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.» <Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, καὶ ἔσται εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν ὄρει Σιών.> Τὴν καλὴν ὁμολογίαν εὖ μάλα διῃρηκότων (ἔφασαν γάρ· «Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ») παραχρῆμα τὸ αὐτοῦ πρόσωπον εἰσφέρει τοῦ Ἐμμανουὴλ, τοῖς ἐπ᾽ αὐτῷ τὴν ἐλπίδα θεμένοις χαριζομένου τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ Πνεύματος.
Ἐνῆκε γὰρ ἡμῖν ὁ Υἱὸς τὸ ἴδιον Πνεῦμα, καὶ οἰκεῖοι γεγόναμεν αὐτοῦ· καὶ ἐν αὐτῷ κράζομεν, Ἄββα ὁ Πατήρ· ὀνομάζει τοίνυν ἡμᾶς παιδία τοῦ Πατρὸς, ὡς τὴν διὰ Πνεύματος ἔχοντας ἀναγέννησιν, ἵνα καὶ ἀδελφοὶ χρηματίσωμεν τοῦ κατὰ φύσιν ἀληθῶς Υἱοῦ. Ἕφη γὰρ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Πλὴν εἰ καὶ γέγονεν ἀδελφὸς, καὶ κεχρημάτικεν ἡμῶν πρωτότοκος διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων, καὶ Υἱὸς μονογενὴς, ἀλλ᾽ οὐκ ἠγνοήκαμεν αὐτοῦ τὴν δόξαν, καὶ τὴν κατὰ πάσης κτίσεως ὑπεροχήν. Ἴσμεν δὲ ὅτι δεδόμεθα αὐτῷ παρὰ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτο αὐτὸς εὑρίσκεται λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας.» Κύριος μὲν γὰρ τῶν ὅλων ἐστὶ κατὰ φύσιν ὁ Υἱός· καὶ συγκατάρχει παντὸς γενητοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ καὶ γέγονεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ θεόσδοτα καὶ εἰσκεκριμένα λέγεται λαβεῖν, ὧν ὑπῆρχε κύριος ὡς Θεός· «Αἴτησαι γὰρ,» φησὶ, «παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἐπιγάννυται τοίνυν τοῖς ἐπ᾽ αὐτῷ πεποιθόσιν, τοῦτ᾽ ἔστι, τοῖς κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας διὰ τῆς πίστεως· μόνον δὲ οὐχὶ καὶ χεῖρα προτείνων καταδείκνυσι, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Τίς οὖν ταῦτα λέγων; ὁ Ἐμμανουὴλ δηλονότι.
Ὃς ἔσται, φησὶν, εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ἵνα γὰρ πιστεύσειαν οἱ κατὰ πᾶσαν τὴν γῆν, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος, καὶ τῶν ὅλων ὑπάρχων Κύριος, τὴν τοῦ δούλου πεφόρηκε μορφὴν οἰκονομικῶς δι᾽ ἡμᾶς· πλεῖστά τε ὅσα κατὰ τὴν Ἰουδαίαν εἰργάσατο σημεῖα, καὶ τῆς θείας ὑπεροχῆς ἐνεργεστάτην ἀπόδειξιν ἐποιήσατο· τὰ παραδόξως τε καὶ ὑπὲρ λόγον ἀποτελούμενα· τοῦτο μὲν νεκροὺς ἀναστὰς, τοῦτο δὲ ἀκαθάρτοις πνεύμασιν ἐπιτιμῶν· καὶ τυφλοῖς δὲ τὸ βλέπειν ἐν ἐξουσίᾳ δωρούμενος. Ἔγκλημα δὲ τῆς Ἰουδαίων σκαιότητος καὶ δυσσεβείας, ὁ προφητικὸς ἔσται λόγος. Τὰ μὲν γὰρ σημεῖα καὶ τὰ τέρατα παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιὼν γεγενῆσθαί φησιν. Οἱ δὲ τῶν ἐκτόπων ἢ πραγμάτων ἢ λόγων ἀνεπιτήδευτον ἐῶντες οὐδὲν, δυσφημεῖν ἀπετόλμων λέγοντες· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων.» <Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;
Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.> Κατηχητικὸν ἐξυφαίνει λόγον αὐτὸς ὁ Ἐμμανουὴλ τοῖς ἐλπίδα θεμένοις εἰς αὐτὸν, οἳ κατελογίσθησαν μὲν ἐν τέκνοις· δέδονται δὲ αὐτῷ παρὰ Θεοῦ καὶ Πατρὸς, ὡς Σωτῆρι καὶ Λυτρωτῇ καὶ Ζωοποιῷ, καὶ καταφωτίζειν ἰσχύοντι, καὶ παντὸς ἀπαλλάττειν κακοῦ· ἀφίστησι δὲ αὐτοὺς ὁλοτρόπως τῶν ἀρχαίων ἠθῶν, καὶ φρενοβλαβείας τῆς πρώτης. Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων προσκυνηταῖς, τοὺς ἐκ τῶν δαιμονίων χρησμοὺς ἀγαπᾷν, καὶ κενολόγοις τισὶ νεκρομάντεσι προσκεῖσθαι φιλεῖν, οἳ λέγουσι μὲν ἀληθὲς οὐδέν· ἀνερεύγονται δὲ ὥσπερ τὸ εἰς νοῦν ἧκον ἁπλῶς. Ἀλλ᾽ ὑμεῖς, φησὶ, κἂν εἰ προσίοιτό τις, λέγων· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοῦτ᾽ ἔστι, τοὺς προσποιουμένους ἀναφέρειν τοὺς νεκρούς· καὶ ὥσπερ ἐξ ᾅδου ποιεῖσθαι τὰς μαντείας· ἤγουν τοὺς ἐγγαστριμύθους· οἳ προσποιοῦνται μὲν θεούς τινας ἔχειν εἰς τὴν κοιλίαν, οὕτω τε τοῖς προσιοῦσι τὰ παρ᾽ ἐκείνων λαλεῖν, μὴ προσίεσθε τὴν συμβουλήν.
Φωνοῦσι γὰρ ἀπὸ μόνης τῆς ἑαυτῶν κοιλίας, καὶ οὐκ εἰσὶν ἔθνος συνετὸν, ὥστε καὶ ἀναζητῆσαι Θεὸν, καὶ παρ᾽ αὐτοῦ τι μαθεῖν. Λέγετε δὲ τοῖς ἐκεῖνα συμβουλεύουσι· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; ὁρᾷς ὅπως ἀπεργάζεται νουνεχεστάτους; Οὐ γὰρ μόνον ἀποφοιτᾷν ἐπιτάττει τῆς ἐκείνων σκαιότητος καὶ φρενοβλαβείας, ἀλλὰ γὰρ καὶ συμβούλους ἀγαθοὺς, τοῖς πεπλανημένοις γενέσθαι προστάττει.
Λέγετε γὰρ, φησί· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κοινὸς γὰρ καὶ ἀνθρώπινος ὁ λογισμός. Ποῖον γὰρ ἂν ἔχοι λόγον τὸ διερωτᾷν ἐθέλειν περὶ τῶν ἔτι ζώντων τοὺς ἐν τῇ γῇ κειμένους, ἢ ἐν ᾅδου τυχὸν γενομένας ψυχάς; Καὶ καθ᾽ ἕτερον δὲ τρόπον, ἀμαθὲς παντελῶς νεκυομαντείαις προσέχειν, καὶ ταῖς τῶν γοητῶν ψευδοεπίαις οἳ νεκρὸν ἔχουσι τὸν νοῦν, καὶ οἷον ἀπεψυγμένην καρδίαν. Οὐ γὰρ ἴσασι τὸν τῶν ὅλων δημιουργὸν, οὐκ ἔχουσιν ἐν αὐτοῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον. Εἰσὶ δὲ πρὸς τοῦτο, καὶ νεκρῶν ἔργων ἐπιμεληταί. Πῶς οὖν οἱ ζῶντες, τοῦτ᾽ ἔστιν, οἱ τὴν ἄνωθεν ἔχοντες ἐν ἑαυτοῖς ζωοποίησιν, καὶ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον ἐκπεπλουτηκότες περὶ αὐτῶν ἐρωτῶσι τοὺς νεκρούς; Ταῦτα τοίνυν λέγετε, φησὶ, προστιθέντες ὅτι νόμον εἰς βοήθειαν ἔδωκεν, τοῦτ᾽ ἔστι, τὸν εὐαγγελικὸν, ἵν᾽ οἱ προσέχοντες αὐτῷ λέγωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Πωλοῦσι μὲν γὰρ τὸ ψεῦδος, οἱ τὰ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας λαλοῦντες· ὁ δέ γε σωτήριος καὶ ἀληθὴς τοῦ Θεοῦ νόμος, τοῦτ᾽ ἔστι, τὸ θέσπισμα τὸ εὐαγγελικὸν, ὃ δέδοται πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς, οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο, δηλονότι τῶν ψευδομάντεων. Ἀλλ᾽ οὐδ᾽ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Ὡς γὰρ ἔφην ἀρτίως ὠνοῦνταί τινες ἀργυρίοις τὰς τῶν γοητῶν ψευδοεπείας.
Πρόκειται δὲ τοῖς ἐθέλουσι τὸ οὐράνιον θέσπισμα, δι᾽ οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν πεποδηγήμεθα. Καὶ μὴν ὅσα χρῆν τῶν μελλόντων γενέσθαι μεμαθήκαμεν. Τίνι γὰρ ἀσυμφανὲς ὅτι πράττουσιν ἡμῖν τὰ ἀγαθὰ, καὶ τὸ γνήσιον τῆς ἀγάπης τηροῦσι Χριστῷ, πᾶν ὁτιοῦν ἔσται κατ᾽ εὐχήν; Μακαρίους γὰρ ἀποφαίνει καὶ ἐν τῷδε τῷ κόσμῳ, καὶ εἰς αἰῶνα τὸν μέλλοντα. Πρόκειται τοίνυν, ἀργυρίου τε δίχα, καὶ δώρου παντὸς τὸ εἰδέναι τοῖς ἐθέλουσι τὸν δοθέντα παρὰ Χριστοῦ νόμον εἰς ἐπικουρίαν. Καὶ τοῦτο ἦν ἄρα, τὸ διὰ φωνῆς Ἡσαΐου σοφῶς εἰρημένον· «Οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς.» <Καὶ ἥξει ἐφ᾽ ὑμᾶς σκληρὰ λιμὸς, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ θλίψις καὶ ἡ στενοχωρία, καὶ σκότος, ἀπορία στενὴ, καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.> Μετατίθησι τὸν λόγον ἐπὶ τὸ ἀπειθῆσαν ἔθνος, τοῦτ᾽ ἔστι, τὸν Ἰσραὴλ, οἳ καὶ πλατεῖαν ἔχοντες καὶ ἀμφιλαφῆ τὴν ἐκ Θεοῦ παράκλησιν, καὶ ταῖς νομικαῖς εἰσηγήσεσιν ἐντρυφῶντες πλουσίως, εἴς γε τὸ εἰδέναι τὸ τελοῦν εἰς ὄνησιν οὐ προσήκαντο τὸν Χριστόν.
Ταύτῃ τοι καὶ ὠλισθήκασι τῆς πρὸς αὐτὸν οἰκειότητος νοητῆς δηλονότι καὶ πνευματικῆς, καὶ οἷον λιμῷ διολώλασιν. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφητῶν. «Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τῆς γῆς, λέγει Κύριος· Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Ὅταν τοίνυν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντες, σκληρὸν καὶ δύσοιστον ὑπομένητε λιμὸν, τὸν τοῦ Θεοῦ λόγον οὐκ ἔχοντες, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τότε πεινήσετε. Καὶ δὴ καὶ εἰς αἴσθησιν τοῦ συμβεβηκότος ἐνηνεγμένοι, κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς δὴ λέγω καὶ Φαρισαίους, παροτρύνοντες οὐ διαλελοίπασι, κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν ὑπὸ χεῖρα πληθύν. Καὶ πρόφασιν τῆς κατ᾽ αὐτοῦ μανίας ἐδέχοντο, τὴν εἰς Μωσέα τε καὶ νόμον αἰδῶ. Ἐδίωκον γὰρ λέγοντες· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον» Οὐκοῦν ὡς παρανομοῦντα διώκειν ἂν ἔπειθον. Ὅταν τοίνυν φησίν· Ὑμεῖς οἱ παρ᾽ ἐκείνων ἠπατημένοι πεινήσετε, τότε κακῶς ἐρεῖτε πάντα ὑμῶν ἄρχοντα καὶ τὰ πάτρια, τοῦτ᾽ ἔστι, τὰ ἔθη τὰ νόμιμα.
Ἀναμνησθήσεσθε γὰρ ὅτι παρώτρυνον ὑμᾶς οἱ ἡγούμενοι· καὶ τῶν ἀρχόντων ἡ πρόφασις ἦν τῆς κατὰ Χριστοῦ μανίας τὰ πάτρια· τοῦτ᾽ ἔστι, τὰ ἔθη καὶ αἱ παραδόσεις, καὶ οὐχὶ δὴ πάντως αἱ διὰ νόμου, ἀλλὰ καὶ τὰ ἐξ εἰκαίων ἐπιτηρήσεων ἐδέχοντο διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἔσται τοίνυν ἐφ᾽ ὑμᾶς σκληρὰ λιμὸς, ἄνω τε καὶ κάτω περιβλεπόμενοι καὶ πανταχόσε βλέποντες, ἤτοι τὸν τῆς διανοίας ὀφθαλμὸν περιφέροντες, ἕτερον οὐδὲν ὄψεσθε, φησὶν, εἰ μὴ ἀπορίαν στενὴν καὶ σκότος, ὥστε μηδὲν δύνασθαί τι τῶν χρησίμων βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Προαγορεύει πάλιν τὴν τῶν ἐθνῶν κλῆσιν. Οἱ γὰρ νῦν ὄντες, φησὶν, ἐν στενοχωρίᾳ καὶ λιμῷ τῶν θείων μαθημάτων πεπιεσμένοι, οὐκ ἀπορηθήσονται. Χαριεῖται γὰρ αὐτοῖς τὴν εὐλογίαν ὁ Ἐμμανουὴλ, καὶ παραθήσει τροφὰς τὰς πνευματικὰς, καὶ τὴν θείαν αὐτοῖς ἁπλώσει τράπεζαν. ἐκεῖνο λέγων· Φάγετε καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.
Ἔσται δὲ τοῦτο, φησὶν, ἕως καιροῦ, τοῦτ᾽ ἔστιν, οὐ νῦν εἰς πέρας οἰχήσεται. Ὅτε καὶ ὁ τῆς προφητείας περὶ αὐτῶν γέγονε λόγος. Ἀλλ᾽ ἐν καιρῷ τῷ δέοντι καθ᾽ ὃν ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Ἐμμανουήλ. Τότε γὰρ κέκληται τῶν ἐθνῶν ἡ πληθύς. <Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Οἱ κατοικοῦντες ἐν χώρα καὶ ἐν σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου· καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα.> Σκληρᾷ τε λιμῷ καὶ μέντοι καὶ ἀπορίᾳ καταπιεσθήσεσθαι λέγων τοὺς ἀπειθεῖν ᾑρημένους τῷ Ἐμμανουὴλ, οὐκ ἀπορηθήσεσθαι τοὺς ἐν στενοχωρίᾳ προειρηκὼς ἕως καιροῦ, κατά γε τὴν ἤδη προαποδοθεῖσαν διάνοιαν. Ἄρχεται δηλοῦν καὶ τίνες οἱ πρῶτοι πιστεύσαντες, καὶ ἀπαρχὴ γεγονότες τῶν κεκλημένων εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ τοῦ λέγοντος· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, ὃς καὶ γέγονεν εἰς σημεῖά τε καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιών.
Φασὶ γάρ που καὶ ὅρια Ζαβουλὼν καὶ Νεφθαλεὶμ τῇ Τιβεριάδι παρακεῖσθαι λίμνῃ, καὶ ἐν ἐσχατιαῖς εἶναι τῆς Ἰουδαίων χώρας, ὡς ὅμορον ὑπάρχειν τῇ τῶν ἐθνῶν Γαλιλαίᾳ, ἑτέρας οὔσης τῆς πρὸς τῇ Φοινίκων χώρᾳ. Ἐκ τούτων φασὶ μάλιστα τῶν φυλῶν τοὺς ἁγίους ἀποστόλους γενέσθαι κατὰ τὸ πλεῖστον.
Καὶ γοῦν τὰ περὶ τῆς κλήσεως αὐτῶν, Ματθαῖος ἡμῖν ὁ μακάριος εὐαγγελιστὴς ἐξηγούμενος, πρῶτον μὲν ἀποκομίζει τὸν Ἰησοῦν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. Εἶτα τίνα τρόπον ἀπολέκτους ἐποιήσατο τοὺς ἁγίους ἀποστόλους, προσεπάγει σαφῶς. Γράφει δὲ οὕτω περὶ Χριστοῦ· «Καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλάττιον ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου λέγοντος· Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ ὁδὸς θαλάσσης πέραν Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς καθήμενος ἐν σκότει φῶς ἴδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.» Προσεπάγει δὲ τούτοις· «Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἴδε δύο ἀδελφοὺς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.»
Ἰστέον δὲ ὅτι τὴν θάλασσαν τῆς Γαλιλαίας τὴν Τιβεριάδα λίμνην τὸ Γράμμα φησὶ τὸ ἱερόν· ἔνθα καὶ ηὕρηνται τὴν τῶν ἁλιέων μετιόντες τέχνην οἱ θεσπέσιοι μαθηταί. Ποιεῖται τοίνυν τοὺς λόγους ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ προφήτου πρὸς τὸ παρὸν, ὡς πρός τε τὰς χώρας ἤτοι τὰς πόλεις τῆς φυλῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ, αἳ παρέκειντο τῇ Τιβεριάδι λίμνῃ· καὶ μονονουχὶ ποτήριον αὐταῖς τοῦ σωτηρίου διδοὺς, καὶ οἶνον προσάγων τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, τὸ κήρυγμα δηλονότι τὸ περὶ Χριστοῦ. Τοῦτο πρῶτον πίε, φησὶ, ταχὺ ποίει, τοῦτ᾽ ἔστιν, ὦ χώρα Ζαβουλὼν καὶ Νεφθαλεὶμ, δέχεσθε τὸ κήρυγμα τὸ σωτήριον. Ἀλλὰ ποιεῖτε ταχὺ, τοῦτ᾽ ἔστι, μελλησμοῦ δίχα παντός. Ὀξεῖς δὲ, ὡς ἔφην, οἱ μαθηταὶ, καὶ λίαν ἑτοίμως ἰόντες ἐπὶ τὸ πιστεῦσαι Χριστῷ. Ἠκολούθησαν γὰρ εὐθὺς ἀφέντες τὰ δίκτυα καὶ τὸν πατέρα, καὶ μυσταγωγίας αὐτοῖς ἐδέησεν οὐ μακρᾶς. Ἤκουον γάρ· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων, καὶ ἠκολούθησαν αὐτῷ.» Κατὰ τὸν ἶσον τρόπον καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων κεκλημένους εὑρήσομεν, καὶ πεποιηκότας τῆς ἐπὶ Χριστῷ μυσταγωγίας τὸν λόγον. Γράφει γὰρ Ἰωάννης ὡδὶ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς·» Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ ἐκ τῆς χώρας Ἀνδρέου καὶ Πέτρου.
Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Ἐπειδὴ δὲ ἀφίκετο πρὸς τὸν Ἰησοῦν, εἶτα λέγοντος ἤκουσε· «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε,» πεπίστευκε παραχρῆμα, καὶ δὴ καὶ ἀνέκραγε λέγων· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Βηθσαϊδὰ δὲ πάλιν ἐξ ἧς ὁ Φίλιππος ἦν καὶ μέν τοι Ναθαναὴλ, παρέκειτο τῇ θαλάσσῃ τῇ Τιβεριάδι.
Διαμέμνηται δὲ καὶ ὁ μακάριος Δαβὶδ τῆς τῶν μαθητῶν ἀναῤῥήσεως, καί φησιν· «Ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν· ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.» Ὅτι δὲ ἔμελλον οὐ μόνοι κληθήσεσθαι κατὰ καιροὺς οἱ θεσπέσιοι μαθηταὶ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι, καταμηνύει λέγων· Καὶ οἱ λοιποὶ οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει φῶς ἴδε μέγα. Οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾽ ὑμᾶς. Ἐβάδιζον γὰρ ὥσπερ οἱ ἐξ ἐθνῶν, καὶ διέτριβον ἐν τῷδε τῷ κόσμῳ· καθάπερ οἱ ἐν νυκτὶ καὶ ἐν σκότῳ, διά τοι τὸ φῶς οὐκ ἔχειν εἰς νοῦν τῆς ἀληθοῦς θεογνωσίας, πίπτειν δὲ ὥσπερ κατὰ βόθρου παντός· καὶ οἷά τις λίθῳ παντὶ προσπταίειν κακῷ.
Κατοικεῖν δὲ αὐτοὺς ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φησὶν, διὰ τὸ εἶναι παρ᾽ αὐτοῖς, ἤγουν ἐν ταῖς αὐτῶν χώραις, ἕτερον οὐδὲν, πλὴν ὅτι μόνην ἀχλὺν καὶ σκότον, τὸν νοητὸν δηλονότι, εἶναι δὲ ὥσπερ ἐν ὁμοιώσει τῶν τεθνεώτων, καίτοι ζῶντας ἔτι. Ἡ μὲν γὰρ τῶν σωμάτων σκιὰ μιμεῖται πάντως αὐτῶν τὰ σχήματα, παραλλάττει δὲ ὅλως κατ᾽ οὐδένα τρόπον, ὅσον ἧκεν εἰς ἐμφέρειαν τὴν ὡς ἐν σχήματι λέγω· τὸν δέ γε Θεὸν οὐκ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, μίμημά πώς ἐστι καὶ σκιὰ θανάτου. Ἀλλὰ τοῖς ἐκεῖνα νενοσηκόσι φῶς ἐπέλαμψε, μετὰ τὸ παρὰ Χριστοῦ δηλονότι, καὶ τὸ θέσπισμα τὸ εὐαγγελικόν. Ἐκεῖθεν γέγονε τὸ πλεῖστον τοῦ λαοῦ, ὃν κατήγαγες ἐν τῇ εὐφροσύνῃ σου. Πλείους γὰρ λίαν οἱ ἐξ ἐθνῶν κεκλημένοι παρὰ τοὺς πιστεύσαντας ἐξ Ἰσραήλ. Οὐκοῦν φῶς εἶδε, φησὶ, μέγα, τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Τὸ δὲ Κατήγαγες, ἀντὶ τοῦ, Ἀνεκαλέσω, τέθεικεν, καὶ Ἐλυτρώσω, καθάπερ αἰχμαλώτους ἐκ πλεονεξίας διαβολικῆς γεγενημένους. «Οὗτοι εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ· καὶ ὃν τρόπον οἱ διαιρούμενοι τὰ σκύλα.» Νοήσομεν δὲ διχῆ τῶν προκειμένων τὴν δήλωσιν.
Εἰ μὲν γὰρ εἶεν οἱ θεσπέσιοι μαθηταὶ οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ διαιρούμενοι σκύλα, φαμὲν ὅτι τοὺς ἐξ ἐθνῶν συλλέγοντες καθάπερ τινὰ σῖτον εἰς ἀποθήκην δεσποτικὴν, καὶ τῆς ἀρχαίας ἀποκείροντες πλάνης, εὐφραίνονται κατὰ τὸν ἶσον τρόπον τοῖς ἀμῶσιν ἐν ἀγροῖς, ἁρπάζοντες δὲ καθάπερ ἐκ τυραννικῆς πλεονεξίας τοὺς ἠπατημένους ὑπὸ τοῦ Σατανᾶ, καὶ μεθιστάντες διὰ τῆς πίστεως εἰς εὐσέβειαν, χαίρουσιν ὡς οἱ διαιρούμενοι τὰ σκύλα. Οἱ μὲν γὰρ τούτους, οἱ δὲ ἐκείνους ἔπειθον· καὶ ἑκάστῳ κέρδος οἱ σεσωσμένοι, καθάπερ τοῖς νενικηκόσι τὰ ἐκ τοῦ πολέμου σκύλα. Εἰ δὲ δὴ περὶ τῶν πεπιστευκότων εἰρῆσθαι λέγοι ταυτὶ, ἐννοήσωμεν, ὅτι κατὰ τὸν τοῦ πλανᾶσθαι καιρὸν, καρπὸν οὐδένα δικαιοσύνης ἔχοντες, πεπλουτήκασι τοῦτον πεπιστευκότες εἰς Χριστόν. Ἀλλὰ καὶ πάλαι πορθούμενοι καὶ διαρπαζόμενοι παρά τε τῶν δαιμονίων καὶ τοῦ Σατανᾶ, νενικήκασι διὰ Χριστοῦ, τοὺς πάλαι σκυλεύοντας, καὶ κρείττους γεγόνασι τῆς ἐκείνων σκαιότητος. Οὐκοῦν εὐφραίνονται καὶ αὐτοὶ, καθά φησιν ὁ προφήτης, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. <Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.
Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.> Ἐλευθέρους ὄντας τοὺς ἐπὶ τῆς γῆς, καὶ κατ᾽ εἰκόνα τὴν θείαν εὖ μάλα πεποιημένους, ἐκτισμένους τε, καθά φησιν ὁ μακάριος Παῦλος, ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν, πεπλεονέκτηκεν οὐ μετρίως ὁ τῆς ἀνομίας εὑρετὴς, καὶ τῆς εἰς Θεὸν ἀποστήσας ἀγάπης, ἰδίους ἐποιήσατο προσκυνητὰς, δυσδιάφυκτον αὐτοῖς ἐπαρτήσας τὸν τῆς ἁμαρτίας ζυγόν. Πεπραχότας τοίνυν ἀθλίως, καὶ ἐν τούτοις ὄντας τοῖς κακοῖς, μάλιστα τοὺς ἐξ ἐθνῶν ἐῤῥύσατο Χριστὸς, καὶ πάλιν ἀπέφηνεν ἐλευθέρους. Ταύτῃ τοί φησιν· «Ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος, καὶ ἡ ῥᾴβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.» Ῥάβδον δὲ οἶμαι, φησὶν, ἢ τὸ σκῆπτρον, τοῦτ᾽ ἔστι, τὴν βασιλείαν, δῆλον δὲ ὅτι τὴν τοῦ Σατανᾶ, ἢ τάχα που τὴν ἀνάγκην, καὶ τὴν οἱονεὶ πληγήν τε καὶ μάστιγα. Συνέχει γὰρ ἡμᾶς εἰς τὸ οἰκεῖον θέλημα τὸ μιαρὸν καὶ βέβηλον τῶν δαιμονίων τὸ στίφος, καὶ ὁ τούτων ἡγούμενος ὁ Σατανᾶς, μονονουχὶ ῥάβδῳ καταπαίων ταῖς τῶν παθῶν δυναστείαις, ἃ ἐπιφέρει τῷ νῷ, καὶ καταβιάζεται τὴν καρδίαν εἰς τὸ δρᾷν ἐθέλειν ἃ μὴ θέμις. Ἀποσείσονται τοίνυν, φησὶ, τὸν ἐκ πλεονεξίας ζυγὸν, καὶ μὴν καὶ τὴν ῥᾴβδον, ἣν ἐσχήκασιν ἀεὶ κατὰ τοῦ τραχήλου, καθάπερ οἰκέται ταῖς τοῦ δεσπότου πληγαῖς ὑποκείμενοι.
Μέμνηται δὲ πάλιν ἱστορίας κειμένης ἐν τῇ βίβλῳ τῶν Κριτῶν. Ἕστι δὲ αὕτη. Καταλελοιπότες γὰρ τὸν τῶν ὅλων Θεὸν οἱ ἐξ Ἰσραὴλ ἐν ταῖς τῶν Κριτῶν ἡμέραις, ἐτράποντο πρὸς ἀνοσιότητα τρόπων, καὶ λελυπηκότες οὐ μετρίως τὸν ἐπαμύνοντα Θεὸν, εἰδώλοις προσκείμενοι, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσάγοντες λατρείας. Ταύτῃ τοι δέδονται τοῖς Μαδιηναίοις· οἳ πᾶσαν αὐτῶν κατεληΐζοντο γῆν, πόλεις τε καὶ κώμας διαρπάζοντες, καὶ τὰ ἐν ἀγροῖς. Καὶ τοσοῦτον ἐνεποιήσαντο τοῖς ἀθλίοις τὸ δεῖμα, ὥστε καὶ πέτρας αὐτοὺς ἑλέσθαι κατοικεῖν, καὶ τὰ δύσβατα τῶν ὀρῶν, καὶ τὰς τῶν σπηλαίων περιεργάζεσθαι καταδύσεις, ἀγρίῳ τε καὶ μακρῷ καταθλίβεσθαι λιμῷ. Κεκμηκότας δὲ οὐ μετρίως ἠλέει Θεὸς, εἶτα σέσωκεν αὐτοὺς διὰ χειρὸς Γεδεὼν, ὃς νενίκηκε τοὺς Μαδιηναίους, ἠλευθέρου τε τὸν Ἰσραὴλ τῆς ἐπηρτημένης αὐτοῖς ἀνάγκης καὶ ῥάβδου. Οὕτω τοίνυν διεσκέδασεν ὁ Κύριος τὴν τῶν ἀπαιτούντων ῥάβδον, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδίαμ.
Ὡς γὰρ ἐῤῥύσατο τότε τοὺς ταῖς ἀφορήτοις πλεονεξίαις ἐνησχημένους, τὸ πλεονεκτοῦν ἐξελάσας ἔθνος, οὕτω σέσωκε τοὺς ἐξ ἐθνῶν, τὴν τῶν ἀπαιτούντων ἐλάσας ῥάβδον. Ἀπαιτοῦντας δέ φησιν, αὐτόν τε τὸν Σατανᾶν, καὶ τὰ δαιμόνια, οἷς ὁ σκοπὸς καὶ ἡ πᾶσα σπουδὴ, τὸ ἀπαιτεῖν ἀνθρώπους καθάπερ τινὰ δασμὸν, ἢ τέλος τὰς συνήθεις ἁμαρτίας. Ζητοῦσι γὰρ πάντως, ἀπὸ μὲν τοῦ πορνεύειν εἰωθότος τὴν πορνείαν, ἀπὸ δὲ τοῦ κλέπτειν τὴν κλεψίαν, ἤγουν τὸ λωποδυτεῖν ἁπλῶς, καὶ ἐφ᾽ ἑκάστου τῶν ἐν πάθεσιν ὄντων, τὰ αὐτῷ συνήθη καὶ φίλα. Ὅθεν οἶμαι τὸ Γράμμα τὸ ἱερὸν μακαρίζει τινὰς, ὡς μὴ ἀκούσαντας τὴν τοῦ φορολόγου φωνήν. <Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετ᾽ ἀλλαγῆς ἀποτίσουσιν· καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται ὅριον· ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.> Κέκληται μὲν εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ διὰ τῶν ἁγίων ἀποστόλων τὸ κατάλειμμα τοῦ Ἰσραήλ· κέκληνται δὲ καὶ τὰ ἔθνη.
Καὶ γοῦν ἔφασκεν· Χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ· εἶτα τούτοις ἐπήγαγεν, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, τὸ διὰ Χριστοῦ δηλονότι καταφωτίζοντος νοητῶς, οὐχ ἓν ἔθνος ἔτι τὸ ἐξ Ἰσραὴλ, σύμπασαν δὲ μᾶλλον τὴν ὑπ᾽ οὐρανόν. Ὅτι ἔμελλον οἱ πεφωτισμένοι τῆς τοῦ διαβόλου σκαιότητος ἀποδύσασθαι τὸν ζυγὸν, διαφυγεῖν τε τὴν ῥάβδον, πεπληροφόρηκε προτιθείς· Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Ἀλλ᾽ ὁρῶμεν ὅτι τοῖς μὲν τῇ κτίσει λελατρευκόσι καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσκεκυνηκόσιν, ὁ τῆς διαβολικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγός· τοῖς γε μὴν ἐξ Ἰσραὴλ τὸ τοῦ νόμου δυσδιακόμιστον ἄχθος, καὶ δύσοιστον ἀληθῶς φορτίον. Καὶ γοῦν οἱ μακάριοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἀναπείθουσί τινας τὰ ἐν νόμῳ τηρεῖν ἐπετίμων λέγοντες· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι;» Δυσφόρητος οὖν ἄγαν τοῖς ἐξ Ἰσραὴλ ὁ τοῦ νόμου ζυγός· καὶ πρός γε τοῦτο τὸ ἔτι φορτικώτερον, ἡ τῶν Φαρισαίων σκαιότης συνέτριβεν οὐ μετρίως συνθραύουσα ταῖς ἀπληστίαις.
Ἐρασιχρήματοι γὰρ οἱ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενοι, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ πανταχόθεν συλλέγειν, καὶ καταβιάζεσθαι τοὺς ὑπὸ χεῖρα λαούς. Οὐκοῦν πρέποι ἂν καὶ μάλα ὀρθῶς καὶ περί γε τῶν ἐξ Ἰσραήλ· «Ὅτι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.» Ῥάβδον δὲ κατὰ τὸ εἰκὸς, τὴν ἐκ τῶν ἡγουμένων ὀνομάζει πλεονεξίαν, διάτοι τὸ ἀπονεῦσαι δεινῶς εἰς φιλοκερδίας. Ταύτης ἕνεκα τῆς αἰτίας, οἱ δείλαιοι, καὶ αὐτὸν ἀπεκτόνασι τὸν Υἱόν. Καίτοι γὰρ ἰδόντες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος εἶπαν ἐν ἑαυτοῖς, φησίν· «Δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ὅτι τοίνυν δυσσεβῆ καὶ ἀνόσιον ἔχοντες τὸν ἐπὶ τῷδε σκοπὸν, ἥδιστα ἂν τῶν ὄντων αὐτοῖς ἁπάντων ὑπέμειναν τὴν ζημίαν. Ἢ ἴδον ἐπιλάμψαντα τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὑπεμφαίνει λέγων· «Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς, ἀποτίσουσι, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι.
Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν.» Ἐκ δόλου μὲν γὰρ καὶ ἀπάτης, καὶ ἀπὸ τοῦ κρίνειν οὐκ ὀρθῶς, τὴν τῶν χρημάτων ἄθροισιν ἐποιήσαντο, φησίν· ἀλλ᾽ ἡδὺ καὶ φίλον αὐτοῖς, καὶ μέχρι αὐτῆς τῆς περιστολῆς καὶ τῶν ἱματίων μετὰ καταλλαγῆς, τοῦτ᾽ ἔστι, μετὰ προσθήκης. ἀποπέμψασθαι καὶ ἀποβαλεῖν, μᾶλλον δέ φησιν ἠθέλησαν καταφλεχθῆναι καὶ πυρὶ, δυσφοροῦντες ἄγαν, ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός. Πεπιστευμένοι γὰρ τὸν δεσποτικὸν ἀμπελῶνα, τοὺς καρποὺς ἠθέλησαν ἔχειν αὐτοὶ καὶ μόνοι, προσκομίζοντες τῷ δεσπότῃ τὸ σύμπαν οὐδέν.
Παιδίον δὲ λέγων γεγεννῆσθαι, διελέγχει σαφῶς τῆς τῶν Μανιχαίων δόξης τὸ ἀδρανὲς, οἳ παραιτοῦνται λέγειν, ὅτι γέγονε σὰρξ ὁ Λόγος· τοῦτ᾽ ἔστι, τὴν ἡμῶν πεφόρηκε σάρκα δι᾽ ἡμᾶς οἰκονομικῶς. Ἀλλ᾽ εἰ βούλονται φρονεῖν ὀρθῶς, καὶ τῆς ἑαυτῶν δυσβουλίας καταψηφίζεσθαι, μὴ ἀτιμαζέτωσαν τὰς τοῦ προφήτου φωνὰς, παιδίον ἡμῖν γεγεννῆσθαι λέγοντος.
Ὅπου γὰρ τόκος ἐκ γυναικὸς ἀληθῶς, ποῖον ἂν ἕχει τόπον τὸ δοκήσει καὶ σκιᾷ, καὶ ὡς ἐν μόναις εἰπεῖν φαντασίαις γεγενῆσθαι τὴν ἐπιδημίαν; πλὴν ἡμῖν δεδόσθαι φησὶ τὸν υἱόν. Γέγονε γὰρ ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος οὐ δι᾽ ἑαυτὸν, ἀνακαινιῶν δὲ μᾶλλον τὰ καθ᾽ ἡμᾶς εἰς τὸ ἀπ᾽ ἀρχῆς, καὶ τῆς ἁπάντων ζωῆς ἀντίλυτρον, τὸ ἴδιον σῶμα προσκομιῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Γεγενῆσθαι δέ φησι τὴν ἀρχὴν αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ, φησὶν, ἑαυτῷ τὸν σταυρὸν εἰς ὤμους ἔχων ὁ. Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πρὸς τὸ σωτήριον εἴη πάθος, ὑψώθη δὲ καὶ κεκράτηκε τῆς ὑπ᾽ οὐρανὸν δι᾽ αὐτοῦ, ταύτῃ τοι καὶ γενέσθαι λέγεται ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Ἔχει δὲ τὸ πιθανὸν ὁ λόγος, καὶ οὐκ ἀτιμαστέον τὴν ἔννοιαν ὀρθῶς ἔχουσαν, κἂν εἰ ἕλοιτό τις ἐπαινεῖν αὐτήν. Ἔοικε δὲ τὸν ὦμον ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος τὴν ἰσχὺν βούλεσθαι δηλοῦν. Πᾶσα γὰρ ἡμῶν ἰσχὺς ἐν βραχίοσί τε καὶ ὤμοις. Καὶ γοῦν εἴρηται δεξιὰ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. «Κύριε» γὰρ, φησὶ, «τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ἦρξε τοίνυν τῆς ὑπ᾽ οὐρανὸν διὰ τῆς ἑαυτοῦ δυνάμεως ὁ Χριστός· ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Κέκληται δὲ καὶ μεγάλης βουλῆς Ἄγγελος, δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Καὶ αὐτὸς δέ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· «Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιήσητε, ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
Οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος. Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Μεγάλης οὖν ἄρα βουλῆς ἄγγελον ταύτης τε ἕνεκα τῆς αἰτίας ὀνομάζει τὸν Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, αὐτός τε ἀνετίθει τῷ Θεῷ καὶ Πατρὶ τὴν ἐφ᾽ ἅπασι τοῖς παρ᾽ αὐτοῦ δρωμένοις ἐνέργειάν τε καὶ δύναμιν, καὶ αὐτὸς δὲ διὰ τούτων ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, αὐτὸ δὴ τοῦτο παραδηλοῖ λέγων· Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν. Τὴν μὲν οὖσαν εἰρήνην τοῖς ἁγίοις ἀποστόλοις, ὡς ἰδίαν ἐδίδου Χριστός. Ἔστι γὰρ αὐτοῦ πάντα τὰ τοῦ Πατρὸς, καὶ δὴ καὶ ἔφασκεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Εἰ δὲ δὴ λέγοιτο καὶ αὐτὸς ὁ Ἐμμανουὴλ εἰρήνην καὶ ὑγίειαν λαβεῖν, νόει μὲν πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Ἐδέχετο γὰρ εἰρήνην τὴν ἀπὸ τοῦ κόσμου δηλονότι, προσάγοντος αὐτῷ σύμπαντας τοῦ Πατρὸς, καὶ εἰρηνεύειν πρὸς αὐτὸν ἀναπείθοντος, διά γε τοῦ προσκυνεῖν αὐτῷ, καὶ τὸν τῆς βασιλείας αὐτοῦ δέχεσθαι ζυγόν. «Οὐδεὶς γὰρ δύναται,» φησὶν, «ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Προσανακεκράγει δέ που καὶ ὁ σοφὸς Ἡσαΐας· «Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Δέχεται μὲν οὖν τὴν εἰρήνην παρὰ τοῦ Πατρὸς, κατὰ τόνδε τὸν τρόπον, ὡς ἔφην.
Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Υἱόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας.» Δέχεται δὲ καὶ ὑγίειαν, τοῦτ᾽ ἔστι, τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐπειδὴ γὰρ ἀσθενῆσαι λέγεται βραχὺ, διά τοι τὸ ἐφεῖναι τῇ ἰδίᾳ σαρκὶ χάριτι Θεοῦ ὑπὲρ πάντων γεύσασθαι θανάτου, δέχεται τὴν ὑγίειαν, τοῦτ᾽ ἔστι, τὴν ἀναβίωσιν, καὶ τοῦτο πάλιν ἐνεργήσας αὐτός. Ἤγειρε γὰρ τὸν ἑαυτοῦ ναὸν, αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Πατρός. Εἰ γὰρ αὐτός ἐστιν ἡ ἀνάστασις, καὶ ἡ ζωὴ, τίνος ἂν ἐδεήθη πρὸς ζωοποίησιν ἡ ζωή; Καὶ εἰ τὰ τῶν ἑτέρων ἐγηγερκὼς ὁρᾶται σώματα δυνάμει πάλιν ἰδίᾳ, πῶς ἂν οὐκ ἀνέστησε καὶ πρό γε τῶν ἄλλων τὸ ἴδιον; Καίτοι, φησὶ, πρὸς Ἰουδαίους αὐτός· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι γὰρ ἀκλόνητος ἡ βασιλεία τοῦ Χριστοῦ καὶ τὸ ἐρηρεισμένον ἔχουσα διὰ παντὸς διδάσκει, λέγων· «Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον.» Ἦρξε γὰρ οὐκέτι μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ᾽ οὐρανόν. Καὶ τέλος οὐκ ἔσται τῆς παρ᾽ ἡμῶν προσφερομένης αὐτῷ εἰρήνης. Εἰρηνεύομεν γὰρ πρὸς αὐτὸν, αὐτῷ προσκυνοῦμεν, ὡς ἔφην, καὶ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν τοῦ πολέμου πρόξενον ἁμαρτίαν ἐκ μέσου ποιεῖν, σπουδάζοντες.
Ὅτι δὲ ἀφίκετο τὸ τῶν Ἰουδαίων ἐλευθερώσων ἔθνος, διδάσκει προτιθείς· «Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν· καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.» Ἐπειδὴ δὲ ἀποχρώντως ἡμῖν τὸν περί γε τοῦ Ἐμμανουὴλ ἐποιήσατο λόγον ὁ μακάριος προφήτης τῆς ἐνανθρωπήσεως τὸν καιρὸν ἀποδίδωσι, λέγων· «Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» Ποῖος δὲ ζῆλος καὶ ἐπὶ τίσιν ἀναγκαῖον εἰπεῖν. Ὁ μὲν γὰρ Δράκων ὁ ἀποστάτης ἥρπασε τὴν ὑπ᾽ οὐρανὸν, καὶ τοῖς ἰδίοις ὑπέθηκε σκήπτροις τὸν κατ᾽ εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον. Ἦν οὖν ἄρα ζήλου παντὸς ἄξιον ἀληθῶς, καὶ πλεονεξίας ἁπάσης ἀνάμεστον τὸ καθ᾽ ἡμῶν γεγονὸς, ἠλευθέρωσε τοίνυν ὁ ζῆλος Κυρίου Σαβαὼθ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον, παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραὴλ ἐπ᾽ οὐ θεοῖς καθὰ γέγραπται, καὶ ἐν τοῖς ματαίοις αὐτῶν, καὶ τελευτῶντες ἐσταύρωσαν τὸν Ἐμμανουήλ. Παρεζηλώθησαν ἐν τοῖς ἔθνεσι, καθά φησιν αὐτός· Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεοῖς. Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.