Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Β', Τόμος Α'
Ανακεφαλαίωση της σωτηρίας από τους Ασσυρίους, η προφητεία για τη ρίζα του Ιεσσαί, η ειρηνική βασιλεία του Χριστού και η κλήση των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β', Τόμος Α'
Ανακεφαλαίωση της σωτηρίας από τους Ασσυρίους, η προφητεία για τη ρίζα του Ιεσσαί, η ειρηνική βασιλεία του Χριστού και η κλήση των εθνών.
ΒΙΒΛΙΟΝ Βʹ, ΤΟΜΟΙ Εʹ. ΤΟΜΟΣ Αʹ. <Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.> Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ περὶ τῶν τε τῶν Ἀσσυρίων ὁ λόγος ἦν, καὶ τοῦ τὰ Περσῶν διοικοῦντος κράτη, καταστρατεύοντος μὲν τῆς Ἰουδαίας καὶ τῶν Ἱεροσολύμων, παθόντος δὲ ἀδοκήτως τὰ ἐκ θείας ὀργῆς. Σέσωσται γὰρ παραδόξως ὁ Ἰσραὴλ, οὐ τόξον ἐντείνας, οὐ θυρεὸν ἁρπάσας, οὐχ ἱππότην, οὐ τέχνῃ ταῖς ἐκείνου φάλαγξιν ἀντεξάγων, οὐ πολέμου νόμῳ τῆς τῶν ἐναντίων κατακρατήσας χειρὸς, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ καὶ χάριτι. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶ, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.
Οὖ δὴ γεγονότος ἐναργοῦς, οἱ μὲν ἀπολεῖσθαι προσδοκῶντες ἐχόρευον, ἀνεκόμιζόν τε τῷ διασώσαντι Θεῷ τὰς χαριστηρίους ᾠδὰς λέγοντες τό· «Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.» Καὶ πρός γε δὴ τούτοις· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Ὁ δὲ θρασὺς, καὶ ὑπέροπτος, καὶ τὸ μέγα καὶ ἐξίτηλον ἐκεῖνο βοῶν, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι, μάτην ἐφ᾽ ἑαυτῷ μέγα φρονήσας ἠλέγχετο. Διέδρα γὰρ μόλις, καὶ φυγὰς οἴκοι μεθίστατο τὴν Ἰουδαίαν ἀφείς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Κατεγράφετο δὲ καὶ ὁ τῆς φυγῆς τρόπος, μονονουχὶ πόλεις τε καὶ κώμας κατασείοντος αὐτοῦ τῇ παρόδῳ. Καὶ πάλιν· Φόβος λήψεται Ῥαμὰ πόλιν Σαούλ. Διερμηνεύοντες δὲ τὰ τοιάδε, πεποιήμεθα τὴν ἀφήγησιν ἱστορικωτέραν μὲν, πλὴν οὐκ ἔξω τῆς ἀληθείας. Πᾶσα γάρ πως ἀνάγκη, τῇ τῶν προκειμένων ποιότητι καὶ δυνάμει κατάλληλον τὸν τῆς ἑρμηνείας ἐφαρμόζεσθαι λόγον.
Ἐπειδὴ δέ ἐστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, διὰ τῶν ἐν τάχει, καὶ ἱστορικῶς δρωμένων καταδηλοῦν ἔσθ᾽ ὅτε τὰ μυστήρια, καὶ κεκρυμμένων ἐννοιῶν ἀναπλάττειν εἰκόνας, φαμὲν ὅτι τετυράννηκε μὲν καθ᾽ ἡμῶν ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ τοῖς τοῦ Σωτῆρος λαοῖς τοῖς ἡγιασμένοις, δηλονότι διὰ Πνεύματος, καὶ κεκαθαρμένοις διὰ τῆς πίστεως, δεινῶς ἐπεπήδα καὶ πικρῶς, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατεστρατεύετο, τῶν ὑπὸ χεῖρα πνευμάτων ἐπισείων αὐτῇ τὴν ἀνοσιωτάτην φάλαγγα· καὶ τάχα που καὶ ἀναστρέψειν αὐτὴν ᾠήθη δύνασθαι, καὶ λίαν ἀμογητὶ, τὴν σεπτὴν ἀληθῶς καὶ ἁγίαν πόλιν τοῦ Θεοῦ, τὴν νοητὴν Ἱερουσαλὴμ, ἀλλ᾽ ἥλω πεφρονηκὼς τῶν ἐνδεχομένων οὐδέν. Οὐ γὰρ ἦν ἰσχύσαι, τὴν ἁγίαν αὐτὸν ἐκπολιορκῆσαι πόλιν, καὶ κατακρατῆσαι δεξιᾶς τῆς οὕτω εὐσθενεστάτης. Τίς γὰρ ἀντιστήσεται τὰ πάντα ἰσχύοντι Θεῷ; Ἀπόλωλε τοίνυν ὁμοῦ τοῖς οἰκείοις ὑπασπισταῖς, καὶ τῆς τῶν εὐσεβούντων ἀγέλης ἀπελέλακται, θηρὸς ἀνημέρου δίκην ἐπιπηδῶν· ἐκβέβληται δὲ τῆς καθ᾽ ἡμῶν τυραννίδος. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξεν εἰπών· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου, νῦν ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐπὶ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.»
Ἀνατροπὴ γὰρ θανάτου, καὶ διαβόλου καθαίρεσις, καὶ ἁμαρτίας ἀναίρεσις τὸ τοῦ Χριστοῦ γέγονε πάθος, ὑψουμένου μὲν ἐπὶ τοῦ σταυροῦ, κατακομίζοντος δὲ καὶ καταῤῥιπτοῦντος εἰς γῆν τοῦ διαβόλου τὸ καύχημα. Ἐπὶ καιροῦ τοίνυν μετ᾽ ἐκεῖνα καὶ νῦν ὁ τῶν ὅλων Θεὸς, τὸν περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς εἰσκομίζει λόγον, καὶ προαναφαίνει τὸ μυστήριον διὰ φωνῆς προφητῶν, ἵνα τῶν πραγμάτων εἰς πέρας ἐκβεβηκότων, ἀναμφίλογον δέχοιτο παρὰ πάντων τὴν πίστιν. Τί τοίνυν φησίν· «Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος;» Εἰς καινότητα ζωῆς εὐαγγελικῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἀναμορφοῖ τοὺς ἐπὶ τῆς γῆς, ἀνατετραμμένων δηλονότι τῶν ἀρχαιοτέρων ἐθῶν, καὶ τῶν ἐν σκιαῖς καὶ τύποις, οὐκ ἐχόντων ἔτι τὸ δύνασθαι κρατεῖν. Ἀλλ᾽ ὁ μὲν τῆς ἀφίξεως τῆς εἰς τόνδε τὸν κόσμον αὐτῷ σκοπὸς γέγονεν οὑτοσὶ, καὶ διακηρύξων ἀφῖκται, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ὅτι τὰ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα, τουτέστιν, ὁ ἐν γράμμασι νόμος, καταίρει λοιπὸν εἰς τέλος, μεταπλαττομένης, ὡς ἔφην, εἰς τὰ ἀμείνω καὶ πνευματικὴν πολιτείαν τῆς τῶν πιστευόντων διανοίας. Καινὰ γὰρ πάντα τὰ ἐν Χριστῷ.
Ἀλλὰ καίτοι καταπείθεσθαι δέον αὐτῷ, καὶ πρό γε τῶν ἄλλων τῆς Ἰουδαίων συναγωγῆς τοὺς προεστηκότας, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν οὐ μετρίως κομπάζοντας, ἐκ τῶν ἐναντίων ἀντεφέροντο νεανικῶς, ἀντέπραττον ἀφοσίως, καὶ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀεὶ λαλοῦντες νόμον, ἄπρακτον ἀποφαίνειν ἤθελον τό γε ἧκον εἰς αὐτοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον. Ἀλλ᾽ ἦν ἀνέφικτον αὐτοῖς τοῦτο δρᾷν, ἀντεξάγοντες δὲ τῷ πάντων Σωτῆρι καὶ Θεῷ τὸ οἰκεῖον θέλημα, κακοὶ κακῶς διολώλασι, τοῦτο μὲν ἀλλήλοις ἐπιφυόμενοι, καὶ τὸν πολέμου νόμον ἐπιβουλεύοντες, τοῦτο δὲ ταῖς Ῥωμαίων περιπεσόντες χερσὶν, οἳ καὶ αὐτὸν ἐνέπρησαν τὸν ναόν. Ἰδοὺ τοίνυν ὁ Δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος. Κύριον Σαβαὼθ ὀνομάζει τὸν συνταράσσοντα, καταπτοῶν τοῖς δείμασι τοὺς ἀκροωμένους, ἵνα μή τις οἴηται τάχα που, καὶ ἀσθενήσειν αὐτὸν, ἢ καὶ ἀνηνύτοις ἀπειλαῖς κεχρῆσθαι μᾶλλον, καὶ οὐχὶ δὴ πάντως ἐκβησομέναις εἰς πέρας. Τί γὰρ ἀνήνυτον ἔσται τῶν ἐγχειρουμένων παρὰ Κυρίου Σαβαώθ;
Συντριβήσεσθαι δέ φησι τοὺς ὑψηλοὺς τῇ ὕβρει. Ὑψηλοὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας ἁγίους ἀποκτείναντες μόνον, καὶ τοῖς κάλλιστα συμβουλεύουσιν ἀνέδην λέγοντες· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,» ἀλλὰ γὰρ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, καὶ τὸ κέρας μὲν εἰς ὕψος ἐπαίροντες, ἀδικίαν δὲ λαλοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἀλλ᾽ οὗτοι ταπεινωθήσονται, φησὶ, καὶ πεσοῦνται μαχαίρᾳ.
Διολώλασι γὰρ, ὡς ἔφην, τοῦτο μὲν τομωτάτην ἐπιφέροντος αὐτοῖς τὴν ὀργὴν, καὶ οἷον ὀξείᾳ μαχαίρᾳ δαπανῶντος αὐτοὺς τοῦ Θεοῦ, καὶ τῶν τῆς δικαιοσύνης ἀποκείροντος αὐχημάτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἀποπέμποντος, ἤγουν καὶ καθ᾽ ἕτερον τρόπον, μαχαίρᾳ πεσεῖσθαί φησιν αὐτοὺς, τῇ τῶν πολεμίων δηλονότι, καθάπερ ἔφην ἀρτίως. Ἀλλὰ καὶ ὁ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Λίβανον ἐν τούτοις κατά γε τὸ εἰκὸς ὀνομάζει τὸν νεὼν, ὃς καθῄρηται, καὶ ἐμπέπρησται, πέπτωκέ τε ὁμοῦ τοῖς ὑψηλὴν ἔχουσι τὴν ὀφρύν. Ὑπέροπτος γὰρ ἀληθῶς ὅ τε τῶν ἱερέων ἐσμὸς, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ Ἰσραὴλ, τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ἀτιμάσας.
Εὑρήσομεν δὲ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ Λίβανον ὠνομασμένην. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας ἔφη που πρὸς αὐτήν· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος. Ἐπειδὴ γὰρ ὄρει τῷ Λιβάνου παρεικάζων τὴν Ἱερουσαλὴμ, οὕτως ὠνόμαζεν αὐτὴν, ἀναγκαίως τῆς τοῦ λόγου τροπῆς πιθανῶς ἐχόμενος, κέδροις καὶ δρυμῷ συμφύτῳ, τούς τε ἐν αὐτῇ λαοὺς, καὶ μέν τοι τοὺς ἡγουμένους ὀνομάζει χρησίμως, οἷς καὶ ὀλολύζειν διακελεύεται, διάτοι τὸ δρυμῶν δίκην ἐπιπηδᾷν αὐτοῖς τοὺς ὠλοθρευκότας.
Εἰ δὲ δή τις ἕλοιτο κεκρυμμένης ἅψασθαι θεωρίας, καὶ τὴν τῶν προκειμένων ἐφαρμόσαι δύναμιν αὐτῷ τε τῷ Σατανᾷ, καὶ ταῖς ὑπ᾽ αὐτὸν δυνάμεσι ταῖς ἀλιτηρίαις, οὐδὲ οὗτος ἔξω τοῦ εἰκότος βαδιεῖται σκοποῦ. Συνετρίβη δὲ καὶ ἀπόλωλε τῶν δαιμονίων τὸ φιλοκακοῦργον στῖφος, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης, ὁ ὑψηλὸς, καὶ ὑπέροφρυς, καὶ οἷον ὄρει τῷ Λιβάνῳ παρεικασμένος. Πρὸ γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας περιφανής τις ἦν ἅπασι, καὶ ἄτοπος πανταχῆ προσκυνούμενος, καὶ τὴν τῆς θεότητος δόξαν ἁρπάσας ἐφ᾽ ἑαυτῷ. <Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.> Προεγνωκὼς ὁ προφήτης διὰ τῆς ἄνωθεν δᾳδουχίας τὰ ἐσόμενα σαφῆ ποιεῖται τὴν προαγόρευσιν.
Εἴρηται γὰρ μὲν ἐν ὑστέροις καιροῖς πρὸς τὸν μακάριον Δαβὶδ παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Ἐπειδὴ δὲ ἦν ὁ πάντα εἰδὼς τοῖς ἁγίοις προφήταις τὴν τῶν ἐσομένων πρόγνωσιν ἐντιθεὶς, προαναβεβόηται καὶ τοῦτο παρ᾽ αὐτῶν, ἵνα πανταχόθεν μαρτυρῆται τὸ μυστήριον, καὶ πιστεύηται γεγονός. Ῥάβδον τοίνυν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαί φησιν, ἀναβήσεσθαι δὲ καὶ ἄνθος, καὶ οὐ μετά γε τὸ ταραχθῆναι τοὺς ἐνδόξους μετὰ ἰσχύος, ταπεινωθῆναι δὲ καὶ τοὺς ὑψηλοὺς, καὶ σὺν αὐτοῖς πεσεῖσθαι τὸν Λίβανον, τότε τὴν ῥάβδον ἐκ τῆς Ἰεσσαὶ ῥίζης ἀναφυῆναί φησιν. Ἀλλ᾽ ἐν μὲν τοῖς πρώτοις κεφαλαιωδέστερον ἡ τοῦ παντὸς πράγματος ἐδηλοῦτο δύναμις. Τίνα γὰρ ἔμελλε συμβήσεσθαι τοῖς ἐξ Ἰσραὴλ πεπαρῳνηκόσιν ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν βραχεῖ λόγῳ μεμαθήκαμεν· ἀναφοιτᾷ δὲ νῦν ἡ διήγησις ἐπ᾽ αὐτὴν ὥσπερ τὴν ἀνωτάτω τοῦ πράγματος ἀρχὴν, φημὶ δὴ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, καὶ τὴν οἰκονομικῶς ἐσομένην ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Ῥάβδον δὴ οὖν ὠνόμαζε τὸν ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα Χριστόν· καὶ μὴν πρὸς τούτῳ καὶ ἄνθος, καὶ διὰ μὲν τῆς ῥάβδου, κατά γε τὸ εἰκὸς, τὸ βασιλικὸν ἔχων ἀξίωμα πλαγίως ὑποσημαίνεται. Σύνθημα γὰρ βασιλείας ἡ ῥάβδος.
Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτόν πού φησι τὸν Υἱόν· «Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Ῥάβδος δὲ καὶ ἑτέρως, ὡς ἂν ἔχων τὰ πάντα, καὶ εἰς τὸ εὖ εἶναι συνέχων, συνεστᾶναί τε ποιῶν τὸ ἠσθενηκὸς, ἤτοι τὴν ἀνθρώπου φύσιν, μονονουχὶ κατασειομένην, καὶ μεθύουσαν ὑπὸ παθῶν. Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ, τὸ κοινὸν ἁπάντων πρόσωπον ἑαυτῷ περιθεὶς, «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος κατὰ τὸ γεγραμμένον· ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλοσύνης· ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθὸς, τὴν ψυχὴν ἑαυτοῦ τιθεὶς ὑπὲρ τῶν προβάτων. Εἴρηται γοῦν πρὸς αὐτὸν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ποίμαινε λαόν σου ἐν ῥάβδῳ, φυλήν σου, πρόβατα κληρονομίας σου.» Εἰ δέ τῳ δοκεῖ, καὶ ἐπείπερ ἐστὶ κριτὴς, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ταύτῃ τοι, καὶ μάλα εἰκότως ὀνομάζεσθαι ῥάβδον, νοήσει καλῶς. Εἴρηται γὰρ πρὸς αὐτὸν, ἐμπαροινήσαντός τε αὐτῷ τοῦ Ἰσραὴλ, καὶ ἀκρατῶς ἀπονενευκότος εἰς ἀπείθειαν· «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.» Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ τοῦ πανσόφου Μωσέως κατασημαίνει νόμος· παραλαμβάνεται γὰρ εἰς τύπον Χριστοῦ καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένη.
Ἐξήνθησε γὰρ κάρυα, καὶ τί δὴ τὸ χρῆμα τῶν ἐν σκιαῖς ἐννοιῶν, εἰπεῖν ἀναγκαῖον.
Ἅπτονται μὲν γὰρ φυσιολογίας τινὲς, καὶ δὴ καί φησι τὴν καρυΐνην ῥάβδον, εἰ πρὸς τῇ κεφαλῇ κέοιτό τινων, ἀνυπνίας εἶναι φυσικῶς ἐμποιητικήν. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Χριστὸς, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος, ὑπὲρ παντὸς γεύσασθαι θανάτου, βραχὺ δὲ ὥσπερ ἀπονυστάξας, καθάπερ ἐξ ὕπνου διεγερθῆναι πάλιν, ἀναβιῶναί τε θεοπρεπῶς, πεπατημένου θανάτου. Ταύτῃ τοι ῥάβδῳ καρυΐνῃ παρεικάζεται. Διὰ ταύτης τε τῆς θείας τε καὶ νοητῆς ῥάβδου τεθαυματούργηκεν ὁ Μωσῆς, τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραήλ.
Ῥάβδον γοῦν αὐτὴν ὠνόμαζε Θεοῦ. Γέγονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως, κατὰ τὸ γεγραμμένον. Ὅταν τοίνυν ὁ προφήτης αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον ὑποφαίνων, ἐκ τῆς Ἰεσσαὶ ῥίζης τὴν ῥάβδον ἡμῖν ἀναφανῆναι λέγῃ, τότε δὴ, τότε τοῖς τῆς διανοίας ὄμμασιν αὐτὸν μονογενῆ τοῦ Θεοῦ Λόγου, τὸν δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, σεσαρκωμένον τε καὶ ἐνανθρωπήσαντα θεωρῶν, καὶ εἰς ἑκούσιον ἑαυτὸν καθέντα κένωσιν, καὶ τὴν δι᾽ ἡμᾶς οἰκονομικὴν ἀνατλάντα γέννησιν, φημὶ δὴ τὴν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, ὁμοῦ τῷ προφήτῃ λέγει· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα, καὶ ἐξέστην.» Ῥάβδος δὴ οὖν ὠνόμασται διάτοι τὰς ἀρτίως ἡμῖν εἰρημένας αἰτίας. Ἄνθος δὲ πάλιν· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πρὸς ἀφθαρσίαν, καὶ εἰς ζωὴν, καὶ εἰς καινότητα πολιτείας εὐαγγελικῆς· ἄνθος δὲ καὶ ἑτέρως, διὰ τὴν νοητὴν εὐοσμίαν. «Ἐγὼ γὰρ,» φησὶν, «ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.» Γέγονε δὲ καὶ ἡμῖν ὀσμή τις ὥσπερ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός.
Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησι· «Τῷ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν, τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Ταύτῃ τῇ ῥάβδῳ φησὶν, ἤτοι τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τεχθησομένῳ, κατὰ καιροὺς ἐπαναπαύσεσθαι Πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας. Πνεῦμα γὰρ αὐτὸ βουλῆς καὶ συνέσεως ὀνομάζει, γνώσεώς τε καὶ σοφίας, εὐσεβείας καὶ φόβου Θεοῦ. Φαμὲν δὲ, ὅτι τῆς προφητικῆς εὐτεχνίας τὸ κήρυγμα οὐκ ἄνθρωπον ἡμῖν ψιλὸν εἰσκομίζει τὸν Ἰησοῦν, εἶτα γεγονότα πνευματοφόρον, καὶ ὡς ἐν τάξει τῇ καθ᾽ ἡμᾶς χαρισμάτων τῶν παρὰ Θεοῦ γεγονότα μέτοχον, ἐνανθρωπήσαντα δὲ μᾶλλον τὸν τοῦ Θεοῦ Λόγον καταδηλοῖ, πλήρη μὲν ὄντα παντὸς ἀγαθοῦ, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν, οἰκειουμένου δὲ μετὰ τῆς ἀνθρωπότητος καὶ τὰ αὐτῆς.
Ἴδιον γὰρ ἀνθρωπότητος, τὸ οἴκοθεν μὲν ἔχειν, καὶ ὡς ἐξ ἰδίας φύσεως τῶν ἄνωθεν χαρισμάτων οὐδέν· «Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;» εἴρηται πρὸς αὐτὴν, καταπλουτεῖν δὲ μᾶλλον ἔξωθέν τε καὶ ἐπακτῶς, παρὰ Θεοῦ δηλονότι, τὰ ὑπὲρ φύσιν ἰδίαν.
Ἔδει τοίνυν καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ ἐκ τῆς κενώσεως μὴ παραιτεῖσθαι σμικροπρεπὲς, καὶ πλήρη κατὰ φύσιν ὄντα δέχεσθαι διὰ τὸ ἀνθρώπινον, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ᾽ ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ. Ὥστε κἂν εἰ λέγοιτό ποτε τὸ Πνεῦμα λαβεῖν, καίτοι χορηγὸς ὢν αὐτὸς τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἐκ μέτρου διδοὺς, ἀλλ᾽ ὡς ἐξ ἰδίου πληρώματος διανέμων αὐτὸ τοῖς ἀξίοις, τῶν τῆς κενώσεως μέτρων νοείσθω τὸ λαβεῖν, κατευθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν. Πλὴν ἐκεῖνο ἄθρει· «Ἀναπαύσεται γὰρ ἐπ᾽ αὐτὸν, φησὶ, Πνεῦμα τοῦ Θεοῦ.» Δέδοται γὰρ ἐν ἀρχαῖς τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι, τῷ Ἀδὰμ, ἀλλὰ γέγονε ῥᾴθυμος περὶ τὴν τήρησιν τῆς δοθείσης αὐτῷ ἐντολῆς, κατημέλησε τῶν προστεταγμένων, κατεβιβάσθη πρὸς ἁμαρτίαν, οὐχ εὗρεν ἀνάπαυσιν ἐν ἀνθρώποις τὸ πνεῦμα. «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Εἶτα γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τὸ εἶναι Θεὸς οὐ μεθείς. Ἐπειδὴ δὲ καίτοι γεγονὼς καθ᾽ ἡμᾶς, ἀνάλωτος ἦν ἁμαρτίαις, ἐπανεπαύσατο τῇ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν αὐτῷ καὶ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ἵνα καὶ ἡμῖν ἐπαναπαύηται, καὶ μένῃ λοιπὸν ταῖς τῶν πιστευόντων διανοίαις ἐμφιλοχωροῦν.
Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἰωάννης τεθεᾶσθαί φησιν ἐξ οὐρανοῦ καταφοιτῆσαν τὸ Πνεῦμα ἐπὶ Χριστόν. Ὥσπερ συγκληρονόμοι γεγόναμεν τῶν συμβεβηκότων τῷ πρωτοπλάστῳ κακῶν, οὕτως ἐσόμεθα μέτοχοι τῶν ὑπαρχθέντων οἰκονομικῶς τῇ δευτέρᾳ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι Χριστῷ.
Ὅτι δὲ οὐ μερικὴν αὐτῷ τὴν χάριν εἰργάζετο, καθάπερ ἐν τοῖς ἁγίοις τὸ ἐπαναπαύεσθαι λεγόμενον Πνεῦμα, ἀλλ᾽ ἦν πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν ἰδίῳ ναῷ τῇ ἰδίᾳ σαρκὶ καταλύον, καὶ οὐκ ἀψύχῳ ποθὲν, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ, σαφηνιεῖ λέγων ὁ προφήτης· «Ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.» Ἑνὶ δὲ τῷ Πνεύματι πολυειδῆ δέδωκε τὴν ἐνέργειαν. Οὐ γάρ τοι Πνεῦμα μὲν ἄλλο τῆς σοφίας, ἕτερον δὲ τὸ συνέσεως, ἤτοι βουλῆς, καὶ ἰσχύος, καὶ τῶν λοιπῶν, ἀλλ᾽ ὥσπερ εἷς μέν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, ὀνομάζεται δὲ καὶ ἐνέργεια πολυτρόπως· ζωὴ γάρ ἐστι, καὶ φῶς, καὶ δύναμις· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου συνήσεις Πνεύματος· ἓν γὰρ ὑπάρχων νοεῖται πολυειδῶς, ἐνεργεῖ δὲ καὶ οὕτως. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος διαφόρων ἡμῖν χαρισμάτων ἰδέας ἀπαριθμούμενος· «Ταῦτα πάντα,» φησὶν, «ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρεῖ ἑκάστῳ ἰδίᾳ, καθὼς βούλεται.» <Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐξελέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.
Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς.> Ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ εὖ μάλα προειρηκὼς, προσεπάγει χρησίμως, καὶ τὰ δι᾽ ὧν ἂν εἴη γνώριμος ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς ἐν ἔργοις λαμπρότητος. Ἔδει γὰρ, ἔδει προαναπείθειν ἀκριβῶς προφητικὴν ἔχοντας προαγόρευσιν, τοὺς οἴ γε τὴν ἐπ᾽ αὐτὸν ἔμελλον παραδέχεσθαι πίστιν, τίς δέ γε, καὶ ποῖος, καὶ διὰ ποίων ἥξει κατορθωμάτων.
Ὥσπερ γὰρ εἴ τις ἕνα τῶν καθ᾽ ἡμᾶς, τοῖς οὐκ εἰδόσιν αὐτὸν κατασημαίνειν βεβουλημένος, ἐξ ὧν οἶδεν ὄντα λόγῳ ζωγραφεῖ, λέγει δὲ περὶ αὐτοῦ, ὡς εἴη μὲν τὴν κόμην οὐ βαθὺς, συμμέτρως δὲ ψιλὸς, καὶ χαροπὸν μὲν ὅτι τὸ ὄμμα αὐτῷ, καὶ ὑπογελῶσαν ἔχον τὴν βολὴν, ἰσχνὸς δὲ τὴν ῥῖνα, καὶ τὰ ἕτερα δὲ τοῦ σώματος διεξίοι μέρη, τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὁ μακάριος προφήτης, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτοῦ περὶ τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ταύτῃ τοι τὰ τῆς θεοπρεποῦς ὑπεροχῆς καὶ μέντοι ἐξουσίας ἀπαριθμεῖται σημεῖα, καὶ δὴ καί φησι περὶ αὐτοῦ· «Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει.» Θεοπρεπὲς τὸ χρῆμα, ἐοικός τε φύσει τῇ ἀνωτάτω. Τὸ γὰρ μήτε εἰς δόξαν τὴν ἐν ἀνθρώποις ὁρᾷν, ὀρθήν τε καὶ ἀδιάστροφον τὴν ἐφ᾽ ἑκάστῳ ποιεῖσθαι κρίσιν καὶ ἀμώμητον παντελῶς, πῶς οὐκ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει;
Οὐ γὰρ οἶδεν ὁρᾷν εἰς πρόσωπον, οὔτε μὴν τὸν ταῖς ἐκ πλούτων περιβολαῖς, οὔτε μὴν ἀξιώμασιν ἐξωραϊσμένον ἀξιοῖ τιμῆς ἢ λόγου, πλεονεκτεῖν ἐθέλοντά τινας, κατακρίνει δὲ πάντως, καὶ ἐπάρατον ἀποφαίνει τὸν τῆς ἀνομίας ἐργάτην. Οὐκ ἐλέγξει δὲ κατὰ τὴν λαλιάν· καὶ τίνα τρόπον χρὴ ἐννοεῖσθαι, καὶ τοῦτο διειπεῖν ἀναγκαῖον. Πλεῖστοι μὲν γὰρ ὅσοι τῶν καθ᾽ ἡμᾶς τοὺς ἐπαινεῖν ἐθέλοντας ἀξιοῦσι τιμῆς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ τοὺς τρόπους, μισθὸν δὲ ὥσπερ τῆς κολακείας αὐτοῖς ἀπονέμουσι τὸ καὶ θεραπεύειν ἔσθ᾽ ὅτε, καὶ τοὺς ὑπ᾽ αὐτοὺς ἐλέγχους συστέλλουσιν. Ἀλλ᾽ οὐ τοῦτο δεδρακότα κατίδοι τις ἂν τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν.
Τοιγάρτοι καὶ τοὺς χρηστοεπεῖν ᾑρημένους, οὐ μὴν ἔτι καὶ ἀγαθοὺς ὄντας κατὰ ἀλήθειαν, ἀποτόμοις ἐλέγχοις μεθίστη πολλάκις ἐπί γε τὸ βιοῦν ἑλέσθαι σωφρονέστερον. Προσῄεσαν μὲν γάρ ποτε τῶν καλουμένων Ἡρωδιανῶν τινες, πράκτορες δὲ οὗτοι τελωνῶν, εἶτα δόλον αὐτῷ πικρὸν ἀρτίοντες, ἔφασκον· «Διδάσκαλε, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός. Οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ; Αὐτὸς δὲ πρὸς ταῦτα, Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Ἄθρει δὴ οὖν ὅπως διελέγχει κολακεύοντας, καὶ χρηστολογοῦντας ἀποσείεται. Διήλεγξε δὲ, καὶ οὐ κατά γε τὴν λαλιὰν αὐτῶν· οἱ μὲν γὰρ προσεδόκων ἐπαινεθήσεσθαι, τάχα που κατειρωνευόμενοι μὲν, πλὴν εὐφυᾶ καὶ στωμυλεστάτην ἐπιτηδεύοντες τὴν κομψολογίαν, ὁ δὲ ἀδοκήτως πειράζοντας καὶ ὑποκριτὰς ἐκάλει. Οὐκοῦν οὐ κατὰ τὴν δόξαν κρινεῖ, τουτέστιν, οὐ προσωπολήπτης ἔσται δικαστὴς, οὔτε μὴν ἐλέγξει κατὰ τὴν λαλιάν. Οὐ γὰρ ἀνέξεται, φησὶ, τῶν ἀνόσια μὲν φρονεῖν ᾑρημένων, προσωπεῖον δὲ ὥσπερ ἀπάτης καὶ δόλου περιτιθέντων ἑαυτοῖς τὴν κομψολογίαν. Τοῦτό τοί φησιν ἐναργῶς· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.»
Καὶ πάλιν· «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνη τῇ ἡμέρᾳ, τῇ τῆς κρίσεως δηλονότι· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλὰ τότε, φησὶν, ἐρῶ αὐτοῖς· Ἀμὴν, λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς.» Τί δὲ δὴ ἄρα πρὸς τούτοις ὁ ἀπροσωπόληπτος ἐργάζεται δικαστής;
Κρινεῖ ταπεινῷ κρίσιν, τουτέστιν, οὐ περιόψεταί τινα τῶν ταπεινῶν, ἀλλ᾽ ὀρθὴν καὶ ἀμώμητον ἐπ᾽ αὐτῷ τὴν κρίσιν ἐξοίσει. Ἐξελέγξει δὲ ὁμοίως τοὺς ταπεινοὺς τῆς γῆς· ὥσπερ γὰρ οὐ τὸ τοῦ πλουσίου πλεονεκτεῖν ἐθέλοντος ἐρυθριάσει πρόσωπον, ἀλλὰ δικαίαν ἐπὶ τῷ ταπεινῷ ποιήσεται κρίσιν· οὕτω κἂν εἴ τις, φησὶ, τῶν ἐν ὑφέσει καὶ σμικροπρεπείᾳ τῇ κατὰ τὸν βίον, ἔξω τῶν θείων φέροιτο νόμων, καὶ τοῖς τῆς ἀδικίας ἐγκλήμασιν ἑαυτὸν ἀνιεὶς ἁλίσκοιτο, φησὶν, ἐλεγχθήσεται καὶ οὗτος. Γέγραπται γὰρ, ὅτι «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Ὥσπερ γὰρ τὸν ἐν πλούτῳ, καὶ ὑπεροχῇ, καὶ μέντοι καὶ δυναστείαις οὐκ ἀπαλλάξει τῶν αἰτιαμάτων τὸ περιφανὲς, εἰ ἐπί τισι τῶν ἐκτόπων καταγινώσκοιτο, οὕτως οὐκ ἐλευθερώσει τοῦ εἶναι πονηρὸν τὸ ἐν ὑφέσει καὶ ταπεινότητι σμικροπρεπὲς, οὔτε μὴν ἀπαλλάξει τοῦ κολάζεσθαι δεῖν τὸν τῇ πτωχείᾳ κατηχθισμένον, καὶ τὸν ἀπευκτὸν καὶ τρισάθλιον ἀμείβοντα βίον. Προσεπάγει δὲ τούτοις καὶ ἕτερά τινα τῶν ὅτι μάλιστα θεοπρεπεστάτων ἀξιωμάτων, ἂ καὶ προσεῖναί φησι τῷ πάντων Σωτῆρι Χριστῷ, ὅτι μὴ ψιλὸς ἄνθρωπος καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἦν, ὡς ἔφην, σαρκωθεὶς καὶ ἐνανθρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Τί τοίνυν ἐργάσεται; φησίν. Πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ποίαν ἄρα γῆν; Μάλιστα μὲν ἣν ἂν καταράσαιτο. Ἀληθὲς δ᾽ ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον.
Κατηράσατο γὰρ σύμπασαν γῆν, ἤτοι τὴν ἀνθρώπου φύσιν, εἰπὼν ἐν Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Κατηράσατο γὰρ οὐδὲν ἧττον κόσμον ἀσεβῶν ὕδατι καταπνίξας. Κατηράσατο δὲ πρὸς τούτοις τὴν Ἰουδαίαν, ἐμπαροινησάντων αὐτῷ τῶν οἰκούντων αὐτήν. Ἔφη γάρ· «Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Ἐν γὰρ τῷ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν, τὸ τῆς ἐγκαταλείψεως τῆς ἐπ᾽ αὐτῇ γενομένης διαφαίνεται πάθος. Ἐγκαταλειφθεῖσα δὲ παρ᾽ αὐτοῦ δεδαπάνηται καὶ πολέμῳ καὶ πυρὶ, καὶ ταῖς τῶν ἀνῃρηκότων χερσίν. Ἕτερον δὲ πρὸς τούτῳ σημεῖον, καὶ τῆς ἀνωτάτω δυνάμεως ἀποτέλεσμα, τὸ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖν ἀσεβῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸ ἀνθρώπινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνὴ, τῇ δὲ ἀῤῥήτῳ δυνάμει τοῦ πνεύματος ἡ τῶν δαιμονίων πληθὺς συνεθραύετο. Ἔσται δὲ, φησὶ, καὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς. Ὅμοιον γὰρ ὡς εἰ λέγοι, Δύναμις αὐτῷ, καὶ ἀξίωμα τῶν μὲν ἐν κόσμῳ τὸ σύμπαν οὐδὲν, δόξα δὲ μᾶλλον ἡ θεοπρεπὴς, καὶ οἷον ἐζῶσθαι δικαιοσύνῃ καὶ ἀληθείᾳ.
Ζώνη δὲ σημεῖον ἀρχῆς, καὶ τὸ εἱλῆσθαι λέγειν αὐτὸν τὰς πλευρὰς, ἕτερον οὐδὲν εἴη ἂν ἢ αὐτὸ δὴ τοῦτο κατασημαίνοντος, ὅτι καθάπερ τινὰ ζωστῆρα περικείσεται τὴν δικαιοσύνην, καὶ πρὸς αὐτῇ τὴν ἀλήθειαν. Εἰκὸς δὲ δὴ ὅτι καὶ δικαιοσύνην καὶ ἀλήθειαν τὸ νέον τε καὶ εὐαγγελικὸν ἀπεκάλεσε κήρυγμα, κατά τε τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς πρὸς αὐτὸν εἰρημένον· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια.» Δικαιοσύνης μὲν γὰρ διδάσκαλος καὶ ὁ νόμος ἦν, ἀλλ᾽ οὐ μεμένηκεν εἰς τὸν αἰῶνα, τῆς κρείττονος καὶ τελεωτέρας εἰσκεκομισμένης, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ἦν δὲ καὶ ὁ πάλαι νόμος οὐκ ἀλήθεια μᾶλλον, ἀλλὰ τύπος καὶ σκιά· Χριστὸς δὲ καὶ τὰ αὐτοῦ καθαρῶς ἡ ἀλήθεια. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» <Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον, καὶ ταῦρος, καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς.
Καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται· καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, παὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ· καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ᾽ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θάλασσαν.> Πρὸς τοῖς ἤδη προειρημένοις, μέγα καὶ ἐξαίρετον καὶ τοῦτο σημεῖον, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ ἀθαύμαστον ἀποτέλεσμα δοίη τις ἂν εἶναι, καὶ μάλα εἰκότως. Πρὶν μὲν γὰρ γενέσθαι καθ᾽ ἡμᾶς ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· πρὶν ἐπιλαβέσθαι σπέρματος Ἀβραὰμ, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἀδελφοῖς, καθὰ γέγραπται, σύμπαν τὸ ἐπὶ γῆς γένος, φημὶ δὴ τὸ ἀνθρώπινον, εἰς ἔθνη διῄρητο δύο, εἴς τε τῶν Ἰουδαίων, καὶ τῶν τῇ κτίσει λελατρευκότων παρὰ τὸν κτίσαντα. Καὶ γνωστὸς μὲν ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· πολὺς δὲ καὶ ἄπλετος εἰδώλων ἐσμὸς παρὰ τῶν ἑτέρων ἐθρησκεύετο· καὶ τὸ ἑκάστῳ δοκοῦν τῇ τοῦ Θεοῦ δόξῃ τετίμητο· «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.»
Ἀλλ᾽ Ἰουδαῖοι μὲν διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οἱονεί πως ἐξημερούμενοι καὶ τοῖς τῆς δικαιοσύνης τρόποις τιθασσευόμενοι, βίον τετιμήκασιν ἀνθρωποπρεπῆ· οἵ γε μὴν ἕτεροι, τοῦτ᾽ ἔστιν, οἱ τοῖς ἀψύχοις εἰδώλοις λατρεύοντες, τὸν ἰθυντῆρα νόμον οὐκ ἔχοντες δεινοί τε ἦσαν τὰς γνώμας, ἄγριοί τε καὶ ἁρπακτικοὶ ἕτοιμοι πρὸς πλεονεξίας, ὁρμητίαι πρὸς ἡδονὰς καὶ τὰς ἄγαν ἐκτόπους, καὶ πρὸς πᾶν τῶν αἰσχίστων ὁτιοῦν προαλέστατοι· ὧν ὁ μέν τις ἦν λύκῳ προσεοικὼς, ὁ δὲ παρδάλεσι παραπλήσιος, διά τε τὸ πλείσταις ὅσαις καὶ πολυειδέσι παθῶν διαφοραῖς μονονουχὶ κατεστίχθαι τὰς φρένας· ὁ δὲ ἐπί τοι τὴν γνώμην ἄσχετος ἦν, τὴν καθ᾽ ὧν ἕλοιτο πλεονεξίαν ἀμογητὶ κατορθῶν, τοῖς λέουσιν εἰκασμένος διετέλει κατὰ τὸν βίον. Ἀλλὰ τοῖς οὕτως ἀγρίοις ἤθεσί τε καὶ τρόποις ἐντεθραμμένοι, Χριστοῦ μεταπλάττοντος εἰς ἡμερωτάτην τε καὶ ἁγίαν ζωὴν, κατέληξαν μὲν τῆς ἐνούσης αὐτοῖς ὠμότητος· τετιμήκασι δὲ καὶ αὐτοὶ τὸν ἀνθρώποις πρέποντα βίον τὸν ἐν πραότητι δηλονότι.
Πεπιστεύκασι γὰρ λέγοντι τῷ Χριστῷ· «Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁμοῦ τοιγαροῦν τῇ πίστει κεκερδήκασι καὶ τῆς ἀρχαίας ὠμότητος τὴν ἀπεμπολὴν, καὶ τὸ εἶναι χρηστοί τε καὶ πρᾶοι, καὶ τὸ τοῖς ἁγίοις ἀναμὶξ πολιτεύεσθαι. Κεχρηματίκασι γὰρ καὶ αὐτοὶ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ· τοῦτο οἶμαι πολυτρόπως ἡμῖν τὸν προφητικὸν ἐν τούτοις ὑπαινίττεσθαι λόγον. Συμβοσκηθήσεται γὰρ, φησὶ, λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, τοῦτ᾽ ἔστι, διὰ Χριστοῦ συναφθήσονται τὰ ἄγρια τοῖς ἡμέροις, τὰ κατ᾽ οὐδένα τρόπον ἱερὰ τοῖς ἱεροῖς καὶ ἁγίοις. Ὅσον γὰρ ἧκεν εἰς τὸ πεπαιδεῦσθαι νόμῳ τὸν Ἰσραὴλ καὶ τοὺς τῆς ἐπιεικείας εἰδέναι τρόπους, ἥμερός τε καὶ πρᾶος ἦν, ὁμοῦ τε καὶ ἱερὸς, καὶ οἷον προβάτῳ καὶ αἰγὶ παραπλήσιος· ἱερὰ δὲ ἄμφω καὶ καθαρὰ τὰ ζῶα, καὶ πρός γε τούτῳ τὸ τιθασσὸν παρ᾽ αὐτῆς λαχόντα τῆς φύσεως.
Λύκος δὲ καὶ πάρδαλις, καὶ μέντοι καὶ λέων, ἄγριά τε φυσικῶς, ἀσύμβατά τε τοῖς ἄλλοις· ἀλλ᾽ ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται. Συνηνέχθησαν γὰρ ἀλλήλοις, Ἰουδαῖοί τε καὶ Ἕλληνες, κοινὴν ὥσπερ ποιούμενοι τροφὴν, τὸ εὐαγγελικόν τε καὶ ἀποστολικὸν δηλονότι κήρυγμα, καὶ ὑφ᾽ ἑνὶ γεγονότες τῷ πάντων ἀρχιποιμένει, τῷ κατανέμειν εἰδότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι. Ἀλλὰ καὶ μοσχάριον, φησὶ, καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται.
Ἔοικε δὲ μοσχάριον ἀποκαλεῖν, τὸν ἀρτιφυᾶ καὶ νέον τῶν πιστευσάντων λαὸν, τοῦτ᾽ ἔστι, τὸν ἐν Χριστῷ νηπιάζοντα· ταῦρον δὲ τάχα που τὸν Ἰσραὴλ ὡς πρεσβυγενῆ. Νεογνοῦ γὰρ μόσχου πρωτερεύει ταῦρος κατὰ τὸν χρόνον. Ἤγουν διὰ μόσχου καταδηλοῖ τὸν ὡς ἐν γνώσει τε καὶ κατὰ ἀρετὴν ὑπερκείμενον.
Ὁποῖόν ἐστι τὸ εὐλογηθήσεσθαι λέγειν παρὰ Κυρίου τοὺς σμικροὺς μετὰ τῶν μεγάλων, καὶ πρεσβύτας μετὰ τῶν νεωτέρων, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Οἶδεν δὲ καὶ ὁ σοφώτατος Ἰωάννης νοῦ καὶ ψυχῆς ἡλικίαν τοιαύτην. Γράφει γοῦν καὶ πατράσι καὶ παιδίοις, καὶ πρός γε τούτῳ καὶ νεανίσκοις, τὸ, οἶμαι, τῆς ἑκάστου διανοίας τὸ μέτρον, ἤτοι συνέσεως καὶ θεογνωσίας, ταῖς τῶν σωμάτων ἡλικίαις ἀφομοιῶν.
Βοσκηθήσονται τοίνυν, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν, μοσχάριον καὶ ταῦρος, καὶ λέων. Ἀναπλέκει δὲ πάλιν χρησίμως μοσχαρίῳ τε καὶ ταύρῳ τὸν λέοντα, ἵνα πάλιν αἰνιγματωδῶς ἐννοῇς τοὺς ἐν πίστει δεδικαιωμένους, καὶ ὑπὸ σκῆπτρα γεγονότας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ οὐκ ἐκ μόνων εἶναι καθαρῶν τε καὶ ἱερῶν, ἤγουν ἐξ ἡμέρων τε καὶ πράων, τοῦτ᾽ ἔστι, τῶν διὰ τοῦ νόμου τετιθασσευμένων, ἀλλὰ γὰρ καὶ ἐκ τῶν ἀγρίων, δῆλον δὲ ὅτι τῶν ἐθνῶν, συνείροντος εἰς ὁμοψυχίαν αὐτοὺς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, παραπέμποντός τε τὸ ἐντεῦθεν ἀγαθὸν καὶ εἰς παίδων παῖδας, ἤτοι τοὺς ἐξ αὐτῶν.
Ἐκτείνεται γὰρ εἰς δεῦρο καὶ παρ᾽ ἡμῖν ἡ εἰρήνη Χριστοῦ, καὶ τὸ ἐκ τῆς ὁμοψυχίας τε ὁμοῦ καὶ ὁμοπιστίας ἀγαθόν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ προστιθεὶς, ὅτι ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, φησίν. Ἐπιτήρησον ὅτι οὐ τὸ ἥμερον εἰς τὴν τοῖς ἀγρίοις κατειθισμένην μεταφοίτησιν ἔφη τροφὴν, ἀλλ᾽ εἰς τὴν τοῦ ἡμέρου τὸ ἄγριον· σαρκοβόρα μὲν γὰρ ὁμολογουμένως ἄρκτος καὶ λέων, βοῦς δὲ καὶ μόσχος, ἤγουν ἔριφος οὐκέτι· ποηφαγῆ δὲ μᾶλλον τὰ τοιάδε τῶν ζώων. Ἀλλὰ τῶν ἐν ἔθει, φησὶν, τὸ ἄγριον ἀποστήσεται. Μεταχωρήσει δὲ μᾶλλον ἐπὶ τὴν τῶν ἡμέρων τροφὴν, ἀχυροφαγήσει γὰρ καὶ αὐτά. Καὶ τύπος ἂν εἴη διδαγμάτων ἡ τροφή. Ἔστι τοίνυν ἐννοεῖν, ὅτι πρὸ μὲν τῆς πίστεως τῆς εἰς Χριστὸν τὰ ἕθνη πονηροὺς μὲν ἐσχήκασι διδασκάλους, θηριοπρεπὲς αὐτοῖς παρατιθέντας τὸ μάθημα, καὶ τὰ φθορᾶς τε καὶ ἀπωλείας ἔργα τιμᾷν ἀναπείθοντας. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ κατ᾽ ἀλήθειαν ὄντος Θεοῦ, ὁμοῦ τῇ ἀρχαίᾳ πλάνῃ καὶ τῶν συντρόφων αὐτοῖς ἀπηλλάττοντο μαθημάτων, τὴν εὐανθῆ τε καὶ εὐδιάθρυπτον τῶν εὐαγγελικῶν παιδευμάτων ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ τιμῶντες τροφήν.
Ἀλλὰ καὶ παιδίον, φησὶ, μικρὸν ἄξει αὐτοὺς, τοῦτ᾽ ἔστιν, ὑπὸ διδασκάλοις ἔσονται παιδαγωγοῖς οὐ πικρόν τε καὶ φιλοκάλουργον ἔχουσι νοῦν, ἁπλοῖς δὲ μᾶλλον καὶ νηπιάζουσι μὲν ἐν κακίᾳ, σοφοῖς δὲ τὰς φρένας. Τοιοῦτοι δὲ πάντες οἱ ἐν Χριστῷ τὸν θεῖον ἔχοντες θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, καὶ δυστροπίας μὲν καὶ φαυλότητος ἐλευθέραν ἔχοντες τὴν καρδίαν, ἀρτιγενῶν τε παιδίων κατ᾽ οὐδὲν ἀποδέοντες.
Τοὺς γὰρ τοιούτους καὶ αὐτὸς ὁ Σωτὴρ ἀξίους εἶναί φησι τῆς βασιλείας τῶν οὐρανῶν· «Ἀφίετε» γὰρ, φησὶ, «τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρὸς μέ· τῶν γὰρ τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Ὅτι δὲ καὶ ἐπὶ πλείστην ἔχοιεν τὴν ἀκακίαν εἰς νοῦν, ἀχείρωτοί τε καὶ ἄληπτοι, καὶ ἁπάντων ἔσονται δειμάτων ἀμείνους, ὑπεμφαίνει λέγων· «Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ᾽ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.» Τρώγλας δὲ οἶμαι καὶ κοίτας ἀσπίδων, ἢ τὰ πονηρὰ τῶν δαιμονίων ὀνομάζει στίφη, ἤγουν τὰς τῶν ἀνοσίων αἱρετικῶν οἷον οἰκίας τε καὶ καταδύσεις· ἵνα μὴ λέγωμεν ἐκκλησίας· αἷς τὴν χεῖρα πλειστάκις ἐπιφέροντες οἱ ἐν Χριστῷ νηπιάζοντες περιγίνονται ῥᾳδίως, κατ᾽ οὐδένα τρόπον ἀδικούμενοι· Χριστὸς γάρ ἐστιν ὁ ἐπαμύνων αὐτοῖς, καὶ τῆς ἐκείνων σκαιότητος ἀφανίζων τὰ δήγματα, ἄπρακτόν τε τὸν ἰὸν ἀποφαίνων.
Οὐ γὰρ μὴ δύνωνται, φησὶν, ἀπολέσαι τινὰ ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Ἅγιον δὲ ὄρος φησὶ τὴν Ἐκκλησίαν, διὰ τὸ ὑψοῦ τεθεῖσθαι τό γε ἧκον εἰς δόξαν, καὶ τῶν ἐν αὐτῇ δογμάτων τὸ ἐπῃρμένον. Χθαμαλὸν γὰρ οὐδὲν ἐν ἡμῖν. Οὐ γὰρ ἴσως τῇ κτίσει τῷ Κτίστῃ τὸ σέβας ἀνάπτειν ἠθίσμεθα παρὰ τὸν Κτίστην καὶ Ποιητήν· οὔτε μὴν τὸν τῶν ὅλων δημιουργὸν Θεὸν Λόγον τῆς αὐτῷ πρεπούσης καταβιβάζομεν δόξης, συναριθμοῦντες αὐτὸν τοῖς κτίσμασιν. Ἐμπεπλῆσθαί τέ φησι τὴν σύμπασαν τοῦ γνῶναι τὸν Κύριον, οὕτω τε εἶναι πλήρη τῆς εἰς αὐτὸν εὐσεβείας, καθάπερ ἀμέλει καὶ ἡ πλατεῖά τε καὶ εὐρύχωρος θάλασσα μεστὴ τῶν ἰδίων ὑδάτων ἐστίν. Ἴδοι δ᾽ ἄν τις καὶ τοῦτο ἀληθές. Ποῦ γὰρ ὅλως ἢ παρὰ τίσιν οὐκ ὀνομάζεται Χριστός; ἢ ποῖον ἀνθρώπων γένος οὐχ ὑποπέπτωκεν; Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται αὐτῷ κατὰ τὸ γεγραμμένον, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.> Ἀναλάμπει κατὰ βραχὺ τῶν ἀμυδρῶς εἰρημένων ἡ θεωρία, καὶ ἅπερ ἔφη δι᾽ αἰνιγμάτων, ταῦτα τοῖς φιλακροάμοσιν εὖ μάλα διατρανοῖ.
Τίνα γὰρ τρόπον βοσκηθήσεται μὲν ὁ λύκος μετὰ ἀρνὸς, συναναπαύσεται δὲ ἐρίφῳ πάρδαλις, καὶ μοσχάριον, καὶ βοῦς, καὶ λέων ἅμα φάγονται ἄχυρα, πότε δὲ ὅλως ἔσται ταυτὶ, καὶ τίνες οἱ ποτὲ μὲν ὠμοὶ καὶ ἀπηνεῖς, ἐσόμενοι δὲ μετὰ τοῦτο τιθασσοί τε καὶ πρᾶοι, ἔσονται δὲ ὅπως ἀναμὶξ τοῖς ἡμέροις τε καὶ ἱεροῖς ὑφ᾽ ἑνὶ τῷ πάντων ἀρχιποιμένι νεμηθησόμενοι, καταλευκαίνει λέγων· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἔσται δὲ τί καὶ ἐπὶ τίσιν; Ὥστε κατάρξαι, φησὶ, τῶν ἐθνῶν, γενέσθαι δὲ καὶ εἰς ἐλπίδα τοῖς οὐκ ἔχουσιν ἐλπίδα, αὐτοῖς δὲ δηλονότι τοῖς ἔθνεσιν, οἷς καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων· «Διὸ μνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ἀλλ᾽ εἰ καὶ ἦσαν ἐλπίδος δίχα, καὶ Θεὸν οὐκ ἔχοντα κατὰ τὸν κόσμον· προσκεκυνήκασι γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· ἀλλ᾽ οὖν κεκλημένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ὑπ᾽ αὐτῷ τέθεινται, καὶ Θεὸν ἐσχήκασι τὸν φύσει καὶ ἀληθῶς, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοί. Ἔσται δὲ, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή.
Διχῆ νοήσεις τὸ εἰρημένον. Εἰ μὲν γάρ τις ἕλοιτο τὴν ἀνάπαυσιν ἐν τούτοις ὑποδηλοῦν τὸν ἐν σαρκὶ θάνατον τοῦ Χριστοῦ, ὃν δι᾽ ἡμᾶς ὑπέμεινεν ἑκὼν, οὐχ ὡς θάνατον ὑπομένων, ζωὴ γὰρ ἦν κατὰ φύσιν, ἀλλ᾽ οἷον ἠρεμῆσαι βραχὺ τὴν σάρκα ποιῶν· τιμὴ τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Δεδόξασται γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομείνας, καὶ ὑπὲρ τῆς ἁπάντων ζωῆς ἐθελοντὴς ἀνατλὰς τὸν θάνατον. Καὶ γοῦν ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, μέλλων ἐπὶ τὸν τίμιον ἰέναι σταυρόν· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Καὶ πάλιν· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τῶν σταυρωσάντων ἀπόνοιαν, καὶ τὸ ἀνόσιόν τε καὶ ἀπαχθὲς ἐγχείρημα, μῶμος ἦν αὐτῷ καὶ ἀδοξία τὸ πάθος. ᾬοντο γὰρ ἴσως καὶ οὐχ ἑκόντα παθεῖν. Ἐπειδὴ δὲ ἀνεβίω σκυλεύσας τὸν ᾅδην, καὶ ὅτι θανάτου κρείττων ἐστὶν δι᾽ αὐτοῦ τοῦ πράγματος ἀποφήνας, εἰς τιμὴν αὐτῷ καὶ δόξαν ἐκτελευτῶσαν εὑρήσομεν τὴν τοῦ πράγματος ἔκβασιν. Ἔσται τοίνυν, φησὶ, κατὰ τοῦτον τὸν τρόπον ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Εἰ δὲ δὴ καὶ ἑτέρως τοῖς θεωρήμασι προσβαλεῖν βούλοιτό τις, ἐκδέξεται τοιῶσδε τῶν εἰρημένων τὴν δύναμιν.
Οὐ γὰρ εἰς ἐλπίδα μόνην ἔσται τοῖς ἔθνεσιν ὁ Χριστὸς, ἀναδειχθήσεται δὲ κατὰ καιροὺς, ἤγουν ἀναστήσεται οὐ πρὸς τὸ κατάρξαι μόνον αὐτῶν, ἀλλὰ γὰρ εἰς τιμὴν καὶ δόξαν αὐτοῖς χαριεῖται τὴν ἐν αὐτοῖς ἀνάπαυσιν. Ἐνδιαίτημα μὲν γὰρ αὐτῷ φίλον τῶν ἁγίων ὁ νοῦς, ἐναυλίζεται δὲ τοῖς ἀξίοις, καὶ ἀναπαύεται ψυχαῖς ἱεραῖς τῶν σεβομένων αὐτὸν, καὶ τοῖς λαβοῦσι τὸ χρῆμα τιμή τέ ἐστι καὶ δόξα. Τί γὰρ ἂν γένοιτο ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῦ Θεὸν ἔχειν ἐνηυλισμένον καὶ ἐνοικοῦντα καρδίαις;
Ἔσται τοίνυν καὶ κατὰ τοῦτον τὸν τρόπον ἡ ἐν ἡμῖν ἀνάπαυσις αὐτοῦ τοῖς ἅπαξ ἐθέλουσι τιμή· «Ἐὰν γάρ τις ἀκούσῃ,» φησὶ, «τῶν λόγων μου, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν.» <Καὶ ἔσται ἐν ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας.> Ἡμέραν μὲν οὖν ὁ προφήτης ἐν τούτοις τὸν καιρὸν ὀνομάζει, καθ᾽ ὃν ἡ Χριστοῦ γέγονε παρουσία, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀνεδείχθη τὸ μυστήριον. Τότε δὴ οὖν, τότε, φησὶ, καταδείξει Κύριος τὴν ἑαυτοῦ χεῖρα, τοῦτ᾽ ἔστι, δυναστείας ἐπίδειξις ἔσται πολλή· καὶ τοῦτο οὐ μάτην, ἀλλ᾽ ὑπὲρ «τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων,» φησὶ, καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν. Δεῖ δὲ, οἶμαι, τὴν τῶν εἰρημένων δύναμιν κατευρύνοντας ἀπεργάσασθαι διαφανεστέραν.
Κατὰ μὲν γὰρ τοὺς ἄνωθεν ἔτι καιροὺς κέκμηκεν οὐ μετρίως τὸ τῶν Ἰουδαίων ἔθνος, καταδῃούντων αὐτὸ, τοῦτο μὲν Ἀσσυρίων καὶ Ἐλαμιτῶν, τοῦτο δὲ τῶν ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἐπιλάμψας δὲ μετὰ τοῦτο Χριστὸς ἡ πανσθενεστάτη χεὶρ καὶ παντουργὸς δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὴν ἐμφανῆ καθίστη διὰ θαυμάτων, καὶ πληροφορεῖν ἠπείγετο τοὺς ἐξ Ἰσραὴλ, ὅτι τε εἴη κατὰ ἀλήθειαν Θεὸς, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱός. Τί γὰρ τῶν ἄγαν τεθαυμασμένων οὐ τετέλεσται παρ᾽ αὐτοῖς; πάντα γὰρ ἦν θεοπρεπῆ καὶ παράδοξα, καὶ τῆς ἀνωτάτω δυνάμεως σαφῆ τε καὶ ἐναργεστάτην ἔχοντα τὴν ἐπίδειξιν. Κατ᾽ ἐκεῖνο, φησὶ, τοίνυν τοῦ καιροῦ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, ὑπὲρ τοῦ ζηλῶσαι τὸν Ἰσραὴλ, καὶ οἷον μὴ μόνοις τοῖς ἔθνεσι παραχωρῆσαι Χριστὸν, ἑλέσθαι δὲ καὶ αὐτοὺς ἐλπίδα ἔχειν τὴν ἐπ᾽ αὐτῷ, καὶ μὴν καὶ ὑπ᾽ αὐτῷ γενέσθαι ζητεῖν, ἄρχοντά τε ποιεῖσθαι, καθηγητὴν καὶ διδάσκαλον, τὸν ταύτης ἕνεκα τῆς αἰτίας γενόμενον ἄνθρωπον. Καὶ γοῦν ἔφασκε διὰ φωνῆς τοῦ Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἧκεν μὲν γὰρ ὁ Χριστὸς, οὐκ ἀπεστάλθαι λέγων εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.
Καὶ γοῦν παρ᾽ αὐτοῖς διεκήρυξε πρώτοις, ἐνετέλλετο δὲ καὶ τοῖς ἁγίοις ἀποστόλοις· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ διατετελέκασιν ἐκ πολλῆς ἄγαν ἀπονοίας οἱ δείλαιοι τὸν ἀφιγμένον εἰς τοῦτο ταῖς ἀπειθείαις περιυβρίζοντες, μεταπεφοίτηκεν ἐπὶ τὰ ἔθνη λοιπὸν, καὶ γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.
Ταύτῃ τοι καὶ νῦν ὁ προφήτης, ἅτε δὴ καὶ ὑπάρχων Πνευματοφόρος ἀνὴρ, καὶ τῶν ἐσομένων τὴν γνῶσιν διὰ τῆς ἄνωθεν δᾳδουχίας πεπλουτηκὼς, πρῶτον διαμέμνηται τῶν ἐθνῶν, εἶτα μετ᾽ ἐκείνους τοῦ Ἰσραὴλ, ὡς ἐῤῥιμμένου κατόπιν τῶν διὰ πίστεως ἡγιασμένων, τεθειμένου τε εἰς νῶτον καὶ ἐν τοῖς περιλοίποις, κατὰ τὸ γεγραμμένον. <Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραῒμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραῒμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραΐμ.> Παραδόξως ἡμῖν ὁ προφήτης τὸν ἔν γε τούτοις μάλιστα διαπεραίνει λόγον. Δέχεται γὰρ τὸ ἱστορικῶς γεγονὸς εἰς εἰκόνα πράγματος νοητοῦ· χρῆναι δὲ οἶμαι ὡς ἔνι εἰπεῖν καὶ τοῦτο λαμπρῶς. Διεδέξατο γὰρ τὴν Σολομῶντος ἀρχὴν ὁ ἐξ αὐτοῦ γεγονὼς Ῥοβοάμ· κατεσχίσθη δὲ πρὸς διχόνοιαν ἀπ᾽ αὐτοῦ τὸ τῶν Ἰουδαίων ἔθνος· καὶ αἱ μὲν δέκα φυλαὶ καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ μετῳκίσθησαν ἐν τῇ Σαμαρείᾳ, ἐν δέ γε τοῖς Ἱεροσολύμοις ἀπομεμένηκεν ἡ Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ.
Ἐβασίλευόν τε κατὰ καιροὺς τούτων τε κἀκείνων τινές· ἐν μὲν τοῖς Ἱεροσολύμοις, οἱ ἐκ φυλῆς Ἰούδα· ἐν δέ γε τῇ Σαμαρείᾳ, οἱ ἐκ φυλῆς Ἐφραΐμ· καὶ πολὺς ὁ μεταξὺ τοῖς μέρεσιν ἀνεκαίετο ζῆλος, πόλεμοί τε συχνοὶ, καὶ κατ᾽ ἀλλήλων ἐπαναστάσεις, καθὰ καὶ ἐν βίβλοις τῶν Βασιλειῶν διηγόρευται σαφῶς. Ἐπειδὴ δὲ Χαλδαῖοι καὶ οἱ Βαβυλῶνος τῆς Περσικῆς βεβασιλευκότες, ἅπασαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίαν καταδῃώσαντες, ἀπεκόμισαν αἰχμάλωτον εἰς τὴν ἑαυτῶν τόν τε Ἰσραὴλ καὶ τὸν Ἰούδαν, τοῦτ᾽ ἔστι, τούς τε ἐν τῇ Σαμαρείᾳ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις· εἶτα τῆς αἰχμαλωσίας ἀπηλλαγμένοι, πάλιν ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, καὶ κατῳκήκασιν οὐκέτι διῃρημένως, ἀλλ᾽ ἐν τοῖς Ἱεροσολύμοις ἅπαντες· ἐπαύσαντο δὲ τοῦ καὶ ἀνὰ μέρος χρίειν ἐφ᾽ ἑαυτοῖς βασιλέας τε καὶ ἄρχοντας, θλίβειν τε ἀλλήλους, καὶ ζηλοῦν ἔτι, καθὰ καὶ πρότερον. Ὑφ᾽ ἑνὶ γὰρ γεγόνασι τὸ τηνικάδε Ζωροβάβελ τῷ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ τῷ προὔχοντι καθ᾽ ἱερωσύνην. Καὶ ὁ μὲν τῆς ἱστορίας ἐν τούτοις λόγος. Γέγονε δὲ τῷ προφήτῃ σκοπὸς, ὡς ἐκ πραγμάτων ἐμφανεστέρων καὶ ἐκ τῶν τοῖς πάλαι συμβεβηκότων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καταδεῖξαι τὰ κατορθώματα.
Ἐγηγερμένου γὰρ τοῦ σημείου, τοῦτ᾽ ἔστι, τοῦ τιμίου σταυροῦ, καὶ ἐμφανοῦς γεγονότος τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς, γέγονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ (δῆλον δὲ ὅτι τῇ νοητῇ), συνδρομὴ πρὸς ὁμοψυχίαν, σπουδὴ πρὸς ὁμόνοιαν καὶ ὁμοπιστίαν τῶν πάλαι διῃρημένων· οἳ πολλοῖς τε καὶ ἀνοσίοις τυράννοις κατεζευγμένοι (δεδουλεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι), ἀπεσείσαντο μὲν τὸν ἐκείνων ζυγὸν, συνδεδραμήκασι δὲ καὶ μάλα προθύμως εἰς τὴν νοητὴν Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν, καὶ ὑφ᾽ ἑνὶ γεγόνασι βασιλεῖ, τοῦτ᾽ ἔστι Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζωροβάβελ ἦν, ἀνακομίζων ἐκ τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ συνόντος αὐτῷ καὶ Ἰησοῦ τοῦ ἱερέως καὶ μεγάλου, ἵν᾽ ἐν αὐτῷ νοῆται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γεγονὼς, καθά φησιν ὁ θεσπέσιος Παῦλος. Ὅτι δὲ τὸ Χριστοῦ σημεῖον, τοῦτ᾽ ἕστιν, ὁ τίμιος σταυρὸς γέγονε πρόξενος τοῦ συνενεχθῆναι πρὸς ὁμοπιστίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, οἰκειωθῆναί τε οὕτω δι᾽ αὐτοῦ τῷ παναγίῳ Πατρὶ, σαφὲς ἂν γένοιτο δι᾽ ὧν γέγραφεν ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής.
Εἰσκεκόμικε γὰρ τὸν ἐπάρατον Καϊάφαν τοῖς ἐν τῷ συνεδρίῳ λέγοντα· «Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Προσεπήνεγκε δὲ τούτοις αὐτοῖς· «Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ᾽ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.» Γέγονε γὰρ ὁ Χριστὸς εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσας λαούς· ἄμφω τε δι᾽ ἑαυτοῦ καταλλάττων τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὴν μεταξὺ καταλύων ἔχθραν, ἵν᾽ οἱ πάντες ἐν ἑνὶ πνεύματι καὶ ἐν ἑνὶ σώματι, σύμψυχοί τε ἀλλήλοις καὶ σύσσωμοι γεγονότες, ἐν αὐτῷ δὲ δηλονότι τῷ Χριστῷ, καρποφορήσωμεν αὐτῷ τὴν ὑπὲρ νόμον δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν καθαρότητα.
Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς πεπραγμένων εἰς θεωρίαν ἐρχόμενος τὴν πνευματικὴν, συνήσεις εὖ μάλα τοῦ Χριστοῦ τὸ μυστήριον. <Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.> Τίνα δὴ τρόπον οἱ ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς, τοῦτ᾽ ἔστι, πάντα τὰ ἔθνη συνενεχθήσεσθαι πρὸς ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως, καὶ εἰς σύνδεσμον ἀγάπης ἁγιοπρεποῦς, διατρανοῖ πάλιν ἐν τούτοις.
Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Χριστός· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ὡς γὰρ αὐτὸς ἔφη πάλιν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ δυσσεβείας ἁπάσης ἄκρον ἐληλακότες πεπαρῳνήκασιν εἰς Χριστὸν, καὶ ἀπεκτόνασιν ἀρχηγὸν τῆς ζωῆς, καὶ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο· τότε δὴ, τότε πατήσας τὸν θάνατον, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἶτα καταπεφοίτηκεν εἰς αὐτοὺς ἡ ἐξ ὑψοῦ δύναμις, οὐκέτι μεμενήκασιν κατὰ μόνην τὴν Ἰουδαίαν εὐαγγελιζόμενοι τὸν Ἰησοῦν, ἀλλ᾽ οἱ μὲν εἰς Ἠῶ, καὶ τὰς τῇδε πόλεις ἀπιόντες ἐκήρυττον· οἱ δὲ τὴν Ἑσπέραν καταλαμβάνοντες, ἄλλοι δὲ τοῖς ὁμόροις ἔθνεσι τοὺς τῆς κατηχήσεως ἐχαρίζοντο λόγους· ἦν δέ πως ἀνάγκη τὴν ὑφ᾽ ἡλίῳ πᾶσαν περινοστεῖν ἐθέλοντας κεχρῆσθαι καὶ πλῷ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκέναι διισχυρίζεται.
Καὶ ὁ τὰς Πράξεις δὲ τῶν ἁγίων ἀποστόλων συγγεγραφὼς, ἐπιβῆναί φησιν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ πλοίῳ Ἀλεξανδρίνῳ παρασήμῳ Διοσκούροις. Ἔθος γάρ πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εὐώνυμα γραφὰς εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰκὸς, εἰδωλολατρείας κρατούσης κατ᾽ ἐκεῖνο καιροῦ, ἐγγεγράφθαι τῇ νηῒ τοὺς Διοσκούρους, ταύτῃ τοίνυν ἀκόλουθον ἀλλόφυλον εἶναι, τοῦτ᾽ ἔστιν, εἰδωλολάτρην τῆς νεὼς τὸν δεσπότην.
Οὐκοῦν ἐν πλοίοις ἀλλοφύλων πετασθήσονται, φησὶ, τοῦτ᾽ ἔστι, δρομαῖοι καὶ πρόθυμοι καὶ οἱονεὶ πτηνοὶ διαβήσονται, καὶ προνομεύσουσι τὴν θάλασσαν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ θάλασσαν ἀποκαλεῖν τὰ πρὸς τῇ ἑσπέρᾳ μέρη, διάτοι τὸ σφόδρα πολλὴν καὶ εὐρεῖαν εἶναι τὴν ἐκείνης θάλασσαν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ, παντὸς τοῦ κόσμου δημιουργὸν ἀποφαίνων τὸν τῶν ὅλων Θεὸν, «Τὸν βοῤῥᾶν,» φησὶ, «καὶ θάλασσαν σὺ ἔκτισας.» Ὅτι δὲ καὶ ὁ θεσπέσιος Πέτρος, καὶ μὴν καὶ αὐτὸς ὁ πάνσοφος Παῦλος, τὰ τῆς ἑσπέρας καταλαβόντες μέρη, κατηγγέλκασι τὸν Ἰησοῦν, ἐνδοιάσειεν ἂν οὐδείς. Προνομεύσουσι δὲ, φησὶ, καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσιν. Οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Μετὰ γάρ τοι τὴν τῶν Ἰουδαίων χώραν, ἅπασαι λοιπὸν αἱ ὅμοροί τε καὶ γείτονες, εἰ καὶ ἔτι ποῤῥωτέρω, μεσταὶ μὲν ἦσαν εἰδωλολατρῶν, ἀσύμβατοι δὲ τοῖς φρονήμασι τοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Ἰδουμαῖοί τε καὶ Μωαβῖται, καὶ μέντοι καὶ υἱοὶ Ἀμμὼν, ὅμοροί τε ἦσαν τοῖς ἐξ Ἰσραὴλ, καὶ γείτονα μὲν κατενέμοντο χώραν, διάφοροι δὲ δεινῶς, καὶ τῶν ὅτι μάλιστα πολεμιωτάτων.
Προσεκύνουν δὲ τοῖς ἄστροις, καὶ δι᾽ αἰδοῦς ἁπάσης ἐποιοῦντο τὸν Ἑωσφόρον, προὔ[σ]χοντα δὲ τῶν ἄλλων ἀπεκάλουν Θεόν. Ἀλλ᾽ αὐτοῖς καὶ πρώτοις εἰς νοῦν καὶ καρδίαν ἀνέλαμψεν ὁ ἀληθῶς Ἑωσφόρος, καὶ διηύγασε τῆς νοητῆς ἡμέρας τὸ φῶς.
Ἀποβεβληκότες δὲ τὴν ἀρχαίαν ἐκείνην ἀχλὺν, καὶ τὸ κτίσει λατρεύειν ἔτι παρωσάμενοι, προσκεκυνήκασι τῷ Χριστῷ, καὶ τοὺς πάλαι πολεμιωτάτους, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, ἐποιοῦντο μυσταγωγοὺς καὶ καθηγητὰς ὁδοῦ τῆς ἀποφερούσης εἰς σωτηρίαν. <Καὶ ἐξερημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν.
Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ ὡσεὶ ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.> Κεκράτηκε μὲν ἐκ πλεονεξίας τῶν ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρέτης καὶ πατήρ. Ἀποβουκολήσας τῆς ἀληθείας τὸν ἄνθρωπον, τῆς τῶν δαιμονίων ἀγέλης ἀπετέλει προσκυνητὴν, καὶ τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς· Αἰγύπτιοι δὲ μάλιστα δεισιδαιμονέστατοι παρὰ τοὺς ἄλλους καὶ δεινοὶ πρὸς τοῦτο γεγόνασι.
Τεμένη γὰρ ἦσαν πανταχοῦ καὶ βωμοὶ κατὰ τὴν χώραν αὐτοῖς, ἕδη τε μυρία, καὶ ἀγαλμάτων ἐσμὸς, πολύμορφά τε τὰ ἐν σηκοῖς. Προσκεκυνήκασι γὰρ πτηνοῖς καὶ ἰχθύσιν, αἰγὶ καὶ προβάτῳ, καὶ μόσχος ἦν τὸ σέβας αὐτοῖς. Ἀλλὰ καὶ οὕτως ἔχοντας ἐπεσκέπτετο Θεὸς, καὶ ὁμοῦ τοῖς ἄλλοις ἐκάλει πρὸς τὸ φῶς, καὶ πρὸς ἐπίγνωσιν ἀληθείας. Διεκήρυξαν γὰρ ἐν αὐτῇ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ Μάρκος τε ὁ μακάριος εὐαγγελιστὴς, καὶ ἕτεροι δὲ μετ᾽ αὐτὸν κατὰ καιρούς· τοῦτο μὲν ἐκ τῆς Ἑβραίων ὁρμώμενοι χώρας, τοῦτο δὲ καὶ ἐξ αὐτῶν τῶν πεπιστευκότων μυσταγωγοὶ καὶ διδάσκαλοι κατὰ καιροὺς ἀναδεδειγμένοι.
Τίνα δὴ τρόπον καὶ τοῦτο κατώρθωται, διειπεῖν ἀναγκαῖον, τὸν τῆς ἱστορίας κατευρύνοντας λόγον. Πρὶν μὲν γὰρ τὰ Ῥωμαίων κατὰ πάντων ἰσχῦσαι κράτη, χώρας τε ἑκάστης ἴδιον ἐχούσης τὸν ἡγούμενον, ἤτοι βασιλεύοντα, πολλή τις ἦν τοῖς ἔθνεσιν ἡ διαφορά· τοῦτο μὲν ὅτι καὶ τὸ τῆς θρησκείας ἑτεροῖον ἀνακαίεσθαι μεταξὺ τὴν ἔχθραν ἐποιεῖτο, τοῦτο δὲ ὅτι καταληΐζεσθαι τοῖς ἐθέλουσιν ἐξῆν τὸν ἐκ τῆς ἑτέρας, ἐπιτιμῶντος οὐδενός. Ἦν οὖν ἀμιξία πρὸς ἄλληλα πλείστη τέως τοῖς ἔθνεσι, καὶ τὸ ἁλῶναί τισι τῆς ἑτέρων χώρας εἴσω γεγονόσιν οὐκ ἀζήμιον. Ἐπειδὴ δὲ ἴσχυσε κατὰ πάντων ἡ Ῥωμαίων ἀρχὴ, καὶ ὑφ᾽ ἕνα γεγόνασι τὸν ἡγούμενον, νόμοις τοῖς παρ᾽ αὐτῶν διαβιοῦν ἐδιδάχθησαν, ἐπιμιξίαι τε λοιπὸν αἱ πρὸς ἄλληλα τῶν ἐθνῶν γεγόνασιν ἀδεεῖς, καὶ πολλὴ κεκράτηκεν ἡμερότης· τότε δὴ, τότε τοῖς εὐαγγελιζομένοις τὸν Ἰησοῦν γέγονε δίοδος, ἤτοι ὁδὸς, τοῦ καὶ ἐν Αἰγύπτῳ δύνασθαι παρελθεῖν. Εἷλεν δὲ τίνα τρόπον τὴν Αἰγυπτίων ὁ Αὔγουστος Καῖσαρ, ὁ προφητικὸς ἡμῖν διερμηνεύει λόγος. Ὁ μὲν γὰρ τῆς Αἰγύπτου ποταμὸς εὐρύς τε καὶ πολὺς, καὶ πλημμυρῶν κατὰ καιροὺς, δι᾽ ἑπτὰ στομάτων ἔρχεται, ἁλὶ τῇ γείτονι τὸ νᾶμα δωρούμενος· γεγονώς γε μὴν ἐν τοῖς μέρεσι τῶν ἑλείων ἀνδρῶν, λίμνας ἀποτελεῖ μακρὰς καὶ εὐρείας, καὶ ἅπασαν αὐτῶν ἐπικλύζει τὴν γῆν, ὥστε καὶ ναυσίπορον εἶναι τὴν πυροφόρον.
Ὡς οὖν ὁ Αὔγουστος Καῖσαρ τῆς Ἰουδαίας κεκρατηκὼς ἧκεν εἰς τὴν Αἰγυπτίων, ᾤοντο μὲν οἱ ταύτης οἰκήτορες, ὅτι κἂν εἰ ἕλοιντο κατηρεμεῖν, ἀποσχέσθαι τε πολέμου καὶ ὅπλων, ἄληπτον ἐκείνῳ τὴν χώραν ἐργάσεται τὸ διεζῶσθαι λίμναις τε καὶ ποταμοῖς. Ἐπειδὴ δὲ τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τοῖς Ῥωμαίων σκήπτροις ὑποφέρειν ἐδόκει καὶ αὐτὴν μετὰ τῶν ἄλλων τὴν Αἰγυπτίων, ἀνέμῳ νότῳ βιαιοτάτῳ τὸ τοῦ ποταμοῦ κατωθήσας ὕδωρ ἐπὶ τὴν θάλασσαν, βάσιμον ἅπασαν ἐτίθει τὴν χώραν, ὥστε τοὺς διαπεραιοῦσθαι θέλοντας λίμνας τε καὶ αὐτὰς δὲ τὰς φάραγγας, ἤτοι τὰ ἑπτὰ στόματα τοῦ ποταμοῦ, μηδ᾽, ὅσον εἰπεῖν, ἀπολῦσαι τοῦ ποδὸς τὸ ὑπόδημα. Καταλειαίνοντος τοίνυν τοῦ Θεοῦ τὴν πάροδον τῇ Ῥωμαίων στρατιᾷ, νενίκηνται τὰ Αἰγυπτίων. Τοῦτο πάλιν ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· «Τάδε λέγει Κύριος Σαβαὼθ, Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ· καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ.»—Ἐξερημώσει τοίνυν, φησὶ, Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ, καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Καὶ ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ.
Χειρὸς γὰρ ἔργον, ἤτοι δυνάμεως τῆς θείας, γενέσθαι φαμὲν τοῦ βιαιοτάτου πνεύματος τὴν κατὰ τῶν ὑδάτων ἐπαγωγήν. Ἐπάταξε γὰρ τὰς ἑπτὰ φάραγγας, τοῦτ᾽ ἔστι, τὰ στόματα, καὶ ἀποτετέλεκεν οὕτω ξηρὰς, ὡς διαπορεύεσθαι αὐτὰς ἐν ὑποδήμασι.
Τότε δὴ, τότε, φησὶν, ἔσται δίοδος ἐν Αἰγύπτῳ τῷ καταλειφθέντι μου λαῷ. Καὶ ποῖος οὗτος ἦν; Οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, περὶ ὧν καὶ ὁ προφήτης Ἡσαΐας· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ἀπαρχὴ δὲ ὥσπερ τοῦ καταλείμματος οἱ μακάριοι μαθηταὶ καὶ οἱ σὺν αὐτοῖς, ὧν εἷς γέγονε καὶ ὁ θεσπέσιος Μάρκος. Ἀλλὰ καὶ ἔσται, φησὶν, ὡς ἡ ἡμέρα, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τοῦτ᾽ ἔστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, τὸν θεῖόν τε καὶ οὐράνιον λόγον τοῖς ἐν Αἰγύπτῳ διακηρύξαντες, ἡσθήσονται λίαν, καθάπερ ἀμέλει καὶ κατ᾽ ἐκείνην ἥσθησαν τὴν ἡμέραν, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου. Πάλιν μὲν γὰρ αὐτοὶ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπεκομίζοντο. Κηρυγμάτων δὲ τῶν θείων ἱερουργοὶ γεγονότες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ταμίαι γνήσιοι, οὐ σαρκικῆς δουλείας ἀπήλλαττον Αἰγυπτίους, ἀλλὰ τῆς τοῦ διαβόλου χειρὸς ἐξελόντες ἐλευθέρους ἀπετέλουν. Καὶ μεσιτεύοντος τοῦ μὲν [τοῦ] πανσόφου Μωσέως, ὁ ποταμὸς εἰς αἷμα μετεσκευάζετο· νυνὶ δὲ γέγονεν αὐτοῖς ἐν Χριστῷ τὸ ὕδωρ σωτήριον. Σεσώσμεθα γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος. Κατεπνίγοντο τότε τῇ Ἐρυθρᾷ θαλάσσῃ προσβεβληκότες οἱ διώκοντες τὸν Ἰσραήλ· ἐδιδάχθησαν δὲ διὰ τῶν ἁγίων ἀποστόλων, τὸν τοῦ παρόντος διανήχεσθαι βίου κλύδωνα, καὶ κυμάτων ἀμείνους ὁρᾶσθαι κοσμικῶν· ἐπέπιπτεν αὐτοῖς ἡ χάλαζα τότε δεινὴ καὶ ῥαγδαιοτάτη.
Ἐπειδὴ δὲ μεμυσταγώγηνται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, ὑετὸς αὐτοῖς ὁ θεῖος εἰς νοῦν καταβέβηκεν, ἐγκάρπους ἀποτελῶν.
Βαθὺς καὶ τριήμερος ἐπενήνεκται σκότος· ἀλλὰ γεγόνασιν ἐν φωτί. Τεθρηνήκασι τὰ πρωτότοκα· ἀλλὰ σέσωκεν αὐτοὺς ἐκ θανάτου καὶ φθορᾶς ὁ Πρωτότοκος ἐκ νεκρῶν, τοῦτ᾽ ἔστι, Χριστός. Ἐπ᾽ οὖν τούτοις ἅπασι χαίρειν ἦν ἀκόλουθον τοὺς ἐξ Ἰσραὴλ, ὡς ὅτε ἐξῆλθον αὐτοὶ ἐκ γῆς Αἰγύπτου. <Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ᾽ ἐμοῦ, καὶ ἠλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.> Ἀνασεσῶσθαι λέγων τοὺς ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν τοὺς ὅτι μάλιστα τῶν ἄλλων δεισιδαιμονεστάτους, εἰκότως αὐτοὺς δοξολογοῦντας εἰσφέρει. Τοῦ γὰρ ἀπηλλάχθαι μὲν ὁλοτρόπως τῆς πρώτης τε καὶ ἐν ἀρχαῖς ἐνούσης αὐτοῖς ἀμαθίας, μεταφοιτῆσαι δὲ λοιπὸν εἴς γε τὸ ἑλέσθαι φρονεῖν τὰ αὐτῷ δοκοῦντα καὶ μόνῳ τῷ διασώσαντι Θεῷ, γένοιτ᾽ ἂν ἀνάδειξις ἐναργὴς, τὸ ἐπείγεσθαι δοξολογεῖν, καὶ καθάπερ τινὰ θυσίαν πνευματικὴν προσκομίζειν αὐτῷ τὰς εὐχαριστίας.
Οὐκοῦν κατ᾽ ἐκεῖνο, φησὶ, τοῦ καιροῦ, καθ᾽ ὃν ἂν γένοιτο δίοδος ἐν Αἰγύπτῳ, τοῦτ᾽ ἔστι, τοῖς τὸν εὐαγγελικὸν καὶ σωτήριον πρεσβεύουσι λόγον, Σὺ, φησὶν, ὁ ἐν σκότῳ πάλαι βαθεῖ, καὶ πικρὸς εἰδωλολάτρης ὁ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκεχωσμένος, ὅταν τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέψῃς πρὸς τὸ φῶς· ὅταν ἴδῃς τοῦ κεκληκότος τὴν δόξαν, καὶ εἰς αἴσθησιν ἐνεχθῇς, ἐξ οἵων εἰς οἷα μετακεχώρηκας πράγματα· καὶ ὅτι πικρῷ τυράννῳ κατεζευγμένος, ἔξω μὲν τῆς ἐκείνου γέγονας πλεονεξίας, ὑπέδραμες δὲ τὴν ἐπικουρίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ διασώζοντος τοὺς ἀπολωλότας· τότε δὴ, τότε σεαυτῷ δὴ λίαν καὶ μάλα εἰκότως ἐπιγαννύμενος ἀναφωνήσεις λέγων· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ᾽ ἐμοῦ, καὶ ἠλέησάς με. Ἀνακομίζουσι δὲ τὰ χαριστήρια, καὶ ἀνάπτουσι τὰς δοξολογίας, οὐχ ὅτι γεγόνασιν ὑπὸ θείαν ὀργὴν, ἀλλ᾽ ὅτι γεγονότες ἠλέηνται. Ὠργίσθαι δέ φαμεν τοῖς τὰ τοιάδε λέγουσι τὸν τῶν ὅλων Θεὸν, δῆλον ὅτι τοῖς εἰδωλολάτραις.
Διὰ ποίαν αἰτίαν; Παῦλος ἡμῖν ὁ θεσπέσιος σαφηνιεῖ γεγραφώς· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ ἑρπετῶν, καὶ τετραπόδων. Ταύτῃ τοι,» φησὶ, «παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας ποιεῖν τὰ μὴ καθήκοντα.» Οἱ γὰρ δὴ τὴν θείαν παρασημάναντες δόξαν, καὶ τῆς ἀνωτάτω φύσεως τὸ ἐξαίρετον κάλλος τοῖς οὕτως οἰκτροῖς ἀναθέντες κτίσμασι, πῶς οὐ σφόδρα εἰκότως τοῖς ἐκ θείας ὀργῆς κινήμασιν ὑπενεχθεῖεν ἄν; Ἐπειδὴ δὲ, φησὶν, ἀπέστρεψας τὸν θυμόν σου, ἠλέησάς με (κέκλημαι γὰρ εἰς ἐπίγνωσιν διὰ πίστεως, οὐ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς, καθὰ γέγραπται, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος)· ταύτῃ τοι, φησὶν, εἰς αἴσθησιν τῆς μεγαλοδωρίας ἐνηνεγμένος, ἀκατάληκτον προσοίσω σοι τὴν δοξολογίαν, καὶ δὴ καὶ ἐρῶ· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ. Πάλαι μὲν γὰρ ξύλοις τε καὶ λίθοις προσπίπτοντες, καὶ τοῖς ἀναισθήτοις ἀγάλμασι προσκομίζοντες θυσίας, σώζεσθαι δι᾽ αὐτῶν παρεκάλουν.
Ἐπειδὴ δὲ Θεὸν ἐγνώκασιν τὸν ἀληθινὸν, τοὺς ψευδωνύμους παρωσάμενοι, αὐτόν τε καὶ μόνον καταδεικνύουσι λέγοντες· Ἰδοὺ ὁ Θεός μου Σωτήρ μου Κύριος. Οὐκ ἐπὶ ξύλοις ἔτι καὶ λίθοις ἔσομαι πεποιθὼς, φησὶν, ἀλλ᾽ ἐπ᾽ αὐτῷ καὶ μόνῳ, καὶ δι᾽ αὐτοῦ σωθήσομαι. Κἂν ὁ πάλαι πλεονεκτήσας καὶ συναρπάσας εἰς πλάνην, προσέρχεται πάλιν πειράζων καὶ μαχόμενος, Νικήσω, φησὶν, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος. Ὁρᾷς ὅπως ἐγνώκασιν ὅτι σωτήριον χρῆμα τὸ δοξολογεῖν; «Θῦσον» γὰρ, φησὶ, «τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου.» Καὶ, «Ἐπικαλέσεις με ἐν ἡμέρᾳ θλίψεώ σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» <Καὶ ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου.> Φιλότιμος ὁ κεκληκὼς, ἕτοιμος εἰς ἀντίδοσιν ὁ διασώσας Θεὸς, εὐεργετεῖ τοὺς ἐπεγνωκότας, θείοις τε καὶ πνευματικοῖς κατευφραίνει πλουσίως τοὺς δοξολογοῦντας αὐτόν. Ἄθρει γὰρ ὅπως οἱ μὲν ὡμολόγουν λέγοντες· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ· ὁ δὲ παραχρῆμα, καὶ πηγὰς αὐτοῖς καὶ ὕδωρ ἐπαγγέλλεται σωτήριον. Ἔδει γὰρ, ἔδει τοὺς ἐκ σκότους δραμόντας πρὸς τὸ φῶς, τοὺς ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν κεκλημένους τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ μὴ ἀμοιρῆσαι παιδαγωγίας καὶ λόγου τοῦ κατευφραίνοντος, καὶ συνέχειν αὐτοὺς ἰσχύοντος πρὸς εὐσέβειαν. «
Οὐ γὰρ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται,» φησὶν, «ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ὕδωρ μὲν οὖν ἀποκαλεῖ τὸν ζωοποιὸν τοῦ Θεοῦ, λόγον· πηγὰς δὲ τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, προσθείην δι᾽ ἂν ὅτι καὶ αὐτοὺς τοὺς προφήτας· Σωτήριον δὲ τὸν Χριστόν. Ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ ταῖς εἰς πίστιν ὁμολογίαις ἐμὲ τὸν φύσει καὶ τὸν ὅλων Θεὸν εὐφραίνοντες, ἀντικομιεῖσθε θείαν τε καὶ πνευματικὴν εὐφροσύνην, ἀρυόμενοι τὸν λόγον τὸν εἰς τοῦτο ὑμᾶς συνέχειν ἰσχύοντα ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, τοῦτ᾽ ἔστι, Χριστοῦ. Αὐτὸς γὰρ ἀνέδειξε τοὺς ἁγίους ἀποστόλους· περὶ ὧν καὶ ὁ μακάριος ψάλλει Δαβίδ· «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης.» Πηγαὶ μὲν γὰρ ὑδάτων εἰσὶν οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ἀναβρύοντες λόγους. Εἰσὶ δὲ ὁμοίως καὶ θεμέλια τοῦ κόσμου. Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χριστὸς, ὃς καὶ τεθεῖσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὰ θεμέλια τῆς Σιὼν, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας. Αὐτῷ γὰρ ἐπερηρείσμεθα καὶ διὰ πίστεως ἐποικοδομούμεθα οἶκος πνευματικὸς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ᾽ αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, εἶεν ἂν ὀνομάζοιντό τε καὶ σφόδρα εἰκότως οἱ διακηρύττοντες αὐτὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν.
Ἀνέχουσι γὰρ ἡμᾶς τὰ αὐτῶν συγγράμματα πρὸς ἑδραιότητα καὶ βεβαίωσιν τὴν ἐν πίστει τε καὶ ἀληθείᾳ. <Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου.> Ὦ παραδόξου πράγματος! Ὁ ἀρτίως μυσταγωγούμενος, εἶτα περιτυχὼν ταῖς τοῦ Σωτηρίου πηγαῖς καὶ τὸ ζωαρκὲς ἀρυσάμενος νᾶμα, τοσαύτην ὁρᾶται προσειληφὼς τὴν ἐπίδοσιν, τὴν εἴς γε φημὶ τὸ εἶναι πιστὸς καὶ γνήσιος, ὥστε καὶ ἀποστολικὴν εὐθὺς ἐνδείκνυται λειτουργίαν. Καὶ οὐχ ὅπως αὐτὸς δοξολογεῖν ἐπείγετο μόνος, ἀλλ᾽ ἤδη καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο δρᾷν ἐπιτάττει λέγων· Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Καὶ τίσιν ἄρα προστάττει βοᾷν, ἐναργὲς καθίστησιν ἐπιλέγων εὐθύς· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Μὴ γὰρ δὴ λανθανέτω, φησὶ, τοῦ Σωτῆρος ἡ δόξα, ἅπασιν ἔστω καταφανὴς ἡ θεοπρεπὴς αὐτοῦ δύναμίς τε καὶ ἐξουσία.
Σέσωκε μὲν ἀμνησικάκως· καθεῖλεν ἄμαχον τυραννίδα τὴν τοῦ διαβόλου καὶ τῶν δαιμονίων· ἐλυτρώσατο τοὺς ἠπατημένους· ἠλευθέρωσε τοὺς ἐν αἰχμαλωσίᾳ· εὐηγγελίσατο τυφλοῖς ἀνάβλεψιν. Δεδικαίωκε διὰ πίστεως, ἡγίασε διὰ τοῦ Πνεύματος, υἱοὺς ἀπέφηνε Θεοῦ τοὺς πάλαι δραπέτας καὶ τὴν ἀκλεᾶ καὶ ἐπάρατον διαβιοῦντας ζωήν. Πεπληροφόρηκε διὰ πραγμάτων ὅτι φύσει τε καὶ ἀληθῶς ἐστι Θεός. Ἤγειρε νεκροὺς, καθαροὺς ἀπέφηνε τοὺς ἐν λέπρᾳ. Τεθεράπευκε νεύμασι τοὺς ἐν ἀῤῥωστίαις· ἀνέκοψε πνευμάτων ὁρμάς. Δεδυσώπηκε θάλασσαν ἀγρίαν οὖσαν. Οὐκοῦν ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, καὶ διὰ μνήμης ποιεῖσθε πολλῆς, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑψηλὰ γὰρ ἐποίησεν. Καὶ γάρ ἐστιν ἀληθῶς ὑπὲρ ἀνθρώπου χεῖρα, μᾶλλον δὲ καὶ παντὸς ἐπέκεινα θαύματος τὰ κατωρθωμένα.
Ἀγαλλιᾶσθε δὴ οὖν καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, τοῦτ᾽ ἔστιν, οἱ ἑδραίαν ἔχοντες τὴν πίστιν ἐν Ἐκκλησίαις· ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ ἐν δούλου μορφῇ καθίκετο δι᾽ ἡμᾶς οἰκονομικῶς, ἀλλ᾽ οὖν ἐκ τῶν ἀποτελεσμάτων, καὶ τῆς τῶν ἔργων λαμπρότητος, ὑψώθη θεοπρεπῶς· καὶ τίς κατὰ φύσιν ἐστὶν, ἐγνώκαμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.