Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην
Βιβλίο Β', Τόμος Β'
Εισαγωγή στις οράσεις κατά των εθνών, η πτώση της Βαβυλώνας, η ταπείνωση του Εωσφόρου και η προφητεία κατά της Φιλισταίας και της Συρίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β', Τόμος Β'
Εισαγωγή στις οράσεις κατά των εθνών, η πτώση της Βαβυλώνας, η ταπείνωση του Εωσφόρου και η προφητεία κατά της Φιλισταίας και της Συρίας.
ΤΟΜΟΣ Βʹ. <Ὅρασις ἣν εἶδεν Ἡσαίας υἱὸς Ἀμὸς κατὰ Βαβυλῶνος.> Ἡ μὲν κατὰ Βαβυλῶνος ὅρασις, καὶ μὴν καὶ αἱ ταύτῃ καθεξῆς, κατά γε Ἰδουμαίων καὶ Μωαβιτῶν, καὶ μέν τοι καὶ Αἰγυπτίων, καὶ προσέτι τῶν ἑτέρων πεποίηνται μὲν εἰς παράκλησιν τῷ Ἰσραήλ· ἱστορικωτέραν δέ πως τῶν σημαινομένων ἔχουσι τὴν ἀπόδοσιν, πλὴν ἐφεῖται τοῖς νουνεχεστέροις, ὡς ἐκ παχείας καὶ νῦν εἰκόνος μεταχαράττειν ἀστείως εἰς πνευματικὴν θεωρίαν τὰ τοῖς ἀρχαίοις συμβεβηκότα σαφεστάτην· ὃ τοῖς ἐντευξομένοις ποιήσεται τὴν ἀφήγησιν προϊὼν ὁ λόγος, καὶ τῶν γεγραμμένων ἕκαστα διερμηνεύων ὡς ἔνι. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἐπὶ τὴν τοῦ πράγματος ἀρχὴν ἀναδραμεῖν, καὶ τὰς τῆς ὁράσεως αἰτίας προαφηγήσασθαι. Κεκλημένος γὰρ διὰ τοῦ πανσόφου Μωσέως ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, καὶ νόμον ἔχων τὸν ἀπευθύνοντα πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, κατημέλησε μὲν τῆς αὐτῷ δοθείσης ἐντολῆς, ἐτράπετο δὲ πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, μᾶλλον δὲ καὶ τοῖς ἔτι χείροσιν ἑαυτὸν ἐνιεὶς, τοῖς τῆς εἰδωλολατρείας ἐνώλισθε βόθροις.
Ἐπῃτιᾶτο γοῦν τοιαῦτα δρᾷν ἑλομένους ὁ τῶν ὅλων Θεὸς διὰ παντὸς προφήτου, καὶ πολλὴν ἐποιεῖτο δεδυσσεβηκότος αὐτοῦ τὴν καταβοήν. Ἔφη γοῦν· «Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ.» Μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων. Καὶ πάλιν· «Τί ἡ ἠγαπημένη ἐποίησεν ἐν τῷ οἴκῳ μου βδέλυγμα;» Βδέλυγμα δὲ τὸ εἴδωλον ὀνομάζει. Οὐκοῦν ἀπονενευκότα δεινῶς εἰς ἐκτόπους ἐξιτηλείας, καὶ τῆς ὑπὸ Θεῷ δουλείας ἀποφέροντας τὸν αὐχένα, καὶ γαῦρον ὥσπερ αὐτῷ τὸ οἰκεῖον ἀντεγείροντες φρόνημα, παρεδίδου κατὰ καιροὺς, ποτὲ μὲν τοῖς τὴν γείτονα νεμομένοις χώραν, Ἰδουμαίοις τέ φημι, καὶ μέντοι καὶ Μωαβίταις, Αἰγυπτίοις καὶ τοῖς ἐκ Φυλιστιεὶμ, ποτὲ δὲ καὶ δυσαχθεστέραν αὐτοῖς ἐπιφέρων πληγὴν, τοὺς ὅτι μάλιστα τῶν ἐπὶ γῆς ὠμοτάτους αὐτοῖς ἐπηφίει, φημὶ δὴ τοὺς Βαβυλωνίους, οἳ καὶ πᾶσαν ἀμογητὶ τὴν τῶν Ἰουδαίων καταδῃώσαντες χώραν, αἰχμάλωτον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλὰ ταυτὶ μὲν ὅτι συμβήσεται παροτρύνουσιν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, προηγόρευον κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Οἱ δὲ καίτοι πρὸς πέρας αὐτοῖς ἐκβεβηκότων τῶν ἤδη προηγγελμένων, οὐδὲν ἧττον ἦσαν σκληροί τε καὶ ἀπειθεῖς, βδελυρὰν καὶ ἐκνομωτάτην ἐπιτηδεύοντες ζωήν.
Οἰκονομικώτατα τοίνυν ὁ τῶν ὅλων Θεὸς μετὰ πληγὴν καὶ μάστιγας καὶ τὰ ἐκ τῶν πολεμίων συμβεβηκότα κατὰ καιροὺς αὐτοῖς, καὶ τῶν ἡδίστων καὶ κατευφραίνειν εἰδότων ποιεῖται τὴν προαγόρευσιν· ὑπισχνεῖται δὲ ὅτι καὶ τοὺς ἤδη γεγονότας αἰχμαλώτους ὑπονοστῆσαι παρασκευάσει, καὶ τῶν τῆς ταλαιπωρίας ἀνήσει δεσμῶν, παραδώσει δὲ καὶ αὐτοὺς τοὺς πάλαι νικήσαντας εἰς χεῖρας ἐχθρῶν. Ἦν γὰρ δή που καὶ μάλα εἰκὸς, εἰ καὶ ἀνουθέτητοι μεμενήκασιν ἐπ᾽ ἐκείνοις, ἀλλ᾽ οὖν ἑλέσθαι λοιπὸν τὸ κἂν γοῦν τοῖς δευτέροις ἐφησθῆναί τε ἅμα, καὶ εἰς ἐλπίδα τῶν ποθουμένων ἀναπτερουμένους, τὴν τῷ Θεῷ φιλαιτάτην τιμῆσαι λατρείαν, καὶ ἀκλόνητον αὐτῷ τηρῆσαι τὸ φρόνημα.
Ἐπειδὴ τοίνυν, εἰ καὶ πολλοί τινες ἦσαν οἱ κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν πεπορθηκότες, ἀλλ᾽ οἵ γε τῶν ἄλλων ἀπηνέστεροί τε καὶ ἀγριώτεροι Χαλδαῖοι μάλιστα, καὶ οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες κατὰ καιροὺς αὐτοῖς οἱονεὶ καὶ πρώτοις ὁ τῆς προφητείας λόγος ἐπιπηδᾷ καί φησιν· <Ἐπ᾽ ὄρους πεδινοῦ ἄρατε σημεῖον.> Δεῖν δὲ οἶμαι τῆς ἑρμηνείας τῶν προκειμένων ἀκριβῆ ποιεῖσθαι τὴν ἀπόδοσιν ᾑρημένους, προαφηγήσασθαί τι τῶν ἀναγκαιοτάτων. Κύρος τοιγαροῦν, ὁ πατρὸς μὲν Καμβύσου γεγονὼς, μητρὸς δὲ Μανδάνης, Περσῶν τε καὶ Μήδων βεβασιλευκὼς, κατεστράτευσε τῆς Βαβυλῶνος, καὶ πάσης δὲ τῆς τῶν Χαλδαίων χώρας εὐρείας τε οὔσης καὶ πολλῆς ἄγαν· καὶ δὴ καὶ κεκράτηκεν. Εἷλεν αὐτὴν οὐ δυνάμεσιν ἰδίαις, οὔτε μὴν ἀλκιμωτέρᾳ χειρὶ χρήσασθαι δυνηθεὶς (ἄμαχον γάρ τι καὶ ἀνανταγώνιστον τὸ Χαλδαίων ἔθνος ἦν, διά τε πληθὺν, καὶ τὸ εὖ μάλα γεγυμνάσθαι τὰ τακτικὰ), Θεοῦ μᾶλλον ὑποφέροντος αὐτῷ τοὺς ἀνθεστηκότας, καὶ τὰ δυσσεβῆ τῶν Βαβυλωνίων κατασείοντος κράτη· διάτοι τὸ πλείστην μὲν ὅσην παρ᾽ αὐτοῖς εἶναι τὴν γοητείαν· ἀριθμοῦ δὲ κρείττονα τὸν τῶν εἰδώλων ἐσμόν· καὶ γοῦν γῆ τῶν γλυπτῶν κατωνόμασται, ἢ διὰ τὴν τῶν εἰδώλων πληθὺν, ἤγουν ὅτι καὶ ἕκαστος τῶν ἐκεῖσε κατῳκηκότων κατ᾽ οὐδένα τρόπον εἰδώλου διενεγκὼν ἡλίσκετο, κατά γέ φημι τὸ ἀσχέτως τε καὶ ἀκρατῶς ἀπονεῦσαι πρὸς πλάνησιν.
Εἶτα πρὸς τούτοις, ὅτι τὴν ἁγίαν καὶ ἐκνεμηθεῖσαν τῷ Θεῷ καταδῃώσαντες γῆν, τοῦτ᾽ ἔστι, τὴν Ἰουδαίαν, κατεμπρήσαντές τε τὰ Ἱεροσόλυμα, καὶ αὐτόν τε τὸν θεῖον ναὸν, ἀπεκόμισαν μὲν τὰ σκεύη τὰ ἱερὰ εἰς τὴν ἑαυτῶν, θυμῷ δὲ ἀκράτῳ χρώμενοι τὸν Ἰσραὴλ ἀπεκτόνασιν, καίτοι λαὸν ἅγιον ὠνομασμένον, μερίδα τε καὶ κλῆρον Θεοῦ.
Ὅτι μὲν γὰρ εἰδωλολατρήσαντα τὸν Ἰσραὴλ παρεδίδου Θεὸς εἰς χεῖρας ἐχθρῶν οὐκ ἀσυμφανὲς τοῖς τῶν ἱερῶν γραμμάτων ἐπιστήμοσιν, ἀλλ᾽ ἐκόλαζον οὐ μετρίως οἱ κεκλημένοι πρὸς τοῦτο. Καὶ γοῦν εὑρίσκεταί που λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾽ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Κύρῳ δὴ οὖν παρεδίδου Θεὸς τὴν ἀλαζόνα καὶ ὑβρίστριαν, τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, φημὶ δὴ τὴν Βαβυλῶνα. Γένοιτο δὲ καὶ τοῦτο σαφὲς λέγοντος αὐτοῦ διὰ Ἡσαΐου οὕτως· «Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω.» Νενικηκὼς δὲ ὁ Κύρος ἀνῆκε τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, οἴκοι τε χαίροντας ἰέναι προστέταχεν, καὶ μὴν καὶ αὐτὸν ἀναδείμασθαι τὸν θεῖον ναόν. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας, «Ὁ λόγος,» φησὶν, «ὃν ἐλάλησε Κύριος ἐπὶ Βαβυλῶνα· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὰ ποιήσατε, καὶ μὴ κρύψητε. Εἴπατε· Ἑάλωκε Βαβυλὼν, κατῃσχύνθη Βὴλ, ἡ ἀπτόητος, ἡ τρυφερά.
Παρεδόθη Μεωδὰχ, ὅτι ἀνέβη ἐπ᾽ αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, αὐτὸς θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμὸν, οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες· ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν. Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι, καὶ ἥξουσι, καὶ καταφεύξονται πρὸς Κύριον. Διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.» Καὶ πάλιν· «Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ· καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· καὶ νεμηθήσεται ἐν τῷ Καρμήλῳ, καὶ ἐν ὄρει Ἐφραῒμ, καὶ ἐν τῷ Γαλαὰδ, καὶ ἐμπλησθήσεται ἡ ψυχὴ αὐτοῦ.» <Ἐπ᾽ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγιασμένοι εἰσὶν, καὶ ἐγὼ ἄγω αὐτούς.
Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.> Ὁ μακάριος προφήτης μεμεστωμένον ἔχων τὸν νοῦν τοῦ ἁγίου Πνεύματος, γεγονώς τε ἐν ὀπτασίαις πραγμάτων, οἱονεὶ γραφομένων, μονονουχὶ καὶ ἐξάλλεται, Πέρσαις τε καὶ Μήδοις ἐπιφωνῶν, ὡς ἤδη κεκρατηκόσι τῆς Βαβυλωνίων, αἴρειν τε ὑψοῦ τῆς νίκης τὸ σύμβολον· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ σημεῖον· καὶ καταλαλάζειν τῆς Χαλδαίων στρατιᾶς, ὡς ἤδη πεσούσης καὶ παραδούσης αὐτοῖς τὴν ἀλαζόνα καὶ ἀοίδιμον, ἣν καὶ σφύραν τῆς γῆς ὁ προφήτης Ἱερεμίας ἀπεκάλει λέγων περὶ τῆς Βαβυλωνίων· Πῶς ἐάλω καὶ συνετρίβη ἡ σφύρα τῆς γῆς; πᾶσα γὰρ συνετρίβη πόλις τε καὶ χώρα καταπαιομένη τρόπον τινὰ καθάπερ τινὶ σφύρᾳ, ταῖς ἐκείνων πλεονεξίαις.
Ὄρος δὲ, οἶμαι, πεδινὸν ὀνομάζει τὸ οἱονεὶ χθαμαλὸν, καὶ ὡς ἐν τάξει γηλόφου. Οὐ γάρ τοι πρὸς τὰ ἀνεστηκότα τῶν ὀρῶν ἀναβαίνοντες τὰς σημασίας ἱστᾶσιν, ἤτοι τὰ τρόπαια, ἤγουν τὸ σημεῖον, ἀλλ᾽ ἐπὶ βουνῶν οὐ λίαν ἠρμένων, ἵν᾽ ἐν ταὐτῷ καὶ τὸ ὑψοῦ τεθεῖσθαι λίαν διαφύγῃ, εἴη δὲ καὶ ἁπάσῃ τῇ στρατιᾷ γνωριμώτατον.
Ἄρατε τοίνυν, φησὶ, σημεῖον, ὡς ἤδη νενικηκότες Θεοῦ προασπίζοντος. Ὑψώσατε τὴν φωνὴν, τοῦτ᾽ ἔστι, καταλαλάξατε τῆς τῶν ἐχθρῶν φάλαγγος, μὴ φοβεῖσθε. Δεινὴ μὲν γὰρ ὁμολογουμένως καὶ ἀνανταγώνιστος τοῖς ἁπανταχοῦ τῶν Βαβυλωνίων ἡ χεὶρ, καὶ οὐκ ἄν τις καταμωμήσαιτο τοὺς δεδιότας αὐτήν. Ἀλλὰ νῦν μὴ φοβεῖσθε, φησὶ, Θεοῦ ταῖς ἐκείνων ὑπεροψίαις τὴν ἰδίαν ὀργὴν ἀντεξάγοντος.
Παρακαλεῖτε τῇ χειρί. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔθος τάχα που τοῖς τῶν τακτικῶν ἡγουμένοις χειρὶ παραθήγειν, καὶ νεύμασι παροτρύνειν τοὺς μαχιμωτάτους, ἐγείρειν τε πρὸς ἐφόδους αὐτοὺς τὰς κατά τινων, φωνῆς ἀτονούσης τοῦτο δρᾷν, ὡς ἐν θορύβῳ πολλῷ. Προστάττει τοιγαροῦν τοῖς τῶν πραγμάτων προεστηκόσι τὰς διὰ χειρῶν καὶ νευμάτων παρακλήσεις ποιεῖσθαι ταῖς ὑπὸ χεῖρα στρατιαῖς, καὶ εἰς ἄμαχόν τινα προθυμίαν παραθήγειν αὐτούς. Ἐπιφωνεῖ δὲ πάλιν τὸ, Ἀνοίξατε οἱ ἄρχοντες. Ἢ γὰρ αὐτοῖς ἐπιτάττει τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρατημένοις ἀνοιγνῦναί τε τὰς πύλας, καὶ παραδιδόναι τὴν ἀλαζόνα ποτὲ καὶ ὑβρίστριαν πόλιν· ἢ τάχα που καὶ δυνάμεσιν ἁγίαις κατὰ πρόσταξιν Θεοῦ συνασπιζούσαις τοῖς Μήδοις, ἀποφα[ι]νούσαις τε αὐτοῖς ἱππήλατα καίτοι λίαν δυσχερῆ. Ἵνα δὲ τὴν τῶν μαχομένων ἀήττητον ἀποδείξῃ χεῖρα, προστίθησι καί φησιν· Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Μόνον γὰρ οὐχὶ τοιοῦτόν τί φησιν· Οὐ στρατιᾶς ὑμῖν Μηδικῆς ηὐτομόλησε πληθὺς, οὐδὲ ἐκ μόνης τῆς ἰδίας γνώμης ὁ Περσῶν ἐπεφοίτησε δῆμος· ἢ τάχα μᾶλλον αὐτοὺς ἐγὼ καὶ ἡγίακα πρὸς τοῦτο. Τὸ δὲ ἡγίακα φησὶν ἐν τούτοις, ἀντὶ τοῦ ἀφώρισα καὶ οἱονεὶ ἐξελεξάμην πρὸς κατόρθωσιν ὧν βεβούλευμαι καθ᾽ ὑμῶν.
Ἔρχονται τοίνυν, φησὶν, οὓς ἐγὼ ἄγω, καθάπερ τινὲς γίγαντες πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες· χαίροντες μὲν ἅτε δὴ καὶ τεθαῤῥηκότες ὄτι κρατήσουσιν· ὑβρίζοντες δὲ, ἀντὶ τοῦ περιπτύοντες ὡς πολὺ νοσοῦντας τὸ ἄναλκες, καὶ οὐδενὸς ὄντας ἀξίους. Τοιοῦτον γάρ πως ἀεὶ τὸ βάρβαρον φρόνημα, καὶ προαλὲς εἰς ἐλπίδα τὴν ἐπί γε τὸ δύνασθαι κρατεῖν, καὶ κατασμικρύνον ἀεὶ τοὺς ἀνθεστηκότας. Στρατηγεῖ γὰρ μάλιστα θυμὸς πρὸς τοῦτο αὐτοὺς, καὶ τὸν τῆς εὐανδρείας ἐντίκτει πόθον, τὸ καὶ παντὸς κινδύνου καὶ φόβων ὑπερορᾷν. <Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων.
Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν ἀπ᾽ ἄκρου θεμελίου τοῦ οὐρανοῦ Κύριος, καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην.> Ὡς ἀλαλαζόντων ἤδη τῶν Μήδων, καὶ τὴν τοῖς πολέμοις πρέπουσαν ἐξαιρόντων φωνὴν, ὡς ἵππου μὲν χρεμετίζοντος καὶ διωκόντων τινῶν, τραπομένων δὲ ἤδη πρὸς φυγὴν ἑτέρων, μεγάλης τε καὶ παμμιγοῦς διασκιδναμένης ἠχῆς, «Φωνὴ,» φησὶ, «πολλῶν ἐθνῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν.» Οὐ τοιαύτη, φησὶν, ἡ φωνὴ, ὥστε καὶ εἰκάσαι τινὰς εὐαριθμήτους εἶναι τοὺς κεκραγότας, οἴεσθαι δὲ μᾶλλον καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν βοώντων εἶναι πληθύν. Ἀποφαίνει δὲ ὁ λόγος ὁμοῦ τοῖς ὑπεζευγμένοις τοὺς καθηγεῖσθαι λαχόντας καταπεπλῆχθαι τοῖς δείμασιν. Ἐθνῶν γὰρ εἶναι καὶ βασιλέων ἰσχυρίζεται τὴν φωνήν. Οὐκοῦν εἶεν ἂν οἱ κεκραγότες, ὁ Βαβυλωνίων ἄπλετος δῆμος, καὶ σὺν αὐτοῖς οἱ περιφανέστεροι, δορύληπτον ἤδη γεγενημένην ὁρῶντες τὴν πόλιν, ἤγουν Πέρσαι τε καὶ Μῆδοι τῶν ἁλόντων καταλαλάζοντες. Αὐτοὺς δὲ, οἶμαι, καὶ ὁπλομάχους ἀποκαλεῖ, καὶ ἐκ γῆς πόῤῥωθεν ἐρχόμενον ἔθνος· ἀπ᾽ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, τοῦτ᾽ ἔστιν, ἐξ αὐτῶν τῶν τερμάτων τῆς Μηδικῆς, καὶ τῶν ἐσωτάτων γῆς τῆς βορειωτάτης.
Ἐπειδὴ δὲ κατὰ βούλησιν Θεοῦ τὴν ἔφοδον ἐμελέτων ὁπλομάχους αὐτοὺς τοῦ Κυρίου καλεῖ, ἦχθαί τέ φησι πρὸς τὸ καταφθεῖραι τὴν οἰκουμένην ὅλην, καὶ οὐχὶ δὴ πᾶσαν τὴν καθ᾽ ἡμᾶς. Οὔτε γὰρ τοῦτο γεγονὸς εὑρήσομεν παρά τε Κύρου καὶ τῶν σὺν αὐτῷ. Οἰκουμένην δὲ ἀποκαλεῖ τὴν Χαλδαίων, διάτοι τὸ πλείστην εἶναι καὶ εὐρεῖαν ἀμέτρως, καὶ οἷον οἰκουμένῃ φιλονεικεῖν, διὰ τὴν τῶν ἐνοικούντων πληθύν. <Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Θεοῦ ἤξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει.
Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.> Ὡς ἐλπίδος ἁπάσης ἀνῃρημένης, ὡς οὐδενὸς ἔτι περιλελειμμένου τοῖς Βαβυλωνίοις, πλὴν ὅτι δὴ μόνον τὸ χρῆναι κατολοφύρεσθαι, τὸ, ὀλολύξατε, φησί.
Προστέταχε δὲ καὶ οἷον ἀπογινώσκειν τὴν σωτηρίαν, καὶ μὴ ἀνονήτοις πράγμασιν ἐπιχειρεῖν, μὴ μελετῶντας τὴν ἀντίστασιν, ὡς θείας αὐτοῖς ἐξωπλισμένης ὀργῆς, καὶ συντριβῆς ἐπενηνεγμένης διὰ ψήφου τῆς ἄνωθεν. Ἄμαχον δὲ τὸ χρῆμα παντελῶς· «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Καὶ πάλιν· «Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» Ποία γὰρ ἰσχὺς, ἢ καὶ τίνος ὅλως πολεμήσει Θεῷ; διὰ τοῦτό φησιν, ὅτι πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· κατασείοντος γὰρ εἰς δειλίας τὰς τῶν ἀνθρώπων ψυχὰς τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἐνήσει τὸ θάρσος, ἤγουν εὔψυχον ἀποφανεῖ, καὶ ἱκανῶς ἔχοντα πρὸς ἀντίστασιν; Ταραχθήσεσθαι δὲ τοὺς πρέσβεις φησὶ, καὶ ὠδῖσιν αὐτοὺς ὡς γυναικὸς τικτούσης περιπεσεῖν, συμφοράσειν δὲ ἕτερος πρὸς τὸν ἕτερον, καὶ μὴν καὶ ἐκστήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλόγα μεταβαλεῖν.
Πρέσβεις δὲ, οἶμαι, φησὶ, τοὺς τῶν εἰδώλων ἱερουργοὺς, τοὺς τῇ μάγῳ τέχνῃ διαπρεπεστάτους παρὰ τοῖς Βαβυλωνίοις, τοὺς τῶν δαιμονίων θεραπευτὰς, οἳ κατά γε τὸ εἰκὸς τῆς ἐφόδου μελετωμένης ἀφίξεσθαι τῶν Μήδων Κύρῳ τε ὁμοῦ καὶ Πέρσαις προσδοκωμένων, κατεμαντεύοντο τὰ χρηστὰ, καὶ τὰς παρὰ τῶν δαιμονίων ἐκάλουν ἐπικουρίας, λιτὰς ἀνατείνοντες καὶ γέρα προσεπάγοντες τὰ νενομισμένα, τελετὰς δῆλον ὅτι καὶ τὰς βεβήλους θυσίας, πρεσβεύειν τε ὑπὲρ ἁπάσης τῆς χώρας ὑπισχνούμενοι. Οὗτοι τοίνυν, φησὶν, οἱ τῶν δαιμονίων θεραπευταὶ καὶ ἱκέται, οἱ τὰς ὑπὲρ πάντων τελοῦντες θυσίας, ὅταν ἴδωσιν ἀντεστραμμένα πρὸς τὰ παρ᾽ ἐλπίδα τὰ πράγματα αὐτοῖς, ταραχθήσονταί τε καὶ ἐν ὠδῖσιν ἔσονται πικραῖς, συμφοράσουσίν τε ἕτερος πρὸς τὸν ἕτερον, τοῦτ᾽ ἔστιν, ἀλλήλοις ἐπιφωνήσουσι τὰ ὡς ἐξ ἀκράτου συμφορᾶς, τὸ, οὐαὶ, δηλονότι καὶ τὰ παραπλήσια. Ὥσπερ δὲ ὑπὸ φλογὸς μεταβαλοῦσι τὸ πρόσωπον.
Φιλεῖ γάρ πως τὸ τῶν ἀθυμούντων καταμελαίνεσθαι πρόσωπον, ὡς οὐδὲν ἕτερον εἶναι δοκεῖν πλὴν ὅτι σποδιὰν καὶ σποδοῦ μαρανθείσης λείψανον. <Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἐξολοθρεῦσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.> Ἀναφανδὸν ἐν τούτοις διδάσκειν πειρᾶται, ὁποία τίς ἐστιν ἡ πρόφασις τοῦ συμφοράσαι μὲν πρὸς ἀλλήλους τοὺς ἄρχοντας, μεταβαλεῖν δὲ τὸ πρόσωπον ὡς ἀπὸ φλογός. Ἐπειδὴ γὰρ κατεμαντεύοντο μὲν, ὡς ἔφην, τὰ κατ᾽ εὐχὴν ἑαυτοῖς, καὶ πᾶσι δὲ τοῖς Βαβυλωνίοις· διημαρτήκασι δὲ τῆς ἐλπίδος· ταύτῃ τοι, φησὶ, καὶ κατηφείας ἔσονται μεστοί. Ἐφέστηκε γὰρ αὐτοῖς ἀνίατος ἡμέρα, τοῦ πάντων Κυρίου αὐτὴν ἐπάγοντος· ἡμέραν δὲ πάλιν ὀνομάζει τὸν καιρὸν, καθ᾽ ὃν γέγονεν ἡ θεία τε καὶ ἀνουθέτητος ὀργὴ, ὡς τεθῆναι τὴν τῶν Χαλδαίων ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.
Καὶ οὐ δή που πάντως ὡς ὄντων ἐκεῖσε τινῶν, οἳ καὶ ἔξω τίθενται τῆς ὀργῆς διὰ τὸ εἶναι χρηστοὶ, τοὺς ἁμαρτωλοὺς ἀπολέσθαι φησί· ἅπασι δὲ μᾶλλον τοῖς τὴν Χαλδαίων οἰκοῦσι χώραν ἁρμόσειεν ἂν εἰκότως τοὔνομα, διάτοι τὸ πάντας πονηροὺς εἶναι καὶ εἰδωλολάτρας. Ἐπειδὴ δὲ τὰ μεγέθη τῶν συμφορῶν ἔσθ᾽ ὅτε μονονουχὶ σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπιμπλᾶσι νοῦν, ὡς καὶ ἡμέρας οὔσης ἀπεῖναι δοκεῖν τοῦ ἡλίου τὸ φῶς, ἀπρακτεῖν δέ πως, εἴς γε τὸ δύνασθαι καταυγάσαι, φημὶ, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, καὶ αὐτῆς δὲ τῆς σελήνης τὸν κύκλον· ταύτῃ τοί φησιν· Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· σκοτισθήσεσθαι δὲ τοὺς Βαβυλωνίους, ἤτοι τῶν Βαβυλωνίων τὸν νοῦν· καὶ ἀνίσχοντος τοῦ ἡλίου, καὶ ἀναλαμπούσης σελήνης, καίτοι τῶν στοιχείων οὐ συνεσταλκότων τὸ φῶς, ἀλλ᾽ ὡς ἐκ πολλοῦ δείματος καὶ ταῖς θείαις ὀργαῖς ὑπενηνεγμένων, νύκτα τε καὶ σκότος ἐχόντων εἰς νοῦν. Ἐντελοῦμαι δὲ, φησὶ, τῇ οἰκουμένῃ ὅλῃ κακά. Τὸ, ἐντελοῦμαι φησὶν, ἀντὶ τοῦ, ἀπειλήσω, ἤγουν ἐπενεχθῆναι προστάξω, ὥστε καὶ ὕβριν ἀνόμων καθελεῖν, ταπεινῶσαι δὲ τοὺς ὑπερηφάνους, αὐτοὺς δηλονότι τοὺς ἀλαζόνας.
Ὑπέροπτον γάρ πως ἀεὶ καὶ ἐξιτηλότατον τὸ Ἀσσυρίων γέγονεν ἔθνος, καὶ πρός γε τούτῳ θεομισές. Τετίμητο γὰρ παρ᾽ αὐτοῖς τῶν μὲν ἀρίστων οὐδέν· ἅπαν δὲ μᾶλλον τὸ καταλυπεῖν πεφυκὸς τὸν τῶν ὅλων Θεόν. Ἰστέον δὲ ὅτι οἱ τὴν θείαν διερμηνεύσαντες Γραφὴν, Ὠρίωνος πεποίηνται μνήμην, ἓν τῶν ἀστέρων τὸ ἐπισημότατον δι᾽ αὐτοῦ σημαίνοντες, καὶ οὔ τί που πάντως ταῖς Ἑλλήνων τερθρείαις κατακολουθήσαντες τὰ τοιάδε φασὶν, κατεχρήσαντο δὲ μᾶλλον τῷ κατὰ συνήθειαν ὀνόματι, καθάπερ ἀμέλει καὶ ἐν τῷ Ἰὼβ γέγραπται· «Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμιεῖα Νότου.» <Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.> Ἔντιμον ἐν τούτοις τὸ ζητητέον. Ὀλιγανδρήσειν τοίνυν φησὶν οὕτω τὴν Βαβυλωνίων, καὶ ἅπασαν δὲ τὴν Ἀσσυρίων χώραν, ὡς δυσευρέτους γενέσθαι τοὺς ζῶντας ἐν αὐτῇ, καὶ τοσαύτην τῶν περιλελειμμένων τὴν σπάνιν, ὅση καὶ λίθων Ἰνδικῶν, καὶ χρυσίου τοῦ δοκιμωτάτου. Δοκεῖ γάρ πως τὰ τοιάδε παρά τισιν εἶναι τίμια, διὰ τὸ λίαν δυσπόριστον, καὶ μὴν ὅτι ὀλίγα, καὶ μόλις.
Οὐκοῦν, ὡς ἂν εἶεν, φησὶ, δυσπόριστα τὰ ἀνθρώποις τεθαυμασμένα λίθοι τε τίμιοι, καὶ τὸ ἀπύρωτον χρυσίον, τοῦτ᾽ ἔστι, τὸ δοκιμώτατον, οὕτως ἔσονται ὀλίγοι, καὶ μόλις οἱ ἐκ πολέμου περιλελειμμένοι, καὶ τὸ τῶν μεμαχημένων διαφυγόντες στίφος. <Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ τῇ ἡμέρᾳ, ὅταν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.> Λαλοῦσι μὲν ὑπερβολικῶς οἱ μακάριοι προφῆται, καὶ τὴν θείαν τε καὶ ἄφραστον δύναμίν τε καὶ δόξαν δεχόμενοι κατὰ νοῦν, αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν τὰ ἐξαίρετα.
Ἀεὶ δέ πως ὀργιζομένῳ Θεῷ συγκαταθήγεται πρὸς ὀργὰς καὶ ἡ δούλη κτίσις, διανιστάντος πάντως που πρὸς τοῦτο αὐτὴν τοῦ πᾶσι προστάττοντος. Καὶ γοῦν ὠργίζετο μὲν Αἰγυπτίοις, ἀπρακτεῖν δὲ ἡ κτίσις οὐκ ἠνέσχετο. Μεθίστατο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, ἐξῆρε δὲ καὶ ἡ γῆ βατράχους, καθὰ γέγραπται, καθίει δὲ χαλάζας ὁ οὐρανός· καὶ μὴν καὶ βαθὺς, καὶ τριήμερος ἁπάσης αὐτῶν τῆς χώρας κατεσκίδνατο σκότος. Οὐκοῦν θυμωθήσεται, φησὶ, καὶ αὐτὸς ὁ οὐρανὸς, καὶ οἷον ἐκ βάθρων ἡ γῆ σεισθήσεται, διὰ θυμὸν ὀργῆς Κυρίου. Συνεκπολεμεῖ γὰρ ἡ κτίσις ἐπὶ τοὺς ἄφρονας, καὶ λελυπημένου Δεσπότου μονονουχὶ συγκαθίσταται καὶ ἡ αὐτὴ πρὸς τοῦτο. Πάντα γὰρ τῇ ὑπερτάτῃ συντρέχει βουλῇ, καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ τοῖς θείοις νεύμασι, καὶ ἀβουλήτως παραχωρῇ. <Καὶ ἔσονται καταλελειμμένοι ὡς δορκάδιον φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι.
Ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.> Εὐαριθμήτους κομιδῇ τοὺς περιλειφθέντας ἔσεσθαί φησι, πλὴν καὶ αὐτοὺς ἀνάνδρους τε καὶ ἀφιλομαχωτάτους, καὶ δειλίας εἰς τοῦτο κατεῤῥαγμένους, ὡς οὐδὲν ἕτερον ἑλέσθαι δρᾷν, πλὴν ὅτι μόνον τὸ φεύγειν, ἐν ἴσῳ δορκάδι, καὶ τὸ ἀτίμως σώζεσθαί φησιν, καὶ ἀπειπεῖν εἰς ἅπαν τὸ κἂν γοῦν ἀνταναστῆναι μόνον ταῖς τῶν πολεμίων συμφοραῖς. Ὅτι δὲ ἀνεπιστάτητοί τε καὶ ἄναρχοι μενοῦσι, καίπερ ὄντες ἀριθμῷ βραχεῖς, ὑπεμφαίνει λέγων, ὡς πρόβατον ἔσεσθαι πλανώμενον, καὶ τῆς τοῦ ποιμαίνοντος ἐπιεικείας ἐστερημένον, καὶ ἔξω που νομῆς ἰὸν, ὡς καὶ σηκῶν τῶν κατειθισμένων ἑλέσθαι μακράν. Οὐ γὰρ ἔσται, φησὶν, ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Τὸ δὲ, διῶξαι, φησὶν ἀντὶ τοῦ ἐπειχθῆναι, καίτοι φίλον ἅπασιν ἡ χώρα, καὶ πατρῴων ἐνδιαιτημάτων ἄμεινον οὐδέν. Ἀλλὰ καὶ τῶν οὕτως αὐτοῖς φιλαιτάτων ἡ στέρησις ἡδεῖα, φησὶ, διάτοι τὸ πάντα τὸν ἁλισκόμενον παραχρῆμά τε διόλλυσθαι ... ... συμβήσεσθαι δέ τι καὶ ἕτερον τῶν ὅτι μάλιστα πεφυκότων ἀνιᾷν ὁ προφητικὸς διισχυρίζεται λόγος.
Τὰ γὰρ τέκνα αὐτῶν, φησὶν, ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσι. Τί δ᾽ ἂν γένοιτο τοῖς γεγεννηκόσι δυσαχθέστερον τῆς τῶν τέκνων σφαγῆς; ἢ πῶς οὐχ ἁπάσης αἰκίας δυσφορητότερον, τὸ ἰδεῖν μὲν οἴκους διηρπασμένους, σεμνότητα δὲ γυναίων ἀδικουμένην, καὶ ταῖς τῶν κεκρατηκότων ἀσελγείαις ὑπενηνεγμένην; Μέμνηταί που καὶ ὁ μακάριος ψαλμῳδὸς τοιούτου τινός. Ποιούμενος γὰρ τοὺς λόγους περὶ τῆς Βαβυλωνίων· «Μακάριος,» φησὶν, «ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.» Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς τῇ τῶν Ἀσσυρίων συμβέβηκε χώρᾳ, καὶ ταῖς ἐν αὐτῇ πόλεσί τε καὶ χώραις, ὅτι καὶ πάντες εἰδωλολάτραι καὶ ἀλαζόνες οὐ φορητῶς, καὶ θεομάχοι δεινῶς, καὶ μάγου τέχνης ἐπιστήμονες.
Αὐτοὶ δὲ καὶ τὴν ἁγίαν πεπορθήκασι πόλιν, καὶ τὸν τοῦ Θεοῦ κλῆρον καταδῃώσαντες, τοῦτ᾽ ἔστι, τὸν Ἰσραὴλ, ἐν τῇ τῶν δορυκτήτων μοίρᾳ πεποιημένοι, τὸν ἀσυνήθη τῆς δουλείας αὐτοῖς ἐπέθηκαν ζυγόν. Καὶ στήσεται μὲν ὁ περὶ τούτων λόγος, οὐκ ἔν γε τοῖς κατὰ μόνην τὴν ἱστορίαν, καὶ τοῖς ἐμφανῶς γεγονόσιν· ἔξεστι δὲ μᾶλλον τοῖς ἐθέλουσι νοεῖν καὶ πνευματικῶς, εἰ δὴ μετατάττοιεν εὐφυῶς τῶν γεγονότων τὴν δύναμιν, ἐπί τε αὐτὸν τὸν ἁπάσης τῆς φαυλότητος εὑρέτην, τὸν θεοστυγῆ τε καὶ ἀπηνέστατον, φημὶ δὴ τὸν Σατανᾶν, μάλισθ᾽ ὅτι τῆς προφητείας ὁ λόγος τὸ Χριστοῦ μυστήριον προσενεγκὼν, καὶ τὴν ἐπ᾽ αὐτῷ προσαγόρευσιν εὖ μάλα πεποιημένοι, εἰσκεκόμικε γείτονα τὴν κατὰ Βαβυλῶνος ὅρασιν μονονουχὶ τῶν ἀκροωμένων τὸν νοῦν καταθήγων ἐπὶ τό γε χρῆναι νοεῖν, καὶ πνευματικῶς τὰ ἱστορικῶς γεγονότα, κατά τε αὐτῆς Βαβυλῶνος, καὶ μὴν καὶ καθ᾽ ὅλης τῆς Ἀσσυρίων γῆς.
Κατέληξε δὴ οὖν οὐδέπω ποτὲ πολυτρόπως ἐπιβουλεύων τοῖς Θεῷ δουλεύουσιν ὁ δράκων ὁ ἀποστάτης, ἔγκειται δὲ καὶ μάλα νεανικῶς, εἰς τὸ αὐτῷ δοκοῦν ἀεὶ καταστρέφων, καὶ ἀποφέρει πλειστάκις, οἷά περ αἰχμαλώτους ἑλὼν, καὶ τοῖς τῶν παθῶν ἐνίησι βόθροις, δουλείας δὲ ὥσπερ αὐτοῖς ἐπιτιθεὶς δεινόν τε καὶ ἀνεξήτητον ζυγὸν καταγαυριᾷ τῶν εἰλημμένων, καὶ ἀλαζονεύεται, καθάπερ ἀμέλει καὶ οἱ τῶν Ἀσσυρίων κατὰ καιροὺς βεβασιλευκότες ἐπέχαιρον τοῖς ἐξ Ἰσραὴλ, ὅτι γῆς τῆς αὐτῶν ἔξω γεγονότες καὶ πόλεως τῆς ἁγίας δεδουλεύκασι τοῖς ἀλλογενέσιν. Ἀλλ᾽ οὐ μέχρι παντὸς ἡ τοῦ διαβόλου τυραννὶς κατήσχυσε τῶν διηρπασμένων.
Ἐγήγερται γὰρ τὸ τοῦ Σωτῆρος σημεῖον, τοῦτ᾽ ἔστιν, ἐπινικίους ᾠδὰς ἀνατεθείκαμεν τῷ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν νικήσαντι· πεποιήμεθα δὲ καὶ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογησίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει ὁπλομάχῳ, δῆλον δὲ ὅτι τῶν ἁγίων, οἷς ἡ μάχη καὶ ὁ πόλεμος οὐ πρὸς αἷμα καὶ σάρκας, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Οἳ καὶ ἀντετάξαντο καὶ νενικήκασιν, κρατοῦσι δὲ καὶ εἰς δεῦρο, καὶ τὸ τῶν ἀντικειμένων δυνάμεων ἐκπολιορκοῦσι στίφος, καὶ οἷά τινα πόλιν τὴν εἰδωλολατρείαν ἐκπεπορθήκασι, τὴν πάλαι δεινὴν καὶ ἀχείρωτον.
Κατευμεγεθοῦσι δὲ τῶν ἀνθεστηκότων οἱονεὶ στρατηγοῦντος Χριστοῦ, καὶ συνασπιζόντων ἀγίων ἀγγέλων, ὥστε καὶ εὐαριθμήτους εἶναι παντελῶς τοὺς τὰ ἐκείνων ἔτι σέβοντας κράτη, εἶναι δὲ αὐτοὺς οἰκτροὺς καὶ ἀνάνδρους καὶ περιδεεῖς, καὶ ἀπειρηκότας παντελῶς τὴν ἀντίστασιν, τὴν πρός γέ φημι τοὺς Χριστῷ δουλεύοντας. Ἐπιτρέχων δὲ τὴν ὅρασιν καὶ τῶν προκειμένων τὰ καθεξῆς, τοιαύτης τινὸς θεωρίας πνευματικῆς συλλεγέτω γνῶσιν πᾶς εἴ τίς ἐστι νουνεχὴς, συνιέναι τε δυνάμενος παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. <Ἰδοὺ ἐγὼ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι.
Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Καὶ ἔσται Βαβυλὼν, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέων Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον· οὐδ᾽ οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδ᾽ οὐ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες, οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ.> Φανερωτάτην ἐν τούτοις ποιεῖται λοιπὸν τοῦ πολέμου τὴν προαγόρευσιν, καὶ ὥσπερ τι κατασκίασμα τοῖς λόγοις ἐπεῤῥιμμένον τὴν ἀσάφειαν περιελὼν, γυμνὴν καὶ ἀναφανδὸν καὶ οἷον ἐν ὄψει τίθησι τὴν ὅσον οὐδέπω παρεσομένην συμφοράν.
Ἥξουσι γὰρ ἥξουσι οἱ Μῆδοι, φησὶν, οὐ χρημάτων ἡττώμενοι καὶ δωροδοκίας τῆς παρ᾽ ὑμῶν οὐ πεφρονηκότες, ἀμείνους δὲ μᾶλλον ὡς ἐν καιρῷ γεγονότες, καὶ τῶν ὅτι μάλιστα διὰ σπουδῆς αὐτοῖς τεθειμένων, ἵνα τοξεύματα νεανίσκων συντρίψουσιν. Εἰ μὲν γάρ τις λογίσαιτο τὰς τῶν Βαρβάρων ἐφόδους, αἵπερ ἂν γένοιντο κατὰ χωρῶν ἢ πόλεων, οὐχ ἑτέρου τινὸς ἕνεκα δρωμένας εὑρήσει, πλὴν ὅτι μόνου τοῦ διαρπάσαι χάριν, ἄθροισιν δὲ χρημάτων ποιεῖσθαι τὴν παρεμπίπτουσαν. Ἀλλ᾽ ἔσονται, φησὶ, καὶ λημμάτων ἀμείνους οἱ Μῆδοι, καὶ κερδῶν ἀφειδήσουσιν, ἵνα τὴν τῶν Βαβυλωνίων ὀφρὺν κατασπάσωσι. Μέγα μὲν γὰρ ἀεί πως αὐτοῖς ἐπὶ ταῖς τοξείαις φύσημα, καὶ τὸ εὐτυχὲς ἐν τούτοις ποιοῦνται περὶ πολλοῦ.
Ἀλλ᾽ ἥττους ἔσονται τῶν ἐχθρῶν. Σκληροὶ δὲ οὕτω καὶ ἀφιλοικτείρμονες οἱ νενικηκότες, ὡς μηδὲ τῆς ἐλεεινῆς ἡλικίας φειδῶ ποιεῖσθαί τινα, μήτε μὴν οἰκτρῶς ἀπολλυμένων νηπίων, τὸ ἐξ ἡμερότητος ἐπιστάξαι δάκρυον. Βαβυλὼν δὲ, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, πρὸς τοῦτο, φησὶν, ἐρημίας κατοιχήσεται, ὡς κατ᾽ οὐδένα τρόπον διενεγκεῖν τῶν ἐμπεπρησμένων Σοδόμων τε καὶ Γομόῤῥας· ἔσται δὲ καὶ ἀοίκητος· φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις, ὡς ἔθνους μακροῦ περινοστοῦσιν αὐτὴν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ· διάτοι τὸ ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων, καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον, Ἄραβας ὀνομάζει.
Γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων. Εἰκὸς δὲ δὴ καὶ αὐτοὺς τοὺς ἐξ Ἀραβίας Σαρακηνοὺς ἀναμὶξ τὰς Ἀσσυρίων ἐρήμους περιφοιτᾷν. <Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ.> Φίλον πως ἀεὶ τοῖς ἀνημέροις τῶν ζώων ἐνδιαίτημα ποιεῖσθαι τὰ τῶν χωρίων ἠρημωμένα, καὶ πόλις ἐρειπομένη πλείστας τε ὅσας αὐτοῖς, καὶ μὴν καὶ εὐρεῖς τὰς καταδύσεις ἀποτελεῖ αὐτορόφους τε καὶ ἐσχεδιασμένας, καὶ ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτομάτως ἐξηυρημένας· ἐν ἐρήμοις τε καὶ τοῖς σιωπῶσι τῶν τόπων, ἠχώ τις ἰσχνὴ, καὶ οἷον ἀπὸ σιγῆς τῆς ἄγαν, οὐκ οἶδ᾽ ὅπως, ἀνίσχει τε καὶ ταῖς τῶν ἠρεμούντων ἀκοαῖς εἰσκρίνεται. Οὐκοῦν θηρία μὲν ἀναπαύσεται, φησὶν, ἤχου δὲ αἱ οἰκίαι πλησθήσονται· τοῦτ᾽ ἔστιν, οὐδένα παντελῶς τὸν οἰκοῦντα ἔχουσαι, τὴν ταῖς ἐρημίαις πρέπουσαν ἠχῶ κατακτήσονται.
Ὀρχήσονται δὲ, φησὶν, ἐκεῖ καὶ δαιμόνια. Φασὶ γάρ πως καὶ αὐτὰ τοῖς ἠρεμοῦσι τῶν τόπων ἴδιον ἐμφιλοχωρεῖν, καὶ οἷον ἐναύλισμα ποιεῖσθαι σχολαῖον. Σειρῆνας δὲ, οἶμαι, φησὶ τὰ εὐστομεῖν εἰδότα πτηνὰ, ἢ, κατά γε τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα. Τοὺς δέ γε τῶν ὄνων ἀγρίους ὀνοκενταύρους ὠνόμασεν· καὶ μὴν καὶ ἐχίνους τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας τῶν μυῶν. Ταυτὶ δὲ σύμπαντα πρέποι ἂν εἰκότως ταῖς εἰσάπαν ἠρημωμέναις ἢ πόλεσιν ἢ οἰκίαις.
Ἐπιλέγει δὲ τούτοις, ὅτι ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Ἢ τοῖς Ἀσσυρίοις πικροτέραν ἐνιεὶς τὴν φροντίδα, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ παράκλησιν οὐ μικρὰν τὸ χρῆμα ποιούμενος. Ἐπειδὴ γὰρ ἦσαν ἐν αἰχμαλωσίᾳ, ἀνεθήσεσθαί γε μὴν προσεδόκων καταστρατεύσαντος τῆς Βαβυλωνίων ὁμοῦ Πέρσαις τε καὶ Μήδοις τοῦ Κύρου, ταχεῖαν αὐτοῖς ὑπισχνεῖται τῶν ἀνιαρῶν τὴν λύσιν, καὶ ὅτι τὰ ἐν εὐχαῖς οὐκ εἰς ἀνάβλησιν ἔσται μακρὰν, ἀλλ᾽ οἷον δραμεῖται κατὰ πόδα τοῦ λόγου. <Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γηώρας προστεθήσεται ἐπ᾽ αὐτούς.
Καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ εἰς δούλας· καὶ ἔσονται αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει σε ὁ Θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, καὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς.> Εἰς ἐλπίδα χρηστὴν ἀνακομίζει πεπονηκότας τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀναῤῥώννυσιν εἰς εὐθυμίαν, κατηχθισμένους οὐ φορητῶς ταῖς τῶν ἑλόντων πλεονεξίαις. Ὅτι γὰρ ἀνελεύσονται μὲν τῆς αἰχμαλωσίας, ἀποστήσονται δὲ τῆς ἀσυνήθους δουλείας τὸν ζυγὸν, πεπορθημένης τῆς Βαβυλῶνος, καὶ ἁπάσης δὲ τῆς Ἀσσυρίων χώρας, προηγόρευσε σαφῶς. Οὐ γὰρ ἀπόβλητος ἔσται, φησὶν, εἰσάπαν ὁ Ἰσραήλ· οὐδὲ τῶν πλημμελημάτων ἀτελευτήτους ὑφέξει δίκας· ἐλεηθήσεται δὲ καὶ ἀναπνεύσει κατὰ καιροὺς ὁ ἐξειλεγμένος· καὶ ἐπεί τοι τέθειται πρωτότοκος ἐν τέκνοις, ἐπισκοπῆς τε καὶ εὐμενείας τῆς παρὰ Θεοῦ τεύξεται. Ὑπονοστήσειν δὲ αὐτοὺς εἰς τὴν ἐνεγκοῦσαν, φησὶ, συναναβήσεσθαι δὲ καὶ τὸν γηώραν.
Γηώραν δέ φησιν τὸν αὐθιγενῆ καὶ αὐτόχθονα, τοῦτ᾽ ἔστι, Βαβυλώνιον· πλεῖστοι γὰρ ὅσοι τῶν Βαβυλωνίων εἵποντό τε τοῖς ἐξ Ἰσραὴλ, τοῦτο μὲν τὴν πρὸς αὐτοὺς συγγένειαν ἐσχηκότες, τοῦτο δὲ τῇ κατὰ νόμον λατρείᾳ προσνενευκότες.
Ἐπειδὴ γὰρ μακροὺς διατετελέκασιν ἐν τῇ αἰχμαλωσίᾳ χρόνους, εἰκὸς δή που τῶν αὐθιγενῶν οὐ μετρίαν αὐτοῖς προσνενεμῆσθαι πληθύν. Προστεθήσεται τοίνυν ὁ γηώρας, φησὶν, αὐτοῖς, τοῦτ᾽ ἔστιν, ἕψεται καὶ ἀκολουθήσει καὶ ὁ αὐτόχθων αὐτοῖς. Λήψονται δὲ αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν.
Ὅτε γὰρ Κύρος ἀνῆκε τὸν Ἰσραὴλ, τοῖς τῶν χωρῶν ἄρχουσι παραπέμπειν ἐκέλευσεν ἄπληγά τε καὶ ἀνεπιβούλευτον. Πέπραχε δὲ τοῦτο καὶ ὁ μετ᾽ αὐτὸν τὰ τῶν Ἀσσυρίων σκῆπτρα διαδεξάμενος· Ξέρξης οὗτος ἦν. Ἔξεστι δὲ τοῖς ἐθέλουσιν ἐξακριβοῦν τὰ τοιάδε περιτυχεῖν τοῖς Ἔσδρα βιβλίοις, καὶ ἀπλανεστάτην ἐφ᾽ ἅπασι τοῖς εἰρημένοις τὴν γνῶσιν ἑλεῖν. Ἀνέβαινον γὰρ ἐκ τῆς Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, διέποντος μὲν τὴν βασιλείαν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἡγουμένου δὲ τοῦ ἱεροῦ τάγματος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἔθνη δὴ οὖν παραπέμψουσιν αὐτοὺς, φησὶ, καὶ εἰσάξουσιν εἰς τὴν γῆν αὐτῶν, καὶ τὸν ἄνωθεν αὐτοῖς ἐκνεμηθέντα καθέξουσι κλῆρον. Καὶ τὸ ἔτι παραδοξότερον, οἵ ποτε τῶν εἰδώλων θεραπευταὶ, οἱ θεοὺς ἐπιγραφόμενοι πολλοὺς καὶ ἀναριθμήτους πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ δούλας, ἔσονται δὲ καὶ αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ γὰρ αἰχμάλωτον λαβόντες τὸν Ἰσραὴλ, συνανακομισθέντες αὐτῷ· καὶ ἀφιγμένοι, φησὶν, εἰς τὴν Ἰουδαίαν, τοῖς τοῦ νόμου ζυγοῖς ὑποθήσουσι τὸν αὐχένα, καὶ οἷον καλὴν καὶ σωτήριον ὑπομείναντες τὴν αἰχμαλωσίαν, Κύριον καὶ Θεὸν ἐπιγράψονται τὸν τῶν ὅλων Δημιουργόν.
Ἢ γὰρ τοῦτο, φησὶν, ἢ ἐκεῖνό που τάχα βούλεται δηλοῦν, ὅτι οἱ πάλαι κρατήσαντες καὶ ἀποκομίσαντες μὲν τὸν Ἰσραὴλ τῆς Ἰουδαίας, ὑποθέντες δὲ τοῖς ἰδίοις ζυγοῖς, κυριευθήσονται καὶ αἰχμαλωτευθήσονται, Κύρου δηλονότι, Περσῶν τε καὶ Μήδων αὐτοὺς ᾑρηκότων. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο καιροῦ, ἀνεθήσῃ μὲν ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου· τοῦτ᾽ ἔστιν ἐκ τῆς ὀργῆς τῆς ἐπηρτημένης σοι, θείας δηλονότι· διαφεύξῃ γὰρ τὴν πικρὰν δουλείαν, καὶ ἀνεθήσῃ τῶν πόνων. Ἀλλὰ φέρε δὴ πάλιν, μεταπλάττοντες ὡς ἔνι τῆς ἱστορίας τὸ πάχος, εἰς θεωρίαν πνευματικὴν τοιοῦτόν τι γεγονὸς καταθρήσομεν. Ἦσαν μὲν γὰρ αἰχμάλωτοι ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, καὶ τὰ αὐτοῦ τοῦ πλεονεκτήσαντος σέβοντες κράτη. Ἀλλ᾽ ἠλέησεν ὡς ἠδικημένους ὁ πάντων Δημιουργὸς, πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ λυτρωτὴν τὸν ἴδιον Υἱὸν, ἐν ὀνόματι Κυρίου, τοῦτ᾽ ἔστιν, οὐχ ὡς ἕνα τῶν ἁγίων προφητῶν, ἀλλ᾽ ἐν κυριότητος δόξῃ· ὃς καὶ πεπόρθηκεν οἷά τινα πόλιν ἀλαζόνα καὶ ὑβρίστρειαν, συνασπιζόντων αὐτῷ τῶν ὁπλομάχων αὐτοῦ, τοῦτ᾽ ἔστι, τῶν ἁγίων ἀποστόλων· οἳ πᾶσαν ὥσπερ τοῦ διαβόλου τὴν χώραν καταδῃώσαντες συνανεκόμισαν ἑαυτοῖς, ὡς εἰς ἁγίαν πόλιν τὴν νοητὴν Ἱερουσαλὴμ, φημὶ δὴ τὴν Ἐκκλησίαν, τοὺς ἠπατημένους καὶ ζυγῷ δουλείας ἐνησχημένους, οἳ καὶ ἐπληθύνθησαν ἐν τῇ γῇ τοῦ Θεοῦ, γεγόνασί τε εἰς δούλους καὶ δούλας.
Οἱ δὲ πρὶν ὑπὸ χεῖρα καὶ αἰχμαλώτους ἔχοντες, τοῦτ᾽ ἔστιν οἱ τῶν δαιμονίων θεραπευταὶ, καὶ τὰ ἐκείνων διδάσκοντες ἔθη, καὶ σαγηνεύοντες εἰς ἀπώλειαν, αἰχμάλωτοι γεγόνασι, τοῦτ᾽ ἔστι, νενίκηνται τοῖς κηρύγμασι τῶν ἁγίων ἀποστόλων, καὶ ὑπὸ Χριστῷ πεπράχασι· κατεκυρίευσε γὰρ αὐτῶν προσηκαμένων δηλονότι τὴν πίστιν. Ἀνεπαύσαντο γὰρ καὶ ἐκ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἤδη φθάσαντες δεδουλεύκασι, πρὶν ὑπὸ Κυρίῳ γενέσθαι, καὶ τοῖς ὁπλομάχοις αὐτοῦ. <Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;
Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, καὶ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.> Εἰς τοῦτο σκληρότητος τοῖς Βαβυλωνίοις διελάσαι φησὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καὶ αὐτῷ δὲ τῷ Ναβουχοδονόσορ, ὡς κατοικτείρεσθαι παρ᾽ ἐχθρῶν, καὶ οὓς ἦν εἰκὸς οὐ φορητὰ πεπονθότας μονονουχὶ καὶ ἐπορχεῖσθαι κειμένῳ, τούτους ἐκ περιτροπῆς, καὶ ἐπαλγῆσαι λοιπὸν, καὶ τῷ πλήθει τῶν συμβεβηκότων αὐτοῖς εἰς οἶκτον ἐλθεῖν, ἤγουν καὶ ἑτέρως θρηνῆσαι πεσόντας, καὶ οὐχὶ δὴ πάντω, ἐποικτείροντας, ἐφηδομένους δὲ μᾶλλον, καὶ τοῖς παρ᾽ ἐλπίδα κατειλημμένοις ἐπιτωθάζοντας. Ἐξυφαίνει δὲ καὶ τὸν θρῆνον αὐτοῖς ᾆσμά τε δίδωσιν ἐοικὸς τοῖς συμβεβηκόσιν.
Ἐρεῖς γὰρ, φησὶ, Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; Τὸ ἀναπέπαυταί φησιν εὐφήμως, ἀντὶ τοῦ, διόλωλέ τε καὶ πέρας ἔχει. Ἀπαιτοῦντα δὲ καὶ ἐπισπουδαστὴν ὀνομάζει τὸν Βαβυλώνιον, ὃς ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐχὶ τοῖς ὁμόροις ἐπετίθει μόνοις τῆς ἑαυτοῦ πλεονεξίας τὸν ζυγὸν, ἀλλὰ γὰρ ἐν ταῖς ἄγαν ἀπῳκισμέναις πόλεσί τε καὶ χώραις τοὺς φορολόγους ἐκπέμπων δασμοὺς ἀπῄτει καὶ τέλη. Θαυμάζουσι τοίνυν πῶς ὁ τοιόσδε πέπαυται, καὶ ἡ πάντα πλεονεκτοῦσα κατέληξε χείρ. Ὅτι δὲ οὐκ ἠγνοήκασι τοῦ πεσεῖν αὐτὸν τὰς αἰτίας καταδεικνῦντες φασί· Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων. Ἀκούεις ὅπως ἄρχοντας ὀνομάζει φρόνημα τὸ ἀγέρωχον περιτιθεὶς αὐτοῖς; Ἐπεπήδων γὰρ, ὡς ἔφην, ἅπασιν, ὡς ἔπος εἰπεῖν, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, τοῖς ἰδίοις αὐτοὺς ὑποφέροντες ζυγοῖς. Ἄρχειν δὲ ἧν ἔσθ᾽ ὅτε ὁμοῦ καὶ σκοπὸς αὐτοῖς. Ἀλλ᾽ ἐπάταξε, φησὶν, ὁ Θεὸς τὸ ὑπέροφρυ γένος, ἤγουν ἔθνος πατάξας πληγῇ ἀνιάτῳ. Ὁ δὲ πεποιθὼς ἐφ᾽ ἑαυτῷ μέγα καὶ πεφρονηκὼς, καὶ οὐχ ἑκὼν ἀνεπαύσατο, τοῦτ᾽ ἔστιν, οἴχεται πρὸς πέρας τὸ αὐτῷ πρεπωδέστατον, πληγὴν ὑπομείνας ἀνίατον θυμοῦ, φειδοῦς ἁπάσης ἐξῃρημένης. Ἀλλὰ ταυτὶ δὴ φάναι πρέποι ἂν καὶ ἡμᾶς αὐτοὺς, καὶ οἷον ἐπαλαλάζειν τῷ Σατανᾷ, ἀπαιτοῦντι καὶ ἐπισπουδάζοντι, καὶ μάλα πικρῶς.
Ἔγκειται γὰρ τῇ ἑκάστου διανοίᾳ, παρατρέπων αὐτὴν τῶν ἀρίστων καὶ ἀγαθῶν σπουδασμάτων τῶν ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ φημὶ, σὺν βίᾳ δὲ ὥσπερ ἀποφέρων ἐπὶ τὸ αὐτῷ δοκοῦν· καὶ οἷόν τις πικρὸς δασμολόγος τὸ εἰς ἁμαρτίαν ἐπιμελὲς παρ᾽ ἑκάστου ζητῶν.
Ἀλλὰ συνέτριψεν ὁ Σωτὴρ τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, ἀποβαλὼν μὲν ἐκεῖνον, ὑπενεγκὼν δὲ μᾶλλον ἡμᾶς τοῖς ἑαυτοῦ ζυγοῖς, καὶ πατάξας ἔθνος πληγῇ ἀνιάτῳ. Ἔθνος δὲ ποῖον, ἢ πάντως που τὸ τῶν δαιμονίων, οἷς καὶ ἐπέταττεν εἰς τὴν ἄβυσσον ἀπελθεῖν; καὶ μὴν καὶ αἰκίας τὰς παγχαλέπους ἐπῆγεν· καὶ γοῦν ἀνακεκράγασι λέγοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς.» <Πᾶσα ἡ γῆ βοᾷ μετ᾽ εὐφροσύνης, καὶ τὰ ξύλα τοῦ Λιβάνου ηὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς.> Μέρος τοῦ θρήνου καὶ τοῦτο· καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, εὐφροσύνη γέγονεν ἐν πάσῃ τῇ γῇ, τῆς Ἀσσυρίων πεπορθημένης, καὶ καταλήξαντος τοῦ ἐπισπουδαστοῦ, καὶ παρὰ πάντων αἰτοῦντος τὸ ὑποτάττεσθαι δεῖν αὐτῷ, οὓς καὶ ξύλα τοῦ Λιβάνου ὁ προφητικὸς ὀνομάζει λόγος· τοὺς ἐν ἀρχαῖς που πάντως. καὶ ἐν δυνάμεσι τῶν ἐθνῶν κέδροις παρεικάζων.
Πλὴν οἷά τις δρυοτόμος ὁ Ναβουχοδονόσορ κατασείων αὐτοὺς τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς. Αἱ κέδροι τοίνυν, φησὶν, ἐπὶ σοὶ χαίρουσαι φασίν· Ἀφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Εἰ δὲ δὴ βούλοιτό τις τὸν τοιόνδε λόγον ἐφαρμόσαι μόνοις τοῖς ἐξ Ἰσραὴλ, περινοήσει τοιῶσδε. Λίβανος ὄρος ἐστὶ παμμεγεθὲς κατὰ τὴν Φοινίκων γῆν, κέδροις τε καὶ λιβάνοις κατάκομον, δασύ τε καὶ εὔδενδρον· παρεικάζει τοίνυν αὐτὸ πλειστάκις ἡ θεόπνευστος Γραφὴ τῇ τῶν Ἰουδαίων χώρᾳ, διάτοι τὸ πλείστους ἐν αὐτῇ διαπρεπεστάτους εἶναι κατά τε δυναστείαν καὶ δόξαν, εἶναί γε μὴν καὶ ἑτέρους τοῖς τῆς ἱεροσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένους καὶ οἷον εὐοσμοτάτους. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας, Λιβάνῳ μὲν παρεικάζων τὴν Ἰουδαίαν· κέδροις τε δρυσί τε καὶ πίτυσι τοὺς ἐν αὐτῇ. Πυρὶ δὲ παμφάγῳ τὴν Ῥωμαίων στρατείαν, τὴν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὅλην αὐτῶν κατεμπρήσασαν τὴν χώραν. Οὕτω φησί· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος.
Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Ἔστω τοιγαροῦν Ἰουδαίων ὁ λόγος ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου εὐφραινομένων τε καὶ λεγόντων τῷ Βαβυλωνίῳ καὶ τοῖς ἀμφ᾽ αὐτόν· Ἀφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ἀστειότατα δὲ σφόδρα μεμένηκε τῇ τοῦ λόγου τροπῇ.
Ἐπειδὴ γὰρ ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου γέγονεν ἡ φωνὴ, ταύτῃτοί φασι τὸ, Οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Μετὰ γάρ τοι τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, οὐκέτι πρὸς αὐτοὺς ὁ ἐκ τῆς Ἀσσυρίων κεκίνηται πόλεμος. Ἐροῦμεν δὲ καὶ ἡμεῖς εἰκότως τῷ Σατανᾶ, οἱ πάλαι μὲν παρ᾽ ἐκείνου πεπορθημένοι, ἑδραῖον δὲ λοιπὸν ἐσχηκότες ἐν Χριστῷ τὸ φρόνημα, καὶ νοῦν εἰς εὐσέβειαν ἀσφαλῆ, καὶ ἐῤῥιζωμένον, καὶ καρδίαν εὐθαλεστάτην· Ἀφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. <Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. Πάντες ἀποκριθήσονται, καὶ ἐροῦσί σοι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.> Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ προσωποποιεῖν ἔσθ᾽ ὅτε, καὶ οἷον αὐτοῖς τοῖς πράγμασιν ἐφαρμόζειν φωνὰς, ὁποῖόν ἐστι τὸ, «Αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἔθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.» Περιτίθησι μὲν γὰρ τὸν ἐπὶ τῷδε λόγον τῇ Τυρίων πόλει πεπορθημένῃ κατὰ καιροὺς παρὰ τῶν Βαβυλωνίων· φαμὲν δὲ πρέπειν τῇ τῶν πραγμάτων φύσει τὸν λόγον.
Οὕτω καὶ ὁ προφήτης Μιχαίας εἰσκεκόμικέ που τὴν Ἱερουσαλὴμ πρὸς τὴν Βαβυλῶνα λέγουσαν· «Μὴ ἐπίχαιρέ μοι, ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι. Διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι· ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνη ἡ λέγουσα πρὸς μέ· Ποῦ Κύριος ὁ Θεός σου; Οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς ἡμέρας ἀλοιφῆς πλίνθου· ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.» Καθ᾽ ἢν δηλονότι ὁ Κύρος τε καὶ Μῆδοι Πέρσαις ἀναμὶξ ᾑρήκασι τὴν Βαβυλωνίων.
Προσωποποιεῖ τοιγαροῦν καὶ νῦν οὐδὲν ἧττον ὁ μακάριος προφήτης· παρωξύνθαι τε φησιν, ἤγουν πεπικράνθαι τὸν ᾅδην καταβαίνοντι συναντήσαντα. Καί μοι τοῦ λόγου περιάθρει τὴν οἰκονομίαν. Καταδείκνυσι γὰρ διὰ τούτου μιαιφόνον ὄντα καὶ αἱμάτων πλήρη, ὥστε καὶ ἔργον τῆς ἐνούσης ὠμότητος αὐτῷ πάντα σχεδὸν γενέσθαι τὸν ᾅδην, ἤτοι τοὺς ὄντας ἐν ᾅδου. Οὐ γὰρ διαλέλοιπεν ὁ ἀλαζὼν ἔθνη τε καὶ βασιλεῖς ἄρδην ἀποκείρων, καὶ ψυχῶν ἀθλίων τὸν ᾅδην ἀναπιμπλάς. Πάντες οὖν οἱ γίγαντες, φησὶ, τοῦτ᾽ ἔστιν, οἱ κατ᾽ ἰσχὺν ἐπίσημοι γεγονότες, καὶ πολλῶν ἄρξαντες ἐθνῶν, ἀνῃρημένοι δὲ διὰ σοῦ, ἀποκριθήσονται, καὶ ἐροῦσι, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς.
Ἦσθα μὲν γὰρ ἄνθρωπος, φασὶν, ἀλλ᾽ οὐκ ἠξίους τοῦτο εἰδέναι καὶ φρονεῖν· ἀλλ᾽ οὐδ᾽ ἂν ᾠήθης, ὅτι καὶ κρείσσων ἔσται τις τῆς σῆς. ὀφρύος, καὶ τῆς δυσαντήτου χειρὸς, εἰσὶ δὲ ὅτι καὶ θανάτου κρείττων, οὐκ ἔξω που τάχα τέθεικας τῆς ἐλπίδος, μόλις δὲ καὶ οὐχ ἑκόντα σε μάχαιρα πέπεικε Μηδικὴ διὰ πείρας αὐτῆς ἐκμαθεῖν, ὅτι καθ᾽ ἡμᾶς ἦσθα καὶ αὐτός. Καὶ γοῦν ἑάλως, ὥσπερ καὶ ἡμεῖς. Κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἀντὶ τοῦ, ἐσβέσθη θανάτῳ· καὶ τὸ ἀμειδὲς τῆς φθορᾶς ἐπενήνεκται κράτος. Τὴν σὴν εὐφροσύνην ὄψεται καὶ μόλις τεθεικὸς ἐκ μέσου. Στρωθήσεται δὲ σῆψις μὲν ὑποκάτω σου, γενήσεται δέ σοι καὶ ἄμφιον ὡς σκώληξ. Καὶ κοινὸν μὲν τοῦτο. Πεπονθόσι γὰρ ἅπαξ τοῖς ἀνθρωπίνοις σώμασι τὸ ἀποθανεῖν, συμβήσεται πάντως σῆψις καὶ σκώληξ. Πλὴν ἐπ᾽ ἐκείνου λέγεται καλῶς, ὡς ἐν τάξει πικρῶν ὀνειδισμῶν. Οἱ γὰρ εἰς λήθην πεσόντες τῆς ἑαυτῶν ἀσθενείας, καὶ ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐδὲ ὅτι πείσονται τὰ ἀνθρώπινα προσδοκήσαντες, κατονειδίζοιντο ἂν εἰκότως· ὡς ἔν γε τῷ παθεῖν αὐτὰ μαθόντες μόλις, ἃ χρῆν εἰδότας ἑλέσθαι φρονεῖν μετριώτερα. Ὁ τοίνυν, φησὶν, ἐξιτήλοις καὶ βασιλικαῖς ἐνσπαταλήσας τρυφαῖς, ὁμοῦ τοῖς ἄλλοις κείσεται περιστολῆς δίχα, καὶ ἠξιωμένος οὐδενὸς τῶν τοῖς τεθνεῶσι νενομισμένων. <Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;
συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;> Ἀστὴρ τῶν ὅτι μάλιστα περιφανεστάτων ὁ Ἑωσφόρος ἐστίν· ἀνίσχει δὲ βραχὺ πρὸ αὐγῆς, καὶ οἱονεί τις προάγγελος τῆς ἡλίου μαρμαρυγῆς. Ὅτι δὲ πλουσίῳ φωτὶ καταλάμπεται, διαδείξειεν ἂν αὐτὸ τουτὶ τὸ βραχὺ φαίνεσθαι πρὸ αὐγῆς. Ἕως μὲν γὰρ ἔτι τὸ αἰθέριον καταμελαίνεται σῶμα, μονονουχὶ φριγώσης νυκτὸς, καὶ ἐν ἀκμαῖς ὄντος τοῦ σκότους, ἐκφανεστέραν ἔχουσι τὴν ἔκλαμψιν οἱ κατ᾽ οὐρανὸν ὄντες ἀστέρες· ἡμέρας δὲ οὔσης ἐγγὺς, καὶ οἷον ἐν πρώταις ἐσχατιαῖς τοῦ ἡλιακοῦ γεγονότος κύκλου, συστέλλεταί πως τὸ ἑκάστου φῶς παραχωροῦν τῷ προὔχοντι, καὶ ἡττώμενον τῷ μείζονι σέλᾳ. Ἀμφιλαφὲς δὲ οὕτως ἐστὶ τὸ φῶς τοῦ Ἑωσφόρου, ὡς καὶ ἐν αὐγῇ φαίνεσθαι, καὶ ταῖς ἡλίου βολαῖς γείτονά πως ποιεῖσθαι τὴν ἀνάδειξιν. Παρεικάζει τοίνυν Ἑωσφόρῳ τὸν Βαβυλώνιον, διάτοι τὸ προὔχειν τῶν ἄλλων, καὶ μηδένα κατ᾽ αὐτὸν ὁρᾶσθαι τῶν ἐν ἀρχαῖς τε καὶ βασιλείαις· εἶναι δὲ οὕτω περιφανῆ καὶ περίοπτον, ὡς ἂν νοοῖτο καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἄστροις ὁ Ἑωσφόρος. Ἀλλ᾽ ὁ τοιαύτῃ δόξῃ περιχεόμενος, φησὶν, ὑψοῦ τε ἠρμένος, καὶ ἀνικήτοις εὐκλείαις λελαμπρυσμένος, πῶς ἐξέπεσεν ὡς ἐξ οὐρανοῦ; συνετρίβη δὲ καὶ εἰς τὴν γῆν ὡς ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Τὸ δὲ ἀποστέλλων, ἀντὶ τοῦ κελεύων, φησὶν, ἢ καθ᾽ ἕτερον τρόπον.
Ἐδόκει γάρ πως ἀεὶ τοῖς Βαβυλωνίων τυράννοις ἅπαν ἀνθρώπων ἔθνος ὑπὸ χεῖρα ποιεῖσθαι τὴν ἑαυτῶν, χώρας τε ἁπάσας ὑπὸ ζυγὰ δουλείας ἐλθεῖν. Ἀποστέλλων γοῦν πρὸς πάντα τὰ ἔθνη, βῶλον αἰτοῦντες γῆς, καὶ ὕδωρ εἰς ἄγγος, οἷον ἐκ μέρους ζητοῦντες τὸ πᾶν, γῆν τέ φημι καὶ θάλασσαν, ὡς τῶν ὅλων ὄντες δεσπόται. <Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ πρὸς βοῤῥὰν τὰ ὑψηλὰ, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.
Νῦν εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων πᾶσαν τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε. Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε.> Ἀδοκήτοις αὐτὸν συμφοραῖς ἐναλῶναι φησὶ, καὶ τοῖς παρ᾽ ἐλπίδα παραδόξοις ὡμιληκότα, δι᾽ αὐτῶν καὶ μόλις ἀναμαθεῖν τῶν πραγμάτων, ὅτι τε ἄνθρωπος εἴη, καὶ τοῖς πρὸ αὐτοῦ τεθνεῶσι παραπλήσιος.
Ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους ὑπεροψίας, καὶ εἰς φρόνημα τὸ θεομισὲς, καὶ τῆς εἰς ἄκρον ἀλαζονείας ἔμπλεων· Ὀλίγα παραχωρεῖν ἐδόκει σοι, φησὶ, τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασι, βάσιμον ἔσεσθαί σοί πως καὶ αὐτόν που τάχα προσεδόκας τὸν οὐρανὸν, καὶ θρόνοις τοῖς ὑπερτάτοις τὸν σὸν ἁμιλλήσεσθαι θάκον· ἐνόμισας ἀμαθῶς, ἰσόθεος εἶναί τις καὶ ὑπὲρ τὴν κτίσιν· ἐδόκεις ὑπερνεφὴς εἶναί τε, καὶ ἐπ᾽ αὐτῶν ἱζῆσαι τῶν ἄστρων. Ἀλλ᾽ ἥλως εἰκῆ τὰ τοιάδε πεφρονηκώς. Ἤλεγξε τὴν σὴν εἰκαιοβουλίαν τῶν πραγμάτων τὸ πέρας· καταβήσῃ γὰρ εἰς ᾄδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Καὶ ταῦτά φησιν, ἵνα τὸν χῶρον τάχα που σημαίνῃ τὸν κατωτάτω, τοῦτ᾽ ἔστι, τὸ ἐξώτερον σκότος. Ἔσῃ δὲ θαῦμα τοῖς ὁρῶσι, φησὶ, καὶ μάλα εἰκότως. Αἱ γὰρ ἀθρόοι μάλιστα τῶν παρ᾽ ἐλπίδα μεταβολαὶ, καταπλήττουσι τοὺς θεωμένους.
Τί δὲ τὸ θαῦμα, καὶ πῶς ἂν γένοιτο λόγος ὁ ἐπ᾽ αὐτῷ· Ἐροῦσι γὰρ, Οὗτος ὁ ἄνθρωπος; παθόντα μόλις ἄνθρωπον ὀνομάζουσι· τάχα που τοῦτο εἰπεῖν δεδιότες πάλαι· Πλὴν οὗτος ὁ ἄνθρωπος, ὁ παροξύνων πᾶσαν τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε; τεθαυμάκασιν εἰκότως, εἰ ἄνθρωπος εἷς ὅλης κατηρέθιστο τῆς ὑπ᾽ οὐρανὸν, κατεδόνησε βασιλεῖς, ἐρήμην ἀπέφηνε τῶν οἰκούντων τὴν οἰκουμένην, κατέσεισε δὲ καὶ τὰς πόλεις. Καὶ τί πρὸς τούτοις ἕτερον, Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν; Ἐπεὶ δέ τινα τῶν ἀντιγράφων ἔχει· Τοὺς ἐν ἀπαγωγῇ, εἰ μέν τις οὕτως βούλοιτο νοεῖν, ἐροῦμεν, ὅτι τὸ τῆς ἀπαγωγῆς ὄνομα τὴν αἰχμαλωσίαν καὶ τὴν ἐξανάστασιν τῶν ἐξ Ἰσραὴλ κατασημαίνειεν ἄν. Ἀπεκομίσθησαν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Ἀσσυρίων. Εἰ δὲ δὴ τοὺς ἐν ἐπαγωγῇ λέγοι τὸ γράμμα τὸ ἱερὸν, οὐδὲν ἧττον σὺ νοήσεις, ὅτι τοὺς ὄντας ἐν ἐπαγωγῇ θυμοῦ Κυρίου. Ἐπηνέχθη γὰρ αὐτοῖς ὀργὴ διὰ πολλὴν ἁμαρτίαν. Ὁ Ναβουχοδονόσορ οὐκ ἔλυσε, τοῦτ᾽ ἔστιν, οὐκ ἀνῆκε τῆς ταλαιπωρίας.
Ἔδει γὰρ, ἔδει τὸν ἀλιτήριον, οὐκ ἀλαζόνα μόνον ὁρᾶσθαι, ἀλλὰ γὰρ καὶ θεομάχον, καὶ πεπορθηκότα τὴν γῆν, καὶ σκληρὸν, καὶ ἀφιλοικτείρμονα, καὶ κατ᾽ οὐδένα τρόπον εἰδότα ἐλεεῖν τοὺς ἐν ἐσχάταις ὄντας συμφοραῖς, καὶ πεπραχότας ἀθλίως. Ἐφαρμόσαι δ᾽ ἄν τις καὶ μάλα εἰκότως τῇ τοῦ πάντα συντρίψαντος κεφαλῇ, φημὶ δὴ τοῦ ἀρχεκάκου δράκοντος, τὰ ἱστορικῶς εἰρημένα. Ἦν μὲν γὰρ ἀπαιτῶν καὶ ἐπισπουδαστὴς, καθ᾽ οὓς ἤδη προείπαμεν τρόπους· πέπαυται δὲ, καὶ ἐκ μέσου γέγονε, καταπαίοντος αὐτὸν τοῦ Θεοῦ πληγῇ θυμῷ ἀνιάτῳ, καὶ κατέληξε κόπτων, οἷά τις δρυοτόμος εὐσθενὴς, τὰς κέδρους τὰς νοητὰς, ὧν καὶ ὁ μακάριος Δαβὶδ διαμέμνηται λέγων πρὸς τὸν τῶν ὅλων Θεόν· «Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.» Ἐπειδὴ δὲ καταπεφοίτηκεν εἰς ᾅδου πάντως που καταδεδικασμένος ὁ δείλαιος, ἐκεῖ τῇ παμφάγῳ συνεχόμενος φλογὶ, τεθαυμάκασι τοῦτο παθόντα, κατά γε τὸ εἰκὸς, αἱ πονηραί τε καὶ ὑπ᾽ αὐτὸν δυνάμεις, καὶ τάχα που καὶ τεθρηνήκασι λέγουσαι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης, καὶ τὰ τούτοις ἐφ᾽ ἑξῆς. Ἦν μὲν γὰρ τό γε ἧκον εἰς δόξαν, ἐπίσημος ἐν ἀγγέλοις, καὶ ἐν ταῖς ἄνω δυνάμεσιν περιφανὴς, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄστροις Ἑωσφόρος.
Ἐξέπεσε δὲ καὶ συνετρίβη πεφρονηκὼς ὑπέρογκα, καὶ τὴν μόνῃ πρέπουσαν τῇ ὑπερτάτῃ φύσει τιμήν τε καὶ δόξαν ἁρπάσαι τολμήσας, τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν καὶ εἰς νοῦν τὸν ἐν αὐτῷ. Ἀλλ᾽ ὥς φησιν ὁ προφήτης· Καταβέβηκεν εἰς ᾅδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς ὁ πάλαι σείων πᾶσαν τὴν γῆν, ὁ θεὶς τὴν οἰκουμένην ὡς ἔρημον· ἐρήμην γὰρ τῆς ἀληθοῦς θεογνωσίας ἀπέφηνε τὴν ὑπ᾽ οὐρανὸν, καὶ οὐδένα παντελῶς ἔχουσαν τῆς ἀρετῆς ἐργάτην. Καὶ οὐκ ἔλυσε μὲν τοὺς ἐν ἐπαγωγῇ. Κεχάρισται δὲ τοῦτο τοῖς αὐτὸ πεποιθόσιν ὁ Κύριος, εἰρηκὼς «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Καὶ μὴν καὶ τοῖς ὑπὸ θείαν ὀργὴν γεγονόσι διὰ τὸ τοῖς θείοις ἐμπαροινῆσαι νόμοις, ἀμνησικάκως ἀφεὶς τὰ ἐγκλήματα, καὶ ἀπαλλάξας δίκης τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πολλοῖς ὑπενηνεγμένους πταίσμασιν. <Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ, Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου.> Ἐκ τῶν ὑπαρχθέντων ἔσθ᾽ ὅτε, φησὶ, φορτικωτέραν αὐτοῦ τὴν συμφορὰν διαδείκνυσι· καὶ ἀληθὲς ὅπερ ἔφην· εἰ μὴ δὲ τῶν ἴσων συνέβη τυχεῖν τοῖς ἄλλοις, τὸν οὕτω περιφανῆ καὶ ὑψαύχενα καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, εἰς τὸ ὑψοῦ τεθεῖσθαι δοκεῖν ἠρμένον.
Οἱ μὲν γὰρ κεκοίμηνται, φησὶν, οὐ δίχα τιμῆς, οὔτε μὴν ἔξω που τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτοῖς ἐνδιαιτημάτων. Σὺ δὲ καὶ τούτων ἀμοιρήσας παντελῶς, ἐν ὄρεσι κείσῃ βδελυρὸς, καὶ ἐῤῥιμμένος, τοῦτ᾽ ἔστιν, ὀδωδώς τε καὶ ἀτερπὴς εἰς θέαν. Τί γὰρ ἂν γένοιτο βδελυρώτερον σώματος νεκροῦ καὶ περιστολὴν οὐκ ἔχοντος; Κείσῃ δὴ οὖν ὁμοῦ τοῖς ἄλλοις, οἳ μαχαίρας ἔργον γεγόνασι Μηδικῆς, οὐδενὸς ἐπὶ σοὶ θρηνήσαντος, οὐ τὸ τοῖς τεθνεῶσι ἀκολουθοῦν ἐπιστάξαντος δάκρυον, οὐκ ἐνταφίοις τιμήσαντος· οἰκτρὸς δὲ οὕτως καὶ ἐῤῥιμμένος, ὡς μηδενὸς τῶν ἄλλων διενεγκεῖν, οἳ καὶ γεγόνασιν ὑπὸ χεῖρα σὴν, καὶ ἀσημότατοι παντελῶς. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι μέχρι τούτων ὁ θρῆνος στήσεται. <Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι, οὐκέτι καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός· διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.> Τὰ παγχάλεπα τῶν δυσσεβημάτων δυσέκπλυτά τέ ἐστι, καὶ τοῖς δεδρακόσιν αὐτὰ βαφῆς τινος δίκην ἐγκεχρωσμένα καταθεῷτό τις ἄν. Ἀποδείκνυσι γεμὴν αὐτοὺς τῆς εἰς λῆξιν ἡκούσης ἀγανακτήσεως πεπραχότας ἄξια, καὶ δίκης ἀξίους τῆς ἰσοῤῥόπου τοῖς αἰτιάμασιν. Οὐκοῦν οὐκ ἀπαλλαχθήσῃ, φησὶ, τῶν πλημμελημάτων, οὐδ᾽ ἂν γένοιο καθαρὸς, καὶ κατοικτείρεσθαι πρέπων.
Ἔσῃ δὲ οὕτω μεμολυσμένος, καὶ ἀναπόβλητον ἔχων τῆς μιαιφονίας τὸ ἔγκλημα, καθάπερ ἀμέλει καὶ ἱμάτιον αἵματι πεφυρμένον.
Ἀπώλεσας γὰρ τὴν γῆν τὴν ἁγίαν, ἀπέκτεινας δὲ καὶ τὸν ἐκνεμηθέντα μοι λαόν· «Ὅτε γὰρ διεμέριζε,» φησὶν, «ὁ Ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Πάνδεινον οὖν ἄρα τὸ κατεπαίρεσθαι τῆς τοῦ Κυρίου γῆς, τοῦτ᾽ ἔστι, τῆς Ἐκκλησίας, καὶ τὰ τῆς μιαιφονίας τολμήματα πληροῦν, κατὰ τοῦ ἐκνεμηθέντος λαοῦ τῷ Χριστῷ.
Ἔσται γὰρ κατ᾽ οὐδένα τρόπον καθαρὸς, ὁ τοῖς οὕτως ἐκτόποις ἐναλοὺς ἐγκλήμασιν. Φαίη δ᾽ ἂν οἶμαί τις, τὰς ἐπί γε τῇ Ἰουδαίᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις συμφορὰς ἐκνενοηκώς· Ἆρα γὰρ αὐτόμολος ἧκεν ὁ Βαβυλωνίων τύραννος, καὶ κατεστράτευσε τῆς Ἰουδαίων γῆς, εἷλε δὲ καὶ τὴν ἁγίαν πόλιν, οὐκ ἀφέντος αὐτῷ τοῦτο δράσαι Θεοῦ, μᾶλλον δὲ οὐκ αὐτῷ δεδωκότος; καίτοι φησὶν αὐτὸς ὁ προφήτης ἡμῖν Ἡσαΐας; ὅτι «Συριεῖ Κύριος μυΐας, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ.» Πῶς οὖν ἄρα τοῖς νεύμασιν ὑπηρετήσας ὁ Βαβυλώνιος ἀνεξίτητον ἔχει τὸ ἔγκλημα, καὶ οὕτω κεκόλασται δεινῶς, ὡς ἐπέκεινα μηδὲν ὁρᾶσθαι τῆς ἐπενεχθείσης ὀργῆς αὐτῷ; Ναὶ καὶ μάλα εἰκότως.
Ἠθέλησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀπονενευκότα πρὸς ἀπόστασιν ἐλέγξαι τὸν Ἰσραὴλ, καὶ συμμέτροις αἰκίαις ἀναπεῖσαι παλινδρομεῖν εἰς τὴν αὐτῷ συνήθη λατρείαν, φημὶ δὴ τὴν νομικήν. Ὁ δὲ, καίτοι πρὸς τοῦτο ἠγμένος, θηρίου δίκην ἀμείλικτος ἦν, καὶ ἀχαλίνοις ἐχρήσατο τοῖς θυμοῖς, καὶ γοῦν ἐγκαλεῖται Θεοῦ λέγοντος ἐναργῶς· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα· ἀνθ᾽ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα· αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Ὥσπερ δὲ σκεῦος ὄντα θυμοῦ καὶ ὀργῆς τὸν Φαραὼ καὶ ὑποκείμενον ἤδη κολάσει δι᾽ οἰκεῖα πταίσματα ἐξήγειρε, καθά φησιν αὐτὸς, ἵν᾽ ἐνδείξηται ἐν αὐτῷ, τήν τε ἰδίαν δύναμιν, καὶ τῆς δικαιοκρισίας τὸ ἀκριβές· οὕτω νοήσεις καὶ ἐπὶ τοῖς Βαβυλωνίοις. Σκεύη γὰρ ὄντες ὀργῆς, καὶ κολασθῆναι δικαίως ὀφείλοντες, ἐπηνέχθησαν τοῖς Ἱεροσολύμοις· ἵνα παιδεύσαντες τὸν Ἰσραὴλ, ἐξαιτηθεῖεν μετὰ τοῦτο καὶ αὐτοὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσάν τε καὶ ἁρμοδιωτάτην κόλασιν. <Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν, καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων.
Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα.> Πάνδεινα μὲν δέδρακε κατὰ παντὸς ἔθνους ὁ Ναβουχοδονόσορ, καὶ οἱ μετ᾽ αὐτὸν δὲ καὶ ἐξ αὐτοῦ γεγονότες, μέχρι Βαλτάσαρ, ταῖς τοῦ πατρὸς ἑπόμενοι δυστροπίαις, ὑπερήλαντο τὰ ἐκείνου, ὠμοί τε καὶ ἀπηνεῖς κατὰ παντὸς γεγόνασιν ἔθνους, κατεπεφύοντό τε τοῦ Ἰσραὴλ, καίτοι γεγόνασιν ἐν αἰχμαλωσίᾳ καὶ ζυγῷ δουλείας ἐνησχημένοι. Πεφρονήκασι δὲ οὕτω τι μέγα, καὶ κατ᾽ αὐτῆς τῆς τοῦ Θεοῦ δόξης, ὥστε καὶ τὸν ἀλιτήριον Βαλτάσαρ, ποιοῦντα πότον τοῖς μεγιστᾶσιν αὐτοῦ, παρενεγκεῖν εἰς μέσον τὰ σκεύη τὰ ἅγια, καὶ πιεῖν ἐν αὐτοῖς ταῖς παλλακίσιν ὁμοῦ καὶ ταῖς παρακοίταις αὐτοῦ, ὅτε καὶ ἐξῆλθεν ἀστράγαλος χειρὸς, καθά φησιν ὁ Δανιὴλ, καὶ γραφὴν ἐν τῷ τοίχῳ πεποίηται· Μάνη, Θεκὲλ, Φαρές· ὃ δὴ καὶ διερμηνεύων ὁ θεσπέσιος Δανιὴλ, μεμερίσθαι μὲν ἔφη τὴν βασιλείαν αὐτοῦ, δεδόσθαι δὲ Μήδοις καὶ Πέρσαις.
Φασὶ τοιγαροῦν ὁλόῤῥιζον ἀπολέσθαι τότε τὸ τοῦ Ναβουχοδονόσορ γένος, καὶ μέν τοι τὸ Βαλτάσαρ, ὥστε μηδένα τὸ παράπαν ἐξ αἵματος αὐτῶν ἐπιβῆναι μετ᾽ αὐτοὺς τοῖς παρ᾽ αὐτοῖς βασιλείας θάκοις. Τοῦτο, οἶμαι, διὰ τῶν προκειμένων ἡμῖν ὁ προφητικὸς διαδείκνυσι λόγος. Ἄθρει γὰρ ὅπως κατὰ παντὸς τοῦ πονηροῦ σπέρματος ἡ θεία κεχώρηκεν ὀργή. Ἑτοίμασον γὰρ, φησὶ, τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου. Ἐπειδὴ γὰρ οἱ πατέρες γεγόνασιν ἀσεβεῖς, πέπαυται τὸ ἐξ αὐτῶν σύμπαν ἐσόμενον γένος. Διὰ ποίαν αἰτίαν; Ἵνα μὴ ἀναστῶσι, φησὶ, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων· τοῦτ᾽ ἔστιν, ἵνα μὴ ταῖς τῶν πατέρων ἀγερωχίαις ἑπόμενοι, καὶ προγονικῆς δυσσεβείας γενόμενοι ζηλωταὶ, κατεμπλήσωσι μὲν πολέμου τὴν γῆν, καθάπερ ἀμέλει κἀκεῖνοι, γένοιντο δὲ αὐτῆς καὶ κύριοι. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα, καὶ σπέρμα. Ὅνπερ γὰρ τρόπον τοῖς εὐαρεστήσας· τῶν βασιλέων τοῦ Ἰσραὴλ υἱοὺς τετάρτους ἐπηγγείλατο Θεὸς καθήσεσθαι ἐπὶ τῶν θρόνων αὐτῶν, ἐκτείνων τὴν εὐλογίαν καὶ εἰς τὸ ἐξ αὐτῶν ἐσόμενον γένος· οὕτω τῶν ἄγαν γεγονότων δυσσεβῶν ἀνακόπτει τοῦ γένους τὴν ἐπίδοσιν. Οἱ γὰρ ἀσεβεῖς, φησὶν, ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται.
Ἀκουέτω δὴ οὖν καὶ ὁ πάντων ἐχθρὸς, ὁ τῆς ἁμαρτίας εὑρέτης, καὶ ἁπάντων ἡμῖν παραίτιος γεγονὼς τῶν κακῶν· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ γὰρ ἠρκέσθη τῷ μεταστῆσαι πρὸς παράβασιν τὴν τοῦ γένους ἡμῶν ἀρχὴν, ἀλλὰ γὰρ καὶ ἅπασαν τὴν ὑπ᾽ οὐρανὸν ἀποβουκολῆσαι Θεοῦ, καὶ τῆς πρὸς αὐτὸν ἀποκομίσας ἀγάπης τὸν ἐπὶ γῆς ἄνθρωπον, ἴδιον ἀπέφηνε προσκυνητὴν, καὶ τοῖς τῆς ἀπωλείας ἐνῆκε βόθροις. Οὐκοῦν οὐκ ἔσται καθαρὸς, ἀλλ᾽ οὐδὲ μεμένηκεν εἰς τὸν αἰῶνα χρόνον· οὐ γὰρ μέχρι παντὸς κεκράτηκε τῶν ἠδικημένων, ἀνασειράζοντος Θεοῦ τὴν πλεονεξίαν, καὶ ἀνακόπτοντος τῆς καθ᾽ ἡμῶν σκαιότητος τὰς ὁρμάς. Ἀπόλωλε γὰρ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, τοῦτ᾽ ἔστι, τοῖς ἀκαθάρτοις δαίμοσι· σπέρμα γὰρ ἧσαν πονηρόν. Ἀπολώλασι σειροῖς ζόφου τεταρταρωμένοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ἐκβέβληνται γὰρ τῆς καθ᾽ ἡμῶν τυραννίδος, καὶ γέγονεν ἡμῖν εἰρήνη Χριστός.
Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν, καὶ τὰ νοήματα ἡμῶν.» Συνέβη δὲ τοῦτο παθεῖν αὐτοὺς τίνα τρόπον, αὐτὸς ἡμῖν ὁ τῶν ὅλων Θεὸς σαφηνιεῖ λέγων· Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν τὸ ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. <Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.> Ἔοικεν εἶναί τις τῶν κατὰ πλάτος εἰρημένων ἀνακεφαλαίωσις συντομωτάτη τὸ προκείμενον ἡμῖν ῥητόν. Δηλοῖ γὰρ ἕτερον οὐδὲν, πλὴν ἐκεῖνό που πάντως, ὡς ἀνθρώπων μὲν ἔρημος ἔσται παντάπασιν ἡ Βαβυλωνίων, ζώων δὲ πλήρης, οἷς ἐνδιαίτημα φίλον ἡ ἐρημία.
Ἐπειδὴ δὲ πλείστην, κατὰ τὸ εἰκὸς, ὑδάτων ἔχει καταφορὰν, φασὶ δὲ καὶ ποταμὸν αὐτὴν τέμνειν δίχα, συμβέβηκεν οὐδενὸς τῶν ναμάτων τὴν ῥύμην παροχετεύοντος, ἐφ᾽ οὓς ἧν ἀκόλουθον ἰέναι τόπους, διασκίδνασθαί τε κατὰ πάσης τὸ ὕδωρ, καὶ τελμάτων ἀποτελέσαι τὴν πληθὺν, ὡς πάλαι λαμπρὰν καὶ διαβόητον, βασιλίδα τε τῶν ἄλλων, καὶ ἐνδοξοτάτην κατωνομασμένην, πηλοῦ βάραθρον γενέσθαι καὶ τοῖς ἐμπίπτουσιν εἰς ἀπώλειαν. <Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῶν ὁ ζυγὸς αὐτῶν· καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.> Προφητεύει μὲν ὁ μακάριος Ἡσαΐας ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεχίου· ἔοικε δὲ τουτοισὶ ποιεῖσθαι τοὺς λόγους, τοὺς κατά γε φημὶ τῆς Βαβυλῶνος, ἢ καὶ ἁπάσης τῆς Ἀσσυρίων γῆς· περιόντος ἔτι καὶ τὴν βασιλίδα τιμὴν μετὰ χεῖρας ἔχοντος τοῦ Ὀζίου, ὅς ἐστι καὶ Ἀζαρίας.
Ἐπειδὴ δὲ βασιλεύοντος Ἐζεχίου κατεστράτευσε τῆς Ἰουδαίας Σενναχειρεὶμ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν εἷλε τῆς Σαμαρείας πόλεις, ἐλήλεγκται δὲ διὰ χειρὸς Θεοῦ, καὶ αὐτοῖς ἐπιπηδήσας τοῖς Ἱεροσολύμοις· ἀπέθανον γὰρ ἐν μιᾷ νυκτὶ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες, ἀγγέλου χειρὶ δαπανώμεναι· ταύτης ἕνεκα τῆς αἰτίας, ἵνα μή τι τῶν παρὰ Θεοῦ πρὸς παράκλησιν τοῦ Ἰσραὴλ εἰρημένων διαπίπτειν δοκεῖ, προαναφωνεῖ καὶ τοῦτο καί φησιν, ὅτι Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται· κατοιχήσεται γὰρ, φησὶν, εἰς πηλοῦ βάραθρον ἡ Βαβυλωνίων· ἔσται δὲ καὶ ἠρημωμένη, μενεῖ δὲ κἀκεῖνο· καὶ πάντη τε καὶ πάντως ἐκτελευτήσει, φησὶν, εἰς αἴσιον πέρας, ὃ βεβούλευμαί τε καὶ ταῖς παρ᾽ ἐμαυτοῦ κεκύρωκα ψήφοις, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα· ἀφαιρεθήσεται δὲ καὶ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν. Ἀπέσταλτο μὲν γὰρ παρὰ τοῦ Σενναχηρεὶμ ὁ Ῥαψάκης ἐκ Λαχεῖς εἰς Ἱερουσαλήμ.
Εἶτα ταῖς Βαβυλωνίων στρατιαῖς ὅλην ἐν κύκλῳ περισχὼν, τῆς τοῦ Θεοῦ δόξης καταπεφλυάρηκεν οὐ μετρίως· καὶ βαρβαρικῷ φρονήματι πρέπουσαν ἠφίει φωνήν· «Μὴ γὰρ ἀπατάτω, φησὶν, ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς ἐκ χειρὸς Ἀσσυρίων·» ζυγὸν δὲ δουλείας τοῖς ἄνωθεν ἐλευθέροις ἐπιῤῥῖψαι ζητῶν, μέγα τὸ κῦδος, τοῦτ᾽ ἔστι, δόξαν, ἑαυτῷ τε καὶ τῷ οἰκείῳ δεσπότῃ περιτιθεὶς, εἰς ἀδόκητον κατενήνεκται συμφοράν. «Ἀναστάντες γὰρ, φησὶ, τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.» Ἔγνω δὲ διὰ πείρας, ὅτι τέ ἐστιν παναλκὴς ὁ τῶν ἁγίων προεστηκὼς, καὶ τοῖς θείοις αὐτοῦ νεύμασι τὸ ἀντιστατοῦν οὐδέν. <Αὔτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης ὅλης. Ὃ γὰρ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;> Ἰστέον δὴ πάλιν, ὡς οὐ κατὰ πάσης τῆς οἰκουμένης, ἤτοι τῆς ὑπ᾽ οὐρανὸν, ἡ τῆς προφητείας τῆς ἔν γε τούτοις ἔρχεται δύναμις, γέγονε δὲ μᾶλλον ὁ τῆς προαγορεύσεως λόγος κατὰ πάσης τῆς Ἀσσυρίων γῆς, ἢν καὶ οἰκουμένην ἀποκαλεῖ, διάτοι τὸ εἶναι πολλὴν καὶ εὐρεῖαν, ἔθνεσί τε μυρίοις καὶ ἀριθμοῦ κρείττοσιν ἀναπεπλῆσθαι πλουσίως.
Οὐκοῦν τὰ εἰρημένα, φησὶ, κατὰ πάσης ἥξει τῆς Ἀσσυρίων γῆς, ὅτι τε πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, παραλύοντος δὲ οὐδενὸς τὴν ἐπαγωγὴν, ἤγουν ἐπαμύνειν τοῖς ὑπὸ θείαν ὀργὴν ἰσχύοντος, προσαποφαίνει λέγων· Ἃ γὰρ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἀποκείρει μὲν γὰρ εἰσάπαν τὴν τῶν Βαβυλωνίων ἐλπίδα· προσεμπεδοῖ δὲ χρησίμως τοὺς ἐξ Ἰσραὴλ, εἰς τὸ ἀραρότως διακεῖσθαι καὶ φρονεῖν, ὅτι πάντη τε καὶ πάντως ἀποπερανεῖ τὰ ἐπηγγελμένα πανσθενεστάτη τε ὑπάρχουσα, καὶ κατακρατοῦσα τῶν ὅλων, ἡ θεία τε καὶ ὑπερτάτη χείρ.
Ἐπειδὴ γὰρ ᾤοντο δεινὴν καὶ δυσάντητον τὴν τῶν Ἀσσυρίων ὑπάρχειν ἰσχὺν καὶ παραχωροῦσαν οὐδενὶ, καὶ τὸ ἡττᾶσθαι παραιτουμένη, ἀπιστῆσαι δὲ ἦν διὰ τοῦτο εἰκὸς τοῖς τῆς προφητείας λόγοις· ταύτῃτοι καὶ μάλα εἰκότως τοῦτο παθεῖν οὐκ ἐᾷ· μόνον δὲ οὐχὶ καὶ ἐκδυσωπεῖ, καὶ τῆς ἀπιστίας τὴν νόσον προαποκείρει λέγων· Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; <Τοῦ ἔτους οὗ ἀπέθανεν Ἄχαζ, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι.> Διάφοροι κατὰ καιροὺς ἀποκαλύψεις ἐγένοντο τοῖς ἁγίοις προφήταις, καὶ τῇ φύσει τῶν πραγμάτων συμβαίνουσαι πρὸς ὄνησιν τῶν τηνικάδε. Καίτοι γὰρ ἀπεσκληκότα τὸν Ἰσραὴλ καὶ τῶν θείων νόμων ἀφειδηκότα μεταπλάττειν ἤθελεν εἴς γε τὸ χρῆναι τὰ ἀμείνω φρονεῖν ὁ τῶν ὅλων Θεὸς, πολυτρόπως εὐεργετῶν, καὶ τοῖς μὲν ἀνθεστηκόσιν αὐτῷ κατεξανιστὰς τὴν ὀργὴν, ἀνακομίζων δὲ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, εἰς ἐλπίδας ἀγαθὰς, ἵν᾽ εἰδεῖεν ὡς εἷς τε καὶ μόνος ἐστὶν ὁ τῶν ὅλων Κύριος, καὶ ἕτερος μὲν παρ᾽ αὐτὸν οὐδείς.
Αὐτοὶ δὲ τῇ κτίσει τὸ σέβας παρὰ τὸν Κτίστην ἀνάπτοντες, καὶ σπουδὰς τοῖς ψευδωνύμοις προσκομίζοντες θεοῖς, προσκεκρούκασιν οὐ μετρίως. Τοιαύτην τινὰ καὶ νῦν οἰκονομίαν ἡ τῶν προκειμένων ἡμῖν προφητικῶν ἀναγνωσμάτων ὑπεμφαίνει δύναμις.
Δεῖ δὲ, οἶμαι, τὰ ἱστορικῶς γεγονότα προαφηγήσασθαι, καὶ διειπεῖν ἕκαστα σαφῶς· ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐναργὲς ὅτι μάλιστα τὸ δηλούμενον. Βεβασίλευκε τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰσραὴλ Ὀζίας, ὁ καὶ Ἀζαρίας. Οὗτος γέγονε μὲν εὐσεβείας ἐπιμελητής. Ἐποίησε γὰρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ γέγραπται περὶ αὐτοῦ.
Δυνατώτατος δὲ καὶ δυσάντητος κομιδῇ τοῖς δι᾽ ἐναντίας, ἤγουν τοῖς ἀλλογενέσι, τὴν ἐν τοῖς πολέμοις ἀντεξάγων ἰσχύν. Πολλὰς γοῦν ἐκπολιορκήσας εἷλέ τε καὶ πεπόρθηκε πόλεις τῶν Φυλιστιεὶμ, ἤτοι τῶν ἀλλοφύλων, τοῦτ᾽ ἔστι, τῶν Παλαιστινῶν, καὶ ἐκ τῶν τῆς καλουμένης Κοίλης Συρίας. Γέγραπται δὲ οὕτω περὶ αὐτοῦ, ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· «Καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατίσχυσε τὰ τείχη Γὲθ, καὶ τὰ τείχη Ἀζώτου, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις. Κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ Ἄραβας, τοὺς κατοικοῦντας ἐπὶ τῆς Πέτρας, καὶ ἐπὶ τοὺς Μιναίους. Καὶ ἔδωκαν οἱ Μιναῖοι τῷ Ὀζίᾳ δῶρα, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω. Ἐπειδὴ δὲ ἀπεβίω, διαδέχεται τὴν βασιλείαν αὐτοῦ ὁ ἐξ αὐτοῦ γεγονὼς Ἰωάθαμ. Εἶτα μετὰ τοῦτον Ἄχαζ, πονηρός τε καὶ ἀποστάτης ἄνθρωπος, καὶ τοῖς τῆς ἀπάτης τέλμασιν ἐμβεβηκώς. Λελάτρευκε γὰρ ξύλοις τε καὶ λίθοις, καὶ ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διήγαγε δὲ καὶ τὸν υἱὸν αὐτοῦ ἐν πυρὶ, τέθυκε γὰρ τοῖς δαιμονίοις αὐτόν.»
Γέγραπται δὲ οὕτω καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ οὐκ ἐποίησεν εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου τοῦ Θεοῦ αὐτοῦ πιστῶς ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διήγαγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.
Καὶ ἐθυμίασεν ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας· καὶ Φακεὲ υἱὸς Ῥωμελίου καὶ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον· καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν·» καὶ μεθ᾽ ἔτερα· «Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θεγλαφαλαασὰρ βασιλέα Ἀσσυρίων λέγων· Δοῦλός σου, καὶ υἱός σου ἐγώ. Ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ. Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου, καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ παρεγένετο εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκησεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν. Οὐκοῦν πρῶτον μὲν Ὀζίας ὁ καὶ Ἀζαρίας ἐκπεπόρθηκε τοὺς ἀλλοφύλους, πᾶσάν τε αὐτῶν καταδῃώσας τὴν γῆν, δασμοὺς ἐκομίζετο καὶ τέλη. Δεύτερος δὲ μετὰ τοῦτον ὁ Ἄχαζ κατεμισθοῦτο τὸν Ἀσσύριον, καὶ ἐπαφῆκεν αὐτοῖς· ὃς καὶ πᾶσαν ἐξαναστήσας τὴν Παλαιστινῶν χώραν, αὐτοὺς γὰρ εἶναί φησι τοὺς ἀλλοφύλους, ἀπεκόμισεν αἰχμαλώτους εἰς τὴν ἑαυτοῦ, τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους. Ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Ἄχαζ, ἀνεσκίρτησαν ἐπὶ τούτῳ τῶν ἀλλοφύλων αἱ πόλεις, ὡς ἐκ ποδῶν γεγονότος τοῦ καταπαίοντος αὐτοὺς, καὶ δυσφόρητον ὥσπερ τὸν τῆς πλεονεξίας ἐπιτιθέντος ζυγόν.
Ἠσθενηκότες γὰρ ἅπαξ, καὶ πεπορθημένοι διὰ τῆς Ἀσσυρίων χειρὸς, κατεπικραίνοντο μὲν ἐπὶ τῷ Ἄχαζ, ἀμύνασθαί τε μὴν οὐκ ἦσαν ἱκανοί.» Ὦ τοίνυν ἀλλόφυλοι, φησὶν, ἐπειδὴ καθά φατε καὶ νομίζετε, τετελευτηκότος τοῦ Ἄχαζ, συνετρίβη λοιπὸν ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, τοῦτ᾽ ἔστι, τοῦ συντρίβοντος, ἐπὶ τούτῳ μὴ εὐφρανθείητε.
Καίτοι φαίη τις ἂν, ὡς εἰδωλολάτρης ὁ Ἄχαζ ἦν βέβηλός τε καὶ θεομισής· εἶτα πῶς ἀνακόπτει Θεὸς τὸν ἐπ᾽ αὐτῷ γέλωτα τῶν δι᾽ ἐναντίας; Οὐκοῦν οὐ κατ᾽ ἐκείνου που πάντως ἦν ὁ γέλως· ἀλλ᾽ εἴπου τι τῶν καταλυπεῖν εἰωθότων τὴν Ἰουδαίαν γενέσθαι συμβέβηκεν, οὐ τοὺς παθόντας μᾶλλον, ἀλλὰ τοῦ Θεοῦ χεῖρα, τὴν τῷ Ἰσραὴλ συνασπίζουσαν, κατακερτομεῖν ἐπεχείρουν οἱ δι᾽ ἐναντίας. Ἀσθενῆσαι γὰρ ᾤοντο τὴν παναλκῆ δεξιὰν, καὶ τούς γε ὅντας παρὰ σφίσι θεοὺς ἀμείνους γενέσθαι τῆς τοῦ φυλάττοντος τὸν Ἰσραήλ. Οὐκοῦν εἰ καὶ βέβηλος ὁ Ἄχαζ ἦν, ἀλλ᾽ ἐπείπερ ἐπετώθαζον οἱ ἀλλόφυλοι, καθάπερ ἔφην ἀρτίως, τοῖς ἐξ Ἰσραὴλ, ἀνείργει τὴν εὐφροσύνην, καὶ οἷον ἀνασειράζει τὴν εὐφημίαν, οὐκ ἀπηλλάχθαι λέγων αὐτοὺς τοῦ θλίβοντος ζυγοῦ, πείσεσθαι δὲ μᾶλλον τὰ ἐφ᾽ οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας αὐτοὺς δυσφορήσειν οὐ μετρίως. Τί γάρ φησι; Μὴ εὐφρανθείητε, συντετρίφθαι λέγοντες τὸν τοῦ καταπαίοντος ὑμᾶς ζυγόν. Ἴστε δὲ μᾶλλον, ὅτι ἀπὸ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων. Διχῆ τοῦτο νοήσεις· γέγονε μὲν γὰρ Ὀζίας ὁ καὶ Ἀζαρίας, ὡς ἔφην, ἀπηνής τε καὶ μαχιμώτατος· κατεχειρώσατο δὲ οὕτως αὐτοὺς, ὥστε καὶ ἀσυνήθως δασμολογῆσαι τὰς παρ᾽ αὐτοῖς πόλεις τε καὶ κώμας. Εἶτα μετ᾽ ἐκεῖνον ὁ Ἄχαζ, εἰ καὶ μὴ χειρὶ τυχὸν ἰδίᾳ καὶ δυνάμεσι ταῖς ἐπιχωρίοις, ἀλλ᾽ οὖν τῇ τῶν Ἀσσυρίων τὰ ἶσα πέπραχεν εἰς αὐτούς.
Εἷλε γὰρ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, καὶ τὰς τῶν ἀλλοφύλων πόλεις· ἀπέκτονε δὲ καὶ αὐτὸν τὸν Ῥαασσών. Τελευτήσαντος δὲ τοῦ Ἄχαζ, διαδέχεται τὴν βασιλείαν δίκαιός τε καὶ εὐσεβὴς ὁ Ἐζεχίας. Γέγραπται δὲ καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ.
Οὗτος ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης, καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου φυλασσόντων, ἕως πόλεως ὀχυρᾶς.» Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως τοῦ Ὀζίου ἔκγονον ἐκβέβηκεν ἀσπίδος ὁ Ἄχαζ· εἶτα μετ᾽ ἐκεῖνον ὄφις πετόμενος, τοῦτ᾽ ἔστιν, ὀξὺς ὁ Ἐζεχίας.
Κατέδακνον γὰρ τρόπον τινὰ τοὺς ἀλλοφύλους, καὶ δεδαπανήκασι τὰς πόλεις αὐτῶν. Εἰ δὲ ὄφεις ὠνομάσθησαν Ὀζίας τε καὶ Ἐζεχίας, καίτοι γεγονότες εὐσεβεῖς, ἀλλ᾽ ἐννοεῖν ἐκεῖνο προσήκει καὶ μάλα ἐμφρόνως, ὡς ὁ τοῦ λόγου σκοπὸς τέτραπταί τε καὶ βλέπει πρὸς ὅτι μάλιστα τυποῦν τοὺς Φυλιστιεὶμ, ἤτοι τοὺς ἀλλοφύλους. Ἔδει τοίνυν, οὐχ ἡμέρους τινὰς καὶ πράους ἔσεσθαι λέγειν αὐτοὺς, ἀλλὰ δεινοὺς καὶ ὀξεῖς, ὡς ὄφεων δίκην ἐπιπηδᾷν εἰωθότας τοῖς δι᾽ ἐναντίας. Οὐκοῦν ἢ τοιῶσδε συνήσεις τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσονται ἔκγονα ἀσπίδων, ἤ τι καὶ καθ᾽ ἕτερον, εἰ βούλει, τρόπον. Κατεμισθοῦτο μὲν ὁ Ἄχαζ Θεγλαφαλαασὰρ τὸν Ἀσσύριον, καὶ τῇ τῶν ἀλλοφύλων ἐπαφῆκε χώρᾳ, ὃς καταδῃώσας ἅπασαν, ἀπέκτεινε καὶ αὐτὸν, ὡς ἔφην, τὸν βασιλέα Ῥαασσών.
Ἀλλ᾽ ἐν καιροῖς τοῦ βασιλέως Ἐζεχίου κατεστράτευσε τῆς Σαμαρείας ὁ Σαλαμανασὰρ, βασιλεὺς καὶ αὐτὸς ὑπάρχων τῶν Ἀσσυρίων. Ἐπιφοιτήσας δὲ πρώτῃ τῇ τῶν Παλαιστινῶν χώρᾳ, ἤτοι τῇ τῶν ἀλλοφύλων, τὰ ἐκ βαρβαρικῆς ὠμότητος κατὰ παντῶν εἰργάζετο. Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως, τοῦ Θεγλαφαλαασὰρ ἔκγονον ἀσπίδος ἐξῆλθεν ὁ Σαλαμανασὰρ, οἷον ὄφις καὶ αὐτὸς, οὐκ ὀκνηρὸς ἐπ᾽ ἐφόδους, οὐ βραδὺς εἰς κίνησιν τὴν ἐπί τε τὸ χρῆναι πολιορκεῖν, ὀξὺς δὲ μᾶλλον, καὶ πτηνοῦ δίκην ταῖς πόλεσιν ἐφιστάμενος. <Καὶ βοσκηθήσονται πτωχοὶ δι᾽ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπ᾽ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.> Φθάσας ἔφην, ὅτι τεθνεῶτος τοῦ Ἄχαζ, κατεπλατύνοντο μὲν εἰς εὐθυμίαν οἱ ἀλλόφυλοι· κατεμειδίων γε μὴν οὐκ ἐκείνου μᾶλλον, ἀλλὰ τῆς πανσθενοῦς δεξιᾶς τῆς τοῦ σώζοντος τὸν Ἰσραὴλ, φημὶ δὴ Θεοῦ.
Ἀλλ᾽ ὅτι μὲν οὐκ ἐπιλείψουσιν οἱ μαχόμενοι καὶ μετὰ τὸν Ὀζίαν, εὖ μάλα διαμεμήνυκεν, ἐκ σπέρματος ὄφεως ἐξελεύσεσθαι λέγων ἔκγονα ἀσπίδων. Ἐπειδὴ δὲ τῆς θείας κατωρχήσαντο δόξης, ἀναγκαίως δείκνυσιν ἡμῖν ὁ προφήτης ἐν τούτοις, ὅτι καὶ διασώσει τὸν Ἰσραὴλ ὁ προασπίζων αὐτοῦ, καὶ ὅτι τοῖς δι᾽ ἐναντίας πάντη τε καὶ πάντως ἐποίσει τὸν ὄλεθρον. Πεπολιόρκηκε μὲν γὰρ τὴν Ἱερουσαλὴμ ὁ Σαλαμανασὰρ μετὰ τὸ πᾶσαν ἑλεῖν τὴν Σαμαρειτῶν.
Πεπολιόρκηκε δὲ Ῥαψάκην ἀποστείλας ἐκ Λαχεῖς, καθὰ γέγραπται, ἀλλὰ σέσωκεν ἀδοκήτως τοὺς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεός. Πεπτώκασιν γὰρ οἱ Ἀσσύριοι, δαπανῶντος αὐτοὺς ἀγγέλου Κυρίου· τὸ δὲ τῶν ἀλλοφύλων σπέρμα, καὶ πᾶν τὸ κατάλειμμα τὸ ἐκ τῆς πρώτης πολιορκίας τῆς ἐν καιροῖς γενομένης τοῦ Θεγλαφαλαασὰρ ἀνῄρηται παντελῶς καὶ ἀπόλωλεν εἰς ἅπαν λιμῷ τάχα που πεπιεσμένον. Ἕπεται γὰρ ἀεί πως τῷ πολιορκεῖσθαι πόλεις καὶ τὰ ἕτερα βλάβη. Οὐκοῦν βοσκηθήσονται μὲν διὰ Θεοῦ πτωχοὶ, καὶ μετριόφρονες ἄνδρες, τοῦτ᾽ ἔστι, νεμηθήσονται τὴν ἑαυτῶν, καὶ ἐπ᾽ εἰρήνης ἀναπαύσονται. Τὸ δὲ σὸν σπέρμα, καὶ τὸ κατάλειμμα καταφθερεῖ λιμῷ.
Φοβερὸν οὖν τὸ ἐπιτωθάζειν τοῖς ὑπὸ χεῖρα τοῦ Θεοῦ, καὶ κατεπαίρεσθαι τῶν ὑπὸ φροντίδα γεγονότων τὴν παρ᾽ αὐτοῦ. Περιόψεται γὰρ οὐδαμῶς, ἐπαμυνεῖ δὲ πάντως τοῖς ἑαυτοῦ γνωρίμοις, ἵνα μὴ πλατὺ γελῷεν οἱ δι᾽ ἐναντίας, καὶ κατονειδίζωσι Θεὸν, ὡς οὐκ ἔχοντα διαρκῶς εἰς τὸ διασώζειν δύνασθαι τοὺς οἵπερ εἶεν ἐπ᾽ αὐτῷ πεποιθότες. <Ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι.> Τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, οὕτως ἂν νοεῖσθαι πρέποι, ὡς διερμηνεύοντες ἐλέγομεν, ὅτι πεπόρθηκε μὲν τὰς τῶν ἀλλοφύλων πόλεις, εἷλε δὲ καὶ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, εἶτα μετ᾽ ἐκεῖνον, ταῖς ἔτι φορτικωτέραις ἐνῆκεν αὐτοὺς συμφοραῖς ὁ Σαλαμανασὰρ ἐν καιροῖς τῆς Ἐζεχίου βασιλείας, τὰς Σαμαρειτῶν ἐκπολιορκήσας πόλεις.
Ὡς οὖν ἤδη τῆς ἐφόδου συγκεκροτημένης, καὶ παρούσης τῆς Ἀσσυρίων στρατιᾶς, ὡς ἤδη ταῖς πύλαις ταῖς ἐν ἑκάστῃ πόλει τῶν ἑλεπόλεων προσκεκομισμένων, μελλόντων δὲ ἤδη κατασείσεσθαι τῶν τειχῶν, ταῖς ἀφορήτοις αὐτῶν προσβολαῖς· ὀλολύζειν μὲν κελεύει τὰς πύλας, ἀνακεκράγειν δὲ τὰς πόλεις, οὐκ ἐπιγαυριώσας ἔτι τοῖς ἐξ αἵματος Ἰσραὴλ, οὐχὶ τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ κατακερτομούσας δόξαν, οὐ τεθνεῶτι τῷ Ἄχαζ ἐπορχουμένας, μελετώσας δὲ μᾶλλον κομμόν τε καὶ θρήνους, καὶ ταῖς ὅσον οὐδέπω παρεσομέναις συμφοραῖς οὐ μετρίως ἐπιστυγναζούσας. Ἀνθ᾽ ὅτου γὰρ δὴ προστέταχα, φησὶν, ἀνοιμώζειν τὰς πόλεις, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καπνὸν ἐν τούτοις τὸν ἀπὸ βοῤῥᾶ, τὸν ἐκ τῆς Ἀσσυρίων γῆς ὁρμώμενον ὀνομάζει, ἢ αὐτὸν τὸν Σαλαμανασὰρ, ἢ τὴν συνοῦσαν αὐτῷ στρατιάν. Νοτιωτάτη μὲν γάρ ἐστιν ἡ τῶν Ἰουδαίων χώρα, βορειωτέρα δέ πως ἡ τῶν Ἀσσυρίων. Καπνῷ γε μὴν τὴν φιλοπόλεμον παρεικάζει στρατιὰν, ὡς δακρύων τοῖς ἁλοῦσιν ἐμποιητικήν.
Ἐξέλκει γὰρ ἀεί πως τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνός. Οὐκ ἀπίθανον δὲ καὶ ἑτέρως καπνῷ παρεικάζεσθαι τοὺς πολέμους. Ὥσπερ γὰρ ὁ καπνὸς τοῖς τοῦ σώματος ἐμπίπτων ὀφθαλμοῖς παραιρεῖται πάντως αὐτοὺς τὸ τῆς ὄψεως ἀκριβὲς, οὕτω καὶ θανάτου φόβος μονονουχὶ καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, δεινοῖς τε καὶ ἀφορήτοις δείμασιν μονονουχὶ καταμελαίνων αὐτήν.
Ἥξει τοίνυν καπνὸς ἀπὸ βοῤῥᾶ. Εἶτα ποῖόν ἐστι τῆς ἐφόδου τὸ τέλος; οὐκέτι τοῦ εἶναί φησι, τοῦτ᾽ ἔστι, πανωλεθρεία καταφθερεῖ πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐταῖς. <Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι᾽ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.> Τῆς ἐφόδου τῶν Ἀσσυρίων γεγενημένης ἥλωσαν μὲν αἱ τῶν ἀλλοφύλων πόλεις. Ἐκπεπόρθηνται δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν Σαμαρειτῶν· σέσωσται δὲ Ἱερουσαλὴμ παραδόξως μόνη παρὰ πάσας, ταῖς τῶν Ἀσσυρίων στρατιαῖς ἐνενεγκόντος τὴν χεῖρα τοῦ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντος. Ἀπέθανον γὰρ ἐν νυκτὶ μιᾷ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες. Ὅταν τοίνυν καταπρήσωσι μὲν τὰς τῶν ἀλλοφύλων πόλεις οἱ ἀπὸ βοῤῥᾶ, καταδῃώσωσι καὶ τὴν τῆς Ἰουδαίας γείτονα τὴν Σαμαρειτῶν, εἶτα περισχόντες κύκλῳ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, οὐδενὸς ἀντεξάγοντος ἐν μιᾷ πέσωσι νυκτί· τότε δὴ, τότε καὶ οὐχ ἑκόντες, φησὶν, ὁμολογήσωσιν οἱ τῶν ἐθνῶν βασιλεῖς, ὅτι Κύριος ἐθεμελίωσε Σιών· καὶ ὅτι δι᾽ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.
Ταπεινοὺς δέ φησι τοῦ λαοῦ, τοὺς ἐπ᾽ αὐτῷ δὴ καὶ μόνῳ τὴν τῶν σώζεσθαι θεμένους ἐλπίδα, ὁποῖός τέ τις ἦν αὐτὸς ὁ βασιλεύων Ἐζεχίας, καὶ οἱ ἀμφ᾽ αὐτὸν Θεῷ προσπίπτοντες, καὶ λέγοντες· «Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους τοῦ Ῥαψάκου, οὓς ἐξαπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα.» Ἀλλὰ καὶ αὐτὸς ἀντήκουεν Θεοῦ λέγοντος ἐναργῶς· «Τάδε λέγει Κύριος· Ὑπερασπιῷ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» «Ἀγαθὸν οὖν ἄρα τὸ ἐπὶ Θεῷ πεποιθέναι.» Καὶ τοῦτο εἰδότες οἱ μακάριοι προφῆταί φασιν, Ἱερεμίας μὲν, ὅτι, «Μακάριος ἄνθρωπος ὁ πεποιθὼς ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Ὁ δὲ σοφώτατος Δαβίδ· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ἀπολέσει γὰρ οὐδεὶς τὸν τοῖς θείοις αὐτοῦ νεύμασιν ἐπικουρούμενον, καὶ ταῖς ἄνωθεν εὐμενείαις εὖ μάλα τετειχισμένον. Ἀξιοῖ γὰρ φροντίδος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ τοῖς τὰ αὐτῷ δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακόσι, τὸ ἐν βεβαίῳ κεῖσθαι τῶν ἀγαθῶν κατανεύει προχείρως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.