Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἠσαΐαν προφήτην

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Γ', Τόμος Α'

Η αρχαία βουλή του Θεού, η κατάργηση του θανάτου διά της Αναστάσεως, η σωτηρία του υπολείμματος του Ισραήλ και η ερημία του ιουδαϊκού αμπελώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 12 από 27

ΒΙΒΛΙΟΝ Γʹ. ΤΟΜΟΙ Εʹ ΤΟΜΟΣ Αʹ. <Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑπνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε.> Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ μακρὸς τῷ προφήτῃ γέγονε λόγος, καὶ διὰ κεκρυμμένων ἐννοιῶν ἐρχόμενος, περί τε τῆς τοῦ διαβόλου σκαιότητος, καὶ τῆς ἐσομένης ἐπ᾽ αὐτῷ κολάσεώς τε καὶ δίκης, καὶ προσέτι καὶ ἀνατροπῆς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων.

Προσετίθει δὲ τούτοις, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὴν ἀνάῤῥησιν. Ἔφη γὰρ, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Τούτων τοιγαροῦν ἁπάντων ἕνεκα περιχαρείας ἔμπλεως ὁ προφήτης γίνεται, καὶ τὸν τῶν οὕτω τεθαυμασμένων ἀποτελεστὴν καταγεραίρει ταῖς εὐφημίαις. Ταύτῃ τοί φησι· Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, καὶ τεθαυμασμένα πεποίηκας πράγματα. Ἐπειδὴ δὲ περὶ τῶν οὔπω γεγονότων κατ᾽ ἐκεῖνο καιροῦ τὸ Ἐποίησας φησὶν, ὅτι μὲν οὔπω γέγονεν, ἔσται γε μὴν πάντη τε καὶ πάντως ὑποδηλοῖ, προστιθεὶς τὸ Γένοιτο, Κύριε.

Τοῖς μὲν γὰρ τῆς διανοίας ὄμμασιν, ὡς ἐνεστηκότα τὸν τῆς ἐπιδημίας κατεθεῶντο καιρὸν, ἠγνόουν δὲ οὐδαμῶς οὔπω παρόντα, ὡς ἀρχαίαν δέ γε βουλὴν, καὶ θαυμαστὰ πράγματα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀποκαλεῖ τὸ μυστήριον, καὶ τὰ ἐξ αὐτῆς τοῖς ἀνὰ πᾶσαν κατωρθωμένα τὴν γῆν «Σεσώσμεθα γὰρ ἐν Χριστῷ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτοις τοῦ αἰῶνος καιροῖς,» καθά φησιν ὁ σοφώτατος Παῦλος· «Οὐ γὰρ νέον, ἢ ἀρτιφανὲς τὸ τοῦ Χριστοῦ μυστήριον, ἀλλὰ προώριστο μὲν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, πεφανέρωταί γε μὴν ἐν καιροῖς ἰδίοις.» <Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ἰσχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν δὲ ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.> Τῆς ἀληθινῆς καὶ τοῦτο βουλῆς, καὶ τῶν ἀμωμήτων σκεμμάτων τοῦ πάντα ἰσχύοντος Θεοῦ, τὸ κατασεισθῆναι πόλεις ὀχυρὰς, γενέσθαι δὲ καὶ εἰς χῶμα, καὶ οἷον ἐκ βάθρων αὐτῶν ἀναμοχλευθῆναι, καὶ ἐλπίδος ἔξω γενέσθαι, ἧς οὐ δυνήσονται ἀνασφῆλαί ποτε. Οὐ γὰρ μὴ, φησὶν, εἰς τὸν αἰῶνα οἰκοδομηθῇ.

Πόλεις δὲ εἶναί φαμεν τὰς κατασεσεισμένας, οὐχὶ δή που πάντως τὰς αἰσθητὰς, ἤγουν ἀνθρώπους τοὺς ἐν αὐταῖς· οἰόμεθα δὲ μᾶλλον ἑκάστην τῶν πονηρῶν, καὶ ἀντικειμένων δυνάμεων, καὶ πρό γε τῶν ἄλλων, ὠνομάσθαι πόλιν τὸν Σατανᾶν, καὶ τοῦτο ἰσχυράν.

Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ πύργοις, καὶ τείχεσιν ἢ καὶ πόλεσιν ἔσθ᾽ ὅτε παρεικάζειν τοὺς ἄγαν ἀλκιμωτάτους, καθάπερ ἀμέλει καὶ προλαβόντες εἴπομεν, ὅτι τέθειται παρὰ Θεοῦ, καὶ ὁ μακάριος προφήτης Ἱερεμίας, ὡς πόλις ὀχυρὰ, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρόν. Ἀναδεδειγμένου δὲ καὶ ἐπιλάμψαντος τῷ κόσμῳ τοῦ Ἐμμανουὴλ, ἀνῄρηται μὲν τῶν ἀντικειμένων δυνάμεων τὸ ἀνόσιον στίφος, ἐξ αὐτῶν δὲ κατεσείσθη βαράθρων [al. βάθρων] ὁ Σατανᾶς, πέπτωκε δὲ οὕτως ὡς ἀτελευτήτῳ περιπεσεῖν ἀσθενείᾳ, καὶ κατ᾽ οὐδένα καιρὸν ἀναστήσεσθαί τε καὶ ἀνανεῦσαι προσδοκᾷν. <Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε.

Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι᾽ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. εὐλογήσουσί σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες· ἐν Σιὼν, ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας.> Κέκληται μὲν εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας ὁ Ἰσραὴλ, καὶ πεπλούτηκε τὰ παρὰ Θεοῦ. Σέσωσται γὰρ, καὶ τὴν τῆς ἐπαγγελίας κεκληρονόμηκε γῆν. Ἡ δέ γε τῶν ἄλλων ἐθνῶν ἀμέτρητος οὖσα πληθὺς τῶν κατὰ πᾶσάν φημι τὴν ὑπ᾽ οὐρανὸν, ἀλλότριος παντελῶς τῶν πνευματικῶν, καὶ ἄνωθεν καθειστήκεισαν ἀγαθῶν, ἄγευστοι τῶν παρὰ Θεοῦ χαρισμάτων, γυμνοὶ τρόπον τινὰ καὶ ἀνείμονες, οὐ τὴν θείαν ἀνέχοντες σκέπην, οὐ τὴν ἐξ ὕψους περιβολὴν, οὐ πλοῦτον εἰς νοῦν τὸν ἐξ ἀρετῆς, οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶν ἐπαίνου μεστὰ, καὶ τοῦ παντὸς ἀξιοῦται θαύματος. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἐπέφανεν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξελὼν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸ τῆς ἀληθείας πεπλουτήκασι φῶς, τῆς παρ᾽ αὐτοῦ δόξης τὴν μέθεξιν, τῆς εὐαγγελικῆς πολιτείας τὴν μεγαλειότητα τὰς ὑπέρ γε τούτων χαριστηρίους ᾠδὰς ἀναπέμπουσι τῷ Θεῷ καὶ Πατρί.

Οὐκοῦν ἐπειδήπερ, φησὶν, ὦ Δέσποτα, καὶ βουλὴν ἀρχαίαν καὶ ἀληθῆ ἐποίησας ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν τῷ Χριστῷ, καὶ καταφωτίσας μὲν τοὺς ἐν σκότῳ, καθελὼν δὲ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου· καίτοι καθάπερ τινὰς πόλεις οὕτως ἰσχυρὰς εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, ὅλαι τε πόλεις δοξολογήσουσί σε.

Ἁπάσαις γὰρ γέγονας βοηθὸς, καὶ σκέπη τοῖς διὰ πτωχείαν τῶν πατρικῶν ἀγαθῶν ἀφορήτως λελυπημένοις· ἐῤῥύσω τε αὐτοὺς ἀπὸ πονηρῶν ἀνθρώπων. Ἦσαν γὰρ οὕτω καὶ ἐν τῇ Σιὼν ὀλιγοψυχήσαντές τινες, καθάπερ ἀμέλει ἄνθρωποι δεδιψηκότες. Καὶ τάχα που διὰ τούτων ἡμῖν ὁ προφήτης ἐκεῖνο δηλοῖ.

Ἦσαν γὰρ, ἦσαν καὶ ἐν τῷ Ἰσραὴλ οἱ τὴν τοῦ Σωτῆρος διψῶντες ἐπιδημίαν, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιθυμοῦντες ἰδεῖν· ὁποῖός τις ἦν Συμεὼν ὁ δίκαιος, ὅτε τεχθέντα τὸν Ἰησοῦν εἰς χεῖρας λαβὼν ἔφασκε· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Καὶ μὴν καὶ ὁ μακάριος Ζαχαρίας ὁ Ἰωάννου πατὴρ ἁγίου Πνεύματος ἔμπλεως γεγονὼς ἐδοξολόγει βοῶν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. Ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.» Ὁρᾷς ὅπως ἀρχαία καὶ ἀληθινὴ βουλὴ γέγονε τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένη. Τὸ ἀναδειχθῆναί φημι σωτηρίαν τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὃς γέγονε πνεῦμα ἀνθρώπων ἀδικουμένων.

Ἀναπεπνεύκασι γὰρ ἐξ ἐχθρῶν, καὶ ἐῤῥύσθησαν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς καὶ παραδέδονται. Καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν τις τὰς τοιαύτας ἐκλάβοι φωνὰς, ἀνθρώπους κεκλῆσθαί φαμεν, τοὺς πάλαι κρατοῦντας τῶν ἐπὶ τῆς γῆς ἀνοσίους δαίμονας, ὧν τὸ ἀσθενὲς εὖ μάλα κατασημαίνεται, διὰ τοῦ καὶ ἀνθρώπους αὐτοὺς ὀνομάζεσθαι.

Εἰκὸς δὲ δή που καὶ τοὺς παρ᾽ αὐτοῖς ψευδοδιδασκάλους, καὶ τοὺς καλουμένους ἱερομύστας, ἢ καὶ ποιητὰς καὶ λογάδας, καὶ τοῖς παρ᾽ Ἕλλησι τετιμημένης εὐγλωττίας εὑρετὰς ἀνθρώπους κεκλῆσθαι πονηροὺς, ὡς διὰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας τοῖς τῆς ἀπωλείας ἐνιέντας τέλμασι τοὺς ἀπατωμένους.

Εἰ δὲ δὴ περὶ τῶν ἐξ Ἰσραὴλ λέγοιτο ταυτὶ, πονηροὺς ἀνθρώπους εἶναί φαμεν τοὺς καθηγεῖσθαι λαχόντας, Γραμματέας τέ φημι καὶ Φαρισαίους· οἳ τὴν τῆς ἱεροσύνης ἔχοντες δόξαν, καὶ τὴν ἐντεῦθεν εὔκλειάν τε ὁμοῦ καὶ δυναστείαν ἀνειμμένοι τὴν κλεῖδα τῆς γνώσεως ἔλαβον. Καὶ οὔτε αὐτοὶ πεπιστεύκασιν, οὔτε μὴν ἑτέρους συγκεχωρήκασι τοῦτο δρᾷν· παραδέδονται δὲ τοῖς μὲν ἐν νόμῳ καθηγηταῖς οἱ ὑπὸ χεῖρα λαοὶ, τοῖς γε μὴν ἀκαθάρτοις δαίμοσιν οἱ πλανώμενοι, Θεοῦ παθεῖν αὐτοὺς τὴν παράδοσιν ἐπιτρέψαντος, καθάπερ ἀμέλει καὶ εἰς ἀδόκιμον νοῦν παραδίδονταί τινες ἀναξίους ἑαυτοὺς ἀποφήναντες τῆς παρ᾽ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας. <Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ.

Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὔτη ἐπὶ πάντα τὰ ἔθνη.> Προειρηκὼς ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ὡς ἐξ ὁμοιότητος τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων μυστικὴν ἐξυφαίνει διάνοιαν· ὑψηλὴ γὰρ καὶ σκοπευτήριον ἡ Σιὼν, ὅρασις μὲν γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται. Ἀμφότερα δέ ἐστι ταῦτα κατὰ ἀλήθειαν, ἡ Ἐκκλησία Χριστοῦ· ὑψηλὴ γὰρ καὶ περίοπτος, καὶ οἷον ἐν ὄρει κειμένη.

Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ὑψηλὴ νοεῖται πρὸς ἡμῶν, χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, καὶ τῶν γηΐνων πραγμάτων ἀνῴκισται λίαν. Γέγραπται γὰρ ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ὑψηλὰ δὲ ὁμοίως καὶ τὰ ἐν αὐτῇ θεῖά τε καὶ ἀληθῆ δόγματα. Περὶ Θεοῦ γὰρ ὁ λόγος, ἤτοι περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἰσχνὸς καὶ ἀπεξεσμένος καὶ εἰς μόνην τετραμμένος τὴν ἀλήθειαν. Ὁρᾶται δὲ πάλιν ἐν αὐτῇ ὁ Χριστὸς ὅς ἐστιν εἰρήνη. Ποιήσει τοίνυν, φησὶ, Κύριος Σαβαὼθ, καὶ οὔτι που μόνοις τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀγαπητοῖς διὰ τοὺς πατέρας καὶ ἐξειλεγμένοις, ἀλλὰ γὰρ πᾶσι τοῖς ἔθνεσι, τουτέστι, τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανόν. Ποιήσει δὲ τί; Πίονται, φησὶν, εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Ἔοικε δὲ διὰ μὲν τῆς εὐφροσύνης ὑποδηλοῦν τὸ ἱλαρὸν ἐν ἐλπίδι, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ· συμβασιλεύομεν γὰρ αὐτῷ, καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον ἀποκερδαίνοντες ἁπάσης εἴσω θυμηδίας ἐσόμεθα. Διὰ δέ γε τοῦ οἴνου, τὴν μυστικὴν εὐλογίαν ὑποδηλοῦν, καὶ τῆς ἀναιμάκτου θυσίας τὸν τρόπον, ἣν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀποπληροῦν εἰθίσμεθα.

Τὸ δέ γε μῦρον ἡμῖν κατασημήνειεν εὖ μάλα τὴν τοῦ ἁγίου Πνεύματος χρίσιν. Γράφει γὰρ ὁ σοφὸς Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ἔχετε ὑπὸ τοῦ Ἁγίου· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Καταχριόμεθα γὰρ μύρῳ κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος, σύμβολον τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλὰ ταυτὶ δὴ πάντα, φησὶ, παράδος τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ πάλαι νόμος, καὶ ἡ κατ᾽ αὐτὸν λατρεία διακονηθεῖσα δι᾽ ἀγγέλων οὐ πᾶσιν ἁπλῶς ἐδόθη τοῖς ἔθνεσιν· ἀλλ᾽ ἑνὶ καὶ μόνῳ τῷ ἐξ αἵματος Ἰσραήλ, Ἡ δὲ ἐν Χριστῷ χάρις, καὶ ἡ διὰ πίστεως κλῆσις, ἁγιασμός τε πρὸς τούτοις ὁ διὰ τοῦ Πνεύματος, καὶ αὐτὸ δὲ τὸ μυστήριον διὰ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ πάντα γέγονε τὰ ἔθνη. Χριστὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν τοῦ Ἁγίου φωνήν. <Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.

Τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.> Ἐπὶ καιροῦ σφόδρα καὶ ἀναγκαίως τῇ τοῦ μυστηρίου παραδόσει, καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Ταύτῃ τοι καὶ ἐν καιρῷ τοῦ ἁγίου βαπτίσματος τῆς πίστεως ποιούμενοι τὴν ὁμολογίαν, καὶ τῆς σαρκὸς τὴν ἀνάστασιν προσδοκῶμεν ἔσεσθαι, καὶ οὕτω πιστεύομεν. Ὁ τοίνυν θάνατος κατίσχυσε μὲν τοῦ προπάτορος ἡμῶν Ἀδὰμ διὰ τὴν παράβασιν, καὶ ὥσπερ τι θηρίον ὠμόν τε καὶ ἀπηνὲς ἐπιπηδῆσαν ἥρπασε. Θρῆνοί τε λοιπὸν ἐντεῦθεν, καὶ οἰμωγαὶ, καὶ δάκρυον, καὶ τὸ ἐπὶ τοῖς τεθνεῶσι πένθος, κεκρατήκασι τῶν ἐπὶ τῆς γῆς. Πέπαυταί γε μὴν ἐν Χριστῷ. Τριήμερος γὰρ ἀνεβίω πατήσας τὸν θάνατον, καὶ ὁδὸς γεγονὼς τῇ ἀνθρωπίνῃ φύσει πρὸς τὸ διακρούσασθαι δεῖν τὴν φθοράν. Γέγονε γὰρ πρωτότοκος τῶν νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων.

Ἕψεται δὲ πάντως τῇ ἀπαρχῇ, καὶ πρώτῳ τὸ μετ᾽ αὐτὴν, τοῦτ᾽ ἔστιν, ἡμεῖς. Ἐστράφη τοίνυν τὸ πάθος εἰς χαρὰν, καὶ διεῤῥάγη μὲν ὁ σάκκος· περιεζώσμεθα δὲ τὴν θεόσδοτον εὐφροσύνην, ὡς χαίροντας λέγειν· «Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, φησίν.» Οὐκοῦν ἀφῄρηται πᾶν δάκρυον· πιστεύοντες γὰρ ὅτι πάντη τε καὶ πάντως ἐγείρει τοὺς νεκροὺς ὁ Χριστὸς οὐ δακρυῤῥοοῦμεν ἐπ᾽ αὐτοῖς, οὔτε μὲν εἰς ἀκράτους καταβαίνομεν λύπας, καθάπερ καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δὲ τοῦ λαοῦ κατονομάζειν ἔοικεν αὐτὸν τὸν θάνατον, ὡς γένεσιν ἔχοντα τῆς καθ᾽ ἡμῶν ἐφόδου τὴν παράβασιν. Ἤγουν τάχα που τὴν ἁμαρτίαν δι᾽ ἣν εἰσβέβηκεν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου κράτος κεκυρίευκε τῶν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ τὸ τῆς ἀναστάσεως μυστήριον οὐκ εὐπαράδεκτόν ἐστι τοῖς πολλοῖς, ἀπιστεῖσθαι δὲ ἦν εἰκὸς διά τοι τὴν ἐν αὐτῷ μεγαλουργησίαν, προσεπήνεγκεν ὁ μακάριος προφήτης, ὅτι τὸ στόμα Κυρίου ἐλάλησεν. Εἶτα τίς ὁ φάναι τολμῶν, ὡς ψευδοεπήσει ὁ Θεὸς, καὶ οὐχὶ πάντη καὶ πάντως ἐκτελευτήσει πρὸς ἀλήθειαν τὸ ἐπηγγελμένον; «Οὐρανὸς γὰρ καὶ ἡ γῆ, φησὶ, παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» <Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾽ ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς.

Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἀγαλλιασόμεθα· καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο.> Ἐπιγνώσεσθε, φησὶ, τὸν ποτίζοντα μὲν εὐφροσύνην, καὶ πρός γε τούτῳ καὶ οἶνον, καταχρίοντα δὲ καὶ μύρῳ τοὺς ἐν τῇ νοητῇ Σιών· ἐπιγνώσεσθε δὲ ὅτι Θεὸς κατὰ ἀλήθειάν ἐστι, καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν Υἱὸς, καὶ εἰ ἐν τοῦ δούλου φαίνοιτο μορφῇ, τῆς ἁπάντων γέγονε σωτηρίας καὶ ζωῆς ἄνθρωπος γεγονὼς, καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας. Μονονουχὶ γὰρ καὶ χεῖρα, φησὶ, προτείνοντες ἐροῦσιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾽ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Οἶμαι δὲ ἔγωγε τοῦτόν γε μάλιστα τὸν λόγον ἀνῆρθαι πρέπειν τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ ταῖς Μωσαϊκαῖς ἐντεθραμμένοι φωναῖς καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις οὐκ ἠγνοηκότες, προσεδόκουν ἀφίξεσθαι κατὰ καιρὸν Σωτῆρα, καὶ Λυτρωτὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν ὡς ἤδη προεῖπον, Ζαχαρίας μὲν ὁ Ἰωάννου πατὴρ προφητεύων ἐν πνεύματι λελάληκε περὶ τοῦ Χριστοῦ, ὅτι «Κέρας ἐγήγερται τῷ λαῷ σωτηρίας.» Καὶ Συμεὼν ὁμοίως εἰς χεῖρας ἑλὼν τὸ ἅγιον Βρέφος· «Εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.» Ἐπιγνόντες τοίνυν τὸν πάλαι προηγγελμένον, τὴν ἁπάντων ἐλπίδα τὸν Σωτῆρα καὶ Λυτρωτὴν ἐροῦσι, φησίν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν.

Προσομολογήσουσι δὲ ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καί μοι πάλιν ὄρος οἴου λέγεσθαι τὴν Ἐκκλησίαν, δέδοται γὰρ ἡ ἀνάπαυσις ἐν αὐτῇ. Ἀκηκόαμεν γὰρ Χριστοῦ λέγοντος· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀπεφορτισάμεθα γὰρ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν δυσαχθῆ καὶ δυσφόρητον ἁμαρτίαν. Ἀνεπαυσάμεθα δὲ καὶ καθ᾽ ἕτερον τρόπον δειμάτων ἀπηλλαγμένοι τῶν ἐπί γέ φημι τὸ χρῆναι κολάζεσθαι, καὶ τὰς ἐπὶ τοῖς πλημμελήμασιν ἀποτίσαι δίκας. Καὶ οὐ μέχρι τούτων ἡ εἰς ἡμᾶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε χάρις· προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἡ κτῆσις μακρὰ καὶ ἀκήρατος ζωὴ, καὶ παντὸς τοῦ καταλυπεῖν εἰωθότος ἡ ἀπόστασις. Γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» <Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, καὶ ἐν ἀμήτῳ. Καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν, ἐφ᾽ ἂ τὰς χεῖρας ἐπέβαλε. Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ μεταβήσεται ἕως τοῦ ἐδάφους.> Βαθὺς ἀεί πώς ἐστι τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ τὴν εἴσω τε καὶ κεκρυμμένην διέρπει τρίβον.

Χρὴ δὴ οὖν ἄρα μὴ τὸ ἐξωφανὲς τοῦ γράμματος πάντη τε καὶ πάντως ἀληθὲς εἶναι νομίζειν, κατασκέπτεσθαι δὲ μᾶλλον τὸν οἱονεί πως ἐγκεχωσμένον τῷ γράμματι νοῦν. Μωαβῖται τοίνυν ὅμοροι μὲν ἦσαν τοῖς Ἰουδαίοις, ἀτοπώτατα δὲ διετέθησαν πρὸς ἀπάτην, καὶ πρός γε τὸ χρῆναι ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις.

Ὅτι τοίνυν ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ κεκλημένων τῶν ἐθνῶν εἰς τὸ σεπτὸν καὶ θεῖον αὐτοῦ μυστήριον, ἡγιασμένων τε διὰ τῆς πίστεως, ἡ βδελυρὰ καὶ ἀκάθαρτος εἰδωλολατρία πάντη τε καὶ πάντως ἐκ μέσου γενήσεσθαι, τοῖς τῶν πιστευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ· δέδωκε γὰρ ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· διδάσκει λέγων, πατηθήσεσθαι τὴν Μωαβῖτιν, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις.

Φαμὲν δὲ δηλοῦν ἐν τούτοις αὐτὸν, ἢ τὴν Μωαβῖτιν λατρείαν, ἤγουν ἐκ μιᾶς χώρας τῆς εἰδωλολατρούσης ἅπαν δέχεσθαι τὸ παράδειγμα, κατὰ πάσης, ὡς ἔφην, τῆς εἰδωλολατρίας ἐκτεινομένου τοῦ λόγου. Οὐκοῦν καταπατηθήσεται, φησὶ, καθάπερ ποσὶν ἁλοώντων ὑποκειμένη. Ἀνήσει δὲ καὶ τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Τίς ἀνήσει τὰς χεῖρας; Ὁ τῆς εἰδωλολατρίας εὑρετὴς, ὁ συνέχων τὴν ἀπάτην, καὶ ἀποβουκολήσας Θεοῦ τὸν ἄνθρωπον, τοῦτ᾽ ἔστιν, ὁ Σατανᾶς. Ἀνήσει γὰρ τὰς χεῖρας αὐτοῦ, τοῦτ᾽ ἔστιν, ἐκλυθήσεται πᾶσα ἡ δύναμις αὐτοῦ, καὶ ἐνέργεια πρακτική· ἐνεργείας γὰρ εἰς τύπον αἱ χεῖρες λαμβάνονται. Ὥσπερ γὰρ αὐτὸς ἐταπείνωσε τοὺς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἀπολέσαι σύμπαντας, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον ταπεινώσει Χριστὸς τὴν ὕβριν αὐτοῦ, τοῦτ᾽ ἔστι, τὴν ἀφόρητον πλεονεξίαν ᾗ κατὰ πάντων ἐχρήσατο, μονονουχὶ τὰς χεῖρας ἐπάγων, καὶ σκήπτροις ἰδίοις ὑποφέρων ἐκ πλεονεξίας τοὺς ἐπ᾽ ἔργοις ἀγαθοῖς ἐκτισμένους παρὰ Θεοῦ. Εἶτα μέτεισιν ὁ λόγος τῷ προφήτῃ πάλιν. Ὡς πρὸς αὐτὴν τὴν Μωαβῖτιν, ἤτοι τὴν βέβηλον εἰδωλολατρίαν, καί φησιν· ὅτι Τὸ ὕψος τῆς καταφυγῆς τοῖχον τὸ ταπεινούμενον αὐτὸν εἶναί φαμεν τὸν τῆς εἰδωλολατρίας καὶ τῆς ἀπάτης προεστηκότα, καὶ οἷον ἀνατειχίζοντα αὐτὴν, καὶ συνέχοντα πρὸς τὸ συνεστάναι.

Ἀλλὰ πεσεῖται, φησί. Καταβαλεῖ γὰρ αὐτὸ Χριστὸς, καὶ καταβιβάσει μέχρις ἐδάφους, τοῦτ᾽ ἔστιν, εἰς τὸ παντελὲς, καὶ ὁρῶμεν διὰ πραγμάτων εἰς πέρας ἐκβεβηκὸς τὸ προηγγελμένον. Πεπτώκασι γὰρ τεμένη. καὶ τὰ ἐν σηκοῖς ἅπαντα γέγονεν ἐκποδών. Βωμοὶ δὲ οὐκέτι καὶ θυσίαι, καὶ γοητεῖαι, καὶ οἱ τὰ τῆς ἀπάτης ἐπιτηδεύοντες παίγνια. Πέπαυται δὲ πάντα διὰ Χριστὸν, καὶ ἀνατέταλκε τοῖς ἐπὶ τῆς γῆς τῆς ἀληθείας τὸ φῶς καὶ ὁ τῆς δικαιοσύνης ἀνισχόμενος ἥλιος τὰς τῶν πιστευόντων εἰς αὐτὸν καταφαιδρύνων καρδίας. <Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος.> Καταπατηθείσης γὰρ τῆς Μωαβίτιδος, τοῦτ᾽ ἔστιν, ἀνῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν οἱ τῆς ἀπάτης ἀπηλλαγμένοι, καὶ πρὸς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, τὸν τῆς διανοίας ἀνευρύνοντες ὀφθαλμὸν ἐπιγνώσονται μὲν, φησὶ, τὸν τῶν ὅλων δημιουργὸν καὶ Κύριον Σωτῆρα καὶ Λυτρωτὴν, τὸν δι᾽ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, τὸν δι᾽ ἡμᾶς καθιγμένον ἐν τοῖς καθ᾽ ἡμᾶς. ᾨδὴν δὲ αὐτὴν καὶ μέλος καθάπερ ἐκ λύρας ἀνακρουόμενοι δοξολογοῦντες ἐροῦσιν· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν. Καὶ γάρ ἐστιν ἀληθῶς οἷά τις πόλις εὐπυργοτάτη καὶ ἀνάλωτος παντελῶς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἤγουν ἡ εἰς αὐτὸν ἐλπίς.

Δέχεται γὰρ τοὺς φεύγοντας τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ ἀνασώζει λαβών. Ταύτῃ τοι καὶ ἔφασκεν, ὅτι «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἁρπάσει τις ἐκ τῆς χειρός μου αὐτά.» Πόλις τοιγαροῦν ὀχυρὰ, καὶ σωτήριος, ὁ πάντων Σωτὴρ, πόλις δὲ ἔχουσα τεῖχος καὶ περιέχουσα τεῖχος, τοῦτ᾽ ἔστι, πᾶσαν ἀσφάλειαν.

Αἱ γάρ τοι τῶν πόλεων εὖ μάλα τετειχισμέναι, καὶ οὐχ ἁπλῆν ἔχουσι τὴν περιβολὴν, ὠχύρωνται δὲ πρὸς τῷ μεγάλῳ τείχει, καὶ ἑτέρῳ προτειχίσματι. Εἰκὸς δὲ δὴ πάλιν τοὺς τὴν ᾠδὴν ἀναφέροντας περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας εἰπεῖν, τὸ, Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· διέζωσται γὰρ καθάπερ τείχει τινὶ διπλῷ ταῖς τε παρὰ τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· καὶ μέν τοι τῇ ἄνωθεν καὶ παρὰ Θεοῦ ὅς ἐστι περίτειχος. Καὶ γὰρ αὐτῶν ἐστιν ἡ ἰσχὺς τῶν ἁγίων πνευμάτων, ἐπείπερ ἐστὶν αὐτός τε καὶ μόνος ὁ τῶν ὅλων δυνάμεων Κύριος. Ἰστέον δὲ ὅτι παρὰ τοῖς ἱεροῖς Γράμμασι Ἰούδας ἔσθ᾽ ὅτε κατωνόμασται Χριστὸς, ὡς ἐκ φυλῆς γεγονὼς τῆς Ἰούδα, κατά γε τὴν Ἰακὼβ φωνὴν λέγοντος· «Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου.» Ἐπὶ γῆς οὖν Ἰούδα τὸ μελῳδούμενον.

Χριστοῦ γὰρ πόλις ἡ Ἐκκλησία. <Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος.> Ὡς ἐπεγνωκότων ἤδη τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διωμολογηκότων τε, ὅτι πόλις ἔσται ὀχυρὰ καὶ σωτήριος, τεῖχος ἔχουσα καὶ περίτειχος, λοιπὸν ἀναγκαίως τοῖς ἁγίοις μυσταγωγοῖς, ἀποστόλοις τέ φημι καὶ εὐαγγελισταῖς διακελεύεται, λέγον τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἀνοίξατε πύλας· τοῦτ᾽ ἔστιν, ἀνευρύνατε τοῖς ἐθέλουσι τὴν διὰ πίστεως εἰσβολὴν, τὴν διὰ τῆς ἀμωμήτου μυσταγωγίας δρομὴν, καὶ εἰσίτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν. Τὸ γὰρ θεῖον καὶ εὐαγγελικὸν, καὶ σωτήριον κήρυγμα διδάσκει μὲν τοὺς πιστεύοντας τὴν ὑπὲρ νόμον δικαιοσύνην, βεβαίους δὲ εἶναι πρὸς ἀληθείας τήρησιν. Οὐ γὰρ ἔτι τὴν ἐν τύποις καὶ σκιαῖς εἰσφέρει λατρείαν, καθάπερ ἀμέλει καὶ ὁ παλαιὸς νόμος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ τοῦτό ἐστιν ἡ ἀλήθεια. Ἐπιλαμβάνεται δὲ ἀληθείας.

Ἐφεῖται γὰρ, ὡς ἔφην, οὐ τῶν ἐν σκιαῖς, ἀλλὰ τῶν διὰ Χριστοῦ ὅς ἐστιν ἡ ἀλήθεια. Φυλάττονται δὲ καὶ εἰρήνην. Πῶς ἢ τίνα τρόπον; Εἰσδεχθεὶς γὰρ ὅλως παρὰ Χριστοῦ, καὶ τὴν ἀρχαίαν ἐκείνην καταλύσαι ἔχθραν· διειστήκει γὰρ αὐτοῦ πλανώμενος· ἀκλόνητος ἔσται προσκυνητής. Καὶ τοῦτο πληροῦν ἡμᾶς ὁ μακάριος Παῦλος ἀναπείθει γράφων· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἐμαχόμεθα γὰρ τῷ Θεῷ τῇ κτίσει λατρεύοντες καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ἐνεχόμενοι. Φίλοι δὲ καὶ εἰρηνικοὶ χρηματίζομεν αὐτῷ καὶ μόνῳ λέγοντες· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν, καὶ πρός γε τούτῳ τῆς ἐξαιρέτου ζωῆς καὶ εὐαγγελικῆς πολιτείας οἷά τινα στέφανον ἀναδησάμενοι, τὰ αὐχήματα περὶ τῶν τοιούτων εἰκότως ἂν λέγοιτο διὰ τῆς τῶν ἁγίων φωνῆς πρὸς Θεὸν, ὅτι Ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Οὐ γὰρ καταλήξουσι τῆς εἰς Θεὸν ἐλπίδος, διηνεκῶς δὲ μᾶλλον ἐπ᾽ αὐτῷ καυχήσονται. <Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως ἐδάφους.

Καὶ πατήσουσιν αὐτὰς πόδες πρᾳέων, καὶ ταπεινῶν ἴχνη.> Ἐπὶ πράγμασι τοῖς ἄγαν τεθαυμασμένοις, ἀνακομίζειν ἔθος τοῖς ἁγίοις προφήταις τὰ χαριστήρια τῷ πάντων κρατοῦντι Θεῷ, καὶ οἷον ἀνασκιρτᾷν ἐκ περιχαρείας.

Γνησιότητος δὲ τῆς εἰς ἄκρον ἐπίδειξις ἐναργὴς γένοιτ᾽ ἂν τὸ χρῆμα αὐτοῖς. Χαίρουσι γὰρ λίαν κατευρυνομένην ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν καὶ τοὺς ταύτῃ βασκαίνοντας ἐκ μέσου γεγενημένους· φημὶ δὴ τοὺς ἀκαθάρτους δαίμονας, καὶ πρός γε τούτοις τὸν Σατανᾶν· οὓς καὶ πόλεσιν ὀχυραῖς παρεικάζει, καὶ κατοικεῖν ἐν ὑψηλοῖς διεβεβαιώσατο. Φρόνημα γὰρ ἐν αὐτοῖς ὑψηλόν πως ἀεὶ καὶ ὑπέρογκον, ὥστε καὶ αὐτῆς τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι χειρὸς, οἴεσθαί τε προσκεκρουκότας ἀγρίως, ἀδικηθήσεσθαι μὲν οὐδὲν, βασιλεύειν δὲ διὰ παντὸς τῶν ἐπὶ τῆς γῆς.

Ἀλλὰ σὺ, φησὶ, καὶ μόνος Θεὸς ὁ μέγας αἰώνιος· καὶ ἐξ αὐτῶν τοῦτο δέδειχας τῶν πραγμάτων· ταπεινώσας γὰρ κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς. Τοῦτ᾽ ἔστι, κατέσεισας τὴν τῶν ὑπερηφάνων ἰσχὺν, ὑψηλοὺς ὄντας, καὶ ἀλαζόνας κατεκόμισας εἰς γῆν, καὶ ὡς πόλεις ὄντας ὀχυρὰς ἐκ βάθρων καθεῖλες. Τοῦτο γὰρ τὸ ἕως ἐδάφους. Δέδωκάς τε αὐτοὺς εἰς καταπάτημα τοῖς ποσὶ τῶν πρᾳέων, καὶ ταπεινῶν. Τίνες δὲ οὗτοι πάλιν, ἢ οἱ τῶν τοῦ Σωτῆρος θεσπισμάτων γνήσιοι φύλακες; οἱ τὸν ἑαυτῶν Δεσπότην ἀπομιμεῖσθαι σπουδάζοντες ἐπιφωνῶντα καὶ λέγοντα· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Μεμνήμεθα δὲ πάλιν εἰπόντος αὐτοῦ· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Πεπάτηται γὰρ ὁ δράκων ὁ ἀποστάτης· καὶ ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν, οἱ κατοικεῖν ἐθέλοντες ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην γεγονότες τοῦ Θεοῦ τοῦ οὐρανοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, προσκυνεῖται γὰρ ἐν οὐρανῷ· «Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» <Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις.

Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν.> Ὁ μακάριος προφήτης Ἱερεμίας, τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης διαμέμνηται, λέγων τοῖς ἀληθείας ἐρασταῖς· «Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Τρίβοι μὲν γὰρ καὶ ὁδοὶ Κυρίου τῶν ἁγίων προφητῶν οἱ λόγοι, καὶ τῆς διὰ Μωσέως ἐντολῆς, ἡ ὡς ἐν σκιᾷ καὶ τύποις προαγόρευσις μυστηρίου τοῦ κατὰ Χριστόν. Ταυτασὶ τοιγαροῦν τὰς τρίβους διερευνώμενοι μανθάνομεν τὴν ὁδὸν τὴν ἀγαθὴν, τοῦτ᾽ ἔστι, τὴν ἐν Χριστῷ πολιτείαν· βαδίσαντες ἐν αὐτῇ ταῖς ἑαυτῶν ψυχαῖς, τὸν ἀληθῆ καὶ διὰ πνεύματος ἁγνισμὸν εὑρήσομεν. Εὐθεῖαν τοίνυν φησὶ γενέσθαι τῶν εὐσεβῶν τὴν ὁδὸν, πῶς γὰρ οὐκ εὐθεία καὶ ἄτραχυς, καὶ οὐδὲν ἔχουσα παντελῶς ἄναντες, ὅτε τὸ ῥῆμα τῆς πίστεως λέγοντες δικαιούμεθα, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦμεν κάθαρσιν; Εὐθεῖα δὲ καὶ ἑτέρως ἡ τῶν εὐσεβούντων ὁδός. Ἀνῃρημένων γὰρ τῶν ἐχθρῶν, καὶ καθῃρημένης τῆς τοῦ διαβόλου πλεονεξίας καὶ πάσης δυσχερείας ἐψιλωμένης, τί τὸ ἀνθεστηκὸς ἔτι, καὶ παραλύειν δυνάμενον τῆς εὐσεβείας τοὺς ἐραστάς; Θέα δὲ ὅπως καταλειανθείσης τῆς τῶν εὐσεβούντων ὁδοῦ τρόπον τινὰ τῶν ἐν τύποις καὶ σκιαῖς ἀνατροπὴν ἔσεσθαί φησι.

Ἐπιφέρει γὰρ οὐχ ἁπλῶς, τὸ, Ἡ ὁδὸς Κυρίου κρίσις· τουτέστιν, οὐ μόσχων προσαγωγαὶ, οὐ προβάτων σφαγαὶ, οὐ πόπανα καὶ λιβανωτοί· κρίσις δὲ μᾶλλον, τοῦτ᾽ ἔστι, δικαιοσύνη. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ τῷ τῆς κρίσεως ὀνόματι τὴν δικαιοσύνην ὑποδηλοῦν. Καθάπερ ἀμέλει καὶ ὁ μακάριος Δαβίδ· «Τιμὴ, φησὶ, βασιλέως κρίσιν ἀγαπᾷ,» τοῦτ᾽ ἔστιν, τὴν δικαιοσύνην· ἐν τιμῇ γὰρ τῇ παρὰ Θεῷ καὶ ἀνθρώποις πᾶσά ἐστι βασιλεία φιλοῦσα δικαιοσύνην. Οὐκοῦν ἡ ὁδὸς Κυρίου κρίσις. Χαίροντας δὲ λίαν εἰσκομίζει πάλιν τοὺς τὴν εὐθεῖαν ταύτην βαδιουμένους ὁδόν· φασὶ γὰρ, ὅτι Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Πᾶσα γὰρ ἡμῶν ἡ ἐλπὶς εἰς Χριστὸν, οὗ καὶ ἀεὶ μεμνήμεθα, ταύτην ἔχοντες τὴν ἐπιθυμίαν, ὅτι καὶ δι᾽ αὐτῆς σεσώσμεθα.

Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.> Νύκτα καλεῖ, τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρόν· ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν· φῶς δὲ ἀληθινὸν τὸ Εὐαγγέλιον τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, ὃ καὶ τῆς ἁπανταχοῦ γῆς μαθεῖν ἐγκελεύεται.

Καὶ γὰρ οὐκ ἀπὸ φύσεώς φησι τὸ μαθεῖν, ὥσπερ τὸ βλέπειν ἢ τὸ βαδίζειν, ἀλλ᾽ ἀπὸ σπουδῆς καὶ ἐπιμελείας. Ὁ δὲ μὴ μαθὼν ἐκ ζώντων ἀρθήσεται, καὶ τὴν δόξαν Χριστοῦ οὐκ ὄψεται. Οἱ λέγοντες· Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν προσεπάγουσιν ἀναγκαίως καὶ τοῦτο. Τὸν γάρ τοι θεῖον εἰς νοῦν εἰσοικισάμενοι φωτισμὸν, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν σκότον ἀποπεμψάμενοι, καὶ τὴν τῆς ἁμαρτίας ἀχλὺν κατηφανισμένην ὁρῶντες, ἀναφέρουσιν ᾠδὰς τὰς χαριστηρίους, καθάπερ ἐκ νυκτὸς, καὶ σκότους ὀρθρίζειν λέγοντες, οἷον διαυγαζούσης ἐν αὐταῖς τῆς νοητῆς ἡμέρας, καὶ ἑωσφόρου λοιπὸν ἀνατέλλοντος ἐν ταῖς καρδίαις αὐτῶν, καθὰ γέγραπται. Τοῖς τοιούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησιν· «Οἱ ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Καὶ μὴν καὶ ἑτέρωθι· «Οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλὰ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας.» Καταλαμπρύνεται γὰρ τῶν πιστευόντων ὁ νοῦς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Ταύτῃ τοί φησι καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.» Ἀχλύϊ μὲν γὰρ οἱονεί πως καὶ κατασκιάσμασι τοῖς ἀπό γέ φημι τοῦ γράμματος, ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεπαχύνετο νόμος.

Ἐν δέ γε τοῖς εὐαγγελικοῖς κηρύγμασι γυμνὸν καὶ διαφανὲς τὸ τῆς ἀληθείας ἐκφαίνεται κάλλος, καὶ καταφαιδρύνει τὸν νοῦν ταῖς τῶν εὐσεβούντων διανοίαις φωτὸς δίκην εἰσχεόμενον. <Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.> Ἔφη που ὁ Θεὸς διὰ φωνῆς προφήτου· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Ὅρα δὴ οὖν ὅπως ἐν τούτοις ἡμῖν ὁ λόγος μυσταγωγὸν ὥσπερ τινὰ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν αὐτὸν εἰσκομίζει γεγονότα Χριστόν.

Ἔδει γὰρ, ἔδει τοῖς ἄπαξ ἐπεγνωκόσιν, ὅτι φῶς εἰσι τὰ προστάγματα αὐτοῦ ἐπὶ τῆς γῆς, τὴν τοῦ συμφέροντος εἴδησιν ἐνίεσθαι παρ᾽ αὐτοῦ. «Ὦ τοίνυν, φησὶν, οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς μάθετε δικαιοσύνην.» Ἔοικε δὲ τοῦτο τῷ διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λίνον ὅλην σεσαγήνευκε τὴν ὑπ᾽ οὐρανόν. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν συμβουλεύει, λέγων, ὅτι Χρὴ μανθάνειν αὐτοὺς, τὴν δι᾽ αὐτοῦ λαληθεῖσαν δικαιοσύνην, τοῦτ᾽ ἔστι, τὴν εὐαγγελικήν. Ὅτι δὲ τὸ ἀπειθεῖν τοῖς παρ᾽ αὐτοῦ λόγοις οὐκ ἀζήμιον, προσεπάγει καί φησι· Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ, οἰχήσεται γὰρ, φησὶν, εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ οἷον ἀποσβεσθήσεται.

Τοῦτο γὰρ οἶμαι τὸ Πέπαυται δηλοῦν. Πᾶς εἴ τις μὴ προσδέξηται τῆς δικαιοσύνης τῆς εὐαγγελικῆς τὴν εἴδησιν, καὶ ὃς ἂν μὴ ποιήσῃ τὴν ἀλήθειαν. Ἀλήθειαν δὲ πάλιν ἐν τούτοις τῆς ἐν Χριστῷ πολιτείας ἀποκαλεῖ τὴν δύναμιν, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐκ ἦν ἀλήθεια. Χριστὸς δὲ καὶ τὰ αὐτοῦ θεσπίσματα νοοῖτ᾽ ἂν εἰκότως δικαιοσύνη καὶ ἀλήθεια. Οἶμαι δὲ δεῖν κἀκεῖνο εἰπεῖν, Γέγονεν ἡμῖν παρὰ τοῦ Πατρὸς δικαιοσύνη Χριστὸς, ἔστι δὲ πρὸς τούτῳ καὶ ἀλήθεια. Μάθετε τοίνυν τὴν δικαιοσύνην, φησὶ, καὶ τὴν ἀλήθειαν· τοῦτ᾽ ἔστιν, ἐπίγνωτε τὸν ἀληθῶς Υἱὸν καὶ τὸν ὅλων δημιουργὸν καὶ Κύριον. Ἀρθήσεται γὰρ καὶ ἐκ μέσου γενήσεται πᾶς ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τοιοῦτόν ἐστι τὸ δι᾽ αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων δήμοις προσπεφωνημένον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὅνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ·» Ὁ δὲ ἅπαξ κατακεκριμένος, καὶ ταῖς ἰδίαις ἐναποθανὼν ἁμαρτίαις, πῶς ἂν ἴδοι τὴν δόξαν Κυρίου.

Οὐ γὰρ συνέσται Χριστῷ, καὶ τῆς παρ᾽ αὐτοῦ δόξης κατ᾽ οὐδένα τρόπον μετεσχηκὼς, τὸν τῶν ἁγίων οὐκ ὄψεται κλῆρον. <Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.> Ἀπειλοῦντος Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην, καὶ τοῖς μὴ ποιοῦσι τὴν ἀλήθειαν· κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους εἰς ἀνάμησιν ὁ προφήτης ἔρχεται τῆς τοῦ Ἰσραὴλ ἀγνοίας τε ἅμα καὶ ἀπειθείας. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς Θεὸς Λόγος, ὁ παναλκὴς τοῦ Πατρὸς βραχίων, δι᾽ οὗ τὰ πάντα προήχθη πρὸς γένεσιν, ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων ἑαυτὸν καθῆκεν εἰς ἑκούσιον κένωσιν, καὶ τεταπείνωκεν ἑαυτὸν, καθὰ γέγραπται, γενόμενος ἄνθρωπος, ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἑαυτόν· καὶ εἰργάζετο μὲν τὰ ὑπὲρ λόγον, καὶ διὰ τῆς τῶν δρωμένων μεγαλοπρεπείας, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἠξίου γνωρίζεσθαι, λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Εἰ δὲ καί τοι τῶν οὕτω τεθαυμασμένων θεωροὶ γεγονότες, καὶ τῶν παρ᾽ αὐτοῦ λόγων αὐτήκοοι, σκληροὶ καὶ ἀνουθέτητοι μεμενήκασι, μᾶλλον δὲ καὶ ἀπύλωτον ἐσχήκασι στόμα.

Τετολμήκασι γὰρ Σαμαρείτην, καὶ μέθυσον καὶ τέκτονος υἱὸν, καὶ τὰ ἔτι τούτων ἀπηχέστερα δυσσεβοῦντες εἰπεῖν. Ταῦτα τοίνυν διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας προεγνωκὼς ὁ προφήτης ποιεῖται τοὺς λόγους πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καί φησι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Τῇ μὲν γὰρ ἀξίᾳ τῆς ἰδίας ὑπεροχῆς, καὶ ὡς ἐν δόξῃ τῇ θεοπρεπεῖ, μέγας καὶ ὑψηλός· καὶ μέν τοι καὶ παναλκής ἐστιν ὁ βραχίων τοῦ Πατρὸς, τοῦτ᾽ ἔστιν, ὁ δι᾽ οὗ τὰ πάντα γέγονε Θεὸς Λόγος.

Ἐπειδὴ δὲ ὤφθη μετὰ σαρκὸς ἠγνοήκασιν αὐτοῦ τὴν δόξαν. Πλὴν αἰσχυνθήσονται, φησὶν, εἰ μάθοιεν αὐτὸν ὄντα δηλονότι τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον. Ἔμαθον δὲ τίνα τρόπον; Αὐτοὶ μὲν γὰρ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἀπεκτείνασι, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἠρνήσαντο, καθάπερ φησὶν ὁ θεσπέσιος Πέτρος.

Ἐπειδὴ δὲ τὰ τοῦ θανάτου δεσμὰ διαῤῥήξας τριήμερος ἀνεβίω Χριστὸς, καὶ τοῦτο ἐγνώκασιν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, τότε δὴ, τότε καὶ κατῃσχύνθησαν, καὶ γοῦν δεδιότες μὴ ἄρα πως ἔκπυστον εἰς ἅπαντας τὸ τῆς ἀναστάσεως γένοιτο μυστήριον, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις, καθὰ γέγραπται· ἵνα εἴπωσιν ὅτι «Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν.» Αἰσχυνθήσονται δὲ καὶ καθ᾽ ἕτερον τρόπον. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἀγγέλων, τότε καὶ ἐντροπὴν ἕξουσι τὴν ἀμήρυτον, υἱοὶ μὲν ὄντες του νυμφῶνος διὰ τοὺς πατέρας, αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, πεμπόμενοι δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον.

Ἀπαίδευτον τοίνυν εἰκότως ὀνομάζει λαὸν, καὶ ὅτι ζῆλος αὐτοὺς λήψεται, φησὶ, καὶ ὅτι πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ ἀπόπεμπτοι γεγόνασιν αὐτοὶ, καὶ ἐκβέβληνται τῆς εἰς Χριστὸν ἐλπίδος, καὶ ἀπεδείχθησαν μὲν ἀλλότριοι τῶν ἐπαγγελιῶν, προσελήφθη δὲ τὰ ἔθνη, ταύτῃ τοι κατατρύχονται τῷ ζήλῳ, καὶ οἷον ὑπὸ πυρὸς δαπανώμενοι, τοῦ τῆς βασκανίας δηλονότι διατελοῦσιν οἱ δείλαιοι. Γέγραπταί τι τοιοῦτον καὶ ἐν ᾠδαῖς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι Αὐτοὶ παρεζήλωσάν με ἐπ᾽ οὐ θεοῖς· παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει· ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. <Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.> Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμένοι.

Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύτῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαΐας πρόσεισι λέγων· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειωτάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι᾽ αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι᾽ οἰκειότητος δὲ, δηλονότι τῆς πνευματικῆς. Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ Δεσπότου μάχονται νόμοις. Οἱ δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρήνην ἔχουσι πρὸς αὐτόν. Ἀλλ᾽ ἔστι τὸ χρῆμα θεόσδοτον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμενον.

Δὸς τοίνυν ἡμῖν, ὦ Δέσποτα, τὸ εἰρηνεῦσαι πρὸς σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,» οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ. Ταύτῃ τοι σοφῶς ἐπενήνεκται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρηνεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ γλώττης ὅνομα φέρειν. Δεῖ γὰρ αὐτὸν ὀνομάζειν μόνον, ὅτι καὶ μόνος ἐστὶν ἐφ᾽ ἡμᾶς φύσει τε καὶ ἀληθείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν.» <Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. Διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.

Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς.> Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ παντελῶς οὐδένα, λέγοντές τε διὰ τοῦτο, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, συνείρουσιν ἀναγκαίως, τὸ, ὅτι Οἱ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ἐκτός σου δὴ πάλιν. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος ζωογονεῖ τὰ πάντα, καὶ ἐν αὐτῷ κινούμεθα, καί ἐσμεν. Ἀλλ᾽ οὐδὲ ἰατροὶ, φησὶν, οὐ μὴ ἀναστήσωσιν· ἑπομένου καὶ τούτῳ τοῦ ἐκτός σου δηλονότι.

Πάντα γὰρ ἡμῖν παρὰ Θεοῦ, καὶ αὐτοῖς ἐποίησεν ἐκ γῆς φάρμακα, κατὰ τὸ γεγραμμένον. Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ γράμμα, φημὶ, καὶ τὸν πρόχειρόν τε καὶ εἰς τοὐμφανὲς λόγον, ἡ τῶν ἐννοιῶν ἀπόδοσις ἔχοι ἂν ὀρθῶς ὧδέ γε, καὶ οὐχ ἑτέρως.

Ἐπειδὴ δὲ χρὴ κατὰ νοῦν ἰέναι τὸν λόγον, καὶ τῆς προφητικῆς ἀκριβείας ἀπογυμνοῦν τὸν σκοπὸν, ἐκεῖνό φαμεν ἀναγκαίως· νεκροί τινές εἰσι καὶ οὐχὶ δὴ πάντως κατὰ τὴν σάρκα, νενεκρωμένοι δὲ μᾶλλον ὑπὸ φιληδονίας κοσμικῆς, καὶ ζωὴν οὐκ ἔχοντες τὴν ἁγίαν τὴν ἐν Χριστῷ τε καὶ ἀγγελικήν. Ἀλλ᾽ ἐκτός σου, φησὶν, οἱ τοιοῦτοι, οὐκ ἂν μεταλάχοιεν τῆς ζωῆς, ἤτοι τῆς ζωοποιούσης χάριτος. Ἐκτός σου δὲ πάλιν οἱ τῶν ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν οἷοί τε τοὺς ἐναλόντας αὐτοῖς, οἱ καὶ ἰατροὶ πνευματικοὶ νοοῖντ᾽ ἂν εἰκότως· οὐκ ἄν τινα τῶν ἠῤῥωστηκότων ἀναστήσειαν.

Ἰατροὺς δέ φαμεν πνευματικοὺς εἶναι, τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστάς· οἳ διὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἐν πνεύματι χορηγίας τὸν ἰᾶσθαι δυνάμενον καταπλουτοῦντες λόγον θεραπεύουσι τοὺς τετραυματισμένους ὑπό τε τῆς ἁμαρτίας, καὶ τῆς τοῦ διαβόλου σκαιότητος. Εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑπαινίττεσθαι λόγον· ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἰσοσθενῆ καὶ ἰσοκλεᾶ τῷ Φύσαντι καταδεικνὺς ἑαυτὸν ἀνίστη μὲν ἐκ μνημάτων τοὺς νεκροὺς, τοὺς δὲ ἐν ἐσχάταις ὄντας ἰᾶτο νόσοις. Ἀλλὰ καίτοι τῶν οὕτω παραδόξων ἀποτελεστὴς γεγονὼς οὐ τετίμηται παρὰ τῶν τεθεαμένων· ἐδίωκόν τε καὶ οὕτως αὐτὸν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, καὶ διδάσκαλοι. Ἐπειδὴ τοίνυν ἐκτός σού φησιν, οὐκ ἂν ἴδοιεν ζωὴν οἱ νεκροὶ, σὺ γὰρ εἶ καὶ μόνος ὁ ζωοποιεῖν δυνάμενος, οὐδ᾽ ἂν ἀναστήσειεν ἐκ μνημάτων ἰατρὸς, οὓς ἀνέστησας αὐτός· ἠπίστησαν δὲ καὶ μετὰ τοῦτο ἔτι, καὶ ἀκαθέκτως λελυττήκασιν, οὓς ἦν εἰκὸς, καὶ πρό γε τῶν ἄλλων ἔσεσθαι πιστούς· διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Ἐπήγαγες γὰρ τὴν ὀργὴν αὐτοῖς, ἣ καὶ ἀπέκειρεν ἀναγκαίως οὐκ ἄρδην ἅπαντα τὸν Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· ἀλλὰ πᾶν ἄρσεν αὐτῶν, τοῦτ᾽ ἔστι, τὸ ἡγούμενον τάγμα.

Ἡγεμονικώτατον γὰρ ὡς πρός γε τὸ θῆλυ τὸ ἄρσεν. Ἄῤῥενας δὲ ἀποκαλεῖ ἴσως τοὺς οἱονεὶ νεανικωτέρους τῶν Ἰουδαίων, οὐ κατὰ τὴν τοῦ σώματος εὐρωστίαν, κατὰ τὴν γνῶσιν δὲ μᾶλλον τῶν νομικῶν ἐνταλμάτων, τοιοῦτόν ἐστι τὸ πρὸς ἕνα τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς.» Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμοὺς, ὅτι δὲ τὸ προὖχόν τε καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· «Οὐαὶ ὑμῖν, Γραμματεῖς, καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν, καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.» Καὶ πάλιν· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.» Κολάζεται τοίνυν εἰκότως τὸ ἄρσεν, τοῦτ᾽ ἔστι, τὸ ἐν ὑπεροχῇ καὶ τίμιον. Καὶ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ τότε ἧκον εἰς εἴδησιν τὴν κατὰ τὸν νόμον, οἷς καὶ προστεθῆναι βούλεται κακά. Οὐ γὰρ μόνον ἀποπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος ἐμπαροινήσαντες τῷ Χριστῷ, ἀλλὰ γὰρ καὶ τῷ λιμῷ δεδαπάνηνται, καὶ ταῖς ἐντεῦθεν περιπεπτώκασι συμφοραῖς, καταδῃωθείσης αὐτῶν τῆς χώρας, καὶ ἀνατετραμμένης εἰς ἅπαν.

Οὓς δὲ εἴρηκεν ἄῤῥενας, τούτους καὶ ἐνδόξους ἀποκαλεῖ ὡς διαπρέποντας δηλονότι, καὶ ὑπερκειμένους τῶν ἄλλων, διάτοι τὸ κατεστέφθαι τοῖς τῆς ἱερωσύνης αὐχήμασιν. Τὸ πᾶν ἄρσεν αὐτῶν θεόδοτον, καὶ σύμμαχον, κακὰ δὲ τὰ κακωτικά φησιν, ἤτοι τὰς θεηλάτους ὀργὰς, λιμοὺς, λοιμοὺς, πολέμους, καὶ τὰ τούτοις ὅμοια. Ἐνδόξους δὲ τοὺς ἐν κακοῖς περιφανεῖς, καὶ ἐν δυναστείαις περιβοήτους. <Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.> Ἐκ πολλῆς ἄγαν φιλοθείας ὁ μακάριος προφήτης κεκινημένος κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων εἰρηκώς τε ὅτι Πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς, ἵνα μή τις εἶναι νομίζηται τραχύς τε καὶ ἀπηνὴς οὐ κατοικτείρεσθαι μᾶλλον παρακαλῶν τοὺς ἡμαρτηκότας, ἀλλ᾽ ἐν θλίψει γενέσθαι καὶ κακοῖς, ἐπήνεγκεν ἀναγκαίως τὸ πεφυκὸς ἅπασι συμβαίνειν, φημὶ δὲ τὸ ἐν θλίψει καὶ ἀνάγκαις διαμεμνῆσθαι φιλεῖν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τὸ μὲν γὰρ τῆς εὐθυμίας πλάτος ἀνίησιν ἔσθ᾽ ὅτε πρὸς καταφρόνησιν, καὶ οὐδ᾽ ὅσον εἰπεῖν αἰσθάνεσθαι τῶν πλημμελημάτων αὐτοὺς ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας εἰς τοῦτο γνώμης κατολισθήσαντας.

Συνελαύνει δὲ ὥσπερ ἡ θλίψις πρὸς Θεὸν, καὶ εἰς ἐπίγνωσιν ἀναφέρει τῶν διεπταισμένων. Οὐκοῦν ταύτης ἕνεκα τῆς αἰτίας, φησὶν, ἔφην ὅτι, Πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, ἐπείπερ ἐστὶ κοινὸν ἅπασι τότε δὴ μάλιστά σε ποιεῖσθαι διὰ μνήμης, καὶ τὰ σὰ βουλεύεσθαι, καὶ φρονεῖν, ὅταν συμφοραῖς κοινωνήσωσιν.

Ἐν γὰρ θλίψει μικρᾷ παιδευόμεθα, οὐκ ἄκρατον οὐδὲ εἰς ἅπαν ἀπηνῆ τὴν τιμωρίαν ἐπάγοντος τοῦ Θεοῦ, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Οὐκοῦν οὐ μισοῦντος ἦν τοὺς ἡμαρτηκότας τὸ θλίψιν ἐπάγεσθαι παρακαλεῖν αὐτοῖς, ἀγαπῶντος δὲ μᾶλλον καὶ παιδεύεσθαι παρακαλοῦντος αὐτούς· ἵνα ἐπείπερ ἐκ προαιρέσεως ἰδίας καρπὸν οὐκ ἐσχήκασι τὴν εὐσέβειαν, κἂν γοῦν ὡς ἐξ ἀνάγκης περιτρέποιντο πρὸς τοῦτο τῆς θείας ὀργῆς εἰς αἴσθησιν κεκλημένοι. Τοιοῦτον, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ὀρθῶς εἰρημένον· «Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἀλλ᾽ ἐκεῖνοι μὲν ἀφόρητα πεπλημμεληκότες, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ περιπεσοῦνται τῇ θλίψει. Ἡμεῖς δὲ οἱ σοὶ καὶ τὰ σὰ φρονοῦντες καὶ λέγοντες διετέθημεν οὐχ ἑτέρως ἐπὶ τῷ ἀγαπητῷ σου, τοῦτ᾽ ἔστι, τῷ Υἱῷ· καθάπερ ἀμέλει, καὶ ὠδίνουσα γυνὴ μονονουχὶ κατακεκραγότες τῶν ἀτιμαζόντων αὐτῶν ὀδυνόμενοί τε διὰ τοῦτο λίαν, καὶ πλείστην ὅσην τῶν ἀπειθούντων αὐτῷ ποιούμενοι τὴν καταβολήν.

Ἔστι δ᾽ ἀληθὲς ὅ φασι. καὶ γοῦν αὐτὸς ὁ μακάριος Ἡσαΐας ταῖς Ἰουδαίων ἀθυροστομίαις ἐπιτιμῶν, ἃς πεποίηνται κατὰ Χριστοῦ· «Ὑμεῖς δὲ,» φησὶ, «προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι· σπέρμα μοιχῶν καὶ πόρνης, ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;» Καὶ μὴν καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτῶν πού φησιν· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸ νῶτον αὐτῶν διὰ παντὸς σύγκαψον.» Πλεῖστοί τε ὅσοι πρὸς τοῦτο παρὰ τῶν ἁγίων προφητῶν γεγόνασι λόγοι κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς, διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν. <Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς.> Οἱ λέγοντες, ἐκ φιλοθεΐας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατρὸς, δῆλον δὲ ὅτι τῷ Υἱῷ, καθάπερ ὠδίνουσα γυνὴ, τῇ τοῦ λόγου τροπῇ νουνεχῶς ἐμμένοντες, ὠδινῆσαί τέ φασι καὶ μὴν καὶ εἰληφέναι κατὰ γαστρὸς, καὶ τῆς σωτηρίας τὸ πνεῦμα τεκεῖν ἐπὶ γῆς. Πρέπει δ᾽ ἂν, ὡς ἔφην, ὁ τοιοῦτος λόγος προφήταις τε καὶ ἁγίοις ἀποστόλοις τε καὶ εὐαγγελισταῖς οἳ τῆς ἄνωθεν μυσταγωγίας καταπλουτοῦντες τὴν χορηγίαν καὶ οἷόν τινας νοητοὺς δεχόμενοι σπερματικοὺς ἐκτετόκασι τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, τοῦτ᾽ ἕστι, τὴν ἐν πνεύματι διδασκαλίαν, ἣ καὶ ζωῆς ἐστι τῆς εἰς αἰῶνας πρόξενος.

Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ πνεῦμα πλειστάκις ὀνομάζειν τάς τινων συγγραφάς. «Καὶ γοῦν δοκιμάζετε,» φησὶ, «τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.» Ἀεὶ γὰρ ἐν ἁγίῳ Πνεύματι τὸ σωτήριον λαλεῖται κήρυγμα, ἤγουν ἐν πνεύματι κοσμικῷ τὰ ὅσαπέρ ἐστι τῇ ἀληθείᾳ μαχόμενα. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἁγίων· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Πνεῦμα τοίνυν σωτηρίας τὸ εὐαγγελικὸν ἀποκαλοῦσι κήρυγμα. Ἀποφέρει γὰρ εἰς ἀμήρυτον ζωὴν καὶ εἰς μακραίωνα βίον. <Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.> Ἀξιάγαστος ἀληθῶς τῶν ἁγίων ἡ νῆψις. Ἐννοοῦσι γὰρ ἀεί πως τὸ ἀντιτετάχθαι δοκοῦν, οἷς ἂν πρὸς ἡμᾶς ποιοῖντο λόγοις. Οὐκοῦν ἐπειδήπερ πνεῦμα σωτήριον ἀποτεκεῖν ἔφασκον τοῖς ἐπὶ τῆς γῆς, κατισχύοντα δὲ καὶ μετὰ τοῦτο ἔτι τῶν ἐπὶ γῆς ὁρῶσι τὸν θάνατον, οἱονεί τινος λέγοντος· Τίς ἡ ὄνησις τῶν θείων ἡμῖν κηρυγμάτων; ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα;

πίπτουσι γὰρ οἱ ἐπὶ τῆς γῆς· ἀντεπάγουσιν ἀναγκαίως τὴν ἀπολογίαν, καὶ δὴ καί φασιν, Ἀναστήσονται οἱ νεκροὶ, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, πλὴν ἀνεβίω τριήμερος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ῥίζα τῶν δι᾽ αὐτοῦ μεταπλαττομένων εἰς ζωὴν, καὶ οἷον ἀρχὴ τῆς ἀνθρώπου φύσεως ἀποδυομένης τὴν φθοράν· καὶ πεπλουτήκαμεν μὲν ἐν ἀκλονήτοις ἐλπίσι τὴν εἰς αἰῶνα ζωήν. Ἄραρε δὲ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσονται μὲν οἱ νεκροὶ, καταργηθήσεται δὲ εἰσάπαν τοῦ θανάτου τὸ κράτος· πλὴν οὔπω παρόντος τοῦ καιροῦ καθ᾽ ὃν ἡ ἀνάστασις· ὑποπίπτει τέως ἡ ἀνθρώπου φύσις, τῷ τεθνάναι δεῖν. Καὶ τὸν ἐν Χριστῷ τέως ἠσθενηκότα, καὶ ἐν ἡμῖν τε αὐτοῖς ἐσόμενον ἀσθενῆ κατὰ καιροὺς ὑπομένει θάνατον.

Ἆρ᾽ οὖν ἐκεῖνο, φησὶ, τοῖς παρ᾽ ἡμῶν ἀντιτετάξεται λόγοις, ἤγουν σωτηρίοις κηρύγμασι, τὸ πίπτειν ἔτι τοὺς ἐπὶ τῆς γῆς; Καὶ τί τοῦτό ἐστι; παντελῶς οὐδέν. Ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ τὰ ἐν γῇ καὶ μνημείοις σώματα παλινδρομήσει πρὸς ζωήν. Καὶ τίς ἂν γένοιτο τοῦδε δὴ πάλιν ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστι. Καὶ δρόσον ἐν τούτοις ἀποκαλεῖν ἐγνώκασι τὴν ζωοποιὸν τοῦ πνεύματος ἐνέργειάν τε καὶ δύναμιν, δι᾽ ἧς ἐγερθήσεσθαι τοὺς νεκροὺς ὁ μακάριος ἔφη Δαβίδ. Ψάλλει γάρ που πρὸς Θεὸν, καί φησιν· «Ἀποστρέψαντος γάρ σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Δρόσος οὖν ἄρα ζωοποιὸς τὸ Πνεῦμα παρὰ Πατρὸς δι᾽ Υἱοῦ, καὶ αὐτοῖς τοῖς ἐκ γῆς σώμασιν ἐνιεῖσα τὴν ἀφθαρσίαν. Ἀλλ᾽ οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται, ἡ δέ γε τῶν δεδυσσεβηκότων γῆ πεσεῖται, καὶ τοῦτο παθεῖν συνέβη τῇ τῶν Ἰουδαίων χώρᾳ· πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ εἰς τοὺς ἁγίους μυσταγωγοὺς, καίτοι τὸ τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ τῆς γῆς. <Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.> Τὸ τοῦ Θεοῦ πρόσωπον ἐν τούτοις ἡμῖν εἰσκομίζεται τῶν ἁγίων τὸν νοῦν ἐπαλείφοντος εἰς τὸ θληπαθές.

Ἐπειδὴ γὰρ ἔμελλον, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν τὸ τῆς σωτηρίας ποιοῦντες πνεῦμα, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικὸν ἱερουργοῦντες κήρυγμα, δεινοῖς τε καὶ ἀφορήτοις πειρασμοῖς περιπεσεῖσθαι, καὶ αὐτὸν δὲ τὸν ἐπὶ ψυχῇ καὶ αἵματι κίνδυνον ὑπομεῖναι· ταύτῃτοι καὶ μάλα εἰκότως κατανεανιεύεσθαι φιλεῖν τῶν τοιούτων αὐτοὺς ἀναπείθει, λέγων· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου. Εὐφυέστατα δὲ καὶ εὐφήμως ἄγαν ἀποκαλεῖ τὰ ταμιεῖα τάχα που τὰ ἐν τῇ γῇ μνήματα· καὶ δὴ καὶ ἐν ἴσῳ τοῖς ἀληθῶς ἀποκρυπτομένοις ἀποκλείει τὰς θύρας, καὶ διαλανθάνει ἀνέχεσθαι βραχὺ, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρηται μὲν γὰρ τῇ τοῦ γένους ἀρχῇ, τοῦτ᾽ ἔστι, τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» καὶ ἐπάρατος ἦν διὰ τὴν παράβασιν ἡ ἀνθρώπου φύσις· ταύτῃτοι καὶ ὑπενήνεκται τῇ φθορᾷ. Λυθήσεται δὲ τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα.

Καὶ τοῦτο εἰς ἅπαν κατὰ τὸν τῆς συντελείας καιρὸν καταργουμένου θανάτου, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀνῃρημένης, καὶ τῆς ἁμαρτίας ἐκβεβοθρωμένης. Οὐκοῦν ἀποκρύβηθι, φησὶν, ὦ λαός μου, καὶ ἀνάσχου βραχὺ καὶ ὅσον ὅσον, ἕως ἂν ὁ ἐξ ὀργῆς Κυρίου θάνατος παρελάσῃ, καὶ ὁ τῆς ἁπάντων ἀναστάσεως ἀναδειχθείη καιρός. Εἰ γὰρ καὶ πάθῃς, φησὶ, τὸ τεθνάναι τυχὸν, τῆς τῶν μισούντων σκαιότητος ἐπιῤῥιπτούσης καὶ τοῦτο τοῖς ἁγίοις μυσταγωγοῖς, ἀλλ᾽ οὖν ὁ πάντων Δεσπότης ἐποίσει τὴν κόλασιν τοῖς ἀνῃρηκόσιν ἁγίους. Ἐπάγει γὰρ ἀπὸ τοῦ ἁγίου Κύριος τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὅμοιον τοῦτό ἐστιν ἐκείνῳ· «Καὶ ἔβρεξε γὰρ Κύριος παρὰ Κυρίου ἐπὶ Σόδωμα πῦρ καὶ θεῖον.» Οὐκοῦν ὁ Υἱὸς ἀπὸ τοῦ ἁγίου [Humfred. Πατρὸς] Πνεύματος ἐποίσει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὡς γὰρ αὐτός πού φησιν· «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Ἐνστάντος δὲ τοῦ καιροῦ, καθ᾽ ὃν ἡ ὀργὴ τοῖς ἀνόσια πεπλημμεληκόσι κατὰ τῶν ἡγιασμένων ἐπενεχθήσεται, τὸ αἷμα αὐτῆς ἀνακαλύψει ἡ γῆ, καὶ οὐ κατακρύψει τοὺς ἀνῃρημένους, τοῦτ᾽ ἔστι, πᾶν ὅπερ πέπτωκεν εἰς γῆν αἷμα τοῦτο ἔσται φανερὸν ἀποκρυβήσεται οὐδεὶς, ἤγουν εἰς ἀλήθειαν οἰχήσεται τῶν ἠδικημένων.

Μεμνήσεται γὰρ ἁπάντων ὁ Δημιουργὸς, καὶ οὐδεὶς ἔσται παντελῶς τῶν ἀδίκως ἀνῃρημένων, ὃς οὐκ ἔσται γνώριμος, καὶ ἐν μνήμῃ Θεοῦ. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα.> Ἐπενεχθήσεσθαι τὴν ὀργὴν τοῖς ἠσεβηκόσι, καὶ ἀπεκτονόσιν αὐτοὺς, εὖ μάλα διειρηκὼς συναναιρεθήσεσθαι τοῖς ἑαυτοῦ τέκνοις, καὶ αὐτὸν ἔφη τὸν Σατανᾶν· οὗ τοῖς στρατηγήμασιν εἴκοντες κατεστράτευον τῶν ἁγίων οἱ τοῖς παρ᾽ αὐτῶν κηρύγμασιν ἀντεξάγοντες. Κατ᾽ ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ᾽ ὃν ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς τὴν ἁγίαν τε καὶ τομωτάτην, καὶ μεγάλην μάχαιραν, τὸν παναλκῆ καὶ ἀκαταγώνιστον, τοῦτ᾽ ἔστι, τὸν μονογενῆ Λόγον, ἐπάξει ὁ Πατὴρ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα.

Δράκοντά τε καὶ ὄφιν ὀνομάζει τὸν Σατανᾶν. Πικρὸς γὰρ καὶ ἰοβόλος, καὶ πρός γε τοῦτο δειλός. Ἀεὶ γὰρ φεύγειν ἔθος αὐτῷ. Δεινὸς δέ ἐστι καὶ φιλοκακοῦργος. Σκολιοδρομεῖ γὰρ ὥσπερ τὸ θηρίον, πλὴν ἀναιρεθήσεται· καὶ γὰρ ἀπρακτήσει λοιπὸν, μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ἀνατλὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, ἔργον τε τῆς εἰς αἰῶνα φλογὸς μακράν τε καὶ ἀτελεύτητον ὑπομένων κόλασιν. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ᾽ αὐτοῦ. Ἐγὼ πόλις ὀχυρὰ, πόλις πολιορκουμένη· μάτην ποτιῶ αὐτήν. Ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος.> Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς διὰ πίστεως σεσαγηνευμένοις λόγον, καὶ ὅτι χρίσονται μύρῳ, καὶ πίονται οἶνον ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφέστατα διειπών· ὄρος δὲ εἶναί φαμεν τὴν Ἐκκλησίαν· προσεπαγαγών τε ὅτι καὶ ἐκδίκησις ἔσται τῶν ἀνῃρημένων δι᾽ εὐσέβειαν, καὶ μὴν ὅτι τῇ ἁγίᾳ, καὶ μεγάλῃ μαχαίρᾳ πάντη τε καὶ πάντως ὁ ἀποστάτης ἀπολεῖται δράκων, ἀνακομίζει τὸν λόγον ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἀμαθίας τοῖς ἐξ αἵματος τοῦ Ἰσραήλ.

Κατ᾽ ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ᾽ ὃν ἀπαράδεκτον τὴν εἰς Χριστὸν ποιήσονται πίστιν· Ἐγὼ ὁ ἀμπελὼν ὁ καλὸς, οὗ καὶ τὸ κατάρχειν ἐπιθύμημα φαίη τις ἄν· ἐγὼ ἡ πόλις ἡ ὀχυρά· πεποίηται γὰρ οὕτως ὡς ἀπό γε τῆς Ἱερουσαλὴμ ὁ λόγος· Ἔσομαι πόλις πολιορκουμένη. Εἶτα τὸ τοῦ Θεοῦ πρόσωπον ὁ προφήτης ἡμῖν εἰσκομίζει, λέγων, ὅτι Μάτην ποτιῶ αὐτήν. Εἰ γὰρ καὶ γέγονε, φησὶν, ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραὴλ, κατὰ τὴν Ἱερεμίου φωνὴν, ἀλλ᾽ ἐποίησεν ἀκάνθας, καὶ ἀνόνητον ἐφ᾽ ἑαυτῇ τὴν διὰ τοῦ νόμου παράκλησιν ἐποιήσατο.

Μάτην οὖν ἄρα πεπότικέ τε αὐτὴν διὰ τοῦ πάλαι νόμου, κἂν εἰ ποτίσειεν ἔτι δι᾽ εὐαγγελικοῦ κηρύγματος, ἀνωφέλητος καὶ οὕτως ὑπομενεῖ. Τί τοίνυν ἐντεῦθεν συνέβη παθεῖν αὐτήν; Ἁλώσεται νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Ἐπειδὴ γὰρ αὐτὴν πόλιν ὠνόμασεν ἰσχυρὰν, καὶ μέντοι πολιορκουμένην, ἀναλόγως τῇ τῶν νοημάτων ἀκολουθείᾳ ἁλῶναί τέ φησιν αὐτὴν, καὶ μὴν ὅτι καὶ τὸ τεῖχος πεσεῖται διισχυρίζετο.

Τὸ δέ γε νυκτὸς μὲν ἁλῶναι καὶ ἐν ἡμέρᾳ δὲ πεσεῖσθαι τεῖχος, ἔοικέ τι τοιοῦτον ὑποδηλοῦν. Εἴληπται μὲν γὰρ, ἤτοι πεπόρθηται, καθάπερ ἐν ἀχλύϊ καὶ σκότει γεγενημένη διά τοι τὸ μὴ ἀνασχέσθαι λέγοντος τοῦ Χριστοῦ «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ τῶν παρ᾽ αὐτοῦ λόγων ὀλίγα πεφροντικότες διατετελέκασιν, οἱ δείλαοι κατελήφθησαν ὡς ἐν σκότῳ. Κατεκράτησε γὰρ αὐτῶν ἡ ἁμαρτία.

Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένον· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ἥλω τοιγαροῦν, καὶ ἀπομεμένηκεν ἐν ἁμαρτίαις· πέπτωκε δὲ τεῖχος ὡς ἐν ἡμέρᾳ, τοῦτ᾽ ἔστιν, ἐναργῶς τε καὶ ἐμφανῶς, τῆς παρὰ Θεοῦ περιβολῆς ἐστέρηται. Τοιοῦτόν τί φησι καὶ ἐν ἀρχαῖς ὁ μακάριος προφήτης Ἡσαΐας· «Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.

Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Εἶτα προσεπάγει· «Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνα μου καὶ οὐ μὴ τμηθῇ, οὐδ᾽ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.» Ὁρᾶς ὅπως ἐστὶν ἀληθὲς ὅπερ ἔφην, τοῦτ᾽ ἔστι τὸ, Μάτην ποτιῶ αὐτήν. Οὐ γὰρ δέδωκεν ἔτι τὸν νοητὸν ὑετὸν τοῖς ἐξ Ἰσραήλ· καθεῖλε δὲ τὸν φραγμὸν αὐτοῦ, καὶ πρός γε τούτῳ τὸν τοῖχον. Καὶ φραγμὸν μὲν ἴσως τὰς ἐκ τῶν ἀγγέλων ἐπικουρίας ἀποκαλεῖ· τοῖχόν γε μὴν ἄληπτόν τε καὶ πεπηγότα τῆς παρ᾽ ἑαυτοῦ δυνάμεως τὴν περιβολήν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτοῦ, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐὰν δὲ λέγῃ τὸ, «πέπτωκεν,» οὐχὶ πάντως ὅτι καὶ κατεκομίσθη δηλοῖ, ἀλλ᾽ ὅτι μᾶλλον ἀφῄρηται. Μεμένηκε γὰρ ἀνεπικούρητος ὁ Ἰσραὴλ, καὶ τῆς ἄνωθεν φειδοῦς καὶ ἀγάπης ἀμέτοχος παντελῶς. <Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν.> Πεπολιόρκηται μὲν ἡ τῶν Ἰουδαίων χώρα μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οἱ ἐκ παντὸς ἔθνους συναγηγερμένοι, τοῦτ᾽ ἔστιν, ἡ πανσθενὴς τῶν Ῥωμαίων στρατιὰ κατεξανέστησαν ἀνδρικῶς τοῦ τῶν Ἰουδαίων ἔθνους.

Πεπόρθηται δὲ καὶ ἑτέρως, νοητῶς δηλονότι, καὶ κεκρυμμένως· δέδοται γὰρ εἰς καταπάτημα τοῖς ἀκαθάρτοις πνεύμασιν. Εἰ γὰρ ἐστέρηται τοῦ φραγμοῦ, καὶ τὸ σῶζον αὐτὴν ἀφῄρηται τεῖχος, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι γέγονε νομὴ τῶν νοητῶν θηρίων; Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῆς εἰρημένον πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶντες αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;» Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτήν. Ἦ γὰρ τὰ πολύτροπα διὰ τούτων σημαίνει πάθη ὑφ᾽ ὧν κεκράτηται τῶν Ἰουδαίων ὁ νοῦς· ἀλογίαν μὲν τὴν ἐσχάτην τοῦ ὅνου σημαίνοντος· ἡδονήν γε μὴν τοῦ ὑός. Ὅτι οὖν γέγονεν εὐάλωτος παντὶ τῷ καταδηοῦν ἐθέλοντι τοῦτο διδάσκει, λέγων· Οὐκ ἔστιν ἢ οὐκ ἐπελάβετο αὐτῆς, οὐ γάρ ἐστι χεὶρ ἤτοι δύναμις, ἢ ἀνθρώπων ἢ πονηρῶν πνευματῶν ἥτις οὐκ ἐπελάβετο αὐτῆς.

Ἀλλ᾽, ὦ Δέσποτα, φαίη τις ἂν ἴσως· οὐ γὰρ ἔσωζες ὡς σὸν ὄντα λαὸν, οὐκ ἐφρούρεις αὐτὴν, καὶ τεῖχος ἦσθα τὸ παναλκές. Ναὶ, φησὶ, πεφρούρηκά τε καὶ περιβέβληκα τῇ παρ᾽ ἐμαυτοῦ χάριτί τε καὶ εὐσθενείᾳ· ἀλλ᾽ ἦν ἀναγκαῖον φρουρεῖσθαι τότε καρπὸν ἔχοντα τὸν ἐκ νόμου. Ἐπειδὴ δὲ λοιπὸν κατεκομίσθη εἰς τοῦτο, φησὶν, ἀθλιότητος, καὶ ἀφιλεργίας πνευματικῆς, ὡς καρπὸν ἔχειν τὸν ἐξ ἀρετῆς οὐδένα· ἔοικε δὲ καλάμῃ ψιλῇ καὶ ἀκάρπῳ· τίς με θήσει φυλάσσειν αὐτόν; Ποῖον γάρ ἐστι τὸ ἐκ τῆς ἀσφαλείας ὄφελος, εἰ καρπῶν ἐρήμη γέγονεν ἀγαθῶν; τίς οὖν ἀναπείσει με; Τοῦτο γὰρ τὸ «Θήσει» δηλοῖ φυλάσσειν καλάμην ἐν ἀγρῷ. Ἀλλὰ γὰρ πῶς εἰς τοῦτο ταλαιπωρίας ἐκβέβηκεν ἀπολογεῖται λέγων· Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Καταδείκνυσιν ἐν τούτοις μονονουχὶ καὶ δακτύλῳ τὴν Ἱερουσαλήμ. Καὶ ἐπειδήπερ, φησὶ, γέγονέ μοι πολεμιωτάτη, ταύτῃτοι καὶ μάλα εἰκότως ἠθέτηκα αὐτήν. Οὐχ ἑτέραν τοίνυν πολεμίαν ἐν ἑαυτῷ γενέσθαι, φησὶν, ἀθετῆσαί τε πάλιν ἑτέραν, αὐτὴν δὲ μᾶλλον τὴν Ἱερουσαλὴμ, ὡς πολεμίαν καταδείκνυσι, καὶ ἠθετεῖσθαί φησιν, ἀποβεβλημένος δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος πνευματικῆς.

Ἔφη γὰρ πρὸς αὐτήν· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» <Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος ὁ Θεὸς πάντα ὅσα συνέταξε. Κατακέκαυμαι, βοήσονται πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.> Ἐπειδὴ γὰρ γέγονε πολεμία, φησὶ, καὶ ἀντέστη τῷ σώζοντι, καὶ πεπολέμηκεν ὡς ἐχθρῷ τῷ καλοῦντι πρὸς ζωὴν, διὰ τοῦτο πάντα ὅσα συνέταξε, τοῦν ἔστιν, ὥρισέ τε καὶ γενέσθαι βεβούλευται, διεκόμισεν εἰς πέρας. Καὶ τίνα ταῦτά ἐστι; Τὸ ἠθετῆσθαι πάντως που, τὸ μηκέτι σχεῖν τὸν νοητὸν ὑετόν. Τὸ ὑπομεῖναι τὴν πολιορκίαν, τὸ ἐν ἐνδείᾳ γενέσθαι τῆς ἄνωθεν εὐμενείας, καὶ περιβολῆς. Ἐμπέπρησται γὰρ καὶ εἰς ἀχρειότητα κατεκομίσθη παντελῆ. Καὶ κατακέκαυμαι, βοήσονται πάντες, φησὶν, οἱ κατοικοῦντες ἐν αὐτῇ. Κἂν εἰ βούλοιτό τις ἱστορικώτερον τοῖς προσκειμένοις προσβαλεῖν, κατεμπρησθεῖσαν εὑρήσει τὴν Ἱερουσαλήμ. Εἰ δὲ δὴ καὶ καθ᾽ ἕτερον τρόπον, ὁ ἐμπρησμὸς ἐν τούτοις τὴν εἰσάπαν ἀχρειότητα δηλοῖ.

Καὶ τὸν ὁλοτρόπως ἐπιῤῥιφέντα τοῖς Ἰουδαίοις ἀφανισμὸν, μονονουχὶ τῆς θείας ὀργῆς καταπιμπράσης αὐτοὺς, καὶ χοῦν οἷά περ καὶ σποδιὰν ἀποφαίνοντος. Τοιοῦτόν τί φησι καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας ὡς πρός γε τὴν Ἱερουσαλήμ· «Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπ᾽ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπ᾽ αὐτήν.» Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν, τὸ ἀποφοιτῆσαι Θεοῦ, καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ᾽ αὐτοῦ χάριτος, καὶ ἐπικουρίας. «Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρα Θεοῦ ζῶντος,» καὶ καθά φησιν ὁ Μωσῆς, «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.» <Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ.

Βλαστήσει, καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.> Ὡς τῶν Ἰουδαίων ἀπειρηκότων τὴν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀγάπην τε καὶ πίστιν, ὡς ἀπολακτίσαντος μὲν τοῦ ἠγαπημένου, μεταστήσαντος δὲ τὴν κλῆσιν ἐπὶ τὰ ἔθνη, καὶ τοὺς ἐκ περάτων τῆς ὑπ᾽ οὐρανὸν σαγηνεύοντος τοῦ Χριστοῦ διὰ τῶν ἁγίων ἀποστόλων, ὁ μακάριος προφήτης τοῖς ἁπανταχόθεν λαοῖς σοφὸς προαναφαίνεται σύμβουλος, καί φησι πρὸς αὐτούς· Ἀποπεφοίτηκε μὲν ὁ Ἰσραὴλ, ἀπελάκτισεν ὁ πρωτότοκος, ἀρνεῖται τὴν πίστιν, δεδυσσέβηκεν εἰς τὸν λυτρωτήν· ἀλλ᾽ ἡμεῖς οἱ ἐρχόμενοι, τοῦτ᾽ ἔστιν, οἱ μέλλοντες ἥξειν κατὰ καιρούς· ἥξειν δὲ δὴ πάντως ὡς ἀπὸ σκότους εἰς φῶς, ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν· ποιήσωμεν εἰρήνην αὐτῷ, τοῦτ᾽ ἔστι, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν, εἰρηνεύσωμεν πρὸς τὸν Θεόν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας καὶ κατηργημένου τοῦ Σατανᾶ, καὶ οὐδενὸς ὄντος ἔτι διακωλύοντος, τοῦ διϊστάντος καὶ χωρίζοντος ἡμᾶς ἀπὸ Χριστοῦ, συναινέσωμεν τοῖς αὐτοῦ θεσπίσμασιν· ἀκολουθήσωμεν οἷς ἂν βούλοιτό τε καὶ λέγοι, ὑπαγάγωμεν τὸν αὐχένα τοῖς Εὐαγγελικοῖς κηρύγμασι· ποιήσομεν γὰρ οὕτω τὴν πρὸς αὐτὸν εἰρήνην.

Τοιοῦτό τί φησι καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Παρακαλέσας τοίνυν τοὺς ἐρχομένους, περὶ ὧν καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» μεθίστησι τὸν λόγον ἐπ᾽ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὅτι κατακτήσονται τῷ Θεῷ τὴν ὑπ᾽ οὐρανὸν, ἐννενοηκὼς, ἤτοι μεμαθηκὼς διὰ τοῦ ἁγίου Πνεύματος ἀνασκιρτᾷ τρόπον τινὰ, καί φησιν ἐκ πολλῆς ἄγαν τῆς περιχαρείας· Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξ ἀνθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Γεγόνασι μὲν γὰρ ἐξ αἵματος Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, οἱ θεσπέσιοι μαθηταί. Ἐπειδὴ δὲ ἐξ ἠοῦς εἰς ἑσπέραν, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, κέκληται πρὸς ἐπίγνωσιν τῶν ἐθνῶν ἡ πληθὺς, καὶ καθά φησι τῆς προφητείας ὁ λόγος, ἐνεπλήσθη ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Καὶ τίνος ἄρα; Ἢ δηλονότι τοῦ Ἰσραὴλ, τοῦτ᾽ ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες· χαρὰν δὲ αὐτοὺς καὶ στέφανον ὁ θεσπέσιος ὠνόμασε Παῦλος· καύχημα γὰρ ἀληθῶς καὶ δόξα τῶν ἁγίων μυσταγωγῶν οἱ δι᾽ αὐτῶν σεσωσμένοι. <Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

Μαχόμενος, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς.> Ἕπεται σφόδρα τοῖς εἰρημένοις ἡ τῶν προκειμένων διάνοια· καὶ κατὰ τίνα δὲ τρόπον ἐροῦμεν ὡς ἔνι. Ἔφημεν γὰρ ὅτι τέκνα Ἰακὼβ βλαστήσει καὶ ἐξανθήσει, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Ἀλλ᾽ ὥσπερ τινὸς ἀντεγειρομένου τε καὶ λέγοντος· Καίτοι δεδυσσέβηκεν οὐ μετρίως ὁ Ἰσραήλ· σκληρὸς γὰρ γέγονε καὶ δυσάγωγος, καὶ ἀπέκτονε μὲν ἁγίους, ἐπεπήδησε δὲ δικαίῳ παντὶ καὶ προφήτῃ, καὶ αἱμάτων ἔχει τὴν χεῖρα μεμεστωμένην· εἶτα πῶς ἐξανθήσει πάλιν, καὶ ὡς γεγονότος τῶν ἐκτόπων οὐδενὸς ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ; πρὸς δὴ τὰ τοιάδε φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται;

Ἢ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Ἐχρήσατο μὲν γὰρ, φησὶ, κατὰ τῶν ἁγίων ἀκράτῳ θυμῷ, καὶ ἀχαλίνοις ὁρμαῖς ἀνεῖλεν αὐτοὺς ὡς κατ᾽ οὐδένα τρόπον οἰκτείρειν εἰδώς. Ἆρ᾽ οὖν ἰσοῤῥόποις ὀργαῖς, καὶ ἰσοστάθμῳ δίκῃ κεχρήσεται κατ᾽ αὐτῶν ἡ τῆς ἡμερότητος πηγὴ, καὶ οὕτως αὐτοὺς ἀνελεῖ, καθὰ καὶ αὐτοὶ τοὺς ἁγίους, ἀνῃρήκασιν; Ἢ νικήσει μᾶλλον ὡς Θεὸς, καὶ οὐκ εἰσάπαν ἀποκερεῖ τὸν ἠγαπημένον, καὶ ἀπόλεκτον γεγονότα ποτὲ διὰ τοὺς πατέρας; Τοιοῦτόν τί ἐστι τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαι, καὶ ὡς Σεβωεὶμ μετεστράφη ἡ καρδία μου ἐν τούτῳ.

Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ἔδει γὰρ, ἔδει Θεὸν ὄντα, καὶ οὐκ ἄνθρωπον καθ᾽ ἡμᾶς, καὶ προὔχειν ἐν ἡμερότητι, καὶ ὥσπερ ἐστὶ κατὰ φύσιν ἐπέκεινα παντὸς γενητοῦ, οὕτως ὑπερκεῖσθαι καὶ ὑπερέχειν τὸν ἐπὶ τῆς γῆς, καὶ κατά γέ φημι τὴν φιλανθρωπίαν.

Οὐκοῦν ἐξανθήσει μὲν Ἰσραὴλ, ἐμπλησθήσεται δὲ καὶ ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, κατά γε τὸν ἤδη προαποδοθέντα λόγον. Οὐ γὰρ οὕτως ἀναιρεθήσεται, φησὶ, καθὰ καὶ αὐτὸς ἀνεῖλεν, οὕτε μὴν ἐν ἴσῳ παταχθήσεται τρόπῳ, κἂν εἰ ἐπάταξεν αὐτὸς τοὺς ἁγίους ἀγρίῳ θυμῷ κατεθηγμένος. Ποῖον οὖν ἄρα τὸ μέτρον τῆς ἐπ᾽ αὐτοῖς κινήσεως; Μαχόμενος, φησὶ, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· τὸ, «Ἐξαποστελεῖ» νοήσας ἀντὶ τοῦ, Τῆς πρὸς ἑαυτὸν οἰκειότητος ἀποπέμψεται.

Τοῦτο πέπραχεν ὁ Σωτήρ· ἀπόπεμπτον γὰρ ἐποίησε τὸν Ἰσραήλ. Μαχόμενός τε καὶ ὀνειδίζων, τὸ δὲ Μαχόμενος ἀντὶ τοῦ ἐπιπλήττων τεθείημεν. Ἐπιπλήττων γὰρ Ἰουδαίοις, καὶ μέντοι καὶ ὀνειδίζων ἔφασκεν ὁ Σωτήρ· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ἐπὶ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;

Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Τοῦτο γὰρ ἦν καὶ ἕτερον οὐδὲν, ἢ τὴν ἀπ᾽ αὐτῶν ἀποφοίτησιν οὐκ εἰς μακρὰν ἔσεσθαι διατεινομένου. Οὗ δὴ γεγονότος ἀπόλωλεν ὁ Ἰσραὴλ, εἰ καὶ σέσωσται τὸ κατάλειμμα, καθὰ καὶ αὐτός φησιν Ἡσαΐας· «Καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται.» <Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;> Ὅρα τὸν προφήτην ἐν τούτοις ἁγιοπρεπεῖ παῤῥησίᾳ χρώμενον, διελέγχοντά τε τὸν Ἰσραὴλ ὅτι πεπολέμηκεν ἁγίους· καὶ μελέτην ἐποιήσατο, τὸ, οἱονεὶ σκληρῷ τε καὶ ἀνημέρῳ πνεύματι χρώμενον ἀναιρεῖν αὐτοὺς, καὶ ἀτίθασσον αὐτοῖς ἐπαφιέναι τὸ φρόνημα. Εἰ τοίνυν λέγοιμι, φησὶν, ὅτι αὐτὸς ἀνεῖλε, καὶ ἐπάταξε, οὐ ψευδομυθία τὸ χρῆμα πόθεν, ἀληθὲς δὲ μᾶλλον ἀναφανεῖται τὸ εἰρημένον. Ὁ γὰρ Ἰσραὴλ οὐ σὺ ἦσθα ὁ μελετῶν, ἤγουν εἰωθὼς πνεύματι μὲν, ὡς ἔφην, κεκλῆσθαι σκληρῷ, κατεπιφύεσθαι δὲ θηριοπρεπῶς τῶν ἀπεσταλμένων παρὰ Θεοῦ; Κἂν ἀρνήσῃ, φησὶν, αὐτὸν παροίσω μάρτυρα τὸν τῶν ὅλων κριτήν. Ἔφη γάρ που Χριστὸς πρὸς αὐτούς· «Τίνα τῶν προφητῶν οὐ κατέκτειναν οἱ πατέρες ὑμῶν;

ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» <Διὰ τοῦτο ἀφεθήσεται ἡ ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.> Διὰ μέσου προστρίψας ὁ μακάριος προφήτης τὸν κατά γε τῶν δεδυσσεβηκότων εἰς τοὺς ἁγίους προφήτας ἔλεγχον, ἔχεται πάλιν τῆς τῶν νοημάτων ἀκολουθίας, καί φησιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο· Ποῖον; Ἐπειδὴ γὰρ οὐχ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται, οὔτε μὴν ὡς αὐτὸς ἐπάταξεν οὕτω πληγήσεται, τῆς ἐνούσης γαληνότητος τῷ Θεῷ νικώσης ἀεὶ τὰς ἀνθρωπίνας μικροψυχίας, καὶ οὐχὶ πάντη τε καὶ πάντως τοῖς ἐπὶ γῆς πλημμελήμασιν ἰσοπαλεῖς τὰς δίκας ἐπάγοντος, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Ταύτῃτοί φησιν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ, τοῦτ᾽ ἔστι, τεύξεται φιλανθρωπίας, ἀνήσει δὲ αὐτῷ κατὰ καιροὺς τὰ ἐγκλήματα, ἀπαλλάξει καὶ αὐτῶν αἰτιαμάτων· καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ λέγων· «Ἢ μὴν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου.»

Ἀλλ᾽ οὐκ ἂν ηὐλογήθη κατὰ ἀλήθειαν ὁ θεσπέσιος Ἀβραὰμ, οὐδ᾽ ἂν ἐπληθύνθη τὸ σπέρμα αὐτοῦ, ἀναλόγους τοῖς ἡμαρτημένοις ἐξαιτουμένων τὰς δίκας τῶν ἐξ αἵματος αὐτοῦ. Ἐπειδὴ δὲ καίτοι πεπραχότες τῶν ἀγαθῶν οὐδὲν, μᾶλλον δὲ κατενηνεγμένοι πρὸς ἀνοσιότητα τὴν ἐσχάτην, πεπλουτήκασι καὶ αὐτοὶ τὴν ἄφεσιν, τετήρηταί τε καὶ διαβέβηκεν εἰς αὐτοὺς ἡ τῆς εὐλογίας ὑπόθεσις.

Ὅταν τοίνυν ἀφέλωμαι, φησὶ, τὴν ἁμαρτίαν αὐτοῦ οὗτος ἔσται τῆς εὐλογίας ὁ τρόπος αὐτῷ. Ἐναργῆ δὲ καθίστησι τὸν καιρὸν καθ᾽ ὃν ἔσται καὶ αὐτὸς τῶν πλημμελημάτων ἐλεύθερος. Ὅταν γὰρ, φησὶν, οἱ διὰ τῆς πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ κατ᾽ ἀλήθειαν ὄντος Θεοῦ τῆς ἀρχαίας καταστρατεύσονται πλάνης, ὅταν ἐκ μέσου γένωνται βωμοὶ, καὶ τεμένη, καὶ ὁ τῶν εἰδώλων ἐσμὸς, ὅταν πυρὶ δαπανήσωσι τοὺς τοῖς ἀψύχοις εἰδώλοις ἐκπεπονημένους ναούς· ὅταν ἐκκόψωσι τὰ δένδρα αὐτῶν, καὶ πρός γε τούτοις τὰ χειροποίητα, καθάπερ τινὰ δρυμόν· τότε δὴ τότε ἀνήσει Θεὸς καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ τὰ διεπταισμένα.

Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὅπερ ἔφησε φῶς ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Τὸ γὰρ ὅλως κατεμπρῆσαι ναοὺς, καὶ τοὺς παραπεπηγότας αὐτοῖς ἀποκεῖραι δρυμοὺς, προσθεῖναι δὲ καὶ αὐτῶν τῶν ἀγαλμάτων τὴν καταστροφὴν, κατασημήνειεν ἂν ἕτερον οὐδὲν ἢ ἐκεῖνό που πάντως, ὅτι τῶν πάλαι πλανωμένων, καὶ προσκυνούντων τοῖς ἔργοις τῶν ἰδίων χειρῶν μετάστασις ἔσται πρὸς ἀληθείας ἐπίγνωσιν, ὥστε πρὸς τοῦτο φιλοθεΐας ἥκειν αὐτοὺς, ὡς καὶ τοῖς πάλαι προσκυνουμένοις παρ᾽ αὐτῶν ἐπαφεῖναι τὰς χεῖρας, καὶ τοὺς ἐκ ξύλων θεοὺς καθάπερ τινὰ δρυμὸν ἀποκεῖραι. <Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον, καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται, καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῷ πᾶν χλωρὸν, διὰ τὸ ξηρανθῆναι.> Κατοικούμενον ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ διάτοι τὸ πλείστους μὲν ὅσους, καὶ ἀγαθοὺς ἐσχηκέναι ποιμένας, καὶ μονονουχὶ, καὶ συνοικοῦντας ἔχειν τοὺς ἀπευθύνειν εἰδότας εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων.

Οὐκοῦν ἐπεπλήθει ποιμέσιν ἀγαθοῖς, ἀλλ᾽ ἔσται, φησὶν, ἀνειμένον· καὶ τί τὸ ἀνειμένον ἐστὶν, αὐτὸς παραχρῆμα διεσάφησε, λέγων· Ὡς ποίμνιον καταλελειμμένον, τοῦτ᾽ ἔστι, παντὸς ἐπιστάτου, καὶ κηδεμόνος ἠρημωμένον. Οὗ δὴ γεγονότος, εἰς χρόνους προκείσεται μακροὺς εἰς βόσκημα. Κατανεμηθήσονται γὰρ αὐτοὺς νοητοί τε καὶ ἀλκιμώτατοι θῆρες, τοῦτ᾽ ἔστιν, ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ καὶ ὑπ᾽ αὐτῷ δυνάμεις πονηραί. Ἀποσοβοῦντος γὰρ οὐδενὸς τῆς ἀνθρώπου καρδίας τὰς τῶν πονηρῶν δαιμόνων ἐφόδους εὐάλωτος ἔσται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων ἀμελητὶ κατοιχήσεται. Εἰ δὲ χρή τι καὶ τοῖς ἱστορικῶς γεγονόσιν ἀκόλουθον εἰπεῖν, νομὴ γεγόνασι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τῆς Ῥωμαίων στρατειᾶς. Κατέλυσε γὰρ καὶ ἀνεπαύσατο παρ᾽ αὐτοῖς οἷάπερ τις μόσχος εὐσθενής· ἀλλ᾽ ὀλίγου διαγεγονότος καιροῦ, φησὶν, οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι, τοῦτ᾽ ἔστι, μέχρι τοσούτου κατανεμηθήσονται τὴν χώραν ὡς ἀποφανθῆναι ξηρὰν, καὶ οὐκ ἔχουσαν ἔτι νομήν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τοῦ μὴ πρότερον ἀποφοιτήσειν αὐτῶν τῆς χώρας τοὺς καταδῃοῦντας αὐτὴν, εἰ μὴ πᾶν ὁτιοῦν τῶν ἐν αὐτοῖς χρησίμων, καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων μονονουχὶ, καὶ κατεδηδοκόσιν ἴδιον πεποίηνται κλῆρον.

Ὁ αὐτὸς δ᾽ ἂν γένοιτο λόγος, κἂν εἰ ἕλοιτό τις οἷά τινας μόσχους τὰς τῶν Ἰουδαίων καρδίας κατανενεμῆσθαι λέγειν τοὺς ἀκαθάρτους δαίμονας· μέχρι γὰρ τοσούτου κατέφαγον αὐτὰς ὥστε τάχα που καὶ ἀπορεῖν ἔτι νομῆς, διὰ τὸ μηδὲν ἔτι λοιπὸν ἐν αὐτοῖς σώζεσθαι τῶν ἀγαθῶν, ὃ δαπανᾶσθαι πέφυκε παρ᾽ αὐτῶν. <Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.> Εἰρηκὼς ὅτι τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, καὶ ὅτι νομὴ γενήσεται, καὶ εἰς βόσκημα προσκείσεται, κατά γε τοὺς ἤδη προαποδοθέντας λόγους, ὡς ἤδη τοῦ Ἰσραὴλ ἔξω γεγονότος τῆς πρὸς Θεὸν οἰκειότητος διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν καὶ διαθήκης τῆς πρώτης, ἐθῶν τε τῶν κατὰ τὸν νόμον ἀποπεπαυμένων εὐαγγελίζεσθαι τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν ταῖς ἁγίαις προστέταχε γυναιξὶν, ὧν καὶ ὁ Ματθαῖος διαμέμνηται, λέγων ὡδί· «Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ ἄλλη θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο. Ἐπειδὴ δὲ γεγόνασι περιδεεῖς, ἔφη πρὸς αὐτὰς ὁ μακάριος ἄγγελος· Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ, καθὼς εἶπεν.

Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. Καὶ μετά γε τὰς τοῦ ἀγγέλου φωνὰς, ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε, ὑπάγετε ἐπαγγείλατε τοῖς μαθηταῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.» Οὐκοῦν ἀφιεμένου τοῦ Ἰσραὴλ, ὑμεῖς αἱ σοφαὶ γυναῖκες, φησὶν, ἥκετε, καὶ μάλα γοργῶς εὐαγγελιζόμεναι τὴν ἀνάστασιν τοῦ τὸν θάνατον ἀποκτείναντος, καὶ ἀνελόντος τὴν φθορὰν, καὶ δικαιοῦντος τῇ πίστει τοὺς ἡμαρτηκότας, καὶ ἀπαλλάττοντος μολυσμῶν τοὺς ἐναλόντας αὐτοῖς, τοῦ μεταπλάττοντος εἰς καινότητα ζωῆς τοὺς προσιόντας αὐτῷ, τοῦ τὴν νέαν τοῖς ἐπὶ γῆς ἀναδείξαντος ζωὴν, τοῦτ᾽ ἔστι, τὴν εὐαγγελικὴν, καὶ στήσαντος μὲν τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς, καταλαμπρύναντος δὲ τὴν ἀλήθειαν, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τὴν ὁδὸν ἐναργῆ καταστήσαντος τοῖς σεβομένοις αὐτόν. Ἥκετε δὲ οὖν. Ἀποπέπτωκε γὰρ τῆς ἐλπίδος ὁ Ἰσραήλ. Οὐ γάρ ἐστι λαὸς ἔχων σύνεσιν. Πεπώρωται γὰρ τὴν καρδίαν, καὶ μεμένηκεν ἐν σκότει, καὶ τῇ τῆς ἁμαρτίας ἀχλύϊ κεκράτηται.

Οὐ γὰρ ἤθελε προσέχειν λέγοντι τῷ Χριστῷ· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Χρῆναι δέ φημι τὴν τοῦ Σωτῆρος οἰκονομίαν, καὶ ἐπί γε ταυταισὶ ταῖς πανσόφοις ἀποθαυμάσαι γυναιξί. Φαίη γὰρ ἂν, οἶναι, τίς· Οὐ γὰρ ἦσαν ἅγιοι μαθηταὶ, οἷς ἦν τάχα που καὶ ἄμεινον, ἅτε δὴ καὶ τῶν θείων δογμάτων ἱερουργοῖς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελίσασθαι τὴν ἀνάστασιν;

Διατί γὰρ οὐχὶ δὴ μᾶλλον ἐκεῖνοι τεθέανται πρῶτοι τοῦ θανάτου τὸ κράτος παραλύσαντα τὸν Ἰησοῦν, ὤφθη δὲ γυναιξὶ, καὶ τὸ τῆς ἀποστολικῆς ἀξίωμα περιθεὶς αὐταῖς ἰέναι κελεύει, φάναι τε τοῖς μαθηταῖς, ὅτι καὶ ἐκ νεκρῶν ἐγήγερται ὁ Χριστὸς, καὶ πρῶται τεθέανται τὴν δόξαν αὐτοῦ; Πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα θεραπεύσῃ τὸ ἀῤῥωστοῦν, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάξῃ τὸν ἄνθρωπον.

Ἔδει δὴ οὖν, ἔδει χαρίσασθαι γυναιξὶ τὸ εὐαγγελίσασθαι πρώταις τὴν ἀνάστασιν. Ἐπειδὴ γὰρ ἡ πρώτη, καὶ ἀρχαιοτέρα γυνὴ παρεκόμισε τὸν Ἀδὰμ εἰς παράβασιν, ταῖς τοῦ ὄφεως ὑπηρετοῦσα φωναῖς, καὶ γέγονεν αὕτη τοῦ θανάτου πρόξενος, πῶς οὐκ ἔδει τῶν οὕτως δεινῶν ἐγκλημάτων ἀποκρούσασθαι τὰς αἰτίας διὰ τῆς ἀποστολῆς; «Οὗ γὰρ ἐπλεόνασε,» φησὶν, «ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Δέδοται τῆς σωτηρίας τὸ Εὐαγγέλιον τῇ τὸν θάνατον διακονησαμένῃ γυναικί. Εἴρηται γὰρ πρὸς αὐτὰς ἀναγκαίως τὸ Χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ· ἔφη γὰρ πρὸς αὐτήν· «Ἐν λύπαις τέξῃ τέκνα.» Λέλυται τοίνυν τοῖς δευτέροις τὰ πρῶτα, καὶ τεθεράπευται τὸ ἠῤῥωστηκός. Αὐταῖς οὖν ἄρα τὸ εὐαγγελίζεσθαι δεῖν ἐπιτάττει τῆς πρὸς Ἰουδαίους ἀγάπης ἀποφοιτήσαντος τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀνούστατοί τε καὶ ἀμαθεῖς ἀπομεμενήκασι, φησὶν, οὐκ ἂν ἐλεήσειεν αὐτοὺς ὁ ποιήσας αὐτοὺς, οὐδ᾽ ἂν εἶεν ἄξιοι τοῦ κατοικτείρεσθαι δεῖν. <Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκουρούρων.

Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα.> Ἐγηγερμένου τοῦ Χριστοῦ, καὶ τοῖς ἁγίοις ἐπιτάξαντος ἀποστόλοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» καὶ μὴν καὶ εἰς αὐτοὺς ἀναβάντος τοὺς οὐρανοὺς, ἐπενήνεκται τοῖς εἰς ἑαυτὸν ἀνοσίως πεπαρῳνηκόσι τὰ ἐξ ὀργῆς, τῆς ἄνωθεν δὲ δηλονότι. Δεδαπάνηνται γὰρ καὶ σιδήρῳ καὶ πυρὶ, κατεξανιστάσης αὐτῶν τὸν πόλεμον τῆς Ῥωμαίων χειρὸς, καὶ πάσας μὲν αὐτῶν κατεμπιπράσης τὰς πόλεις, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ τὸν διαβόητον ἐκεῖνον καθελούσης ναόν. Τερματίζεται τοίνυν τῶν Ἰουδαίων ἡ χώρα, τοῖς τε Εὐφράτου νάμασιν ὡς ἠῶ τε καὶ νότον, καὶ τῇ καλουμένῃ Ῥινοκορούρων. Πόλις τε αὕτη τήν τε Αἰγυπτίων ὁρίζουσα, καὶ μέντοι τὴν Παλαιστινῶν.

Οὐκοῦν τῆς Ἰουδαίας ἡμῖν τοὺς ὅρους ὀνομάσας, συμφράξαι διαβεβαιοῦται τὸν Κύριον τὰ ἐμπεριεχόμενα πάντα, τοῦτ᾽ ἔστιν, ἅπασαν τὴν Ἰουδαίαν. Τὸ δὲ συμφράξει τέθεικεν ἀντὶ τοῦ πολιορκήσει, καὶ καταθλίψει, καὶ εἰς ἀπορίαν κατοίσει τὴν ἐσχάτην. Ἡ γὰρ σύμφραξις, ἤγουν ὁ συγκλεισμὸς τὴν διάφυκτον κάκωσιν ἤτοι συμφορὰν ὑπεμφήνειεν ἄν. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον τὸ συμφράξει νοήσεις. Συγκέκλεισται γὰρ ὥσπερ τῶν Ἰουδαίων ὁ νοῦς, ὥστε κατὰ μηδένα δύνασθαι τρόπον τὸ τῆς ἀληθοῦς θεοπτίας εἰσδέξασθαι φῶς, μήτε μὴν συνιέναι τὸ Χριστοῦ μυστήριον, ὥσπερ ὁ μακάριος γράφει Παῦλος· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ σύμφραξις. Ὅτι δὲ οὐ κατὰ πᾶσαν τοῦτο γέγονε τὴν ὑπ᾽ οὐρανὸν, ἤγουν κατὰ πάντων τῶν ἐθνῶν, ἀλλὰ κατὰ μόνης τῆς Ἰουδαίας καὶ τῶν ἐν αὐτῇ παρέδειξεν ἐναργῶς· οὐχ ἁπλῶς τὴν σύμφραξιν συμβῆναι λέγων, ἀλλ᾽ ἐκ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκορούρων.

Καὶ ταυτὶ μὲν τοῖς Ἰουδαίων δήμοις ἀπεκτονόσι τοὺς προφήτας, καὶ λιθοβολήσασι τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, προστεθεικόσι δὲ καὶ αὐτὸν τὸν Υἱὸν, συμβήσεσθαί φησιν. Εἶτα μεθίστησι τὸν λόγον εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, διαλεγομένου τε καὶ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις, ἤγουν ἅπασι τοῖς κατὰ καιρὸν ἱερουργοῦσι τὸ Εὐαγγέλιον αὐτοῦ, καὶ μυσταγωγεῖν εἰωθόσιν· Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῦτ᾽ ἔστι, μὴ πολὺς ἔστω λόγος τοῖς τὸ διδάσκειν πεπιστευμένοις, κἂν εἰ μὴ ὁρῷτο κατὰ πληθὺν εἰστρέχων ὁ Ἰσραήλ· ἀλλ᾽ εἴ τις εἴη συνετὸς ἐν αὐτοῖς καλείσθω διὰ τῆς πίστεως, ἡκέτω δὲ καὶ καθ᾽ ἕνα, καὶ οἷον ἐξειλεγμένος. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ πλειστάκις αὐτοῖς προσπεφωνήκασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Πέτρος· «Καὶ νῦν, ἀδελφοὶ,» φησὶν, «οἶδα, ὅτι κατ᾽ ἄγνοιαν ἐπράξατε, καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.»

Καὶ σεσαγήνευται μὲν οὐ μέτριος πληθύς· πλὴν τό γε ἧκον εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ὀλιγοστοὶ παντελῶς, καὶ οἷον καθ᾽ ἕνα παρεδέχθησαν οἱ σεσωσμένοι, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ. <Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ.> Ἔθος τοῖς ἁγίοις προφήταις ἀσαφείᾳ τινὶ τὸν ἑαυτῶν κατακρύπτειν λόγον, καὶ ἐπείτοι πρὸς ὀργὰς ἀχάλινοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ μέσην τινὰ διανοιῶν ἰέναι τρίβον, ὡς εἶναι πλειστάκις ἀσυμφανὲς τὸ δηλούμενον. Σαλπίσαι μὲν κατ᾽ ἐκεῖνο καιροῦ φησιν, οὐχ ἑτέρους, ὥς γε οἶμαι πάλιν, πλὴν ὅτι τοὺς ἁγίους μυσταγωγοὺς, σαλπίσαι δὲ οὐχ ἁπλῶς, ἀλλὰ σάλπιγγι τῇ μεγάλῃ, τοῦτ᾽ ἔστι, τοῖς εὐαγγελικοῖς κηρύγμασι κεχρημένους μονονουχὶ κατηχῆσαι καὶ μέγα τι καὶ ἐξαίσιον ἀνακεκραγέναι τοῖς ἐπὶ τῆς γῆς. «Καὶ γάρ τοι κατὰ ἀλήθειαν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Σάλπιγγι γὰρ ἐκέχρητο κατὰ καιροὺς καὶ ὁ μέγας Μωσῆς, πλὴν οὐ τῇ μεγάλῃ· ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν, καὶ τῶν νομικῶν κηρυγμάτων ἡ δύναμις εἰς μόνην τὴν τῶν Ἰουδαίων συνεστέλλετο χώραν.

Τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα διὰ πάσης ἔρχεται πόλεώς τε καὶ χώρας, καὶ οἷον ὅλης κατεβρόντησε τῆς ὑπ᾽ οὐρανόν. Γέγραπται δέ τι τοιοῦτον καὶ ἐν τοῖς Μωσέως βιβλίοις· «Κατεφοίτησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ.» Ἐγίνοντο δὲ καπνοὶ καὶ χάλαζαι, καὶ γνόφῳ βαθεῖ τὸ αἰθέριον κατεμελαίνετο σῶμα· ἀλλὰ καὶ φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Εἶτα τούτοις ἐπιφέρει λέγων· Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρώτεραι σφόδρα, σφόδρα. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ ἰσχνόφωνος ἀνεφωνήθη νόμος, προβαίνοντος δὲ τοῦ καιροῦ, τῆς σάλπιγγος αἱ φωναὶ γεγόνασιν ἰσχυραὶ σφόδρα, σφόδρα. Κατ᾽ ἐκεῖνο, φησὶ, τοῦ καιροῦ τοίνυν τῇ μεγάλῃ σάλπιγγι, τοῦτ᾽ ἔστι, τὸ εὐαγγελικὸν ἀναφωνήσουσι κήρυγμα, συλλέγοντες τοὺς πεπλανημένους καὶ τοὺς ἐν τάξει τῶν δορυκτήτων γεγενημένους, καὶ τοὺς τῆς εἰδωλολατρίας ἐναλόντας βρόχοις τῆς ἀρχαίας ἀπάτης ἐξέλκοντες.

Ἥξουσι γὰρ, φησὶν, οἱ ἀπολόμενοι ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Δύο τέθεικε χώρας τὰς ὅτι μᾶλλον τῶν ἄλλων δεισιδαιμονεστέρας, τήν τε Ἀσσυρίων, φημὶ, καὶ τῶν Αἰγυπτίων. Ἀλλ᾽ οἱ ἐν αὐταῖς ἀπολωλότες, φησὶν, ἥξουσι κεκλημένοι διὰ τῆς πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ᾽ ἀλήθειαν ὄντος Κυρίου, καὶ Θεοῦ, καὶ προσκυνήσουσιν αὐτῷ, οὐκ ἐν τοῖς τεμένεσιν ἔτι τοῖς μεμολυσμένοις, ἀλλ᾽ ἐπὶ τὸ ἅγιον ὄρος, τοῦτ᾽ ἔστι, τὴν Ἐκκλησίαν, ἣν καὶ Ἱερουσαλὴμ ὀνομάζει· ὄρος μὲν ὅτι χθαμαλὸν ἢ χαμαιῤῥιφὲς οὐδὲν τὸ σύμπαν ἐν Ἐκκλησίαις, ἀλλ᾽ ὑψηλοῖς τε καὶ ἐπηρμένοις διαπρέπει δόγμασιν. Ἱερουσαλὴμ δὲ ὅτι ὅρασις ἀληθῶς εἰρήνης ἐστίν. <Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραῒμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου.> Προαποφήνας, ὅτι κεκλήσονται διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσκυνήσουσι τῷ Κυρίῳ πάντες ὅσοι διολώλασι τοῖς τῆς εἰδωλολατρίας βρόχοις ἐνισχημένοι, μετακομίζει τὸν λόγον ἐπὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ τῆς κατὰ Χριστοῦ δυσσεβείας γεγόνασιν ἀρχὴ καὶ πρόφασις τοῖς ὑπὸ χεῖρα λαοῖς.

Οὐ γὰρ ἀπεκόμιζον εἰς ἐπίγνωσιν αὐτοὺς τῶν πάλαι προηγγελμένων διά τε τοῦ νόμου καὶ τῶν προφητῶν, ἀλλὰ γὰρ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις ἀποσυναγώγους ἐποιοῦντο τοὺς ὁμολογοῦντας ὅτι αὐτός ἐστιν ὁ Χριστός. Οὕτω γάρ που φησὶν ὁ θεσπέσιος Ἰωάννης.

Κατασείοντες δὲ ὥσπερ τὴν ἐπ᾽ αὐτῷ πίστιν, καὶ τῶν ἀγελαίων τὸν νοῦν τῆς εὐθείας ἀποκομίζοντες, Σαμαρείτην καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον ὠνόμαζον τὸν Ἰησοῦν. Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον.

Πιλάτῳ προσῆγον, καὶ δὴ καὶ σταυροῦσθαι παρακεκλήκασιν, ἀπεκτόνασί τε τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ᾽ αὐτοῖς, πλὴν ἀνεβίω πατήσας τὸν θάνατον· ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, καὶ εἴπερ ἦν ἐν σαρκί. Οὐαὶ τοίνυν, φησὶ, τῷ στεφάνῳ τῆς ὕβρεως.

Στέφανον αὐτοὺς ἀποκαλεῖ. Καὶ γὰρ ἦσαν αὐτοὶ τοῦ παντὸς Ἰσραὴλ στέφανος ὥσπερ τις καὶ δόξα, τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ τὸ τῆς ἡγεμονίας λαχόντες ἀξίωμα. Ἀλλ᾽ οὐ μεμενήκασιν ἐν ταῖς ἐκνεμηθείσαις αὐταῖς εὐκλείαις τε καὶ ὑπεροχαῖς, ἀποπεπτώκασι δὲ μᾶλλον ὕβρεως στέφανος γεγονότες.

Περιβέβληνται γὰρ ἀτιμίᾳ καὶ μώμῳ καὶ τοῖς εἰς δυσσέβειαν ἐγκλήμασι γεγονότες ἔνοχοι, καθάπερ ἄνθος κατεμαράνθησαν. Γεγόνασι γὰρ αὐτοὶ καὶ μισθωτοὶ τοῦ Ἐφραΐμ. Ἐφραῒμ δέ φησι τὸν Ἰούδαν, διάτοι τὸ ἐκ φυλῆς εἶναι τῆς Ἐφραΐμ. Αὐτὸν οὖν ἄρα κατεμισθοῦντο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες, πρός γε τὸ χρῆναι ταῖς αὐτῶν μιαιφονίαις ὑπηρετεῖν καὶ παραδοῦναι τὸν Διδάσκαλον. Ὃ δὴ καὶ πέπρακται. Οὐαὶ τοίνυν τῷ στεφάνῳ τῆς ὕβρεως, φησὶ, τοῦτ᾽ ἔστι, τοῖς ἡγουμένοις, οἳ καὶ ἐμισθώσαντο τὸν Ἐφραῒμ, τοῦτ᾽ ἔστι, τὸν ἐκ φυλῆς Ἐφραΐμ.

Γεγόνασί τε ταύτης ἕνεκα τῆς αἰτίας ὡς ἄνθος ἐκπεσὸν ἐκ τῆς δόξης. Ὥσπερ γὰρ δόξα τοῖς ἄνθεσι τὸ ἔξω τε ὁρᾶσθαι μαρασμοῦ, καὶ ἐν τῷ τῆς ἰδίας φύσεως κάλλει, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον νοηθείη ἂν καὶ ἐφ᾽ ἡμῶν αὐτῶν. Ἕως μὲν γάρ ἐσμεν ἐν οἷς ἡμᾶς εἶναι πρέπει, τῆς ἑαυτῶν ψυχῆς ἀδιαλόβητον εὖ μάλα τηροῦμεν τὸ κάλλος· παρατετραμμένης δὲ τῆς ἐν ἡμῖν διανοίας ἐφ᾽ ἃ μὴ προσῆκεν, ἄνθος ἐσόμεθα τῆς αὐτῷ πρεπούσης δόξης ἐκπεπτωκός. Ὃ δὴ καὶ πεπόνθασιν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ γνώμην, καὶ λόγους, καὶ ἐγχειρήματα, καὶ πᾶν ὁτιοῦν τῶν ἐκτόπων καταθήγοντες τοῦ Χριστοῦ. Ποῦ δὲ τὸ ἄνθος ἦν τὸ ἐκπεσὸν τῆς δόξης, καὶ τίνα τρόπον ἀπεκληρώσατο; Ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος. Ὄρος δὲ παχὺ τὸν Ἰσραὴλ ὀνομάζει· παχὺ μὲν, ὅτι ταῖς εὐθυμίαις κατεπιαίνετο· ὄρος δὲ, διάτοι τὸ ὑψοῦ τεθεῖσθαι παρὰ Θεοῦ, κατά γε τὸ ἔνδοξον, φημί.

Αὐτὸς γάρ πού φησι περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱὸν ἐγέννησα καὶ ὕψωσα.» Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ὄρει παρεικάζειν ἐσθ᾽ ὅτε. Ἔκειντο τοίνυν ἄνθος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, τοῦτ᾽ ἔστιν, ἐπάνω πάντων, καὶ ἐπὶ πάντας ὡς ἡγούμενοι, καὶ τὸ κατάρχειν τῶν ἄλλων, ταῖς ἐκ νόμου λαχόντες ψήφοις. Οὗτοι δὲ ἦσαν οἱ μεθύοντες ἄνευ οἴνου. Καὶ γὰρ ἦν ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, καὶ θυμὸς δρακόντων ἀνίατος. Κατεμεθύσκοντο γὰρ οὐκ οἶνον τοῦτον πίνοντες τὸν αἰσθητὸν, ἀλλὰ τὸ ἐξ ἀκράτου θυμοῦ, καὶ μανίας μέθυσμα, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν σκοτισμὸν ταῖσαὐτῶν διανοίαις εἰσο ικιζόμενοι. <Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη, οὐκ ἔχουσα σκέπην βίᾳ καταφερομένη, ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν τῇ γῇ, ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ καὶ τοῖς ποσὶ, καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ.> Τίνα τρόπον αὐτοῖς τὰ δεινὰ συμβήσεται, καὶ ὅτι τῆς εἰς Χριστὸν δυσσεβείας ἀποτίσουσι δίκας σκληρῷ τε καὶ ἀνημέρῳ παραπεσόντες θυμῷ τοῦ τὰ δίκαια κρίνοντος, διὰ τούτων ἡμῖν ὁ προφητικὸς ὑπεμφαίνει λόγος.

Ἥξει γὰρ, ἥξει, φησὶ, σκληρὸς καὶ δυσάντητος καθ᾽ ὑμῶν ὁ θυμὸς Κυρίου, ἤξει δὲ οὕτως ὡσανεὶ καὶ χάλαζα καταφέροιτο κατά τινων οὐκ ἐχόντων σκέπην, καταφερόμενος δὲ σὺν βίᾳ, τοῦτ᾽ ἔστιν, ἀφορήτως, ἐντόνως δὲ μᾶλλον καὶ μονονουχὶ κατασφενδονῶντός τινος, καὶ ἀγρίως τισὶν ἐπιφέροντος.

Ἥξει δὲ οὖν ὡς χάλαζα, φησὶν, ἢ καὶ ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν. Ἄμαχον δὲ καὶ τοῦτο. Ποταμοῦ γὰρ, φέρε εἰπεῖν, ἤτοι χειμάῤῥου ῥαγδαιότατα καταφερομένου, ποῖον ἔσται τὸ ἀντιστατοῦν, καὶ ἀντισχεῖν δυνάμενον, καὶ τῇ τῶν ὑδάτων ῥύμῃ μὴ παραχωροῦν; Ἥξει δὴ οὖν ὡς ὕδωρ ὅλην ἐπικλύζον τὴν χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων.

Ἔσται δὲ οὕτως ἀπηνὴς ἡ καταφορὰ, ὡς καὶ ἀνάπαυσιν ποιῆσαι τῇ γῇ. Ἀνάπαυσιν δὲ ποίαν ἄρα, καὶ τίνα; Ταῖς χερσὶ καὶ τοῖς ποσί. Καὶ ἔσται τοιοῦτος τῶν εἰρημένων ὁ νοῦς. Οἱ γάρτοι νήχεσθαι μεμελετηκότες, εἰ μὲν εἴη τυχὸν ἠρεμαία τε καὶ οἷον εὐαφὴς τῶν ὑδάτων ἡ στάσις, πόδας τε καὶ χεῖρας συστέλλοντες, καὶ ἐκτείνοντες, διαπονηθέντες τε συμμέτρως, τὸν ἐκ τοῦ καταπνίγεσθαι διαδράσκουσι κίνδυνον.

Τῆς δὲ τῶν ὑδάτων ὁρμῆς ἀπρόσιτον παντελῶς ἐχούσης τὴν προσβολὴν παύεται τοῦ νήχεσθαι πάντη τε καὶ πάντως ὁ ἐναλοὺς, καὶ δοκεῖ μὲν ἀπαλλάττεσθαι πόνου, καταπνίγεται δὲ λοιπὸν ὡς ἐξ ἀνάγκης τε καὶ βίας πάντη τε καὶ πάντως ὑποβρύχιος γεγονώς.

Οὐκοῦν διαγελᾷ πως ὁ λόγος, καὶ εἰρωνεύεται, ἀνάπαυσιν τῇ γῇ ποιῆσαι λέγων τὸ ὕδωρ, ἀνάπαυσιν δὲ ταῖς χερσὶ καὶ τοῖς ποσί. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχὸν, Εἰκῆ πονείτω μηδεὶς, εἰς ἀντίστασιν τῆς μελλούσης κατὰ πάντων ἰέναι συμφορᾶς. Ἥξει γὰρ οὕτως ῥαγδαίως, ὡς ἀπρόσβλητον εἶναι παντελῶς καὶ ἀνόνητον ὁλοτρόπως τοῖς ἐθέλουσι πονεῖν γενέσθαι τὸ χρῆμα. Διανήξεται γὰρ οὐδεὶς, κατακομισθήσεται δὲ καὶ ἄκων, οὗπερ ἂν φέροι τὸ καθέλκον ὕδωρ, τοῦτ᾽ ἔστι, τῶν Ῥωμαίων στρατείας ἡ βιαιοτάτη καὶ ἄθραυστος χείρ. Τότε δὴ τότε καταπατηθήσεται, τοῦτ᾽ ἔστιν, ὑπὸ πόδας κείσεται τῶν εἰρηκότων ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραΐμ. Τίνες δὲ οὗτοι, διὰ τῶν ἤδη προειρημένων ἐγνώκαμεν. <Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομοι σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.> Τί τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, τί δὲ δὴ πρὸς τοῦτο κατασημάνειεν ἂν, τὸ ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ κεῖσθαί τε αὐτὸ καὶ ὁρᾶσθαι, διὰ τῶν ἔναγχος εἰρημένων κατέστη γνώριμον.

Ἄνθος μὲν γὰρ, τὸ ὡς ἐν ὄρει περίοπτον, ἤτοι τὸν Ἰσραὴλ, ἤγουν τοὺς καθηγεῖσθαι λαχόντας εὖ μάλα συνήσεις. Ἀλλ᾽ ἔσται, φησὶν, ὡς πρόδρομος σύκου. Μελλόντων γὰρ τῶν ἐν συκῇ πεπαίνεσθαι καρπῶν, εἴπερ τι τῶν ἄλλων προελάσειε τυχὸν, γένοιτό τε οὕτως ἐδώδιμον, ἐπιπηδᾷ μὲν προθύμως ὁ τεθεαμένος, γλίχεται δὲ καταπιεῖν, καὶ τάχα που ταῖς εἰς τοῦτο διαπύροις ὁρμαῖς καὶ τό γε ἧκον εἰς ὄρεξιν αἰτιᾶται μέλλουσαν τὴν χεῖρα πρὸς ἔκτασιν, καὶ διευρύνων τὸ στόμα, τοῖς κλάδοις ἐκπηδᾷ. Οὕτως ἔσται, φησὶ, τοῖς ἁρπάζουσιν ὁ Ἰσραήλ. Καταπέποται γὰρ, ὡς ἔφην, ὑπὸ Ῥωμαίων, ἡδεῖά τε γέγονε τοῖς ἑλοῦσι τροφή. <Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων [κωλύον] ἀνελεῖν.> Τίνα τε καὶ ὅπως τοῖς κυριοκτόνοις συμβήσεται, διεσάφησεν ἡμῖν ὁ λόγος ἐν τούτοις· προσεπάγει δὲ λοιπὸν τὴν ἐπί γε τοῖς πεπιστευκόσιν ἐξήγησιν· οὐ γὰρ εἰς ἅπαν ἀπόλωλεν ὁ Ἰσραήλ. Σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν.

Πεπίστευκε γὰρ εἰς Χριστὸν οὐ μετρία πληθὺς, ἧς γέγονεν ἀρχή τις ὥσπερ καὶ πρωτόλιον ὁ τῶν ἁγίων ἀποστόλων χορός. Κατ᾽ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶν, ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ.

Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος στεφανώσει τοὺς πεπιστευκότας ἐλπίδι τε καὶ δόξῃ, καὶ ἐλπίδι μὲν τῆς τῶν ἐσομένων ἀγαθῶν δηλονότι, δόξῃ δὲ, ὅτι συμβασιλεύσουσιν αὐτῷ, καὶ τῶν ἀνωτάτω γερῶν εἴσω γεγονότες, ζηλωτοί τε ἔσονται καὶ ἀπόβλεπτοι.

Τί γὰρ ἔσται τὸ ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῖς ἐλπίζουσι λαβεῖν τῆς ἐν Χριστῷ βασιλείας τὸν στέφανον; Τούτοις ἑτέρωθί φησιν αὐτὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἔσῃ στέφανος κάλλους, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Δόξῃ γὰρ ἀτελευτήτῳ τοὺς εἰς αὐτὸν πιστεύοντας στεφανώσει Χριστὸς, καταπιαίνει δὲ καὶ ἐλπίδι λιπαρωτάτῃ. Ἔσται δὲ τῶν τοιούτων ἐν μεθέξει, φησὶν, ὁ καταλειφθείς μου λαὸς, τοῦτ᾽ ἔστι, τὸ ἐξ Ἰουδαίων κατάλειμμα· συνεισδεχθέντος δηλονότι καὶ τοῦ ἑτέρου λαοῦ, τοῦτ᾽ ἔστι, τῶν ἐθνῶν οἳ καὶ ἐπὶ Χριστῷ φρονοῦντες μεγάλα προσεύχονται, καὶ κεκράγασι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Εὐδοκήσαντος γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅπλον ἡμῖν ἀῤῥαγὲς ἐδείχθη καὶ γέγονεν ὁ Χριστὸς, τοῖς τοῦ πονηροῦ βέλεσιν ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντεξάγων, ἄτρωτόν τε καὶ ταῖς ἐκείνου δυστροπίαις ἀχείρωτον τὸν ἑαυτοῦ τετήρηκε λαόν. Τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, κατασημαίνει λέγων περὶ τοῦ καταληφθέντος λαοῦ, τοῦτ᾽ ἔστι, τῶν ἐν πίστει δεδικαιωμένων· Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Πάλαι μὲν γὰρ ἅπαξ, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς γένος ἀνεῖλεν ὁ Σατανᾶς τοῖς τῆς ἁμαρτίας βόθροις ἐγκαθείς. «Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν.

Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔκρινεν ἡμῶν τὴν κρίσιν, δεδίκακεν ὥσπερ ἡμῖν τε καὶ τῷ πλεονεκτήσαντι Σατανᾷ, καὶ κατεψηφίσατο μὲν ἐκείνου τὸν ὄλεθρον, ἀπέστησε δὲ τῶν ἐπὶ τῆς γῆς ὡς ὀλετῆρα, καὶ ἀνδροκτόνον, σέσωκε δὲ οὕτως τοὺς ἀπολωλότας, τοῦτ᾽ ἔστιν, ἡμᾶς. Τοῦτο διδάσκων φησὶ, Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.

Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καίτοι φησὶν ἐναργῶς, «Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.» Πῶς οὖν ἄρα φησὶν, ὅτι κρίσις ἐστὶ τοῦ κόσμου τούτου;

Ἡμεῖς γάρ ἐσμεν οἱ πάλαι βοῶντες διὰ φωνῆς προφητῶν· «Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.» Ὅτι καὶ δικαίας κρίσεως ἐφ᾽ ἡμᾶς γενομένης εὐχαριστοῦντές φαμεν, «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμαστά σου, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.» Καὶ διὰ ποίαν αἰτίαν; Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· ἐπετιμήθησαν γὰρ τὰ τῶν δαιμόνων στίφη, συναπόλωλε δὲ τούτοις ὁ ἀσεβὴς, τοῦτ᾽ ἔστιν, ὁ Σατανᾶς. Καταλειφθήσονται τοίνυν, τοῦτ᾽ ἔστι, περισωθήσονται ἐπὶ πνεύματι κρίσεως· ἔκρινε γὰρ καὶ δεδικαίωκεν, ὡς ἔφην, ἐπὶ κρίσιν καὶ ἰσχὺν, τοῦτ᾽ ἔστιν, ὀρθοκρισίᾳ καὶ δυνάμει, δῆλον δὲ ὅτι τῇ θεοπρεπεῖ, κωλύων ἀνελεῖν τοὺς εἰς αὐτὸν πιστεύοντας. <Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα· ἐπλανήθησαν. Τοῦτ᾽ ἔστι φάσμα.> Καταδεικνύει τρόπον τινὰ τοὺς ὠλισθηκότας, καὶ διὰ τῆς οὕτω μακρᾶς ἀπειθείας προσκεκρουκότας Θεῷ. Πεπλάνηνται γὰρ οἱ τοιοίδε, φησὶν, οἶνον καὶ μέθυσμα πεπωκότες, οὐκ αἰσθητὸν ἢ σωματικὸν, σκοτισμὸν δὲ μᾶλλον ἑλόντες εἰς νοῦν, ὃν τοῖς εἰωθόσι ῥᾳθυμεῖν ὁ παγχάλεπος ἐνίησι δράκων.

Γράφει γὰρ ὁ θεσπέσιος Παῦλος, ὅτι ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐσκότισε τὰ νοήματα τῶν πιστῶν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Θεοῦ.

Οἶνον οὖν ἄρα καὶ σίκερα τὸν ἐκ τῆς τοῦ διαβόλου δυστροπίας ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιέμενον σκότον εὖ μάλα καλεῖ. Καὶ καταπλήττεται δὲ ὥσπερ, οὐχ ὅτι μόνη τοῦτο παθοῦσα φαίνεται τῶν ἀγελαίων ἡ ἀμαθεστάτη πληθὺς, ἀλλὰ γὰρ ἔτι πρὸς ἐκείνοις, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον. Οἶνον δὲ πάλιν τὸ ἐκ τῆς ἀμαθίας μέθυσμά φησι. Θαυμαστὸν δὲ ὅτι τοῖς ἄλλοις ὁμοῦ τοῦτο πεπονθότας κατίδοι τις ἂν ἱερέα καὶ προφήτην. Οὓς γὰρ ἦν εἰκὸς καὶ τοὺς ἄλλους ἅπαντας ἀπευθύνειν δύνασθαι πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ τὴν τῆς σωτηρίας καταδεῖξαι τρίβον, οὗτοι τάχα που καὶ πρό γε τῶν ἄλλων τὸν σκότον ἐδέχοντο, ὥστε καὶ καταδονεῖσθαι, καὶ πάντα πνεύματι περιφέρεσθαι, καὶ τοῦτο ἐκ μέθης τῆς νοητῆς. Φαίη δ᾽ ἄν τις τὸ πρᾶγμα οἷόν τι γενέσθαι φάσμα, τοῦτ᾽ ἔστι, θάμβος ἢ ἔκπληξιν.

Προφήτην δέ φησιν ἐν τούτοις οὐχὶ πάντως τὸν ἀληθῆ καὶ παρὰ Θεοῦ, ἐκεῖνον δὲ μᾶλλον τὸν οἱονεὶ δόξαν ἑαυτῷ τὴν προφητικὴν περιπλάττοντα· περὶ ὧν φησι διὰ φωνῆς Ἰεζεχιήλ· Οὐαὶ, οἱ προφητεύοντες ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Διαβέβληνται δὲ καὶ διὰ φωνῆς Ἡσαΐου· φησὶ γάρ που περὶ τῆς Ἱερουσαλὴμ, Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. <Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.> Πεπλανῆσθαι λέγων ἱερέα τε ὁμοῦ καὶ προφήτην, καὶ μὴν καὶ ἐκστῆναι φρενὸς ἀγαθῆς διὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, μέθυσμά τε τὸ νοητὸν, προσεπενεγκὼν δὲ ὅτι τοῦτό ἐστι φάσμα, τοῦτ᾽ ἔστι, κατάπληξις, καὶ οἷόν τι θάμβημα, καταδείκνυσιν εὐθὺς καὶ τὴν τοῦ καταπεπλῆχθαι πρόφασιν, καὶ τῆς τῶν ἱερέων ἐκστάσεώς τε καὶ μέθης τὰ ἐγκλήματα.

Ταύτῃ τοί φησιν, Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν. Ἐπάρατος γὰρ ἡ τῶν Ἰουδαίων σκέψις γέγονεν ἀληθῶς, ἡ ἐπί γέ φημι τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ. Προαπέστειλε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἁγίους προφήτας, καὶ ἀπεκτόνασιν αὐτούς. Εἶτα μετ᾽ ἐκείνους πέπομφε τὸν ἀγαπητὸν λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος αὐτοῦ, κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. Οἱ δὲ τοῦ ἀμπελῶνος προεστηκότες ἀγνωμονέστατοι γεωργοὶ, καίτοι συνέντες ὅτι αὐτός ἐστιν ὁ υἱὸς, καὶ ὁ τοῦ χωρίου δεσπότης, εἶπον, φησὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ. Ἐπάρατος τοίνυν, φησὶν, ἡ τοιάδε βουλή. Ταύτης καὶ ὁ μακάριος Δαβὶδ μέμνηται λέγων ποτὲ μὲν, ὅτι «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ποτὲ δὲ πάλιν περὶ τῶν τὰ τοιάδε πεπλημμεληκότων· Καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτοὺς, ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι.

Ὄσον μὲν γὰρ ἧκεν εἰς δύναμιν ἐπιχειρημάτων, ἀπέκτειναν τὸν υἱὸν, οἰηθέντες ὅτι τὸν δεσποτικὸν αὐτοὶ καθέξουσι κλῆρον· ἀνεβίω δὲ ὡς Θεὸς, καὶ ἀπώλεσε μὲν κακοὺς κακῶς, τοὺς ἀλητηρίους καὶ ἀγνώμονας γεωργοὺς, ἐκδέδωκε δὲ τὸ χωρίον ἑτέροις, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, καὶ τοῖς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλοις.

Ἐπάρατος οὖν ἡ τῶν Ἰουδαίων βουλὴ, γέγονε γὰρ ἕνεκα πλεονεξίας. Πλεονεξία γὰρ ἀληθῶς τὸ ἐθελῆσαι τοὺς οἰκέτας κατεπιφύεσθαι τοῦ δεσπότου, ἴδιόν τε πεποιῆσθαι κλῆρον τὸν οὗ τετάχαντο γεωργοὶ, καίτοι μισθὸν ἔχοντες διαρκῆ τῆς ἱερωσύνης τὰ γέρα, καὶ τὰς ἐκ τοῦ τῶν ἄλλων προτετάχθαι τιμάς. <Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν;> Ἔθος τοῖς ἁγίοις προφήταις, καὶ πάσῃ δὲ τῇ θεοπνεύστῳ Γραφῇ διὰ δύο πράγματα ἐπείγεσθαι καὶ συνωθεῖν ἐπὶ τὸ βιοῦν ὀρθῶς ἑλέσθαι τὸν ἄνθρωπον. Ἢ γὰρ τοῖς τῆς κολάσεως δείμασι τὸν ἀπεσκληκότα νοῦν οἱονεὶ περιθραύοντες μετασοβοῦσιν ἐπὶ τὸ ἄμεινον, ἢ ταῖς τῶν γερῶν ὑποσχέσεσιν ἀποτελοῦσιν εὐτολμοτέρους περὶ τὸ χρῆναι τληπαθεῖν ὑπὲρ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἡσαΐου πρὸς Ἰουδαίους, «Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ὡς οὖν ἀτιμάσαντα τῶν ἁγίων προφητῶν τοὺς λόγους τὸν ἐξήνιον Ἰσραὴλ μονονουχὶ καταδείκνυσι, λέγων· Τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ἰδοὺ γὰρ, ἰδοὺ τίνι;

φησὶν, ἀντὶ τοῦ, σκληρῷ τε καὶ ἀπειθεῖ καὶ ἀσυνέτῳ λαῷ διηκονησάμεθα, καὶ τοὺς ἄνωθεν παρὰ Θεοῦ διαπορθμεύσαντες λόγους, ἀνηγγείλαμεν αὐτῷ κακὰ, τοῦτ᾽ ἔστι, τὰς κολάσεις, τὰς ἀπειλὰς, αἳ πάντη τε καὶ πάντως τοῖς τῶν ἀπειθεῖν εἰωθότων κατηργηθήσονται κεφαλῆς. Ἀνηγγείλαμεν ἀγγελίαν, τοῦτ᾽ ἔστιν, εὐηγγελισάμεθα τὰ ἀγαθὰ τὰ τοῖς ἀγαθουργεῖν εἰωθόσιν ηὐτρεπισμένα παρὰ Θεοῦ. Ὠφέληται δὲ παντελῶς οὐδὲν ὁ δυσμετακόμιστος Ἰσραὴλ, ὁ πεπηγὼς εἰς τὸ πλημμελὲς, καὶ πολὺ νοσήσας τὸ δυσήκοον. Ὅταν τοίνυν λέγει τὸ, τίνι; τῷ κατ᾽ οὐδένα τρόπον ἀξίῳ δηλοῖ· καὶ γάρ τοι μετὰ τὴν οὕτω σαφῆ τῶν ἁγίων προφητῶν προαγόρευσιν, οὐδὲν ἧττον ἀμείλικτοί τε ἦσαν καὶ πονηροὶ, καὶ δυστροπίας ἁπάσης ἐπίμεστον ἔχοντες τὴν καρδίαν. Γεγόνασι δὲ καὶ πικρίας διαβολικῆς ὑπηρέται γοργοί· σταυρῷ γὰρ παρέδωκαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστὸν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.