Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η εκλογή των Δώδεκα και η Επί του Όρους Ομιλία

Η προσευχή του Κυρίου, η ανάδειξη των αποστόλων, οι μακαρισμοί και οι ταλανισμοί, η αγάπη προς τους εχθρούς, η αποφυγή της κατακρίσεως και η παραβολή των δύο οικοδομών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 22

Ἴδωμεν τοίνυν ὡς ἐν εἰκόνι καὶ τύπῳ πραγμάτων τῶν γεγενημένων διὰ Χριστοῦ, τίνα τρόπον ἡμᾶς ποιεῖσθαι προσήκει τὰς πρὸς Θεὸν ἱκετείας. Λάθρα, καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος, προσεύχεσθαι χρή· τοῦτο γὰρ ὑποδηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Ἰησοῦν καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν εἰπών· «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου.» Ἀφιλοδόξως γὰρ καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, καὶ ὥσπερ εἰς ὕψος εἰς τὸ τῆς θεοπτίας ὕψος ἀναπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς· δεῖ δὲ τοῦτο δρᾷν, οὔτε ἁψικόρως, οὔτε ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν· ἐντόνως δὲ μᾶλλον, καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονήν. Ἀκήκοας γὰρ ὅτι οὐχ ἁπλῶς ηὔξατο Χριστὸς, ἀλλ᾽ ὅτι καὶ διενυκτέρευσε τοῦτο δρῶν.

Οὐκ ἀνέξεται δὲ ἴσως ὁ τῆς ἀληθείας ἐχθρὸς ταῦτα λεγόντων ἡμῶν· φησὶ γάρ· Προσεύχεται καὶ ζητεῖ παρὰ τοῦ Πατρὸς, ἅπερ οὐκ ἔχει. Πῶς οὖν ἔτι φατὲ καὶ ὁμοούσιον αὐτῷ ἴσον τε κατὰ πάντα, καὶ κατ᾽ οὐδένα τρόπον ἀπεοικότα; Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ χρείττονος εὐλογεῖται· μείζων δὲ πάντως ὁ διδοὺς τοῦ παρακαλοῦντος τι λαβεῖν. Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων διδασκέτωσαν ἡμᾶς οἱ τὰ ὀρθὰ διαστρέφοντες, τίνος εἶναι νομίζουσιν ἐπιδεᾶ τὸν Υἱόν; Τί δὲ ὡς οὐκ ἔχων ἐζήτει λαβεῖν; Φῶς ἐστι τὸ ἀληθινὸν, ζωὴ κατὰ φύσιν, καὶ ζωοποιὸς, καὶ τῶν δυνάμεων Κύριος, σοφία καὶ δικαιοσύνη, κτίστης καὶ δημιουργὸς τῶν ὅλων, παντὸς ἐπέκεινα γενητοῦ, βασιλεὺς τῶν ὅλων, ταμίας οὐρανοῦ καὶ γῆς, δοτὴρ ἀγαθοῦ παντὸς ὁμοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τοῦτο μαθήσῃ γεγραφότος τισὶ τοῦ μακαρίου Παύλου·» Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, δοξολογεῖται παρὰ πάσης κτίσεως λογικῆς· οὐκοῦν ἁπάντων ἐστὶ τῶν τοῦ Θεοῦ καὶ Πατρὸς θεοπρεπῶν ἀξιωμάτων οὐσιωδῶς κληρονόμος. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν, ὡς «Πάντα τὰ ἐμὰ, σά ἐστι· καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ὁ δὲ πάντα ἔχων ἴδια τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίνος ἔτι λείπεται;

Εἰ δὲ ὅλως λείπεταί τινος, καὶ τοῦτο εἶναί φασιν ἀληθὲς, οὐδέν ἐστι τὸ κωλύον εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Πατὴρ ἐν χρείᾳ καθέστηκέ τινων. Εἰ γὰρ πάντα τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός ἐστι, λείπεται δέ τινος ὁ Υἱὸς, τοιοῦτος ἄρα ἐστὶ καὶ ὁ Πατήρ· αὐτοῦ γάρ ἐστι πάντα τὰ τοῦ Υἱοῦ. Ἀλλ᾽ ἔστι παντέλειος ὁ Πατὴρ, δεῖται δὲ ὅλως οὐδενὸς τῶν θεοπρεπῶν ἀγαθῶν· οὐκοῦν παντέλειος ὁ Υἱὸς, ὡς πάντα ἔχων τὰ τοῦ Πατρὸς, εἰκών ἐστι καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ἐν δὲ τῷ χαρακτῆρι φαίνεται πάντως τὸ πρωτότυπον, καὶ ἐν τῷ πρωτοτύπῳ πάντως ὁ χαρακτήρ. Καὶ ταῦτα μὲν πρὸς ἐκείνους.

Φασὶ δὲ καὶ οἱ ταῖς Νεστορίου κενοφωνίαις συνηρπασμένοι, ὡς ἀνάρμοστον δὲ παντελῶς Θεῷ κατὰ φύσιν ὄντι τῷ Υἱῷ, προσεύχεσθαι· πρέπει δὲ μᾶλλον ἀνθρώπῳ τῷ κατὰ συνάφειαν αὐτῷ συναφθέντι, τουτέστι τῷ ἐκ σπέρματος Δαβίδ. Αὐτὸς οὖν ἄρα ἦν ὁ τὴν εὐχὴν ἀνατείνων. Τί οὖν πρὸς τοῦτο ἐροῦμεν;

Ἠγνοήσατε παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ μυστήριον· μνημονεύσατε λέγοντος τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Καὶ τοῦτο ἡμῖν ὁ πάνσοφος Παῦλος ἐμφανὲς κατέστησε, λέγων περὶ αὐτοῦ· «Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ.» Ἀνθ᾽ ὅτου δὴ οὖν τὸν γεννηθέντα μὲν θεϊκῶς, ὡς Λόγον ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν δὲ καθέντα πρὸς κένωσιν, καὶ πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς, διὰ τοῦ γενέσθαι καθ᾽ ἡμᾶς, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας, τῶν τῆς ἀνθρωπότητος ἐκπέμπεται μέτρων. Ἐπειδὴ γὰρ γέγονε καθ᾽ ἡμᾶς, ἐκ πολλῆς ἄγαν ἡμερότητος καὶ φιλανθρωπίας, οὐκ ἀπαξιοῖ τὰ ἀνθρώπινα· τύπους ἡμεῖς τῆς εἰς λῆξιν ἐπιεικείας ποιούμενος τὰ καθ᾽ ἑαυτόν· ἵν᾽, ὡς ἔφην, τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάσωμεν. <Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, κ.τ.

λ.> (A f. 93 b, B f. 63, G f. 13 b) Διανυκτερεύσας εἰς προσευχὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ἀῤῥήτως τε καὶ ἀπερινοήτως, καὶ ὡς μόνος οἶδεν αὐτὸς, τὰς πρός γε τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν διαλέξεις ποιησάμενος, καὶ τύπον ἡμῖν σωτηριώδους πράγματος ἑαυτὸν παραθείς· ἐδίδαξε γὰρ τίνα τρόπον ὀρθῶς τε καὶ ἀμωμήτως χρὴ ποιεῖσθαι τὰς προσευχὰς, κάτεισιν ἐκ τοῦ ὄρους, καὶ τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς ἀναδείκνυσιν.—(A f. 94) Ἔφη γὰρ πρὸς αὐτούς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ταύτης δὲ τῆς τῶν ἁγίων ἀποστόλων προβολῆς μνημονεύει λέγων καὶ ὁ μακάριος Δαβὶδ, ὡς πρὸς Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» Καὶ μὲν γὰρ ὄντες ἐν σώματι, ἐμνημόνευον τῆς δόξης Χριστοῦ, πόλεσί τε καὶ χώραις τὸ αὐτοῦ λαλοῦντες μυστήριον. Ἐπειδὴ δὲ πρὸς τὰς ἄνω κέκληνται μονὰς, οὐδὲν ἧττον ἡμῖν καὶ οὕτω διαλέγονται περὶ αὐτοῦ, διὰ τῆς πανσόφου συγγραφῆς ἧς πεποίηνται περὶ αὐτοῦ· καὶ οἱ μὲν κατὰ Μωϋσέως νόμον χειροτονηθέντες ἱερουργοὶ, Ἀαρὼν δηλονότι καὶ οἱ σὺν αὐτῷ, ἱεροπρεπέσιν ἐσθήμασιν αἰσθητῶς κατεκαλλύνοντο· οἱ δέ γε θεσπέσιοι μαθηταὶ, χαρίσμασι τοῖς πνευματικοῖς διαπρέποντες, τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν διακονίαν ἐνεχειρίζοντο· εἴρηται γὰρ πρὸς αὐτούς· «Ἀσθενοῦντας θεραπεύετε.

δαιμόνια ἐκβάλλετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε.» Καὶ γοῦν, τὴν Χριστοῦ φοροῦντες δύναμιν, κατέπληττον πᾶσαν τὴν οἰκουμένην. Πλὴν ὅρα τὴν εἰς ἄκρον νῆψιν τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἁπλῶς ἀναδειχθῆναι τοὺς ἁγίους ἀποστόλους φησὶν, ὀνομαστὶ δὲ μᾶλλον ἐπενηνεγμένης αὐτοῖς καὶ τῆς τῶν προτέρων μνήμης, ἵνα μή τις ἑαυτὸν ἐγγράψαι τολμήσῃ τῷ χορῷ τῶν ἐξειλεγμένων. Ὡς γὰρ ὁ Παῦλός φησιν· «Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ᾽ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ.» Καὶ γοῦν ὀνομαστὶ τῶν ἁγίων ἀποστόλων κεκλημένων εἰς τὸ μέγα τοῦτο καὶ λαμπρὸν ἀξίωμα, πρὸς τοῦτό τινες καθίκοντο κατὰ καιροὺς ἀπονοίας καὶ θράσους, ὡς ἀποστόλους ἑαυτοὺς ὀνομάσαι Χριστοῦ, καὶ τιμὴν ἁρπάσαι τὴν οὐκ ἐκνεμηθεῖσαν αὐτοῖς. Τούτων οἱ θεσπέσιοι μαθηταὶ πεποίηνται μνήμην· φασὶ γάρ· «Οἱ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀγγέλους δικαιοσύνης.» Καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς, μετασχηματίζεται εἰς ἄγγελον φωτός.

Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης. Οὐδένα τοίνυν ἴσμεν ἡμεῖς ἢ παραδεξόμεθα, πλὴν ὅτι μόνους τοὺς διὰ τῶν εὐαγγελικῶν γραμμάτων ὠνομασμένους, καὶ τὸν μετ᾽ ἐκείνους ἀναδεδειγμένον, τὸν σοφώτατον Παῦλον· ᾧ καὶ αὐτὸς ὁ Σωτὴρ μεμαρτύρηκε λέγων· «Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον πάντων τῶν ἐθνῶν.» (A f. 94, H f. 293) Τούτους προᾳνετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. Γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους· καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν, ἔναντι Κυρίου· καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ ἅλας· καὶ ἔσονται εἰς ἄρτους, εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ.» Ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν;

Κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. Ὥσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· «Ὑμεῖς γάρ ἐστε τὸ φῶς τοῦ κόσμου·» οὕτως καὶ αὐτὸς ὢν ὁ ἄρτος τῆς ζωῆς, ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων.

Καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. Ἐπιθήσετε γὰρ, φησὶν, ἐπὶ τοὺς ἄρτους λίβανον καὶ ἅλας. Καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ ἅλες, συνέσεως καὶ φρενῶν· ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτοῖς· καὶ γοῦν ἔφασκον, ὅτι «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» Ἦσαν δὲ, πρὸς τούτῳ, καὶ πανσύνετοι. Ἀκούω δὲ καὶ τοῦ προφήτου Δαβὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν· «Ἐκεῖ Βενιαμὶν ἐν ἐκστάσει· ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλίμ.» Σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταί· καὶ φωστῆρες ἦσαν οἰκουμενικοὶ, λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ ἔχουσι λαμπρὰν οἱ τῶν Ἑλλήνων σοφοὶ, καὶ εὐστομοῦσιν ἄγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ἄνθρωποι γεγόνασι χειροτέχναι, καὶ θαλασσουργοὶ, καὶ ἰχθυοθῆραι, οὐ κόμπον ἔχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ᾽ ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει· καὶ σεσίγηται μὲν τὰ Ἑλλήνων γράμματα, καὶ ἡ τῶν λέξεων εὐκομπία· κατακρατεῖ δὲ τῆς ὑπ᾽ οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις.

Τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς Ἱερεμίου, λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ Σατανᾶ· «Οὐαὶ, ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα αὐτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς·» ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς. Ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ, συνήγαγεν ὁ Σατανᾶς, καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς, καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ᾽ ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους, καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ᾽ οὐρανόν. <Ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ.> (A f. 94 b) Ἄθρει δή μοι τῆς χειροτονίας τὸν τρόπον· οὐ γὰρ ἐν παραβύστῳ καὶ λεληθότως πεπράχθαι φησὶν αὐτὸς ὁ σοφώτατος εὐαγγελιστὴς, συναγηγερμένων δὲ μᾶλλον πολλῶν μαθητῶν ὄχλου τε πολλοῦ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας, καὶ ἐκ τῆς παραλίου Τύρου καὶ Σιδῶνος. Οὗτοι δὲ ἦσαν εἰδωλολάτραι, ἤγουν ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις χωλεύοντες, καὶ τιμῶντες μὲν ἐκ μέρους τὰ τῶν Ἰουδαίων ἔθη, τῶν γε μὴν τῆς εἰδωλολατρίας αἰτιαμάτων οὐκ εἰσάπαν ἀποφοιτήσαντες.

Πέπρακται τοίνυν ἡ χειροτονία, τούτων πάντων παρόντων, καὶ ἐφ᾽ ἅπασαν τὴν ὑπ᾽ οὐρανὸν τέθεινται μυσταγωγοί· ὃ δὴ καὶ πεπράχασι, καλοῦντες μὲν Ἰουδαίους ἐκ νομικῆς λατρείας, τοὺς δέ γε τῶν δαιμονίων θεραπευτὰς ἐκ πλάνης Ἑλληνικῆς, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ἀναδείξας δὲ τοὺς ἁγίους ἀποστόλους, πλείστων ὄσων καὶ ἀξιαγάστων σημείων γέγονεν ἀποτελεστὴς, δαιμονίοις ἐπιπλήττων, ἀνιάτων ἀῤῥωστημάτων ἐλευθερῶν τοὺς προσιόντας αὐτῷ, καὶ θεοπρεπεστάτην ἀποφαίνων τὴν ἑαυτοῦ δύναμιν· ἵν᾽ εἰδεῖεν οἱ ἐπ᾽ αὐτῷ συνδεδραμηκότες Ἰουδαῖοί τε καὶ οἱ ἐκ τῆς Ἑλλήνων χώρας, ὅτι τετίμηνται τῷ τῆς ἀποστολῆς ἀξιώματι παρὰ Χριστοῦ, καὶ οὐχ ἑνὸς ὄντος τῶν καθ᾽ ἡμᾶς ἀνθρώπου κοινοῦ, Θεοῦ δὲ μᾶλλον ὡς ἐνανθρωπήσαντος Λόγου, καὶ τὴν ἰδίαν σώζοντος δόξαν· «Δύναμις γὰρ παρ᾽ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.»—(C f. 118) Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν παρ᾽ ἑτέρου Χριστὸς, ἀλλ᾽ αὐτὸς ὢν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν, ἰᾶτο πάντας.

Εἰ δὲ βούλει καὶ τὴν ἑρμηνείαν τῶν ἀποστολικῶν μαθεῖν ὀνομάτων, ἴσθι ὅτι Πέτρος μὲν ἑρμηνεύεται, ἐπιλύων, ἢ ἐπιγνούς· Ἀνδρέας δὲ, δύναμις εὐπρεπὴς, ἢ ἀποκρινόμενος· Ἰάκωβος, πτερνιστὴς πόνου· Ἰωάννης, Κυρίου χάρις· Ματθαῖος, δεδωρημένος· Φίλιππος, στόμα χειρῶν, ἢ στόμα λαμπάδος· Βαρθολομαῖος, υἱὸς κρεμάσας ὕδατα· Θωμᾶς, ἄβυσσος, ἢ δίδυμος· Ἰάκωβος Ἀλφαίου, πτερνισμὸς βαδίσεως ζωῆς· Ἰούδας, ἐξομολόγησις· καὶ Σίμων, ὑπακοή.> <Μακάριοι οἱ πτωχοί.> (A f. 95 b, B f. 63 b, C f. 118) Εἰς καινότητα μὲν οὖν ζωῆς εὐαγγελικῆς μετὰ τὴν χειροτονίαν καταῤῥυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, ταῦτά φησι. Περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα ἔλεγεν, ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν· ἵνα νοῶμεν πτωχὸν τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος. Καὶ γοῦν ἔφη δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ναὶ μὲν καὶ αὐτὸς ὁ Σωτήρ· «Μάθετε ἀπ᾽ ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.»

Ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι, μακαρίους ἔσεσθαί φησι τοὺς πτωχοὺς, οὐ προσκειμένου τοῦ, πνεύματι. Οὕτω δέ φασιν οἱ εὐαγγελισταὶ, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα· καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τὸ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς· ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις, τοὺς φιλοκερδείας κρείττονας, καὶ τὸν τρόπον ἔχοντας ἀφιλάργυρον.

Καὶ γοῦν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀναδείκνυται, λέγων· «Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος τοῖς παροῦσι.» Προσετίθει δὲ τούτοις, ὡς «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμα, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυμίαν.

Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. Τίνες δέ εἰσιν οὗτοι; Οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγοντος· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς,» κ.τ.λ. <Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.> (A f. 97 b, B f. 64 b, G f. 14 b) Καί τοι πάλιν ἐν τῷ Ματθαίῳ φησί· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται·» ἐνταῦθα δὲ τοὺς πεινῶντας ἁπλῶς, μακαρίους ἔσεσθαί φησι. Φαμὲν οὖν ὅτι μέγα μὲν καὶ ἐξαίρετον τὸ πεινῇν καὶ διψῇν τὴν δικαιοσύνην, τουτέστι, καθάπερ τινὸς τροφῆς καὶ ποτοῦ μεταποιεῖσθαι φιλεῖν τῶν εἰς εὐσέβειαν σπουδασμάτων· τοῦτο γὰρ ἡ δικαιοσύνη δηλοῖ. Ἐπειδὴ δὲ χρὴ ταῖς ἀρτίως ἡμῖν εἰρημέναις ἐκδόσεσιν ἑπομένην ἀποφῆναι καὶ τὴν ἐν τούτοις διάνοιαν, πάλιν ἐκεῖνό φαμεν· ἐμακάρισεν ὁ Σωτὴρ τοὺς τὴν ἐθελούσιον ἀγαπῶντας πτωχείαν, ὑπέρ γε τοῦ καλῶς καὶ ἀπερισπάστως τὸν ἀποστολικὸν διανῦσαι δρόμον. Τῷ γὰρ μὴ ἔχειν χρυσίον ἢ ἀργύριον ἐν ταῖς ζώναις, ἢ δύο χιτῶνας, ἕπεται πάντως πλείστης ὅσης αὐτοὺς ἀνασχέσθαι σκληραγωγίας, καὶ μόλις αὐτοὺς εὐπορῆσαι τροφῆς· φορτικὸν δὲ τοῦτο τοῖς ἐν πενίᾳ καὶ διωγμοῖς· ταύτῃτοι καὶ μάλα εἰκότως ὁ καρδίας εἰδὼς, μικροψυχεῖν οὐκ ἐᾷ πρὸς τὰ ἐκ τῆς πτωχείας συμβαίνοντα.

Τοὺς γὰρ νῦν πεινῶντας τῆς εἰς αὐτὸν εὐσεβείας ἕνεκα, χορταθήσεσθαί φησι· τουτέστι τοῖς δοθησομένοις ἐντρυφήσουσιν ἀγαθοῖς, νοητοῖς δὲ δηλονότι καὶ πνευματικοῖς. <Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.> (A f. 98 b) Μακαρίζει τοὺς κλαίοντας, καί φησιν ὅτι γελάσουσι· κλαίειν δέ φαμεν, οὐ τοὺς ἁπλῶς τὸ ἐξ ὀμμάτων καθιέντας δάκρυον· κοινὸν γὰρ τοῦτο καὶ πᾶσι συμβαῖνον πιστοῖς καὶ ἀπίστοις, εἴπερ τι γένοιτο τῶν εἰωθότων καταλυπεῖν· ἐκείνους δὲ μᾶλλον τοὺς τὸν ἱλαρὸν καὶ ἐξίτηλον, καὶ ἐν τρυφαῖς ὄντα ταῖς σαρκικαῖς φεύγοντας βίον· ἐκείνους μὲν γὰρ ἐν τῷ τέρπεσθαι καὶ γελᾷν εἶναί φαμεν. Τοὺς δέ γε τὸ τρυφᾷν καὶ ἀνίεσθαι σαρκικῶν παραιτουμένους, καὶ μονονουχὶ κλαίοντας διὰ τοῦ μισεῖν τὰ ἐν κόσμῳ, μακαρίους εἶναί φησιν ὁ Σωτήρ· οὐκοῦν πτωχεῦσαι κελεύσας, καὶ τὰ ἑπόμενα τῇ πτωχείᾳ τιμαῖς στεφανοῖ ταῦτα δέ ἐστι, τῶν εἰς τρυφὰς ἐπιτηδείων ἡ σπάνις, καὶ τὸ κατηφὲς διὰ τὴν θλῖψιν. Γέγραπται γὰρ ὡς πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. <Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, κ.τ.λ.> (A f. 99 b, B f. 64 b) Ἤδη μέντοι ὁ Κύριος τὸν διωγμὸν ἀπήγγειλε, πρὶν ἀποσταλῆναι τοὺς ἀποστόλους.

Προέλαβε τὸ εὐαγγέλιον τὴν ἔκβασιν· ἐχρῆν γὰρ πάντως αὐτοὺς τὸ εὐαγγελικὸν διαγγέλλοντας κήρυγμα, καὶ Ἰουδαίους μὲν ἀφιστῶντας τῆς κατὰ νόμον λατρείας, ἵνα τῆς εὐαγγελικῆς εὐζωΐας εἰδεῖεν τὴν ὁδὸν, τοὺς δέ γε εἰδωλολάτρας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν σαγηνεύοντας, προσκροῦσαι πολλοῖς ἀφιλοθέοις τε καὶ ἀνοσίοις ἀνδράσιν· οὗτοι γὰρ πολέμους καὶ διωγμοὺς τοῖς τὸν Ἰησοῦν καταγγέλλουσιν ἐπεγείρουσι, διώκοντες τὴν εὐσέβειαν. Ἵνα τοίνυν ἐνστάντος τοῦ καιροῦ, καθ᾽ ὃν ἔμελλεν ἔσεσθαι ταῦτα παρά τινων, μὴ εἰς ἀνοήτους ἐμπίπτωσιν ἀκηδίας, προαπαγγέλλει χρησίμως, ὡς καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος, ἔμμισθος ἔσται καὶ ἐπωφελὴς αὐτοῖς. Ὀνειδίσουσι γὰρ, φησὶν, ὑμᾶς ὡς πλάνους καὶ ἀπαταιῶνας· ἀφορίσουσιν ἑαυτῶν, τουτέστι τῆς πρὸς ἑαυτοὺς φιλίας καὶ κοινωνίας· ἀλλὰ μηδεὶς ἔστω παρ᾽ ὑμῖν, φησὶ, τῶν τοιούτων ὁ λόγος· τί γὰρ ἀδικήσει τῆς ἐκείνων γλώττης τὸ ἄτακτον τὸν εὖ βεβηκότα νοῦν;

Τοῖς γὰρ εὐσεβῶς εἰδόσι φιλοσοφεῖν, οὐκ ἄκαρπον ἔσεσθαί φησι τὴν ἐπὶ τούτων ὑπομονὴν, ἀλλ᾽ εὐθυμίας τῆς ἀνωτάτω πρόξενον. Διαδείκνυσι δὲ πρὸς τούτῳ χρησίμως, ὡς ξένον αὐτοῖς οὐδὲν συμβήσεται καὶ ταῦτα παθοῦσιν· ἔσονται δὲ μᾶλλον κατ᾽ ἐκείνους, οἳ καὶ πρὸ αὐτῶν τοὺς θείους καὶ ἄνωθεν τοῖς ἐξ Ἰσραὴλ διαπορθμεύοντες λόγους, ἐδιώχθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, λοιδοριῶν ἠνέσχοντο ἀδίκως αὐτοῖς ἐπενηνεγμένων. Οὐκοῦν δίδωσιν ἐκεῖνο νοεῖν, ὡς ὧν ἂν γένοιτο μιμηταὶ, τούτων ἔσονται καὶ κοινωνοί· καὶ προφητικῶν στεφάνων οὐκ ἀμοιρήσουσι, τὴν ἐκείνοις ἐντριβῆ βαδίσαντες ὁδόν. <Οὐαὶ ὑμῖν, τοῖς πλουσίοις.> (A f. 100 b) Προαναφωνήσας αἰτίαν παντὸς ἀγαθοῦ τὴν διὰ Θεὸν πτωχείαν, καὶ τὸ πεινῇν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτων, καὶ διαδείκνυσιν αὐτὰ κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῇ μὲν τῶν στεφάνων ἐπιθυμίᾳ, καὶ τῇ τοῦ μακαρισμοῦ ἐφέσει, σαγηνεύωνται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν πείθωνται· τῷ δὲ φόβῳ τῆς ἐπηρτημένης κολάσεως, φεύγωσι τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν ἐν τέρψεσι κοσμικαῖς. Καὶ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας φησὶ, τοὺς δὲ ἐσχάταις περιπεσεῖσθαι συμφοραῖς· «Ἀπέχετε γὰρ, φησὶ, τὴν παράκλησιν ὑμῶν.»

Ἔξεστι δὲ τοῦτο ἰδεῖν, ὡς ἐν πίνακι καλῶς γεγραμμένον, ἐν τῇ περὶ τοῦ πλουσίου καὶ Λαζάρου παραβολῇ· «Ἀπέλαβες γὰρ, φησὶ πρὸς τὸν πλούσιον, τὰ ἀγαθά σου ἐπὶ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· νῦν δὲ αὐτὸς ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.» Ἀλλὰ φέρε, καθ᾽ ἑαυτοὺς ἐκεῖνο γυμνάσωμεν.

Ἆρα, εἴ τίς ἐστι πλούσιος ἐν κόσμῳ, οὗτος ἀπώλισθε πάντως τοῦ προσδοκᾷν ἐλεεῖσθαι παρὰ Θεοῦ; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον· ἐξῆν τῷ πλουσίῳ κατελεῆσαι τὸν Λάζαρον, ὡς καὶ τῆς αὐτοῦ παρακλήσεως γένηται κοινωνός. Καὶ γοῦν ὁ Σωτὴρ τοῖς τὸν ἐπίγειον ἔχουσι πλοῦτον, ὁδὸν ὑπέδειξε σωτηρίας, εἰπών· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὑποδέξωνται ὑμᾶς εἰς τὰς ἑαυτῶν σκηνάς.» <Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.> (A f 101 b, B f. 66, C f. 118 b) Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· πάντα γὰρ γέγονεν ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ καινὰ, καὶ διαθήκη, καὶ νόμος, καὶ πολιτεία.» Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυσταγωγοῖς ἡ τοιάδε πολιτεία τε καὶ ζωὴ, οἳ ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κήρυγμα.

Καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμήτους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς καὶ πολυτρόπως ἐπιβουλεύοντας· ἀλλ᾽ εἰ συνέβη ταῖς τοιαύταις λύπαις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνεσθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἂν καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κήρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. Ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις, τὸν τῶν ἁγίων μυσταγωγῶν ἀναχαιτίσαι νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμετέραν· ἔτι γὰρ ἀπηρτημένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς τὸν Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο, λέγων· «Ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσι.» Ναὶ μὲν καὶ ὁ μακάριος Στέφανος, καίτοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα, προσηύξατο λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Καὶ ὁ θεῖος δὲ Παῦλός φησι· «Λοιδορούμενοι, εὐλογοῦμεν· δυσφημούμενοι, παρακαλοῦμεν.»

Οὐκοῦν ἀναγκαία μὲν ἡ τοιάδε παραίνεσις τῶν ἁγίων ἀποστόλων· χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς, εἴς γε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας· δυσκατόρθωτον δὲ ἀποτελοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσκαταγώνιστος τυραννίς· διόπερ εἰδὼς ὡς ψυχικὸς ἄνθρωπος ταῦτα οὐ δέχεται, μωρίαν ἡγούμενος τὰ τοῦ Πνεύματος λόγια καὶ ἀδύνατα εἰς κατόρθωσιν, διαιρῶν τοὺς τοιούτους ἀπὸ τῶν ἀκούειν δυναμένων· Ὑμῖν λέγω, φησὶ, τοῖς ἀκούουσιν, καὶ ποιεῖν ἑτοίμως τὰ λεγόμενα προαιρουμένοις. Τὸ γὰρ εὐδόκιμον εἰς ἀνδρείαν τὴν πνευματικὴν, ἐν τοῖς πειρασμοῖς καὶ πόνοις διαφαίνεται. Μίμησαι οὖν ἐν τούτοις Χριστόν· «Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.» Ἀλλ᾽ ἴσως κατὰ σαυτὸν, ἐκεῖνο ἐρεῖς· Θεὸς ἦν ὁ Χριστὸς, ἐγὼ δὲ ἄνθρωπος ἀσθενὴς, ἔχων τὴν διάνοιαν ἀσθενῆ, καὶ ἀνικάνως ἔχουσαν πρὸς τὸ δύνασθαι καὶ πλεονεξίας καὶ λύπης κατευμεγεθῆσαι.

Ὀρθῶς ἐρεῖς· εὐόλισθος γὰρ ὁ ἀνθρώπινος νοῦς εἰς τὸ πλημμελεῖν. Πλὴν ἐκεῖνό φημι· Οὐκ ἀφῆκέ σε γυμνὸν τῆς παρ᾽ αὐτοῦ φειδοῦς καὶ ἀγάπης ὁ Κύριος· ἔχεις αὐτὸν ἐν σεαυτῷ, ἤτοι ἐντὸς, διὰ τοῦ ἁγίου Πνεύματος· οἶκος γάρ ἐσμεν αὐτοῦ, καὶ ταῖς τῶν ἀγαπώντων αὐτὸν ψυχαῖς ἐναυλίζεται. Αὐτός σε νευροῖ πρὸς τὸ φέρειν γενναίως τὰ παρεμπίπτοντα, καὶ ταῖς τῶν πειρασμῶν ἐμβολαῖς ἀντανίστασθαι νεανικῶς· «Μὴ νικῶ τοίνυν ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» <Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην.> (A f. 103, B f. 65 b) Τέλος νόμου καὶ προφητῶν γενέσθαι Χριστὸν, ὁ σοφώτατος ἔφη Παῦλος· παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ τὸ αὐτοῦ μυστήριον. Ἀλλ᾽ ὡς αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ἐλθούσης τῆς πίστεως, οὐκέτι ὑπὸ διαγωγόν ἐσμεν· οὐ γὰρ ἔτι τὰς φρένας νηπιάζομεν, ηὐξήθημεν δὲ μᾶλλον εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἔδει τοίνυν ἡμῖν οὑ γάλακτος, τροφῆς δὲ μᾶλλον τῆς στερεωτέρας· τοῦτο ἡμῖν χαρίζεται Χριστὸς, τῆς ὑπὲρ νόμον δικαιοσύνης ἐμφανίζων τὴν ὁδόν· ἔφη γὰρ αὐτὸς τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Εἶτα, τί τὸ περιττὸν ἐν δικαιοσύνῃ τῇ κατά ἑ, φημὶ, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, διειπεῖν ἀναγκαῖον.

Ὁ νόμος ὁ διὰ Μωϋσέως, τοῖς ἀρχαιοτέροις τεθεσπισμένος, διὰ τῶν ἴσων ἔρχεσθαι πραγμάτων ἐκέλευε· κεκώλυκε δὲ τὸ ἀδικεῖν, καὶ οὐχὶ δὴ μᾶλλον προηδικημένους ἀνεξικακεῖν, ὅπερ ὁ τοῦ Εὐαγγελίου βούλεται νόμος· «Οὐ γὰρ φονεύσεις, φησὶν, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.» Ἔτι τε πρὸς τούτοις· «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος.» Ταυτὶ δὲ κελεύοντος ἦν, μὴ ἀδικεῖν ἑτέρους· ἢ γοῦν προηδικημένους, μὴ πέρα τῶν ἴσων τὰς κατὰ τὸν ἀδικήσαντα ἐκτείνειν ὀργάς.

Ἀλλ᾽ ἦν οὐ πάντως ἀρέσκουσα τῷ Θεῷ τῆς κατὰ νόμον πολιτείας ἡ δύναμις· γέγονε δὲ τοῖς ἀρχαιοτέροις ἐν τάξει παιδαγωγοῦ κατὰ βραχὺ προσεθίζοντος εἰς δικαιοσύνην σύμμετρον, καὶ ἀναβιβάζοντος εὐφυῶς ἐπὶ τὸ τελέως ἔχειν ἀγαθόν· γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Πᾶσα δὲ λοιπὸν τελειότης ἐν Χριστῷ καὶ τοῖς αὐτοῦ θεσπίσμασι· «Τῷ γὰρ τύπτοντί σε, φησὶν, ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην.» Τῆς εἰς λῆξιν ἀνεξικακίας ἐν τούτοις ὁδὸς ἡμῖν ὑποδείκνυται. Βούλεται δὲ, πρὸς τούτῳ, καὶ χρημάτων εἶναι καταφρονητὴν, ὥστε, κἂν εἰ μόνον ἱμάτιον ἔχοι, μὴ ἀφόρητον ἡγεῖσθαι τὸ συναποβαλεῖν αὐτῷ καὶ τὸν χιτῶνα τυχόν. Ἀρετὴ δὲ αὕτη ψυχῆς ὁλοτρόπως ἀπεστραμμένης τὸ φιλόπλουτον πάθος· «Μὴ γὰρ ἀπαίτει, φησὶ, τὸν αἴροντά τι τῶν σῶν· ἀλλὰ καὶ παντὶ τῷ αἰτοῦντί σε, δίδου·» ὅπερ ἀγάπης καὶ φιλοπτωχίας τεκμήριον. Τὸν δὲ φιλοικτίρμονα χρὴ πάντως εἶναι καὶ ἀμνησίκακον· ὥστε καὶ τὰ φίλων εἰς ἐχθροὺς ἐργάζεσθαι. <Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.> (A f. 106, B f. 66, C f. 119, G f. 15 b) Ἀλλ᾽ ἦν εἰκὸς οἰηθῆναι τοὺς ἁγίους ἀποστόλους τάχα που δυσκατόρθωτα εἶναι ταυτί. Ὁ τοίνυν πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας δέχεται νόμον βραβευτὴν ὧν ἂν βούλοιτό τις παρ᾽ ἑτέρου τυχεῖν.

Γενοῦ τοιοῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν εἶναι θέλῃς περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, μνησικάκους καὶ πονηροὺς, ἔσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τὸ εἶναι τοιοῦτος· καὶ τάχα που τοῖς οὕτω διακειμένοις περιττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· «Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.» <Γίνεσθε οὖν οἰκτίρμονες.> (A f. 109 b) Μέγα τῆς ἐλεημοσύνης τὸ καύχημα.

Καὶ γοῦν γέγραπται, ὡς «Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων.» Μορφοῖ γὰρ ἡμᾶς πρὸς Θεὸν ἡ ἀρετὴ, καὶ τῆς ἀνωτάτω φύσεως οἱονεί τινας χαρακτῆρας ταῖς ἡμετέραις ψυχαῖς ἐνεργάζεται. <Μὴ κρίνετε, καὶ οὐ μὲ κριθῆτε.> (A f. 110, C f. 119) Παγχάλεπον ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένεσιν.

Καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσιν, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσί τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι νοσοῦντες τὰ ἴσα τοῖς παρ᾽ αὐτῶν διαβεβλημένοις, ἑαυτοὺς κατακρίνουσι.

Οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· «Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.» Καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν, ὡς ταῖς τῶν παθῶν ἐφόδοις ὑπεστρωμένους, καὶ τοῖς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τούτων, καὶ παρακαλεῖν αὐτοὺς, καὶ διεγείρειν εἰς νῆψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιάμασιν.

Ὁ γὰρ κρίνων τὸν ἀδελφὸν, καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής.» Ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης ψυχῆς εἶναι τὸν ταύτης κριτήν· σὺ δὲ μὴ τοιοῦτος ὢν, τί κρίνεις τὸν πλησίον;

Ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων· εἰ δὲ τολμᾷς κατακρίνειν, καίτοι τούτου μὴ ἔχων τὴν ἐξουσίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους· ὅ γε μὴν συνέσει κυβερνώμενος, οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, οὐδὲ τί ἐστι τὸ φαῦλον ἐν τῷ πέλας περιεργάζεται, ἀλλ᾽ ἐν τοῖς ἰδίοις ἐνατενίζει κακοῖς· τοιοῦτος ἦν ὁ μακάριος Ψαλμῳδὸς, προσπίπτων Θεῷ καὶ λέγων ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Ποτὲ δὲ πάλιν τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν προϊσχόμενος, εὔλογον ἀπῄτει συγγνώμην, λέγων· «Μνήσθητι ὡς χοῦς ἐσμεν. <Δίδοτε, καὶ δοθήσεται ὑμῖν.> (A f. 111, C f. 119) Γείτονα ὥσπερ ταῖς εἰρημέναις ἐπιεικείαις τὸν περὶ τῆς ἐλεημοσύνης ποιεῖται λόγον· ἄριστον γὰρ τὸ χρῆμα, καὶ Θεῷ θυμηρέστατον, καὶ ὁσίαις ψυχαῖς ὅτι μάλιστα πρέπον· »Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν.» Ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀνταπόδοσιν παρὰ τοῦ πάντα πλουσίως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν εἰπών· «Μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» Καὶ δοκεῖ μέν πως εἰσφέρεσθαι τῷ πρώτῳ τὸ δεύτερον· εἰ γὰρ μέτρον ὑπερεκχυνόμενον ληψόμεθα, πῶς ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν;

Ἔοικε γὰρ ἐν τούτοις ἰσότης μᾶλλον οὐ πλεονασμὸς εἶναί τις τῆς δοθησομένης ἡμῖν ἀμοιβῆς. Τί οὖν ἄρα φαμέν; Ἀπαλλάξει πραγμάτων ἡμᾶς ὁ σοφώτατος Παῦλος, τῶν ζητουμένων τὴν λύσιν ἐπενεγκών· ἔφη γὰρ, ὅτι «Ὁ σπείρων φειδομένως, ἀντὶ τοῦ, συμμέτρως καὶ συνεσταλμένῃ χειρὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει·» τουτέστι, εἰ δέ τις μὴ ἔχοι, οὐχ ἥμαρτε τοῦτο μὴ δρῶν· καθ᾽ ὃ γὰρ ἂν ἔχοι, εὐπρόσδεκτος, οὐ καθ᾽ ὃ οὐκ ἔχει. Τοῦτο καὶ ὁ διὰ Μωϋσέως ὑπετύπου νόμος· προσεκόμιζον γὰρ εἰς θυσίαν τῷ Θεῷ, τὸ κατὰ χεῖρά τε καὶ ἰσχὺν, ἕκαστος τῶν ὑπὸ τὸν νόμον· οἱ μὲν μόσχους, οἱ δὲ κριοὺς, ἢ ἀμνοὺς, ἢ τρυγόνας, ἢ περιστερὰς, ἢ σεμίδαλιν ἐλαιοβρεχῆ. Πλὴν ὁ καὶ τοῦτο προσάγων τὸ οὕτω μικρὸν καὶ εὐπόριστον, διὰ τὸ μόσχον μὴ ἔχειν, ἴσος ἦν ἐκείνῳ κατὰ πρόθεσιν. <Εἶπε δὲ παραβολὴν αὐτοῖς.> (A f. 111, B f. 67 b) Ἀναγκαιοτάτην ταύτην τῶν εἰρημένων προσέθηκε τὴν παραβολήν.

Ἔμελλον ἔσεσθαι μυσταγωγοὶ καὶ διδάσκαλοι τῆς ὑπ᾽ οὐρανὸν οἱ μακάριοι μαθηταί· ἔδει τοίνυν αὐτοὺς ἀρτίως ἔχοντας εἰς εὐσέβειαν ἀναφαίνεσθαι τῶν ἁπάντων, ἐχρῆν εἰδέναι τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, καὶ τεχνίτας εἶναι πρὸς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀκριβῆ καὶ σωτήριον καὶ ἀποξεσμένον εἰς ἀλήθειαν ἐνιέναι λόγον τοῖς πεπαιδευμένοις· ὡς ἤδη προαναβλέψαντας, καὶ τῷ θείῳ φωτὶ καταλαμπομένην τὴν διάνοιαν ἔχοντας· ἵνα μὴ τυφλοὶ τυφλῶν εἶεν ὁδηγοί· οὐ γὰρ οἱ ἐν σκότῳ τῆς ἀγνωσίας ἐνισχημένοι, τοὺς τὰ ὅμοια νοσοῦντας, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁδηγήσειεν· εἰ γὰρ τοῦτο βουληθεῖεν, εἰς τὸν βόθρον τῶν παθῶν ἀμφότεροι ἐγκυλισθήσονται. Εἶτα τὸ φιλόκομπον πάθος τῆς ἀλαζονείας τῶν πολλῶν ἀναιρῶν, ἵνα μὴ τῶν διδασκόντων φιλονικοῖεν ὑπερβαίνειν τιμὴν, ἐπήγαγεν· «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ.» Κἂν εἰ γένοιτο προελθεῖν εἰς τοῦτό τινας ὥστε καὶ ἰσάμιλλον τοῖς παιδεύουσι κατακτήσασθαι τὴν ἀρετὴν, εἰς τῶν διδασκόντων στήσονται μέτρον, κἀκείνων ἔσονται μιμηταί· καὶ πιστώσει πάλιν ὁ Παῦλος, λέγων· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.» Τοῦ τοίνυν διδασκάλου μήπω κρίνοντος, τί κρίνεις αὐτός;

Οὐ γὰρ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλ᾽ ἐλεῆσαι.—(A f. 111) Κατὰ δέ γε τὴν προτέραν διάνοιαν, Εἰ ἐγὼ, φησὶν, οὐ κρίνω, μηδὲ σὺ ὁ μαθητής· εἰ δὲ καὶ μείζοσιν ἐνέχῃ ἐφ᾽ οἷς ἕτερον κρίνεις, πῶς οὐκ ἂν αἰσχυνθείης εἰς αἴσθησιν ἐλθών; Τοῦτο διὰ παραβολῆς ἑτέρας ὁ Κύριος παρίστη λέγων· <Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; (A f. 111, B f. 68, C f 119) Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει συλλογισμῶν, ἀποσχέσθαι μὲν τοῦ βούλεσθαι κρίνειν ἑτέρους, τὰς ἑαυτῶν δὲ μᾶλλον καρδίας περιεργάζεσθαι καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλλάττεσθαι ζητεῖν, αἰτοῦντας τοῦτο παρὰ Θεοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν.

Τί γὰρ εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις, ἀφεὶς τὰ κατὰ σαυτὸν, ἐκείνοις ἐπιτιμᾷς; Οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσεβεῖν, ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις. Εἰ μὲν εἶεν ἀγαθοὶ καὶ νηφάλιοι, καθάπερ εἰκόνα ζωῆς εὐαγγελικῆς τὰ καθ᾽ ἑαυτοὺς ἐνστήσαντες, τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις εὐπροσώπως ἐπιτιμήσουσι, ὡς μὴ τοὺς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀναμάξαντας τρόπους· εἰ δὲ ῥᾴθυμοί τινες εἶεν, καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς εὐάλωτοι, πῶς ἂν ἑτέροις τὰ ἴσα νοσοῦσιν ἐπιτιμήσειαν; Διὰ τοῦτο σοφῶς οἱ μακάριοι μαθηταὶ γεγράφασί τε καὶ λέγουσι· «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὡς μεῖζον κρῖμα ληψόμεθα,» ὡς ἔφη Χριστὸς, ὁ τῶν στεφάνων διανομεὺς καὶ τοῖς πλημμελοῦσι τὰς δίκας ἐπάγων· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·» ὁ δὲ μὴ ποιήσας καὶ διδάξας, ἐλάχιστος· ἐπεὶ πῶς ὁ πολλαῖς καὶ μεγάλαις ἔσθ᾽ ὅτε καταπνιγόμενος ἁμαρτίαις κατακρίνεις τὸν ὀλίγοις ἔνοχον πταίσμασι; Πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· «Ἄφες ἀναβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, αὐτὸς τὴν δοκὸν ἔχων ἐν σεαυτῷ,» ὁ μεγάλαις ἁμαρτίαις ἔνοχος; τοῦτο γὰρ ἡ δοκὸς σημαίνει.

Πῶς κατακρίνεις τὸν ὀλίγα παντελῶς ἢ καὶ ἔσθ᾽ ὅτε μηδὲν ἡμαρτηκότα; <Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου.> (A f. 111) Τουτέστι, σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων, καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρά. Οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφὸς, ἕτερον δὲ οὐ κατακρινεῖ. Τοῦτο γὰρ καὶ ὁ νόμος ὁ διὰ Μωϋσέως παραγγέλλει, λέγων· «Πρόσεχε, φησὶ, σεαυτῷ, οὐχ ἑτέρῳ·» τὸ δὲ, «Πρόσεχε,» ἀντὶ τοῦ, Περιβλέπου τὰ κατὰ σαυτόν.—(A f. 111 b) Ἀλλ᾽, ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς, πῶς ἄρα διαγνωσόμεθα τὸν ἔχοντα μὲν ἐν ὀφθαλμῷ τὴν δοκὸν, ἐπιπλήττοντα δὲ τοῖς κάρφον ἔχουσι καὶ ἀσθενοῦσιν ἐκ μέρους; Χαλεπὸν οὐδὲν ἐν τούτῳ, φησί· πρόκειται γὰρ τοῖς ἐθέλουσιν εὐκόλως ἰδεῖν.—(B f. 68) Οὐκοῦν ὁ ἑκάστου βίος τῶν αὐτοῦ τρόπων ἔσται παραδεικτικός· οὐ γὰρ τοῖς ἔξωθεν ὡραϊσμοῖς, καὶ πεπλασμέναις ἐπιεικείαις τὸ τῆς ἀληθοῦς εὐζωΐας χαρακτηρίζεται κάλλος, ἀλλ᾽ ἐξ ὧν ἂν ἐργάσαιτό τις.

Τοῦτο πάλιν ἔφη που ὁ Χριστός· «Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» Ἰδοὺ δὴ πάλιν οὐκ ἐκ τῶν ἐνδυμάτων, ἀλλ᾽ ἐξ ὧν εἰσι κατὰ ἀλήθειαν οἱ πρὸς ἡμᾶς ἐρχόμενοι, διαγινώσκεσθαι δεῖν αὐτοὺς ἐπιτάττει Χριστός· «Ἀπὸ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται.» Ὥσπερ ἐστὶν ἀμαθὲς τὸ ἐν ἀκάνθαις ζητεῖν τὰ τῶν ὡρίμων ἐξαίρετα. σταφυλήν τέ φημι καὶ σύκον [alins cod.> SÚKA], OU(/TW KATAγέλαστον ἐννοεῖν ἐν ὑποκριταῖς καὶ βεβήλοις εὑρεῖν δύνασθαί τι τῶν τεθαυμασμένων, ἤγουν ἀρετῆς εὐγένειαν· τούτους καὶ τριβόλους καὶ βάτους φαίη τις ἄν. Παρὰ τοῖς τοιούτοις γλυκὺ μὲν οὐδὲν, πικρὰ δὲ πάντα καὶ δυσγενῆ· οὐ γὰρ ἐν ἀκάνθαις φύεται σύκον, οὐδὲ ἐν βάτῳ τίκτεται σταφυλή· οὐκοῦν οὐκ ἀπό γε τῶν σχημάτων, ἀλλ᾽ ἐξ αὐτῶν τῶν ἑκάστῳ βεβιωμένων, διαγνωστέον τὸν διδάσκαλον. Εἵρηται ταῦτα καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· πλὴν ἐκεῖ μὲν περὶ τῶν πλάνων, ἐνταῦθα δὲ περὶ τῶν κεκαθαρμένων καὶ καθαιρόντων ἑτέρους, καὶ περὶ τῶν ἀκαθάρτων καὶ καθαίρειν ἅλλους πειρωμένων.

Παραβολικῶς δὲ τούτους μὲν ὠνόμασε δένδρα, καρποὺς δὲ τὰς πράξεις αὐτῶν· καὶ παραινεῖ προσέχειν ταῖς πράξεσι τούτων, αἱ εἰσι καρπὸς, καὶ μὴ τοῖς λόγοις, οἵ εἰσι φύλλα. <Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν.> (A f. 112) Ἀποδείξας ἐν τοῖς προλαβοῦσι, πόθεν ἂν διαγνωσθείη ὁ ἀγαθὸς καὶ ὁ πονηρὸς, ὅτι ἐπὶ τῶν ἔργων, ὡς τὸ δένδρον ἐκ τοῦ καρποῦ, νῦν καὶ δι᾽ ἑτέρου σημείου τοῦτο κατασκευάζει. Ὁ μὲν γὰρ ἀγαθὸς, φησὶν, ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας, πηγάζει τὰ ἀγαθά· ὁ δὲ μὴ οὕτως ἔχων, φαυλότητι δὲ καὶ πονηρίᾳ κεκρατημένον ἔχων τὸν νοῦν, ἐνδώσει πάντως τὰ ἐν τῷ βάθει κεκρυμμένα· τὰ γὰρ εἰς νοῦν καὶ καρδίαν ἐπιπηδᾷ διὰ τοῦ πρὸς τὰ ἄνω τρέχοντος λόγου. Οὐκοῦν ὁ χρηστὸς τοὺς τρόπους τὰ αὐτῷ πρέποντα λαλεῖ· ὁ δὲ φαῦλός τε καὶ πονηρὸς τὴν ἐν τῷ βάθει κειμένην ἀκαθαρσίαν ἐρεύξεται. <Τί δέ με καλεῖτε, Κύριε, Κύριε;> Μόνῃ μέντοι πρέπει τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει τὸ τῆς κυριότητος ὄνομά τε καὶ πράγματα· κρατεῖ γὰρ καὶ κατεξουσιάζει τῶν ὅλων· «Εἶς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Καὶ αὗθις· «Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα.»

Μόνον οὖν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς Κύριον, τὸν συμβασιλεύοντα τῷ Θεῷ καὶ Πατρὶ Θεὸν Λόγον, οὕτως αὐτὸν ὀνομάζομεν· ἀλλὰ, «Τί δῆτα, φησὶ, καλεῖτε Κύριον,» οὐ ποιεῖτε δὲ ἂ λέγω; ἀληθὲς γὰρ τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· «Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἦν ἡ δόξα μου;

Καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος; Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ, λέγει Κύριος παντοκράτωρ.» Ἐπισφαλὲς οὖν ἄρα καὶ τῆς ἐσχάτης ἄξιον δίκης, τὸ μὴ ὑποκεῖσθαι θέλειν τῷ τῶν ὅλων κρατοῦντι Χριστῷ. Κατίδῃ δ᾽ ἄν τις ἐκ πολλῶν μὲν καὶ ἄλλων, κἀκ τῶνδε μέντοι· τὸν μὲν γὰρ γνήσιον οἰκέτην, ἐξαιρέτοις τιμαῖς στεφανούμενον, τὸν δὲ ἀπειθῆ καὶ ῥᾴθυμον, εἰς τὸ σκότος δραμόντα τὸ ἐξώτερον. Οἱ γὰρ λαβόντες τὰ τάλαντα, καὶ διπλασιάσαντες τῷ δεσπότῃ τὸ δοθὲν, ἐπαίνοις τετίμηνται· τόν γε μὴν εἰς γῆν καταχώσαντα τὸ δοθὲν ὡς ῥᾴθυμον, σκληρᾷ καὶ ἀφύκτῳ περιβέβληκε δίκῃ.

Κἀκεῖνο δὲ, οἶμαι, τοῖς εἰρημένοις προσεπενεχθῆναι δεῖ. Ἐν γὰρ τῷ βούλεσθαι τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποκεῖσθαι λόγοις, καὶ δουλεύειν αὐτῷ, τὸ τῆς ἐλευθερίας ἀξίωμα διὰ τῶν αὐτοῦ πάλιν νευμάτων καταπλουτήσομεν.

Ἔφη γοῦν τοῖς πιστεύσασιν εἰς αὐτόν· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν· καὶ ἡ ἀλήθεια ἐλευθεροῖ ὑμᾶς.» Οὐκοῦν τῆς ἐλευθερίας τὴν δόσιν διὰ τῆς ὑπακοῆς κερδαίνομεν· τοῦτο δέ ἐστιν ἡ ὑπ᾽ αὐτῷ δουλεία· τοῦτο καὶ υἱοὺς ἡμᾶς ἀποτελεῖ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους αὐτοῦ τοῦ Χριστοῦ. Καὶ αὐτός σε πάλιν πιστώσεται λέγων· «Πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας·» ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. «Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε.» Οὐκοῦν εἰ Δεσπότην ὀνομάζομεν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ποιῶμεν ἃ λέγει· «Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὁποία γε μὴν ἡ ὄνησις ἐν τῷ βούλεσθαι τηρεῖν τὰ προστεταγμένα, τί δ᾽ ἂν γένοιτο βλάβος ἐν τῷ μὴ ὑποτάττεσθαι θέλειν, αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· <Πᾶς ὁ ἐρχόμενος πρός με, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, κ.τ.

λ.> (Af. 112 b, Ef. 68 b) Ὁ γὰρ εὐπειθὴς καὶ εὐάγωγος, οὐκ ἀκροατὴς νόμου γενόμενος μᾶλλον, ἀλλὰ ποιητὴς ἔργων, ἑδραιοτάτην ἕξει τὴν στάσιν, τὴν ἐν παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ· ἔσται δὲ οἰκίᾳ παραπλήσιος ἱδρυμένῃ καλῶς, καὶ ἀκατάσειστον ἐχούσῃ τὸν θεμέλιον· ὥστε κἂν χειμάῤῥου δίκην ἤτοι πλημμύρας ὑδάτων προσβάλωσιν οἱ πειρασμοὶ, καὶ ἡ τῶν ἐν ἡμῖν παθῶν ἀγριότης, πείσεται τῶν ἀπευκτῶν οὐδέν.

Ὁ δὲ μόνην ὑπέχων τὴν ἀκοὴν οἷς ἂν λέγοι Χριστὸς, ἀπόθετον δὲ εἰς νοῦν ἔχων οὐδὲν, οὔτε μὴν κατορθώσας τι τῶν κεκελευσμένων, ἔσται πάλιν οἰκίᾳ προσεοικὼς ἑτοιμοτάτῃ πρὸς πτῶσιν· κατενεχθήσεται γὰρ ἐφ᾽ ἃ μὴ θέμις, κατερεθιζούσης ἡδονῆς, καὶ εἰς τοὺς τῆς ἁμαρτίας ἐκφερούσης βόθρους.—(B f. 68 b) Δεῖ γὰρ διὰ τῆς καθ᾽ ἡμέραν ἀσκήσεως βεβαιοῦν ἑαυτοὺς τοῖς τοῦ Κυρίου παραγγέλμασιν, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων προσβαλοῦσα ἡδονὴ, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσῃ· ἀλλ᾽ ἐνευδοκιμήσῃ τοῖς ἐναντίοις πράγμασιν, ἀκατάλυτος οὖσα ἡ ἀρετή· καὶ μὴ τῷ πτώματι περιφανεῖς, ἀλλὰ τῇ νίκῃ γενώμεθα. Περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσιν.

Ἀθλίους δὲ ποιεῖ τοὺς ἀνθρώπους ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον· οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χειμάῤῥους τῶν τοῦ πονηροῦ προσπαιγμάτων ὑφελκύσας, τὴν ὑποβάθραν διέλυσέ τε καὶ διεσκόρπισε, μηδὲ ὀλίγον ἐπισχόντα πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα.