Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η θεραπεία του δούλου του εκατοντάρχου, ο Πρόδρομος και η αμαρτωλή γυναίκα

Τα θαύματα της ιάσεως του δούλου και της αναστάσεως του υιού της χήρας στη Ναΐν, το μήνυμα του Προδρόμου, ο έλεγχος της ιουδαϊκής απιστίας και η άφεση αμαρτιών στην οικία του Φαρισαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 22

ΚΕΦ. Ζʹ. <Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.> (A f. 114) Ὁσίᾳ δὴ οὖν ψήφῳ Θεοῦ τῆς μὲν πρὸς αὐτὸν οἰκειότητος ἀπώλισθεν ὁ Ἰσραήλ· ἀντεισκέκληται δὲ καὶ προσελήφθη τὰ ἔθνη, ἑτοιμοτέραν ἔχοντα τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Καὶ πιστώσεται πάλιν ἡμᾶς τοῦτο λέγων ὁ θεσπέσιος Μελῳδὸς περὶ αὐτῶν· ποτὲ μέν· «ὅτι Τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν, προσέσχε τὸ οὖς σου·» ποτὲ δέ· «Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν.» Εἰ γὰρ καὶ πολλαῖς ἁμαρτίαις ἦσαν βεβαρημένοι, ἀλλ᾽ ὅμως ἐτάχυναν πρὸς παραδοχὴν τῶν Χριστοῦ παιδευμάτων. Περὶ δέ γε τοῦ Ἰσραὴλ προφητικός φησι λόγος· «Ἀπώσεται αὐτοὺς ὁ Θεὸς ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν. <Ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν.> (A f. 115 b) Ὅρα δὲ πῶς παραδόξοις συνείρει παράδοξα.

Καὶ ἐκεῖ μὲν καλούμενος ἀπαντᾷ· ἐνταῦθα μὴ καλούμενος παραγίνεται· οὐδεὶς γὰρ αὐτὸν ἐκάλει ἐπὶ νεκροῦ ἀνάστασιν, ἀλλ᾽ αὐτόκλητος ἐπὶ ταύτην ἀφικνεῖται. Οἰκονομικώτατα δέ μοι δοκεῖ, τῷ πρώτῳ συνάψαι καὶ τοῦτο· οὐδὲν γὰρ ἦν τὸ ἀπεικὸς ἐννοεῖν, ὡς ἐνστήσεταί τις ἔσθ᾽ ὅτε τῇ τοῦ Σωτῆρος δόξῃ μαχόμενος, εἶτα λέγων· Τί τὸ θαῦμα ἐπί γε τῷ παιδὶ τοῦ ἑκατοντάρχου τετελεσμένον; Ἄῤῥωστος ἦν, οὐ πάντως ἔμελλε τελευτᾷν· καὶ τοῦτο γέγραφεν ὁ εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος· ἵνα τοίνυν τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξῃ γλῶσσαν, τεθνεῶτι τῷ νεανίσκῳ Χριστὸν ὑπαντῆσαί φησι, μονογενεῖ υἱῷ χήρας· ἐλεεινὸν τὸ πάθος καὶ θρῆνον κινῆσαι δυνάμενον, καὶ δακρύων ἀφορμάς· εἵπετο δὲ τῷ πάθει μεθύουσα καὶ παρειμένη λοιπὸν ἡ γυνὴ, καὶ πολλοὶ σὺν αὐτῇ. <Προσελθὼν ἤψατο τῆς σοροῦ.> (A f. 115 b) Διὰ τί δὲ οὐ λόγῳ μόνον ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; Ἵνα γνοίης ὡς ἔστιν ἐνεργὲς πρὸς σωτηρίαν ἀνθρώπου τὸ ἅγιον σῶμα Χριστοῦ· σῶμα γάρ ἐστι ζωῆς, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου καὶ τὴν αὐτοῦ πεφόρηκε δύναμιν.

Ὥσπερ γὰρ σίδηρος ὁμιλήσας πυρὶ, τὰ πυρὸς ἐνεργεῖ, καὶ τὴν αὐτοῦ χρείαν πληροῖ, οὕτως, ἐπειδήπερ ἰδία γέγονε τοῦ Λόγου ἡ σὰρξ τοῦ τὰ πάντα ζωογονοῦντος, ταύτῃ τοι ζωοποιός τι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική· ζωοποιὸν γὰρ τὸ σῶμα Χριστοῦ εἶναι πιστεύομεν, ἐπείπερ ἐστὶ τοῦ ζῶντος Λόγου ναός τε καὶ ἐνδιαίτημα, πᾶσαν ἔχον αὐτοῦ τὴν ἐνέργειαν. Οὐκ ἠρκέσθη τοίνυν μόνῳ τῷ προστάξαι, καίτοι λόγῳ κατορθοῦν εἰθισμένος ὅσαπερ ἂν βούλοιτο, ἀλλ᾽ ἐπετίθει τῇ σορῷ καὶ τὰς χεῖρας, δεικνὺς ὡς καὶ τὸ σῶμα αὐτοῦ τὴν ζωοποιὸν ἐνέργειαν ἔχει. <Ἔλαβε δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν Θεὸν, κ.τ.λ.> (A f. 115 b, C f. 120 b) Μέγα καὶ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λαῷ· μικρὸν γὰρ ὕστερον οὐδὲ προφήτην οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτόν· ἀλλὰ τὸν θανάτου καταλυτὴν θανάτῳ παραδίδωσιν· οὐκ εἰδότες ὅτι τότε δὴ, τότε κατέλυε θάνατον, ἡνίκα ἐφ᾽ ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο. <Ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ.> (A f. 116, B f. 70 b, C f. 120 b) Ἔλαθε τὸ παράδοξον τοῦ θαύματος οὐδένα τῶν ἐν ὅλῃ τῇ Ἰουδαίᾳ· ἀπαγγέλλουσι δὲ τοῦτο καὶ αὐτῷ τῷ ἁγίῳ Βαπτιστῇ τῶν ἐπιτηδείων τινὲς ἤτοι τῶν μαθητῶν αὐτοῦ· ὁ δὲ δύο τινὰς ἀπολέγδην ἀποκρίνας τῶν ἄλλων, πέμπει πρὸς τὸν Ἰησοῦν, ἐρομένους αὐτὸν, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος, ἢ γοῦν ἕτερον προσδοκᾶσθαι χρή.

Οὐκ ἠγνόησέ γε μὴν ὁ μακάριος Βαπτιστὴς τὸν ἐνανθρωπήσαντα τοῦ Πατρὸς Λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος· εἰργάζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς οὐ μετρίως ὀνήσειν τοὺς ὑπ᾽ αὐτοῦ μαθητευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν ἰδόντες, ἤτοι τὴν δύναμιν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πως καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν Βαπτιστήν. Καὶ δὲ προσῄεσάν ποτε, φθόνῳ τε καὶ λύπῃ κατατετηγμένοι, καὶ νοσημάτων Ἰουδαϊκῶν οὐκ ἀμοιροῦσαν ἔχοντες τὴν καρδίαν· ἔφασκόν τε τῷ μακαρίῳ Βαπτιστῇ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· οὐ γὰρ ἤθελον ἕτερόν τινα βαπτίζειν ὅλως, καὶ τῆς Ἰωάννου κατεπαίρεσθαι τιμῆς· ἐδιδάσκοντο δὲ παρ᾽ αὐτοῦ τῆς Χριστοῦ δόξης τὸ ὑπερκείμενον, καὶ τὴν ἀπαράβλητον ὑπερβολήν. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· »Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ὡς εἶπον· Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.

Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἐστηκὼς καὶ ἀκούων αὐτοῦ τῆς φωνῆς, χαρᾷ χαίρει διὰ τὴν χαρὰν τοῦ νυμφίου· αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Καὶ οὐ δήπου φαμὲν ὡς ἐλάττων ἑαυτοῦ γέγονε· κατά τι γοῦν ὅλως ὁ μακάριος Βαπτιστὴς, προσθήκην ἀεὶ δεχομένης τῆς δόξης τοῦ Χριστοῦ, παρά γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἐπειδὴ δὲ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις μεμένηκεν ὁ μακάριος Ἰωάννης. Οὐ γὰρ ἦν ἑτέρωσέ ποι προελθεῖν αὐτὸν δύνασθαί ποτε· Θεὸς δὲ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐνανθρωπήσας Λόγος, εἰς δύναμιν ἀεὶ τὴν αὐτῷ πρέπουσαν ἀναφοιτῶν, παρὰ πάντων ἐθαυμάζετο· ταύτῃ τοι φησί· «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Τοῦ γὰρ ἀεὶ προκόπτοντος, ὁ ἐν ταυτότητι μένων, ἐλαττοῦσθαι δοκεῖ.

Ἵνα τοίνυν βεβαίαν ἐργάσηται πίστιν, εἰς αὐτὸν δηλονότι, τοῖς ἔτι ὀκλάζουσι καὶ οὔπω πεπληροφορημένοις ὡς αὐτὸς εἴη Χριστὸς, προσποιεῖται τὴν ἄγνοιαν· εἶτα πέμπει πρὸς αὐτὸν ἐρομένους καὶ λέγοντας· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Ἐρχόμενος δὲ ποῦ; φαῖεν ἂν ἴσως τινές. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ ἔμελλε, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ τὸν ἐκ τῆς Ἡρώδου σκαιότητος θάνατον ὑπομένειν ὁ Βαπτιστὴς, προαποδημεῖν δὲ ὥσπερ Χριστοῦ, καὶ τῆς εἰς τὸν ᾅδην ἀφίξεως προβαδίζειν ὡς πρόδρομος, ἐρωτᾷ, φησὶ, εἰ αὐτὸς ἥξει κἀκεῖσε, λυτρωσάμενος τοὺς ἐν σκότῳ καὶ σκιᾷ θανάτου. Ἔκβλητος δὲ παντελῶς ἡ τοιάδε δόξα· οὐδαμοῦ γὰρ εὑρήσομεν τὴν θεόπνευστον Γραφὴν ἀπαγγείλασαν, ὅτι καὶ τοῖς ἐν ᾅδῃ πνεύμασι προκατήγγειλε τοῦ Σωτῆρος τὴν ἄφιξιν ὁ μακάριος Βαπτιστής. Ἀληθὲς δὲ κἀκεῖνο εἰπεῖν· ὅλην γὰρ ἅπαξ οὐκ ἠγνοηκὼς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὴν δύναμιν, ᾔδει πάντως που ὑπὲρ τῶν ἄλλων, ὅτι καὶ τοὺς ἐν ᾅδῃ λυτρώσεται, καὶ αὐτοῖς ἐπιλάμψει χάριτι Θεοῦ ὑπὲρ παντὸς γενόμενος θανάτου, ἵνα, ὡς Παῦλός φησι, καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί οὖν ἄρα βούλεται νοεῖν, ἐρωτῶν καὶ λέγων· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;»

Ἔφην, ὅτι πλάττεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον· ἀλλ᾽ ἵνα πληροφορηθεῖεν οἱ αὐτοῦ μαθηταὶ, ὅση τις ἐστὶν ἡ τοῦ Σωτῆρος ὑπεροχή· καὶ ὅτι τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται, προαπεσταλμένοι Δεσπότου, ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γέγραπται.

Ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχόμενος, ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Ψάλλει γοῦν ὁ προφήτης Δαβὶδ, καί φησιν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τουτέστιν ἐν δόξῃ θεοπρεπεῖ, καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπέκεινα.

Καὶ τοῦτο πάλιν αὐτὸς καταμεμήνυκεν ἐφεξῆς, εἰπών· »Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἦλθε μὲν γὰρ Μωϋσῆς, καὶ μετ᾽ αὐτὸν ἐστρατήγησε τῶν ἐξ Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ καθεξῆς, οἱ μακάριοι προφῆται, καὶ οὐδεὶς ἐκείνων ἐν ὀνόματι Κυρίου τοῖς ἐπὶ γῆς ἐπιλάμψαι λέγεται. Θεὸς δὲ Κύριος ὢν φύσει καὶ ἀληθῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐπέφανεν ἡμῖν· οὕτως αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε, λέγων Ἀββακοὺμ τῷ προφήτῃ· «Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.» Ναὶ μὴν καὶ δι᾽ ἐτέρου προφήτου πάλιν ὧδέ φησιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.»

Ὃ δὴ καὶ εἰς πέρας ἐκβεβηκὸς, δι᾽ αὐτῶν ἔστιν ἰδεῖν τῶν πραγμάτων· οὐκοῦν ὡς ἔκ γε τῆς θεοπνεύστου Γραφῆς τὸ ὄνομα λαβὼν ὁ θεσπέσιος Βαπτιστὴς, ἐρομένους ἀπέστειλεν τῶν αὐτοῦ γνωρίμων τινὰς, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος. <Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλούς.> (A f. 116 b) Εἰδὼς τοίνυν ἅτε Θεὸς ὢν τὴν διάνοιαν, μεθ᾽ ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, καὶ τὴν οἰκονομίαν τοῦ πράγματος, καὶ τὴν αἰτίαν τῆς ἐκείνων ἀφίξεως, κατ᾽ ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ, πολλαπλασίως τῶν ἤδη γεγενημένων εἰργάζετο τὰς θεοσημείας, καὶ πολλοὺς ἐθεράπευσεν· οὐκ ἐκεῖνον διδάσκων, πῶς γὰρ τὸν πεπεισμένον; ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας. Γεγονότες οὖν ἄρα τῆς ἐνούσης μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν, ὡς ἐξ Ἰωάννου λέγοντες, Εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος;

Ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὸ, Ἐγώ εἰμι, ἀλλ᾽ ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι᾽ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵνα εὐαφόρμως τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· ὅθεν οὐδὲ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην τοῦ πέμψαντος ἀπεκρίνατο.

Πορευθέντες γὰρ, φησὶ, ἀπαγγείλατε Ἰωάννῃ ἅπερ ἠκούσατε μὲν διὰ τῶν προφητῶν, εἴδετε δὲ πληρωθέντα δι᾽ ἐμοῦ. Ἐκεῖνα γὰρ οἰκονομικῶς εἰργάζετο κατ᾽ ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγειλον. Τίνα δὲ ταῦτα; Τυφλῶν διόρθωσις, λεπρῶν κάθαρσις, κωφῶν ἀκοὴ, νεκρῶν ἔγερσις, καὶ τὰ ἑξῆς· ἐφ᾽ οἷς ἐπάγει θεοπρεπῶς· «Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.» Τί τοῦτο λέγων, ἢ δεῖξαι βουλόμενος, ὡς καὶ αὐτοῦ τὰ βλέφαρα, ᾗ φησιν ὁ θεῖος Δαβὶδ, ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τὰ ἐν καρδίᾳ αὐτοῖς στρεφόμενα τοὺς ὀφθαλμοὺς ἐκείνου διέφυγεν οὐδαμῶς; αὐτοὶ γὰρ ἄντικρυς οἱ σκανδαλιζόμενοι. <Ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου.> (A. f. 118) Ὅρα δὲ πάλιν ἐν τούτοις ὅσην ἐποιήσατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μακρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος· τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν· προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ ἀξιέραστον τοῖς ἀκροωμένοις ἐδείκνυεν.

Εἶτα εἰκόνα ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς, ἐν γεννητοῖς γυναικῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησι τὸ μειζόνως ἀγαθὸν, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς Υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύματος· βασιλείαν γὰρ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τό· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.» Μείζων οὖν ἄρα παντὸς γεννητοῦ γυναικὸς, ὁ τῇ τοῦ Πνεύματος ἀναγεννήσει τετιμημένος· οἱ γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ πατέρα τὸν τῶν ὅλων Θεὸν ἐπιγράφονται, οὐκέτι χρηματίζοντες γεννητοὶ γυναικῶν, ὡς Ἰωάννης καὶ οἱ πρὸ αὐτοῦ, ἀλλ᾽ ἐκ Θεοῦ γεννηθέντες, καὶ θείας κοινωνοὶ γενόμενοι φύσεως. Οὐκοῦν κἂν ἐλάττονες ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, κατά γε τὴν τῆς ζωῆς ἁγιότητά φημι, ἀλλ᾽ ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καίτοι τοιοῦτος ὑπάρχων εἰς ἀρετὴν ὁ Βαπτιστὴς, ὁμολογεῖ σαφῶς ἐν χρείᾳ καθεστηκέναι τοῦ ἁγίου βαπτίσματος· «Ἐγὼ γὰρ, φησὶ, χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Οὐκ ἂν δὲ ἐδεήθη, εἰ μή τι πλέον ἦν ἐν αὐτῷ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης ὑπερκείμενον. Κἀκεῖνο δὲ τὸ, ἐκ τῶν Ἰωάννου ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, οὐκ εἴρηται ὡς οὐδενὸς πρὸ αὐτοῦ ταύτην ἁρπάσαντος. Ποῖ γάρ ποτε τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται;

Ἀλλ᾽ ὅτι κατὰ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. <Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; κ.τ.λ.> (B f. 71 b). Μὴ σχῆμα ἔχει περίβλεπτον; μὴ βασιλικὸν ἀξίωμα; μὴ βασιλικὰς εἶχεν ἐντολάς; καὶ γράμματα, καὶ δόγματα, καὶ νόμους ἐπεφέρετο βασιλικούς; μὴ λαμπρὸς ἦν κατὰ τὸ φαινόμενον; Οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐκ αὐτοσχέδιον εἶχε τροφήν;

Μή τι τοιοῦτον προετρέψατο ὑμᾶς ἐκεῖ ἀπελθεῖν; Εἰ δὲ ὡς εἰς προφήτην χρησίμως ἐξήλθετε, ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Ὁ μὲν γὰρ προφήτης προλέγει μόνον, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν, εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ᾽ ὅτι ἀγγέλου ἔργον ἐποίησεν, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν. Εἶτα τὸ, «περισσότερον προφήτου,» παρατιθέμενος, τὸ, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου ἔμπροσθέν σου,» διηγεῖται. Μείζων γὰρ προφήτου ὁ μαρτυρούμενος ὑπὸ Θεοῦ, ὅτι ἄγγελος αὐτοῦ ὢν, ἀποστέλλεται πρὸ προσώπου τοῦ Χριστοῦ, κατασκευάσων τὴν ὁδὸν αὐτοῦ. Μαρτυρία γὰρ μεγάλη περὶ Ἰωάννου, «καὶ περισσότερον προφήτου.» Ὅτι προφητευομένου τοῦ Χριστοῦ ἐλεύσεσθαι, καὶ οὗτος συμπροεφητεύθη αὐτῷ, ὡς προελευσόμενος αὐτοῦ ὁ ἄγγελος. <Μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν.> (B f. 72). Ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι γεννητοὶ γυναικῶν, ἀλλ᾽ υἱοὶ Θεοῦ χρηματίζουσι· «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.»

καὶ ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις αὐτῶν κράζον, Ἀββᾶ, ὁ Πατήρ.» Ὅτε γὰρ ἀνεβίω Χριστὸς σκυλεύσας τὸν ᾅδην, τότε τοῖς πιστεύσασιν εἰς αὐτὸν τὸ τῆς υἱοθεσίας δέδωκε Πνεῦμα, καὶ πρό γε τῶν ἄλλων τοῖς οἰκείοις μαθηταῖς· «Ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,» καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὅλως γεγόνασι θείας κοινωνοὶ φύσεως, τὸ Δεσποτικὸν καὶ κατεξουσιάζον τῶν ὅλων πλουτήσαντες Πνεῦμα, ταύτῃ τοι καὶ θεοπρεπὲς ἀξίωμα περιτέθεικεν αὐτοῖς, τὸ ἀφιέναι φημὶ τὰς ἁμαρτίας ὧν ἂν βούλωνται, κρατεῖν δὲ καὶ τὰς ἑτέρων. Ὅτι δὲ πρὸ τῆς ἀναφοιτήσεως οὐκ ἦν ἐν ἀνθρώποις τῆς υἱοθεσίας τὸ Πνεῦμα, ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης δηλοῖ, λέγων· «Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη·» δόξαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον λέγων. Ἐκεῖ γὰρ ἀναφοιτήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἔπεμψεν ἡμῖν ἀνθ᾽ ἑαυτοῦ τὸν Παράκλητον, καὶ ἐν ἡμῖν ἐστι δι᾽ αὐτοῦ· καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν, εἰπών· «Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς.»

Λοιπὸν οὖν κἂν ἐλάττους ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην ἐχόντων, κατά γε τὴν τῆς ζωῆς ἀστειότητά φημι, ἀλλ᾽ ἐν μείζοσι γεννητῶν γυναικὸς διὰ Χριστόν. <Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις.> (A f. 118 b, B f. 73, C f. 121 b). Ἦν τάχα που παιγνίου τις τρόπος παρὰ τῶν Ἰουδαίων παισὶν οὕτως ἔχων· Εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τῶν ἑτέρων τὴν εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ᾽ οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο, οὔτε μὴν τοῖς κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες, συνεπλάττοντο. Εἶτα ἀλλήλοις ἐνεκάλουν τρόπον τινὰ τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον.

Τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν, ἰσχυρίζετο Χριστός. (B f. 73) Ἦλθον γὰρ οἱ προφῆται τὰ ἐσόμενα προαναφωνοῦντες σκυθρωπὰ, καὶ πρὸς θρῆνον διεγερτικά· εἶτα μετ᾽ ἐκείνους ἐλήλυθεν ὁ Χριστὸς, καὶ οἱ ἀπόστολοι αὐλοῦ δίκην ἐξηχοῦντες τὸ τῆς βασιλείας κήρυγμα, καὶ τὴν χάριν τῆς μετανοίας. Ἀλλ᾽ οἱ σκληροκάρδιοι Ἰουδαῖοι οὐ μόνον οὐκ ἐκόψαντο ἐπὶ τοῖς προτέροις, ἀλλ᾽ οὐδὲ ὠρχήσαντο ἐπὶ τοῖς δευτέροις, μηδὲν ἔργον ἀρετῆς διαπραξάμενοι. <Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων.> (A f. 118 b, B f. 73). Διὰ ποίου πράγματος σαγηνευθήσῃ πρὸς πίστιν, ἀσύνετε Φαρισαῖε, πάντα διασύρων ἀδιακρίτως, καὶ οὐδὲν ἀξιῶν ἐπαινεῖν;

Προεβάδισε τοῦ Σωτῆρος ὁ μακάριος Βαπτιστὴς, «Μετανοεῖτε,» λέγων, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἀξιόχρεως ἦν εἰς τὸ δύνασθαι πείθειν, καὶ ἐξ αὐτῆς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου ζωῆς μαρτυρούμενος· εἶτα κακίζειν τὸν τοιοῦτον ἀποτολμᾷς, ὃς ἔδει μᾶλλον τοῦ παντὸς ἀξιοῦσθαι θαύματος; Δαιμονᾷν ἔφης τὸν κατανεκροῦντα ταῖς ἀσιτίαις τῆς ἁμαρτίας τὸν νόμον, τὸν φωλεύοντα τοῖς μέλεσι τῆς σαρκὸς, καὶ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν; Ὁδὸς ἦν ὁ μακάριος Βαπτιστὴς τῆς εἰς Χριστὸν εὐσεβείας. Ἴδωμεν δὲ καὶ τὸν ἕτερον, ὃς δοκεῖ πως τὴν ἐναντίαν ἰέναι τρίβον τῆς τοῦ ἁγίου Βαπτιστοῦ πολιτείας. Οὐκ ἦν ἐν ἐρήμῳ Χριστὸς, ἐν ἄστει δὲ μᾶλλον ἐποιεῖτο τὴν διατριβὴν ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις· καὶ ἡ δίαιτα δὲ οὐ σκληραγωγίαν εἶχε τοιαύτην, ὁποία τις ἦν ἡ τοῦ ἁγίου Βαπτιστοῦ.

Ἆρ᾽ οὖν ἐπαινεῖς κἂν τοῦτον; Οὐδαμῶς· γέγονας δὲ φιλαίτιος καὶ ἐπ᾽ αὐτῷ τῷ Χριστῷ. Ἔφης γάρ· «Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης.» Ποῦ δὲ τοῦτο δεικνύειν ἔχεις; Καί τοι Μαρίας καὶ Μάρθας ὑποδεξαμένων ἐν Βηθανίᾳ ποτὲ, εἶτα μιᾶς τῶν ὠνομασμένων περὶ πολλὴν διακονίαν περισπωμένης, ἀνακόπτων ὁρᾶται Χριστὸς τὸ πέρα μέτρου, καὶ καταῤῥυθμίζων ἡμᾶς εἰς αὐτάρκειαν· ἔφη γάρ· «Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·» ὀλίγων δέ ἐστι χρεία, ἢ ἐνός.

Ἦν δὲ τοιοῦτος ἀεί τε καὶ πανταχοῦ. Τελώναις δὲ συνηυλίζετο, ἀνάλωτος ὢν αὐτὸς ἁμαρτίας παντελῶς· ἔφη γάρ· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Οὐκοῦν οὐδὲν ἂν ἠδικήθη καὶ συνὼν ἁμαρτωλοῖς, τοὐναντίον δὲ πάσης αὐτοῖς ὠφελείας καὶ σωτηρίας ἐγίνετο πρόξενος· ἔλεγε γάρ· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.» Ὑμᾶς μὲν γὰρ ὁ διὰ Μωϋσέως νόμος μὴ συνδιαιτᾶσθαι πονηροῖς ἐκέλευσεν, ἵνα μὴ ὡς ἀσθενεῖς καὶ πρὸς ἁμαρτίαν εὔκολοι, ῥᾳδίως εἰς τὸν αὐτὸν τῆς ἀσεβείας ἐμπέσητε βυθόν. Εἰ γὰρ ἑδραῖοι ἦτε πρὸς ἀρετὴν, καὶ πρὸς εὐσέβειαν εἴχετε βεβηκότα τὸν νοῦν, οὐκ ἂν κεκώλυκε. Χριστὸς δὲ τί ἂν πάθοι τῶν ἀδικεῖν πεφυκότων;

Ἀλλ᾽ ἠγνόησας παντελῶς τὸ περὶ αὐτοῦ μυστήριον. Θεὸς γὰρ ὢν Λόγος, γέγονε μεθ᾽ ἡμῶν, τουτέστιν ἐσαρκώθη δι᾽ ἡμᾶς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ· τοῦ δὲ κατακρίνοντος ἦν, τὸ μὴ συνεῖναι θέλειν τοῖς οὖσιν ἐν ἁμαρτίαις· τοῦ δὲ σώζειν ἐθέλοντος, τὸ καὶ συνιέναι καὶ νουθετεῖν, καὶ τῶν αἰσχιόνων ἀναπείθειν ἀποφοιτᾷν· καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, τὴν τῆς εἰς αἰῶνα ζωῆς ἀνθελέσθαι τρίβον· οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ μολύνεται ἥλιος πᾶσαν φωτίζων τὴν ὑπ᾽ οὐρανὸν, καὶ ἀκαθάρτοις πολλοῖς σώμασιν ὁμιλῶν· οὐδὲ ὁ τῆς δικαιοσύνης ἥλιος ἀδικηθείη ἂν κατ᾽ οὐδένα τρόπον, πονηροῖς ἀνθρώποις συναναστρεφόμενος. Μηδεὶς δὲ τὸ ἑαυτοῦ μέτρον Δεσποτικοῖς ἀξιώμασιν ἁμιλλᾶσθαι ζητείτω· ἀλλὰ τὴν ἑαυτοῦ ἀσθένειαν ἕκαστος λογιζόμενος, τὴν τῶν τοιούτων φευγέτω συνήθειαν· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Νουθετεῖν δὲ τοὺς τοιούτους, τὸ κωλύον οὐδέν. <Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ.> (A f. 119 b). Κέκληται μὲν οὖν παρ᾽ ἑνὸς τῶν Φαρισαίων ὁ Κύριος· ἐπειδὴ δὲ χρηστός ἐστι καὶ φιλάνθρωπος, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, κατένευσεν αἰτοῦντι τὴν χάριν, καὶ εἰσελθὼν κατεκλίθη.

Εἶτα γύναιον ἐπειστρέχει, ἀκόλαστον μὲν ἐν τῷ βίῳ γενόμενον, πιστὴν δὲ προαίρεσιν ἐπιδεικνύμενον, καὶ τὸν ἐπὶ τοῖς φθάσασι μῶμον οὐκ ἀγνοήσασα, παρεκάλει Χριστὸν ὡς ἀποσμῆξαι δυνάμενον καὶ ἀπαλλάξαι παντὸς αἰτιάματος, καὶ τῶν ἡμαρτημένων δωρήσασθαι ἄφεσιν.

Ἔδρα δὲ τοῦτο στᾶσα ὀπίσω· ἔμπροσθεν γὰρ ἑστάναι οὔπω ἠδύνατο πρὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν.