Μή τι τοιοῦτον προετρέψατο ὑμᾶς ἐκεῖ ἀπελθεῖν;
Εἰ δὲ ὡς εἰς προφήτην χρησίμως ἐξήλθετε, ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Ὁ μὲν γὰρ προφήτης προλέγει μόνον, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν, εἰπών· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ᾽ ὅτι ἀγγέλου ἔργον ἐποίησεν, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν. Εἶτα τὸ, «περισσότερον προφήτου,» παρατιθέμενος, τὸ, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου ἔμπροσθέν σου,» διηγεῖται. Μείζων γὰρ προφήτου ὁ μαρτυρούμενος ὑπὸ Θεοῦ, ὅτι ἄγγελος αὐτοῦ ὢν, ἀποστέλλεται πρὸ προσώπου τοῦ Χριστοῦ, κατασκευάσων τὴν ὁδὸν αὐτοῦ. Μαρτυρία γὰρ μεγάλη περὶ Ἰωάννου, «καὶ περισσότερον προφήτου.» Ὅτι προφητευομένου τοῦ Χριστοῦ ἐλεύσεσθαι, καὶ οὗτος συμπροεφητεύθη αὐτῷ, ὡς προελευσόμενος αὐτοῦ ὁ ἄγγελος. <Μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν.> (B f. 72). Ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι γεννητοὶ γυναικῶν, ἀλλ᾽ υἱοὶ Θεοῦ χρηματίζουσι· «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.»