Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Πρόλογος, γεγονότα της Γεννήσεως και Νηπιότης του Κυρίου

Ερμηνεία του προλόγου του Ευαγγελίου, του Ευαγγελισμού, της Γεννήσεως του Προδρόμου και του Χριστού, καθώς και των γεγονότων της Υπαπαντής και της δωδεκαετούς ηλικίας του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 1 από 22

ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. <Οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου.> (Cod. A f. 2 b, E f. 5) Τοῦ Λόγου δὲ τοῦ ἐνυποστάτου καὶ ζῶντος αὐτόπτας εἰπὼν τοὺς ἀποστόλους, συμπεφώνηκε τῷ Ἰωάννῃ λέγοντι τὸν Λόγον σάρκα γεγονέναι, καὶ ἐσκηνωκέναι ἐν ἡμῖν, καὶ τεθεωρῆσθαι τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.

Διὰ γὰρ τῆς σαρκὸς, θεωρητὸς ὁ Λόγος κατέστη, ὁρατῆς οὔσης καὶ ψηλαφητῆς καὶ ἀντιτύπου, ἀθεώρητος ὢν τὸ καθ᾽ ἑαυτόν· καὶ πάλιν ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη.» Οὐκ ἀκούεις ὅτι ψηλαφητὴν ὀνομάζει τὴν ζωήν; ἵνα ἐνανθρωπήσαντα νοῇς τὸν Υἱὸν, καὶ ὁρατὸν μὲν κατὰ σάρκα, ἀόρατον δὲ κατὰ τὴν θεότητα. <Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.> (A f. 17) Ἰσοκλεὴς γὰρ τῷ φύσαντι, κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων ὁ ἐξ αὐτοῦ πεφηνὼς Υἱὸς νοοῖτ᾽ ἂν εἰκότως. Οὐ γὰρ ὅτι γέγονεν ἄνθρωπος οἰκονομικῶς, μειονεκτεῖτο κατά τι γοῦν ὅλως αὐτοῦ· οὐδὲν γὰρ εἰς ἰδίαν ἠδικήθη φύσιν, ἀπό γε τῶν καθ᾽ ἡμᾶς γενέσθαι δι᾽ ἡμᾶς· ἐπειδὴ ἄτρεπτος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος· διὰ τοῦτο καὶ Θεὸς καὶ Ὕψιστος καὶ Κύριος ὀνομάζεται καὶ διὰ τῆς ἀγγέλων φωνῆς. <Ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.> (E f. 50 b, F f. 734) Ἀποροῦσι δὲ πάλιν τινὲς, εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γενόμενα ἤδη καὶ πραχθέντα, δύναται ποιῆσαι μὴ γεγενῆσθαί ποτε· κατὰ τὸ, «Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα.» Οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον εἰ τὴν πόρνην δύναται ποιῆσαι παρθένον ἐκ κοιλίας μητρὸς, ἵνα μήτε εἴη ποτὲ πόρνη, μήτε λέγοιτο, ὅτι παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ.

Πρὸς οὓς ἐροῦμεν, ὅτι ζητεῖσθαι χρὴ παρ᾽ ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν Εἰ μεγάλη καὶ ἀξιάγαστος, ὅτε τὸ δρώμενον ἐστιν οὐκ ἀπεικὸς τῇ θείᾳ δόξῃ· οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων αὐτὸν ἐργάτην ὁρᾶσθαι προσήκει· νοοῦμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν, Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, ἢ ἁμαρτίας δεκτικὸν, ἢ μὴ εἶναι ἀγαθὸν, ἢ ζωὴν, ἢ δίκαιον. Δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. Διὰ τί δὲ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν μὴ ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; Ὅτι οὐ δύναται τὸ ψεῦδος ἀλήθειαν ποιῆσαι· καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις οὐκ ἀνεχομένης τι παθεῖν, ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς. Ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε.

Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχὴν, μηδὲ τὴν θείαν ἀγνοεῖν φύσιν, μᾶλλον δὲ τῆς φύσεως ἐκείνης ἐξαίρετα. <Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.> (E f. 56, F f. 740) Οὐκ ἀκούεις καὶ τοῦ Δαβὶδ ψάλλοντος· «Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός;» Κληρονομία γὰρ Κυρίου οἱ διὰ πίστεως αὐτῷ υἱοθετηθέντες, οἳ καὶ μισθός εἰσι Χριστοῦ, τοῦ γεγονότος καρποῦ τῆς παρθενικῆς γαστρός· κατὰ τὸ, «Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» <Ἐποίησε κράτος ἐν βραχίονι αὑτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν, κ.τ.λ. (B f. 16, H f. 44 b.) Αἰνίττεται ὁ βραχίων τὸν ἐξ αὐτῆς φύντα Λόγον. Ὑπερηφάνους δὲ λέγει τοὺς πονηροὺς δαίμονας μετὰ τοῦ ἄρχοντος αὐτῶν πεσόντας δι᾽ ἔπαρσιν, καὶ τοὺς Ἑλλήνων σοφοὺς τὴν δοκοῦσαν τοῦ κηρύγματος μωρίαν μὴ προσδεξαμένους, καὶ Ἰουδαίους πιστεῦσαι μὴ βουληθέντας, οἵτινες διεσκορπίσθησαν, ἀνάξια διανοηθέντες περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· δυνάστας δὲ τοὺς Γραμματεῖς, καὶ Φαρισαίους φησὶ τοὺς τὰς πρωτοκαθεδρίας μεταδιώκοντας.— (A f. 9 b, E f. 59, H f. 48.) Οἰκειότερον δὲ ταῦτα περὶ τῶν ἀλιτηρίων δαιμόνων νοεῖν· τούτους γὰρ καταθρασυνομένους τῆς ὑπ᾽ οὐρανὸν διεσκόρπισεν ἐπιδημήσας ὁ Κύριος, καὶ τοὺς αἰχμαλωτισθέντας ὑπ᾽ αὐτῶν, πρὸς τὴν ὑπακοὴν ἑαυτοῦ ἀντιμετέστησε.

Ταῦτα γὰρ πάντα ἀκολούθησε τῇ προφητείᾳ· <Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς.> (A f. 9 b, H f. 48) Μεγάλα ἐφρόνουν οἱ σκορπισθέντες δαίμονές τε καὶ διάβολος, Ἑλλήνων τὲ σοφοὶ (ὡς ἔφην) καὶ Φαρισαῖοι καὶ Γραμματεῖς· ἀλλὰ τούτους καθεῖλε, καὶ ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα, δεδωκὼς αὐτοῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· ἀπρακτῆσαι δὲ τὰς καθ᾽ ἡμῶν ποιήσας βουλὰς τῶν τῇ διανοίᾳ ὑπερηφάνων· ἦσάν ποτε καὶ Ἰουδαῖοι τῇ δυναστείᾳ γαυρούμενοι· ἀλλὰ καθῃρέθησαν δι᾽ ἀπιστίαν· οἱ δὲ ἐξ ἐθνῶν ἄσημοι ὄντες καὶ εὐτελεῖς, διὰ πίστιν ὑψώθησαν. <Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.> (B f. 16, H f. 44 b, E f. 59 b) Πεινῶντας μὲν τὸ γένος τῶν ἀνθρώπων λέγει· ἐλίμωττον γὰρ πλὴν Ἰουδαίων μόνων· οὗτοι δὲ ἐπλούτουν τῇ νομοθεσίᾳ, τῇ διδασκαλίᾳ τῶν ἁγίων προφητῶν· αὐτῶν γὰρ νομοθεσία ἡ υἱοθεσία, ἡ λατρεία, αἱ ἐπαγγελίαι· ἀλλ᾽ οὗτοι μὲν ὑπερμαζήσαντες, καὶ λίαν τῷ ἀξιώματι ἐπαρθέντες, διὰ τὸ μὴ ταπεινῶς προσελθεῖν τῷ ἐνανθρωπήσαντι, ἐξαπεστάλησαν κενοὶ, μηδὲν ἐπιφερόμενοι, μήτε πίστιν, μήτε γνῶσιν, μήτε ἐλπίδα ἀγαθῶν· ἐκπεπτώκασι γὰρ καὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ, καὶ τῆς μελλούσης ἠλλοτριώθησαν ζωῆς τε καὶ δόξης, ἐπειδὴ οὐκ ἐδέξαντο τὸν ἀρχηγὸν τῆς ζωῆς, ἀλλὰ καὶ ἐσταύρωσαν τὸν Κύριον τῆς δόξης, καὶ ἐγκατέλιπον τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, καὶ ἐξουθένησαν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ κατελθόντα· διὰ τοῦτο καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς λιμὸς ὁ πάντων χαλεπώτατος, καὶ δίψα δίψης ἁπάσης πικροτέρα· οὐ γὰρ ἦν λιμὸς ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν πεινῶντες καὶ διψῶντες καὶ ἐν κακοῖς τὴν ψυχὴν τηκόμενοι, ἐπειδὴ τὸν Κύριον προσήκαντο, ἐνεπλήσθησαν τῶν πνευματικῶν ἀγαθῶν· μετέβη γὰρ εἰς αὐτοὺς τὰ τῶν Ἰουδαίων καλά. <Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους.> (E f. 59 b, F f. 744) Ἀντελάβετο Ἰσραὴλ, οὐ τοῦ κατὰ σάρκα, τοῦ τῷ ὀνόματι ψιλῷ σεμνυνομένου, ἀλλὰ τοῦ κατὰ πνεῦμα, τοῦ τὴν δύναμιν τῆς προσηγορίας τετηρηκότος, τουτέστιν τῶν εἰς αὐτὸν ὁρώντων καὶ πιστευόντων καὶ δι᾽ αὐτοῦ τοῦ Υἱοῦ υἱοθετουμένων, καθὼς καὶ τοῖς πάλαι προφήταις καὶ πατριάρχαις ὁ λόγος καὶ ἡ ὑπόσχεσις· δύναται δὲ καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολλαὶ γὰρ ἐξ αὐτῶν μυριάδες ἐπίστευσαν. «

Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ, καθὼς ἐπηγγείλατο τῷ Ἀβραάμ.» Καὶ εἰς πέρας ἤγαγεν ὅπερ ἦν εἰπὼν πρὸς αὐτὸν, ὅτι «Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» ἐπληροῦτο δὲ αὕτη ἡ ἐπαγγελία, ἐξ αὐτῆς μέλλοντος γεννᾶσθαι τοῦ κοινοῦ Σωτῆρος Χριστοῦ, ὅς ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ἐν ᾧ τὰ ἔθνη εὐλογοῦνται· «Σπέρματος γὰρ Ἀβραὰμ ἐπελάβετο,» καθώς φησιν ὁ Ἀπόστολος, καὶ οὕτω τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν ἐπλήρωσε. <Ἤγειρε κέρας σωτηρίας ἡμῖν.> (E f. 26, H f. 54 b) Λαμβάνεται δὲ τὸ κέρας οὐ μόνον ἀντὶ δυνάμεως, ἀλλὰ καὶ ἀντὶ βασιλείας· ἀμφότερα δὲ ὁ Χριστός ἐστιν, ὁ ἐκ τῆς πατριᾶς καὶ τοῦ γένους Δαβὶδ ἀνατείλας ἡμῖν Σωτήρ· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμάχητος δύναμις τοῦ Πατρός. <Ποιῆσαι ἔλεος.> (I f. 133) Ἔλεος καὶ δικαιοσύνη Χριστός· ἠλεήθημεν γὰρ δι᾽ αὐτοῦ, καὶ δεδικαιώμεθα τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. <Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ.> (A f. 12 b, E. f. 30, H f. 58) Ἀλλὰ γὰρ καὶ τοῦτο σκόπει, ὅτι Ὕψιστός ἐστιν ὁ Χριστὸς, οὗ προέδραμεν Ἰωάννης καὶ τῇ γεννήσει καὶ τῷ κηρύγματι· καὶ τί λοιπὸν φήσουσιν οἱ ἐλαττοῦντες αὐτοῦ τὴν θεότητα;

Πῶς δὲ οὐ βούλονται συνιέναι, ὅτι τὸ, «Καὶ σὺ προφήτης Ὑψίστου κληθήσῃ,» παρὰ Ζαχαρίου εἴρηται, ὡς καὶ τῶν ἄλλων προφητῶν αὐτοῦ γεγονότων, ὡς Θεοῦ δηλαδή; <Ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.> (E f. 29 b) Τοῖς οὖν ἐν νόμῳ καὶ κατὰ τὴν Ἰουδαίαν λύχνος ἦν οἷα τις Χριστοῦ προβαδίζων ὁ Βαπτιστὴς, καὶ περὶ αὐτοῦ προανεφώνηκεν ὁ Θεός· «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Προετύπου δὲ αὐτὸν καὶ ὁ νόμος, κελεύων ἄσβεστον διατηρεῖσθαι τὸν λύχνον ἐν τῇ πρώτῃ σκηνῇ· ἀλλ᾽ οἱ Ἰουδαῖοι χρόνον βραχὺν ἐπ᾽ αὐτῷ ἡσθέντες διά γε τὸ προσδραμεῖν αὐτοῦ τῷ βαπτίσματι, καὶ θαυμάσαι τὸν βίον, εὐθὺς κατεκοίμησαν αὐτὸν τῷ θανάτῳ, μονονουχὶ τὸν ἀειφανῆ λύχνον κατασβεννύοντες· διὰ τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγε περὶ αὐτοῦ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθελήσατε μικρὸν ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» <Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὀδὸν εἰρήνης.> (I f. 132) Ἐπλανᾶτο μὲν γὰρ ἡ ὑπ᾽ οὐρανὸν τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύουσα, καὶ τῷ τῆς ἀμαθείας κατεμελαίνετο σκότῳ, καὶ νὺξ οἷά τις ταῖς ἁπάντων διανοίαις ἐμπίπτουσα, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὁρᾷν οὐκ ἀφίει· ἀνέτειλεν δὲ τοῖς· ἐξ Ἰσραὴλ φωτὸς καὶ ἡλίου δίκην ὁ τῶν ὅλων Κύριος.

ΚΕΦ. Β. <Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, κ.τ.λ.> (A f. 14 b, E f. 63 b, F f. 750, H f. 63 b) Χρησίμως δὲ καὶ ἀναγκαίως ἐπεσημήνατο ὁ εὐαγγελιστὴς τῆς τοῦ Σωτῆρος ἡμῶν γεννήσεως καιρόν. Ἵνα γὰρ μάθωμεν, ὡς βασιλεὺς τῶν ἐκ φυλῆς Δαβὶδ, οὐκ ἦν παρὰ τῶν ἐξ Ἰσραὴλ, ἀλλ᾽ οἱ παρ᾽ αὐτοῖς ἄρχοντες ἐκλελοίπασιν, εἰκότως διαμέμνηται τῶν τοῦ Καίσαρος θεσπισμάτων, ὡς ὑπὸ σκῆπτρα λοιπὸν ἔχοντος μετὰ τῶν ἄλλων τὴν Ἰουδαίαν· οὕτω γὰρ κεκέλευκε γενέσθαι τὴν ἀπογραφήν. <Διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ.> (E f. 63 b, F f. 748 b) Ἡ μὲν οὖν τῶν ἱερῶν Εὐαγγελίων βίβλος εἰς τὸν Ἰωσὴφ τὴν γενεαλογίαν κατάγουσα, ἐκ τοῦ Δαυιδικοῦ ἔχοντα οἴκου τὸ γένος, ἔδειξε δι᾽ αὐτοῦ καὶ τὴν Παρθένον τοῦ Δαβὶδ συμφυλέτιν, τοῦ θείου νόμου τὰς συζυγίας ἀπὸ φυλῆς θεσπίζοντος γίνεσθαι τῆς αὐτῆς. Ὁ δὲ τῶν οὐρανίων ὑποφήτης δογμάτων, ὁ μέγας ἀπόστολος Παῦλος, ἀναφανδὸν διασαφεῖ τὴν ἀλήθειαν, ἐξ Ἰούδα μαρτυρῶν ἀνατεῖλαι τὸν Κύριον.—(E f. 70, F f. 754 b) Ἀλλὰ διάφοροι μὲν αἱ πρὸς ἑνότητα συνενεχθεῖσαι φύσεις τὴν ἀληθινὴν, εἷς δ᾽ ἐξ ἀμφοῖν Θεὸς καὶ Υἱὸς, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν.

Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν, Θεοτόκον τὴν ἁγίαν Παρθένον κηρύττομεν, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Ὁρῶμεν γὰρ ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ᾽ ἕνωσιν ἀδιάσπαστον, ἀσυγχύτως καὶ ἀδιαιρέτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ Λόγος Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Εἰ δὲ καὶ διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, ἀλλ᾽ οὖν εἷς ὁ ἐξ ἀμφοῖν γε μόνος· καὶ οὐ διαιρετέον τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς, καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν εἶναί φαμεν Χριστὸν Ἰησοῦν, τὴν τῶν φύσεων εἰδότα διαφορὰν, καὶ ἀσυγχύτους ἀλλήλαις αὐτὰς διατηροῦντα. <Σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ.> (A f. 14, E f. 64, F f. 748 b, H f. 62) Ὁ δέ γε ἱερὸς εὐαγγελιστὴς, μεμνηστεῦσθαί φησι τῷ Ἰωσὴφ τὴν Μαριὰμ, δεικνὺς ὡς ἐπὶ μόνοις τοῖς μνήστροις ἡ σύλληψις, καὶ παράδοξος ἡ γέννησις τοῦ Ἐμμανουὴλ, καὶ τοῖς τῆς ἀνθρωπίνης φύσεως οὐκ ἀκολουθοῦσα νόμοις· οὐ γὰρ τέτοκεν ἡ ἁγία Παρθένος, ἀνθρωπίνου σπέρματος λαβοῦσα καταβολήν. Καὶ τίς ὁ τοῦδε λόγος;

Ἡ πάντων ἀπαρχὴ Χριστὸς, ὁ δεύτερος Ἀδὰμ, κατὰ τὰς Γραφὰς, γεννητὸς γέγονε Πνεύματος, ἵνα καὶ εἰς ἡμᾶς παραπέμψῃ τὴν χάριν· ἐμέλλομεν γὰρ καὶ ἡμεῖς, οὐκ ἀνθρώπων ἔτι χρηματίζειν τέκνα, Θεοῦ δὲ μᾶλλον, τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν ἐν πρώτῳ λαχόντες Χριστῷ· ἵνα γένηται αὐτὸς πρωτεύων ἐν πᾶσι, καθά φησιν ὁ πάνσοφος Παῦλος. Οἰκονομικώτατα δὲ τῆς ἀπογραφῆς ὁ καιρὸς πέπομφεν εἰς Βηθλεὲμ τὴν ἁγίαν Παρθένον, ἵνα ἑτέραν ἴδωμεν προφητείαν ἐκτετελεσμένην· γέγραπται γὰρ ὡς ἔφημεν· «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ.»—(B f. 22) Πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ σαρκὶ γεγέννηται ἡ Παρθένος, διέφθαρται· εἰ δὲ οὐ διέφθαρται, κατὰ φαντασίαν γεγέννηται, φαμέν· Ὁ προφήτης λέγει, ὅτι [Κύριος ὁ Θεὸς Ἰσραὴλ] εἰσῆλθε καὶ ἐξῆλθε καὶ μένει ἡ πύλη κεκλεισμένη. Καὶ εἰ ἀσυγχύτως ὁ Λόγος σὰρξ ἐγένετο, ἀσπόρως πάντως συλληφθεὶς, ἀφθόρως γεγέννηται. <Καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.> (A f. 25, B f. 22 b, E f. 71, F f. 755 b, H f. 71) Ποῖον ἄρα πρωτότοκον;

Πρωτότοκον λέγει νῦν, οὐ τὸν πρῶτον ἐν ἀδελφοῖς, ἀλλὰ τὸν καὶ πρῶτον καὶ μόνον· ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν ταῖς σημασίαις τοῦ πρωτοτόκου· καὶ γὰρ καὶ πρῶτόν ἐστιν ὅτε τὸν μόνον ἡ Γραφὴ καλεῖ· ὡς τό· «Ἐγώ εἰμι Θεὸς πρῶτος, καὶ μετ᾽ ἐμοῦ οὐκ ἔστιν ἕτερος.» Ἵνα οὖν δείξῃ, ὅτι οὐ ψιλὸν ἄνθρωπον ἐγέννησεν ἡ Παρθένος, ἐπήγαγεν τὸν πρωτότοκον· ἕτερον γὰρ οὐκ ἔσχεν υἱὸν, μείνασα παρθένος, ἀλλὰ τὸν τοῦ Πατρός· περὶ οὗ καὶ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δαβὶδ βοᾷ· «Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Τούτου καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·» Εἶτα πῶς εἰσβέβηκεν εἰς τὴν οἰκουμένην; Ἔξω γὰρ ὑπάρχει αὐτῆς, οὐ τοπικῶς μᾶλλον, ἀλλὰ φυσικῶς· ἕτερος γὰρ κατὰ φύσιν ἐστὶ παρά γε τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην.

Εἰσβέβηκε δὲ εἰς αὐτὴν γενόμενος ἄνθρωπος, καὶ μέρος αὐτῆς χρηματίσας διὰ τὴν σάρκωσιν· καίτοι γὰρ μονογενὴς ὑπάρχων θεϊκῶς, ἐπειδὴ γέγονεν ἡμῶν ἀδελφὸς, ταύτῃ τοι καὶ ὠνομάσθη πρωτότοκος, ἵνα ὡς ἀπαρχὴ τῆς τῶν ἀνθρώπων υἱοθεσίας γεγονὼς, καὶ ἡμᾶς υἱοὺς Θεοῦ γενέσθαι παρασκευάσῃ. (E f 73, F f. 758) Ὥστε τὸ πρωτότοκον, περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε· κατὰ γὰρ τὴν θεότητα μονογενής· πάλιν μονογενὴς μὲν καθ᾽ ὃ Λόγος ἐστὶν ἐκ Πατρός· ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος· εἷς γὰρ καὶ μόνος ὁ ὁμοούσιος τῷ Πατρὶ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκον δὲ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ προσπεπλεγμένης αἰτίας, καθ᾽ ἥν ἐστιν μονογενὴς, τοῦτο καλεῖται, ἀλλ᾽ ἀπολελυμένως, Μονογενὴς Θεὸς ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὦν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι᾽ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν.

Φασὶ γὰρ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν· τὸ μὲν, καθ᾽ ὃ γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· τὸ δὲ, καθ᾽ ὃ πρῶτος αὐτὸς εἰς ἀφθαρσίαν τὴν ἑαυτοῦ σάρκα ἀνέστησε· καὶ ἔστη μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς Θεὸς ἐκ Θεοῦ, καὶ μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ ἀναλάμψας, καὶ φῶς ἐκ φωτός· πρωτότοκος δὲ δι᾽ ἡμᾶς ἵν᾽ ἐπειδὴ καλεῖται τῶν πεποιημένων πρωτότοκος, δι᾽ αὐτὸν σώζηται τὰ κατ᾽ αὐτόν· εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἐστι πρωτότοκος· εἰ δὲ, κατ᾽ Εὐνόμιον, πρωτότοκος ἐκ Θεοῦ λέγεται ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρου· εἰ δὲ μόνος, ἀλλ᾽ οὐ πρὸ ἄλλων γεννηθεὶς, ἐκ Μαρίας πρωτότοκος κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ᾽ ὡς μόνος γεννηθείς. Ἔτι εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὴ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα υἱῶν λεγομένων αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου λαχόντων τὴν κλῆσιν.

Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, λέγοιτ᾽ ἂν πρωτότοκος δικαίως, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ᾽ ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος· καὶ ὥσπερ τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα· «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα,» οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ᾽ αὐτὸν νοεῖσθαι, οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, εἴτ᾽ οὖν πρωτότοκος πρὸ πάσης κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς· ἀλλ᾽ ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, «Ἐγώ εἰμι πρῶτος,» οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς κτίσεως λέγεται· δι᾽ αὐτοῦ γὰρ τὰ πάντα γέγονεν, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς Κτίστης καὶ Δημιουργός. <Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.> (A f. 29, E f. 78 b, F f. 763, H f. 81 b) Εὗρεν ἀποκτηνωθέντα τὸν ἄνθρωπον· διὰ τοῦτο ἐν φάτνῃ ὡς ἐν τάξει τροφῆς τέθειται, ἵνα τὸν κτηνοπρεπῆ μεταμείψαντες βίον, εἰς τὴν ἀνθρώπῳ πρέπουσαν ἀνακομισθῶμεν σύνεσιν· καὶ οἱ κτηνώδεις τῇ ψυχῇ, προσελθόντες τῇ οἰκείᾳ τραπέζῃ τῇ φάτνῃ, εὕρωμεν μηκέτι χόρτον, ἀλλ᾽ ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸ τῆς ζωῆς σῶμα. <Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες.> (B f. 23 b.)

Ποιμέσι δὲ πρῶτον ἀποκαλύπτεται τὸ ὑπὸ τῶν ἀγγέλων ὑμνούμενον μυστήριον, οἵτινες τύπον ἐπεῖχον τῶν τὰς Ἐκκλησίας μελλόντων ποιμαίνειν· αὐτοὺς γὰρ ἔδει καὶ πρώτους ἀκούειν τὸ, Ἐπὶ γῆν εἰρήνη, διότι καὶ οἱ πνευματικοὶ ποιμένες ἔμελλον τὴν εἰρήνην ἐπιφωνεῖν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι· ἔτι δὲ τὸ τῶν ποιμένων πρόσωπον, καὶ ἡ γενομένη διὰ τῆς ἀποκαλύψεως αὐτοῖς χαρὰ σημαίνει σαφῶς, ὡς ἐπὶ τὸ πλανώμενον ἦλθε πρόβατον ὁ ποιμὴν ὁ καλός· ποιμένας γὰρ οὐδὲν οὕτως εὐφραίνειν οἶδεν, ὡς ἡ τοῦ ἀπολωλότος βοσκήματος εὕρεσις· ὅπερ οὐκ ἦν ἑτέρου τινὸς εὑρεῖν, ἢ τοῦ ἀρχιποίμενος Χριστοῦ. Εἶτα ἐπειδὴ Βηθλεὲμ οἶκος ἄρτου ἑρμηνεύεται, ποῦ ἔμελλον οἱ ποιμένες μετὰ τὸ κήρυγμα τῆς εἰρήνης ἐπείγεσθαι, ἢ ἐπὶ τὸν πνευματικὸν οἶκον τοῦ οὐρανίου ἄρτου, τοὐτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ μυστικῶς καθ᾽ ἑκάστην ἱερουργεῖται ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ἄρτος, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; (A f. 29 b. B f. 23 b, E f. 79 b, F f. 764, H f. 83 b, K f. 3) Ποιμένες γεγόνασι τῶν μυσταγωγουμένων ἀπαρχή· βλέπει δὲ πάλιν ὁ τύπος εἰς ἀλήθειαν· ποιμέσι γὰρ τοῖς πνευματικοῖς ἐμφανῆ καθίστησιν ἐαυτὸν ὁ Χριστὸς, ἵν᾽ αὐτὸν τοῖς ἄλλοις εὐαγγελίζωνται· καθάπερ ἀμέλει καὶ οἱ τότε ποιμένες ἐδιδάσκοντο μὲν παρὰ τῶν ἁγίων ἀγγέλων, δραμόντες δὲ, τοῖς ἑτέροις ἀπήγγελλον.

Ἄγγελοι δὴ οὖν τῶν περὶ αὐτοῦ κηρυγμάτων ἀπάρχονται· καὶ δοξολογοῦσιν ὡς Θεὸν τὸν κατὰ σάρκα ἐκ γυναικὸς παραδόξως γεγεννημένον· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὁ τῶν ὅλων Κύριος, ἵνα λύσῃ τὴν ἀρὰν τὴν ἐπὶ τῇ πρώτῃ γυναικί· εἴρηται γὰρ πρὸς αὐτήν· «Ἐν λύπαις τέξῃ τέκνα.» Ὡς γὰρ εἰς θάνατον τίκτουσαι, τὸ τῆς ἀνίας ἐσχήκασι κέντρον· ἐπειδὴ δὲ γυνὴ τέτοκε κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ὅς ἐστι ζωὴ, λέλυται τῆς ἀρᾶς ἡ δύναμις, συναπέσβη τῷ θανάτῳ καὶ τὸ ἐν λύπαις γεννᾷν τὰς ἐπὶ γῆς μητέρας.

Βούλει καὶ ἑτέραν αἰτίαν τοῦ πράγματος ἐκμαθεῖν; Μέμνησο τοῦ σοφωτάτου Παύλου γεγραφότος περὶ Χριστοῦ· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.» Τί οὖν ἐστι τὸ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἀπεστάλθαι λέγειν τὸν Υἱόν; Ἐμφωλεύει μὲν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν, τῆς ἁμαρτίας ὁ νόμος, καὶ τῶν ἐμφύτων ἐπιθυμιῶν τὸ ἔκτοπον κίνημα· ὁ δέ γε τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, ἁγίαν εἶχε τὴν σάρκα καὶ πάναγνον ἀληθῶς· καὶ ἐν ὁμοιώσει μὲν τῆς ἡμετέρας σαρκὸς, οὐ μὴν ἔτι καὶ κατ᾽ αὐτήν· ἀπήλλακτο γὰρ εἰς ἄπαν τῶν ἐμπεφυκότων τοῖς ἡμετέροις σώμασι μολυσμῶν, κινήματος καὶ ῥοπῆς τῆς ἡμᾶς ἀποφερούσης ἐφ᾽ ἃ μὴ θέμις. Ἀλλ᾽ αὕτη μὲν ἡ αἰτία τῆς τοῦ Σωτῆρος σαρκώσεως.

Καὶ ἐσπαργάνωσεν αὐτόν. (A f. 30 b, C f. 108 b, E f. 81, F f. 766, H f. 86, I f. 75) Ὅταν ἴδῃς βρέφος ἐσπαργανωμένον, μὴ μέχρι μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν σεαυτοῦ διάνοιαν στήσῃς, ἀλλ᾽ ἀναπήδησον εἰς θεωρίαν τῆς θεοπρεποῦς δόξης αὐτοῦ· ἀνάβηθι τὸν οὐρανόν· οὕτως αὐτὸν ἐν τοῖς ἀνωτάτω θεωρήσεις ὑψώμασι, τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσῃ τῶν Σεραφὶμ ὑμνολογούντων αὐτὸν, πλήρη τε εἶναι λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ.

Γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας· καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου δοξολογούντων Χριστόν. Πλεῖστοι μὲν γὰρ ἐγεννήθησαν κατὰ καιροὺς ἅγιοι προφῆται, ἀλλ᾽ οὐδεὶς ἐκείνων ἐδοξολογήθη πώποτε διὰ φωνῆς ἀγγέλων· ἄνθρωποι γὰρ ἦσαν καὶ ἐν μέτροις τοῖς καθ᾽ ἡμᾶς οἰκέται Θεοῦ γνήσιοι. Χριστὸς δὲ οὐχ οὕτως· Θεὸς γάρ ἐστι καὶ Κύριος καὶ προφητῶν ἁγίων ἀποστολεὺς, καὶ ὡς ὁ Ψάλλων φησὶ, «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, καὶ τίς ὁμοιωθήσεται ἐν υἱοῖς Θεοῦ;» Ἡμῖν μὲν γὰρ τοῖς ὑπὸ ζυγὰ καὶ φυσικὴν δουλείαν, ἐν χάριτος τάξει προσνενέμηται παρ᾽ αὐτοῦ τὸ τῆς υἱότητος ὄνομα· Χριστὸς δ᾽ ἐστὶν ἡ ἀλήθεια, τουτέστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ φύσιν Υἱὸς, καὶ ὅτε γέγονε σάρξ· μεμένηκε γὰρ ὂ ἦν, καίτοι προσλαβὼν ὃ οὐκ ἦν· ὅτι ἐστὶν ἀληθὲς ὅ φημι, πιστώσεται πάλιν ὁ προφήτης Ἡσαΐας λέγων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν;» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι παιδίον νεογνὸν καὶ ἀρτιθαλὲς, καὶ οὐκ ἔχον ἀπὸ τοῦ χρόνου καὶ τῆς ἡλικίας τὸ δύνασθαί τι νοεῖν, ἀνικάνως ἔχει πρὸς διάκρισιν πονηροῦ τε καὶ ἀγαθοῦ πράγματος;

Οἶδε γὰρ ὅλως οὐδέν· ἀλλ᾽ ἕν γε τῷ πάντων Σωτῆρι Χριστῷ θαῦμα μέγα καὶ ἐξαίσιον ἦν· ἤσθιε μὲν γὰρ, ὡς βρέφος ὢν ἔτι, βούτυρόν τε καὶ μέλι· βούτυρον δὲ καλεῖ τὸ γάλα τῆς Παρθένου ὁ προφήτης, διὰ τὸ μὴ ἐκ θηλύτητος καὶ ἡδονῆς καὶ ἐκλύσεως γεγενῆσθαι αὐτὸ, πεπηγὸς δὲ εἶναι καὶ στερεὸν, μηδὲ πικρίαν ἔχειν τῆς ἁμαρτίας, ἀλλὰ τοῦ μέλιτος τὴν γλυκύτητα· εἴ γε πάντα τὰ Θεοῦ, γλυκύτερά ἐστιν ὑπὲρ μέλι καὶ κηρίον. (

I f. 76) Ἅμα μὲν ἐγεννήθη Χριστὸς, καὶ ἡ τοῦ διαβόλου δύναμις ἐσκυλεύετο· ἐθρησκεύετο μὲν ἐν Δαμασκῷ, καὶ πλείστους εἶχεν ἐκεῖ τοὺς προσκυνοῦντας αὐτόν· ἀλλ᾽ ἐν καιρῷ τοῦ τόκου τῆς ἁγίας Παρθένου καὶ ἡ τῆς ἐκείνου τυραννίδος ἰσχὺς συνεθραύετο· ἐσαγηνεύοντο οὖν πρὸς ἐπίγνωσιν ἀληθείας οἱ ἐξ ἐθνῶν.—(I f. 76) Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ διαφόροις ὀνόμασιν τὸν τῶν ὅλων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ καιροὺς δρωμένων ἔσθ᾽ ὅτε προσεπινοεῖν τὰς κλήσεις· τοῦτο τετήρηται ἐπ᾽ αὐτοῦ τοῦ Χριστοῦ· Θεὸς γάρ ἐστιν ἀληθινός· ἐπιδείξειεν ἂν τό· «Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.»—(I f. 78 b) Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρὸς, δι᾽ οὗ βεβασίλευκεν τῆς ὑπ᾽ οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὅτι γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου σταυροῦ.—(I f. 82) Ἐπιτήρησον, ἀγαπητὲ, καὶ σύνες, ὅτι οὐκ εἰς τὰς τῶν ἐθνῶν συνηθείας ἐξέβησαν οἱ ἡγιασμένοι διὰ τῆς πίστεως, ἀλλ᾽ εἰς τὰς αὐτῶν μᾶλλον εἰσῆλθον οἱ κεκλημένοι· κρεοφαγοῦσιν μὲν οἱ θῆρες, λύκος τε καὶ λέων, ἄρκος τε καὶ πάρδαλις· ποαφάγα δέ εἰσι τὰ τῶν ζώων ἥμερα, ἔριφοί τε καὶ ἄρνες καὶ μόσχοι.

Ἀλλ᾽ οἱ θῆρες δὲ, φησὶν, τοῖς ἡμέροις συνβοσκήσονται, καὶ τὰς αὐτῶν ἔδονται τροφάς. Οὐκοῦν οὐ τὰ ἥμερα πρὸς τὰς τῶν ἀγρίων ἐκβέβηκε συνηθείας, ἐκεῖνα δὲ μᾶλλον εἰς τὰς τούτων, ὡς ἔφην, μεταπεφοίτηκε. Μετέστησαν γοῦν ἐξ ἀγρίου φρονήματος εἰς τὴν ἁγίοις πρέπουσαν ἡμερότητα· μεταβέβληνται διὰ Χριστοῦ, καὶ γεγόνασιν ἄρνες, οἱ λύκοι· αὐτὸς γὰρ ἦν ὁ ἐξημερῶν αὐτοὺς, καὶ συνείρων, ὡς ἔφην, τοὺς δύο λαοὺς εἰς φρόνημα τὸ θεοφιλές.

Τοῦτο πάλαι καὶ ὁ ἱεροφάντης Μωϋσῆς ἀναπεφώνηκε λέγων. «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, δότε μεγαλωσύνην Κυρίῳ καὶ Θεῷ ἡμῶν. (A f. 30 b, E f. 82, F f. 766 b, H f. 86 b) Ἐπειδὴ γὰρ Θεὸς ἦν ἀποῤῥήτως σεσαρκωμένος, μόνος ᾔδει τὸ ἀγαθὸν, καὶ πονηρίας τῆς ἐν ἀνθρώποις ἐλεύθερος ἦν· ἴδιον δὲ τοῦτο τῆς ἀνωτάτω πασῶν οὐσίας· τὸ γὰρ φύσει καὶ ἀραρότως καὶ ἀμεταπτώτως ἀγαθὸν, πρέποι ἂν αὐτῇ τε καὶ μόνῃ ἰδικῶς· »Οὐδεὶς γὰρ ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐκοῦν, μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ᾽ ἐν πτωχείᾳ τῇ καθ᾽ ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολογούμενον καὶ παρ᾽ αὐτῶν τῶν ἁγίων ἀγγέλων· ὁποῖος καὶ ὁ ὕμνος ἦν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ἄγγελοι μὲν γὰρ καὶ πᾶσαι αἱ ἀνωτάτω δυνάμεις τὴν ἐκνεμηθεῖσαν αὐτοῖς σώζοντες τάξιν, καὶ εἰρηνεύουσι πρὸς Θεόν· κατ᾽ οὐδένα γὰρ τρόπον τὸ αὐτῷ δοκοῦν παρατρέχουσιν, ἀλλ᾽ εἰσὶν ἐν ἑδραιότητι τῇ κατὰ δικαιοσύνην καὶ ἁγιασμόν· ἡμεῖς δὲ οἱ τάλανες, τοῖς τοῦ Δεσπότου θελήμασι τὰς ἑαυτῶν ἐπιθυμίας ἀνταναστήσαντες, πολεμίων ἐν τάξει γεγόναμεν αὐτῷ.

Λέλυται δὲ τοῦτο διὰ Χριστοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, καὶ συνῆψε ἡμᾶς δι᾽ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν ἐχθροποιὸν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ δικαιῶν ἐν πίστει, καὶ καλῶν ἐγγὺς τοὺς ὄντας μακράν· καὶ καθ᾽ ἕτερον δὲ τρόπον, κτίσας τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάττων ἀμφοτέρους ἐν ἐνὶ σώματι πρὸς τὸν Πατέρα· εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, συνεῖραί τε τοῖς ἄνω τὰ κάτω, καὶ ἀγέλην ἀποφῆναι μίαν, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· γέγονεν οὖν ἡμῖν εἰρήνη τε καὶ εὐδοκία Χριστός. <Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, κ.τ.λ.> (B f. 24 b) Ἔστι νοεῖν ὡς ἀρχάγγελος ἦν, ὁ τοῖς ποιμέσι τὴν χαρὰν εὐαγγελισάμενος, ἅμα τῇ ὑπ᾽ αὐτὸν στρατιᾷ κατιὼν ἐπὶ τὰ τῆς σωτηρίας τῶν ἀνθρώπων εὐαγγέλια· κἂν τέως μονώτατος αὐτοῖς διελέγετο, μὴ ὑποπιπτούσης ταῖς αὐτῶν ὄψεσι τῆς ὑπ᾽ αὐτὸν στρατιᾶς, διὰ τὸ τῆς φύσεως ἀόρατον. <Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως. (

A f. 33 b, E f. 89, H f. 96) Τέως οὖν ἴδομεν αὐτὸν, διὰ τῶν ἀρτίως ἀνεγνωσμένων, τοῖς διὰ Μωϋσέως εἴκοντα νόμοις· μᾶλλον δὲ τὸν νομοθέτην αὐτὸν καὶ Θεὸν, ὡς ἄνθρωπον τοῖς ἑαυτοῦ θεσπίσμασιν ὑποκείμενον· καὶ διὰ ποίαν αἰτίαν, διδάξει λέγων ὁ σοφώτατος Παῦλος· «Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.» Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι [E sine ἔτι] καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ πῶς; Πληρώσας αὐτόν. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον· Ἵνα λύσῃ τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν ἑαυτὸν παρέστησεν ὑπὲρ ἡμῶν τῷ Θεῷ καὶ Πατρί· γέγραπται γὰρ, ὅτι «Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ᾽ ἡμῶν τὸν αὐχένα, οἰκονομικῶς καὶ τοῦτο πράττων· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες ἦν τὴν ἐν σαρκὶ τελεῖσθαι περιτομὴν, κατά γε τὸ δοκοῦν τῷ νόμῳ, περιτέμνεται καὶ αὐτὸς ὁ τὸν νόμον δοὺς τῷ Μωϋσῇ, καὶ πρὸ τούτου τῷ Ἀβραάμ.

Δέχεται καὶ τὸ ὄνομα, τουτέστι τὸ, Ἰησοῦς· ἑρμηνεύεται δὲ τοῦτο, Σωτηρία λαοῦ· οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν ἴδιον Υἱὸν γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· γέγονε γὰρ τότε σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς, μᾶλλον δὲ παντὸς ἔθνους, καὶ πάσης τῆς ὑπ᾽ οὐρανόν· ἐν ταὐτῷ τοιγαροῦν τὸ τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο.

Καὶ τί τὸ αἴνιγμα, φέρε δὴ πάλιν ἴδωμεν. Ὁ μακάριος ἔφη Παῦλος· «Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν.» Ἆρ᾽ οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωϋσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν αὐτήν; Ναὶ, φαίην ἄν· ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τοῦ πράγματος φύσιν, οὐδέν ἐστιν παντελῶς· ὠδίνει δὲ μυστηρίου τύπον· κατὰ γὰρ τὴν ὀγδόην ἡμέραν ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, καὶ δέδωκεν ἡμῖν τὴν ἐν πνεύματι περιτομήν. Προστέταχε γὰρ τοῖς ἁγίοις ἀποστόλοις, «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τελεῖσθαι δέ φαμεν τὴν ἐν πνεύματι περιτομὴν ἐν καιρῷ μάλιστα τοῦ ἁγίου βαπτίσματος, ὅτε καὶ μετόχους ἡμᾶς ἀποφαίνει Χριστὸς τοῦ ἁγίου Πνεύματος.—(E f. 89 b) Καὶ τούτου πάλιν εἰς τύπον ἦν ὁ ἀρχαῖος ἐκεῖνος Ἰησοῦς, ὁ μετὰ Μωϋσέα στρατηγήσας· διεβίβασε γὰρ πρότερον τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραήλ· εἶτα καθίσας εὐθὺς μαχαίραις περιέτεμε πετρίναις. Οὐκοῦν ὅτε διαβῶμεν τὸν Ἰορδάνην, τότε Χριστὸς ἡμᾶς περιτέμνει τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος· οὐ σάρκα καθαίρων, ἀποκείρων δὲ μᾶλλον τὸν ἐν ψυχαῖς μολυσμόν. Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει.

Τότε γὰρ, τότε σεσώσμεθα παρ᾽ αὐτοῦ καὶ δι᾽ αὐτοῦ· «Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε.» Οὐκοῦν ὁ θάνατος αὐτοῦ ὑπὲρ ἡμῶν γέγονε, καὶ ἡ ἀνάστασις καὶ ἡ περιτομή· ἀπέθανε γὰρ, ἵνα ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐτοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, μηκέτι ζήσωμεν τῇ ἁμαρτίᾳ. Διὸ εἴρηται· «Εἰ συναπεθάνομεν, καὶ συζήσομεν» Ἀποθανεῖν δὲ λέγεται τῇ ἁμαρτίᾳ, οὐχ ὅτι ἥμαρτεν («Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»), ἀλλὰ διὰ τὴν ἐμὴν ἁμαρτίαν.

Ὥσπερ οὖν συναπεθάνομεν αὐτῷ ἀποθνήσκοντι, καὶ συναναστῶμεν αὐτῷ. Πάλιν ἐπειδὴ γέγονεν μεθ᾽ ἡμῶν ὁ Υἱὸς, καίτοι Θεὸς ὢν φύσει καὶ τῶν ὅλων Κύριος, ταύτῃ τοι καὶ τὸ καθ᾽ ἡμᾶς οὐκ ἀτιμάζει μέτρον, ἀλλὰ μεθ᾽ ἡμῶν ὑπὸ τὸν αὐτὸν νόμον γέγονε, καίτοι νομοθέτης ὢν αὐτὸς ὡς Θεός· περιτέμνεται ὀκταήμερος μετὰ Ἰουδαίων, ἵνα τὴν συγγένειαν βεβαιώσῃ, ὅπως μὴ ἀρνήσωνται αὐτόν· ἐκ σπέρματος γὰρ Δαβὶδ προσεδοκᾶτο ὁ Χριστός· καὶ ἔδειξε τὸ τεκμήριον τῆς συγγενείας.

Εἰ γὰρ καὶ περιτμηθέντος αὐτοῦ ἔλεγον, Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν· εἰ μὴ περιετμήθη κατὰ σάρκα, καὶ τὸν νόμον ἐφύλαξεν, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις· μετὰ μέντοι τὸ περιτμηθῆναι αὐτὸν, πέπαυται ἡ περιτομὴ, εἰσαχθέντος ἡμῖν τοῦ σημαινομένου δι᾽ αὐτῆς, ἤτοι τοῦ βαπτίσματος· διὰ τοῦτο ἡμεῖς οὐκέτι περιτεμνόμεθα. Δοκεῖ γάρ μοι ἡ περιτομὴ τρία τινὰ πραγματεύεσθαι· ἐν μὲν, οἱονεὶ σημείῳ τινὶ καὶ σφραγίσει τοὺς ἐγγόνους Ἀβραὰμ ἀφορίζουσα, καὶ τῶν λοιπῶν ἐθνῶν διαστέλλουσα· δεύτερον, ἐν ἑαυτῇ τὴν τοῦ θείου βαπτίσματος προτυποῦσα χάριν καὶ δύναμιν· ὥσπερ γὰρ ὁ περιτεμνόμενος, εἰς λαὸν Θεοῦ διὰ τῆς σφραγῖδος πάλαι ἐχρημάτιζεν· οὕτως ὁ βαπτιζόμενος σφραγῖδα τὸν Χριστὸν ἐν ἑαυτῷ τυπωσάμενος, εἰς υἱοθεσίαν Θεοῦ ἀναγράφεται. Καὶ τρίτον, σύμβολον τῶν ἐν χάριτι καθισταμένων πιστῶν, οἳ τῶν σαρκικῶν ἡδονῶν καὶ παθῶν τὰς ἐπαναστάσεις τῷ τμητικῷ τῆς πίστεως λόγῳ, καὶ πόνοις ἀσκητικοῖς ἐκτέμνουσι καὶ ἀπονεκροῦσιν, οὐ σῶμα τέμνοντες, ἀλλὰ τὴν καρδίαν καθαίροντες, καὶ πνεύματι οὐ γράμματι περιτεμνόμενοι· ὧν καὶ τὸν ἔπαινον (E f. 90) οὐκ ἀνθρωπίνης ἐπικρίσεως δεῖσθαι, ἀλλὰ τῆς ἄνωθεν ἠρτῆσθαι ψήφου, Παῦλος ὁ θεῖος διαμαρτύρεται. (

E f. 120 b, K f. 4 b) Ἰόντος τοίνυν τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῖν ποιουμένου τὴν κατάῤῥησιν, ὑπεξαίρεται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκφῦναί φαμεν τὸ κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ σοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές· «Γυνὴ» γὰρ, φησὶ, καὶ οὐ πᾶσα τυχὸν ἀδιακρίτως, ἀλλ᾽ «ἥτις ἂν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω.» Ἐνταῦθα δὲ ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός· ἥκιστα γὰρ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν· περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἢ ἀνδρὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.» Διέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ Πνεύματος τὸ θεῖον ἡμῖν ἀποκυήσασα βρέφος. (E f. 120, H f. 103 b) Μετὰ τὸ περιτμηθῆναι, τὸν τοῦ καθαρισμοῦ πάλιν ἀναμένει καιρόν· καὶ ὅτε ἐπληρώθησαν αἱ ἡμέραι (πλήρωσις δὲ ἡμερῶν ἡ τεσσαρακοστὴ ἦν), τότε ἀνάγεται εἰς Ἱεροσόλυμα, καὶ εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς, ὡς ἄνθρωπος καθ᾽ ἡμᾶς, ὁ συνεδριάζων αὐτῷ Θεὸς Λόγος, ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος.

Ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκα, ἅπερ ἔθυον αὐτῷ κατὰ νόμον. Ὢ μεγάλης οἰκονομίας! ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ᾧ τὰ πάντα προσάγεται δουλοπρεπῶς, ὁ ταῖς παρὰ πάντων λατρείαις δοξαζόμενος, ὅτε γέγονεν ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, τῷ ἰδίῳ Γεννήτορι προσφέρει θυσίαν. ᾯ τοῦ παραδόξου πράγματος!

Τοὺς τοῦ νόμου τύπους τετήρηκεν ἡ ἀλήθεια. Διὰ ποίαν αἰτίαν; Ὅτι καὶ νομοθέτης ἦν ὡς Θεὸς, καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος. Τί δὲ δὴ προσκεκόμικεν; Ὡς πρωτότοκος καὶ ἄρσην, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ τῷ νόμῳ διηγορευμένον.

Ἀλλὰ τί βούλεται ταῦτα δηλοῦν; Ἡ μὲν τρυγὼν, ἔστι λαλίστατον ἐν στρουθίοις· ἡ δὲ περιστερὰ, ζῶον ἤπιον καὶ πρᾶον. Γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Ποιητὴς καὶ Κύριος, πραότητα μὲν τὴν εἰς ἄκρον ἔχων, τρυγόνος δὲ δίκην κατακηλήσας τὴν ὑπ᾽ οὐρανὸν καὶ τῆς ἑαυτοῦ καλλιφωνίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τουτέστιν ἡμᾶς τοὺς πιστεύσαντας εἰς αὐτόν. Γέγραπται γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων, ὅτι «Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· αἱ ἄμπελοι κυπρίζουσι·» λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν κήρυγμα, τὸ παντὸς τοῦ κόσμου σωτήριον, ὁ Χριστός.

Ἐσφάζετο μὲν οὖν τρυγὼν καὶ περιστερὰ, ἵνα πάλιν αὐτὸς ὡς διὰ τύπων ἡμῖν σημαίνηται, τὸν ὑπὲρ τῆς κόσμου ζωῆς ὑπομένων θάνατον κατὰ σάρκα. Αὐτὸς γάρ ἐστιν ἡ εὐφωνοτάτη τρυγὼν, αὐτὸς ἡ ἀκέραιος περιστερά. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χριστὸς καθ᾽ ἕνα καιρὸν ὁμοῦ τοῖς τύποις τὴν ἀλήθειαν εἰς ὀσμὴν εὐωδίας, ἵν᾽ ἡμᾶς δι᾽ ἑαυτοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὔτω τὴν ἐφ᾽ ἡμᾶς γενομένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν, καὶ οὕτως ἐπισκοπῆς ἀξιώσῃ τῆς πατρικῆς.

Ἡμεῖς γὰρ ἧμεν οἱ πάλαι βοῶντες· «Ἐπιβλέψον ἐπ᾽ ἐμὲ, καὶ ἐλέησόν με,» ὡς ὁ Ψάλλων φησίν. «Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους.» Οὐ γὰρ ἐπιβλέπει Κύριος τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους, ἀλλ᾽ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντα αὐτοῦ τοὺς θείους λόγους· ἔδει οὖν καθαρθῆναι πρότερον ἡμᾶς, καὶ οὕτως ἀξιωθῆναι Θεοῦ ἐποψίας· κεκερδάκαμεν δὲ τοῦτο διὰ τοῦ πάντων Σωτῆρος Χριστοῦ γεννωμένου ἐκ γυναικὸς, καὶ γενομένου ὑπὸ νόμον.

Ἀλλὰ ζητητέον πρῶτον μὲν, περὶ τίνος γέγραπται τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· δεύτερον δὲ, περὶ τοῦ παραστῆσαι αὐτὸν τῷ Κυρίῳ· καὶ τρίτον, τί σημαίνει τὸ ζεῦγος τῶν τρυγόνων, καὶ οἱ δύο νεοσσοὶ τῶν περιστερῶν. Εἰ γὰρ τὸ περὶ τοῦ καθαρισμοῦ αὐτῶν, περὶ τῆς ἁγίας Θεοτόκου, ἢ περὶ τοῦ μακαρίου Ἰωσὴφ, ἢ περὶ τοῦ Κυρίου νομίσει τις λέγεσθαι, ἀσεβήσει.

Οὔτε γὰρ ὁ Ἰωσὴφ ἔγνω τὴν ἁγίαν Παρθένον, οὔτε αὐτὴ ἐν ἀνομίαις συνέλαβε, καθὼς αἱ ἄλλαι γυναῖκες, ἵνα περὶ τοῦ καθαρισμοῦ ἑαυτῶν προσενέγκωσιν· ἀλλ᾽ ἀσπόρως συνέλαβε, καὶ ἀφθόρως ἔτεκεν. Ὅπου δὲ οὐ γυναικὸς καὶ ἀνδρὸς σύνοδος, οὐχ ὕπνος καὶ ἡδονὴ, οὐ συνδυασμὸς καὶ μίξις, τίς χρεία καθαρισμοῦ; Ἀλλ᾽ οὐδὲ περὶ τοῦ Κυρίου τοῦτο εἴρηται, τοῦ ἀκηράτου καὶ ὑπὲρ πᾶσαν καθαρότητα. <Καὶ τοῦ δοῦναι θυσίαν, κ.τ.λ.> (A f. 36 b, E f. 121, H f. 105 b) Πάλιν συνετέλεσε τοῖς δασμολογοῦσι τὸ δίδραχμον, καίτοι συντελέσαι μὴ ὀφείλων διά γε τὸ εἶναι κατὰ ἀλήθειαν Υἱός· συντετέλεκε δὲ, ὅτε γέγονεν ὑπὸ νόμον. Ἔδει γὰρ, ἔδει πληροῦν τὴν οἰκονομίαν, ἣν κατεδέξατο δι᾽ ἡμᾶς.

Αὐτὸν δὲ δὴ καὶ ἐν τῇ τοῦ διδράχμου καταβολῇ γραφόμενον ὡς Σωτῆρα καὶ Λυτὴν εὑρήσομεν. Ἦν μὲν γὰρ τὸ δίδραχμον, νομίσματος εἶδος, βασιλικὴν ἔχοντος εἰκόνα, συνετελεῖτο δὲ κατὰ τὸν νόμον ὑπὲρ δύο κεφαλῶν. Ὅρα τοίνυν ἐν τῷ διδράχμῳ πάλιν τὸν Χριστὸν ἀνατυπούμενον. Αὐτὸς γὰρ ὑπάρχων ἡ εἰκὼν τοῦ Πατρὸς, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὸ νόμισμα τὸ ἐξ οὐρανοῦ, προσεκόμισεν ἑαυτὸν τῶν δύο λαῶν τὸ ἀντίλυτρον, τοῦ τε ἐξ Ἰουδαίων, φημὶ, καὶ τοῦ ἐξ ἐθνῶν. <Καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ἀγκάλαις αὑτοῦ.> (A f. 38, C f. 109, E f. 125, M f. 258 b) Εἰσεφέρετο μὲν ἐν τῷ ἱερῷ ὁ Χριστὸς βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον, καὶ τὰ ὡρισμένα τῷ νόμῳ προσῆγε, ζεῦγος τρυγόνων καὶ δύο νεοσσοὺς περιστερῶν· σωφροσύνης τε καὶ πραότητος ὁ τύπος, οὐ μὴν δὲ ἀλλὰ καὶ βίου διαφορᾶς, ὧν [cod. ὡς] ἀμφοτέρων νομοθέτης, γάμου τε καὶ ἀγαμίας. Εἴποις γὰρ ἂν τοὺς μὲν εὐζώνους καὶ πνευματικωτέρους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους, εἶναι τὰς περιστεράς· τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πεποιημένους πρόνοιαν, τρυγόνας. Ὁ δέ γε μακάριος Συμεὼν, προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας τε τῆς ἀνωτάτω πιμπλάμενος, εὐλογεῖ τὸν Θεὸν, λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα. Πόθεν ἀπολύεις;

Ἐκ τοῦ βιωτικοῦ σκάμματος· λύτρα γὰρ καὶ δεσμωτήριον ὁ βίος. Ὁ γὰρ μέλλων εἰρήνην ποιεῖν τῷ κόσμῳ παρεγένετο, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, ὁ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. »Ὅτι εἶδον τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.» Προητοίμαστο γὰρ τὸ Χριστοῦ μυστήριον καὶ πρὸ αὐτῆς τοῦ κόσμου καταβολῆς· πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· γέγονε δὲ φῶς ἐν σκότει καὶ πεπλανημένοις καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικήν· κέκληνται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινόν· ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ. Εἰ γὰρ καὶ γεγόνασί τινες ἐξ αὐτῶν ὑβρισταὶ καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεῳ τὴν διάνοιαν ἔχοντες, ἀλλ᾽ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης, ὅλην περιαστράπτει τὴν ὑπ᾽ οὐρανόν· δόξα δὲ καὶ ἑτέρως τοῦ Ἰσραὴλ ὁ Χριστὸς, ὅτι προῆλθεν ἐξ αὐτῶν κατὰ σάρκα, καίτοι Θεὸς ὢν ἐπὶ πάντας καὶ προαιώνιος. <Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ.> (A f. 39, E f. 128 b) Τέθειται μὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, λίθος ὢν ἐκλεκτὸς ἀκρογωνιαῖος, ἔντιμος.

Ἀλλ᾽ οἱ μὲν ἐπ᾽ αὐτῷ πιστεύσαντες, οὐ κατῃσχύνθησαν· οἱ δὲ ἄπιστοι, καὶ τὸ ἐπ᾽ αὐτῷ μυστήριον οὐκ ἰσχύσαντες ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.» Ἀλλ᾽ ἠσφαλίσατο τοὺς ἐξ Ἰσραὴλ ὁ προφήτης, λέγων· «Κύριον αὐτὸν ἁγιάσετε, καὶ αὐτὸς ἔσται σου φόβος· καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμὸν, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρᾳ πτώματος.» —(A f. 39, E f. 129) Οὐκοῦν ἐπειδήπερ Κύριον καὶ Θεὸν ὄντα τὸν Ἐμμανουὴλ οὐχ ἡγίασεν ὁ Ἰσραὴλ, οὔτε μὴν ἠθέλησεν ἐπ᾽ αὐτῷ πεποιθέναι, περιπταίσας ὡς λίθῳ διὰ τὴν ἀπιστίαν, συνετρίβη καὶ πέπτωκεν· ἀνέστησαν δὲ πολλοὶ, τουτέστιν οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι.—(A f. 39 b, E f. 130, H f. 116) Ἢ καὶ ὡς ὁ σοφώτατος γράφει Παῦλος, «Ἰουδαίοις μέν ἐστι σκάνδαλον ὁ σταυρὸς, ἔθνεσι δὲ μωρία.» Καὶ πάλιν· «Ὁ λόγος ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις, μωρία ἐστί· τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ εἰς σωτηρίαν.»

Διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον ὁ Κύριός ἐστι. <Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.> (A f. 40, B f. 31, E f. 131, H f. 117) Συντομώτερον δὲ εἰπεῖν, ῥομφαίαν ἐν τούτοις καταδηλοῦσθαί φαμεν, ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς τῶν Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Ἐμμανουήλ. Καὶ ἔοικέ γε συνιέναι οὕτως, καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεών· μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο ἡ ἁγία Παρθένος, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν σάρκα. Τοιοῦτον καὶ τὸ παρὰ τῷ Ζαχαρίᾳ· «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου·» τουτέστιν, Ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος, καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. <Τὸ δὲ παιδίον ηὔξανε, κ.τ.λ.> (A f. 42, B f. 32, C f. 109 b., E f. 135 b., H. f. 124) Τὸ δὲ λέγειν, ὅτι «Τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτῷ,» ταῦτα κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι δεκτέον. Ἄθρει δέ μοι τῆς οἰκονομίας τὸ βάθος· Ἀνθρώπινον ὑπομένει τόκον, καίτοι τὸ ἄναρχον καὶ ἄχρονον θεϊκῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας, αὐτὸς ὢν ἡ πᾶσα σοφία. Καὶ τί πρὸς τοῦτό φαμεν;

Ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεϊκῶς, ἐν τῷ λέγεσθαι λαβεῖν· οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὢν ὁ Λόγος. Τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα, τὸν τῆς κενώσεως διαδείκνυσι τρόπον. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον, τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον· ἀλλ᾽ ὅτε γέγονε σὰρξ, ἤγουν ἄνθρωπος καθ᾽ ἡμᾶς, τότε τίκτεται μὲν ἐκ γυναικὸς κατὰ σάρκα, λέγεται δὲ καὶ ὑπομεῖναι τὰ ἀνθρώπινα. Ἦν μὲν γὰρ ἱκανὸς Θεὸς ὢν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου, καὶ ἐκ μήτρας εὐθὺς τὴν ἰδίαν ἀναβιβάσαι σάρκα· ἀλλ᾽ ἦν οὐ μακρὰν τερατοποιίας τὸ δρώμενον.

Διὰ τοῦτο τοῖς τῆς ἀνθρωπότητος ἔθεσί τε καὶ νόμοις, τὸ κρατεῖν ἐδίδου καὶ ἐπὶ τῆς ἑαυτοῦ σαρκός. Οὕτω καὶ ἐν σοφίᾳ προκόπτειν ἂν λέγοιτο, οὐ προσθήκην σοφίας δεχόμενος, καθ᾽ ὃ νοεῖται Θεὸς ὁ ἐν πᾶσι παντέλειος, καὶ ἀπροσδεὴς εἰσάπαν τῶν θεοπρεπῶν ἀξιωμάτων, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντος κατὰ βραχὺ τῆς σοφίας τὴν ἔκφανσιν. (A f. 42 b., H f. 124 b) Προκόπτει δὲ ἡλικίᾳ μὲν σῶμα, σοφίᾳ δὲ ψυχή. Θεότης γὰρ οὐδετέραν ἐπίδοσιν ἐπιδέχεται· παντέλειος γὰρ ὁ τοῦ Θεοῦ Λόγος.

Εἰκότως δὲ συνέζευξε τῇ τῆς ἡλικίας αὐξήσει, τὴν τῆς σοφίας ἐπίδοσιν· πρὸς γὰρ τὸ μέτρον τῆς τοῦ σώματος ἡλικίας, ἀπεκάλυπτεν ἡ θεία φύσις τὴν οἱ κείαν σοφίαν. <Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς.> (A f. 45, B f. 32, C f. 110, E f. 109, H f. 132 b) Εἰπὼν ὁ εὐαγγελιστὴς, ὅτι προέκοπτεν ὁ Ἰησοῦς ἐν σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώποις, δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ Παρθένῳ, ἑορτῆς καλούσης εἰς τοῦτο· εἶτά φησιν ἀπομεῖναι μὲν αὐτὸν, εὑρεθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντά τε καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμένα· εἶτα θαυμαζόμενον ἐπὶ ταῖς ἐρωτήσεσιν ὑπὸ πάντων καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα διὰ τοῦ γινώσκεσθαι πολλοῖς ὅτι τοιοῦτός ἐστιν. <Ὁ Πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.> (B f. 33) ᾝδει μὲν γὰρ ἡ μήτηρ αὐτοῦ μὴ τέκνον εἶναι αὐτὸν τοῦ Ἰωσήφ· ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων τοῦτό φησι· καὶ ἐπειδὴ εἶπεν, ὅτι «Ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε,» ὁ Σωτὴρ πρὸς τοῦτο λέγει· <Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με;> (A f. 45 b, E f. 110 b, H f, 134) Ἐνταῦθα οὖν πρώτως τοῦ ἀληθῶς Πατρὸς φανερώτερον μνημονεύει, καὶ παραγυμνοῖ τὴν ἑαυτοῦ θεότητα.

Ἐπειδὴ γὰρ ἔφασκεν ἡ ἁγία Παρθένος· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως;» τότε δὴ, τότε τῶν ἀνθρωπίνων ἐπέκεινα μέτρων ἑαυτὸν ὄντα δεικνὺς, καὶ διδάσκων ὅτι γέγονε μὲν ὑπουργὸς τῆς οἰκονομίας αὐτὴ τεκοῦσα τὴν σάρκα, φύσει δὲ καὶ ἀληθείᾳ Θεὸς ἦν, καὶ Υἱὸς τοῦ ἐν οὐρανοῖς ὄντος Πατρὸς, φησίν· «Οὐκ ᾔδειτε,» κ.τ.λ.—(A f. 45 b., E f. 110 b., H f. 134) Ἐνταῦθα οἱ ἀπὸ Οὐαλεντίνου ἀκούοντες, ὅτι Θεοῦ ἦν ὁ ναὸς, καὶ νῦν ἐν ἰδίοις ὁ Χριστὸς, ὁ καὶ πάλαι διὰ τοῦ νόμου γραφόμενος, καὶ ὡς ἐν σκιαῖς καὶ τύποις μορφούμενος, αἰδείσθωσαν λέγοντες, ὅτι οὐχ ὁ Δημιουργὸς, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, οὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. <Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.> (A f. 46, B f. 33 b., E f. 112, H f. 136 b) Φησὶν ὁ εὐαγγελιστὴς Ἰωάννης· «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.» Ποῖ ποτε προκόψει τὸ πλῆρες; ἢ ποίαν ὅλως ἐπιδέξεται προσθήκην, οὗ ἐπέκεινα μηδέν; Οὐκοῦν οὐ καθ᾽ ὃ Λόγος ἐστὶ καὶ Θεὸς προκόπτειν εἴρηται, ἀλλ᾽ ὅτι μειζόνως ἀεὶ θαυμαζόμενος, χαριέστερος παρὰ τοῖς ὁρῶσι διὰ τῶν ἀποτελεσμάτων ἀπεδείκνυτο, προκοπτούσης, ὡς ἔστι μᾶλλον εἰπεῖν ἀληθέστερον, τῆς τῶν θαυμάτων ἕξεως ἐν ταῖς τῶν ὁρώντων διανοίαις, ἤπερ αὐτοῦ τοῦ τελείου πρὸς χάριν ὡς Θεοῦ.

Σκόπει δὲ ὡς τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ᾽ ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ᾽ ἐν αὐτῇ τὸ ἀνθρώπινον.

Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ ἐπιτήρει ὡς οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ᾽ «Ὁ Ἰησοῦς,» ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ᾽ ὅτι γέγονε σὰρξ, καὶ προκόπτειν λέγεται, ὅτε τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι τὸ ἀνθρώπινον. Τῆς οὖν ἀνθρωπότητος ἂν εἴη, καὶ κατὰ ταύτης ἂν φέροιτο εὐλόγως τὸ, προέκοπτεν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.