Ὡς γὰρ, ἐν καιρῷ τροφῆς καὶ τραπέζης, ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα· καὶ διαδείκνυσιν, ὡς καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δή που μόνης ἐξ ἀκαθαρσίας σωματικῆς, ἀλλὰ γὰρ καὶ εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ὑπηρετοῦντα τῶν σκευῶν, καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἂν ἔχοι, καὶ προσέτι τουτῳ τῶν ἔσω. Ὁ γὰρ ποιήσας, φησὶ, τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν· τουτέστιν, ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. Χρὴ τοιγαροῦν ἑνὸς ὄντα ποιήματα τοῦ φιλαρέτου Θεοῦ, σύνδρομον ἔχειν τὴν ἀποκάθαρσιν. Ἀλλ᾽ ἦν ἄηθες τοῦτο τοῖς Γραμματεῦσί τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς, πάντα δρᾷν ἐσπούδαζον· τάφοις κεκονιαμένοις προσεοικότες, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας. Ἀλλ᾽ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστὸς, ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ τε καὶ σώματι. Καὶ γοῦν ἔφη τις τῶν παρ᾽ ἡμῖν· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Καὶ μὴν καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ· «Λούσασθε, φησὶ, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου.»