Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η Κυριακή Προσευχή, η αναίρεση των συκοφαντιών και οι έλεγχοι των Φαρισαίων

Ερμηνεία της Κυριακής Προσευχής, η αναίρεση της συκοφαντίας περί Βεελζεβούλ, το σημείο του Ιωνά, και ο αυστηρός έλεγχος της υποκρισίας και του νομικισμού των Γραμματέων και Φαρισαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 9 από 22

ΚΕΦΑΛ. ΙΑʹ. <Ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον.> (A f. 147) Καί τοι Θεός ἐστιν ἀληθινὸς, καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ διανέμει μὲν αὐτὸς τῇ κτίσει τὰ πάντα, δι᾽ ὧν ἂν εὖ ἔχοι καὶ σώζηται· δεῖται δὲ ὅλως αὐτὸς οὐδενός· πλήρης γάρ ἐστι, φησὶν, αὐτός· τίνος οὖν ἐν χρείᾳ καθεστάναι φαίη τις ἂν αὐτὸν, πάντα ἔχοντα φυσικῶς τὰ τοῦ Πατρός; Ἔφη γὰρ ἐναργῶς, ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἔχει δὲ ὁ Πατὴρ τὸ εἶναι πλήρης ἀγαθοῦ παντὸς καὶ θεοπρεπῶν ἀξιωμάτων. Ἔστι δὲ τοῦτο καὶ τοῦ Υἱοῦ· καὶ τοῦτο εἰδότες οἱ ἅγιοι λέγουσιν, ὅτι «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Τί δῆτα οὖν προσεύχεται, φησὶν, εἰ πλήρης ἐστὶ, καὶ οὐδενὸς ὅλως δεῖται τῶν τοῦ Πατρός; Πρὸς τοῦτό φαμεν ὅτι δίδωσι μὲν αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος τὸ εἴπερ ἕλοιτο πληροῦν τὰ ἀνθρώπινα, καιροῦ καλοῦντος εἰς τοῦτο. Εἰ γὰρ ἔφαγε καὶ πέπωκεν, ὕπνου τε μετεσχηκὼς εὑρίσκεται, τί τὸ ἄτοπον κἂν εἰ τοῖς καθ᾽ ἡμᾶς συγκαθιστάμενος μέτροις, καὶ ἀνθρωπίνην δικαιοσύνην ἀποπληρῶν, οὐκ ἀνεπιτήδευτον ἐποιεῖτο τὴν προσευχήν;

ἵνα ἡμᾶς διδάξῃ μὴ ῥᾳθύμους εἶναι πρὸς τοῦτο· συντείνεσθαι δὲ μᾶλλον λιτὰς, οὐκ ἐν πλατείαις ἑστῶτας μέσαις (ἔδρων γὰρ τοῦτο τῶν Ἰουδαίων τινὲς, Γραμματεῖς δέ εἰσιν οὗτοι καὶ Φαρισαῖοι, φιλοδοξίας ἀφορμὴν τὸ χρῆμα ποιούμενοι), καταμόνας δὲ μᾶλλον, ἡσυχῇ τε καὶ ἀνακεχωρημένως, καὶ οἷον μόνους μόνῳ λαλοῦντας Θεῷ, καθαρῷ καὶ ἀπερισπάστῳ νῷ. Ἔδει γὰρ ἀγαθοῦ παντὸς καὶ ἐπωφελεστάτου πράγματος ἀρχὴν καὶ διδάσκαλον οὐχ ἕτερόν τινα ἡμῖν γενέσθαι μᾶλλον, ἀλλ᾽ αὐτὸν τὸν ἐν πᾶσι πρωτεύοντα καὶ τὰς παρὰ πάντων δεχόμενον λιτάς. <Εἶπε δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν, κ.τ.λ.> (A f. 149) Ὢ πολλῆς ἀφθονίας! ὢ γαληνότητος ἀσυγκρίτου καὶ μόνῳ πρεπούσης αὐτῷ! Τὴν ἰδίαν ἡμῖν χαρίζεται δόξαν, ἀναβιβάζει τὸ δοῦλον εἰς ἐλεύθερον ἀξίωμα, Πατέρα καλεῖν ἐφίησι τὸν Θεὸν, ὡς ἐν υἱῶν τάξει γεγενημένους. Παρ᾽ αὐτοῦ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐσχήκαμεν· καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Μεμορφώμεθα γὰρ εἰς υἱότητα, διὰ γεννήσεως τῆς πνευματικῆς, τελουμένης ἐν ἡμῖν οὐκ ἐκ σπορᾶς φθαρτῆς μᾶλλον, ἀλλὰ διὰ λόγον ζῶντος Θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· «Βουληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν ἑαυτοῦ κτισμάτων.» Ἔφη γὰρ οὕτω τις τῶν ἁγίων ἀποστόλων.

Καὶ αὐτὸς δέ που Χριστὸς, τὴν τοῦ πράγματος ὁδὸν ἐναργῆ καθίστη, λέγων· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Μᾶλλον δὲ, δεῖ γὰρ πρὸς ὑμᾶς καί τι τῶν ἀποῤῥήτων εἰπεῖν, αὐτὸς ἡμῖν γέγονε τῆς οὕτω λαμπρᾶς καὶ ἀξιοκτήτου χάριτος ὁδὸς, καὶ θύρα, καὶ ἀφορμὴ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών· ἔλαβε γὰρ δούλου μορφὴν, καίτοι καθ᾽ ὃ νοεῖται καὶ ἔστιν Θεὸς, ἐλεύθερος ὢν, ἵν᾽ ἡμῖν τὰ ἑαυτοῦ χαρίσηται. Μόνος γὰρ κατὰ φύσιν ἐλεύθερος αὐτὸς, ὅτι καὶ μόνος ἐστὶν Υἱὸς τοῦ τὰ πάντα ὑπερκειμένου καὶ κατεξουσιάζοντος τῶν ὅλων, φύσει τε καὶ ἀληθῶς ἐλευθέρου Πατρός· πᾶν γὰρ τὸ παρενεχθὲν εἰς γένεσιν, δοῦλον ὑπέχει τῷ κτίσαντι τὸν αὐχένα. Ψάλλει γοῦν ὁ Μελῳδὸς, καί φησι πρὸς αὐτόν· «Ὅτι τὰ σύμπαντα δοῦλά σου.» Ὅτι δὲ τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθεὶς, οἰκονομικῶς δέδωκεν ἡμῖν τὰ ἑαυτοῦ, πιστώσεται γράφων ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς, ὁ πάνσοφος Παῦλος· «Ὅτι πλούσιος ὢν, ἐπτώχευσεν, ἵν᾽ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Πτωχεία μὲν γὰρ τῷ Θεῷ Λόγῳ, τὰ καθ᾽ ἡμᾶς, ἤτοι τὰ ἀνθρώπινα· πλοῦτος δὲ τῇ ἀνθρώπου φύσει, τὸ λαβεῖν τὰ αὐτοῦ· ὧν ἕν ἐστι τὸ ἐλεύθερον ἀξίωμα, πρέπον ὡς μάλιστα τοῖς εἰς υἱότητα κεκλημένοις.

Αὐτοῦ δὲ καὶ τοῦτο, ὡς ἔφην, τὸ δῶρον· ἔφη γὰρ πρὸς ἡμᾶς· «Καὶ πατέρα μὴ καλέσητε ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ οὐράνιος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.» Ἐπειδὴ γὰρ γέγονε καθ᾽ ἡμᾶς, διὰ τοῦτο πεπλουτήκαμεν ἡμεῖς τὴν πρὸς αὐτὸν ἀδελφότητα. Κελεύει τοίνυν παῤῥησιάζεσθαί τε καὶ λέγειν ἐν προσευχαῖς Πατέρα. Οἰκονομικώτατα δὲ λίαν δίδωσι κἀκεῖνο τοῖς προσευχομένοις ἐννοεῖν· εἰ γὰρ Πατέρα καλοῦμεν τὸν Θεὸν, καὶ τῆς οὕτω λαμπρᾶς ἠξιώθημεν τιμῆς, πῶς οὐκ ἀξίως τοῦ τετιμηκότος πολιτευσόμεθα· Τοῦτό τις ἔφη τῶν ἁγίων ἀποστόλων· «Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» <Ἁγιασθήτω τὸ ὄνομά σου.> (A f. 149 b) Ἆρα ἁγιασμοῦ προσθήκην ἐγγενέσθαι παρακαλοῦμεν τῷ παναγίῳ Θεῷ; Καὶ μὴν τοῦτο ἐστιν οὐκ ἄμεμπτον παντελῶς. Πλήρης γάρ ἐστι, καθά φησιν αὐτὸς, ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ παντέλειος, καὶ αὐτός ἐστιν ὁ χορηγῶν τῇ κτίσει τὸν ἁγιασμὸν ἐξ ἰδίου πληρώματος. Πρὸς δὲ αὖ τούτοις, εὔηθες καὶ καταγέλαστον τὸ νομίζεσθαι τοὺς προσευχομένους οὐχ ὑπέρ γε μᾶλλον ἑαυτῶν, ἀλλ᾽ ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς λιτάς. Τί οὖν ἄρα ἐστὶ τὸ, «Ἁγιασθήτω τὸ ὄνομά σου;» Φαμὲν, ὅτι οὐχ ἁγιασμοῦ προσθήκην ἐνυπάρξαι παρακαλοῦσι τῷ ἐπὶ πάντας Θεῷ. Τίς γάρ ἐστιν ὁ μείζων αὐτοῦ, καὶ προσδοῦναί τι δυνάμενος;

Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· ἐκεῖνο δὲ μᾶλλον ἑαυτοῖς τε καὶ πᾶσιν ὑπάρξαι παρακαλοῦσιν.

Ὅτε διακείμεθα καὶ πιστεύομεν ὅτι Θεὸς ὁ φύσει καὶ ἐπὶ πάντας, ἅγιος ἁγίων ἐστὶ, τότε τὸν φόβον αὐτοῦ λαβόντες εἰς νοῦν, ὀρθήν τε καὶ ἀνεπίληπτον ἐπιτηδεύομεν ζωήν· ἵνα οὕτως ἅγιοι γεγονότες, ἐγγὺς εἶναι δυνηθῶμεν τοῦ ἁγίου Θεοῦ. Γέγραπται γὰρ, ὅτι «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.» Ἔφη δή που καὶ πρὸς τὸν ἱεροφάντην Μωϋσέα· «Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι.» Οὐκοῦν ἐν ἡμῖν, φησὶν, ἅγιον ἔστω τὸ ὄνομά σου· τοῦτο γὰρ δὴ τὸ ἁγιασθήτω δηλοῖ. Καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ κόσμου, τοῦτο παρακαλοῦσιν.

Ἐννόησον γὰρ ὅτι παρὰ τοῖς οὔπω τὸ τῆς ἀληθείας πλουτήσασι φῶς, μήτε μὴν τὴν πίστιν παραδεξαμένοις, ἔτι καταπεφρόνηται τὸ ὄνομα τοῦ Θεοῦ. Οὔπω γὰρ αὐτοῖς ἅγιον εἶναι δοκεῖ, καὶ σεπτὸν καὶ προσκυνητόν.

Ἐπὰν δὲ τὸ τῆς ἀληθείας αὐτοῖς ἐλλάμψῃ φῶς, καὶ ὡς ἐκ νυκτὸς καὶ σκότους διαγρηγορήσωσι, μόλις τότε μαθόντες τίς τε καὶ ὅσος ἐστὶν, ἅγιον ἁγίων ὁμολογοῦσιν αὐτόν. Ὅτι δὲ τοῦθ᾽ οὕτως ἔχει, συνήσεις ἐντεῦθεν. Ἔφη τις τῶν ἁγίων προφητῶν· «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος· καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμόν.» Ἆρα οὖν ἡμεῖς ἅγιον ἀποτελοῦμεν τὸν Θεὸν, τὸν ἐξ ἰδίου πληρώματος διανέμοντα πλουσίως τῇ κτίσει τὰ παρ᾽ ἑαυτοῦ; Ἀλλὰ δῆλον ὡς ἐκεῖνο διδάσκειν φαμὲν αὐτὸν, ὅτι Ἅγιον εἶναι αὐτὸν πιστεύετε· τότε γὰρ αὐτὸν φοβηθήσεσθε, ἔσται δὲ οὗτος ὑμῖν καὶ εἰς ἁγιασμόν. Γέγραπται δὲ πάλιν περὶ Χριστοῦ· «Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχήν·» τουτέστι, παρ᾽ οὐδὲν αὐτὴν ἡγήσατο· τέθεικε γὰρ αὐτὴν ὑπὲρ ἡμῶν. Πλὴν ἁγιαζέσθω, φησὶ, παρ᾽ ὑμῶν, τουτέστιν ὁμολογείσθω ἅγιος. Καὶ γάρ ἐστι τοῦτο κατὰ φύσιν, Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς Θεοῦ. Τὸ γὰρ ἅγιον οὐσιωδῶς πρέποι ἂν οὐδενὶ μὲν τῶν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένων, μόνῃ δὲ τῇ ἀνωτάτῳ καὶ ὑπὲρ πάντα φύσει.

Ὅταν οὖν πιστεύωμεν ὅτι κατὰ φύσιν ἅγιος ἐστι, τοῦτο γάρ ἐστι τὸ «ἁγιάζειν αὐτὸν,» τότε προσομολογοῦμεν ὅτι καὶ Θεός ἐστιν ἀληθινὸς, ἕτι δὲ κεχωρισμένος ἀπὸ τῶν λοιπῶν, καὶ ἐν ὑπεροχῇ μεγίστῃ. <Ἐλθέτω ἡ βασιλεία σου.> (A f. 150) Ἀεί γε μὴν βασιλεύοντος τοῦ Θεοῦ, καὶ κατακρατοῦντος ὅλων, τί δὴ βούλεται τὸ, «Ἐλθέτω ἡ βασιλεία σου;» Ἐοίκασι τοίνυν ἐπιθυμεῖν οἱ τοῦτο λέγοντες ἐν προσευχαῖς, ἐπιλάμψαντα πάλιν ἰδεῖν ἐν κόσμῳ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἥξει γὰρ, ἥξει, καὶ καταβήσεται κριτὴς, καὶ οὐκ ἐν ὑφέσει τότε τῇ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐν δόξῃ θεοπρεπεῖ δορυφορούντων ἀγγέλων, ἵνα κρίνῃ τὸν κόσμον. Ἀπολογίας τοίνυν ὁ τότε καιρὸς, μᾶλλον δὲ δοκιμασίας καὶ ἀνταποδόσεως· πῦρ ηὐτρέπισται τοῖς ἀνόμοις, καὶ δίκη μακρὰ, διηνεκῆ κολαστήρια. Εἶτα πῶς ἰδεῖν ἐκεῖνον εὔχονται τὸν καιρόν; Ἄθρει δή μοι πάλιν τοῦ Σωτῆρος τὸ εὐτεχνὲς, καὶ τὴν ἐφ᾽ ἑκάστῳ τῶν πραγμάτων ἀξιοθαύμαστον οἰκονομίαν. Ἐκέλευσε γὰρ διὰ προσευχῆς αἰτεῖν αὐτὸν ἐκεῖνον τὸν ὄντως φρικτὸν ἐπιστῆναι καιρὸν, ἵνα εἰδεῖεν ὅτι διαβιοῦν αὐτοὺς ἀναγκαῖον, οὐ ῥᾳθύμως ἢ παρειμένως, ἁγιοπρεπῶς δὲ μᾶλλον, καὶ κατά γε τὸ αὐτῷ δοκοῦν· ἵνα στεφάνων αὐτοῖς εὑρεθῇ πρόξενος ὁ καιρὸς, καὶ μὴ πυρὸς καὶ δίκης. Τοῖς γὰρ ἀνόμοις καὶ βεβήλοις πρέποι ἂν κατ᾽ οὐδένα τρόπον τὸ λέγειν ἐν προσευχαῖς, «Ἐλθέτω ἡ βασιλεία σου.»

Ἤγουν ἴστωσαν ὡς τοῦτο λέγοντες, μονονουχὶ καταιτιῶνται Θεὸν, ὅτι μὴ θᾶττον αὐτοῖς ὁ τοῦ κολάζεσθαι καιρὸς ἀνίσχει καὶ φαίνεται· τούτοις ἐπιφθέγγεταί τις τῶν ἁγίων προφητῶν· «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τίς ὑμῖν αὕτη ἡ ἡμέρα τοῦ Κυρίου, καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος.» Οὐκοῦν αἰτοῦσιν οἱ ἅγιοι τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ὁλοτελοῦς βασιλείας ἐπιστῆναι καιρὸν, ἅτε δὴ πεπονηκότων ἃ δεῖ, καὶ τῶν ἤδη προειργασμένων αὐτοῖς ζητοῦντες τὰς ἀμοιβάς. Τεθαῤῥήκασι γὰρ ὅτι λαμπροὶ παραστήσονται τῷ κριτῇ. <Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.> (A f. 150 b) Ἁγιοπρεπὲς δὲ καὶ τοῦτο, καὶ παντὸς ἐπαίνου μεστόν. Τὸ γὰρ ἐν γῇ βούλεσθαι κρατεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ, τί ἂν ἕτερον εἴη, πλὴν ὅτι τὸ πάντας ἐθέλειν ἁπάσης ἀρετῆς ἀποτελεστὰς εἶναι καὶ ἐπιστήμονας; Οὕτω καὶ διαπρέπειν ἐν οὐρανοῖς τοὺς ἁγίους ἀγγέλους φαμέν. Γέγραπται γὰρ περὶ αὐτῶν· «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ.» Ἰσχὺν τοίνυν παρακαλοῦσι δοθῆναι τοῖς ἐπὶ γῆς οἱ τοῦτο λέγοντες, ἵνα ποιῶσι τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν ἄνω καὶ ἐν οὐρανοῖς ἀπομιμῶνται πολιτείαν, τὴν παρά γέ φημι τοῖς ἁγίοις ἀγγέλοις· ἵνα, ὡς ὁ Παῦλός φησιν, ἐπὶ γῆς περιπατοῦντες, ἔχωσιν ἐν οὐρανῷ τὸ πολίτευμα.

Πρὸς δ᾽ αὖ τούτοις φαμὲν, ὅτι τῆς ἁμαρτίας τὴν ἀναίρεσιν αἰτοῦσιν ἰδεῖν οἱ λέγοντες· «Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Θέλημα γὰρ, ὡς ἔφην, τοῦ ἐπὶ πάντας Θεοῦ, τὸ ἁγίως πολιτεύεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα τῆς τῶν πρωτοτόκων Ἐκκλησίας, τῆς ἄνω φημὶ, μίμημα καὶ εἰκὼν ὥσπερ τις, ἡ ἐπὶ γῆς ὁρωμένη, κατευφραίνῃ Χριστόν. <Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.> (A f. 150 b) Οἴονται δὲ ἴσως τινὲς, ἀνάρμοστον εἶναι καὶ ἀπεοικὸς ἁγίοις τὸ αἰτεῖν παρὰ Θεοῦ τὰ σωματικὰ, καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποφέρουσι τὸ εἰρημένον εἰς πνευματικὴν θεωρίαν· καὶ δὴ καὶ ἄρτον φασὶν αὐτοὺς αἰτεῖν, οὐκ ἐπίγειον, οὐ σωματικὸν, ἐκεῖνον δὲ μᾶλλον, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντα, καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα, ἢ, ὥς φασιν, ἀληθεῖ οὐσίᾳ καὶ ἀσωμάτῳ, τουτέστι τῇ ψυχῇ· αὕτη γὰρ, διὰ τὸ μὴ ῥευστὸν, κυρίως οὐσία ἐστίν. Ἐγὼ δὲ ὅτι μὲν ἁγίοις πρέποι ἂν ὅτι μάλιστα τὸ πνευματικῶν χαρισμάτων ἐπείγεσθαι μεταλαχεῖν, φαίην ἂν ἐνδοιάσας οὐδέν· πλὴν ἐκεῖνο ἄξιον ἰδεῖν, ὅτι κἂν ἄρτον αἰτῶσι κοινὸν, καὶ τοῦτο δρᾷν αὐτοῖς προστέταχεν ὁ Σωτὴρ, μώμου παντὸς ἐλευθέραν ποιοῦνται τὴν πρόσοδον. Ἄθρει γὰρ ὁποῖος τοῖς εἰρημένοις ἐγκέκρυπται νοῦς.

Δι᾽ ὧν γὰρ προστέταχεν ἄρτον αἰτεῖν, ἤτοι τροφὴν τὴν ἐφήμερον, δῆλος ἂν εἴη δήπουθεν, μηδὲν ἔχειν αὐτοῖς ἐφιεὶς, ἁγιοπρεπῆ δὲ μᾶλλον ἐπιτηδεύειν πτωχείαν. Οὐ γὰρ τῶν ἐχόντων τὸ αἰτεῖν, ἀλλὰ τῶν ἐν σπάνει καθεστηκότων.

Ἐπ᾽ ἂν δέ τις οὐδενὸς ἐν χρείᾳ καθεστηκὼς, Θεῷ τῷ πάντα εἰδότι λέγει· Δὸς ἄρτον ἡμῖν τὸν ἐφήμερον, δόξειεν ἂν εἰρωνεύεσθαι μᾶλλον, ἢ γοῦν ἀληθῶς βούλεσθαι λαβεῖν. Ἄρτον δὲ τὸν ἐπιούσιον οἱ μὲν εἶναί φασι τὸν ἥξοντά τε καὶ δοθησόμενον κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἵνα νοῆται πάλιν πνευματικῶς· οἱ δὲ καὶ εἰς ἑτέρας ἐννοίας ἀποφέρουσι τὴν φωνήν.

Ἀλλ᾽ εἴπερ ἦν ἀληθὲς ὡς ἄρτου τοῦ δοθησομένου κατὰ τὸν αἰῶνα τὸν μέλλοντα μνήμην ποιοῦνται προσευχόμενοι, διὰ τί προσεπάγουσι τὸ, «Δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν;» Ἔστι γὰρ ἔτι διὰ τούτων ἰδεῖν, ὅτι τῆς ἐφημέρου τροφῆς ποιοῦνται τὴν αἴτησιν ὡς ἀκτήμονες δηλονότι. Ἐπιούσιον δὲ τὸν αὐτάρκη νοεῖσθαι χρή· τέθεικέ που τὴν λέξιν καὶ ὁ μακάριος Ἀπόστολος, βραχὺ παραλλάξας, ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτὸν ἑαυτῷ κατασκευάσαι λαὸν περιούσιον, ἀντὶ τοῦ ἐπιουσίου τὸν περιούσιον εἰπὼν, τουτέστι, τὸν ἀρκοῦντα, καὶ τοῦ τελείως ἔχειν οὐχ ἡττώμενον. <Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, κ.τ.λ.> (A f. 151) Βούλεται χρηστοὺς καὶ ἀμνησικάκους εἶναι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος· ὡς ἀνεπιπλήκτως δύνασθαι λέγειν ἐν προσευχαῖς· Ἄφες ἡμῖν, ὅτι ἀφήκαμεν. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως!» Πρῶτον αἰτεῖν ἐπιτάττει τῶν αὐτοῖς ἡμαρτημένων τὴν ἄφεσιν, εἶθ᾽ οὕτως ὁμολογεῖν ὅτι πάντη τε καὶ πάντως ἀφήσουσι καὶ αὐτοί· καὶ ἵνα οὕτως εἴπω, τῆς ἐνούσης αὐτοῖς ἀνεξικακίας μιμητὴν [cod. μιμητὰς] ἐθέλουσι γενέσθαι τὸν Θεὸν, καὶ ἣν ἂν αὐτοὶ παράσχωνται τοῖς ὁμοδούλοις χρηστότητα, ταύτην ἐν ἴσῳ μέτρῳ ζητοῦσι λαβεῖν παρὰ τοῦ τὰ δίκαια νέμοντος, καὶ κατοικτείρειν ἅπαντας εἰδότος Θεοῦ. Καὶ μή τις οἰέσθω τοῖς τυχοῦσιν ἁπλῶς ἐξεῖναι λέγειν· «Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν.»

Οὐ γὰρ τοῖς οὖσιν ἐν τῷ πλημμελεῖν ἔτι πρέποι ἂν λέγειν τὸ, «Ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν·» ἐκείνοις μᾶλλον οἵπερ ἂν εἶεν ἀποφοιτήσαντες μὲν τῶν ἤδη προεπταισμένων, ἀντεχόμενοι δὲ τοῦ διαζῇν λοιπὸν ἐθέλειν ἁγιοπρεπῶς. Δεῖ τοίνυν αἰτεῖν παρὰ Θεοῦ τῶν ἡμαρτημένων τὴν ἄφεσιν, προαφέντας ἡμᾶς τοῖς κατά τι γοῦν προσκεκρουκόσιν, ὅταν εἰς ἡμᾶς καὶ μὴ εἰς αὐτὴν τὴν θείαν καὶ ὑπερτάτην ἁμαρτάνωσι δόξαν· οὐ γὰρ ἐκείνων ἡμεῖς ἐσμεν κύριοι, μόνον δὲ τῶν εἰς ἡμᾶς γεγονότων. <Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.> (A f. 152) Μέχρι μὲν τούτου τὴν προσευχὴν ἵστησιν ὁ Λουκᾶς· ὁ δέ γε Ματθαῖος εὑρίσκεται προσεπενεγκών· «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ἔνεστι δὲ τοῖς λόγοις πλείστη τις ἀκολουθία· ἕψεται γὰρ πάντως τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, τὸ ἐκ τοῦ πονηροῦ ῥυσθῆναι ἡμᾶς. Ἢ τάχα που, ταὐτὸν εἶναί τις εἰπὼν τὸ ῥυσθῆναι τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Οὐκ ἀνάνδρους δὲ ἡμᾶς οὔτε δειλοὺς εἶναι βούλεται, ταῦτα διδάσκων λέγειν, νεανικοὺς δὲ μᾶλλον, καὶ ἐφ᾽ ἅπασιν εὐτόλμους τοῖς ἐπαινουμένοις· πρὸς δὲ αὖ τούτοις καὶ μετριόφρονας καὶ πτωχοὺς τῷ πνεύματι, καὶ μὴ νομίζειν ὅτι πάντη τε καὶ πάντως παντὸς περιεσόμεθα πειρασμοῦ. Ἀφόρητον γὰρ ἔσθ᾽ ὅτε κατεμπίπτει δέος τῆς ἀνθρώπου ψυχῆς, καὶ εὐτολμότατον συνθραύει φρόνημα τοῦ πειρασμοῦ τὸ βάρος.

Χρὴ τοίνυν μὴ καταθρασύνεσθαι πειρασμῶν, διαλογίζεσθαι δὲ μᾶλλον τῆς ἐν ἡμῖν διανοίας τὸ ἀσθενές.

Οὐκοῦν παραιτώμεθα μὲν τὸ πειράζεσθαι· καιροῦ δὲ καλοῦντος ὡς ἐξ ἀνάγκης εἰς τοῦτο, τότε δὴ, τότε παντὶ σθένει χρωμένους ἀγωνίζεσθαι χρή. Διττὸν δὲ τὸ εἶδος τῶν πειρασμῶν· ἢ γάρ τις ὑπὸ τῶν ἑτεροφρόνων πειράζεται, ἢ ὑπὸ τῶν τῆς ἀτιμίας παθῶν.

Δεῖ δὴ οὖν ἄρα τοῖς οὕτω δεινοῖς ἐνομιλοῦντας κακοῖς, ἤγουν οὔπω γεγονότας ἐν αὐτοῖς, προσεύχεσθαί τε καὶ λέγειν· «Μὴ εἰσαγάγῃς ἡμᾶς εἰς πειρασμόν.» Ἐπιπηδήσαντος δὲ πειρασμοῦ, τότε γενναίως ἵστασο, ἐπιτίμησον τῇ σαρκὶ, χαλινὸν ἐπίθες τῷ νῷ, αἴτησον ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Ἐπικουρήσει γὰρ τότε καὶ παρέξει τὸ νικᾶν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. <Καὶ εἶπε πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον; κ.τ.λ.> (A f. 153, B f. 112) Θαυμαστὴ τῶν ἐννοιῶν ἡ τάξις. Ἐδίδαξε μὲν γὰρ ὁ Σωτὴρ, τίνα δεῖ προσεύχεσθαι τρόπον, αἰτησάντων τοῦτο τῶν ἁγίων ἀποστόλων.

Ἀλλ᾽ εἰκὸς τοὺς τὸ σεπτὸν δὴ τοῦτο καὶ σωτήριον ἐσχηκότας μάθημα παρ᾽ αὐτοῦ, ποιεῖσθαι μὲν τὰς λιτὰς κατὰ τὸν δοθέντα τύπον, μὴ ἁψικόρως δὲ τοῦτο δρᾷν μηδὲ ῥᾳθύμως· εἶτα μὴ ἀκουσθέντας ἐκ πρώτης εὐχῆς, ἤγουν καὶ δευτέρας, ἀνακόψαι τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν. Ἴνα τοίνυν μὴ τοῦτο πάθοιμεν, μήτε μὴν ἐκ τῆς τοιαύτης μικροψυχίας ὑποστῶμεν ζημίαν, ἐν τρόπῳ παραβολῆς διαδείκνυσιν ἐναργῶς, ὡς τὸ ῥᾴθυμον μὲν εἰς προσευχὰς ἐπιζήμιον, ἐπωφελεστάτη δὲ λίαν ἡ ἔν γε τούτοις ὑπομονή. Φέρε δὴ, μεταστήσωμεν τὸ ὡς ἐν τύπῳ παραβολῆς δεικνύμενον εἰς ἀλήθειαν. Ὄχλησον διὰ προσευχῆς, πρόσιθι τῷ φιλαγάθῳ Θεῷ, καὶ μάλα συχνῶς· κἂν ἴδῃς μέλλουσαν τῆς χάριτος τὴν ἐπίδοσιν, μὴ ἀπογνῷς τῶν προσδοκωμένων, μήτε ἀπολισθήσῃς τῆς προκειμένης ἐλπίδος, ἐκεῖνο ἴσως λέγων καθ᾽ ἑαυτὸν ἀσυνέτως· Προσῆλθον πολλάκις, δεδάκρυκα, ἐδεήθην, καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας, τῶν αἰτηθέντων παρ᾽ ἐμοῦ. Ἐκεῖνο δὲ μᾶλλον ἐννοήσεις κατὰ σαυτόν· Ὑπὲρ ἡμᾶς οἶδε τὰ καθ᾽ ἡμᾶς ὁ τῶν ὅλων ταμίας· αἰτεῖς ἔσθ᾽ ὅτε τὰ τῶν σῶν ἐπέκεινα μέτρων· οἶδεν αὐτὸς ὁ διδοὺς τὸν ταῖς φιλοτιμίαις πρέποντα καιρόν.

Χρὴ τοιγαροῦν ἡμᾶς ἐμφρόνως τε ὁμοῦ καὶ ἐντόνως τὰς πρὸς Θεὸν ποιεῖσθαι λιτὰς, κἂν εἰ γένοιτό τις τῶν αἰτημάτων ἀνάκλησις. Τὸ γὰρ ἀνιδρωτὶ πορισθὲν καὶ ἐξ ἑτοίμου ληφθὲν, καταφρονεῖσθαι φιλεῖ. <Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς, κ.τ.λ.> (A f. 154, B f. 112) Ἐνταῦθα τὸ, λέγω ὑμῖν, ὅρκου δύναμιν ἀποπληροῖ. Οὐ ψεύδεται δὲ Θεὸς, κἂν ὅρκου δίχα γένηται τὸ ἐπηγγελμένον· ἀπροφάσιστον δὲ ἀποφαίνων τὴν ἡμῶν ὀλιγοπιστίαν, ἔσθ᾽ ὅτε ὅρκῳ βεβαιοῖ τοὺς ἀκροωμένους. Τὸ δὲ ζητεῖτε λέγων, τὸ πονεῖν ἐπιτάττει· πόνῳ γὰρ ἀεί πως εὑρίσκεται τὸ ζητούμενον. Ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν ὁ τῆς ἑστίας δεσπότης ἀνοίξῃ, καὶ οὐχ ἑκών. Μάθε τοίνυν ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν· κροῦσον, ὄχλησον, αἴτησον· τοιούτους εἶναι χρὴ τοὺς αἰτοῦντάς τι παρὰ Θεοῦ. Ἐμφρόνως οὗν καὶ εὐτόνως εὔχεσθαι χρή. Κἂν ἀναβολή τις τῶν αἰτημάτων γένηται, μὴ ναρκᾷν μηδὲ ἀφίστασθαι.

Γράφει γοῦν ὁ σοφώτατος Παῦλος· «Ἀδιαλείπτως προσεύχεσθε.» Θορυβεῖ μὲν γὰρ ὁ διάβολος οὐ μετρίως, ἀδοκήτοις ἔσθ᾽ ὅτε περιστάσεσιν ἐνιεὶς, καὶ καταφέρων εἰς πολύτροπον ἁμαρτίαν. Εἶτα πρὸς τούτῳ, τῆς ἐμφύτου φιληδονίας ὁ νόμος, ἐμφωλεύει τοῖς μέλεσι τῆς σαρκὸς, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ναὶ μὴν, καὶ οἱ τοῖς τῆς ἀληθείας πολεμοῦντες δόγμασιν αἱρετικοί.

Χρεία τοίνυν συχνῆς καὶ ἀλλεπαλλήλου προσευχῆς. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμένον, ἀλλὰ δυνατὰ τῷ Θεῷ. <Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; (A f. 155) Διδάσκει πάλιν ἡμᾶς ὁ Σωτὴρ ἕτερόν τι τῶν ἀναγκαίων εἰς ὄνησιν. Πρόσιμεν γὰρ ἔσθ᾽ ὅτε τῷ φιλαγάθῳ Θεῷ, τὰς λιτὰς ποιούμενοι, τὰς ἐφ᾽ ἑκάστῳ πράγματι κατὰ τὸ ἑκάστῳ δοκοῦν· ἀλλ᾽ οὐ διακρίνοντες ἔσθ᾽ ὅτε, ἢ βασανίζοντες, τί μέν ἐστι τὸ ἀληθῶς συμφέρον, καὶ ὅπερ ὀνίνησι δοθὲν παρὰ Θεοῦ· τί δὲ καὶ τὸ ἀδικοῦν, εἰ λάβοιμεν· ἀκατασκέπτοις δὲ μᾶλλον θελημάτων ὁρμαῖς, ἐμπίπτομεν εἰς ἐπιθυμίας ὀλέθρου μεστάς. Ὅταν οὖν τι τοιοῦτον αἰτῶμεν παρὰ Θεοῦ, ληψόμεθα μὲν οὐδαμῶς, γέλωτος δὲ μᾶλλον ἀξίαν ποιούμεθα τὴν λιτήν· καὶ ποία τίς ἐστιν ἡ τούτου πρόφασις, παρ᾽ αὐτοῦ μάθωμεν. Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ; Ὡς ἐξ εἰκόνος, φησὶ, ἤτοι παραδείγματος ἐναργοῦς, ἐκ τῶν καθ᾽ ὑμᾶς αὐτοὺς, τὴν τῶν παρ᾽ ἐμοῦ λεγομένων δύναμιν ἐννοήσατε. Πατὴρ γέγονας τέκνων, διὰ τρόπου παντὸς ἐκ πολλῆς ἄγαν φιλοστοργίας ὠφελεῖν ἐθέλεις αὐτά. Ὅταν τοίνυν ἄρτον αἰτήσῃ, ἀμελητὶ καὶ χαίρων προσάγεις, εὖ εἰδὼς ὅτι τροφῆς μεταποιεῖται τῆς ἐπωφελοῦς.

Ὅταν δὲ διὰ φρενῶν ἔνδειαν τὸ βραχὺ παιδίον, οὔπω διακρίνειν εἰδὸς τὰ ὁρώμενα, αἰτήσῃ λίθον ἵνα φάγῃ, δίδως ἆρα, φησὶν, ἢ μᾶλλον ἀποφέρεις αὐτὸ τῆς εἰς τοῦτο βλαβερᾶς ἐπιθυμίας; Ὁ δὲ αὐτὸς ἔστω λόγος ἐπί τε ὄφεως καὶ ἰχθύος, ὠοῦ καὶ σκορπίου. Ὅτε τοίνυν, φησὶν, ὑμεῖς ὄντες πονηροὶ, τουτέστι, κακίας δεκτικὴν ἔχοντες τὴν διάνοιαν, καὶ οὐ μονότροπον εἰς τὸ ἀγαθὸν, καθὰ καὶ ὁ τῶν ὅλων Θεὸς, οἴδατε διδόναι δόματα ἀγαθὰ τοῖς τέκνοις, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν; τουτέστι χάριν πνευματικὴν, ἀγαθὴν δὲ πάντως· ἣν εἴπερ τις λάβοι, τρισμακάριος ἔσται. Οὐκοῦν εἴ τι τῶν τοιούτων ἐθέλοις λαβεῖν, πρόσιθι χαίρων· κατανεύσει γὰρ ἑτοίμως, φιλάρετος ὢν ὁ ἐν οὐρανοῖς Πατήρ. <Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν.> (A f. 155, C f. 131 b) Κωφὸν ἐν τούτοις τὸν ἄφωνον ὠνομάσθαι φαμέν· οὐ τῆς φύσεως δὲ ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἐπιβουλὴ δήσαντος τὴν γλῶσσαν. Διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων· οὐδὲ γὰρ δι᾽ ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὤν. Ὅθεν οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν ὁ Κύριος, ἀλλ᾽ εὐθέως διορθοῦται τὸ νόσημα. «Καὶ ἐθαύμασαν οἱ ὄχλοι.» Τούτου καθαρισθέντος καὶ τελεσθέντος τοῦ θαύματος, κατεκρότει μὲν ἡ πληθὺς ταῖς εὐφημίαις αὐτὸν, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦν ἠπείγετο τὸν θαυματουργόν.

Τινὲς δὲ, φησὶν, ἐξ αὐτῶν, οὗτοι δὲ ἦσαν Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπονοίᾳ καὶ φθόνῳ μεθύουσαν ἔχοντες τὴν καρδίαν, προσθήκην τῇ νόσῳ τὸ θαῦμα πεποίηνται. Ἀφιστάντες γὰρ αὐτοῦ τὰ θεοπρεπῶς εἰργασμένα, τῷ διαβόλῳ προσνενεμήκασι τὸ πάντα δύνασθαι κατορθοῦν· δι᾽ αὐτοῦ γὰρ αὐτὸν ἐκβάλλειν ἔφασαν τὰ δαιμόνια.—(A f. 155 b) Καταχωννύων γοῦν ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τοῦ τῶν ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, τοὺς τῶν εἰωθότων φιλοψογεῖν οὐ διέδρα λόγους. Τετολμήκασι γὰρ εἰπεῖν, ἔγκλημα ποιούμενοι τὴν τερατουργίαν· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ.—Ἕτεροι δὲ πειράζοντες,» κ.τ.λ. Ἕτεροι δὲ τοῖς ἴσοις τοῦ φθόνου διανυττόμενοι κέντροις, ἐζήτουν ἐξ οὐρανοῦ σημεῖον ἰδεῖν παρ᾽ αὐτοῦ· μονονουχὶ βοῶντες· Κἂν ἐξ ἀνθρώπου κακόηθες ἐλάσῃς δαιμόνιον, ἀλλ᾽ οὔπω μέγα τὸ χρῆμά ἐστιν, οὐδὲ θείας ἐνεργείας ἀπόδειξιν ἔχει τὸ δρώμενον. Οὔπω τι τεθεάμεθα τοῖς ἀρχαίοις θαύμασιν ὅμοιον. Δεῖξόν τι τῶν ἄνωθεν ἀνενδοιάστως ἐνεργουμένων. Διεβίβασε Μωϋσῆς τὸν λαὸν, βάσιμον αὐτοῖς ἀποφήνας τὴν διὰ μέσου θάλατταν· ἐτύπτησε τῇ ῥάβδῳ τὴν πέτραν, καὶ ποταμῶν αὐτὴν ἔδειξε μητέρα· ἐξεδόθησαν ἐκ τῆς ἀκροτόμου πηγαί.

Ὁμοίως ὁ μετ᾽ αὐτὸν Ἰησοῦς ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼ, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνών. Ἔστησε τὸν Ἰορδάνην, καὶ τοῖς ἐκείνου νάμασιν ἐνῆκε δεσμόν. Σὺ δὲ τούτων ἔδειξας οὐδέν. Τὸ γὰρ ἐξ οὐρανοῦ βούλεσθαι σημεῖον αἰτεῖν, οὐδὲν ἕτερον ὑπεμφήνειεν ἂν, πλὴν ὅτι τοιούτους ἐσχήκασιν ἐπ᾽ αὐτῷ τότε διαλογισμούς. Καὶ τί πρὸς ταῦτα Χριστός; <Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα, κ.τ.λ.> (A f. 155 b) Πρῶτον μὲν ὄντα Θεὸν ἑαυτὸν ἀποφαίνει, διὰ τοῦ καὶ τὸ λάθρα ψιθυρισθὲν παρ᾽ αὐτοῖς εἰδέναι· ἔγνω γὰρ τοὺς διαλογισμοὺς αὐτῶν.

Ἔπειτα τῆς οὕτω δεινῆς ἀφιστὰς αὐτοὺς ἀσεβείας, οὐδὲν ἀπὸ τῶν Γραφῶν φησιν, οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἔμελλον, ἀλλ᾽ ἀπὸ τῶν κοινῇ συμβαινόντων. Καὶ πόλις γὰρ, φησὶν, καὶ οἰκία, ἂν σχισθῇ, ταχέως διαλύεται· καὶ βασιλεία, ἧς οὐδὲν δυνατώτερον Εἰ οὖν καὶ ἐγὼ δαίμονα ἔχων, δι᾽ ἐκείνου ἐκβάλλω τοὺς δαίμονας, στάσις μεταξὺ δαιμόνων ἐστί· καὶ εἰ κατ᾽ ἀλλήλων ἵστανται, ἀπόλωλεν αὐτῶν ἡ ἰσχύς. Ἵστησι μὲν γὰρ βασιλείας τῶν ὑπὸ χεῖρα τὸ γνήσιον. Ἵστησι δὲ οἴκους τὸ κατὰ μηδένα τρόπον ἀντιφέρεσθαί τινας ἀλλήλοις τῶν ἐν αὐτοῖς.

Ἔστησε δ᾽ ἂν καὶ τὴν τοῦ Βεελζεβοὺλ βασιλείαν, τὸ μὴ αὐτὸν ἑαυτῷ δρᾷν ἐθέλειν τὰ ἐναντία. Πῶς οὖν ἐκβάλλει Σατανᾶς τὸν Σατανᾶν; Οὐκοῦν οὐχ ἑκόντα τῶν ἀνθρώπων ἐκπέμπεται τὰ δαιμόνια. Οὐ γὰρ μάχεται, φησὶν, ὁ Σατανᾶς ἑαυτῷ· οὐκ ἐπιπλήττει τοῖς ἑαυτοῦ δορυφόροις, συγκροτεῖ δὲ μᾶλλον τὴν ἑαυτοῦ βασιλείαν. Λείπεται τοίνυν ἐννοεῖν ὅτι δυνάμει θείᾳ συντρίβω τὸν Σατανᾶν.—(A f. 156) Τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ, ταῖς τοῦ Βεελζεβοὺλ συνεργίαις ἐπικουρούμενον, εἰς τὸ δύνασθαι τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ Ὠσηὲ προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ! δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.» <Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι, (A f. 156) Ἰουδαῖοι γὰρ καὶ ἐξ Ἰουδαίων κατὰ σάρκα γεγόνασιν οἱ μακάριοι μαθηταί. Οὗτοι τὴν κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν ἐσχήκασι παρὰ Θεοῦ, καὶ δὴ καὶ ἀπήλλαττον τοὺς ἐνισχημένους, ἐπιφωνοῦντες αὐτοῖς τὸ, «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.»

Ὅτε τοίνυν, φησὶν, οἱ ἐξ ὑμῶν γεγονότες υἱοὶ, ἐν ὀνόματί μου τὸν Βεελζεβοὺλ συντρίβουσιν, ἐπιπλήττοντες αὐτοῦ τοῖς δορυφόροις, καὶ ἀμελητὶ τῶν ἐχόντων αὐτοὺς ἐκπέμποντες, πῶς οὐκ ἐναργὴς δυσφημία, πολὺ τὸ ἀμαθὲς δὲ ἔχουσα συμπεπλεγμένον, τὸ λέγειν ἐμὲ δύναμιν δανεῖσθαι τὴν παρὰ τοῦ Βεελζεβούλ;

Κατακριθήσεσθε τοίνυν ὑπὸ τῆς πίστεως ἐξ ὑμῶν γεγονότων υἱῶν, εἴπερ αὐτοὶ μὲν τὴν παρ᾽ ἐμοῦ λαβόντες ἐξουσίαν καὶ δύναμιν παραλύουσι τὸν Σατανᾶν, καὶ οὐχ ἑκόντα τῶν ἐχόντων αὐτὸν ἐκπέμποντες· ὑμεῖς δὲ λέγετε ταῖς ἐκείνου δυνάμεσι κεχρημένον ἐνεργεῖν ἐμὲ τὰς θεοσημείας. <Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, κ.τ.λ.> (A f. 156, B f. 115 b) Ἐπειδὴ, φησὶ, τὸ παρ᾽ ὑμῶν λεγόμενον οὐκ ἀληθὲς, ἕωλον δὲ μᾶλλόν ἐστι καὶ κατεψευσμένον, καὶ συκοφαντίας ἔχον γραφὴν, πρόδηλον ὅτι ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.

Δάκτυλον δὲ Θεοῦ τὸ ἅγιον Πνεῦμά φησι. Χεὶρ μὲν γὰρ αὐτὸς καὶ βραχίων ὠνόμασται τοῦ Θεοῦ καὶ Πατρὸς, ἐνεργεῖ γὰρ τὰ πάντα δι᾽ αὐτοῦ. Ἐνεργεῖ δὲ ὁμοίως καὶ Υἱὸς ἐν Πνεύματι. Ὥσπερ οὖν ὁ δάκτυλος ἀπήρτηται τῆς χειρὸς, οὐκ ἀλλότριος ὢν αὐτῆς, ἀλλ᾽ ἐν αὐτῇ φυσικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ τῆς ὁμοουσιότητος λόγῳ συνῆπται πρὸς ἕνωσιν τῷ Υἱῷ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται.

Πάντα γὰρ, ὡς ἔφην, ὁ Υἱὸς ἐργάζεται, διὰ τοῦ ὁμοουσίου Πνεύματος. Πλὴν ἐν δακτύλῳ Θεοῦ, φησὶ, ἐκβάλλω τὰ δαιμόνια, καὶ νῦν οἰκονομικῶς ὡς ἄνθρωπος. Οὐ γὰρ ἂν ἤνεγκαν Ἰουδαῖοι, σαθρὸν καὶ ἀσύνετον ἔχοντες νοῦν, λέγοντος αὐτοῦ, ὅτι Ἐν Πνεύματί μου ἐκβάλλω τὰ δαιμόνια.—(A f. 156) Καί μοι πρόσχες ἀκριβῶς, ὅτι ἐνεργοῦντος τοῦ Πατρὸς δι᾽ Υἱοῦ τὰ παράδοξα, τὸ Πνεῦμά ἐστι τὸ ἐνεργοῦν αὐτά. Καὶ γὰρ αὐτὸ ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ· ὧν δὲ μία ἐνέργεια, τούτων καὶ φύσις ἡ αὐτή. Πανταχοῦ τοίνυν συνελαυνόμενοι πρὸς τὸ ἀληθὲς οἱ πνευματομάχοι, μισείτωσαν τοὺς τῶν πλάνων ἐμέτους, ἀνανηφέτωσαν πρὸς Θεὸν, αἰτείτωσαν παρ᾽ αὐτοῦ τῆς ἀληθείας τὸ φῶς· χαρίσεται γὰρ, φιλάνθρωπος ὢν, ὁ Σωτήρ.—(A f. 156 b) Εἰ τοίνυν, φησὶν, ἐγὼ, ἄνθρωπος ὢν καὶ γενόμενος καθ᾽ ὑμᾶς, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, πεπλούτηκεν ἡ ἀνθρώπου φύσις ἐν ἐμοὶ καὶ πρώτῳ τὴν θεοπρεπῆ βασιλείαν· δεδόξασται γὰρ συντρίβουσα τὸν Σατανᾶν, καὶ ἀκαθάρτοις ἐπιτιμῶσα πνεύμασι. Τοῦτό ἐστι τό· «Ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» <Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ.τ.

λ.> (A f. 156 b) Ἐπειδὴ διὰ πολλῶν ἐννοιῶν τὸν ἐπὶ τούτοις ἰέναι λόγον ἀναγκαῖον ἦν, κέχρηται παραδείγματι σαφεῖ καὶ ἐναργεστάτῳ, δι᾽ οὗ πάρεστι τοῖς ἐθέλουσιν ἰδεῖν, ὅτι νενίκηκε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ οἷον ἀπονευρώσας αὐτὸν, καὶ γυμνὸν ἀποφήνας τῆς ἐνούσης ἰσχύος αὐτῷ, δέδωκεν εἰς διαρπαγὴν τοῖς ἑαυτοῦ γνωρίμοις. Ἕως μὲν γὰρ, φησὶν, ὁ ἰσχυρὸς ἔχει τὸ δύνασθαι, καὶ φυλάττει τὰ ἑαυτοῦ, οὐδεμίαν ὑφορᾶται πλεονεξίαν. Ἐπ᾽ ἂν δέ τις ἰσχυρότερος αὐτοῦ ἐπελθὼν χειρώσηται αὐτὸν, τότε διαρπάζεται. Τοῦτο ὡς ἐπ᾽ ἀνθρώπων εἴρηται τὸ παράδειγμα· πέπονθε δὲ αὐτὸ καὶ ὁ μισόκαλος διάβολος· ἦν μὲν γὰρ πρὸ τῆς Σωτῆρος ἐπιδημίας ἐν ἰσχύϊ πολλῇ, τὰς ἀλλοτρίας ἀγέλας, δῆλον δὲ ὅτι τὰς τοῦ ἐπὶ πάντων Θεοῦ, συνελάσας ὥσπερ καὶ συνέχων εἰς ἰδίαν αὐλήν. Ἐπειδὴ δὲ ὁ πάντων ἐπέκεινα τοῦ Θεοῦ Λόγος, ὁ πάσης ἰσχύος δοτὴρ, καὶ τῶν δυνάμεων Κύριος, ἐπεπήδησεν αὐτῷ γενόμενος ἄνθρωπος, διηρπάσθη πάντα αὐτοῦ τὰ σκεύη, καὶ διεδόθη τὰ σκῦλα.

Οἱ γὰρ πάλαι παρ᾽ αὐτοῦ συνεχόμενοι πρὸς ἀθεΐαν καὶ πλάνην, κέκληνται διὰ τῶν ἁγίων ἀποστόλων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσεκομίσθησαν τῷ Θεῷ καὶ Πατρὶ διὰ τῆς πίστεως τῆς εἰς τὸν Υἱόν. <Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστι.> (A f. 157, C f. 132) Ἐγὼ μὲν γὰρ ἐπεδήμησα, φησὶν, ἵνα πάντας ἐξέλωμαι τῶν τοῦ διαβόλου χειρῶν, ἵνα αἰχμαλώτους ὄντας ἐλευθερώσω, καὶ φωτίσω ἐσκοτισμένους, καὶ πεσόντας ἀναστήσω, καὶ συντεθραυσμένους ἰάσωμαι, ἵνα τὰ τέκνα τοῦ Θεοῦ, τὰ διεσκορπισμένα παρ᾽ ἐκείνου δηλονότι, συναγάγω εἰς ἕν. Ὁ δέ γε Σατανᾶς μὴ ὢν μετ᾽ ἐμοῦ, ἐπιχειρεῖ σκορπίζειν ἃ συνῆξα καὶ ἔσωσα. Πῶς οὖν ὁ μαχόμενος ταῖς ἐμαῖς οἰκονομίαις δίδωσί μοι δύναμιν καθ᾽ ἑαυτοῦ; Ἆρ᾽ οὐκ εὔηθες τὸ οἴεσθαι τοιοῦτόν τι γεγενῆσθαι;

Πόθεν οὖν ἄρα συμβέβηκε τοῖς Ἰουδαίων δήμοις, τὸ κατολισθεῖν εἰς τοιαύτας ἐννοίας περὶ Χριστοῦ, αὐτὸς διεσάφησεν εἰπών· <Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, κ.τ.λ.> (A f. 157 b) Ὅτι δὲ εἰς Ἰουδαίους ἐστὶ τὸ σύμπαν τοῦτο παράδειγμα, δεδήλωκεν ὁ Ματθαῖος, ἐπιφωνήσας· «Οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.» Ἕως μὲν γὰρ ἦσαν ἐν Αἰγύπτῳ θητεύοντες, καὶ τοῖς Αἰγυπτίων διαζῶντες ἔθεσί τε καὶ νόμοις, μεστοὶ πάσης ὑπῆρχον ἀκαθαρσίας, ἔνοικον ἦν αὐτοῖς τὸ πνεῦμα τὸ πονηρόν. Ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωϋσέως, κατοικτείροντος Θεοῦ, καὶ νόμον ἐσχήκασι παιδαγωγὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα· ὅτε δὴ καὶ τεθύκασι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, κατεχρίσθησάν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστὸν, ἀλλὰ παρώσαντο τὸν Λυτρωτὴν, ἰδοὺ δὴ πάλιν εἰσπέπτωκε τὸ ἀκάθαρτον πνεῦμα, καὶ πολὺ χειρόνως ἢ πάλαι· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν, καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας, καὶ οἷον σεσαρωμένην, καὶ κατῴκησεν ἐν αὐτοῖς. Ὥσπερ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας, ἐναυλίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται αὐτῇ οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ.

Σχολάζουσι γὰρ, ὡς ἔφην, ἀπὸ πάσης ἀρετῆς.

Γέγονε τοίνυν τὰ ἔσχατα τῶν ἐξ Ἰσραὴλ χείρονα τῶν πρώτων. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος ἔφη μαθητής· «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν, εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἐξ αὐτῶν δὲ τῶν τετολμημένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκαλινδεῖσθαι βορβόροις ἐξ ὑποστροφῆς ἐμελέτων, καὶ πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν. Εἰσέφρησε γὰρ πάλιν τὸ ἀκάθαρτον πνεῦμα, καὶ γέγονεν αὐτοῖς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, χείρονα τῶν πρώτων τὰ ἔσχατα. <Σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ.> (B f. 116 b) Ἐκ πονηρίας ἡ αἴτησις· διὸ οὐδὲ ἐπιτυγχάνουσι, κατὰ τό· «Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν.» Εἴπερ δὲ ἦν ἐφικτὸν μὴ ἂν ἐθελῆσαι τὸν Ἰησοῦν παθεῖν κατὰ σάρκα τὸν ἐπὶ σταυροῦ θάνατον, οὐδ᾽ ἂν τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἐδόθη. Ἐπεὶ δὲ ἀπαραίτητον ἦν τὸ ἐπὶ σωτηρίᾳ τὸ ὑπ᾽ οὐρανὸν πάθος, δέδοται αὐτοῖς εἰς κατάκριμα.

Ὅτι δὲ πάμμεγα σημεῖόν ἐστι τῆς θεοπρεποῦς δυνάμεώς τε καὶ ἐξουσίας τοῦ ἐνανθρωπήσαντος Λόγου τὸ καταργῆσαι τὸν θάνατον διὰ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἀρκέσει, οἶμαι, τοῖς ἐπιεικέσιν εἰς πληροφορίαν τὸ πολλοῖς ἀναπεισθῆναι χρήμασιν τοὺς Πιλάτου στρατιώτας, οἳ τὸν Δεσποτικὸν τάφον ἐτήρουν, ἵν᾽ εἴπωσιν, ὅτι Ἡμῶν κοιμωμένων ἐκλάπη νυκτός. Οὐδὲ τούτῳ οὖν τῷ σημείῳ πεπιστεύκασιν Ἰουδαῖοι. Διὸ καὶ μάλα εἰκότως ἔφη περὶ αὐτῶν, ὅτι «Βασίλισσα νότου ἐγερθήσεται,» κ.τ.λ. <Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, κ.τ.λ. (A f. 159) Ἐσπούδασε περὶ τὴν Σολομῶντος ἀκρόασιν βάρβαρος γυνὴ, καὶ τοσαύτην ὁδὸν διὰ τοῦτο ἐστείλατο, σοφίαν τὴν περὶ τῶν ὁρατῶν καὶ ζώων καὶ βοτανῶν φύσεως ἀκουσομένη. Ὑμεῖς δὲ παρόντες καὶ ἀκούοντες, περὶ ἀοράτων καὶ οὐρανίων πραγμάτων, αὐτῆς τῆς σοφίας ἡκούσης πρὸς ὑμᾶς, καὶ τὸν λόγον ἔργοις καὶ τεραστίοις βεβαιούσης, ἀλλοτριοῦσθε πρὸς τὸν λόγον, καὶ τὸ θαῦμα τῶν λογίων ἀναισθήτως παραπέμπεσθε; Πῶς οὖν οὐ πλεῖον Σολομῶντος ὧδε, τουτέστι παρ᾽ ἐμοί; Καὶ ὅρα μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνές· διὰ τί γὰρ τὸ ὧδέ φησι, καὶ οὐχὶ δὴ μᾶλλον παρ᾽ ἐμοί; Ἵν᾽ ἡμᾶς ἀναπείσῃ ταπεινοφρονεῖν, κἂν χαρισμάτων ὦμεν ἀνάμεστοι πνευματικῶν.

Ἄλλως τε δὲ τὸ ἀπεικὸς ἦν οὐδὲν, Ἰουδαίους ἀκούσαντας ὅτι «Πλεῖον Σολομῶντός ἐστι παρ᾽ ἐμοὶ,» τὰ συνήθη πάλιν περὶ αὐτοῦ πειραθῆναι λαλεῖν· Ἰδοὺ καὶ τῶν παρ᾽ ἡμῖν ἐπισήμως βεβασιλευκότων ἑαυτὸν εἶναί φησι ἐν ἀμείνοσι. Μετριάζει τοίνυν οἰκονομικῶς ὁ Σωτὴρ, τὸ ὧδε λέγων, ἀντὶ τοῦ παρ᾽ ἐμοί.—(A f. 159) Καὶ Νινευΐτας δὲ εἰς κατάκρισιν αὐτῶν ἔσεσθαί φησιν ἐν τῷ τῆς κρίσεως καιρῷ. Ἄνδρες γὰρ ἦσαν ὠμοί τε καὶ βάρβαροι, Θεὸν οὐκ εἰδότες τὸν φύσει καὶ ἀληθῶς, τῶν διὰ Μωϋσέως τεθεσπισμένων ἀνήκοοι παντελῶς, προφητικῆς εὐστομίας ἀνεπιστήμονες. Ἀλλὰ καὶ οὕτω γνώμης ἔχοντες, μετενόησαν, φησὶν, εἰς τὸ κήρυγμα Ἰωνᾶ· μακρῷ τοιγαροῦν ἀμείνους τῶν ἐξ Ἰσραὴλ, καὶ κατακρινοῦσιν αὐτούς. Ἀλλ᾽ ἄκουε καὶ τῶν ῥημάτων· «Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει κατὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλέον Ἰωνᾶ ὧδε.» <Οὐδεὶς δὲ λύχνον ἅψας, εἰς κρυπτὴν τίθησι, κ.τ.λ. (A f. 161, B f. 116 b) Καὶ ποία τις ἦν τῶν τοιούτων λόγων ἡ χρεία; Ἀντιθέσει μάχεται τοῖς Ἰουδαίοις ἐξευρημένῃ διὰ τῆς ἐνούσης αὐτοῖς σκαιότητός τε καὶ ἀμαθίας. Ἔφασκον γὰρ θαυματουργεῖν αὐτὸν, οὐχ ἵνα πιστεύηται μᾶλλον, ἀλλ᾽ ἵνα πολλοὺς ἔχῃ τοὺς ἑπομένους αὐτῷ, καὶ τοὺς παρὰ τῶν ὁρώντων τὰς θεοσημείας ἁρπάζῃ κρότους.

Ἀποκρούεται τοίνυν τὴν ἐπὶ τούτῳ συκοφαντίαν, καὶ δέχεται πρὸς παράδειγμα τὴν τοῦ λύχνου χρείαν· κεῖται γὰρ ὁ λύχνος ὑψοῦ καὶ ἐπὶ λυχνίαν ἀεὶ, ἵν᾽ εἴη τοῖς ὁρῶσι χρήσιμος. Καὶ τί τὸ ἐντεῦθεν, περινοήσωμεν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεσκότισε τὴν ὑπ᾽ οὐρανὸν ὁ τοῦ σκότους πατὴρ, τουτέστιν ὁ Σατανᾶς, ἀχλύϊ τε νοητῇ τὰ πάντα κατεμελαίνετο.

Ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, λύχνον ὥσπερ τινὰ τῇ ὑπ᾽ οὐρανὸν δέδωκεν ὁ Πατὴρ τὸν Υἱὸν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ ἀχλύος ἡμᾶς ἐξέληται διαβολικῆς. Ἀλλ᾽, ὦ Ἰουδαῖε, εἰ μὲν αἰτιᾷ τὸν λύχνον ὅτι μὴ κρύπτεται μᾶλλον, ἀλλ᾽ ὑψοῦ καὶ ἐπὶ λυχνίᾳ κείμενος ἐνίησι τοῖς ὁρῶσι τὸ φῶς, ἐγκάλει Χριστῷ μὴ λαθεῖν ἐθέλοντι μᾶλλον, ἀλλ᾽ ὁρᾶσθαι παρὰ πάντων, καὶ φωτίζοντι τοὺς ἐσκοτισμένους, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνιέντι φῶς. Οὐκοῦν οὐχ ἵνα θαυμάζηται μᾶλλον ἐπλήρου τὰς θεοσημείας, καὶ δι᾽ αὐτῶν ἠξίου γνωρίζεσθαι, ἀλλ᾽ ἵνα πιστεύηται μᾶλλον ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος δι᾽ ἡμᾶς, καὶ οὐκ ἀπέστη τοῦ εἶναι ὁ ἦν.

Ὡς ἐπὶ λυχνίας δὲ τῆς ἁγίας Ἐκκλησίας τῷ κηρύγματι λάμπων, καταφωτίζει τὰς πάντων διανοίας, θείας πληρῶν ἐπιγνώσεως. <Ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ.> (A f. 162) Ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, ὅτι Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἐπὶ γῆς ὤφθη μετὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τοῦτο γεγονὸς ἔστιν ἰδεῖν καὶ διά γε τῶν προκειμένων ῥητῶν. Πῶς γὰρ οὐχ ἅπασιν ἐναργὲς, ὅτι πονηρὸν καὶ βέβηλον ἀεὶ τὸ τῶν Φαρισαίων γέγονεν ἐργαστήριον, βάσκανον καὶ ἀλαζονείᾳ σύντροφον, καὶ καταθρασυνόμενον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ; Πῶς οὖν ἄρα κατέλυσε παρ᾽ αὐτοῖς; Ἆρα ἠγνόησε τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα; Καὶ πῶς τοῦτο λέγειν ἀσφαλές; Πάντα γὰρ οἶδεν ὡς Θεός. Τί οὖν ἐστιν; Αὐτοὺς μάλιστα νουθετεῖν ἠπείγετο, τοὺς ἀρίστους τῶν ἰατρῶν ἀπομιμούμενος, οἳ τοῖς ἀῤῥωστοῦσι φορτικώτερον τὰς ἐκ τῶν οἰκείων ἐπιτηδευμάτων προσάγουσιν ἐπικουρίας.

Ὡς γὰρ αὐτός πού φησιν, «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.» Οὐκοῦν ὁ μὲν Φαρισαῖος, τό γε ἧκον εἰς τὸν ἐνόντα αὐτῷ σκοπὸν, ἐπὶ ἑστίαν καλεῖ· ὁ δέ γε τῶν ὅλων Σωτὴρ καθίησι μὲν ἑαυτὸν εἰς τοῦτο, καθάπερ ἔφην, οἰκονομικῶς· μυσταγωγίας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα. Ἐδίδου δὲ τῷ λόγῳ τὰς ἀφορμὰς ὁ δυσμαθὴς Φαρισαῖος. Ἐθαύμασε γὰρ, φησὶν, ὡς οὐκ ἐβαπτίσθη πρὸ ἀρίστου. Ἐσκανδαλίσθη, φησὶν, ὅτι δικαίου καὶ προφήτου δόξαν ἔχων παρ᾽ αὐτοῖς, ταῖς ἀλογωτάταις αὐτῶν οὐ συνεπλάττετο συνηθείαις. Ἐβαπτίζοντο γὰρ πρὸ τροφῆς, οἷον ῥύπου παντὸς ἑαυτοὺς ἀπαλλάττοντες· ἀσυνέτως δὲ σφόδρα καὶ τοῦτο. Ἡ μὲν γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ τοῖς ῥυπῶσι σωματικῶς· ἀκαθαρσίας γε μὴν τῆς εἰς νοῦν καὶ καρδίαν, πῶς ἂν ἀπαλλάξειέ τινας; Πλὴν ἐκεῖνό φαμεν· Ἀσύνετε Φαρισαῖε, μέγα πεφρόνηκας ἐπὶ τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων, τὸν Μωϋσέως νόμον γινώσκεις. Εἰπὲ τοιγαροῦν, ποῦ σοι τοῦτο προστέταχε Μωϋσῆς; ποίαν ἔχεις εἰπεῖν ἐντολὴν ὁρισθεῖσαν παρὰ Θεοῦ, τὴν ἐπί γε τῷ δεῖν βαπτίζεσθαι πρὸ τροφῆς; Δέδοται μὲν γὰρ διὰ τῆς Μωϋσέως ἐντολῆς εἰς ἀποκάθαρσιν ῥύπου σωματικοῦ, τὸ ὕδωρ τοῦ ἁγνισμοῦ, τύπον ἐπέχον τοῦ ἀληθῶς ἁγίου καὶ διασμηκτικοῦ βαπτίσματος, φημὶ δὴ τοῦ ἐν Χριστῷ.

Ἀπελούοντο δὲ ὕδατι καὶ οἱ καλούμενοι πρὸς ἱερουργίαν. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς ἔλουσεν ὕδατι τὸν Ἀαρὼν, καὶ σὺν αὐτῷ τοὺς Λευΐτας· καταδηλοῦντος τοῦ νόμου διὰ τοῦ τυπικοῦ καὶ ὡς ἐν σκιαῖς βαπτίσματος, ὅτι καὶ ἡ κατ᾽ αὐτῶν ἱερουργία τὸ τέλειον εἰς ἁγιασμὸν οὐκ ἔχει, δεῖται δὲ μᾶλλον τοῦ θείου τε καὶ ἱεροῦ βαπτίσματος, εἰς ἀποκάθαρσιν ἀληθῆ· καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἡμῖν ὑποφαίνοντος, ὅτι τὸ ἱερὸν καὶ ἀπόλεκτον παρὰ Θεῷ γένος, τουτέστιν ἡμᾶς, τελειοῖ πρὸς ἁγιασμὸν, καὶ εἰς ἀπόθεσιν ῥύπου παντὸς ὁ τῶν ὅλων Σωτὴρ, διὰ τοῦ ἁγίου καὶ σεπτοῦ βαπτίσματος. Ὁρᾶταί γε μὴν οὐδαμοῦ προστεταχὼς βαπτίζεσθαι πρὸ τροφῆς· τί οὗν τεθαύμακας, ἢ διὰ ποίαν αἰτίαν ἐσκανδαλίσθης, ὦ Φαρισαῖε; Τί οὖν ὁ Σωτήρ; Εὐάφορμον ποιεῖται τὴν ἐπίπληξιν. Ἄκουε γάρ· <Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, κ.τ.λ.> (A f. 162 b, C f. 132 b) Ἐνῆν [al.> E)CĤN] MÈN KAÌ ἑτέροις λόγοις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον· ἐπιδράττεται δὲ τοῦ καιροῦ, καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυφαίνει τὴν μυσταγωγίαν.

Ὡς γὰρ, ἐν καιρῷ τροφῆς καὶ τραπέζης, ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα· καὶ διαδείκνυσιν, ὡς καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δή που μόνης ἐξ ἀκαθαρσίας σωματικῆς, ἀλλὰ γὰρ καὶ εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ὑπηρετοῦντα τῶν σκευῶν, καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἂν ἔχοι, καὶ προσέτι τουτῳ τῶν ἔσω. Ὁ γὰρ ποιήσας, φησὶ, τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν· τουτέστιν, ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. Χρὴ τοιγαροῦν ἑνὸς ὄντα ποιήματα τοῦ φιλαρέτου Θεοῦ, σύνδρομον ἔχειν τὴν ἀποκάθαρσιν. Ἀλλ᾽ ἦν ἄηθες τοῦτο τοῖς Γραμματεῦσί τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς, πάντα δρᾷν ἐσπούδαζον· τάφοις κεκονιαμένοις προσεοικότες, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας. Ἀλλ᾽ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστὸς, ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ τε καὶ σώματι. Καὶ γοῦν ἔφη τις τῶν παρ᾽ ἡμῖν· «Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.» Καὶ μὴν καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ· «Λούσασθε, φησὶ, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου.»

Ἐπιτήρησον δὲ τοῦ λόγου τὸ ἀκριβές· πονηροὶ γὰρ ὄντες ἔσθ᾽ ὅτε λάθοιεν ἄν τινες τοὺς ἀνθρώπων ὀφθαλμοὺς, τοὺς δέ γε θείους οὐκ ἔνεστι λαθεῖν. Ποῖον οὖν φάρμακον αὐτοῖς μετὰ τοὺς ἐλέγχους δέδωκεν ὁ Σωτήρ; <Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.> (A f. 162 b) Καίτοι πλείστας εἶναί φαμεν τῆς εὐδοκιμήσεως τὰς ὁδοὺς, οἷον πραότητα, ταπεινοφροσύνην, καὶ τὰ τούτοις ἀδελφά· ἀνθότου δὴ οὖν, τῶν τοιούτων ἀφέμενος, φιλοικτείρμονας αὐτοὺς γενέσθαι κελεύει; Φιλάργυροι λίαν ἦσαν οἱ Φαρισαῖοι, καὶ χρημάτων πορισμοὺς ἀκορέστῳ χειρὶ συλλέγοντες.

Καὶ γοῦν ἔφη που περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός· «Πῶς ἐγένετο πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; Ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Κεχώρηκε τοίνυν οἰκονομικῶς κατὰ τοῦ κρατοῦντος αὐτῶν ἀῤῥωστήματος. <Ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, κ.τ.λ.> (A f. 163, C f. 133) Ἃ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τῶν ὑπὸ χεῖρα λαῶν, αἳ πλείστων αὐτοῖς λημμάτων ὁδὸς ἦσαν καὶ ἀφορμή· ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου τὴν παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία, καὶ τὸ φροντίδος ἴσως ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ καταῤῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων, μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ἐνορᾷν, ἀλλ᾽ ἀπροσκλινῆ ποιεῖσθαι τὴν ψῆφον, τὴν ἐφ᾽ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν, οὐκ ἀγάπην τὴν εἰς τοὺς ἀδελφοὺς τηρούντων ἐστί.

Τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων. <Ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, κ.τ.λ.> (A f. 163) Δι᾽ ὧν ἐκείνοις ἐπιτιμᾷ, διὰ τούτων αὐτῶν ἡμᾶς ἀμείνους ἀποτελεῖ· ἀφιλοδόξους γὰρ ἡμᾶς εἶναι βούλεται, καὶ μὴ τὸ δοκεῖν πρὸ τοῦ ἀληθῶς εἶναι μεταδιώκειν· ὅπερ ἐποίουν οἱ Φαρισαῖοι· ἀσπασμὸς γὰρ ὁ παρά τινων, καὶ τὸ προεδρεῦσαι φιλεῖν, οὐ πάντως ἡμᾶς εὐδοκίμους ὄντας ἀποφαίνει· ὑπάρχει γὰρ τοῦτο πολλοῖς καὶ οὐκ ἀγαθοῖς οὖσι. Διαδείκνυσι δὲ τοῦτο λέγων εὐθὺς ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.»—(A f. 163 b, C f. 133) Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προεδρεύειν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσιν, ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. Ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν, καὶ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττεσθαι.

Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. <Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.> (A f. 163 b, B f. 119, Cf. 133) Δυσφόρητον μὲν ἀεί πώς ἐστι παντὶ ἀνθρώπῳ, τὸ ἐλέγχεσθαι· πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι· μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. Ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. Ὁ μὲν γὰρ Σωτὴρ τῶν ὅλων, ἐπετίμα τοῖς Φαρισαίοις ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς τοῦτο δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στίφος· ἑαυτοὺς γὰρ ὑποφέρουσι τοῖς ἐγκλήμασι, καὶ καθ᾽ ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ᾽ ἦν δή που κρεῖττον ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀῤῥωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα [καὶ] χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; Ἐπιτείνει τὸν ἔλεγχον, καὶ τὴν εἰκαίαν αὐτῶν ὀφρὺν καταφέρει, λέγων· <Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία, κ.τ.λ.> (A f. 163 b, B f. 119) Ὡς ἐκ παραδείγματος ἐναργοῦς, τὸν πρὸς αὐτοὺς ἐξυφαίνει λόγον· φορτικὸς μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν τοῖς ἐξ Ἰσραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, λέγοντες ἐν ταῖς Πράξεσι· »Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;»

Καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς, προσφωνῶν καὶ λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Κοπιῶντας δὲ καὶ πεφορτισμένους, τοὺς ὑπὸ νόμον εἶναί φησι, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο τοῦ νόμου.

Ὡς γὰρ Παῦλός φησιν, «Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει.» Οὐαὶ τοίνυν ὑμῖν, ὦ νομικοί· δυσβάστακτα γὰρ φορτία καταδεσμεύοντες, εἶτα τοῖς ὑπὸ τὸν νόμον ἐπιτιθέντες αὐτὰ, αὐτοὶ τούτοις οὐ προσψαύετε· ἀπαράβατον γὰρ προστάττοντες τηρεῖσθαι τὴν Μωϋσέως ἐντολὴν, καὶ δίκην τοῖς ἀθετοῦσιν ἐπάγοντες, αὐτοὶ λόγου τοῦ μηδενὸς ἠξίουν τὸ ἐργάσασθαί τι τῶν διατεταγμένων. Τοῖς ταῦτα δρᾷν εἰωθόσι καὶ ὁ σοφώτατος Παῦλος ἐπιπλήττει, λέγων· «Ὁ διδάσκων ἔτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων μὴ κλέπτειν, κλέπτεις; Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις;

Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Ὃς ἐν νόμῳ καυχᾷ, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;» Ἀδόκιμος [cod.> EU)D.] GÀR O( DIDÁSKWN ἐστὶν, ὅταν ἀσύμβατον ἔχῃ τῷ λόγῳ τὸν τρόπον· τούτῳ καὶ αὐτὸς ὁ Σωτὴρ πικρὰν ἐπήρτηκε δίκην, λέγων, ὡς «Ὁ μὲν διδάξας καὶ ποιήσας, μέγας κληθήσεται· ὃς δ᾽ ἂν διδάξῃ μὲν, μὴ ποιήσῃ δὲ, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» <Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.> (A f. 164, B f. 120, D f. 47 b) Ἀδόκιμον ἀποφήνας καὶ αὐτὸ τῶν νομικῶν τὸ παμμόχθηρον ἐργαστήριον, κοινὸν ἅπασι τοῖς Ἰουδαίων καθηγηταῖς ἐξυφαίνει τὸν ἔλεγχον· τί δὲ ἄρα φησὶν, ἐρευνήσωμεν ἀκριβῶς. Οἱ μὲν τῶν Ἰουδαίων πατέρες ἀπέκτειναν κατὰ καιροὺς τοὺς ἁγίους προφήτας, τὸν θεῖον αὐτοῖς διαπορθμεύοντας λόγον· οἵ γε μὴν ἐξ αὐτῶν γεγονότες, ὁμολογοῦντες ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς τάφους, ἤτοι τὰ μνημεῖα, τιμὴν ἀπονέμοντες τὴν τοῖς ἁγίοις πρεπωδεστάτην.

Οὐκοῦν ἀπεκτόνασι μὲν οἱ πατέρες αὐτῶν, αὐτοὶ δὲ προφήτας εἶναι πιστεύσαντες καὶ ἄνδρας ἁγίους, κριταὶ γεγόνασι τῶν ἀποκτεινάντων αὐτούς· δι᾽ ὧν γὰρ τιμᾷν ἐγνώκασι τοὺς ἀνῃρημένους, διὰ τούτων αὐτῶν κατηγοροῦσι ὡς ἠσεβηκότων. Ἀλλ᾽ οἱ τῶν ἰδίων πατέρων ἐπὶ ταῖς οὕτω δειναῖς μιαιφονίαις καταψηφισάμενοι, τοῖς ἴσοις ἔμελλον ἁλῶναι κακοῖς, καὶ διὰ τῶν αὐτῶν ἰέναι πλημμελημάτων, μᾶλλον δὲ διὰ τῶν ἔτι χειρόνων. Ἕως μὲν γάρ τις τὰς ἑτέρων ἀδικίας ἐξετάζει, φυσικῷ λογισμῷ κρίνων, ὁρᾷ τὸ φαῦλον καὶ μέμφεται· αὐτὸς δὲ εἰς τὰ ἴσα πάθη ψυχῆς προαγόμενος, οἱονεὶ τυφλὸς ἐπὶ ταῦτα φέρεται.

Ἀπεκτόνασι μὲν γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς· προστεθείκασι δὲ ταῖς κατ᾽ αὐτοῦ δυσσεβείαις, καὶ τὰς κατὰ τῶν θείων αὐτοῦ μαθητῶν μιαιφονίας. Φησὶ γὰρ πρὸς αὐτοὺς ὁ Σωτὴρ ἡ τοῦ Θεοῦ σοφία· «Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσι,» καὶ τὰ ἑξῆς.

Καὶ προφήτας μὲν ὧδε τοὺς ἀποστόλους καλεῖ, καὶ τοὺς τῶν ἀποστόλων διαδόχους, τοὺς τῶν Ἐκκλησιῶν ποιμένας καὶ διδασκάλους, τοὺς ἐν προφητείαις καὶ διδασκαλίαις, ταῖς διὰ τοῦ Πνεύματος δωρεαῖς κεκοσμημένους.

Προλέγει τοίνυν τὰ μέλλοντα καταλαβέσθαι τὴν τῶν Ἰουδαίων γενεὰν κακὰ, διὰ τὴν ἀκόρεστον αὐτῶν μιαιφονίαν· μέλλει γὰρ ἐκζητεῖσθαι τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου ἕως τῆς γενεᾶς ταύτης. Ζαχαρίαν δὲ ὧδε ἀκόλουθόν ἐστι ἐννοεῖν τὸν τοῦ Προδρόμου πατέρα, ὃν ἐξ ἀγράφου παραδόσεως ἱστόρηται τοὺς Ἰουδαίους ἀνελεῖν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, διὰ τὸ προφητεύειν αὐτὸν, μᾶλλον δὲ ἀποδεικνύναι τὴν Θεοτόκον, καὶ τὸν ἐξ αὐτῆς τεχθησόμενον Θεὸν καὶ Σωτῆρα Ἰησοῦν Χριστὸν, οἷα δή τινα βασιλέα καὶ Κύριον ἐπὶ τὸ ἔθνος ἀποσταλήσεσθαι αὐτῶν· καὶ αὐτὴν τὴν ἁγίαν Παρθένον κατὰ τὴν ἐκ Πνεύματος ἁγίου σύλληψιν, τοῦ τόπου τῶν παρθένων, τοῦ ἐν τῷ ἱερῷ ὅντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, μὴ ἀποστῆσαι, καθὰ δὴ γεγαμημένην, ἀλλ᾽ ἔτι παρθένον γινώσκειν αὐτὴν, καὶ συγχωρεῖν κατὰ τὸν συνήθη τόπον ἑστᾶναι. Διὰ γοῦν ταῦτα τοὺς ἀκούοντας εἰς ὀργὴν ἐμπεσεῖν, καὶ ἐπ᾽ αὐτὸν ὁπλίσαι τὰς χεῖρας, δεδιότας τὸν ἐκ τῆς αὐτοῦ προφητείας προσδοκώμενον βασιλέα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους μέλλοντι καταδυναστεύειν αὐτῶν. Τὸν οὖν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονται, πρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντα[al. codd.

ἱερουργήσαντες.] <Ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ γενεᾶς ταύτης.> (A f. 164 b) Εἰ καὶ δεικτικῶς δὲ λέγει, «ἀπὸ τῆς γενεᾶς ταύτης,» οὐχὶ μόνον τάχα που κατασημῆναί φαμεν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὴν μιαιφονίαν πίπτοντα· συντετάξεται γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, ὡς ἀδελφὸν καὶ ὁμογενές· κατὰ τό· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.»—«Καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης.» <Ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, κ.τ.λ.> (A f. 165, B f. 120, C f. 133 b, D f. 48) Κλεῖδα γνώσεως αὐτὸν εἶναί φαμεν τὸν νόμον, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς αὐτόν. Ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν, καὶ γράφουσιν αἱ σκιαὶ πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον.

Ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιάς· καὶ νενικήκασι τὸν ὀλοθρευτήν. Ἀλλ᾽ αἷμα προβάτου κοινοῦ οὐκ ἂν ἴσχυσεν ἀνατρέψαι θάνατον· ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομένων σφαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ· πλεῖστα δ᾽ ἄν τις πρὸς τοῦτο λέγοι, δι᾽ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον, διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον. Ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προσλαλῶν· «Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ περὶ ἐμοῦ μαρτυροῦσαι· καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.» Ἅπας γὰρ λόγος τῆς θεοπνεύστου Γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ᾽ αὐτῷ συντείνεται. Ἔδει δὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας φωνὰς, ἀνοίγειν τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προφητῶν εὐσεβῆ κηρύγματα.

Ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοί· ἐκ δὲ τῶν ἐναντίων, ἦραν τὴν κλεῖδα τῆς γνώσεως· ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς, ἤτοι τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστόν· προσγίνεται γὰρ διὰ τῆς πίστεως, τῆς ἀληθείας ἡ γνῶσις. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω πού φησι· «Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.»—«Χωρὶς γὰρ πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε.» Ἦραν τοίνυν οἱ νομικοὶ τὴν κλεῖδα τῆς γνώσεως· οὐ γὰρ εἴων πιστεῦσαί τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ, καίτοι θαυμάσαι δέον ἐπὶ τούτοις αὐτὸν, διέσυρον τὰς θεοσημείας, καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες, ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώσεως αἴροντας; Ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φανερὸν καθίστη τοῖς ἀκροωμένοις τὸ θέλημα τοῦ Πατρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ καὶ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀφέντες εὑρίσκονται· προσεφώνουν γὰρ τοῖς ὄχλοις· «Δαιμόνιον ἔχει καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» Ἦραν οὖν, κατὰ τὸ ἀληθὲς, τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσῆλθον, κεκωλύκασι καὶ ἑτέρους. <Ἤρξαντο οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων.> (A f. 165 b).

Ἀσχάλλοντες πρὸς τοὺς ἐλέγχους, ἤρξαντο, φησὶ, δεινῶς ἐνέχειν αὐτῷ. Τὸ δὲ ἐνέχειν, ἀντὶ τοῦ ἐγκεῖσθαι καὶ ἐγκοτεῖν ἤτοι δυσμ[ε]αίνειν ἐστίν. Ἐπεχείρουν δὲ αὐτὸν, φησὶ, καὶ ἀποστοματίζειν περὶ πολλῶν. Καὶ τί πάλιν τὸ ἀποστοματίζειν ἐστίν; Ἀπῄτουν ἐκ τοῦ παραχρῆμα καὶ οἱονεὶ ἀσκεπτὶ πρὸς τὰς πανούργους αὐτῶν ἀποκρίνεσθαι πεύσεις, οἰηθέντες ὅτι διαπεσεῖται πάντως, καὶ λαλήσει τι τῶν ὅσα ἐστὶν οὐκ ἔξω διαβολῆς· ἀλλ᾽ οὐκ ᾔδεσαν ὄντα Θεὸν, μᾶλλον δὲ καταφρονηταὶ γεγόνασιν, ἀλαζόνες καὶ ὑβρισταί· ταύτῃτοι Χριστὸς τοῖς ἑαυτοῦ γνωρίμοις, ἤγουν μαθηταῖς, φυλάττεσθαι ἀπ᾽ αὐτῶν παρηγγύα· ἄκουε γοῦν·