Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Κλήσεις σε μετάνοια, η παραβολή της άκαρπης συκής και η στενή πύλη

Τα παραδείγματα των Γαλιλαίων και του πύργου του Σιλωάμ, η θεραπεία της συγκύπτουσας το Σάββατο, η παραβολή του σιναπιού και της ζύμης, και ο θρήνος για την απιστία της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 11 από 22

ΚΕΦΑΛ. ΙΓʹ. <Ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, κ.τ.λ.> (A f. 188, C f. 156, D f. 53) Ἐοίκασιν οἱ Γαλιλαῖοι κατὰ τοὺς χρόνους Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐμνήσθη. Ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι᾽ εὐσέβειαν εὐτονίας.

Κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μηδὲ τὸν βασιλεύοντα· καὶ πολλοί γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάτας αἰκίας ὑπέμειναν. Οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας, ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους. Εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεῦσαι παρ᾽ αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν θυσίαις, αὐτοὺς ἀναιρεθῆναι. Ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων. Ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελλον τῷ Σωτῆρι, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν. Ὁ δὲ, οἰομένων τῶν ἐκ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν πεπονθέναι ταῦτα, ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας ἄρχοντας κατὰ τῶν ὑπηκόων, τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς, τίθησιν· οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας.

Εἶτ᾽ ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥητῷ ἀποτρέπων τῆς ἐμφυλίου στάσεως, προφάσει εὐσεβείας ἀναπτομένης, τοὺς ὑπὲρ τοῦ λαοῦ, τὸ, Ἐὰν μὴ μετανοήσετε, τουτέστιν, Ἐὰν μὴ μεταβάλησθε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖτε Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ταῖς ὑμετέραις θυσίαις ἀναμιχθήσεται. Εἶτα τὸ τοῦ πύργου ὑπόδειγμα τοῦ ἐν τῷ Σιλουὰμ ἐπάγει, διὰ τούτου πάσης τῆς πόλεως τὴν πτῶσιν δηλῶν. Ὡς ἐκ τῆς προφάσεως γὰρ τῶν δεκαοκτὼ, ἐφ᾽ οὓς ὁ πύργος ἔπεσεν, αἰνίττεται ὅτι τὸ μέρος προοίμιόν ἐστι πάσης τῆς πόλεως· οὐ γὰρ δὴ, φησὶν, οἱ ιηʹ ὡς ὑπαίτιοι ὄντες ἀπώλοντο μόνοι, ἀλλὰ καὶ πᾶσα ἡ πόλις τὰ αὐτὰ πείσεται μικρὸν ὕστερον. <Εἶπε δὲ πρὸς τὸν ἀμπελουργὸν, κ.τ.λ.> Καὶ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν, κ.τ.λ. (A f. 189 b) Εἰ μὲν οὖν τις βούλοιτο λέγειν, ἄγγελον εἶναι τὸν παρὰ Θεοῦ ταχθέντα προεστάναι τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος.

Μεμνήμεθα γὰρ τοῦ προφήτου Ζαχαρίου γεγραφότος, ὅτι εἱστήκει τις τῶν ἁγίων ἀγγέλων, τὰς ὑπὲρ τῆς Ἱερουσαλὴμ ἀναφέρων λιτὰς, καὶ λέγων· «Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» Γέγραπται δὲ καὶ ἐν τῇ Ἐξόδῳ, ὡς καταδιώκοντος τοὺς ἐξ Ἰσραὴλ ὁμοίως τοῖς ἰδίοις ὑπασπισταῖς τοῦ τῆς Αἰγυπτίων ἐξάρχοντος γῆς, εἶτα μέλλοντος συμπλέκεσθαι πρὸς μάχην αὐτοῖς, ἔστη ἄγγελος Θεοῦ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα. Ἔστι τοίνυν τὸ ἀπεικὸς οὐδὲν, κἀνθάδε νοεῖν τὸν προεστηκότα τῆς Συναγωγῆς ἄγγελον, ἀνατεῖναι ὑπὲρ αὐτῆς τὰς ἱκετηρίας. Εἰ δὲ δή τις λέγοι τὸν Υἱὸν εἶναι τὸν γηπόνον, ἔχοι ἂν καὶ τοῦτο τοῖς καθήκουσι λογισμοῖς οὐκ ἀπεοικότα λόγον. Παράκλητος γὰρ ἡμῶν ἐστι πρὸς τὸν Πατέρα, ἱλαστήριόν τε καὶ γεωργὸς τῶν ἡμετέρων ψυχῶν. Καὶ γοῦν αὐτὸς ἔφη περὶ ἑαυτοῦ· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ἀδικήσει δὲ τοῦτο εἰς δόξαν οὐδὲν τὸν Υἱὸν, τὸ περικεῖσθαι, φημὶ, τοῦ γηπόνου τὸ πρόσωπον. Εὑρίσκεται γὰρ καὶ αὐτὸς ὁ Πατὴρ τοῦτο λαβὼν, μῶμον οὐδένα ταύτης ἕνεκα τῆς αἰτίας ὑπομείνας πώποτε. Ἔφη γὰρ ὁ Υἱὸς τοῖς ἁγίοις ἀποστόλοις· «Ἐγώ εἰμι ἡ ἄμπελος· ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστι.»

Πρὸς ἕκαστα γὰρ τῶν προκειμένων θεωρημάτων ἔσθ᾽ ὅτε καὶ ἡ τοῦ λόγου γίνεται διεκβολή. (A f. 189 b) Ὅτι δὲ ἔμελλε τὴν ἐκβολὴν ὑπομένειν ὁ Ἰσραὴλ διὰ πολλὴν ἀκαρπίαν, ὑπεσήμαινέ πως καὶ ὁ μακάριος Βαπτιστὴς, λέγων· «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται,» καὶ τὰ ἑξῆς. Ἔοικε τοίνυν συκῇ παραβάλλειν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ὅτι καὶ ἑτέροις αὐτὴν παραβάλλει φυτοῖς τὸ Γράμμα τὸ ἱερὸν, ἀμπέλῳ, φημὶ, καὶ ἐλαίᾳ, καὶ δρυμοῖς. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ποτὲ μὲν περὶ αὐτῆς φησιν, ἤτοι τῶν ἐν αὐτῇ· «Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ.» Ποτὲ δὲ πάλιν ὡς πρὸς αὐτήν· «Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς καιρὸν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ᾽ αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ᾽ αὐτὴν, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς.» Ἕτερος δὲ τῶν προφητῶν, Λιβάνῳ τῷ ὄρει παρεικάζων αὐτὴν, οὕτω φησί· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Δεδαπάνηται γὰρ ὡς ὑπὸ πυρὸς, ὁ ἐν τοῖς Ἱεροσολύμοις δρυμὸς, τουτέστιν ὁ ἐν αὐτῇ δῆμος. Οὐκοῦν εἰς εἰκόνα δέχεται τῆς Ἰουδαίων Συναγωγῆς, ὡς ἔφην, ἤγουν τῶν ἐξ Ἰσραὴλ, τὴν ἐν τῇ παραβολῇ λεγομένην συκῆν. Ἦλθε δὲ, φησὶ, ζητῶν καρπὸν, καὶ οὐχ εὗρε.

Τοῦτο τρίτον ἦλθε· τὸ πρῶτον, διὰ Μωϋσέως καὶ Ἀαρών· δεύτερον, καθ᾽ ὃν ἦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ μετ᾽ αὐτὸν οἱ κριταί· τρίτον δὲ μετὰ τούτους, καθ᾽ ὃν γεγόνασιν οἱ μακάριοι προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἐν τούτοις γέγονε τοῖς καιροῖς ἄκαρπος ὁ Ἰσραήλ. Ὅσον γὰρ ἧκεν εἰς τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, δῆλον δὲ ὅτι καὶ τοῦ Υἱοῦ, ἀπαράδεκτος ἦν ὡς ἐν σκιαῖς καὶ τύποις λατρεία, ἄκαρπος παντελῶς τό γε ἧκον εἰς πνευματικὴν εὐοσμίαν. Γέγονεν οὖν καὶ ἀπόβλητος. Καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτὴρ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.» Καὶ διὰ Ἡσαΐου· «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν.» Ὃ δὴ μισεῖ καὶ βδελύττεται Θεὸς, πῶς ἂν νοηθείη καρπὸς εἶναι ψυχῆς νοητὸς, καὶ πνευματικὸς, καὶ εὐπαράδεκτος αὐτῷ; <Ἰδοὺ γυνὴ ἦν, πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ.> (A f. 190, B f. 133) Ἦν δὲ ἐν τῇ Συναγωγῇ γυνὴ ὀκτωκαίδεκα ἔτη ἐξ ἀσθενείας συγκύπτουσα. Ὀνίνησιν οὐ μετρίως τοὺς εὖ φρονοῦντας καὶ τοῦτο· δεῖ γὰρ ἡμᾶς πανταχόθεν τὸ χρήσιμον ἐρανίζεσθαι.

Ἔξεστι δὴ οὖν ἐντεῦθεν ἰδεῖν, ὅτι δέχεται πολλάκις τὴν κατά τινων ἐξουσίαν ὁ Σατανᾶς, πλημμελούντων δηλονότι, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἀνθῃρημένων τὸ ῥᾴθυμον· οὓς δ᾽ ἂν λάβοι, τοιούτους ἐνίησιν ἀῤῥωστήμασιν ἔσθ᾽ ὅτε σωματικοῖς, κολαστὴς ὑπάρχων καὶ ἀπηνής. Δίδωσι δὲ χώραν αὐτῷ πρὸς τοῦτο οἰκονομικώτατα λίαν ὁ παντεπόπτης Θεὸς, ἵνα τῷ τῆς δυσπραγίας βάρει κατηχθισμένοι, μεταφοιτᾷν ἕλοιντο πρὸς τὰ βελτίω. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, ἐν Κορίνθῳ τινὰ διαβεβλημένον ἐπὶ πορνείᾳ, παραδέδωκε τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Οὐκοῦν ἡ συγκεκυφυῖα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς· ἤτοι, καθάπερ ἔφην, παρεωραμένη παρὰ Θεοῦ δι᾽ οἰκεῖα πταίσματα, ἤγουν τῷ καθ᾽ ὅλου λόγῳ καὶ γενικῷ· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλιτήριος γέγονε Σατανᾶς, ὅτι καὶ δι᾽ αὐτοῦ τὴν παράβασιν τὴν ἐν Ἀδὰμ ἠρτύσθαι φαμὲν, δι᾽ ἧς εἰς ἀσθένειαν καὶ φθορὰν, τὰ τῶν ἀνθρώπων κατεκομίσθη σώματα. Πλὴν ὄντων τῶν ἀνθρώπων ἐν τούτοις, οὐ παρεῖδεν ἡμᾶς ἀγαθὸς ὢν φύσει Θεὸς, μακρᾷ δὴ καὶ ἀφύκτῳ κεκολασμένους νόσῳ τοὺς κάμνοντας, καὶ ἀπήλλαττε τῶν δεσμῶν, λυτικὴν τῶν ἀνθρωπίνων παθῶν ἀποφαίνων εὖ μάλα τὴν ἐν τῷδε τῷ κόσμῳ παρουσίαν τε καὶ ἀνάδειξιν αὐτοῦ· ἀφίκετο γὰρ ἐκμορφώσων τὰ καθ᾽ ἡμᾶς πρὸς τὸ ἐν ἀρχαῖς. «

Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε, κατὰ τὸ γεγραμμένον, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα· καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς φάρμακον ὀλέθρου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» —(A f. 190 b) Ἐπ᾽ ἀνατροπῇ θανάτου καὶ φθορᾶς καὶ φθόνου τοῦ καθ᾽ ἡμῶν γεγονότος παρὰ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δράκοντος, ἡ τοῦ Λόγου γέγονε σάρκωσις, ἤγουν ἐνανθρώπησις· καὶ τοῦτο σαφῶς ἡμῖν, δι᾽ αὐτῶν ἐκφαίνεται τῶν πραγμάτων.

Ἠλευθέρου τοίνυν τὴν Ἀβραὰμ θυγατέρα τῆς οὕτω μακρᾶς ἀῤῥωστίας, ἐπιφωνῶν τε καὶ λέγων· «Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.» Θεοπρεπεστάτη λίαν ἡ φωνὴ, ἐξουσίας γέμουσα τῆς ἀνωτάτω! νεύματι γὰρ βασιλικῷ τὴν νόσον ἐλαύνει. Προσεπιτίθησι δὲ καὶ χεῖρας αὐτῇ· καὶ ἀνωρθώθη, φησι, παραχρῆμα.

Ἔξεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν, ὅτι τὴν τοῦ Θεοῦ δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ, καὶ οὐχ ἑτέρου τινὸς παρ᾽ αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τό τισιν ἀνοσιώτατα δοκοῦν. <Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, κ.τ.λ.> (A f. 190 b) Καίτοι πῶς οὐκ ἔδει μᾶλλον θαυμάσαι Χριστὸν ἀπολύσαντα τῶν δεσμῶν τὴν Ἀβραὰμ θυγατέρα;

Εἶδες αὐτὴν παραδόξως τοῦ πάθους ἀπηλλαγμένην. Οὐκ εἶδες εὐχόμενον τὸν ἰατρὸν, οὐχ ὡς αἴτημα παρ᾽ ἑτέρου λαβόντα τῆς καμνούσης τὴν ἴασιν, ἀλλ᾽ ἐξουσίας ἔργον ἀποτελέσαντα. Ἀρχισυνάγωγος ὢν, τὰ Μωϋσέως οἶσθά που γράμματα· εἶδες αὐτὸν εὐχόμενον πλεισταχοῦ, καὶ ἐξ ἰδίας δυνάμεως οὐδὲν ἐνεργήσαντα παντελῶς. Καὶ γοῦν λεπρωθείσης τῆς Μαριὰμ διὰ τὸ εἰπεῖν τι μόνον κατ᾽ αὐτοῦ ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθές· Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ· οὐ γέγονε κρείττων τοῦ κακοῦ, προσέπιπτε δὲ μᾶλλον τῷ Θεῷ, λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν.» Καὶ ὅμως οὐδὲ ἱκετεύοντος συνεχωρήθη αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ ἕκαστος δὲ τῶν ἁγίων προφητῶν, εἴ πού τι καὶ ἐνήργηκεν ὅλως, ἐν δυνάμει Θεοῦ τοῦτο ποιήσας ὁρᾶται. Ἐνταῦθα δέ μοι βλέπε τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν οὐκ εὐχὴν ἀνατείνεσθαι, ἀλλὰ τῇ ἑαυτοῦ δυνάμει ἀνατεθεικότα τοῦ πράγματος τὴν κατόρθωσιν, φωνῇ θεραπεύοντα, καὶ χειρὸς ἁφῇ. Κύριος γὰρ ὢν καὶ Θεὸς, ἰσοδυναμοῦσαν ἑαυτῷ, πρός γε τὸ δύνασθαι, φημὶ, νοσημάτων ἐλευθεροῦν, τὴν ἰδίαν ἀπέφηνε σάρκα.

Ἔδει δὲ οὖν ἐντεῦθεν συνεῖναι λοιπὸν τοῦ κατ᾽ αὐτὸν μυστηρίου τὴν δύναμιν.—(B f. 154) Οὐκοῦν εἴπερ τις ἦν ἀγχίνους ὁ ἀρχισυνάγωγος, ἐνενόησεν ἂν τίς τε καὶ ὅσος ἐστὶν ὁ Σωτὴρ, ἐκ τῆς οὕτω παραδόξου θεοσημείας, καὶ μὴ ταὐτὰ λέγειν τοῖς ὄχλοις, μηδὲ τοῖς θεραπευομένοις ἐγκαλεῖν τοῦ νόμου τὴν λύσιν, τῆς κατὰ τὸ Σάββατον ἀργίας τὴν παράδοσιν. Ἐργάσασθαι γὰρ ὅλως ἐστὶ τὸ θεραπεύεσθαι· ἀδικεῖται δὲ νόμος, Θεοῦ κατοικτείροντος καὶ ἐν ἡμέρᾳ Σαββάτου; Τίνι προστέταχεν ἀργεῖν ἐν Σαββάτῳ; Ἑαυτῷ μᾶλλον, ἢ σοί;

Εἰ μὲν οὖν ἑαυτῷ, μὴ διοικείτω τὰ καθ᾽ ἡμᾶς ἐν Σαββάτῳ· ἀργείτω καὶ ὁ τοῦ ἡλίου δρόμος, μὴ πιπτέτωσαν ὑετοὶ, στήτωσαν αἱ τῶν ὑδάτων πηγαὶ, καὶ ποταμῶν ἀεννάων φοραὶ, καὶ ἀνέμων χρεῖαι. Εἰ δέ σοι προστέταχεν ἀργεῖν, μὴ ἐγκάλει Θεῷ, τὸ καὶ ἐν Σαββάτῳ διδόναι τισὶ μετ᾽ ἐξουσίας τὸν ἔλεον.

Διὰ τί δὲ ὅλως καὶ ἀργεῖν ἐκέλευσεν ἐν Σαββάτῳ; Ἵνα, φησὶ, ἀναπαύσηται ὁ παῖς σου, καὶ ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Ὅταν οὗν ἀναπαύσῃ τινὰς, νοσημάτων αὐτοὺς ἀνιεὶς, εἶτα τοῦτο κωλύῃς αὐτὸς, ἔλυσας ἐναργῶς τὸν ἐπὶ τῷ Σαββάτῳ νόμον, οὐκ ἐῶν ἀναπαύεσθαι τοὺς ἐν ἀλγήμασιν ὄντας καὶ νόσοις, οὓς ἔδησεν ὁ Σατανᾶς. (A f. 191 b) Ἀλλ᾽ ὁ τῆς ἀχαρίστου Συναγωγῆς ἀρχισυνάγωγος, ἐπειδὴ εἶδε τὴν τὰ μέλη δεδεμένην γυναῖκα, καὶ ὀρθοποδεῖν μὴ δυναμένην, ἀλλ᾽ εἰς γῆν καὶ ἐπὶ γαστέρα συννεύουσαν, ὑπὸ Χριστοῦ ἠλεημένην, καὶ ἁφῇ μόνῃ τέλεον ἀνορθωθεῖσαν, καὶ τὴν τοῖς ἀνθρώποις οἰκείαν πορείαν ἐν ὀρθίῳ τῷ σχήματι ὁδεύουσαν, καὶ ὑπὲρ τούτου τὸν Θεὸν μεγαλύνουσαν, ἄχθεται τῇ ταύτης λύσει, καὶ ἐπὶ τῇ δόξῃ τοῦ Κυρίου πυρπολούμενος, δεσμεῖται τῷ φθόνῳ· καὶ ἐπηρεάζει τῷ θαύματι, καὶ τὸν Κύριον ἀφεὶς τὸν ἐλέγξαντα τὴν τούτου ὑπόκρισιν, τοῖς ὄχλοις ἐπιτιμᾷ· ὥστε δόξαι ὅτι διὰ τὸ Σάββατον ἀγανακτεῖ· ἵνα πείσῃ τοὺς ἐν ταῖς ἄλλαις ἡμέραις διεσκορπισμένους, καὶ ταῖς ἐργασίαις σχολάζοντας, μηδὲ ἐν Σαββάτῳ θεατὰς εἶναι καὶ θαυμαστὰς τῶν τοῦ Κυρίου τερατουργημάτων, μή ποτε καὶ πιστεύσωσιν. Ἀλλ᾽ εἰπὲ ἡμῖν, ὦ βασκανίας ἀνδράποδον, ὁποῖον ἔργον ὁ νόμος ἐκώλυσεν, ὁ εἰπών σοι· «Ἀπὸ παντὸς ἔργου χειροκμήτου ἀποστήσῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου;» Ἆρα τὸ διὰ στόματος καὶ διὰ λόγου;

Παῦσαι γοῦν ἐσθίων, καὶ πίνων, καὶ ὁμιλῶν, καὶ ψάλλων ἐν Σαββάτῳ.

Καὶ εἰ μὴ ταῦτα πράττεις, μηδὲ τὸν νόμον ἀναγινώσκεις, ἵνα τί σοι καὶ τὸ Σάββατον; Ἀλλὰ τὸ διὰ χειρῶν. Καὶ ποῖον διὰ χειρῶν ἔργον, τὸ φωνῇ γυναῖκα ἀνορθῶσαι; Εἰ δ᾽ ὅτι ἔργῳ ἡ γυνὴ τεθεράπευται τοῦτο ἐργασίαν καλεῖς, ἔργον ἐργάζῃ καὶ σὺ τὴν θεραπείαν μεμφόμενος. Ἀλλ᾽ εἶπε, φησί· Ἀπολέλυσαι τῆς ἀσθενείας· καὶ ἀπολέλυται. Τί δέ; οὐ καὶ σὺ λύεις τὴν ζώνην ἐν Σαββάτῳ; οὐ τῶν ποδῶν ἐκλύεις τὸ ὑπόδημα; οὐ τὴν στρωμνὴν στρωννύεις; οὐ τὴν χεῖρα ἀποσμήχεις ῥυπῶσαν ἐν ἐδέσμασι; Πῶς οὖν ἐφ᾽ ἑνὶ μόνῳ λόγῳ τῷ «Ἀπολέλυσαι» ἀγανακτεῖς;

Ὁποῖον δὲ καὶ ἔργον ἡ γυνὴ μετὰ τὸν λόγον εἰργάσατο; Ἆρά γε χαλκευτικῆς, ἢ τεκτονικῆς, ἢ οἰκοδομικῆς ἐφήψατο; Ἆρα ἐν αὐτῇ τῇ ἡμέρᾳ ὑφαντικῆς ἢ ἱστουργικῆς ἔργον μετεχειρίσατο; Ἀλλ᾽ ἀνωρθώθη, φησί· ἔργον γὰρ ὅλως ἐστὶ τὸ θεραπεύεσθαι.

Ἀλλὰ γὰρ οὐ διὰ τὸ Σάββατον ἀληθῶς ἀγανακτεῖς, ἀλλὰ τὸν Χριστὸν βλέπων τιμώμενον καὶ ὡς Θεὸν προσκυνούμενον, μαίνῃ καὶ ἀποπνίγῃ, καὶ τῇ βασκανίᾳ κατατήκῃ· καὶ ἕτερα μὲν ἐν τῇ καρδίᾳ ἐνδομυχᾷς, ἄλλον δὲ σκήπτῃ καὶ προφασίζῃ. Ὅθεν καὶ χαριέστατα ὑπὸ τοῦ Κυρίου τοῦ εἰδότος τοὺς ματαίους σου διαλογισμοὺς ἐλέγχη· καὶ τὴν ἁρμόζουσάν σοι δέχῃ προσηγορίαν, ὑποκριτὴς ἀκούσας καὶ εἴρων καὶ ὕπουλος. <Ὑποκριτὰ, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ; κ.τ.λ. Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, κ.τ.λ.> (A f. 192) Σὺ [cod.

οὐ pro σὺ] θαυμάζεις γὰρ, φησὶ, τὸν λύσαντα τὴν τοῦ Ἀβραὰμ θυγατέρα· ἀλλὰ βοῦν μὲν καὶ ὄνον ἀναπαύεις, καμάτων αὐτοὺς ἀνιεὶς καὶ ἀποφέρων ἐφ᾽ ὕδωρ· σωζομένου δὲ παραδόξως ἀνθρώπου νενοσηκότος, καὶ Θεοῦ κατοικτείραντος, ἀμφοτέροις ἐπιτιμᾷς ὡς παρανομήσασι, τῷ μὲν ὅτι τεθεράπευκε, τῷ δὲ ὅτι τοῦ νοσεῖν ἀπηλλάττετο.—(A f. 192) Θέα μοι τὸν ἀρχισυνάγωγον, ὅπως ἀτιμότερος αὐτῷ τοῦ κτήνους ἐστὶν ὁ ἄνθρωπος, εἴ γε βοῦν καὶ ὄνον ἐν Σαββάτῳ προνοίας ἀξιοῖ· τὴν δὲ συγκεκυφυῖαν γυναῖκα οὐ βούλεται βασκαίνων Χριστῷ ἀπαλλαγῆναι τῆς ἀσθενείας, οὐδὲ τὸ κατάλληλον ἀπολαβεῖν σχῆμα.—(A f, 192) Ἀλλ᾽ ὁ τῆς Συναγωγῆς ἄρχων ὁ βάσκανος ἐβούλετο τὴν ἀνορθωθεῖσαν γυναῖκα, κατὰ τὰ τετράποδα μᾶλλον κάτω κεκυφέναι, ἢ τὸ οἰκεῖον ἀνθρώποις ἀπολαβεῖν σχῆμα· μόνον ἵνα μὴ Χριστὸς μεγαλύνηται, μηδὲ Θεὸς εἶναι ὑπὸ τῶν πραγμάτων κηρύττηται.

Ἐλέγχεται μέν τοι ὁ ἀρχισυνάγωγος ὑποκριτὴς ὢν, εἴ γε τὰ μὲν ἄλογα ζῶα ἐν Σαββάτῳ ἐπὶ τὸ ὕδωρ ἀπάγοι, τὴν δὲ γυναῖκα, τὴν οὐ μᾶλλον διὰ τὸ γένος ὅσον διὰ τὴν πίστιν Ἀβραὰμ οὖσαν θυγατέρα, οὐκ ἀξιοῖ λυθῆναι τοῦ δεσμοῦ τῆς ἀσθενείας· ἀλλὰ τὴν ἐλευθερίαν τῆς νόσου, παράβασιν κρίνει τοῦ Σαββάτου. <Κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ.> (A f. 192) Κατῃσχύνοντο μὲν οἱ διεφθαρμένας τὰς κρίσεις ἐκφέροντες· οἱ τῷ ἀκρογωνιαίῳ προσκόπτοντες, καὶ διὰ τοῦτο συνθλώμενοι· οἱ τῷ ἰατρῷ ἀνθεστηκότες· οἱ τῷ σοφῷ κεραμεῖ τὴν τῶν διαστραφέντων σκευῶν ἐπανόρθωσιν ποιουμένῳ ἀντιπίπτοντες· καὶ οὐδὲ μία αὐτοῖς ἀπόκρισις ὑπελείπετο· ἀλλ᾽ ἦσαν αὐτοὶ ἑαυτοῖς ἔλεγχος ἀναντίῤῥητος, ἐπιστομιζόμενοι καὶ ἀποροῦντες ὅ τι ἄρα καὶ φθέγξονται. Οὕτως αὐτῶν ἀπέῤῥαψε τὸ θρασὺ στόμα ὁ Κύριος! οἱ δὲ ὄχλοι, οἷα ὠφελούμενοι ἐκ τῶν σημείων, ἔχαιρον· τὸ γὰρ ἔνδοξον τῶν ἔργων καὶ περιφανὲς ἔλυε πᾶσαν ζήτησιν καὶ ἀμφιβολίαν τοῖς μὴ κακοήθως ζητοῦσιν. <Ὁμοία ἐστὶ κόκκῳ σινάπεως.> (A f. 193) Εὐφυὲς τὸ παράδειγμα, καὶ οὐκ ἀνικάνως ἔχον εἰς παράστασιν τῶν συμβεβηκότων, ἤγουν γενομένων ἐπὶ τῷ θείῳ τε καὶ ἱερῷ κηρύγματι, φημὶ δὴ τῷ εὐαγγελικῷ, ὃ δὴ καὶ βασιλείαν ὀνομάζει τοῦ Θεοῦ· δι᾽ αὐτοῦ γὰρ κερδαίνομεν τὸ συμβασιλεῦσαι Χριστῷ.

Καὶ ἦν μὲν ἐν ἀρχαῖς παρ᾽ ὀλίγοις καὶ συνεσταλμένον, ἐπλατύνθη δὲ καὶ διέδραμε μετὰ ταῦτα εἰς πάντα τὰ ἔθνη. Ἐλαλήθη μὲν γὰρ κατὰ μόνην τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ εὐαρίθμητοι παντελῶς γεγόνασιν οἱ μακάριοι μαθηταί· ἀπειθήσαντος δὲ τοῦ Ἰσραὴλ, τοῖς ἁγίοις ἀποστόλοις ἐνετέλλετο λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς. Ὥσπερ οὖν τὸ σπέρμα τοῦ σινάπεως, τοῦ μὲν ἑτέρων λαχανικῶν σπερμάτων ἡττᾶται λίαν εἰς τὸ ἐν μεγέθει ποσὸν, ἀνίσχει γε μὴν εἰς ὕψος, λαχανοπρεποῦς ἐπέκεινα μέτρου, ὥστε καὶ στρουθίων ἐναύλισμα γενέσθαι πολλῶν· οὕτω καὶ ἡ βασιλεία τῶν οὐρανῶν, τουτέστι τὸ νέον τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, δι᾽ οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καὶ φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνώκαμεν, ὡς παρ᾽ ὀλίγοις μὲν ἦν ἀρχαῖς, καὶ οἷον βραχὺ καὶ συνεσταλμένον, προβέβηκε δὲ μετὰ τοῦτο πρὸς αὔξησιν· ὥστε καὶ εἰς σκέπην γενέσθαι τοῖς προσιοῦσιν αὐτῷ, οὓς δὴ καὶ στρουθίοις παρεικαστέον, Θεῷ γὰρ τὰ καθ᾽ ἡμᾶς ἐν ὀλίγοις κομιδῇ μέτροις εἰσίν. Ἐδόθη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ὁ διὰ Μωϋσέως νόμος· ἐπειδὴ δὲ ἦν ἀνέφικτον διὰ τῆς ἐν αὐτῷ σκιᾶς, καὶ σωματικῆς λατρείας, διασωθῆναι δύνασθαι τοὺς ἐπὶ τῆς γῆς, λοιπὸν ἀναγκαίως τὸ εὐαγγελικὸν καὶ σωτήριον ἀνέφυ κήρυγμα, καὶ εἰς ὅλην ἐκτέταται τὴν ὑπ᾽ οὐρανόν. (

A f. 193 b) Τοῦτο ἡμῖν αἰνιγματωδῶς τὸ Μωσαϊκὸν ἐσήμαινε γράμμα· ἔχει δὲ οὕτως· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατὰς, ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς.» Καὶ μεθ᾽ ἕτερα· «Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» Ἵν᾽ ἐντεῦθεν ἐννοῇς καὶ τὴν τοῦ νόμου παιδαγωγίαν, καὶ τελείωσιν τὴν διὰ Χριστοῦ διὰ πολιτείας εὐαγγελικῆς καὶ μυσταγωγίας τῆς ὑπὲρ σκιὰν καὶ τύπους.

Σάλπιγξ δὲ οὗν ὁ νόμος· ὁμοίως δὲ καὶ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· οὕτω γὰρ αὐτοῦ διαμνημονεύει καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ.» Μεγάλη γὰρ ὄντως ἀνεφώνησε σάλπιγξ, ἡ διά γε τῶν ἁγίων ἀποστόλων, οὐκ ἀθετοῦσα τὴν πρώτην, συνεισδεχομένη δὲ καὶ αὐτήν· διὰ γὰρ νόμου καὶ προφητῶν, ἐμπεδοῦσιν ἀεὶ τὸν ἐπὶ Χριστῷ λόγον, μαρτυρίαις χρώμενοι ταῖς ἀρχαιοτέραις. Οὐκοῦν δύο μὲν αἱ σάλπιγγες, ἀργυραῖ δὲ καὶ ἐλαταί· τοῦ μὲν ἀργύρου κατασημαίνοντος τὴν φαιδρότητα, λαμπρὸς γάρ ἐστιν ὁ παρὰ Θεοῦ λόγος· τοῦ γε μὴν ἐλάσματος ὑποφαίνοντος, ὅτι προβήσονται καὶ προκόψουσιν αἱ ἱεραί τε καὶ θεῖαι σάλπιγγες, ἤγουν τὸ νέον τε καὶ ἀρχαῖον κήρυγμα· προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον, καὶ εἰς εὖρός τε καὶ μῆκος ἐκτείνεται· ἔμελλον δὲ προκόπτειν, ἐπιλάμψαντος τοῦ Χριστοῦ· ὁ μὲν παλαιὸς νόμος, εἰς θεωρίαν πνευματικήν· τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς τὸ πάσης κατευρυνθήσεσθαι τῆς ὑπ᾽ οὐρανόν. Πλὴν τοῖς ἱερεῦσιν ὁ νόμος ἐδίδου τὸ χρῆναι ταῖς σάλπιγξι διατάττειν τοὺς λαούς· δέδοται γὰρ παρὰ Χριστοῦ τὸ διακηρύττειν αὐτὸν καὶ τὰ αὐτοῦ θεσπίσματα, τοῖς τῶν νέων κηρυγμάτων ἱερουργοῖς, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις.

Ὅτι δὲ ἔμελλεν εἰς αὔξησιν ὥσπερ ἀναπηδᾷν, βραχὺς ὢν ἐν ἀρχαῖς τῶν εὐαγγελικῶν κηρυγμάτων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν, προηγορευκότος Θεοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτοῦ, ὅτι «Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσης.» Θαλάσσης γὰρ δίκην ἐκκέχυται πανταχοῦ τὸ σωτήριον κήρυγμα, καὶ πανσθενεστάτην ἔχει τὴν ἐμβολήν· καὶ τοῦτο πάλιν ἡμῖν διασαφεῖ λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ προφήτου φωνῆς· «Καὶ κυλισθήσεται ὡς ὕδωρ, κρῖμα· καὶ δικαιοσύνη, ὡς χείμαῤῥος ἄβατος.» Κρῖμα μὲν γὰρ καὶ δικαιοσύνην, τὸ εὐαγγελικὸν ὀνομάζει κήρυγμα· οὕτω γε μὴν αὐτὸ κατακυλισθήσεσθαι διεβεβαιοῦτο τῆς ὑπ᾽ οὐρανὸν, ὡς ὕδωρ καὶ χειμάῤῥουν, οὗ τὰς ὁρμὰς ἐγκόψειεν ἂν οὐδεὶς καταχεομένου λαύρως. <Ὁμοία ἐστὶ ζύμῃ, κ.τ.λ.> (A f. 194 b, B f. 135) Ὁ αὐτὸς δ᾽ ἂν γένοιτο λόγος, καὶ περὶ τοῦ ζύμῃ παραβεβλῆσθαι τὴν βασιλείαν τοῦ Θεοῦ· μικρὰ μὲν γὰρ ἡ ζύμη, πλὴν τοῦ παντὸς φυράματος ἀμελητὶ καταδράττεται, καὶ τὴν ἰδίαν αὐτῷ ποιότητα καταμίσγει γοργῶς. Τοιοῦτόν τι καὶ ἐν ἡμῖν ὁ θεῖος ἐργάζεται λόγος· γεγονὼς γὰρ ἐν ἡμῖν, ἁγίους καὶ ἀμώμους ἀποτελεῖ· καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδεδυκὼς, πνευματικοὺς ἀποφαίνει· ἵν᾽ ὡς ὁ Παῦλός φησι, ὁλόκληρον ἡμῶν τὸ πνεῦμα, καὶ τὸ σῶμα, καὶ ψυχὴ ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.

Ὅτι γὰρ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ὁ θεῖος εἰσχεῖται λόγος, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς δι᾽ ἑνὸς τῶν προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, διδοὺς νόμους μου· εἰς τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς.» Οὐκοῦν εἰς νοῦν καὶ καρδίαν, τὴν νοητὴν καὶ θείαν δεχώμεθα ζύμην, ἵνα διὰ τῆς οὕτω σεπτῆς καὶ ἁγίας ζύμης ἄζυμοι νοητῶς εὑρισκώμεθα. Εἰσδύνουσα γὰρ εἰς νοῦν τῆς εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέργεια, ψυχήν τε, καὶ σῶμα, καὶ πνεῦμα πρὸς τὴν ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. <Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι;

Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, κ.τ.λ.> (A f. 195 b, B f. 135, D f. 55) Δοκεῖ πως ἡ ἀπόκρισις ἔξω φέρεσθαι σκοποῦ τοῦ ἐρωτήσαντος. Ὁ μὲν γὰρ ἠξίου μαθεῖν, εἰ ὀλίγοι οἱ σωζόμενοι· ὁ δὲ τὴν τοῦ δύνασθαι δικαιωθῆναι τρίβον ἐξηγεῖτο, λέγων· «Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.» Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ, τοῖς ἐρωτῶσιν αὐτὸν ὑπαντᾷν, οὐχὶ πάντως κατὰ τὸ αὐτοῖς δοκοῦν, ἀλλ᾽ εἰς τὸ χρήσιμόν τε καὶ ἀναγκαῖον τοῖς ἀκροωμένοις ὁρᾷν. Ἔδρα δὲ τοῦτο μάλιστα, ὅτε τις ἠξίου μαθεῖν τι τῶν ὅσα περιττά ἐστι καὶ ἀνόνητα. Τί γὰρ ἔδει φιλοπευστεῖν, πότερόν ποτε πολλοί τινες εἶεν ἢ ὀλίγοι οἱ σωζόμενοι;

Τί τὸ ἐντεῦθεν ὄφελος ἐκβέβηκεν ἂν τοῖς ἀκροωμένοις; Ἦν δὲ ἀναγκαῖον καὶ λυσιτελὲς τὸ εἰδέναι μᾶλλον τὸν τρόπον δι᾽ οὗπερ ἄν τις ἴοι πρὸς σωτηρίαν· οὐκοῦν οἰκονομικῶς πρὸς μὲν τὸ τῆς ἐρωτήσεως εἰκαῖον, ἀποσιγᾷ· μεθίστησι δὲ τοὺς λόγους ἐφ᾽ ὅπερ ἦν ἀναγκαῖον· τοῦτο δὲ ἦν τὸ εἰδέναι δρᾷν ἐκεῖνα δι᾽ ὧν ἦν δύνασθαι τὴν στενὴν καὶ τεθλιμμένην εἰσελάσαι πύλην. Τοῦτο γάρ που καὶ ἑτέρωθι διδάσκων φησίν· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς· στενὴ δὲ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, ὀλίγοι δέ εἰσιν οἱ εὑρίσκοντες αὐτήν.» Τοῖς γὰρ ἐθέλουσιν ἐλθεῖν, δεῖ δὴ πάντως πίστεως μὲν, καὶ πρό γε τῶν ἄλλων, ὀρθῆς· εἶτα, βίου ἀλήπτου κατά γε τὸ μέτρον τῆς ἀνθρωπίνης δικαιοσύνης. Οὕτω γάρ που καὶ ὁ προφήτης Δαβὶδ τὰς πρὸς Θεὸν ἱκεσίας ἐποιεῖτο λέγων· «Κρῖνον με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου.» Πλὴν οὐκ ἔνεστι τοῖς ἐθέλουσι βιοῦν ἁγίως, ἀκλητὶ δύνασθαι τοῦτο δρᾷν· ἀεὶ γάρ πώς ἐστι σκληρὰ καὶ ἀνάντης, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, ἡ εἰς ἀρετὴν ἀποφέρουσα τρίβος· εἰσελάσει δὲ ῥᾳδίως διὰ τῆς στενῆς πύλης, καὶ δραμεῖται τὴν τεθλιμμένην ὁ ἀγωνιζόμενος καὶ τοὺς τοιούτους πόνους αἱρούμενος.

Γέγραπται γοῦν, ὅτι «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·» ὡς γὰρ αὐτὸς πάλιν ἔφη ὁ Κύριος· «Βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Πλατεῖα δὲ ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ πολλοὺς εἰς ὄλεθρον καταφέρουσα. Καὶ ὁποῖον ἂν νοηθείη τὸ πλάτος αὐτῆς;

Αἰσχρὰ καὶ φιλήδονος ζωὴ, τρυφαὶ, καὶ κῶμοι, καὶ μέθαι, καὶ πάντα τὰ τῆς κακίας ἐπιτηδεύματα, ἡ φιλαργυρία, καὶ τῶν προσκαίρων δοξαρίων φαντασία κενὴ, τὸ ἀμνημονεῖν τῶν θείων ἐνταλμάτων, τὸ μὴ ἔχειν τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν. Οὐκοῦν τῶν μὲν τοιούτων ἀποφοιτᾷν ἀναγκαῖον τοὺς εἰσβάλλειν ἐθέλοντας διὰ τῆς στενῆς πύλης, συνεῖναι δὲ καὶ συνεορτάζειν Χριστῷ· ὅτι γὰρ οἱ μὴ τοιοῦτοι ἀπόβλητοι, δι᾽ ἐναργοῦς παραδείγματος διέδειξεν ὁ Σωτὴρ εἰπών· <Ἀφ᾽ οὗ ἂν εἰσέλθῃ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, κ.τ.λ.> (A f. 197, B f. 135 b, C f. 137 b) Ὡς ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συναγηγερκότος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ᾽ ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί φησιν· «Οὐκ οἶδα ὑμᾶς.» Γνῶσιν δὲ ἐνταῦθα οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, ἀλλὰ τὴν οἰκειότητα τὴν ἐν μεθέξει, τὴν ὡς ἐν χάριτι καὶ τιμῇ. Εἴπερ γὰρ ἡ γνῶσις μόνον ἡμῖν κατασημαίνεται εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς, ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὁ καὶ πρὶν γενέσεως πάντα εἰδώς; Οὐκοῦν οὐ μόνον ἀνόητον, ἀλλὰ καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον· οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν, ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται.

Οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἀρετῆς ἐραστάς· οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ᾽ οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγαθῶν.

Ἀκολούθως καὶ πρὸς Μωϋσέα εἴρηται· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ᾽ ἐμοί·» ἀντὶ τοῦ· Ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ᾽ ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. Οὐκοῦν καὶ περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ, λέγει· «Οὐκ οἶδα ὑμᾶς· ἀπόστητε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀδικίας.» —«Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.» Τίνες δ᾽ ἂν νοηθεῖεν οἱ λέγοντες τῷ Χριστῷ τό· Ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου; Ἁρμόσειεν ἂν ὁ τοιόσδε λόγος μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, ὅτι «Ὄψεσθε τοὺς περὶ τὸν Ἀβραὰμ καὶ τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ἑαυτοὺς δὲ ἐκβαλλομένους ἔξω.» Πῶς οὖν ἤσθιον καὶ ἔπινον ἐνώπιον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν· προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι᾽ αἵματος θυσίας, ἤσθιον καὶ ηὐφραίνοντο· ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ· προανετίθει γὰρ ἀεὶ τῆς ἑαυτοῦ φωνῆς τό· «Τάδε λέγει Κύριος.»

Ἀλλ᾽ οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι᾽ αἱμάτων λατρεία· οὐδ᾽ ἂν ἀπονίψαιτό τις μολυσμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων· καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν ἀσεβῆ, οὐδὲ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἀκολουθήσαντες, δι᾽ ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγμένην ἐξασκῆσαι ζωὴν, πῶς ἂν εἰσελάσειαν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ; Ἐπαριθμήσεις τοῖς ὠνομασμένοις καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν ἔσθ᾽ ὅτε τῷ πάντων Κριτῇ· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Πολλοὶ πεπιστεύκασιν εἰς Χριστὸν, καὶ τὰς ἁγίας ἐπ᾽ αὐτῷ τελοῦσιν ἑορτὰς, φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίαις, τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμάτων· ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐδέν· ἀλλὰ καὶ πνευματικῆς εὐκαρπίας γυμνὴν ἔχουσι τὴν καρδίαν· κλαύσονται οὖν καὶ οὗτοι πικρῶς, καὶ βρύξουσι τοὺς ὀδόντας; ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. Ἔφη γοῦν· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» <Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, κ.τ.

λ.> (A f. 198, B f. 136) Πολλοὶ συνελεύσονται τοῖς ἁγίοις, αὐτοὶ δὲ ἐξωσθήσονται· καὶ τὴν πρώτην ἐσχηκότες τάξιν, τὴν δευτέραν ἕξουσι τότε, προτεταγμένων ἑτέρων· ὃ καὶ γέγονε· προτετίμηνται γὰρ τὰ ἔθνη τῆς Ἰουδαίων ἀγέλης· εἰ καὶ περὶ πολλῶν ἑτέρων καὶ ἀδιορίστως τοῦτο εἴρηται. Ἔσονται οἱ ἐξ ἐθνῶν πιστοὶ πρῶτοι, οἱ δοκοῦντες ἔσχατοι νῦν, ὡς ἔσχατοι τὸν Θεὸν ἐπιγνόντες· ἔσονται δὲ τότε πρῶτοι διὰ τὴν εἰλικρινῆ πίστιν αὐτῶν· οἱ δὲ ἄπιστοι Ἰουδαῖοι, οἳ δοκοῦσι μὲν πρῶτοι νῦν, ὡς πρῶτοι τὸν Θεὸν ἐπιγνόντες (υἱὸς γὰρ, φησὶ, πρωτότοκός μου Ἰσραὴλ), ἔσονται τότε ἔσχατοι διὰ τὴν ἀπιστίαν αὐτῶν.

Νοεῖται δὲ ὁ λόγος καὶ περὶ τῶν πιστῶν τῶν δοκούντων μὲν εἶναι ἐσχάτων ἐν τῷ παρόντι βίῳ, ἐσομένων δὲ πρώτων ἐν τῷ μέλλοντι αἰῶνι, καὶ αὖθις ἐναλλάξ. —(A f. 198) Ὅτι δὲ ἔμελλον Ἰουδαῖοι τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ὁλοτρόπως ἀπολισθεῖν, ἀντεισενεχθήσεσθαι δὲ τῶν ἐθνῶν ἡ πληθὺς, διέδειξεν εἰπών· «Ὅτι ἐξ ἠοῦς καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου κεκλημένοι πολλοὶ συναναπαύσονται τοῖς ἁγίοις.» Αὐτοί γε μὴν ἐξωσθήσονται· [οὗτοι δὲ] ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.— (A f. 198 b) Καὶ πρῶτον μὲν καιρὸν λογιούμεθα, ὡς εἴρηται, καθ᾽ ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. Δεύτερον, ὡς ἐν ὥρᾳ τρίτῃ δηλούμενον, καθ᾽ ὃν ἦν Νῶε.

Τρίτον, ὡς ἐν ἕκτῃ, καθ᾽ ὃν ἦν Ἀβραάμ. Τέταρτον, ὡς ἐν ἐννάτῃ, καθ᾽ ὃν ἦν Μωϋσῆς καὶ οἱ προφῆται. Περὶ δὲ τὴν ἑνδεκάτην, τουτέστιν ἐν τῷ πέμπτῳ καιρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, ἤγουν τοῦ παρόντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη ὁ Χριστὸς, κεκλημένα πρὸς ἐπίγνωσιν, παρ᾽ οὐδενὸς ἑτέρου. <Προσῆλθόν τινες Φαρισαῖοι λέγοντες· Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν.> (B f. 136 b, D f. 55 b) Οὐκ ἤθελον ὑπὸ βασκανίας οἱ Φαρισαῖοι τὸν Χριστὸν ἐνδημεῖν τοῖς Ἱεροσολύμοις, ἵνα μὴ ταῖς θεοσημείαις καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις πρὸς τὴν αὐτοῦ πίστιν σαγηνεύσῃ πολλούς. Ἐπειδὴ δὲ Θεὸς ὢν οὐκ ἠγνόει τοὺς αὐτῶν διαλογισμοὺς, ὑπαπαντᾷ πράως τε καὶ ἐπεσκιασμένως, ὡς ἔθος αὐτῷ. «Εἴπατε γὰρ, φησὶ, τῇ ἀλώπεκι ταύτῃ.»—(A f. 198 b) Πρόσχες ἀκριβῶς τῇ τοῦ λόγου δυνάμει. Δοκεῖ μὲν γάρ πως τετράφθαι καὶ βλέπειν εἰς τὸ Ἡρώδου πρόσωπον τὸ εἰρημένον, ὥς τινες ἐνόμισαν· ἔρχεται δὲ μᾶλλον κατὰ τῆς τοῦ Φαρισαίου σκαιότητος. Καίτοι γὰρ δυνάμενος εἰπεῖν· Εἰπὲ τυχὸν τῇ ἀλώπεκι ἐκείνῃ, τοῦτο μὲν παρίησιν· εὐφυέστατα δὲ μέσῃ τινὸς χρώμενος φωνῇ, μονονουχὶ κατέδειξεν ἐγγὺς ὄντα Φαρισαῖον, εἰπὼν, «τῇ ἀλώπεκι ταύτῃ.»

Τῇ ἀλώπεκι δὲ παρεικάζει τὸν ἄνθρωπον· πανοῦργον γὰρ ἀεί πώς ἐστι καὶ δύστροπον τὸ θηρίον· τοιοῦτοι καὶ οἱ Φαρισαῖοι. <Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον· καὶ τῇ τρίτῃ τελειοῦμαι.> (A f. 198 b, B f. 156, D f. 55 b, E f. 204 b) Ὁρᾷς ὅτι τοῦθ᾽ ὅπερ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στίφος, ἀποπληροῦν ἐπαγγέλλεται, φάσκων ὅτι καὶ ἀκαθάρτοις ἐπιτιμήσει πνεύμασι, καὶ ἀπαλλάξει παθῶν τοὺς ἐν ἀῤῥωστίαις, καὶ τελειωθήσεται, τουτέστιν, ἑκὼν ὑπομενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, ὑπέρ γε τοῦ σῶσαι τὴν ὑπ᾽ οὐρανόν; Ἤδει δὴ οὖν ἄρα καὶ πῶς καὶ πότε τὸν κατὰ σάρκα θάνατον ὑποστήσεται· πλὴν ᾠήθησαν οἱ Φαρισαῖοι κατοῤῥωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, καίτοι τῶν δυνάμεων ὄντα Κύριον.

Ὅτι δὲ τῆς ἐξ ἀνθρώπων πλεονεξίας οὐδένα ποιεῖται λόγον, διέδειξεν εἰπών· «Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» Τὸ δὲ «δεῖ με» λέγων, οὐκ ἀνάγκην ἀδιάφυκτον ἐπηρτημένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν· ἀλλ᾽ ὅτι μᾶλλον ἐξουσίᾳ τῶν ἑαυτοῦ θελημάτων ἀνυπόπτως ὅπουπερ ἃν ἐθέλῃ βαδιεῖται καὶ περινοστήσει τὴν Ἰουδαίαν, οὐδενὸς ἐπιόντος ἢ ἐπιβουλεύοντος, ἄχρις ἂν αὐτὸς ἑκὼν καταδέξηται τὴν τελείωσιν, τὴν διά γε, φημὶ, τοῦ τιμίου σταυροῦ. Τέως μέντοι ἐνεργῶ δυνάμεις· καὶ τούτου νῦν ὁ καιρός· καὶ οὔ τί γε ἐπὶ πλείονα χρόνον· τοῦτο γὰρ τὸ σήμερον καὶ τὸ αὔριον. Καὶ τοῦτο δὲ, φησὶν, ἀποκείσεται Ἱερουσαλὴμ, καὶ οὐχ ἑτέρως οἷόν τε γενέσθαι· ἀλλ᾽ ἡ τοὺς προφήτας ἀεὶ μελετηκυῖα φονεύειν, ἤξει καὶ ἐπὶ τὸν τῶν προφητῶν Κύριον.

Πολλοῖς δὲ ἁγίων αἵμασι ποιεῖται ἔνοχον τὴν Ἱερουσαλήμ· καὶ τί τὸ ἐντεῦθεν; Ἀπολισθεῖν τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ἔμελλον ἀποπέμπεσθαι τῆς τῶν ἁγίων ἐλπίδος. Τοῦτο λέγων, τὸν τόπον ἐδήλου ἐφ᾽ οὗ τὸ πάθος ἔμελλεν ὑπομένειν.—(A f. 199) Ὅτι δὲ ἦσαν ἀμνήμονες τῶν παρὰ Θεοῦ χαρισμάτων, δυσάγωγοί τε καὶ ὀκνηροὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὠφελούντων αὐτοὺς, διέδειξεν εἰπών· «Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα,» κ.τ.λ. Πεπαιδαγώγηκε γὰρ διὰ τοῦ πανσόφου Μωϋσέως, νενουθέτηκε διὰ προφητῶν ἁγίων· ἠθέλησεν ὑπὸ πτέρυγας, τουτέστι ὑπὸ σκέπην τῆς ἑαυτοῦ δυνάμεως ἔχειν αὐτοὺς, οἱ δέ γε τῶν οὕτως εὐκταιοτάτων διημαρτήκασιν ἀγαθῶν, ἀμνήμονες καὶ ἀχάριστοι ὄντες. <Οὐ μὴ ἴδητε, ἕως ἂν ἥξει ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.> (A f. 199 b, B f. 137 b) Ἀποπεφοίτηκε γὰρ τῶν Ἱεροσολύμων ὁ Κύριος, ὡς ἀναξίους ὄντας τῆς ἑαυτοῦ παρουσίας ἀφεὶς τοὺς εἰπόντας· «Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν.» Εἶτα περινοστήσας τὴν Ἰουδαίαν, καὶ διασώσας πολλοὺς, καὶ σημείων ἀποτελεστὴς τῶν ὑπὲρ λόγον γεγενημένος, ὑπενόστησε πάλιν ἐν τοῖς Ἱεροσολύμοις, τότε δὴ, τότε κεκάθικεν ἐπὶ τὸν πῶλον τῆς ὄνου, ὄχλοι δὲ πολλοὶ καὶ παῖδες ἄνηβοι, τὰ κάλυντρα τῶν φοινίκων ἀνατείνοντες, προεβάδιζον, εὐφημοῦντές τε καὶ λέγοντες, «Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.»

Οὐκοῦν ἀναξίους ὄντας ἀφεὶς, τότε πάλιν αὐτοῖς ὀφθήσεσθαί φησιν, ὅταν ὁ τοῦ πάθους ἐνστῇ καιρός· τότε γὰρ ἀνέβη πάλιν εἰς Ἱεροσόλυμα, καὶ εἰσήλασεν εὐφημούμενος· καὶ κατ᾽ ἐκεῖνο τοῦ καιροῦ τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπέστη πάθος.