Διὰ τί δὲ ὅλως καὶ ἀργεῖν ἐκέλευσεν ἐν Σαββάτῳ;
Ἵνα, φησὶ, ἀναπαύσηται ὁ παῖς σου, καὶ ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Ὅταν οὗν ἀναπαύσῃ τινὰς, νοσημάτων αὐτοὺς ἀνιεὶς, εἶτα τοῦτο κωλύῃς αὐτὸς, ἔλυσας ἐναργῶς τὸν ἐπὶ τῷ Σαββάτῳ νόμον, οὐκ ἐῶν ἀναπαύεσθαι τοὺς ἐν ἀλγήμασιν ὄντας καὶ νόσοις, οὓς ἔδησεν ὁ Σατανᾶς. (A f. 191 b) Ἀλλ᾽ ὁ τῆς ἀχαρίστου Συναγωγῆς ἀρχισυνάγωγος, ἐπειδὴ εἶδε τὴν τὰ μέλη δεδεμένην γυναῖκα, καὶ ὀρθοποδεῖν μὴ δυναμένην, ἀλλ᾽ εἰς γῆν καὶ ἐπὶ γαστέρα συννεύουσαν, ὑπὸ Χριστοῦ ἠλεημένην, καὶ ἁφῇ μόνῃ τέλεον ἀνορθωθεῖσαν, καὶ τὴν τοῖς ἀνθρώποις οἰκείαν πορείαν ἐν ὀρθίῳ τῷ σχήματι ὁδεύουσαν, καὶ ὑπὲρ τούτου τὸν Θεὸν μεγαλύνουσαν, ἄχθεται τῇ ταύτης λύσει, καὶ ἐπὶ τῇ δόξῃ τοῦ Κυρίου πυρπολούμενος, δεσμεῖται τῷ φθόνῳ· καὶ ἐπηρεάζει τῷ θαύματι, καὶ τὸν Κύριον ἀφεὶς τὸν ἐλέγξαντα τὴν τούτου ὑπόκρισιν, τοῖς ὄχλοις ἐπιτιμᾷ· ὥστε δόξαι ὅτι διὰ τὸ Σάββατον ἀγανακτεῖ· ἵνα πείσῃ τοὺς ἐν ταῖς ἄλλαις ἡμέραις διεσκορπισμένους, καὶ ταῖς ἐργασίαις σχολάζοντας, μηδὲ ἐν Σαββάτῳ θεατὰς εἶναι καὶ θαυμαστὰς τῶν τοῦ Κυρίου τερατουργημάτων, μή ποτε καὶ πιστεύσωσιν. Ἀλλ᾽ εἰπὲ ἡμῖν, ὦ βασκανίας ἀνδράποδον, ὁποῖον ἔργον ὁ νόμος ἐκώλυσεν, ὁ εἰπών σοι· «Ἀπὸ παντὸς ἔργου χειροκμήτου ἀποστήσῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου;» Ἆρα τὸ διὰ στόματος καὶ διὰ λόγου;