Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Οι παραβολές της θείας ευσπλαγχνίας: Το Απολωλός Πρόβατο και ο Άσωτος Υιός

Η υπεράσπιση της συναναστροφής με τους αμαρτωλούς, οι παραβολές του χαμένου προβάτου και της δραχμής, και η εκτενής ερμηνεία της επιστροφής του ασώτου υιού ως τύπου μετανοίας των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 13 από 22

ΚΕΦΑΛ. ΙΕʹ. <Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.> (A f. 206) «Πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, καθά φησιν αὐτὸς, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.» Εἶτα πῶς ἔδει σωθῆναι τὸν κόσμον, τοῖς τῆς ἁμαρτίας ἁλόντα βρόχοις· Ἆρα δίκας ἀπαιτούμενον, ἢ μᾶλλον εὐεργετούμενον, ἀνεξικακοῦντος Θεοῦ, καὶ οἷον λήθῃ παραδιδόντος τὰ παρῳχηκότα, καὶ εἰς ἁγίαν ζωὴν ἀναπλάττοντος τοὺς εὖ βιοῦν οὐκ εἰδότας; Τί οὖν, εἰπέ μοι, διαγογγύζεις, ὦ Φαρισαῖε, τελώναις καὶ ἁμαρτωλοῖς οὐκ ἀπαξιώσαντος συνεῖναι Χριστοῦ, καὶ ταύτην αὐτοῖς τῆς σωτηρίας ὁδὸν οἰκονομικῶς κατασκευάζοντος; Ταύτης ἕνεκα τῆς αἰτίας καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἐν ὁμοιώσει γέγονε τῇ πρὸς ἡμᾶς. Ἆρ᾽ οὖν ἐπιπλήττεις τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς; Καίτοι τεθαυμάκασιν οἱ μακάριοι προφῆται τοῦ μυστηρίου τὸ εὐτεχνές. Ψάλλει γὰρ ὁ προφήτης Δαβὶδ καί φησι· «Ψάλατε συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη.» Ὁ δέ γε Ἀμβακοὺμ ἀκηκοέναι φησὶ τὴν ἀκοὴν, κατανοῆσαι δὲ καὶ τὰ ἔργα, καὶ εἰς ἔκστασιν ἐλθεῖν· πῶς οὖν ἃ θαυμάζειν ἐχρῆν, ταῦτα καταψέγων οὐκ ἐρυθριᾷς;

Πεπλάνηται τὸ ἐπὶ γῆς γένος, ἀπώλισθε τῆς χειρὸς τοῦ ἀρχιποίμενος· γέγονε διὰ τοῦτο καθ᾽ ἡμᾶς, ὁ τὰς ἄνω καὶ ἐν οὐρανῷ ποιμαίνων ἀγέλας, ἵνα καὶ ἡμᾶς τοῖς ἰδίοις ἐναυλίσῃ σηκοῖς· ἵνα συνάψῃ τοῖς μὴ πεπλανημένοις, καὶ ἀποσοβήσῃ τὸν θῆρα τὸν ἀλιτήριον, ἀποστήσῃ δὲ καὶ ὥσπερ τι λῃστρικὸν καὶ ἀνόσιον στίφος τοὺς ἀκαθάρτους δαίμονας, οἳ πεπλανήκασι τὴν ὑπ᾽ οὐρανόν· ἐζήτησε τοίνυν τὸ ἀπολωλὸς, καὶ τὰς τῶν Ἰουδαίων ἐπ᾽ αὐτῷ δὴ τούτῳ φιλοψογίας εἰκαίας καὶ κενὰς ἀπέδειξεν. <Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, κ.τ.λ.> (A f. 207) Ἀλλά μοι σύνες ἐνταῦθα ἀγαπητὲ, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τὸ πλάτος, καὶ τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας τὸ εὐτεχνές. Ἑκατὸν μὲν γὰρ εἶναί φησι τὰ πρόβατα, εἰς πληθὺν ἀναφέρων τὴν ἀρτίως ἔχουσαν καὶ τελειοτάτην, τῶν ὑποζευγμένων αὐτῷ λογικῶν τὸν ἀριθμόν· ἀεὶ γάρ πώς ἐστι τέλειος ὁ ἑκατὸν ἀριθμὸς, ἐκ δέκα δεκάδων συγκείμενος· μεμαθήκαμεν δὲ καὶ ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὅτι χίλιαι χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι μυριάδες τὸν ὑπέρτατον αὐτοῦ περιεστήκασι θρόνον.

Ἑκατὸν οὖν ἄρα τὰ πρόβατα· πεπλάνηται δὲ ἓν ἐξ αὐτῶν, τουτέστι τὸ ἐπὶ γῆς γένος, ὃ δὴ καὶ ἐζήτησεν ὁ πάντων ἀρχιποίμην, ἀφεὶς ἐν τῇ ἐρήμῳ, τῷ ἄνω τόπῳ καὶ οὐρανίῳ τῷ πλήρει γαλήνης, τὰ ἐνενηκονταεννέα.

Ἆρ᾽ οὖν ἀφειδήσας τῶν πολλῶν, τῆς ἐφ᾽ ἑνὶ μόνῳ γέγονε φειδοῦς; Οὐκ ἀφειδήσας. Πόθεν; Εἰσὶ γὰρ, εἰσὶν ἐν ἀσφαλείᾳ, περιφραττούσης αὐτὰ τῆς πανσθενεστάτης χειρός. Κατοικτείρεσθαι δὲ μᾶλλον ἐχρῆν τὸ ἀπολωλὸς, ἵνα μηδὲν ὁρῷτο τὸ ἐλλελοιπὸς τῇ ἑτέρᾳ πληθύϊ· προσεπενηνεγμένου δὲ τοῦ ἑνὸς, ἔχῃ τὸ ἴδιον κάλλος ἡ ἑκατοντάς.

Καὶ φέρε τὸ χρῆμα καὶ δι᾽ ἑτέρου παραστήσωμεν παραδείγματος, συναγορεύοντες πανταχοῦ τῇ ἀπαραβλήτῳ γαληνότητι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ὑποκείσθω γὰρ ἐν ἑνὶ μὲν οἴκῳ διαιτᾶσθαι πολλοὺς, ἑνὶ δὲ συμβῆναι τὸ ἀῤῥωστίᾳ περιπεσεῖν· ἄρ᾽ οὖν ἐπὶ τίνι κληθεῖεν ἂν οἱ θεραπεύειν εἰδότες; οὐκ ἐπὶ μόνῳ πεσόντι εἰς ἀῤῥωστίαν; Ἀλλ᾽ οὐκ ἀφειδήσαντες τῶν πολλῶν, δρῷεν ἂν τοῦτο οἱ κεκλημένοι πρὸς θεραπείαν, ἑνὶ δὲ τῷ κάμνοντι τὰς ἐκ τῆς τέχνης ἐπικουρίας δωρούμενοι, καὶ καιροῦ καὶ χρείας καλούσης εἰς τοῦτο. Ἔδει δὴ οὖν, ἔδει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν τῷ πεπλανημένῳ χεῖρα νεῖμαι τὴν σώζουσαν· σέσωκεν ὁ ἀρχιποίμην· ἐζήτησε γὰρ τὸ πεπλανημένον, ἔστησεν αὐλὴν ἡμῖν ἄσυλον καὶ ἀνάλωτον καὶ θηρσὶ καὶ λῃσταῖς, φημὶ δὲ τὴν Ἐκκλησίαν· ἣν δὴ καὶ θαυμάζοντες, ἐκεῖνό φαμεν τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριος ἡμῖν, θήσει τεῖχος καὶ περίτειχος.» Ὁ αὐτὸς δ᾽ ἂν εἴη νοῦς τῆς εὐθὺς καὶ ἐφεξῆς κειμένης παραβολῆς, ἐν ᾗ γυναῖκά φησι δραχμὰς ἔχουσαν δέκα, μίαν ἐξ αὐτῶν ἀπολέσαι· εἶτα λύχνον ἅψασαν καὶ εὑροῦσαν, ἡσθῆναι λίαν ἐπ᾽ αὐτῷ δὴ τούτῳ, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα ποιήσασθαι. Ἔχει δὲ οὕτως ἡ παραβολή· <Γυνὴ δραχμὰς ἔχουσα δέκα, κ.τ.

λ.> (A f. 207, B f. 146) Διὰ μὲν τῆς προτέρας παραβολῆς, ἐν ᾗ πρόβατον πεπλανημένον τῆς γῆς ἀπεδείκνυτο γένος, ἐμανθάνομεν ὅτι κτίσις ἐσμὲν τοῦ ἐπὶ πάντας Θεοῦ, ὡς παρενεγκόντος εἰς ὕπαρξιν οὐκ ὄντα ποτέ· «Αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐκ ἡμεῖς,» κατὰ τὸ γεγραμμένον. «Καὶ αὐτὸς μέν ἐστι ὁ Θεὸς ἡμῶν, ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα τῆς χειρὸς αὐτοῦ.» Διὰ δὲ τῆς δευτέρας ταύτης, ἐν ᾗ δραχμῇ παρεικάζεται τὸ ἀπολωλὸς, ὡς ἐκ δέκα πάλιν, τουτέστιν ἐκ τελειότητος, ἤτοι πληθύος τῆς ἀρτίως ἐχούσης εἰς ἀριθμὸν (τέλειος γὰρ καὶ ὁ δέκα, τὴν ἐκ μονάδος ἀναφοίτησιν ἔχων εἰς τὸν ἐπέκεινα δρόμον), διαδείκνυται σαφῶς ὅτι καθ᾽ ὁμοίωσιν καὶ κατ᾽ εἰκόνα γεγόναμεν τὴν βασιλικὴν, τουτέστι τὴν τοῦ ἐπὶ πάντας Θεοῦ. Ἡ γάρτοι δραχμὴ νόμισμά που πάντως ἐστὶ, χαρακτῆρας ἔχον βασιλικούς. Ὅτι δὲ πεσόντες τρόπον τινὰ καὶ ἀπολωλότες εὑρήμεθα παρὰ Χριστοῦ, καὶ πρὸς αὐτὸν μεμορφώμεθα δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης, πῶς ἂν ἐνδοιάσειέ τις; γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐπιστέλλει δὲ καὶ Γαλάταις ὡδί· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.»

Γέγονε δὲ τοῦ πεσόντος ἡ ζήτησις, λύχνον ἁψάσης τῆς γυναικός· εὑρήμεθα γὰρ παρὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς σοφίας, ἥτις ἐστὶν ὁ Υἱὸς, φωτὸς ἐν ἡμῖν ἀναλάμψαντος τοῦ θείου καὶ νοητοῦ ἑωσφόρου, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, καὶ διαυγαζούσης ἡμέρας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ἔφη που Θεὸς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου ἀποκαλυφθῆναι, καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Καὶ αὐτὸς δέ φησι περὶ ἑαυτοῦ, ποτὲ μὲν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·» ποτὲ δὲ πάλιν, ὅτι «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.» Οὐκοῦν ἐν φωτὶ σέσωσται τὸ ἀπολωλὸς, καὶ γέγονε ταῖς ἄνω δυνάμεσι θυμηδία τὸ χρῆμα· χαίρουσι γὰρ καὶ αὐταὶ καὶ ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ πάντα εἰδώς.

Εἰ δὲ ἐφ᾽ ἑνὶ τῶν σωζομένων ἑορτάζουσι, τὸν θεῖόν που πάντων ἰχνηλατοῦντες σκοπὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὴν τοῦ σώζοντος ἡμερότητα κατακρατεῖν εἰθισμένοι, ὁποίας ἄν τις αὐτοὺς εὐφροσύνης ἀναπίμπλασθαι φαίη ἂν, ὅλης ἀνασεσωσμένης τῆς ὑπ᾽ οὐρανὸν, καὶ διὰ τῆς ἐν Χριστῷ πίστεως κεκλημένης εἰς ἐπίγνωσιν ἀληθείας; <Ἄνθρωπός τις εἶχε δύο υἱούς.> (E f. 227) ᾜτησεν ἄσωτος τὸ ἐπιβάλλον· ἔλαβεν, ἀπεδήμησεν, ἐδαπάνησεν· εἶτα ἐν ἐνδείᾳ γέγονε παντὸς ἀγαθοῦ, καὶ τῶν θεοσδότων χαρισμάτων ἐν σπάνει, καὶ οἷον λιμῷ κατεφθείρετο, τὸν ἄρτον οὐκ ἔχων τὸν ἐξ οὐρανοῦ· «Οὐ γὰρ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἐφαρμόσειε δ᾽ ἄν τις τὴν παραβολὴν καὶ τοῖς ἐξ ἐθνῶν. Ἔφη γὰρ, ἀνθρώπῳ τινὶ δύο μὲν υἱοὺς γενέσθαι· εἶναι δὲ ἕνα μὲν αὐτῶν ἐπιεικῆ, τὸν δὲ ἕτερον ἄσωτον, ὃς δὴ καὶ κατεδηδοκὼς τὸ ἐκνεμηθὲν αὐτῷ τῆς οὐσίας μέρος, εἶτα λιμῷ πιεσθεὶς, τοῖς κερατίοις προσέβαλεν ἅπερ ἤσθιον οἱ χοῖροι. Τοιοῦτόν τι πεπονθότας τοὺς ἀποπεπλανημένους εὑρήσομεν.

Ἐν ἴσῳ μὲν γὰρ ἅπασι δέδωκεν ὁ Δημιουργὸς, ὥσπερ τινὰ κλῆρον, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς τὸ ἀγαθόν· ἀλλ᾽ οἱ μὲν διέσωσαν τὸ δοθὲν, τοῖς θείοις ἀκολουθήσαντες νόμοις, καὶ φυσικαῖς ἐννοίαις χειραγωγούμενοι πρὸς πᾶν ὁτιοῦν τῶν οὐκ ἐκτόπων· οἱ δὲ ἠμοιρηκότες εἰς ἅπαν τῆς ἄνωθεν ἡμερότητος καὶ φειδοῦς καὶ ἀγάπης, ἐν σπάνει γεγόνασι τῶν τῆς ἀρίστης ζωῆς αὐχημάτων, καὶ τροφὴν ἐσχήκασι τὰς Ἑλλήνων ψευδομυθίας, ἐν τάξει κερατίων νοουμένας, οἷς ἔνεστι μὲν βραχὺ τὸ γλυκὺ, ἀτροφία δὲ πολλὴ καὶ ξηρότης· καί γε κατέβοσκεν αὐτοὺς ὁ Σατανᾶς ταῖς Ἑλλήνων ψευδηγορίαις, καὶ ταῖς τῶν παρ᾽ αὐτοῖς λογάδων ἀνοήτοις εὐστομίαις· μῦθοι γὰρ καὶ ἕτερον οὐδὲν καὶ γραοπρεπῆ τερετίσματα τὰ παρ᾽ ἐκείνοις εἰσὶ δικαιώματα. Καὶ ἔστιν ἡ τοῦ κόσμου σοφία διὰ τὸ τῆς λέξεως εὔηχες χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Οὐκοῦν ἐτρέφοντο μὲν πάλαι τοῖς Ἑλληνικοῖς συγγράμμασιν, οὐδεμίαν ὄνησιν εἰς κατόρθωσιν τῆς ἀρετῆς ἐργάσασθαι δυναμένοις.

Ἐπειδὴ δὲ ἐξεζήτησαν τὸν Θεὸν, καὶ ἀπὸ τῆς μακρᾶς πλάνης ἐπανῆλθον, ὡς νεκροὶ μὲν ἀνέζησαν, ὡς δὲ ἀπολωλότες εὑρέθησαν. Τῶν μὲν γὰρ ἔτι πλανωμένων, καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότων, νεκρός τέ ἐστι καὶ οἱονεὶ ἀπεψυγμένος ὁ νοῦς, καὶ νεκρῶν ἔργων ἐπιμελητής· ταῦτα δέ ἐστι τὰ θελήματα τῆς σαρκός· τῶν γε μὴν ἐπιστρεψάντων πρὸς Θεὸν, καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν, οὐκ ἔστι νεκρὸς ὁ νοῦς· τὴν παρὰ Χριστοῦ δὲ ζωοποίησιν πεπλουτηκὼς, ζῇ μᾶλλον, καὶ τῶν εἰς ζωὴν σπουδασμάτων ποιεῖται φροντίδα· καὶ νεκρῶν μὲν ἔργων ἀποφοιτᾷ, ἐπιθυμεῖ δὲ τῆς εἰς αἰῶνα ζωῆς, τῆς ἔν γε, φημὶ, τῷ αἰῶνι τῷ μέλλοντι δοθησομένης παρὰ Χριστοῦ τοῖς πιστεύσασιν εἰς αὐτόν. (A f. 208, E f. 218 b) Δοκεῖ μέν τισι διὰ τῆς τῶν υἱῶν δυάδος, τοὺς ἁγίους ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον, ἅτε δὲ καὶ ζῶντος ἐπιεικῶς, τὸ τῶν ἁγίων ἀγγέλων τάγμα δηλοῦν· τὸ δέ γε τοῦ νεωτέρου τε καὶ ἀσώτου, τὸ γένος τὸ ἀνθρώπινον.

Εἰσὶ δὲ τῶν ἐν ἡμῖν τινες, οἳ δὴ καὶ ἑτέραν ἰόντες τρίβον, διὰ μὲν τοῦ πρεσβυτέρου καὶ εὖ βεβιωκότος υἱοῦ, καταδηλοῦσθαί φασι τὸν κατὰ σάρκα Ἰσραὴλ, διὰ δέ γε τοῦ ἑτέρου, ὃς καὶ ζῇν εἴλετο φιληδόνως, καὶ ἀπεφοίτησε τοῦ πατρὸς, τὴν τῶν ἐθνῶν γράφεσθαι πληθύν. Ἀπόψηφος δὲ ταῖς περὶ τούτων δόξαις εἰμὶ μὲν ἐγώ· δοκιμαζέτω δὲ τὸ ἀληθὲς ὁ φιλομαθής.

Ὅταν μὲν γὰρ εἰς τὸ τῶν ἀγγέλων πρόσωπον ἀναγάγωμεν τὸν γνήσιον υἱὸν, οὐχ εὑρήσομεν αὐτὸν τὰς τοῖς ἁγίοις ἀγγέλοις πρεπούσας εἰπόντα φωνὰς, οὔτε μὴν οὕτω διακείμενον καθάπερ ἐκεῖνοι περὶ τοὺς ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν εἰς μετάνοιαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος χαρὰν εἶναί φησιν ἐν οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων, ἐφ᾽ ἑνὶ ἀνθρώπῳ ἁμαρτωλῷ μετανοοῦντι· ὅ γε μὴν ἐν τῇ προκειμένῃ παραβολῇ γραφόμενος υἱὸς ὡς εὐπαράδεκτος τῷ πατρὶ, καὶ ἀδιάβλητον ἐσχηκὼς τὸν βίον, ὀργισθῆναι λέγεται, καὶ ἀφιλαλλήλου γνώμης εἰς τοῦτο ἐλθεῖν, ὥστε καὶ ἐγκαλέσαι τῷ πατρὶ τὴν ἐπὶ τῷ σεσωσμένῳ φιλοστοργίαν· οὐ γὰρ ἠθέλησε, φησὶν, εἰς τὴν ἑστίαν εἰσελθεῖν, ἀσχάλλων ὅτι καὶ εἰσεδέχθη μετανοῶν ὁ ἀνανήψας μόλις, τέθυται δὲ καὶ ὁ μόσχος ὑπὲρ αὐτοῦ, καὶ ὅτι τετέλεκεν ἐπ᾽ αὐτῷ πανήγυριν ὁ πατήρ. Μάχεται δὲ τοῦτο, ὡς ἔφην, τῷ σκοπῷ τῶν ἁγίων ἀγγέλων· χαίρουσι γὰρ καὶ δοξολογοῦσι Θεὸν, σωζομένους ὁρῶντες τοὺς ἐπὶ τῆς γῆς· καὶ γοῦν, ὅτε τὴν ἐν Βηθλεὲμ ἀπότεξιν κατὰ σάρκα ἐκ γυναικὸς ὑπέμεινεν ὁ Υἱὸς, τοῖς μὲν ποιμέσιν εὐηγγελίζοντο λέγοντες· «Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβίδ.»

Ὑμνῳδίαις δὲ καὶ δοξολογίαις στεφανοῦντες τὸν γεγεννημένον, ἔφασκον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Εἰ δὲ δή τις λέγοι, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαίνεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ, ἀφίστησι πάλιν ἡμᾶς τοῦ χρῆναι συναινεῖν τῇ τοιᾷδε δόξῃ, τὸ κατ᾽ οὐδένα τρόπον ἁρμόσαι τῷ Ἰσραὴλ τὸ ἀκαταψέκτως ἑλέσθαι βιοῦν· διὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς διαβεβλημένους ἔστιν ἰδεῖν· ὡς γὰρ ἀποστάτας καὶ ἀπειθεῖς, εἴρηται γοῦν πρὸς αὐτοὺς διὰ φωνῆς Ἱερεμίου· «Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ᾽ ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν;» Συνῳδὰ δὲ τούτοις καὶ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν ἔφη που Θεός· «Ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν· ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας [καὶ] ἐντάλματα ἀνθρώπων.» Εἶτα πῶς τούτοις οὕτω καταγνωσμένοις περιθείη τις ἂν τὰς ἐν τῇ παραβολῇ φωνὰς, ὡς παρὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ προενηνεγμένας; Ἔφη γὰρ, ὅτι «Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον.» Ἀλλ᾽ οὐκ ἂν ἐσχήκασι διαβεβλημένην τὴν ζωὴν, εἰ μὴ τὰς θείας παρατρέχοντες ἐντολὰς πρὸς ἐξίτηλον ἐτράποντο.

Ἄλλως τε, χρῆναι γὰρ οἶμαι κἀκεῖνο εἰπεῖν, βούλονταί τινες εἰς τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον ἀναφέρειν τὸν μόσχον τὸν σιτευτὸν, ὃν τέθυκεν ὁ πατὴρ, κεκλιμένου πρὸς ἐπιστροφὴν τοῦ υἱοῦ. Εἶτα πῶς ὁ γνήσιος υἱὸς, ὁ σοφὸς καὶ ἐπιστήμων καὶ γεγονὼς εὐπάρεδρος, ὃν δὴ καὶ εἰς πρόσωπον τῶν ἁγίων ἀγγέλων εἰσκομίζουσί τινες, ὀργῆς καὶ λύπης ἐποιεῖτο πρόφασιν τὸ σφαγῆναι τὸν μόσχον; Οὐ γάρ τι λελυπημένας κατίδοι τις ἂν τὰς ἄνω δυνάμεις τὸν κατὰ σάρκα θάνατον ὑπομείναντος τοῦ Χριστοῦ, καὶ οἷον σφαγέντος ὑπὲρ ἡμῶν· ἔχαιρον γὰρ μᾶλλον, ὡς ἔφην, αἵματι τῷ ἁγίῳ σωζομένην ὁρῶντες τὴν ὑπ᾽ οὐρανόν· ἀνθ᾽ ὅτου δὴ οὖν καί φησιν ὁ γνήσιος υἱὸς τὸ, «Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον.» Τίνος γὰρ τῶν ἀγαθῶν ἐνδεῖ τοῖς ἁγίοις ἀγγέλοις; καίτοι πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων τὴν χορηγίαν ἐκνενέμηκεν αὐτοῖς ὁ τῶν ὅλων Δεσπότης. Ἢ καὶ ποίας ἂν ἐδεήθησαν θυσίας ἔν γε τοῖς καθ᾽ ἑαυτούς; Οὐ γάρ που καὶ ὑπὲρ αὐτῶν ἔδει παθεῖν τὸν Ἐμμανουήλ. Εἰ δὲ δή τις οἴοιτο, καθάπερ ἤδη προεῖπον, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαίνεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς γεγονότος υἱοῦ, πῶς ἀληθεύσει λέγων, ὅτι «Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον;»

Εἴτε γὰρ μόσχος εἴτε ἔριφος ὑπὲρ ἁμαρτίας θῦμα νοοῖτο Χριστὸς, ἀλλ᾽ οὐχ ὑπέρ γε μόνων τέθυται τῶν ἐθνῶν, ἀλλ᾽ ἵνα καὶ αὐτὸν ἐξελεῖται τὸν Ἰσραὴλ, ἐπὶ τῇ τοῦ νόμου παραβάσει πολλὴν ὑπομείναντα τὴν κατάῤῥησιν. Καὶ μαρτυρήσει γράφων ὁ σοφώτατος Παῦλος· «Διὸ καὶ ὁ Υἱὸς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε.» Τίς οὖν ἄρα ἐστὶ τῆς παραβολῆς ὁ σκοπός; πολυπραγμονήσωμεν τὴν αἰτίαν, ἐφ᾽ ᾗ καὶ γέγονεν, εἰσόμεθα γὰρ οὕτω τὸ ἀληθές. Ἔφη τοίνυν ὁ μακάριος οὗτος Λουκᾶς ἐν τοῖς ὀπίσω βραχὺ περὶ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἦσαν δὲ πάντες αὐτῷ ἐγγίζοντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ· καὶ ἐγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ Γραμματεῖς, λέγοντες, ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.»

Κατακεκραγότων τοίνυν τῶν Γραμματέων καὶ Φαρισαίων τῆς ἐνούσης αὐτῷ γαληνότητος καὶ φιλανθρωπίας, καὶ ἐγκαλούντων αὐτῷ τὸ προσδέχεσθαί τινας τῶν ἐν βεβηλώσει ζωῆς, καὶ διδάσκειν αὐτοὺς, ἀναγκαιοτάτην αὐτοῖς ἐποιήσατο Χριστὸς τῆς προκειμένης παραβολῆς τὴν παράθεσιν, δι᾽ ἧς ἔξεστιν ἰδεῖν ἐκεῖνο καλῶς· βούλεται γὰρ οἷα τῶν ὅλων Θεὸς, καὶ τὸν εὐπάρεδρόν τε καὶ γνήσιον ἀληθῶς, καὶ βιοῦν εἰδότα σεπτῶς, καὶ τῆς εἰς ἄκρον ἐπιεικείας λαχόντα τὴν δόξαν, ἀκολουθεῖν ἐπείγεσθαι τοῖς θελήμασιν αὐτοῦ· καὶ τοῖς καλουμένοις εἰς μετάγνωσιν, κἂν εἴ τινες εἶεν τῶν σφόδρα κατεγνωσμένων, ἐφήδεσθαι μᾶλλον, ἢ γοῦν ἀφιλάλληλον ἐπ᾽ αὐτοῖς εἰσδέχεσθαι λύπην.

Πάσχομεν γὰρ ἔσθ᾽ ὅτε τι τοιοῦτον καὶ ἡμεῖς αὐτοί· ζῶσι μὲν γάρ τινες τὴν παγκάλην τε καὶ παναρίστην ζωήν· ἕτερος δέ τις ἀσθενεῖ καὶ ἥττηται, πρὸς πᾶν εἶδος φαυλότητος κατενηνεγμένος· οὗτος πρὸς αὐτῷ τῷ γήρᾳ πολλάκις ἐπιστρέφει πρὸς Θεὸν, καὶ τὴν ἐπὶ τοῖς προημαρτημένοις συγγνώμην αἰτεῖ, τῶν ἀμεινόνων γενόμενος ἐραστής· ἢ τάχα που καὶ μέλλων τὸν ἀνθρώπινον καταλύειν βίον, ἀξιοῦται τοῦ θείου βαπτίσματος, καὶ ἀποσκευάζεται τὰ ἐγκλήματα τοῦ Θεοῦ κατοικτείροντος. Εἶτα χαλεπαίνουσιν ἔσθ᾽ ὅτε τινὲς ἐπ᾽ αὐτῷ δὴ τούτῳ, καί φασιν· Οὗτος ὁ τόδε τι πράξας, κἀκεῖνο εἰπὼν, οὐκ ἐκτέτικε τῷ κριτῇ τῶν βεβιωμένων τὰς δίκας, καὶ ἠξιώθη τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος, ἐν υἱοῖς ἐγράφη Θεοῦ, καὶ τῇ τῶν ἁγίων τετίμηται δόξῃ· ταῦτα γὰρ ἔσθ᾽ ὅτε παραπτύουσί τινες ἐξ ἀκαίρου μικροψυχίας, οὐχ ἑπόμενοι τῷ σκοπῷ τοῦ πάντων Πατρός· χαίρει γὰρ λίαν, σωζομένους ὁρῶν τοὺς ἀπολωλότας, καὶ ἀνακομίζει πρὸς τὸ ἐν ἀρχαῖς σχῆμα, διδοὺς αὐτοῖς τὸ ἐλεύθερον, καὶ στολῇ τῇ πρώτῃ κατακαλλύνων αὐτοὺς, καὶ δακτύλιον διδοὺς εἰς τὴν χεῖρα· τοῦτο δέ ἐστιν ἐλευθέροις πρέπουσα θεοφιλὴς εὐκοσμία.— (I f. 134) Ἄθρει γὰρ ὅπως διὰ τρόπου παντὸς ἐξαίρετον αὐτῇ τὸ κάλλος ἐνσημαίνεται, καὶ τῆς ἀμωμήτου ζωῆς ἐνεργάζεται τὴν φαιδρότητα.

Κατακαλλύνει γὰρ κόσμῳ παντὶ, νοητῷ δηλονότι καὶ πνευματικῷ, τὰς τῶν σεβομένων αὐτὸν ψυχὰς, ἵνα καὶ πρὸς ἑκάστην λέγηται τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἄκουσον, θύγατερ, καὶ ἴδε,» καὶ τὰ λοιπά.

Ἔσθημα δὲ οὖν τὸ εἰς τιμὴν καὶ δόξαν ἀληθῆ τῷ ἱερῷ καὶ ἁγίῳ γένει Χριστὸς, κόσμημά τε λαμπρὸν καὶ ὑπερκόσμιον ταῖς τῶν ἁγίων ψυχαῖς. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησί· καὶ ἀληθὴς ὁ λόγος. <Ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων.> (A f. 210 b, E f. 230) Τοιοῦτόν τι παθόντα καταθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν· ἐνδείᾳ τε τῶν ἄνωθεν ἀγαθῶν ἐφθείρετο, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων αὐτὸν κατεβόσκετο μαθημάτων, ἐπεθύμει τε χορτασθῆναι ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· ἀλλὰ διαῤῥέουσα ἡ διάκενος ἡδονὴ κενὸν αὐτὸν κατελίμπανε, καὶ ἦν ἐν ἐνδείᾳ παντάπασιν. <Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου.> (E f. 238) Καὶ ὁ Κύριος γὰρ κελεύων παῤῥησιάζεσθαι, καὶ λέγειν ἐν ταῖς προσευχαῖς, Πάτερ, ἐκεῖνο τοῖς προσευχομένοις νοεῖν δίδωσιν, ὅτι εἰ Πατέρα καλοῦμεν Θεὸν, καὶ τῆς οὕτω λαμπρᾶς ἠξιώθημεν τιμῆς, δεῖ καὶ ἀξίως τοῦ τετιμηκότος πολιτεύεσθαι.

Τοῦτο γὰρ καὶ Πέτρος ὁ μέγας φησίν· «Εἰ Πατέρα ἐπικαλεῖσθε, λέγων, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.»—(A f. 212 b, E f. 242) Ἴσως ἐρεῖς κατὰ σαυτόν· Κεκηλίδωμαι διὰ πολλῆς ἁμαρτίας· εἶτα, πῶς ἂν γενοίμην καθαρὸς ὁ οὕτω μεμολυσμένος; Ἄκουε τοιγαροῦν καὶ τὰ παρ᾽ ἡμῶν.

Οἶδας ὅτι πεπλημμέληκας ὅλως; ὁμολογεῖς τὴν ἀσθένειαν; διαμέμνησαι τῶν ὀλισθημάτων; ἐγγὺς εἶ τοῦ σώζεσθαι· καθάρσεως γὰρ ἀρχὴ τὸ ὁμολογεῖν ἁμαρτίας. Οὕτω καὶ γέγραπται· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς·» οὐ γάρ ἐστι σκληρὸς ὁ πάντων Δεσπότης· οὐκ ἀμείλικτος, χρηστὸς δὲ μᾶλλον καὶ φιλοικτείρμων καὶ ἀγαθὸς καὶ εἰδὼς τὸ πλάσμα. Καὶ γὰρ μέγα καὶ ὁμολογία καὶ φυγὴ τοῦ κακοῦ· οὕτως ἐδέχθη ὁ ἄσωτος.—(E f. 244) Ἀλλὰ τίς ὁ μόσχος ὁ σιτευτὸς, ἢ πάντως Χριστὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θυόμενος καὶ ἐσθιόμενος; Καθ᾽ ὃ γὰρ τὴν ἄλογον φύσει καὶ κτηνώδη σάρκα περιεβάλετο, κἂν αὐτὴν τῶν οἰκείων αὐχημάτων πεπλήρωκε, μόσχος νοεῖται, ἀπειρόζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας, σιτευτὸς δὲ καθ᾽ ὃ πρὸ καταβολῆς κόσμου προώριστο τὸ κατὰ Χριστὸν μυστήριον, ἡ φρικώδης καὶ μεγάλη θυσία, ἧς μετασχεῖν ἐφεῖται τοῖς ἐπανιοῦσιν ἐξ ἁμαρτίας.