Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η ορθή χρήση του πλούτου και η παραβολή του Πλουσίου και του Λαζάρου

Η παραβολή του αδίκου οικονόμου, ο έλεγχος της φιλαργυρίας των Φαρισαίων, το αμετάβλητο του Νόμου, και η παραβολική διήγηση περί της μέλλουσας κρίσης του πλουσίου και της αναπαύσεως του Λαζάρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 14 από 22

ΚΕΦ. Ιϛʹ. <Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον.> (A f. 215, B f. 152) Πλὴν κἀκεῖνό φαμεν τοῖς φιλομαθέσιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αἱ παραβολαὶ πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομίζουσιν, ὅταν αὐτῶν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθρήσωμεν. Οὐ γὰρ ἅπαντα τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρὴ λεπτῶς καὶ ἐξητασμένως, ἵνα μήτε πρὸς τὸ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς φιλακροάμονας, μήτε μὴν ἀδολεσχίας ὄχλον ἐνεργάσηταί τισιν· οἷον καὶ ἐπὶ τῆς προκειμένης παραβολῆς. Εἰ γὰρ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος, ὁ τὸν διαβεβλημένον ἔχων οἰκονόμον, ἢ καὶ τίς ἂν εἴη τυχὸν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀφλήμασιν ἔνοχοι, καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγεται, σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον.

Οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παραβολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληφθεῖεν ἂν ἀναγκαίου πράγματος ἀμυδρῶς ὑποφαίνουσαν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔστι τοίνυν τῆς παραβολῆς τοιοῦτος ὁ νοῦς· «Ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» Ταύτῃ τοι καὶ νόμον εἰς βοήθειαν ἔδωκε, κατὰ τὴν τοῦ προφήτου φωνήν. Νόμον δέ φαμεν ἐν τούτοις, οὐχὶ δή που πάντως τὸν διακονηθέντα διὰ Μωϋσέως, ἅπασαν δὲ μᾶλλον τὴν θεόπνευστον Γραφὴν, δι᾽ ἧς ἔνεστι μαθεῖν τὴν εὐθὺ παντὸς ἀγαθοῦ καὶ σωτηριώδους πράγματος ἀποκομίζουσαν τρίβον. Βούλεται τοίνυν ὁ τῶν ὅλων Δεσπότης, ὁλοτρόπως ἡμᾶς τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασι, καὶ διαβιοῦν ἑλέσθαι σπουδαίως καὶ ἁγίως, ἀπαλλάττοντας ἑαυτοὺς τῶν τοῦ παρόντος βίου περισπασμῶν, ἵνα εὐπαρέδρως καὶ ἀπερισπάστως ὑπηρετῶμεν αὐτῷ.

Καὶ γοῦν διὰ μὲν τῆς τοῦ Ψάλλοντος λύρας· «Σχολάσατε, φησὶ, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.» Δι᾽ ἑαυτοῦ δὲ πάλιν ὁ τῶν ὅλων Σωτὴρ τοῖς τὸν πλοῦτον ἔχουσι τὸν ἐπὶ τῆς γῆς· «Πωλήσατε, φησὶ, τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην, ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, καὶ ἀεί πως προσπέπηγε τοῖς γεωδεστέροις· καὶ τοῦτο εἰδὼς αὐτὸς ὁ Σωτὴρ ἔφησέ που περὶ αὐτῶν· «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!» Καὶ πάλιν· «Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἕως γὰρ ἔστι τις ἐν τῷ πλουτεῖν καὶ τρυφᾷν, ἀνεπιτήδευτον ἔχει τὴν εἰς Θεὸν εὐσέβειαν. (A f. 215 b) Ἆρ᾽ οὖν οὐδὲ μία τοῖς πλουτοῦσι σωτηρίας ὁδὸς, ἀλλὰ πῦρ αὐτοῖς ηὐτρέπισται, τὸ τῷ διαβόλῳ πρέπον καὶ τοῖς ἀγγέλοις αὐτοῦ;

Οὐμενοῦν· ἰδοὺ γὰρ, ἰδοὺ πρόφασιν αὐτοῖς σωτηρίας ἀνέδειξεν ὁ Σωτὴρ διὰ ταύτης τῆς παραβολῆς· ἐθαῤῥήθησαν, τὸν ἐπὶ τῆς γῆς πλοῦτον ἀφέντος αὐτοῖς ἀνεξικάκως τοῦ ἐπὶ πάντων Θεοῦ· πλὴν κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ οἰκονόμοι τινὲς τίθενται τῶν πτωχευομένων· οἰκονόμοι δὲ λέγονται παρὰ τῷ τὰ οἰκεῖα ἑκάστῳ νέμειν· ἀλλ᾽ οἰκονομοῦσιν οὐκ ὀρθῶς, οἱονεὶ σκορπίζοντες τὰ δοθέντα αὐτοῖς παρὰ τοῦ Δεσπότου· μόναις γὰρ ταῖς ἑαυτῶν δαπανῶσι τρυφαῖς, καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημονοῦντες Θεοῦ λέγοντος· «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ ἀδελφῷ σου, τῷ ἐπιδεομένῳ ἐν σοί.» Ναὶ μὴν καὶ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Γένεσθε οἰκτείρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτείρμων ἐστίν.» Ἀλλ᾽ οὐδεὶς αὐτοῖς, ὡς ἔφην, τοῦ κατοικτείρειν ἀδελφοὺς ὁ λόγος, μόνης δὲ ποιοῦνται φροντίδα τῆς ἑαυτῶν ἀγερωχίας· τοῦτο διαβέβληκεν αὐτοὺς παρὰ τῷ πάντων Δεσπότῃ. Δεῖ δὲ πάντως αὐτοὺς ἀποπεσεῖν τῆς οἰκονομίας ἐπιπηδῶντος θανάτου, καὶ τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἐξέλκοντος· ἀδιάφυκτον γὰρ ἀνθρώπῳ παντὶ τοῦ θανάτου τὸ λῖνον. Τί οὖν ἄρα δρᾷν αὐτοὺς βούλεται Χριστός;

Ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, κἂν εἰ μὴ πάντα βούλοιντο τὸν ἑαυτῶν πλοῦτον διανεῖμαι πτωχοῖς, κἂν γοῦν ἐκ μέρους κατακτήσασθαι φίλους, καὶ πολλοὺς τῆς εὐσπλαγχνίας μάρτυρας, τοὺς εὖ πεπονθότας δηλονότι· ἵνα ὅταν αὐτοὺς ὁ ἐπίγειος ἐκλείπῃ πλοῦτος, ἔχωσί τινα τόπον ἐν ταῖς ἐκείνων σκηναῖς. Καὶ γάρ ἐστι τῶν ἀμηχάνων ἄμισθον γενέσθαι ποτὲ τὸν φιλόπτωχον, ἀλλ᾽ εἴτε ἅπαντά τις τὸν ἑαυτοῦ πλοῦτον διαδοίη τισὶν, εἴτ᾽ οὖν ἐκ μέρους, ὀνήσει πάντως τὴν ἑαυτοῦ ψυχήν. <Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι.> (A f. 217, B f. 154) Συχνῶς ἔσθ᾽ ὅτε ὁ τῶν ὅλων Σωτὴρ τοὺς αὐτοὺς ποιεῖται λόγους, καὶ διαφόροις περὶ τοῦ αὐτοῦ θεωρήματος κέχρηται παραδείγμασιν, ἵνα πρὸς σύνεσιν ἀκριβῆ τῶν παρ᾽ αὐτοῦ λεγομένων, ὁ τῶν ἀκροωμένων ἐμβιβάζηται νοῦς. Ἄθρει δέ μοι πάλιν τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν.

Δοκεῖ δέ μοι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο χρησίμως κατιδεῖν, τίνας ὅλως ὁ τοιόσδε λόγος ἔχει τὰς ἀφορμάς· ἔσται γὰρ οὕτως εὐσύνοπτος τῶν προκειμένων ὁ νοῦς. Ἐδίδασκε τοίνυν τοὺς ἐν πλούτῳ Χριστὸς ἀγαπᾷν ὅτι μάλιστα τὴν φιλοπτωχίαν, καὶ θησαυρίζειν ἐν οὐρανῷ, καὶ τῆς εἰς τὸ μέλλον εὐημερίας ποιεῖσθαι πρόνοιαν. Ἀλλ᾽ εὖ ἠπίστατο, Θεὸς ὢν φύσει, τῆς ἀνθρώπου διανοίας τὸν ὄκνον, τὸν ἐπὶ παντὶ σπουδαίῳ τε καὶ ἀγαθῷ πράγματι, καὶ ὡς φιλόπλουτοι λίαν ὄντες, καὶ τῷ τοιῷδε πάθει τυραννούμενοι παντελῶς, οὐδένα τοῖς πτωχευομένοις νέμουσιν ἔλεον. Ὅτι τοίνυν τοῖς οὕτως ἔχουσι γνώμης, οὐδὲν ὑπάρξει τῶν παρὰ Θεοῦ χαρισμάτων, δῆλον δὲ ὅτι πνευματικῶν, ἐξ ἐναργεστάτων παραδειγμάτων διαδείκνυσι λέγων· «Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι,» καὶ τὰ ἑξῆς. Λῦσον ἡμῖν, Δέσποτα, τὸ ζητούμενον, ἄνοιξον ἡμῶν τῆς καρδίας τὸν ὀφθαλμόν. Ἄκουε τοίνυν σαφῶς τε καὶ ἀκριβῶς, ὅπερ ἔφη· Εἰ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, φησὶ, τὸ ἀληθινὸν τίς δώσει ὑμῖν; Ἔστι δὴ οὖν τὸ ἐλάχιστον, ὁ ἄδικος μαμωνᾶς, τουτέστιν ὁ ἐπίγειος πλοῦτος, ἐξ ἁρπαγῆς ἔσθ᾽ ὅτε καὶ πλεονεξίας συνειλεγμένος· τοῖς γε μὴν εὖ εἰδόσι βιοῦν, καὶ ἀποφέρουσι μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονοῦσι δὲ μᾶλλον τὰ ἄνω, καταλογισθείη ἂν παντελῶς οὐδὲν ὁ ἐπίγειος πλοῦτος, ἀλλ᾽ εἰς τοὺς ἐνδεεῖς ὅλον δαπανήσουσι, καλῶς αὐτὸν οἰκονομοῦντες.

Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν ὀλίγῳ γενέσθαι τινὰ πιστὸν, τὸ τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ τὴν ἀπό γε τῶν ὄντων διανέμειν ἐπικουρίαν. Εἰ οὖν ἐν ὀλίγῳ γεγόναμεν ἄπιστοι, πῶς ἂν λάβοιμεν παρ᾽ αὐτοῦ τὸ ἀληθινὸν, τουτέστι τῶν θείων χαρισμάτων ἀμφιλαφῆ χορηγίαν, ψυχὴν ἀνθρώπου κατακαλλύνουσαν, καὶ τὸ θεῖον αὐτῇ κάλλος ἐγγράφουσαν; (A f. 154 b) Ὅτι δὲ εἰς τοῦτο βλέπει καὶ τέτραπται τῶν τοῦ Σωτῆρος ῥημάτων ὁ σκοπὸς, καὶ διὰ τῶν ἐφεξῆς εἰδείη τις ἂν εὖ μάλα. Ἔφη γάρ· «Εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν;» Ἀλλότριον δὲ εἶναί φαμεν, τὴν τῶν χρημάτων περιουσίαν· οὐ γὰρ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ἀληθὲς εἰπεῖν ὅτι, κατὰ τὸ γεγραμμένον, «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Γενώμεθα οὖν πιστοὶ ἐν τῷ μικρῷ τούτῳ καὶ γηΐνῳ πλούτῳ, ὃς ἐλάχιστός ἐστι καὶ οὐδὲν, ὅτι ῥευστός· καὶ μὴ σφετεριζώμεθα τὰ εἰς κοινὴν τῶν ἀδελφῶν χρείαν δοθέντα ἡμῖν, ὥστε ἄδικον τὸν πλοῦτον ποιεῖν, διὰ τοῦ κατέχειν αὐτὸν, καὶ ταῦτα, ἀλλότριον ὄντα· τὸ μὲν, ὅτι οὐδὲν εἰσηνέγκαμεν· τὸ δὲ, ὅτι τῶν πτωχῶν ἐστιν· ἵνα τὸν ἡμέτερον θεῖον καὶ οὐράνιον πλοῦτον πιστευθῶμεν, τὸν ἀληθινὸν καὶ μένοντα.

Ἀλλότριον μὲν γὰρ ἀνθρώπου παντὸς φυσικῶς, τὸ πλουτεῖν· ἔξωθεν γὰρ προσγίνεται καὶ ἐπισυμβαίνει τισί· κἂν ἀποσυμβῇ καὶ ἀπόλοιτο, παραβλάψοι ἂν οὐδὲν παντελῶς τοὺς τῆς ἀνθρώπου φύσεως λόγους. Οὐ γὰρ ἔν γε τῷ εἶναι πλούσιοι, λογικοί τέ ἐσμεν, καὶ ἁπάσης ἀγαθοεργίας ἐπιστήμονες, ἀλλ᾽ ἡ τῆς φύσεως ἐπιτηδειότης δεκτικὴ τῶν τοιούτων ἐστὶν, ὅπερ ἐστιν ἡμέτερον. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅταν τοίνυν ἐν τῷ ἀλλοτρίῳ, τουτέστιν ἐν τοῖς ἔξωθεν προσγενομένοις, ἄπιστοί τινες εἶεν, πῶς ἂν λάβοιεν τὰ ἑαυτῶν; τουτέστι, πῶς ἂν ἐν μεθέξει γένοιντο τῶν θεοσδότων ἀγαθῶν; ἢ πῶς κομισόμεθα τὸ ἱερόν τε καὶ ἀξιάγαστον κάλλος, ὃ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐγγράφει Θεὸς, διαμορφῶν αὐτὰς πρὸς ἑαυτόν; Γεγόναμεν γὰρ οὕτως ἐν ἀρχαῖς. Ὅτι δ᾽ ἐστὶ τῶν ἀμηχάνων, ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, διαδείκνυσι λέγων· <Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. (A f. 217, B f. 154 b) Παράδειγμα τοῦτο σαφές τε καὶ ἐναργὲς, καὶ τῇ τῶν προκειμένων θεωρίᾳ πρεπωδέστατον· συμπέρασμα δὲ ὥσπερ τοῦ παντὸς λόγου, τὸ ἐφεξῆς· «Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ.»

Εἰ γὰρ δή τις γένοιτο, φησὶ, δύο κυρίων οἰκέτης, μεμερισμένων τοῖς θελήμασιν εἰς τὸ ἐναντίον, καὶ ἀσύμβατον ἀλλήλοις ἐχόντων τὴν γνώμην, πῶς ἂν δύναιτο ἀμφοτέροις ἀρέσαι; Μεριζόμενος γὰρ εἰς τὸ ἑκατέρῳ δοκοῦν, τοῖς ἀμφοῖν θελήμασιν ἀντανίσταται. Πᾶσα γὰρ ἀνάγκη, τὸν αὐτὸν ὁρᾶσθαι πονηρόν τε καὶ ἀγαθόν. Οὐκοῦν εἴπερ ἕλοιτο γνήσιος ἑνὶ γενέσθαι, φησὶ, μισήσει τὸν ἕτερον.

Ἀμήχανον δὴ οὖν Θεῷ δουλεῦσαι καὶ μαμωνᾷ· ἐπὶ θάτερον τοίνυν μεταθῶμεν τὴν πᾶσαν σπουδὴν, πολλὰ χαίρειν εἰπόντες τῷ μαμωνᾷ. Ταῦτα γὰρ ἡμῖν ὁ μέγας εἰσηγεῖται Διδάσκαλος. <Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες ἐξεμυκτήριζον αὐτόν.> (A f. 217 b). Ὥσπερ τὰ τῶν ἐν τοῖς σώμασι παθῶν ἀγριώτερα, τὰς ἐκ τῶν φαρμάκων ἐπικουρίας οὐ προσίεται, φεύγει δὲ ὥσπερ τὴν ἴασιν· κἂν εἴ τις προσάγοι τὸ πεφυκὸς ὠφελεῖν, ἐξαγριοῦται μειζόνως, καὶ οἷον ἀγανακτεῖ, καίτοι τῇ τέχνῃ κολακευόμενα, οὕτω τὰ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπισυμβαίνοντα πάθη σκληρὰ καὶ ἀνουθέτητά πώς εἰσιν ἔσθ᾽ ὅτε, καὶ οὐδενὸς ἀνέχεται λόγου καλοῦντος εἰς ἀπόστασιν τοῦ κακοῦ, καὶ τοῖς ἀμείνοσιν ἐμβιβάζοντος.

Τοῦτο πεπονθότας εὑρήσομεν τοὺς Φαρισαίους, οἳ διὰ φιλαργυρίαν ἐξηυτέλιζον τὰς ἀρίστας παραινέσεις· καὶ δέον σεβασθῆναι, ἐμυκτήριζον ταῦτα εἰσηγούμενον Δεσπότην. Ἀλλ᾽ ἡμεῖς ἐξέλωμεν τὸ τῆς φιλαργυρίας κέντρον, ὃ καὶ εἰς ἀσέβειαν ἐγείρειν δύναται, καθάπερ ἐκείνους. Μακρὸν τοιγαροῦν ἐπ᾽ αὐτοῖς δαπανήσας λόγον ὁ τῶν ὅλων Σωτὴρ, εἶτα τῶν ἰδίων σκεμμάτων καὶ παθῶν οὐκ ἀποφοιτῶντας ὁρῶν, ἐμφιλοχωροῦντας δὲ μᾶλλον τῇ συντρόφῳ σκαιότητι, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποφαίνει ὑποκριτὰς ὄντας καὶ βωμολόχους, καὶ δόξης μὲν ἐραστὰς, ἥπερ ἂν πρέποι δικαίοις τε καὶ ἀγαθοῖς ἀνδράσιν, οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν. <Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων.> (A f. 218) Τοῦτο καὶ ἑτέρωθί που πρὸς αὐτοὺς εὑρίσκεται λέγων· «Πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς, τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ Θεὸς στεφανοῖ· οἵ γε μὴν ἀφιλάρετοι καὶ ὑποκριταὶ, τάχα ταῖς ἑαυτῶν ψήφοις, τὸ δοκεῖν εἶναι σεπτοὶ παρακλέπτουσιν. Ἀλλ᾽ οὐδεὶς, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ἑαυτὸν στεφανοῖ. Γέγραπται γάρ· «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.»

Πλὴν κἂν εἰ δύναιντό πως λαθεῖν οἱ ὑποκριταὶ, καὶ τὰς ἐξ ἀνθρώπων ἁρπάσαι τιμὰς, ἀλλ᾽ οὖν ὁ Θεὸς, φησὶ, γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν δίκαιον τὸν ἀληθινὸν, σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ· ἀνθρωπαρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμισημένης παρά τε Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας.

Καταστίξας τοίνυν τοῖς ἐλέγχοις αὐτοὺς, ἕτερόν τι τούτοις προσεπάγει Χριστὸς, ὅπερ ἔμελλον πείσεσθαι, διά γε τὴν ἐνοῦσαν αὐτοῖς ἀνοσιότητά τε καὶ ἀπειθίαν. Φησὶ γάρ· <Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, κ.τ.λ. (A f. 218). Ἐπικρύπτει πάλιν ἀσαφείᾳ τὸ λυποῦν, καὶ κατεσκιασμένην ὥσπερ ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ.

Μωϋσῆς γὰρ, φησὶ, καὶ σὺν αὐτῷ τῶν ἁγίων προφητῶν ὁ χορὸς, τοῦ κατ᾽ ἐμὲ μυστηρίου τὴν δύναμιν προκατηγγέλκασι τοῖς ἐπὶ τῆς γῆς. Καὶ ὁ νόμος ἐδήλου διὰ σκιᾶς καὶ τύπων, ὅτι καὶ τὸν τῆς σαρκὸς ὑπομενῶ θάνατον, ἵνα σώσω τὴν ὑπ᾽ οὐρανὸν, καὶ καταργήσω τὴν φθορὰν, ἐγηγερμένος ἐκ νεκρῶν.

Συμβαίνοντα δὲ τοῖς Μωϋσέως νόμοις, ἐλάλησαν οἱ προφῆται. Ξένον τοίνυν, φησὶν, οὐδὲν, ἤγουν προεγνωσμένον, ὅταν τοῖς ἐμοῖς ἀπειθήσητε λόγοις· μέχρι γὰρ Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ τῆς προφητείας τῆς ἐπ᾽ ἐμοὶ καὶ ὑμῖν ἐκτείνεται λόγος. Ἀπὸ δέ γε τῶν ἡμερῶν Ἰωάννου, ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. Βασιλείαν δὲ οὐρανῶν φησιν ἐν τούτοις, τὴν ἐν πίστει δικαίωσιν, τὴν τῆς ἁμαρτίας ἀπόνιψιν, τὴν διά γέ φημι τοῦ ἁγίου βαπτίσματος, τὸν διὰ τοῦ Πνεύματος ἁγιασμὸν, τὴν ἐν Πνεύματι προσκύνησιν, τῆς υἱοθεσίας τὸ καύχημα, τῆς μελλούσης δοθήσεσθαι τοῖς ἁγίοις δόξης τὴν ἐλπίδα. Εὐαγγελίζεται τοίνυν ἡ τῶν οὐρανῶν βασιλεία, παρελθόντος εἰς μέσον τοῦ Βαπτιστοῦ, καὶ λέγοντος· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·» καὶ καταδεικνύντος ἤδη παρόντα τὸν Ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Πᾶς δὲ εἴ τις γέγονε τῶν ἱερῶν κηρυγμάτων κατήκοος καὶ ἐραστὴς, εἰσβιάζεται· τουτέστιν ἁπάσῃ προθυμίᾳ καὶ παντὶ σθένει χρώμενος, εἴσω παρελθεῖν τῆς ἐλπίδος ἐπιθυμεῖ. Ὡς γὰρ ἑτέρωθί πού φησιν, «Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» <Εὐκοπώτερον δέ ἐστι, κ.τ.λ.> (A f. 218 b) Εὐκοπώτερον εἶναί φησι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, οὔπω τοῦτο γίνεσθαι Θεοῦ προστάττοντος, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.

Νόμον δέ φησιν ἔσθ᾽ ὅτε συλλήβδην ἅπασαν τὴν θεόπνευστον Γραφὴν, τουτέστι, τὰ Μωϋσέως καὶ προφητῶν. Τίνα τοίνυν προαπηγγέλκασιν, ἃ καὶ δεῖ πάντως ἐκβῆναι πρὸς πέρας; Προηγόρευσαν ὅτι διὰ πολλὴν ἀπιστίαν καὶ τρόπων ἀνοσιότητα, τῆς πρὸς Θεὸν οἰκειότητος ἀπολισθήσει, καίτοι πρωτότοκος ὢν ἐν τέκνοις ὁ Ἰσραήλ· καὶ ὅτι τῆς παρ᾽ αὐτοῦ ἀγάπης ἐξωσθήσεται ἡ Ἱερουσαλήμ. Καὶ γοῦν ἔφη περὶ αὐτῆς διὰ φωνῆς Ὠσηέ· «Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς· καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Ὁδὸς μὲν γὰρ εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ οὐδὲν ἅπαντες ἐν αὐτῇ, λεῖα δὲ πάντα καὶ ἱππήλατα.

Φράσσεται δὲ ἡ ὁδὸς τῆς Ἰουδαίων μητρὸς, τουτέστιν ἀδιόδευτος αὐτοῖς ἡ τῆς εὐσεβείας ἀπετελέσθη τρίβος· ὅτι δὲ γεγόνασι σκοτεινοὶ τὸν νοῦν, καὶ οὐ προσήκαντο τῆς τοῦ Σωτῆρος δόξης τὸ φῶς, οὐ γὰρ ἐγνώκασιν αὐτὸν, προαναπεφώνηκε, λέγων, ὡς πρὸς Ἰουδαίων τὸν δῆμον· «Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλάθωμαι τέκνων σου.» Ἀκούεις ὅτι σκότῳ καὶ νυκτὶ παρεικάζεται, καὶ σφόδρα εἰκότως, ἡ τῶν ἀπειθούντων πληθύς; Ἀνίσχει μὲν γὰρ τοῖς πιστεύουσιν εἰς νοῦν καὶ καρδίαν ὁ νοητὸς ἑωσφόρος, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος· σκότῳ δὲ καὶ ἀχλύϊ νοητῇ καταμελαίνεται τῶν ὑβριζόντων τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ὁ νοῦς. Καὶ ταῦτα μὲν περὶ τῶν ἐξ Ἰσραήλ. Περὶ δὲ τῶν ἐπεγνωκότων τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοὶ, δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ὁ Θεὸς καὶ Πατὴρ ὑπισχνεῖτο, λέγων· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσι.» Συνῳδὰ δὲ τούτοις καὶ ὁ Ψαλμῳδὸς ἐν Πνεύματί φησι πρὸς Χριστόν· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.»

Καυχώμεθα γὰρ ἐν Χριστῷ, δικαιωθέντες ἐν αὐτῷ· γεγόναμεν ὑψηλοὶ, τὴν ἐκ τῆς ἁμαρτίας ταπείνωσιν ἐκβεβληκότες, καὶ τῶν τῆς ἀληθείας δογμάτων τὴν ἀκριβῆ καταπλουτήσαντες γνῶσιν· τοῦτο γὰρ ἡμῖν ἐπηγγέλλετο Θεὸς λέγων διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν.» Ἡμεῖς μὲν γὰρ ὄντες τυφλοὶ, πεφωτίσμεθα, καὶ τὴν ἀσυνήθη τῆς δικαιοσύνης ἐρχόμεθα τρίβον· οἱ δὲ νόμον αὐχοῦντες παιδαγωγὸν, ἐν σκότῳ γεγόνασιν.

Ὡς γὰρ αὐτὸς ἔφη Χριστὸς, ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι· πεπαρῳνήκασι γὰρ εἰς τοὺς ἁγίους προφήτας, τετολμήκασι δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκεῖν τῷ καλοῦντι πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν ἂν ἀπειθῆτε, φησὶ, κἂν τοὺς ἐμοὺς ἀσυνέτως διαμυκτηρίζητε λόγους, ἐπὶ τὴν τοῦ χρησίμου καὶ πρέποντος ἀποκομίζοντας θήραν, ἀλλ᾽ οὐκ ἠγνοήθη ταῦτα, φησὶ, ἀλλ᾽ ἤδη προείρηται διά τε νόμου καὶ προφητῶν. Ἔστι δὲ τῶν ἀμηχάνων, εἰς ἀπραξίαν διαπεσεῖν τὰς Θεοῦ φωνάς· ὃ γὰρ ᾔδει πάντη τε καὶ πάντως ἐσόμενον, τοῦτο προκαταμεμήνυκε. Κατὰ μὲν οὖν τὸ ῥητὸν, δηλοῖ ὅτι ἀφῖκται, καταλύσων μὲν ἥκιστα ἢ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον.

Ἐπειδὴ γὰρ εἶπεν ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, ἵνα μή τις ὑπολάβοι, ὅτι ἐκβέβληνται καὶ ἠθέτηνται, διὰ τοῦτο ἐπήγαγεν, ὅτι «Οὐ πεσεῖται ἀπὸ τοῦ νόμου ἰῶτα ἓν, ἢ μία κεραία,» κατὰ τὸν Ματθαῖον. <Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον.> (A f. 220, E f. 252 b) Πύθοιτο δ᾽ ἄν τις· Ἆρά γε κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν, τὴν λέγουσαν τὸν μὲν πτωχὸν εἰς τὴν ἀνάπαυσιν ἀπελθεῖν, τὸν δὲ πλούσιον εἰς τὴν κόλασιν, γέγονεν ἤδη ταῦτα, καὶ ἀνταπόδοσις ἀξία ἐκληρώθη ἑκάστῳ, ἢ τῆς μελλούσης κρίσεως ἀνατυποῖ τὴν εἰκόνα ἐν τούτοις; Ἀλλὰ μὴν, φησὶν, ὁπότε ὀνομάζει Λαζάρου προσηγορίαν, ἀληθῶς γέγονε καὶ ἐπράχθη. Διὰ τί γὰρ μὴ εἶπε, Πτωχὸς δέ τις ἄνθρωπος, ἀλλὰ, Λάζαρος; Ἵνα τῇ προσηγορίᾳ δείξῃ, πείρᾳ καὶ ἀληθείᾳ ταῦτα πεπρᾶχθαι. Πρὸς ὃν ἐροῦμεν· Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ἡ θεία πανταχοῦ λέγει Γραφή· ἀνάστασις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. Οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν ὅτι «Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ.

Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἐν Χριστῷ ἄφθαρτοι.» Οὔπω τοίνυν ἐξ οὐρανῶν καταβεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις· εἶτα, πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις, ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; Ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχηματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. Ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ᾽ ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις, ἐσχάτῃ συνόντα πτωχείᾳ καὶ ἀῤῥωστίᾳ, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα τοῦτον εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. Οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ Χριστοῦ, οὔτε ἀνάστασις γέγονεν, οὔτε πράξεων ἀνταπόδοσις ἠκολούθησέ τισιν. Ἀλλ᾽ ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγραπται πλούσιος τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν᾽ εἰδεῖεν ὡς οἱ τὸν ἐπὶ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ, καὶ εὐμετάδοτοι, καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ.

Ἀναγκαῖον δὲ οἶμαι πρότερον εἰπεῖν, ποία γέγονεν ἡ τοῦ λόγου πρόφασις, ἢ ποίου πράγματος εἰς παράδειξιν, τὴν προκειμένην παραβολὴν ἄριστα διαμορφοῖ καὶ διαπλάττει Χριστός. Ἀπετέλει τοίνυν ἡμᾶς ὁ Σωτὴρ τεχνίτας εἰς ἀγαθοεργίαν, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐβούλετο διαπρέπειν. Ἤθελε γὰρ εἶναι φιλαλλήλους, καὶ φιλοπτωχίας ἐπιμελητὰς, καὶ τῶν εἰς τοῦτο σπουδασμάτων ἔχεσθαι νεανικῶς· μάλιστα δὲ τοῖς ἐν τῷδε τῷ κόσμῳ πλουσίοις τὰς ἐπ᾽ αὐτῷ δὴ τούτῳ παραινέσεις συντιθεὶς, καὶ εἰς ὁδὸν αὐτοὺς ἀποφέρων τὴν τοῖς ἁγίοις πρεπωδεστάτην, ἔφασκε· «Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην.» Καὶ ἡ μὲν ἐντολὴ καλή τε καὶ ἀγαθὴ καὶ σωτήριος. Οὐκ ἠγνόησε δὲ Χριστὸς, ὅτι τὸ δύνασθαι κατορθοῦν τὸ κεκελευσμένον, οὐκ ἔνεστι τοῖς πολλοῖς· ἀσθενεῖ γὰρ ἀεὶ πρὸς τὰ δυσχερῆ καὶ δυσήνυτα τῶν κατορθωμάτων ὁ ἀνθρώπινος νοῦς· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλάνθρωπος, ἐπενόησέ τινα τρόπον ἐπικουρίας αὐτοῖς· ἵνα μὴ τὸν ἐνταῦθα πλοῦτον διηνεκής τε καὶ ἀναπόβλητος διαδέξηται πτωχεία, καὶ τὰς προσκαίρους τρυφὰς αἰωνία κόλασις.

Εἰ γὰρ μὴ ἀνέχεσθε, φησὶ, τὸν φιλήδονον ἀφεῖναι πλοῦτον, καὶ ἀπεμπολῆσαι ὁλοκλήρους τὰς οὐσίας, καὶ διαδοῦναι τοῖς δεομένοις, κἀν γοῦν τοῖς ἐλάττοσιν ἐνευδοκιμεῖν σπουδάσατε· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, τουτέστι μὴ μόνον ἑαυτῶν ποιήσησθε τὸν πλοῦτον, ἀλλὰ καὶ τοῖς δεομένοις χεῖρα ἁπλώσατε· συναλγήσατε τοῖς κάμνουσι, παραμυθήσασθε ἁγίους τὴν οὐκ ἀβούλητον ἀγαπῶντας πτωχείαν, ἵν᾽ ἀπερισπάστως τῷ Θεῷ λατρεύωσιν. Ἔσται δὲ τοῦτο ὑμῖν οὐκ ἄμισθον· ὅταν γὰρ ὑμῖν ὁ ἐπίγειος ἐπιλείψῃ πλοῦτος, τῷ τέλει τοῦ βίου κατειλημμένοις, τότε κοινωνοὺς ὑμᾶς ποιήσονται τῆς ἑαυτῶν ἐλπίδος, καὶ τῆς δοθησομένης αὐτοῖς ἐκ Θεοῦ παρακλήσεως· τοὺς γὰρ καμόντας ἐν τῷδε τῷ βίῳ, καὶ ἐπιεικῶς τὸ δυσαχθὲς τῆς πενίας διενεγκόντας φορτίον, ὡς ἀγαθὸς ἀνακτήσεται.

Τοιοῦτόν τι καὶ ὁ σοφώτατος Παῦλος τοῖς οὖσιν ἐν πλούτῳ συμβουλεύει, λέγων περὶ τῶν ταλαιπωρουμένων· «Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα.» Τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἐπιτάττοντος, πλὴν ὅπερ ἔφη Χριστὸς, «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ.» Ὅτι δὲ τὸ μὴ ἀνέχεσθαι τοῦτο δρᾷν, ὀλέθρου πρόξενον καὶ πυρὸς ἀσβέστου, διαδείκνυσι, τὴν προκειμένην ἡμῖν ἐκφήνας παραβολήν· «Ἄνθρωπος γάρ τις ἦν πλούσιος σφόδρα,» φησίν.

Ἐνταῦθά μοι βλέπε καὶ ἐπιτήρησον ἀκριβῶς τοῦ Σωτῆρος τοὺς λόγους, πολύ τι τὸ σοφὸν ἐμφαίνοντας. Καίτοι γὰρ ἐξὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν πλούσιος ἦν ἄνθρωπος, ὡς ἐπὶ τοῦ Ἰὼβ, τοῦτο μὲν οὐκ ἔφη· ἄνθρωπον δὲ ἁπλῶς πλούσιον ὀνομάζει, μνημονεύει δὲ τοῦ πένητος ὀνομαστί. Ποία τοίνυν ἡ ἐπιτήρησις;

Ἀνώνυμος ὁ πλούσιος, ὡς ἀφιλοικτείρμων, παρὰ Θεῷ· ἔφη γάρ που διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν μὴ φοβουμένων αὐτὸν, ὅτι «Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.» Ὀνομαστὶ δὲ, ὡς ἔφην, ὁ πένης ἐν γλώσσῃ Θεοῦ. Πλὴν ἴδωμεν τοῦ πλουσίου ἐπ᾽ οὐδενὶ τῶν ἀναγκαίων ἠρμένην ὀφρύν. Τί οὖν φησι περὶ αὐτοῦ ὁ Χριστός; «Καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον,» τουτέστιν, εὐειματεῖν ἐσπούδαζε ἐν ἐσθῆτι πολυτελεστάτῃ.— (A f. 220 b, E f. 255) Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν πυλῶνα, νόσῳ καὶ πενίᾳ πεπεδημένος, καὶ οὐδενὸς ἠξιοῦτο λόγου· φειδοῦς καὶ φροντίδος ἄμοιρος ἦν, ἐζήτει πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ· ἀλλὰ καὶ «οἱ κύνες, φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ,» καὶ οὐκ ἀδικοῦντες μᾶλλον, κατά γε τὸ εἰκὸς, ἀλλ᾽ οἷον συναλγοῦντες καὶ θεραπεύοντες· γλώττῃ γὰρ ἰδίᾳ καὶ τὰς ἑαυτῶν καθιστῶσι νόσους, οἷον ἀποξύοντες τὸ λυποῦν, καὶ φιλοφρόνως περιαλείφοντες. Ὁ δὲ πλούσιος ὢν καὶ θηρῶν ἀπηνέστερος, ἀσυναλγὴς καὶ ἀφιλοικτείρμων καὶ μεστὸς ἁπάσης ἀπανθρωπίας ἠλέγχετο. <Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, κ.τ.λ.> Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη, κ.τ.

λ.> (A f. 223 b, E f. 263 b) Ἀλλ᾽ οὐχ ὁ Λάζαρος οὗτος, ἀλλὰ μετὰ πάσης ἀπῄει δορυφορίας, καὶ τῶν χρηστοτέρων ἐλπίδων· τοῖς γὰρ ἐλπίδας ἔχουσι τὰς παρὰ Θεῷ, μετάστασις ἂν εἴη ἐξ ἀνίας [cod. A.> ἀκακίας] καὶ πόνων, ἡ ἐκ τῶν καθ᾽ ἡμᾶς ἀποδημία· καί τι τοιοῦτον ὁ Σολομῶν ἐδίδαξεν εἰπών· «Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾽ ἡμῶν πορεία, σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.» Δίδοται γὰρ αὐτοῖς ἰσοπαλὲς τοῖς πόνοις, τὸ τῆς παρακλήσεως μέτρον· ἢ τάχα που καὶ πλείους τῶν πόνων αἱ ἀμοιβαί· ἔφη γὰρ Χριστὸς, ὅτι «Μέτρον καλὸν πεπιεσμένον, σεσαλευμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» Οὐκοῦν «ὁ μὲν Λάζαρος διὰ τῶν ἁγίων ἀγγέλων ἀπενήνεκται, φησὶν, εἰς κόλπους Ἀβραάμ· ὁ δὲ πλούσιος ἀπέθανε,» φησὶ, «καὶ ἐτάφη·» θάνατος γὰρ αὐτῷ σκληρῷ γεγονότι καὶ ἀφιλοικτείρμονι, τὸ ἀπαλλαγῆναι σώματος· ἄπεισι γὰρ ἐκ τρυφῆς εἰς κόλασιν· ἐκ δόξης εἰς ἀτιμίαν· ἐκ φωτὸς εἰς σκότος.