Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Διδασκαλία περί σκανδάλων, η ίαση των δέκα λεπρών και η έλευση της Βασιλείας

Διδασκαλία περί αποφυγής σκανδάλων, η δύναμη της πίστεως, η ίαση των λεπρών και η ευγνωμοσύνη του Σαμαρείτη, και προφητείες περί των εσχάτων και της Δευτέρας Παρουσίας του Υιού του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 15 από 22

ΚΕΦΑΛ. ΙΖʹ. <Ἀνένδεκτόν ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα.> (A f. 230 b, B f. 161) Ποίων ἄρα σκανδάλων μνημονεύει Χριστὸς, ἃ δὴ πάντη τε καὶ πάντως συμβήσεσθαί φησι; Διττὰ μὲν οὖν τὰ σκάνδαλα· καὶ τὰ μὲν αὐτῶν, τῇ ὑπερτάτῃ μάχεται δόξῃ, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἅπτεται, τό γε ἧκον εἰς τὸ ἐγχείρημα τῶν ἐξευρηκότων. Τὰ δὲ πρὸς ἡμῶν ἔσθ᾽ ὅτε γίνεται· διήκει δὲ μέχρι μόνου τοῦ λυπῆσαι τῶν ἀδελφῶν καὶ ὁμοπίστων τινάς· αἱ μὲν γὰρ τῶν αἱρέσεων παρευρέσεις, καὶ ὃς ἂν γένοιτο μετὰ τῆς ἀληθείας λόγος, αὐτῇ θείᾳ καὶ ὑπερτάτῃ μάχεται δόξῃ· ἀποφέρει γὰρ τοὺς ἁλισκομένους τῆς τῶν ἱερῶν δογμάτων ὀρθότητός τε καὶ ἀκριβείας. Περὶ τῶν τοιούτων σκανδάλων ἔφη που πάλιν αὐτὸς ὁ Σωτήρ· «Οὐαὶ τῷ κόσμῳ ἐκ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.» Τὰ γὰρ τοιαῦτα σκάνδαλα, διά γε, φημὶ, τῶν ἀνοσίων αἱρετικῶν, οὐ καθ᾽ ἑνὸς ἰδικῶς ἔρχεταί τινος, ἐπιβουλεύει δὲ μᾶλλον τῷ κόσμῳ, τουτέστι, τοῖς ἐν ἁπάσῃ τῇ γῇ. Τοῖς τῶν τοιούτων σκανδάλων εὑρεταῖς ἐπιπλήττει λέγων ὁ μακάριος Παῦλος· «Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνετε.»

Ἵνα δὲ τὰ τοιαῦτα σκάνδαλα μὴ κατισχύσωσι τῶν πεπιστευκότων, ἔφη που Θεὸς τοῖς τὸν ὀρθὸν τῆς ἀληθείας πρεσβεύουσι λόγον, καὶ εὖ εἰδόσι μυσταγωγεῖν· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε.» Πικρὰν δὲ τὴν δίκην ἐπήρτησεν ὁ Σωτὴρ τοῖς τὰ τοιάδε τιθεῖσι σκάνδαλα.

Ἔοικε δέ πως, οὐ τῶν τοιούτων σκανδάλων διαμεμνῆσθαι νῦν, ἐκείνων δὲ μᾶλλον, ἅπερ δὴ συμβαίνει πλειστάκις ἐξ ἀνθρωπίνης μικροψυχίας μεταξὺ φίλων τε καὶ ἀδελφῶν. Ἀποφέρει δὲ ἡμᾶς εἰς τὰς ἐπὶ τοῖς τοιούτοις ὑποψίας, ὁ γείτων εὐθὺς καὶ ἐπενηνεγμένος τοῖς πρώτοις λόγος, ὁ περί γε, φημὶ, τοῦ συγγινώσκειν ἀδελφοῖς, εἰ γένοιτό πως αὐτοὺς εἰς ἡμᾶς πλημμελεῖν.

Ποῖα τοίνυν τὰ τοιάδε σκάνδαλα; Μικροψυχίαι τάχα που καὶ λύπαι, δίκαιοί τε καὶ ἄδικοι παροργισμοὶ, λοιδορίαι, καταλαλιαὶ πολλάκις, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ὁμοειδῆ τῶν πταισμάτων. Ταῦτα, φημὶ, οὐκ ἐνδέχεται μὴ ἐλθεῖν· ἆρ᾽ ὡς ἀναγκαίως ἐπιφέροντος αὐτά τισι τοῦ ἐπὶ πάντας Θεοῦ; Μὴ γένοιτο· φαῦλον γὰρ οὐδὲν παρ᾽ αὐτοῦ, πηγὴ δὲ μᾶλλόν ἐστι πάσης ἀρετῆς. Πῶς οὖν οὐκ ἐνδέχεται μὴ συμβαίνειν αὐτά; Διὰ τὴν ἡμῶν που πάντως ἀσθένειαν. «Πολλὰ γὰρ πταίομεν ἅπαντες,» κατὰ τὸ γεγραμμένον. Πλὴν οὐαὶ μὲν ἔσεσθαί φησι τῷ τιθέντι τὰ σκάνδαλα· οὐ γὰρ ἀνεπίπληκτον ἐᾷ, συστέλλει δὲ μᾶλλον τῷ φόβῳ τῆς δίκης τὸ ῥᾴθυμον ἐν τούτοις. Ἐπιτάττει γε μὴν ἀνεξικακεῖν τοῖς τιθεῖσιν αὐτά. <Ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ, κ.τ.λ.> (A f. 230 b, B f. 161 b) Ἐὰν γὰρ ἐπιστρέφῃ, φησὶν, ὁ ἁμαρτὼν εἰς σὲ, καὶ καταγινώσκῃ ἑαυτοῦ, ἀφήσεις αὐτῷ· καὶ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις. Οὐ γὰρ εἴ τις ἀσθενεῖ καὶ τοῦτο συχνῶς, διὰ τοῦτο ἀφιλαλλήλους ἡμᾶς ὁρᾶσθαι, καὶ ὀλιγώρως ἔχειν εἰς μακροθυμίαν· δεῖ δὲ μᾶλλον ἀπομιμεῖσθαι φιλεῖν τοὺς τῶν ἐν σώματι παθῶν ἰατροὺς, οἳ οὐχ ἅπαξ ἢ δὶς τὸν ἄῤῥωστον θεραπεύουσι, τοσαυτάκις δὲ μᾶλλον, ὁσάκις ἂν αὐτὸν ἀῤῥωστῆσαι συμβῇ.

Ἐννοῶμεν γὰρ ὡς καὶ ἡμεῖς ἐσμεν ἐν ἀσθενείαις, καὶ ἡττώμεθα παθῶν· πάσχοντες δὲ τοῦτο, χρηστοὺς καὶ ἀμνησικάκους εἶναι πρὸς ἡμᾶς εὐχόμεθα τοὺς ἐπιπλήττειν ὀφείλοντας, καὶ τὴν τοῦ χρῆναι κολάζειν ἔχοντας ἐξουσίαν. Δεῖ δὴ οὖν ἄρα τῶν ἀλλήλων ἀσθενείαις συγκαθισταμένους, «ἀλλήλων τὰ βάρη βαστάζειν· ἀναπληρώσομεν γὰρ οὕτω τὸν νόμον τοῦ Χριστοῦ.» Ἐπιτήρησον δὲ ὡς ἐν τῷ κατὰ Ματθαῖον πυνθάνεται ὁ Πέτρος καί φησι· «Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ;» Ἐνταῦθα δὲ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους, ὅτι «Κἂν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,» τουτέστι πολλάκις, καὶ τοσαυτάκις καταγνῷ ἑαυτοῦ, «ἀφήσεις αὐτῷ.» <Εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.> (A f. 231) Εὐφραίνει πάντων ἁγίων ψυχὴν, οὐ τῶν προσκαίρων καὶ ἐπιγείων ἡ κτῆσις, φθαρτὰ γὰρ ταῦτα καὶ εὐαπόβλητα, ἐκεῖνα δὲ μᾶλλον ἃ τοὺς λαβόντας, σεπτοὺς ἀποφαίνει καὶ μακαρίους. Ταῦτα δέ εἰσι τὰ θεόσδοτα καὶ πνευματικὰ χαρίσματα δηλονότι· ὧν ἕν ἐστι καὶ ἐξαίρετον, ἡ πίστις, ἤτοι τὸ βεβηκὸς εἰς πίστιν τὴν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· ἣν δὴ καὶ ὁ Παῦλος οἶδεν οὖσαν κεφάλαιον τῶν ἐν ἡμῖν ἀγαθῶν· ἔφη γοῦν, ὅτι «Χωρὶς πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε.» Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Ἄθρει δὴ οὗν τοὺς ἁγίους ἀποστόλους, τῶν ἀρχαιοτέρων ἁγίων ζηλωτὰς γεγονότας· τί γὰρ αἰτοῦσι παρὰ Χριστοῦ; «

Πρόσθες ἡμῖν πίστιν.» Οὐκ αἰτοῦσι πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους νομίσῃς αὐτοὺς, προσθήκην δὲ μᾶλλον πίστεως αἰτοῦσι παρὰ Χριστοῦ, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν· τῆς γὰρ πίστεως, ἡ μέν ἐστιν ἐφ᾽ ἡμῖν, ἡ δὲ κατὰ τὴν θείαν δίδοται χάριν. Ἐφ᾽ ἡμῖν μὲν γάρ ἐστι, τὸ προκατάρξεσθαι, καὶ τὴν εἰς αὐτὸν ὅλῃ δυνάμει ἔχειν πεποίθησίν τε καὶ πίστιν· θείας δὲ χάριτος, ἡ εἰς τοῦτο βεβαίωσις καὶ ἰσχύς. Διὸ καὶ ἐπείπερ πάντα Θεῷ δυνατὰ, πάντα φησὶν ὁ Κύριος δύναται τῷ πιστεύοντι· Θεοῦ γὰρ ἡ δύναμις, ἡ διὰ τῆς πίστεως ἡμῖν παραγινομένη.

Τοῦτο εἰδὼς καὶ ὁ μακάριος Παῦλος, ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Ὁρᾷς ὡς ἐν τῷ καταλόγῳ τῶν πνευματικῶν χαρισμάτων ἔθηκε καὶ τὴν πίστιν;

Ταύτην παρεκάλουν λαβεῖν παρὰ τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὴν παρ᾽ ἑαυτῶν εἰσαγαγόντες, ἣν καὶ δέδωκεν αὐτοῖς μετὰ τὴν τῆς οἰκονομίας ἐκπλήρωσιν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος· πρὸ γὰρ τῆς ἀναστάσεως οὕτω ἦν ἑδραία ἡ παρ᾽ αὐτοῖς πίστις, ὡς καὶ ὀλιγοπιστίας αὐτοὺς ἐγκλήμασιν ὑποφέρεσθαι.

Ἀμέλει συνέπλει ποτὲ τοῖς ἁγίοις ἀποστόλοις ὁ τῶν ὅλων Σωτὴρ τὴν Τιβεριάδα λίμνην ἤτοι θάλασσαν, καὶ εἰσεδέχετο μὲν αὐτὸς οἰκονομικῶς τὸν ὕπνον· πνεύματος δὲ λαύρου διακυκῶντος τὸ ῥόθιον, καὶ σκληρὸν κατὰ τοῦ σκάφους ἐγείροντος κῦμα, τεθορύβηνται λίαν· ὥστε καὶ ἀφυπνίσαι τὸν Κύριον, λέγοντες· «Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Ὁ διεγερθεὶς, φησὶν, ἐπετίμησε τῷ κλύδωνι, καὶ τὴν τοῦ χειμῶνος ἀγριότητα μετέστησεν εἰς εὐδίαν.

Ἐπῃτιᾶτο δὲ λίαν τοὺς ἁγίους ἀποστόλους, λέγων· «Ποῦ ἡ πίστις ὑμῶν;» Οὐ γὰρ ἔδει θορυβεῖσθαι κατά τι γοῦν ὅλως, συνόντος αὐτοῖς τοῦ πάντων Δεσπότου, ὃν πάντα τὰ ἔργα τρέμει καὶ σείεται· εἰ δὲ χρή τι καὶ ἕτερον παρενεγκεῖν τῷ πρώτῳ προσεοικὸς, ἐρῶ δὴ πάλιν. Ἐκέλευσε τοῖς ἁγίοις ἀποστόλοις εἰσβῆναι μὲν εἰς τὸ σκάφος, προάγειν δὲ αὐτὸν εἰς τὸ πέραν τῆς λίμνης· οἱ δὲ ἀμελητὶ τοῦτο δεδράκασι. Ἐληλακότες δὲ σταδίους ὡσεὶ τριάκοντα, φησὶν, ὁρῶσι τὸν Ἰησοῦν περιπατοῦντα ἐν τῇ θαλάσσῃ, καὶ γεγόνασι περιδεεῖς, φάσμα τι νομίσαντες εἶναι τὸ ὁρώμενον.

Εἶτα προσπεφώνηκεν αὐτοῖς λέγων· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Ἔφη δὲ ὁ Πέτρος· «Εἰ σὺ εἶ, κέλευσόν με εἰσελθεῖν πρὸς σὲ ἐπὶ τοῦ ὕδατος.» Ὁ δὲ εἶπεν· «Ἐλθέ.» Καὶ καταπηδήσας τοῦ σκάφους, ἤρξατο τοῦ βαδίζειν· ὡς δὲ εἶδε, φησὶ, τὸν ἄνεμον καὶ τὸ κῦμα, ἐφοβήθη· ἀρξάμενος δὲ βαπτίζεσθαι, ἐφώνησε· «Κύριε, βοήθει μοι.» Ὁ δὲ σέσωκε μὲν κινδυνεύοντα, ᾐτιᾶτο δὲ πάλιν λέγων· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» Ὅτι δὲ κατὰ τὸν τοῦ πάθους καιρὸν, τῆς τῶν στρατιωτῶν σπείρας, καὶ τῶν ἀνοσίων ὑπηρετῶν ἐλθόντων συλλαβέσθαι τὸν Ἰησοῦν, πάντες ἀφέντες αὐτὸν ἔφυγον, ἠρνήσατο δὲ καὶ ὁ Πέτρος παιδίσκης μιᾶς θορυβούσης αὐτὸν, οὐκ ἀσυμφανές.

Εἶδες ὀλιγοπίστους ἔτι τοὺς μαθητάς· θαύμασον αὐτοὺς προσθήκην λαβόντας πίστεως παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. «Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἄχρις ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους.» Ἐπειδὴ δὲ γλωσσῶν ἐν εἴδει πυρίνων καταπεφοίτηκεν ἐπ᾽ αὐτοὺς ἡ ἐξ ὕψους δύναμις, τουτέστιν ἡ διὰ τοῦ ἁγίου Πνεύματος χάρις, τότε δὴ, τότε γεγόνασιν εὔτολμοι καὶ νεανικοὶ καὶ τῷ πνεύματι ζέοντες· ὥστε καὶ θανάτου καταφρονεῖν, καὶ μηδὲν ἡγεῖσθαι τὰ ἐπιόντα δεινὰ παρὰ τῶν ἀπίστων, καὶ σημείων δὲ τηνικαῦτα γεγόνασιν ἀποτελεσταί.

Ὅτι δὲ μέγα καὶ ἐξαίρετον τὸ ἀραρὸς ἐν πίστει, διαδείκνυσι λέγων ὁ Κύριος· «Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως,» τουτέστι θερμήν τε καὶ ζέουσαν (C f. 143 b), «ἐλέγετε ἂν τῇ συκαμίνῳ, Ἐκριζώθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν·» ὁ γὰρ ἐπὶ Χριστῷ πεποιθὼς, οὐκ ἰδίᾳ δυνάμει θαῤῥεῖ, ἀπονέμει δὲ μᾶλλον τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ. Ἔστιν οὖν ὁμολογουμένως παρ᾽ αὐτοῦ τελείωσις ἁπάντων ἐν ψυχαῖς ἀγαθῶν· δεῖ δὲ ὅμως ἑαυτοὺς παρασκευάσαι, δεκτικοὺς γίνεσθαι τῆς τοιαύτης χάριτος· εἰ γὰρ τὸ πεπηγὸς αὐτῷ, καὶ κατὰ γῆς ἐῤῥιζωμένον μετακινεῖ ἡ τῆς πίστεως δύναμις, καθ᾽ ὅλου φαίη τις ἂν, μηδὲν ἀκίνητον εἶναι οὕτως ὃ μὴ σαλεύσειεν ἡ πίστις, εἰ μετακινήσεως αὐτοῦ δεηθείη.

Ἐσείετο οὖν ἡ γῆ τῶν ἀποστόλων εὐχομένων, ὡς αἱ τῶν ἀποστόλων Πράξεις ἱστορήκασι. Δῆλον ὡς καὶ τοὐναντίον ἵστησι πίστις τὰ σαλευόμενα, οἷον καὶ ποταμίου ῥεύματος ὀξυτάτην φορὰν, καὶ δρόμον ἄπαυστον τῶν ἐν οὐρανῷ κινουμένων φωστήρων.— (B f. 162 b) Ἐκείνῳ μέντοι προσεκτέον ἀσφαλῶς, ὡς οὐ κενὴν ἔκπληξιν, οὐδὲ μάταιον θαῦμα κινεῖ ὁ Θεὸς, ἀλλὰ πόῤῥω ταῦτα τῆς θείας οὐσίας, τῆς ἀτύφου καὶ ἀκομπάστου καὶ πάντως ἀληθινῆς, πρὸς ὠφέλειαν δὲ πάντως καὶ σωτηρίαν τῶν ἀνθρώπων.

Ταῦτα δὲ λέγω πρὸς τὸ μηδένα ζητεῖν περὶ τῆς θείας δυνάμεως ἀνωφελεῖς εἰ τύχῃ κινήσεις στοιχείων, ἢ μεταθέσεις ὀρῶν ἢ φυτῶν· μηδὲ ἀσεβεῖν, ὡς τοῦ λόγου ψευδοῦς ὄντος εἰ μὴ ταῦτα οὕτως γένοιτο· μηδ᾽ αὖ περὶ τὴν πίστιν ἀσθένειαν νομίζειν εἰ μὴ ταῦτα ἰσχύει· ἀλλ᾽ ἔστω τὸ χρήσιμον τὸ πρὸς ὠφέλειαν ἀληθινὴν, καὶ ἡ δύναμις οὐκ ἀπολείψεται. <Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα;> (A f. 231 b, C f. 143 b) Ἐν τοῖς ἤδη παρῳχηκόσι πολὺς αὐτῷ καὶ μακρὸς συμπεπέρασται λόγος, τὰς τῆς εὐδοκιμήσεως καταδεικνύντι τρίβους, καὶ τῆς ἀνεπιπλήκτου ζωῆς ἐμφανίζοντι τὰ αὐχήματα· ἵνα δι᾽ αὐτῶν ἐρχόμενοι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐπὶ πολλῇ προθυμίᾳ βαδίζοντες, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσωμεν. Ἀλλ᾽ ἐπειδὴ πέφυκέ πως ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταφέρεσθαι εἰς φιλοδοξίαν, καὶ τὴν εἰς τοῦτο ῥοπὴν ἑτοιμότατα νοσεῖν· ἀφορμὴ δὲ τοῦ πάθους αὐτῷ γίνεται πολλάκις τὸ ἐπί τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ· παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημένον· καταφέρει γὰρ εἰς τοῦτο γνώμης ἔσθ᾽ ὅτε τινὰς ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που, καὶ ὀφείλειν αὐτοῖς τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν· ἵνα τῶν τοιούτων ἡμᾶς ἀπαλλάξῃ παθῶν, ὡς ἐν τάξει παραδείγματος τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ποιεῖται.

Διδάσκει γὰρ διὰ τούτων, ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν.

Οὐ γὰρ χάριν, φησὶν, ὁμολογήσει ὁ δεσπότης τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ᾽ αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι, κατά γε τὸ τῆς δουλείας πρέπον. Ἐνταῦθά μοι βλέπε καὶ εἰς φιλεργίαν ἀκονωμένους τοὺς μαθητὰς, ἤγουν ἅπαντας τοὺς ὑπὸ σκῆπτρα κειμένους τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οὐχ ὡς χάριν νέμοντας αὐτῷ τὴν δουλείαν, ἀλλ᾽ ὡς ὄφλημα κατατιθέντας τὸ πρέπον οἰκέταις, τὴν ὑποταγήν· ἀναιρεῖται δὲ διὰ τούτου, καὶ τῆς ἐπαράτου φιλοδοξίας ἡ νόσος· εἰ γὰρ ὀφειλόμενα ποιεῖς, τί μέγα φρονεῖς; οὐχ ὁρῶν ὡς μὴ πληρώσαντι μὲν τὸ ὀφειλόμενον, κίνδυνος· πληροῦντι δὲ, χάρις οὐδεμία.

Ὅπερ καλῶς συνεὶς καὶ μεμαθηκὼς ὁ θαυμάσιος οἰκέτης Παῦλος· «Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Καὶ πάλιν· «Ὀφειλέτης εἰμὶ, φησὶ, τοῦ κηρύγματος τῆς διδασκαλίας, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις.» Εἰ γέγονας τοίνυν εὐδόκιμος, καὶ τὰς θείας τετήρηκας ἐντολὰς, καὶ ὑπήκουσας τοῦ Δεσπότου, μὴ ἀπαίτει Θεὸν ὡς ὄφλημα τὰς τιμὰς, πρόσιθι δὲ μᾶλλον τὰ ἐκ φιλοτιμίας αἰτῶν· ἐννόησον ὅτι οἱ καθ᾽ ἡμᾶς δεσπόται οὐχ ὁμολογοῦσι χάριν, ὅταν τινὲς τῶν οἰκετῶν τὴν τεταγμένην αὐτοῖς ἀποπεραίνωσι θεραπείαν, ἐκ φιλοτιμίας δὲ πολλάκις τὰς τῶν γνησίων εὐνοίας ἀνακτώμενοι, ἁδροτέραν αὐτοῖς τὴν προθυμίαν τίκτουσιν. Οὕτω καὶ ὁ Θεὸς ἀπαιτεῖ μὲν ἡμᾶς τὴν δουλείαν, λόγῳ τῆς δεσποτείας χρώμενος· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλότιμος, καὶ γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται· ὑπερνήχεται δὲ τοὺς ἱδρῶτας τῶν ὑποζευγμένων, τῆς φιλοτιμίας τὸ μέγεθος. Καὶ πιστώσεται γράφων Παῦλος· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Καὶ οἰκέτας ὄντας, υἱοὺς ὀνομάζει, καὶ τῇ πρεπούσῃ τέκνοις τιμῇ στεφανοῖ. Ὅρα δὲ ὅτι πρῶτον τὴν ἑαυτοῦ σάρκα ἀρόσαντα, οὕτω χρὴ ἀλλήλους ποιμαίνειν. «

Ὃς γὰρ οἰκίας καλῶς οὐκ οἶδε προστῆναι, πῶς Ἐκκλησίας ἐπιμεληθήσεται;» <Ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες.> (A f. 232, C f. 143 b) Πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθίστησιν ὁ Σωτὴρ, καὶ διὰ τῆς θεοπρεποῦς μεγαλουργίας ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραήλ. Ἀλλ᾽ ἦν καὶ οὗτος σκληρός τε καὶ ἀπειθής. Εἶτα, ποῖος αὐτοῖς ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ τῆς κρίσεως, τὴν διὰ Χριστοῦ σωτηρίαν οὐκ ἀνασχομένοις λαβεῖν; καὶ μάλιστα, ὅτι αὐτήκοοι γεγόνασι τῶν παρ᾽ αὐτοῦ λόγων, καὶ θεωροὶ τῶν παραδόξων καὶ ὑπὲρ λόγων ἐνεργημάτων. Καὶ γοῦν ἔφη περὶ αὐτῶν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.» Καὶ πάλιν· «Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ καὶ ἑωράκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.» Ἀπόδειξις ἔσται σαφὴς ὧν ἔφην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις.

Οὗτοι γὰρ πόλεών τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι, κατὰ τὸν Μωϋσέως νόμον.—(A f. 232 b) Ταῦτα μὲν οὖν ἰκανῶς, ὡς οἶμαι, προείρηται· οἵ γε μὴν λεπροὶ ὑπαντήσαντες τῷ Σωτῆρι, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον.—(A f. 232 b) Οὐκ ἠλέει τις αὐτοὺς παθόντας τὴν νόσον· ὁ δὲ ταύτης ἕνεκα τῆς αἰτίας ὀφθεὶς ἐπὶ γῆς, καὶ γενόμενος ἅνθρωπος ἵνα πάντας ἐλεήσῃ, αὐτὸς ἐσπλαγχνίσθη καὶ ᾤκτειρεν. <Εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι.> (A f. 232 b, C f. 143 b) Καὶ διὰ τί μὴ μᾶλλον ἔφη· Θέλω, καθαρίσθητε, καθὰ καὶ ἐφ᾽ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον ἑαυτοὺς ἐπιδεῖξαι τοῖς ἱερεῦσι;

Νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους· ἐκέλευε γὰρ ἑαυτοὺς ἐπιδεικνύειν τοῖς ἱερεῦσιν, καὶ θυσίαν προσάγειν ὑπὲρ τοῦ καθαρισμοῦ. Ὡς οὖν ἤδη τεθεραπευμένους βαδίζειν ἐκέλευσε, καὶ τρόπον τινὰ διαμαρτύρασθαι τοὺς ἱερέας, ἤτοι τοὺς Ἰουδαίων καθηγητὰς, τοὺς ἀεὶ βασκαίνοντας αὐτοῦ τῇ δόξῃ, ὅτι παρ᾽ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, κατανεύσαντος αὐτοῖς τὴν ἴασιν τοῦ Χριστοῦ. Οὐκ ἐθεράπευσε πρῶτον, ἀλλ᾽ ἔπεμψε πρὸς τοὺς ἱερέας, ἐπειδὴ οἱ ἱερεῖς τὰ τεκμήρια ᾔδεισαν τῆς λέπρας, καὶ τοῦ πότε θεραπεύεται· ἔπεμψε πρὸς τοὺς ἱερέας, συνέπεμψε αὐτοῖς καὶ τὴν θεραπείαν. Περὶ τούτων μέντοι καὶ τίς ὁ νόμος τῆς λέπρας, καὶ τίνα τὰ ὑπὲρ τοῦ καθαρισμοῦ, καὶ τί ἕκαστον τῶν νενομοθετημένων ἐβούλετο, ἐντελέστερον ἐν ἀρχῇ τῶν παρὰ τῷ Λουκᾷ θαυμάτων τοῦ Σωτῆρος, ἔνθα ὁ λεπρὸς τεθεράπευται, διεξήλθομεν. Κἀκεῖσε παραπέμψαντες τοὺς φιλομαθεῖς, ἐπὶ τὰ ἑξῆς ἴωμεν. Καὶ οἱ μὲν ἐννέα, ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχάριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ· ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραήλ.

Ὁ δὲ ἀλλογενὴς, τουτέστιν, ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίας κατάγειν τὸ γένος ἀλλογενὴς (οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας), ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζειν τὸν Θεόν· δεικνύει οὖν ὅτι Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ καὶ εὐεργητούμενοι ἀχαριστοῦσιν. <Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ.> (A f. 232 b, B f. 164, C f. 144) Ὅτι ἥξει κατὰ καιροὺς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὁ Κύριος, προεκήρυττον οἱ προφῆται, καὶ τετέλεσται· ἐπέφανε γὰρ τοῖς ἐπὶ γῆς, μορφὴν δούλου λαβὼν, ὢν δὲ καὶ οὕτως ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ.

Τοιοῦτον γὰρ ἡμῖν αὐτὸν ἡ τῶν ἀποτελεσμάτων ἔδειξε λαμπρότης. Ἀλλ᾽ οὐ πεπίστευκας εἰς αὐτὸν, ἀσύνετε Φαρισαῖε, οὐ παραδέξω τὴν παρ᾽ αὐτοῦ δικαίωσιν. Εἶτα πῶς ἐρωτᾷς πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ; Διαγελᾷ τοιγαροῦν τὸ σεπτὸν οὕτω καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Σωτὴρ ἐν τοῖς πρὸς ἅπαντας λόγοις, διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶνται οἱ τάλανες· ἢ τάχα που καὶ εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ, ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευμένος εἰς τοῦτο, κατειρωνεύονται καί φασι· «Πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ;» ἀντὶ τοῦ, Πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; Δείκνυσι πάλιν τὸ ἀνεξίκακον καὶ τὸ ἀπαράβλητον εἰς φιλανθρωπίαν· λοιδορούμενος γὰρ, οὐκ ἀντελοιδόρει· πάσχων, οὐκ ἠπείλει. Οὐκοῦν ἐντόμως μὲν οὐκ ἐλέγχει, πονηροὺς δὲ ὄντας, ἀποκρίσεως τοῖς ἐπερωτηθεῖσιν οἰκείας οὐκ ἀξιοῖ· πλὴν ἐκεῖνο μόνον, φησὶν, εἰς ὄνησιν ἀνθρώπου παντός· «Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν·» οὐκ ἔρχεται μετὰ παρατηρήσεως.

Μὴ γὰρ δὴ χρόνους ἐρωτᾶτε, φησὶ, καθ᾽ οὓς ἐπιλάμψει πάλιν, ἤγουν ὁ καιρὸς ἐνστήσεται τῆς τῶν οὐρανῶν βασιλείας, σπουδάσατε δὲ μᾶλλον τυχεῖν αὐτῆς· ἐντὸς γὰρ ὑμῶν ἐστι· τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι καὶ ἐν ἐξουσίᾳ κεῖται τὸ λαβεῖν αὐτήν· ἔξεστι γὰρ ἀνθρώπῳ παντὶ, τὴν εἰς τὸν Χριστὸν δικαίωσιν τὴν διὰ πίστεως δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν. Ἐνεργείᾳ μὲν γὰρ ἐκτός ἐστιν, ἀφ᾽ ὧν ἐξίασιν ἐκ τῆς καρδίας διαλογισμοὶ πονηροί· δυνάμει δὲ ἐντὸς πάντων. Ὅτι γὰρ καὶ τῶν Φαρισαίων ἐντὸς ἦν ἡ βασιλεία τοῦ Θεοῦ, ἀγνοούντων καὶ οἰομένων χρόνῳ τινὶ αὐτὴν εἰς τόπον ἔξωθεν ἔρχεσθαι, Ἰωάννης δείκνυσι λέγων· «Μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,» περὶ Χριστοῦ λέγων. <Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. (A f. 233, C f. 141) Ταῦτα λέγων, ἑτοίμους εἶναι αὐτοὺς βούλεται πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεφυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονήν· ἵνα εὐδόκιμοι γεγονότες, εἰσελάσαι δυνηθῶσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν.

Προαπαγγέλλει τοίνυν, ὅτι πρὸ τῆς ἐξ οὐρανῶν ἀφίξεως τῆς ἐσομένης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, θλῖψις προσελάσει καὶ διωγμὸς, ὥστε μίαν ἡμέραν αὐτοῦ ἰδεῖν ἐπιθυμῆσαι, τουτέστι τὴν ἐν τῷ καιρῷ τοῦ συνδιατρίβειν ἔτι καὶ συνδιαιτᾶσθαι Χριστῷ· καί τοι πλείστη τις ἦν ἡ κατ᾽ αὐτοῦ γενομένη τῶν Ἰουδαίων ἐξιτηλία· λίθοις γὰρ ἔβαλλον αὐτὸν, ἐδίωξαν οὐχ ἅπαξ ἀλλὰ πλειστάκις· ἦγον ἕως ὀφρύος τοῦ ὄρους, ἵνα κατακρημνίσωσιν αὐτόν· λοιδορίαις λελυπήκασι καὶ συκοφαντίαις, καὶ οὐδεὶς ἦν τρόπος σκαιότητος τοῖς Ἰουδαίοις ἀνεπιτήδευτος· πῶς οὖν ἐπιθυμήσειν εἶπε τοὺς μαθητὰς μίαν ἡμέραν ἰδεῖν αὐτοῦ; Ἀντιπαραθέσει γὰρ τῶν ὑπερκειμένων κακῶν, αἱρετά πώς εἰσι τὰ ἐλάττονα· μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. <Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ᾽ οὐρανόν, κ.τ.λ.> (A f. 233 b, B f. 264 b, C f. 144) Πλὴν ὅτι καταβήσεται μὲν ἐξ οὐρανοῦ, οὐκ ἀσήμως δὲ ἢ ἀσυμφανῶς, ἀλλ᾽ ἐν δόξῃ τῇ θεοπρεπεῖ, καὶ φῶς ἀπρόσιτον οἰκῶν, διαμεμήνυκε λέγων, ὡς ἀστραπὴν ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. Ἐγεννήθη μὲν γὰρ κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐφ᾽ ἡμῖν ἀποπληρώσων οἰκονομίαν· καὶ κεκένωκε διὰ τοῦτο, καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ ἦν οὐκ ἐν δόξῃ θεότητος ἐμφανῶς· ἐκάλει γὰρ εἰς τοῦτο καιρὸς, καὶ τῆς οἰκονομίας ἡ χρεία.

Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῷ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν οὐκ ἐν ὑφέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ μικροπρεπείᾳ, ἀλλ᾽ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ, καὶ οὐ λεληθότως. Καὶ οὐδενὶ πιστευτέον λέγοντι· «Ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ.» Ὑποψίαν ἑτέραν τῆς τῶν μαθητῶν ὑποκείρει καρδίας· ᾤοντο γὰρ ὅτι περινοστήσας τὴν Ἰουδαίαν, εἶτα γεγονὼς ἐν τοῖς Ἱεροσολύμοις, εὐθὺς ἀναδείξει τὴν τοῦ Θεοῦ βασιλείαν· καὶ γοῦν προσιόντες, ἔφασκον· «Εἰ ἐν τῷ χρόνῳ τούτῳ, Κύριε, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;» Ἀλλὰ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου τοῦτο γενέσθαι προσδοκήσασα, προσῄει περὶ καθέδρας ἀξιοῦσα. Οὐκοῦν ἵν᾽ εἰδεῖεν ὅτι δεῖ πρῶτον αὐτὸν τὸ σωτήριον ὑποστῆναι πάθος, καὶ καταργῆσαι θάνατον τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καταργῆσαι δὲ καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, εἶθ᾽ οὕτως ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιλάμψαι τε κατὰ καιροὺς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, φησὶν ὅτι πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν.

Ὅτι δὴ ἀδοκήτως, καὶ οἷον εἰδότος οὐδενὸς, ἐπιλάμψει, καὶ τὸ τοῦ παρόντος αἰῶνος ἀφίξεται πέρας, οὕτω φησὶν ἔσεσθαι τὴν συντέλειαν, ὡς γέγονεν ἐν ἡμέραις Νῶε καὶ Λώτ.—(B f. 165) Ἐτρύφων γὰρ, φησὶν, ἀμερίμνως, ἤσθιον, ἔπινον, ἐπώλουν, ἠγόραζον, ᾠκοδόμουν. Ἀλλὰ τοὺς μὲν ὑδάτων ἀπώλεσε φορὰ, οἱ δὲ γεγόνασι θείου πυρὸς ἔργον καὶ τροφή. Τί οὖν ἐντεῦθεν τὸ δηλούμενον; Βούλεται ἠμᾶς ἐγρηγορέναι διὰ παντὸς, καὶ ἑτοίμους εἶναι πρὸς ἀπολογίαν τὴν ἐπὶ τοῦ θείου βήματος. <Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, κ.τ.λ.> (A f. 235) Ἀλογῆσαι προστάττει παντὸς ἐπιγείου καὶ προσκαίρου πράγματος, καὶ εἰς ἕνα βλέψαι σκοπὸν τὸν ἐπί γε τῷ δεῖν ἕκαστον διασῶσαι τὴν ἑαυτοῦ ψυχήν. Ὃς ἂν τοίνυν ᾖ, φησὶν, ἐπὶ τοῦ δώματος, μὴ καταβήτω ἐν τῇ οἰκίᾳ ἆραι τὰ σκεύη αὐτοῦ. Ἔοικε δὲ διὰ τούτων, τὸν ἐν ἀναπαύσει, καὶ πλούτῳ, καὶ περιφανείαις κοσμικαῖς βούλεσθαι δηλοῦν· ἀεὶ γάρ πως οἱ ἐν δώμασιν ἑστηκότες, ἀπόβλεπτοι γίνονται τοῖς τὴν οἰκίαν περιεστηκόσιν. Εἴ τις τοίνυν τοιοῦτός ἐστι, φησὶ, μηδένα ποιείσθω λόγον, κατ᾽ ἐκεῖνο καιροῦ, τῶν ἐναποκειμένων τῇ οἰκίᾳ σκευῶν· ἄχρηστα γὰρ ταῦτα καὶ ἀσυντελῆ πρὸς ὄνησιν αὐτῷ. «Οὐ γὰρ ὠφελοῦσι θησαυροὶ ἀνόμους,» κατὰ τὸ γεγραμμένον, «δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου.»

Ἀλλὰ κἂν εἴ τις ᾖ, φησὶν, ἐν ἀγρῷ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· τουτέστιν, εἰ εὑρίσκοιτό τις ἐν φιλεργίαις ὑπάρχων καὶ πόνοις, καὶ πνευματικῆς εὐκαρπίας ἐπιμελητὴς, καὶ τοὺς ἐξ ἱδρώτων ἀγαθῶν συλλέγων μισθοὺς, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· ὡς γὰρ αὐτός που πάλιν ἔφη Χριστὸς, «Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Χρὴ γὰρ ἔχεσθαι τῶν ἱερῶν σπουδασμάτων ἀμεταστρέπτοις ὁρμαῖς, ἵνα μὴ τοῦτο πάθωμεν ὃ δὴ καὶ συνέβη παθεῖν τὴν ἐν Σοδόμοις γυναῖκα, ἣν δὲ καὶ λαβὼν εἰς παράδειγμα, φησί· «Μνημονεύετε τῆς γυναικὸς Λώτ·» ἐξελθοῦσα γὰρ ἀπὸ Σοδόμων, εἶθ᾽ ὑπονοστήσασα, στήλη [cod.> U(PONOSTH́LH] GÉGONEN A(LÒS, TOUTÉSTIN A)PEMWRÁNQH KAÌ A)PELIQẂQH. *DEÎ DH̀ οὖν ἀντέχεσθαι νεανικῶς τοῦ προτεθέντος σκοποῦ. <Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν.> (A f. 235, C f. 144 b, D f. 58 b) Πῶς ἀπόλλυσί τις ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ, ἢ κατὰ τίνα τρόπον ὁ διασῶσαι νομίσας, ἀπόλλυσιν αὐτὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος, περὶ μὲν τῶν ἁγίων· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οἱ γὰρ ὄντως γεγονότες γνήσιοι τῷ ἡμῶν Σωτῆρι Χριστῷ, τὴν ἑαυτῶν σταυροῦσι σάρκα, τουτέστι θανατοῦσι· πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ὁμιλοῦντες ἀγῶσι, καὶ κατανεκροῦντες αὐτῆς τὸ φρόνημα.

Γέγραπται γάρ· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν.» Ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχήν· οἵ γε μὴν τὸν φιλήδονον ἀγαπῶντες βίον, τάχα που τὴν ἑαυτῶν οἴονται κτᾶσθαι ψυχήν· ἀπολλύουσι δὲ πάντως αὐτήν. «Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Ἀπολέσας δέ τις καὶ ἑτέρως τὴν ἑαυτοῦ ψυχὴν, διασώσει πάντως αὐτήν· τοῦτο πεπράχασιν οἱ μακάριοι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, οἷά τινα στέφανον, ταῖς ἑαυτῶν ἀνάψαντες κεφαλαῖς. Οἵ γε μὴν ἐξ ἀνάνδρου ψυχῆς καὶ γνώμης ἀρνησάμενοι τὴν πίστιν, καὶ τὸν παραυτίκα τῆς σαρκὸς διαφυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοιχήσονται γὰρ εἰς ᾅδου, τῆς κακανδρίας ὑφέξονται δίκας. <Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.> (A f. 235 b, B f. 166 b, C f. 144 b, D f. 58 b) Νύκτα γε μὴν ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν, διά τοι, καθάπερ ἡγοῦμαι, τὸ ἀσυμφανὲς καὶ ἀπροσδόκητον τῆς αὐτοῦ παρουσίας. Διὰ δὲ τῶν δύο τῶν ἐπὶ κλίνης ὄντων μιᾶς, ἔοικεν ὑπαινίττεσθαι τοὺς ἐν ἀναπαύσει καὶ πλούτῳ, καὶ ἰσομοιροῦντας ἀλλήλοις, κατά γε, φημὶ, τὸ ἐν εὐπαθείαις εἶναι κοσμικαῖς· κλίνη γὰρ, ἀναπαύσεως σύμβολον.

Ἀλλ᾽ εἶς ἐξ αὐτῶν, φησὶ, παραληφθήσεται, καὶ εἷς ἀφίεται· πῶς ἢ τίνα τρόπον; οὐ γὰρ πάντες οἱ ἐν πλούτῳ καὶ ἀναπαύσει γεγονότες τῇ κατὰ τόνδε τὸν βίον, πονηροὶ γεγόνασι καὶ ἀμείλικτοι. Τί γάρ; Εἰ πλούσιος μὲν ἔστι τις, χρηστὸς δὲ καὶ φιλοικτείρμων καὶ τὴν πίστιν ὀρθὸς, οὗτος παραλαμβάνεται· ὅ γε μὴν ἕτερος, ὡς μὴ γεγονὼς τοιοῦτος, ἀφεθήσεται. Διὰ δὲ τῶν ἀληθουσῶν, ἔοικε τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· ἀλλὰ καὶ ἐπ᾽ αὐτῶν δὴ τούτων, φησὶ, πολλή τίς ἐστι διαφορά· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας φορτίον γενναίως φέροντες, σωφρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραληφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, δεινοὶ δὲ μᾶλλον πρὸς κακουργίας, καὶ ἀπάσης φαυλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται, τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ Ἔσται τοίνυν καὶ ἐπ᾽ αὐτοῖς πλείστη τις καὶ ἀκριβὴς τῶν τρόπων ἡ δοκιμασία· καὶ ὁ μὲν χρηστὸς παραληφθήσεται· ὅ γε μὲν οὐ τοιοῦτος ἀφεθήσεται.—(A f. 235 b) Εἰπόντος γε μὴν τὸ παραληφθήσεται, χρησίμως καὶ ἀναγκαίως διερωτῶσιν οἱ μαθηταί· «Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.»—(B f. 167, D f. 58 b) Καὶ τί δὲ τοῦτό ἐστιν; Ἀπὸ κοινοῦ καὶ ἐμφανεστάτου πράγματος, μέγα καὶ βαθὺ μυστήριον ὑπαινίττεται. Καὶ ποῖον τοῦτό ἐστι;

Καταβήσεται μὲν γὰρ ἐξ οὐρανῶν, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ἀλλ᾽ αὐτὸς, φησὶν, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐκλέξουσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους καὶ ἁγίους, καὶ προσοίσουσιν αὐτῷ· τούς γε μὴν ἑτέρους ἀφιᾶσιν ἐν γῇ, κολασθησομένους δηλονότι. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος ὑποδηλοῖ γράφων· «Λέγω γὰρ ὑμῖν, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλ᾽ αὐτὸς σαλπίσει, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ· καὶ ἡμεῖς οἱ ζῶντες, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ὥσπερ οὖν σώματος κειμένου νεκροῦ, τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ᾽ αὐτὸ συντρέχει, οὕτως ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ τὰ ὑψηλὰ πετόμενοι, καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ᾽ αὐτὸν συνδραμοῦνται.