Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η μετάνοια του Ζακχαίου, η παραβολή των μνών και η θριαμβευτική είσοδος

Η μετάνοια του αρχιτελώνου Ζακχαίου, η διανομή των ταλάντων και η ευθύνη της καρποφορίας, η είσοδος του Κυρίου στα Ιεροσόλυμα, ο θρήνος για την πόλη και η εκδίωξη των εμπόρων από τον ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 17 από 22

ΚΕΦΑΛ. ΙΘʹ. <Ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος.> (A f. 252, B f. 173, C f. 146 b, D f. 62) Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐν ἐπιτάσει τε πολλῇ παρ᾽ αὐτῷ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπός· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ταύτην δὲ καὶ εἰδωλολατρείαν ὀνομάζει ὁ Παῦλος, ὡς τάχα πρέπουσαν μόνοις τοῖς οὐκ εἰδόσι Θεόν. Ταύτῃτοι καὶ μάλα εἰκότως παῤῥησίαν ἀναιδῆ τοῖς προσώποις ἐνδύσαντας τοὺς τελώνας, πόρναις συντέταχεν ὁ Κύριος, οὕτω λέγων τοῖς Ἰουδαίων καθηγηταῖς· «Αἱ πόρναι καὶ οἱ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἀλλ᾽ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακχαῖος, ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. Ὁποία δὲ γέγονε τῷ Ζακχαίῳ τῆς ἐπιστροφῆς ἡ ὁδὸς, φέρε ἴδωμεν.—(B f. 173 b) Ἐπεθύμησεν ἰδεῖν τὸν Ἰησοῦν· ἐβλάστησε γὰρ ἐν αὐτῷ σπέρμα σωτηρίας. Τεθέαται τοῦτο Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς· ἀναβλέψας οὖν εἶδεν αὐτὸν καὶ τοῖς τῆς ἀνθρωπότητος· καὶ ἐπειδὴ σκοπὸς ἦν αὐτῷ πάντας ἀνθρώπους σωθῆναι, προτείνει τὴν ἡμερότητα· καὶ παραθαῤῥύνων αὐτὸν λέγει· «Σπεύσας κατάβηθι·» ἐζήτει γὰρ αὐτὸν θεάσασθαι, καὶ ἐκώλυεν αὐτὸν ὁ ὄχλος, οὐ τοσοῦτον ὁ τῶν ἀνθρώπων, ὅσον ὁ τῶν ἁμαρτημάτων.

Ἦν δὲ καὶ μικρὸς τὴν ἡλικίαν οὐ μόνον τὴν σωματικὴν, ἀλλὰ καὶ τὴν πνευματικήν· καὶ οὐκ ἄλλως ἠδυνήθη ἰδεῖν αὐτὸν, εἰ μὴ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἀνέβη ἐπὶ τὴν συκομωραίαν, δι᾽ ἧς ἔμελλε διελθεῖν ὁ Χριστός.

Ἔχει δὲ αἴνιγμα ὁ λόγος. Οὐκ ἄλλως γὰρ δύναταί τις ἰδεῖν τὸν Χριστὸν, καὶ πιστεῦσαι εἰς αὐτὸν, εἰ μὴ ἐπὶ τὴν συκομωραίαν ἀρθῇ, μωράνας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. Ἔμελλε δὲ, φησὶν, ὁ Χριστὸς διὰ τῆς συκομωραίας διέρχεσθαι· τὴν γὰρ νομικὴν ὁδεύσας πολιτείαν, ὅ ἐστι συκῆν, τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο, ὅ ἐστι τὸν σταυρὸν καὶ τὸν θάνατον. Καὶ πᾶς ὃς αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ τῇ τοῦ Χριστοῦ πολιτείᾳ, σώζεται, συνετῶς τὸν νόμον ἐργαζόμενος, ὅς ἐστι συκῆ μὴ ποιοῦσα σῦκα ἀλλὰ μῶρα· μωρία γὰρ τοῖς Ἰουδαίοις φαίνεται ἡ κεκρυμμένη τοῖς πιστοῖς ἐργασία, ἐν περιτομῇ κακίας, καὶ ἀργίᾳ φαύλης πράξεως· μὴ μέντοι αἰσθητῶς ἀκροβυστίαν περιτεμόντων, καὶ τηρούντων τὸ Σάββατον.

Ἔγνω τοίνυν αὐτὸν ἕτοιμον εἰς ὑπακοὴν, καὶ θερμὸν εἰς πίστιν, καὶ εὐμετάβλητον ἀπὸ κακίας εἰς ἀρετήν· διὸ καὶ καλεῖ, καὶ ἄπεισι κερδήσων αὐτόν· ὁ δὲ «σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων,» οὐ μόνον ὅτι εἶδεν αὐτὸν ὡς ἐζήτει, ἀλλ᾽ ὅτι καὶ ἐκλήθη παρ᾽ αὐτοῦ, καὶ ὅτι ὑπεδέξατο αὐτὸν, ὡς οὐκ ἄν ποτε προσεδόκησεν. <Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.> (A f. 252 b, B f. 174) Πρόγνωσις αὕτη θεία, εὖ γὰρ ἠπίστατο τὸ ἐσόμενον· εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ βιοῦν ἑλέσθαι ἁγίως· καὶ μετέθηκεν εἰς εὐσέβειαν· ὑπεδέξατο γὰρ, φησὶ, τὸν Ἰησοῦν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα· ἀλλ᾽ ἴσως ἐκεῖνο φαίη τις ἂν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· Αὐλίζῃ παρὰ Ζακχαίῳ καὶ παρὰ τῷ τελωνῶν ἡγουμένῳ, ὃς οὔπω τοὺς τῆς φιλοκερδείας ἀπενίψατο τρόπους;

Ναὶ, φησίν· οἶδα τοῦτο, Θεὸς ὢν φύσει, καὶ τὰς ἑκάστου τῶν ἐπὶ τῆς γῆς ἐποπτεύων ὁδοὺς, καὶ πρὸς τούτοις ἔχων τῶν ἐσομένων τὴν γνῶσιν· κέκληκα πρὸς μετάγνωσιν, πρόθυμον ὄντα πρὸς τοῦτο. <Τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς.> (A f. 252 b) Ὁρᾷς πῶς ὁ τελωνῶν ἡγούμενος, ὁ φιλάργυρος, εὐθὺς ἐλεήμων καὶ φιλοπτωχίας γέγονε ἐραστὴς, διανέμειν ἐπαγγελλόμενος τοῖς ἐνδεέσι τὸν πλοῦτον, καὶ τοῖς ἠδικημένοις ἀπολογούμενος, κατὰ τὸν νόμον τὸν τέσσαρα πρόβατα ἀνθ᾽ ἑνὸς ἐκτίσειν κελεύοντα, κατὰ τὴν τοῦ Δαβὶδ κρίσιν περὶ τοῦ τὴν ἀμνάδα λεχθέντος ἀπεστερηκέναι τοῦ πτωχοῦ. «Καὶ τὴν ἀμνάδα γὰρ, φησὶ, ἀποτίσει τετραπλασίονα.» <Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο.> (A f. 254) Ἔνθα γὰρ ἂν εἰσβάλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία· οὐκ εἰς ἀναβολὰς δὲ οὐδὲ ἐπαγγελίας, ἀλλὰ σήμερον τῷ Ζακχαίῳ τὴν σωτηρίαν ὁ Χριστὸς εὐαγγελίζεται· ἐπειδὴ καὶ αὐτὸς αὐτίκα πεποίηκεν ἃ ἐπηγγείλατο. Οὐ γὰρ εἶπεν· Δώσω τὰ ἡμίση, καὶ τοῖς ἀδικηθεῖσιν ἀποδώσω τετραπλοῦν· ἤκουσε γὰρ τοῦ Σολομῶντος· «Μὴ εἴπῃς· Ἐπάνηκε, καὶ αὔριον δώσω·» ἀλλ᾽, «Ἰδοὺ, φησὶ, δίδωμι καὶ ἀποδίδωμι.» Διὸ καὶ ὁ Χριστός· Σήμερον, φησὶ, δίδως, σήμερόν σοι καὶ ἡ σωτηρία.

Ἔδει τοίνυν τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως· ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τῷ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο ὁ Θεός. <Προσθεὶς εἶπε παραβολήν· Ἄνθρωπός τις εὐγενὴς, κ.τ.λ.> (B f. 255) Διὰ τῆς ἐν χερσὶ δὲ παραβολῆς, ὁμοῦ καὶ τὴν προτέραν εἰς ἀνθρώπους ἄφιξιν ἑαυτοῦ, καὶ τὴν ἐνθένδε ἀποδημίαν, τήν τε μετὰ ταῦτα τῆς βασιλείας ὑποδοχὴν, καὶ τὴν ἐπὶ τούτοις ἐπ᾽ ἀγαθαῖς ἐλπίσι προσδοκωμένην ἡμῖν δευτέραν αὐτοῦ θεοφάνειαν, αἰνίττεται καὶ ὡς κατ᾽ ἐκεῖνο καιροῦ, τῶν μὲν ἀξίων αὐτοῦ βασιλεύσει, κοινωνοὺς αὐτοὺς τῶν ἀγαθῶν καὶ δὴ καὶ τῆς βασιλείας ποιησάμενος· τῶν δὲ ἐπὶ τοῦ παρόντος βίου τὸ κήρυγμα παραιτησαμένων, ἐν ἐχθρῶν τε χώρᾳ καὶ πολεμίων ἑαυτοὺς καταλεξάντων κριτὴς ἔσται ἀπαραίτητος. Ταῦτα δ᾽ ἐν παραβολῆς ἐθέσπιζε τρόπῳ, σαφῶς διδάσκων, ὅτι μήπω τότε ταῦτ᾽ ἐξέφαινεν ἀνθρώποις συνὼν, ὁ τῆς αὐτοῦ βασιλείας ἐνειστήκει καιρός.

Ἔλεγε δ᾽ οὖν ταῦτα καὶ παρεδίδου, ἐν Ἱεριχοῖ μὲν ποιούμενος τὰς διατριβὰς, ὁρμῶν δὲ λοιπὸν ἐπὶ τὰ Ἱεροσόλυμα· καὶ ἔλεγεν ἀναγκαίως· ἐπειδὴ πολὺς ἦν ὁ περὶ αὐτοῦ παρὰ τοῖς πᾶσι λόγος, ὡς αὐτίκα τότε μέλλοντος ἐν τοῖς Ἱεροσολύμοις τὴν διὰ τῶν προφητῶν ἀνακεκηρυγμένην αὐτοῦ βασιλείαν παραλήψεσθαι· ἧς ὑπονοίας μυρία τοῖς πολλοῖς ἐγίνετο αἴτια, τὰ πρὸς αὐτοῦ δρώμενα θαύματα, αἵ τε παράδοξοι δυνάμεις, δι᾽ ὧν τοὺς θεωμένους ἔπειθεν ἀραρότως, αὐτὸν εἶναι ἡγεῖσθαι τὸν ἐκ πατέρων αὐτοῖς κατηγγελμένον καὶ προσδοκώμενον Χριστόν. Ἐπειδὴ τοίνυν ἤδη παρεῖναι τῆς αὐτοῦ βασιλείας τὸν καιρὸν ὑπελάμβανον, ἀναγκαίως τοὺς τοῦτο νομίζοντας διωρθοῦτο τῆς ψευδοῦς δόξης. (A f. 255 b, B f. 175 b) Ὅπερ οὖν ἔφημεν, καταγράφει τῆς παραβολῆς ὁ σκοπὸς ὅλην ὡς ἐν βραχέσι τῆς ἐφ᾽ ἡμῖν γενομένης οἰκονομίας τὴν δύναμιν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὰ ἀπ᾽ ἀρχῆς ἄχρι τέλους. Γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος· κεχρημάτικε δὲ διὰ τοῦτο δοῦλος· ἀλλ᾽ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν· ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν, ὁ οὐρανός· ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. Πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς, ἄνεισι πρὸς αὐτὸν ληψόμενος βασιλείαν;

Δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ· ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. <Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς.> (A f. 255 b, B f. 275 b, C f. 147) Διανέμει γὰρ ὁ Σωτὴρ τοῖς πιστεύσασιν εἰς αὐτὸν, τὴν τῶν θείων χαρισμάτων διαφοράν· τοῦτο γὰρ εἶναί φαμεν τὰς δέκα μνᾶς. Πλὴν πολλὴ τούτων ἡ διαφορὰ πρὸς ἐκείνους, οἳ καὶ ὅλως ἠρνήσαντο τὴν βασιλείαν αὐτοῦ· οἱ μὲν γὰρ ἀνταίρουσιν, οἱ δὲ τῆς ἐπ᾽ αὐτῷ δουλείας φέρουσι τὸ καύχημα. Οὐκοῦν ὡς οἰκέται γνήσιοι τὸν Δεσποτικὸν ἐθαῤῥήθησαν πλοῦτον, ἵνα τι προσεργασάμενοι, τοὺς τῇ γνησιότητι πρέποντας ἐπαίνους κερδάνωσι. Ἀλλ᾽ οἱ πολῖται αὐτοῦ, φησὶν, ἐμίσουν αὐτόν· τοῦτο τοῖς Ἰουδαίοις ὠνείδισεν ὁ Χριστός· «Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.» Αὐτοὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ᾽ αὐτοὺς βασιλεῦσαι· καίτοι Ζαχαρίου τοῦ προφήτου βοῶντος· «Χαῖρε σφόδρα, θύγατερ Σιών· ὅτι ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων.» Καὶ Ἡσαΐας δὲ ὁμοίως. «Ἰδοὺ δὴ, φησὶ, βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.»

Ναὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἠρνήσαντο τοίνυν τὴν βασιλείαν αὐτοῦ, φάσκοντες Πιλάτῳ· «Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.» <Ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν.> (A f. 256) Ὑποστρέψαντος τοίνυν μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, ἐπαίνων τεύξονται, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσουσιν οἱ τοῦ λόγου διάκονοι.

Δεκαπλασιάσαντες γὰρ, ἤγουν πενταπλασιάσαντες τὸ τάλαντον διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἢ πέντε γενήσονται· τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνον, ἀλλὰ καὶ ἑτέρων ἔτι πολλῶν. [A f. 257, B f. 175 b] Διανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις, κατά γε τὴν ἐν Εὐαγγελίοις παραβολήν. Οὐκοῦν ἁπλώσατε τὰς καρδίας, καὶ ὑποδέξασθε χαίροντες· δόκιμοι γένεσθε τραπεζῖται· ἐμπορεύσασθε τὸ δοθὲν, ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις.

Μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα, καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ. Καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; Οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἴδωμεν δὲ τοῦτο, καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων. Ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; «Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα πέντε.» Ὁρᾷς ὅσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; Καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Τί τούτου τὸ μεῖζον εἰς δύναμιν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; Ἔπαινοι παρὰ Χριστοῦ, καὶ ψῆφος Δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς.

Μὴ γὰρ τῷ Δεσπότῃ τὸ κέρδος προσήνεγκε; Μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ᾽ ἑαυτόν; Αὐτός ἐστι τὸ πάντων πλήρωμα, καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησὶν, «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Ἀλλ᾽ ὅταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστός· πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν. Καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα· ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων· νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· εἶτα λεγούσης ἐκείνης, Ὅτε ἔλθῃ Μεσσίας, ἀπαγγελεῖ ἡμῖν πάντα, ἑαυτὸν ἐμφανῆ κατέστησε, λέγων· «Ἐγώ εἰμι ὁ λαλῶν σοι.» Καὶ τὸ μὲν γύναιον, δρόμῳ συντείνεται, καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν. Εἰδὼς δὲ Χριστὸς ὅτι πολλοὶ πιστεύσουσιν ἐπ᾽ αὐτὸν, τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν, τῶν ἀπολωλότων ἡ σωτηρία.

Ὁ μὲν οὖν γνήσιος οἰκέτης, (ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπὸν), τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον· εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου. Ὁ δέ γε λαβὼν τὸ [ἓν] τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. Φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ᾽ ἀγαθοῖς δηλονότι σπουδάσμασι· μὴ εἰς ἀργίαν, τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. Φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός· «Ἱερεὺς λαλησάτω εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Τί δὲ, εἰ ὁ μὲν διδάσκων, τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ᾽ ἐπικροτήσαντες μόνον, καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων;

Ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; Εἶτα, ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ, ὅταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον, καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; Κατακριθήσεται γὰρ μᾶλλον, ὡς ἔστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ, καὶ ἀπολυπλασίαστον ἔχων, προσεκόμιζε λέγων· «Κύριε, ἴδε ἔχεις τὸ σόν.» Ἆρ᾽ οὖν ἐπῄνεται καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον ὡς ὀκνηρός; «Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.» Οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, ἀπόθεσθε εἰς νοῦν τὸ δοθὲν, καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε· εὖ εἰδότες, ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων, ἐγχωννύμενα μὲν ταῖς βώλοις, καρποφορεῖ· τὰ δὲ ἀκατάχωστα διαρπάζεται. (A f. 257 b) Ἐρεῖ καὶ ὑμῖν ὁ χρήσας τὰ τάλαντα· Εἰ γὰρ αὐστηρός εἰμι, φησὶ, θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, (τοῦτο γάρ ἐστιν ἡ μνᾶ) δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ;

Ἐγὼ γὰρ ἐλθὼν, ἔπραξα ἂν, τουτέστιν ἀπῄτησα, τὸ ἐμὸν σὺν τόκῳ Τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον· ἔργον δὲ ἰσχύος τῆς παρὰ Θεοῦ, τὸ καλεῖν εἰς εὐπείθειαν τοὺς ἀκροωμένους καὶ εὔκαρπον αὐτῶν ἀποφαίνειν τὸν νοῦν.—(A f. 258 b) Ὁ μὲν ὀκνηρὸς οἰκέτης νεκρὸν θεὶς τὸ χάρισμα καὶ μὴ ἐπεργασάμενος, γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος· οἱ δὲ τὴν ἀμείνω βαδίσαντες ὁδὸν, ἐν προσθήκαις ἔσονται τῶν ἄνωθεν ἀγαθῶν. —(B. f. 175 b) Σημειωτέον δὲ ὅτι ὁ ἕτερος τῶν εὐαγγελιστῶν οἶδε καὶ ποσότητος διαφορὰς τῆς γενομένης τῶν ταλάντων διανομῆς. «ᾯ μὲν γὰρ, φησὶ, δέδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἒν, τοῖς ἑκάστου μέτροις ἀναλόγως τὴν διανέμησιν ποιούμενος.» Τίνες δ᾽ ἂν εἶεν οἱ θαρσούμενοι, φέρε λέγωμεν.

Οἱ τέλειοι τὴν ἕξιν, οἶς ἂν πρέποι καὶ ἡ στερεὰ τροφὴ, μυσταγωγεῖν εἰδότες ὀρθῶς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπιτηδευμάτων ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντες, ὁποῖοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ μετ᾽ ἐκείνους τὴν αὐτὴν διακονίαν διαδεξάμενοι· τούτοις ὁ σωτὴρ τὴν τῶν θείων χαρισμάτων δίδωσι διαφοράν· ἵνα ὦσι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες· οὗτοι νουθετοῦντες τοὺς ὑπὸ χεῖρα λαοὺς, προσεργάζονται τῷ ταλάντῳ, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδανοῦσι κλῆρον. —(A f. 259) Οἱ μὴ θελήσαντες ἐπ᾽ αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· ἀρνησάμενοι γὰρ τὴν Χριστοῦ βασιλείαν, ταῖς ἐσχάταις περιπεπτώκασι συμφοραῖς, καὶ κακοὶ κακῶς ἀπολώλασιν. <Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν.> (B f. 178 b, C f. 148) Ἄγεται ὁ πῶλος, δύο μαθητῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπόστολοι δι᾽ ὦν σαγηνεύεται εἰς πίστιν τὰ ἔθνη, ὧν ἐστι τύπος ὁ πῶλος· ἄγεται δὲ ἀπό τινος κώμης, ἵνα καὶ διὰ τούτων τὴν ἄδικον τῶν ἐθνῶν καταδείξῃ φρένα, οὐκ ἐννόμως, ἀλλ᾽ ἀγρίως καὶ ἀτημελῶς ζησάντων. Πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι.

Ἕτερος δὲ εὐαγγελιστὴς, καὶ παῖδας ἔφη βαΐα φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς δοξολογεῖν· ἵνα καὶ δι᾽ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν λαὸν, ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν· γέγραπται γάρ· «Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.»—(I f. 106 b) Τὸν τῆς κολάσεως δηλονότι, τὸν ἐξώτερον σκότον, τὸν ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὖτος τῶν ἀφιλοικτιρμόνων ὁ κλῆρος. <Πορευομένου δὲ αὐτοῦ, κ.τ.λ.> (A f. 260) Ἀνῄει μὲν εἰς Ἱεροσόλυμα Χριστὸς, τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἀνατλῆναι σταυρόν· ἐπεκάθισέ τε τῷ πώλῳ· προσυπήντων δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ παῖδες ἄνηβοι σὺν αὐτοῖς, καὶ πολλαῖς αὐτὸν εὐφημίαις καὶ κρότοις ἠπείγοντο στεφανοῦν· οἱ μὲν γὰρ ἐστρώννυον ἐν τῇ ὀδῷ τὰ ἱμάτια ἑαυτῶν, οἱ δὲ βραχεῖαν ἔτι κομιδῇ τὴν ἡλικίαν ἔχοντες, τὰ κάλυντρα τῶν φοινίκων ἀνατείνοντες ὑψοῦ, ᾠδὴν ἐποιοῦντο Χριστὸν, λέγοντες· Εἰρήνη ἐν οὐρανῷ· οὐκέτι τοῦ Θεοῦ ἡμῖν ἐκπεπολεμωμένου, ἀλλ᾽ ἐν τῇ χώρᾳ ἡμῶν τῶν ἐχθρῶν αὐτοῦ περιπατοῦντος, καὶ διὰ τοῦτο ὑπὸ τῶν ἀγγέλων δοξαζομένου· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ μίαν ὑπακοὴν πεποίηκεν. <Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον, κ.τ.

λ.> (A f. 260 b) Ἀλλ᾽ οὐκ ἐδόκει συμφέρεσθαι ταῖς τοῦ πλήθους σπουδαῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν· ὑπέτριζον γὰρ τοὺς ὀδόντας αὐτῶν, καὶ πρὸς τὴν τῶν παίδων ταύτην φωνὴν ἠγανάκτουν οἱ βάσκανοι Φαρισαῖοι, ἐπειδὴ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ καὶ προσῄεσαν οἱ θρασεῖς, μονονουχὶ διαμαρτυρόμενοί τε καὶ λέγοντες· «Οὐκ ἀκούεις τί οὗτοι λέγουσι;» ἀντὶ τοῦ, Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος, καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; Καὶ τί πρὸς ταῦτα Χριστός; Ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν;

Οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας, ἐπιστομίζων αὐτοὺς, ὅτι «Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.» Ὁρᾷς, ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν, ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαβίδ; Ἀλλ᾽ οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς, ὡς οἱ χριστομάχοι φασὶν, ἀλλ᾽ οὐδὲ ὕστερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας· διὰ τοῦτο καὶ Θεὸς, καὶ Κύριος, καὶ Ὕψιστος ὀνομάζεται. <Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ αὐτῇ, λέγων, κ.τ.λ.> (A f. 260 b) Ἔφη που διὰ φωνῆς Ἱερεμίου ὁ τῶν ὅλων Θεὸς περὶ τῶν Ἰουδαίων· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ Κύριος.» Καὶ πάλιν· «Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Καρποὶ τοίνυν γεγόνασι τῆς αὐτῶν ἀποστροφῆς, τὰ συμβεβηκότα αὐτοῖς σκυθρωπὰ δηλονότι· πλὴν καὶ οὕτως ἔχοντας γνώμης, κατηλέει Χριστὸς, «Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Καὶ γοῦν, ἰδὼν, φησὶ, τὴν πόλιν, ἔκλαυσεν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται· εἴπερ ὅλως χρή τι τοιοῦτον εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ.

Ἀλλ᾽ οὐκ ἂν ἔγνωμεν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου κατέστησεν ἐναργὲς, ὅπερ οὐκ ἦν ἰδεῖν πεπονθότα· δάκρυον γὰρ κατενεχθὲν, λύπης ἐστὶ σημεῖον. Οὕτω δεδάκρυκε καὶ ἐπὶ Λαζάρῳ, ἵνα συνῶμεν ὅτι λελύπηκεν αὐτὸν ἡ ἀνθρώπου φύσις πεσοῦσα πρὸς θάνατον· «Ἔκτισε γὰρ αὐτὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Ἀλλ᾽ οὐ γέγονε κρείττων τῶν τοῦ κτίσαντος θελημάτων ὁ τοῦ διαβόλου φθόνος· ἦν δὲ ἀναγκαῖον τῇ παραβάσει τῆς ἐντολῆς ἀκολουθῆσαι δίκην καταφέρουσαν εἰς φθορὰν τὸν ἀτιμάσαντα νόμους ζωῆς. Οὕτω τοιγαροῦν δακρύσαι φαμὲν αὐτὸν καὶ ἐπί γε τῇ Ἱερουσαλήμ· ἤθελε γὰρ, ὡς ἔφην, εὐδοκιμοῦσαν ὁρᾷν, διὰ τοῦ τὴν πρὸς αὐτὸν προσήκασθαι πίστιν, καὶ τὴν πρὸς Θεὸν εἰρήνην ἀσπάσασθαι. Αἰτιᾶται τοίνυν ἐπ᾽ αὐτῷ δὴ τούτῳ Χριστὸς, καί φησιν· «Εἰ ἔγνως τὰ πρὸς εἰρήνην σου καὶ σύ·» τουτέστι, Τὰ χρήσιμά σοι καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι πρὸς Θεόν.

Ταῦτα δὲ ἦν, ἡ πίστις, ἡ ὑπακοὴ, τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας· ἀνθελέσθαι δὲ μᾶλλον τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. <Νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.> (A f. 260 b) Οὐ γὰρ ἦσαν ἄξιοι τοῦ εἰδέναι, ἤγουν συνιέναι, τὰς θεοπνεύστους Γραφὰς, αἳ τὸ Χριστοῦ λαλοῦσι μυστήριον· «Ἄχρι γὰρ σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει· ἡνίκα γὰρ ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον.» ὅτι ἐν Χριστῷ καταργεῖται· αὐτὸς γὰρ ὢν ἡ ἀλήθεια, παύει τὴν σκιάν· ἐπειδὴ δὲ τοῖς τοῦ νόμου τύποις οὐ προσεσχήκασιν, οὐ τεθέανται τὴν ἀλήθειαν· ἀναξίους ἀπέφηναν ἑαυτοὺς τῆς ἐν Χριστῷ σωτηρίας οἱ ἐξ Ἰσραήλ. Ταύτῃ τοι καὶ ὁσίᾳ ψήφῳ Θεοῦ κατεκρύπτοντο· κέκρυπται τοίνυν ἀπὸ τῆς Ἱερουσαλὴμ τὰ τῆς πρὸς Θεὸν εἰρήνης ἐμποιητικὰ, ὧν ἔν ἐστι καὶ πρῶτον ἡ πίστις, δικαιοῦσα τὸν ἀσεβῆ καὶ συνάπτουσα δι᾽ ἁγιασμοῦ καὶ δικαιοσύνης τῷ πανάγνῳ Θεῷ τοὺς ἔχοντας αὐτήν. <Ἀνθ᾽ ὧν οὐκ ἔγνως καιρὸν τῆς ἐπισκοπῆς σου.> (A f. 261) Ποίας ἐπισκοπῆς; Τῆς διά γε, φημὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ φανερὰ ἡ ἔκβασις.

Καὶ γὰρ οἱ πιστεύσαντες, τῆς ἁλώσεως ὑπέρτεροι γεγόνασι, γνόντες τὸν ἐλθόντα αὐτοὺς ἐπισκέψασθαι καὶ σῶσαι, καὶ ἀπὸ τῶν Ῥωμαίων εἰρήνην σχόντες· ὥστε εἰ καὶ πᾶσα ἡ πόλις ἔγνω τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα, οὐδεὶς ἂν ἑάλω. <Εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας.> (A f. 261 a b) Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς, ἀργυραμοιβοὶ, καὶ οἱ τὰ θυόμενα κατὰ νόμον ζῶα πωλοῦντες.

Ἀλλ᾽ ἦν ἤδη καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν, ἀναλάμψαι δὲ τὴν ἐν Χριστῷ ἀλήθειαν. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ μετὰ τοῦ ἰδίου Πατρὸς ἐν τῷ παρ᾽ αὐτοῖς νεῷ τιμώμενος, συστέλλεσθαι τὰ ἐν νόμῳ προστέταχεν, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν. Τὸ γὰρ ἐπιπλήττειν καὶ ἀποσοβεῖν τῶν ἱερῶν περιβόλων τοὺς τὰ εἰς θυσίαν χρήσιμα διαπιπράσκοντας, τοῦτο πάντως ἐστὶ, καὶ ἕτερον οὐδέν. —(A f. 261 b, B f. 180 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος χρησίμως τοῦτο ποιεῖ, ἐμφανῆ καθιστὰς τοῖς Ἰουδαίοις τὴν ἑαυτοῦ δόξαν, ἵνα πιστεύσωσιν, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· ὡς γὰρ ἐξουσίαν ἔχων τοῦ ναοῦ, ἐπεμελεῖτο αὐτοῦ· καὶ δὴ καὶ ὠνόμαζε Πατέρα ἴδιον τὸν Θεόν· ὡς γὰρ ἄλλος φησὶν εὐαγγελιστὴς, τοῖς ἐμπόροις ἔφη· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» Καὶ πάλιν· «Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Διὰ δὲ τοῦ ἐκβάλλειν τὰ πρὸς τὴν θυσίαν ἐπιτήδεια ζῶα, δείκνυσιν ὅτι καιρὸς λοιπὸν παύσασθαι τὴν νομικὴν λατρείαν, καὶ τὴν σκιὰν καταλῆξαι τῇ τῆς ἀληθείας παρουσίᾳ.

Τὸ δὲ καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι, καὶ ἀπειλῆσαι πληγὰς ἐπανατείνειν αὐτοῖς, δηλοῖ ὅτι οἱ τὴν νομικὴν τιμῶντες λατρείαν, μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ἅτε πνεῦμα δουλείας ἔχοντες, καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι, ὑπὸ μάστιγας ἔσονται δουλοπρεπεῖς.

Ὅρα τὴν καταφρόνησιν αὐτῶν· ἐν τῷ ναῷ γὰρ ἐκαπήλευον, καὶ οἱ μὲν ἐπώλουν τὰ πρὸς θυσίαν ἐπιτήδεια τοῖς χρῄζουσι, πρόβατα λέγω, καὶ βόας, καὶ περιστερὰς, ὡς ὁ Ἰωάννης ἐδήλωσε, καὶ εἴ τι τοιοῦτον· οἱ δὲ ἠγόραζον. Κολλυβισταὶ δέ εἰσιν οἱ τραπεζῖται· κόλλυβος γὰρ ὁ ὀβολὸς, καὶ κολλυβίζω λέγεται τὸ καταλλάσσω (ὡς ἡ συνήθεια καταλλάσσει τὰ ὀνόματα) [baec sunt in marg. cod. B].

Εἰσῆλθεν οὖν ὁ Χριστὸς εἰς τὸ ἱερὸν μετὰ παῤῥησίας ὡς Δεσπότης, καὶ τὴν ἐκβολὴν τῶν ῥηθέντων ἐποιήσατο, τήν τε κατὰ πάντων ἐξουσίαν ὡς Θεὸς, ἣν εἶχε, παραγυμνῶν, καὶ τῇ ἀναμαρτησίᾳ τεθαῤῥηκὼς, καὶ τοῦτο δὲ προδηλῶν τὴν ἐκβολὴν τῶν δι᾽ αἵματος θυσιῶν, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς ὑπὲρ τῆς Ἐκκλησίας παῤῥησιάζεσθαι.—(A f. 261 b) Ἔδει δὴ οὖν προσκυνῆσαι μᾶλλον αὐτῷ ὡς Θεῷ· οἱ δὲ τοῦτο μὲν οὐ πεπράχασιν· ἐζήτουν δὲ αὐτὸν ἀπολέσαι, ἀλλ᾽ οὐχ εὕρισκον· ὁ γὰρ λαὸς ἐξεκρέματο αὐτοῦ ἀκούων, φορτικωτέραν τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις καὶ ἅπασι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων ἀποφαίνων τὴν κόλασιν, μήτε προσιεμένοις τὴν πίστιν, ἀλλὰ καὶ τοῖς ἑτέροις ἐπισκήπτουσιν.