Οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας, ἐπιστομίζων αὐτοὺς, ὅτι «Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.» Ὁρᾷς, ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν, ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαβίδ; Ἀλλ᾽ οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς, ὡς οἱ χριστομάχοι φασὶν, ἀλλ᾽ οὐδὲ ὕστερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας· διὰ τοῦτο καὶ Θεὸς, καὶ Κύριος, καὶ Ὕψιστος ὀνομάζεται. <Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ αὐτῇ, λέγων, κ.τ.λ.> (A f. 260 b) Ἔφη που διὰ φωνῆς Ἱερεμίου ὁ τῶν ὅλων Θεὸς περὶ τῶν Ἰουδαίων· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ Κύριος.» Καὶ πάλιν· «Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Καρποὶ τοίνυν γεγόνασι τῆς αὐτῶν ἀποστροφῆς, τὰ συμβεβηκότα αὐτοῖς σκυθρωπὰ δηλονότι· πλὴν καὶ οὕτως ἔχοντας γνώμης, κατηλέει Χριστὸς, «Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Καὶ γοῦν, ἰδὼν, φησὶ, τὴν πόλιν, ἔκλαυσεν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται· εἴπερ ὅλως χρή τι τοιοῦτον εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ.