Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Ο Μυστικός Δείπνος, η αγωνία, η προδοσία και η σύλληψη του Κυρίου

Η προετοιμασία του Πάσχα, η παράδοση του μυστηρίου της Θείας Ευχαριστίας, η αγωνία στη Γεθσημανή, η προδοσία του Ιούδα, η άρνηση του Πέτρου και η ανάκριση ενώπιον του συνεδρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 20 από 22

Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως, «Καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ,» προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

ΚΕΦΑΛ. ΚΒʹ. <Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.> (A f. 278) Θέα δὲ ὅτι ἄνωθεν ἡμῖν ὁ Σωτὴρ ἐνομοθέτει τὰ κάλλιστα καὶ τὰ συμφέροντα, καὶ διὰ νόμου καὶ προφητῶν σύμβουλος ἡμῖν ἀγαθὸς εἰς σωτηρίαν ἐγίνετο· ἀλλὰ τότε μὲν δι᾽ αἰνίγματος καὶ σκιᾶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν· νυνὶ δὲ γυμνὴν ἡμῖν παρατιθεὶς τὴν ἀλήθειαν, καὶ αὐτὴν τῶν πραγμάτων εἰς μέσον ἄγει τὴν εἰκόνα· ἔδει γὰρ ὄντως διὰ μὲν τῶν θεραπόντων διακονεῖσθαι τοὺς τύπους διὰ δὲ τοῦ πάντων Δεσπότου τὴν ἀλήθειαν· ἐπεὶ καὶ αὐτὸς ἦν ὁ λέγων περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀποκεκινημένης τοιγαροῦν τῆς σκιᾶς, εἰσίτω λοιπὸν ἡμῖν τῆς ἀληθείας ἡ δύναμις· φαινέσθω τῶν δι᾽ αἰνίγματος εἰρημένων ὁ τύπος ἐναργέστερος.

Ἰουδαῖοι μὲν οὖν σφάλλονται καὶ πλανῶνται, καὶ τῶν δεόντων ἐκπίπτουσι λογισμῶν, ἀζύμους ἄρτους παρατιθέμενοι· οὐκ ἀκούουσι δὲ, ὡς εἰκὸς, τοῦ Παύλου λέγοντος· «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ,» καὶ τὰ ἑξῆς· οὐδὲ τοῦ Σωτῆρος· «Οὐκ οἴδατε ὅτι πᾶν τὸ εἰσερχόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;» Ἡμεῖς δὲ πνευματικοῖς τὰ πνευματικὰ συγκρίνομεν· ὡς ζύμην, τὴν κακίαν ἀποφεύγοντες, καὶ πράξεις ἀγαθὰς ἐπιτηδεύοντες, ἵνα σὺν Χριστῷ ὡς ἐν ἀνωγαίῳ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνακλιθησόμεθα· ἢν Ἡσαΐας ἀποθαυμάζων ἔλεγεν, ὡς πρὸς ἡμᾶς τοὺς μέλλοντας εἰς ἐκείνην ἔσεσθαι τὴν πόλιν· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἲ οὐ μὴ σεισθῶσιν, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν.» Ἡ μὲν γὰρ παρὰ ἀνθρώποις εὐθυμία, εἰς ὀλίγον ἀντέχει, ἀποῤῥήγνυται δὲ ὀλίγης τινὸς μεταξὺ γενομένης μεταβολῆς· αἱ δὲ ἐν τοῖς οὐρανοῖς μοναὶ καὶ τὸ παρ᾽ αὐταῖς ἀγαθὸν, γενναῖον ἔχει τὸν τόνον, τῇ τοῦ Θεοῦ βουλήσει διακρατούμενον.

Ἵνα τοίνυν ἐν ταῖς οὕτω ἀξιαγάστοις καταλύσωμεν μοναῖς, καὶ συνεορτάσωμεν τῷ Χριστῷ, καθαρὰν ἐπιτελέσωμεν τὴν νηστείαν, μὴ βρωμάτων [ἀποχῇ] συμμετροῦντες αὐτῆς τὴν δύναμιν, ἀλλ᾽ ὥσπερ ἀναχωροῦμεν περιέργου τραπέζης, καὶ τῆς ἄλλης τρυφῆς ἀναχωρήσωμεν καὶ ποικιλίας κακῶν. <Ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν.> (A f. 278 b) Φασὲκ ὁ τῆς ἑορτῆς ὠνομάζετο καιρὸς, δηλοῖ δὲ διάβασιν. Ὥσπερ οὖν τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο, εἰς τὴν τῆς ἐπαγγελίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδί· οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τινὰ θάλατταν διαπεραιοῦσθαι νεανικῶς, τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν. Διαβαίνομέν γε μὴν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρσίαν.—(A f. 279, D f. 72) Ἴδωμεν τοὺς τύπους τιμῶσαν ἔτι τὴν ἀλήθειαν. Ἐλθούσης γὰρ, φησὶ, τῆς ἡμέρας, καθ᾽ ἣν ἔδει θύεσθαι τὸ πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων ἀποστόλων (ἦσαν δὲ Πέτρος καὶ Ἰωάννης) πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐτοῖς τὰ προγεγραμμένα· καίτοι τί δή ποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλμένοις;

Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν, ἄνθρωπον ἁπλῶς κεράμιον σκεῦος πεφορτισμένον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι σημεῖον· ἔτι γὰρ ἐπλάττετο τὴν μαθητοῦ εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. «Ὑπαντήσει γὰρ, φησὶν, ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων.» Ἢ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἂν εἰσέλθοι τὸ ὕδωρ (δῆλον δὲ ὅτι τὸ τοῦ ἁγίου βαπτίσματος), ἐκεῖ καταλύσει Χριστός· παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, ὥστε καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· οὐκ ἂν δὲ ἁμάρτοι τις τοῦ ἀληθοῦς, καὶ ἀγγεῖον [cod.> A)NÁGEION] EI)=NAI LÉGWN τοῦ ἁγίου Πνεύματος, παντὸς ἁγίου ψυχήν. «Καυχάσθω γὰρ, φησὶν, ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ.» <Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.> (A f. 279) Ἑτοιμάσασι τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστός· ἀνεξικακῶν δὲ τῷ προδότῃ φησίν· «Ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν.» Τί δὲ τοῦτο δηλοῖ;

Καιρὸν ἐζήτει τῆς προδοσίας ὁ φιλάργυρος μαθητής· ἵνα δὴ μὴ πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα τοῖς φονῶσιν αὐτῶν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτὴρ ἢ τὸν οἶκον, ἢ τὸν ἄνθρωπον, παρ᾽ ᾧ τὸ Πάσχα πεπλήρωκεν. Ἀποδιδοὺς τοιγαροῦν τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ᾽ ᾧ κατέλυσεν· «Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν.» Ὅμοιον ὡς εἰ λέγοι· Πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἂν ἰσχύσω λαθεῖν τὴν τοῦ προδόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω τὸ πάθος. Πλὴν, οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν Θεοῦ ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. Οὐκοῦν οὐ γεύσομαι, φησὶ, τοιούτου Πάσχα, τοῦ διὰ βρώσεως δηλονότι δηλουμένου τυπικῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτέστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ᾽ ὃν ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζηται. Πληροῦται γὰρ ἐν ἡμῖν τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι λατρείαν, Πάσχα τὸ ἀληθινόν.

Καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ, αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ᾽ ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέγονε γὰρ ἡμῖν ἄρτος ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.— (C f. 153) Ἐν τῷ εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγελίῳ οὕτω κεῖται· «Οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου γενήματος τοῦ ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» (A f. 280) Ἀσταχύων γὰρ οἷά τις ἀπαρχὴ, καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος, νοεῖται Χριστὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστάσεως καὶ ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μεταστοιχειῶν, καὶ παλαιότητος ἀπαλλάττων. Ἀνεκομίζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου. Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ, ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, ἵνα ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεός· ὡς ἐν ἑαυτῷ δὲ μᾶλλον εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου καὶ ἐν ὀργῇ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ᾽ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν, τουτέστι τὴν τρίτην ἡμέραν· «Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς ἔναντι Κυρίου.»

Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύπωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδομάδας, τῇ τοῦ δράγματος ἀνακομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνείροντες ἑβδομάδας, τὴν ἐπαύριον Πεντηκοστὴν ἑορτάζομεν οἱ πεπιστευκότες. <Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε· καὶ ἔδωκεν αὐτοῖς, λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, κ.τ.λ.> (A f. 281, D f. 73) Εὐχαριστεῖ μὲν, τουτέστιν, ἐν σχήματι προσευχῆς διαλέγεται τῷ Θεῷ Πατρὶ, κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ἡμῖν εὐλογίας ζωοποιοῦ. Πᾶσα γὰρ χάρις καὶ πᾶν δώρημα τέλειον ἐφ᾽ ἡμᾶς ἔρχεται παρὰ Πατρὸς δι᾽ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Τύπος δὲ ἦν ἄρα τὸ δρώμενον εἰς ἡμᾶς αὐτοὺς, τῆς ὀφειλούσης προσανατείνεσθαι λιτῆς, εἰ μέλλοι προτίθεσθαι παρ᾽ ἡμῶν τῆς μυστικῆς καὶ ζωοποιοῦ δωροφορίας ἡ χάρις, ὃ δὴ καὶ δρᾷν εἰθίσμεθα. Προσαναπέμποντες γὰρ τὰς εὐχαριστίας, καὶ ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ δοξολογοῦντες τὸν Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, πρόσιμεν οὕτω ταῖς ἁγίαις τραπέζαις· πιστεύοντές τε ὅτι ζωοποιούμεθα καὶ εὐλογούμεθα καὶ σωματικῶς καὶ πνευματικῶς. Δεχόμεθα γὰρ ἐν αὑτοῖς τὸν ἐνανθρωπήσαντα δι᾽ ἡμᾶς τοῦ Θεοῦ Πατρὸς Λόγον, ὅς ἐστι ζωὴ καὶ ζωοποιός.

Εἶτα τίς ἐστιν ὁ τοῦ καθ᾽ ἡμᾶς μυστηρίου λόγος, ὡς ἔνι ζητήσωμεν. Ἔκτισε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· καί εἰσιν αἱ γενέσεις τοῦ κόσμου σωτήριοι· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· παρεκόμισε γὰρ εἰς παράβασιν καὶ παρακοὴν τὸν πρῶτον ἄνθρωπον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας ὑπὸ θείαν ἀράν. Εἴρηται γὰρ πρὸς αὐτόν· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀλλ᾽ ὑπερήλατο τῆς ἐκείνου δυστροπίας τὸ βλάβος ἡ τοῦ κτίσαντος ἡμερότης· βεβοήθηκε τοῖς ἐπὶ τῆς γῆς· ζωὴ μὲν γάρ ἐστι κατὰ φύσιν ὁ Θεὸς καὶ Πατήρ· μόνος δὲ τοῦτο ὑπάρχων, ἐξέλαμψε τὸν Χριστὸν, ζωὴν ὄντα καὶ αὐτόν· οὐ γὰρ ἦν ἑτέρως δύνασθαι τὸν οὐσιωδῶς ἐκ ζωῆς προελθόντα λόγον. Πάντα τοίνυν ὁ Θεὸς καὶ Πατὴρ ζωογονεῖ δι᾽ Υἱοῦ, ἐν ἁγίῳ Πνεύματι. Πῶς οὖν ἔδει τὸν ἐπὶ γῆς ἄνθρωπον κεκρατημένον θανάτῳ πρὸς ἀφθαρσίαν ἀναδραμεῖν· Ἔδει τὴν ἀποθνήσκουσαν σάρκα τῆς παρὰ Θεοῦ ζωοποιοῦ δυνάμεως γενέσθαι μέτοχον. Δύναμις δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ ζωοποιὸς ὁ μονογενής ἐστι Λόγος. Τοῦτον ἡμῖν ἔπεμψε σωτῆρα καὶ λυτρωτὴν, καὶ γέγονε σάρξ· οὐ τροπὴν ἢ ἀλλοίωσιν ὑπομείνας εἰς ὅπερ οὐκ ἦν· οὔτε μὴν ἀποφοιτήσας τοῦ εἶναι Λόγος· γεννηθεὶς δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, καὶ ἰδιοποιησάμενος σῶμα τὸ ἐξ αὐτῆς, ἵν᾽ ἡμῖν ἑαυτὸν ἐμφυτεύσῃ καθ᾽ ἕνωσιν ἀδιάσπαστον, καὶ θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας.

Τὴν γὰρ ἡμῶν ἠμπέσχετο σάρκα, ἵν᾽ ἐκ νεκρῶν ἀναστήσας αὐτὴν, ὁδοποιήσῃ λοιπὸν τῇ πρὸς θάνατον κατενηνεγμένῃ σαρκὶ, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, καθά φησιν ὁ Παῦλος· «Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἑνώσας τοίνυν ἑαυτῷ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, Θεὸς ὢν ὁ Λόγος καὶ ζωὴ, ἀπεσόβησε μὲν αὐτῆς τὴν φθορὰν, ἀπέφηνε δὲ αὐτὴν καὶ ζωοποιόν.

Καὶ μὴ ἀπιστήσῃς οἷς εἶπον· δέχου δὲ μᾶλλον ἐν πίστει τὸ ῥῆμα, ἐκ μικρῶν παραδειγμάτων τὰς ἐπ᾽ αὐτῷ δὴ τούτῳ πληροφορίας συλλέγων. Ὅταν εἰς οἶνον ἢ γοῦν εἰς ἔλαιον ἢ εἴς τι τῶν ὑγρῶν μικρὸν ἄρτον ἐμβάλῃς, εὑρήσεις αὐτὸν γεγονότα μεστὸν τῆς ἐκεῖ ποιότητος. Ὅταν σίδηρος ὁμιλήσῃ πυρὶ, τότε ἐμπίπλαται τῆς ἐνεργείας αὐτοῦ, καὶ σίδηρος ὢν κατὰ φύσιν ἰδίαν, τὴν τοῦ πυρὸς ὠδίνει δύναμιν.

Οὐκοῦν ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτὸν τῇ ἰδίᾳ σαρκὶ, καθ᾽ ὃν οἶδε τρόπον αὐτὸς, ζωοποιὸν ἀπέφηνεν αὐτήν. Ἔφη γὰρ αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν. Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Οὐκοῦν ἐσθίοντες τὴν σάρκα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ πίνοντες αὐτοῦ τὸ τίμιον αἷμα, ζωὴν ἔχομεν ἐν ἑαυτοῖς, ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμενοι, καὶ ἐν αὐτῷ μένοντες, ἔχοντες δὲ αὐτὸν καὶ ἐν ἑαυτοῖς.

Καὶ μή τις λεγέτω τῶν ἀπιστεῖν εἰωθότων· Ἆρα οὖν ἐπειδὴ καὶ ἐν ἡμῖν ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος αὐλίζεται, ζωοποιόν ἐστι καὶ τὸ ἑκάστου σῶμα; Ἴστω δὲ μᾶλλον ὡς ἕτερόν ἐστι τὸ κατὰ μέθεξιν σχετικὴν ἡμᾶς ἔχειν ἐν ἑαυτοῖς τὸν Υἱὸν, ἔτερον δὲ ὁλοτρόπως τὸ αὐτὸν γενέσθαι σάρκα, τουτέστιν, ἴδιον ποιήσασθαι σῶμα τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθέν. Οὐ γὰρ ἐν ἡμῖν γενόμενος, ἐνανθρωπῆσαι λέγεται καὶ γενέσθαι σάρξ· τοῦτο γὰρ γέγονεν ἅπαξ, ὅτε προῆλθεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός· ἴδιον οὖν γέγονε σῶμα τοῦ Λόγου, τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθὲν καὶ ἑνωθὲν αὐτῷ. Πῶς δὲ ἢ τίνα τρόπον, εἰπεῖν οὐκ ἔνεστιν. Ἄφραστος γὰρ καὶ ἀπερινόητος παντελῶς, καὶ αὐτῷ μόνῳ γνώριμος ὁ τῆς ἑνώσεως τρόπος. Ἔδει τοίνυν αὐτὸν διὰ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν γενέσθαι θεοπρεπῶς· συνανακιρνᾶσθαι δὲ ὥσπερ τοῖς ἡμετέροις σώμασι, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἵματος· ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν, ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ. Ἵνα γὰρ μὴ ἀποναρκήσωμεν, σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, συγκαθιστάμενος ὁ Θεὸς ταῖς ἡμετέραις ἀσθενείαις, ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς, καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ σαρκός· ἵνα εἰς μέθεξιν ζωοποιὸν ἔχωμεν αὐτὰ, καὶ οἷον σπέρμα ζωοποιὸν ἐν ἡμῖν εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς.

Καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος ἐναργῶς. «Τοῦτό μού ἐστι τὸ σῶμα,» καὶ «Τουτό μού ἐστι τὸ αἷμα.» Δέχου δὲ μᾶλλον τοῦ Σωτῆρος ἐν πίστει τὸν λόγον· ἀλήθεια γὰρ ὢν, οὐ ψεύδεται.> <Ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.> (A f. 282 b, C f. 153) ᾬετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὢν ὁ προδότης, δύνασθαι λαθεῖν Θεὸν ὄντα Χριστὸν, ἀλλ᾽ ἠλέγχετο παρὰ Χριστοῦ, παμπόνηρος ὢν, καίτοι τραπέζης ἀξιούμενος καὶ συνέστιος ὢν, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικωτέραν αὐτῷ τὴν κόλασιν ἀπεργάζεται. Πλὴν οὐαὶ τῷ Ἰούδᾳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν! Ὁ μὲν γὰρ κατ᾽ εὐδοκίαν τοῦ Θεοῦ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων σωτῆρα Χριστὸν καὶ λυτρωτὴν ταῖς τῶν φονώντων χερσὶ παραδοὺς, τὴν τῷ διαβόλῳ πρεπωδεστάτην κληρονομήσει δίκην. <Ἐγένετο δὲ καὶ φιλονεικεία ἐν αὐτοῖς, τὸ, τίς αὐτῶν δοκεῖ εἶναι μείζων.> (A f. 283, B f. 198, D f. 73 b) Οἱ μέντοι μαθηταὶ ἀνθρώπινόν τι παθόντες, πεφιλονεικήκασι πρὸς ἀλλήλους, τίς ἄρα μείζων ἔσται ἐν αὐτοῖς, οὐκ ἀνεχομένων τάχα που τῶν τὴν δευτέραν ἐχόντων τάξιν τοῖς πρωτεύουσι παραχωρεῖν.

Κεκίνηται δὲ τοῦτο καὶ γέγραπται πρὸς ὄνησιν ἡμετέραν· ἐπετίμα γὰρ παραχρῆμα Χριστὸς τῇ τοιᾷδε νόσῳ· τοῦτο δὲ ἦν ἡ ἀνόητος φιλοδοξία, ῥίζαν ἔχουσα τὴν ὑπεροψίαν. Τὸ μὲν γὰρ ᾖρθαι κατ᾽ ἀρετὴν, τοῦ παντὸς ἄξιον λόγου· δεῖ δὲ τοὺς οὕτω διακειμένους μετρίῳ κεχρῆσθαι φρονήματι, καὶ παραχωρεῖν ἐξ ἀγάπης ἀδελφοῖς τὸ ἐν μείζοσιν εἶναι δοκεῖν. Τὸ γὰρ πεφυσημένον ἔχειν τὸ φρόνημα, παραπλησίους ὁρᾶσθαι ποιεῖ τοῖς τῶν ἐθνῶν ἡγουμένοις, οἷς τὸ ὑπέρογκον φρόνημα φίλον ἀεί πώς ἐστιν· εὐεργέται γὰρ, φησὶ, καλοῦνται, τουτέστι, κολακεύονται παρὰ τῶν ὑποβεβηκότων.

Ἀλλ᾽ ἐκεῖνοι μὲν ὡς ἔξω νόμων ἱερῶν ἐν τοιαύταις ἔστωσαν ἀῤῥωστίαις· παρ᾽ ὑμῖν δὲ οὐχ οὕτως, ἀλλ᾽ ἔστω τὸ ὕψος ἐν ταπεινότητι. <Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς διακονῶν.> (A f. 283 b) Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τίς ἐστιν οὕτως ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν, Ὁ γὰρ ὑπὸ πάσης κτίσεως λογικῆς καὶ ἁγίας διακονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Καθ᾽ ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος. Ἔφη γὰρ ὁ Παῦλος· «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,» καὶ τὰ ἑξῆς. Οὐκοῦν διηκόνησεν ὁ διακονούμενος· καὶ ὁ τῆς δόξης Κύριος τεταπείνωκεν ἑαυτὸν, ἡμῖν καταλιμπάνων ὑπογραμμόν. Ἀλλ᾽ εἰκὸς ἐκεῖνο τάχα που καθ᾽ ἑαυτοὺς διενθυμεῖσθαί τε καὶ λέγειν τοὺς μαθητάς· Ποῖος οὖν ἔσται τῆς γνησιότητος ὁ μισθός; ἢ τί τὸ ἐντεῦθεν ἔσται χρήσιμον, συμβησομένων ἔσθ᾽ ὅτε καὶ πειρασμῶν; Ἵνα τοίνυν τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι διανευρούμενοι, πάντα ὄκνον ἐπ᾽ ἀγαθοῖς σπουδάσμασιν ἐκπέμψωσι τῆς ἑαυτῶν διανοίας, ἀναγκαίως φησίν· «Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου,» κ.τ.

λ.—(B f. 197 b, D f. 73 b) Σύνες ὅπως τῶν τῆς ἐνανθρωπήσεως μέτρων ἀποφοιτᾷ, οὔπω τὸν τίμιον ὑπομείνας σταυρόν· διαλέγεται γὰρ ὡς εἷς ἐξ ἡμῶν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν πεφανέρωκεν ἑαυτοῦ τὴν δόξαν, καιροῦ καλοῦντος εἰς τοῦτο· ἔφη γὰρ, ὅτι «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Διαλέγεται τοίνυν ἀνθρωπίνως, ὡς ἔφην. Διὰ τοῦτό φησι· «Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.» Ἆρα οὖν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνστάντος τοῦ καιροῦ, καθ᾽ ὃν συνεσόμεθα τῷ Χριστῷ, συμμόρφους ἡμᾶς ἀποφαίνοντι τοῦ σώματος τῆς δόξης αὐτοῦ, μετὰ τὸ ἐνδύσεσθαι τὴν ἀφθαρσίαν, ἐδεσμάτων πάλιν ἐν χρείᾳ ἐσόμεθα καὶ τραπέζης; Οὐδαμῶς· ἀλλ᾽ ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων ὑποφαίνει τὰ πνευματικά. Οἱ μὲν γὰρ τὰς παρὰ τῶν ἐπιγείων βασιλέων πρώτας ἔχοντες τιμὰς, συνέστιοί τέ εἰσιν αὐτοῖς καὶ ὁμόσιτοι. Εἰσὶ δὲ καὶ ἕτεροί τινες τιμῆς μὲν τῆς παρὰ τῶν κρατούντων ἀξιούμενοι, οὐ μὴν ὅτι καὶ κοινῆς τραπέζης ἁπτόμενοι. Ὅτι τοίνυν ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρ᾽ αὐτῷ, ὡς ἐκ παραδείγματος τοῦ καθ᾽ ἡμᾶς διαδείκνυσιν. <Εἶπε δὲ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον.> (A f. 284, B f. 198) Ἀναγκαῖον οἶμαι καὶ ἐπωφελὲς, μαθεῖν τίς ἦν ἡ πρόφασις, ἡ παρενεγκοῦσα εἰς τοῦτο τοῦ Σωτῆρος τοὺς λόγους.

Διορθωσάμενος δὲ αὐτοὺς ὁ Χριστὸς δι᾽ ὧν ἐπετίμησε τῷ τῆς φιλοδοξίας πάθει, καὶ ἑαυτὸν εἰς ὑπόδειγμα δέδωκε, τρίτον τοῖς μαθηταῖς ἐπικούρημα προσκεκόμικε, διὰ τῶν προκειμένων ἀναγνωσμάτων· διδάσκει γὰρ ὅτι μέτρια φρονεῖν ἡμᾶς ἀναγκαῖον, οὐδὲν μὲν ὄντας τό γε ἦκον εἰς τὴν ἀνθρώπου φύσιν, καὶ εἰς τὸ τῆς ἡμετέρας διανοίας εὐόλισθον, στηριζομένους δὲ καὶ ὄντας ὅπερ ἐσμὲν, δι᾽ αὐτόν τε καὶ παρ᾽ αὐτοῦ. Οὔκουν ἐφ᾽ ἑαυτοῖς μᾶλλον, ἀλλ᾽ ἐπὶ τοῖς παρ᾽ αὐτοῦ χαρίσμασι σεμνύνεσθαι δεῖ. Κἂν εἴ τις οὕτως διατεθῇ, ποῖον εὑρήσει τόπον ἐν αὐτῷ τὸ ὑπερκεῖσθαί τινων ἐθέλειν; Ταύτῃτοι τοὺς μὲν ἑτέρους ἀφίησι μαθητὰς, ἐπ᾽ αὐτὸν δὲ τὸν κορυφαῖον ἔρχεται· καί φησιν ὅτι «Πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον,» ἀντὶ τοῦ δοκιμάσαι καὶ πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν· οὕτως ἐζήτησε τὸν Ἰὼβ, ἀλλ᾽ ἡττᾶτο τῆς ἐκείνου τληπαθείας. Πλὴν πλεονεκτεῖ τὴν ἀνθρώπου φύσιν, ἀσθενὴς γὰρ αὕτη, δεινὸς δὲ καὶ ἀπηνὴς ἐκεῖνος· ὡς γάρ φησι περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερὸν, ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος.

Πλὴν τοῖς τῶν ἁγίων ὑπενήνεκται ποσὶ, Χριστοῦ καὶ τοῦτο κατωρθωκότος. <Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ.> (A f. 284, D f. 74) Ἰδοὺ δὴ πάλιν ἡμῖν συμπλάττεται, καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος διαλέγεται μέτρων, καίτοι Θεὸς ὢν φύσει, καὶ εἰ γέγονε σάρξ· δεηθῆναι γάρ φησιν ὡς ἄνθρωπος. Ἐμφαίνει δὲ διὰ τούτων, ὡς εἴπερ ἐξεδόθη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος ἂν ἐγένετο παντελῶς· ὅπου γε καὶ μὴ ἐκδοθεὶς, ἠσθένησεν· ἠρνήσατο γὰρ παιδίσκης μιᾶς θορυβούσης αὐτὸν ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως. Ὁ μέντοι Κύριος, τὴν τοῦ μαθητοῦ ἄρνησιν αἰνιξάμενος ἐν οἷς ἔφη, «Ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου,» εἰσφέρει παραχρῆμα τὸν τῆς παρακλήσεως λόγον, καί φησι· «Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου·» τουτέστι, γενοῦ στήριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόντων ἐμοί. Καὶ θαύμασον πάλιν τοῦ λόγου τὸ εὐτεχνὲς, καὶ τὸ ὑπερβάλλον τῆς θείας γαληνότητος· ἵνα γὰρ μὴ εἰς ἀπόγνωσιν ἀγάγῃ τὸν μαθητὴν, ὅτι τῶν τῆς ἀποστολῆς αὐχημάτων ἀποπεμφθήσεται ἀρνησάμενος αὐτὸν, ἀναπίμπλησιν ἀγαθῆς ἐλπίδος, καὶ ὅτι τεύξεται τῶν ἐπηγγελμένων ἀγαθῶν. Ἔφη γὰρ, ὅτι «Καὶ σὺ ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου.» Ὢ τῆς ἀφάτου φιλανθρωπίας! Οὔπω γέγονεν ἡ ἁμαρτία, καὶ τὴν ἄφεσιν ἐκομίσατο, καὶ πάλιν αὐτὸν ἐν τοῖς ἀποστολικοῖς κατέταξεν ἀξιώμασιν. <Πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.> (A f. 285 b).

Ἐκδέξῃ δὲ τὰ προκείμενα καὶ ὧδε· προκαταμεμήνυκε τῷ θαυμασίῳ Πέτρῳ, ὅτι τρὶς αὐτὸν ἀρνήσεται, κατὰ τὸν τῆς συλλήψεως δηλονότι καιρόν. Ἐπειδὴ δὲ ἅπαξ μνήμη γέγονε τῆς συλλήψεως αὐτοῦ, ἀκολουθεῖ δὲ πάντως τῇ τοιᾷδε μνήμῃ καὶ τὰ ἐφεξῆς γεγονότα, τὰ ἐπὶ τῷ σταυρῷ φημι πάθη. Λοιπὸν τὸν ἐπισκήψαντα τοῖς Ἰουδαίοις προαπαγγέλλει πόλεμον. Διὰ τοῦτό φησιν· «Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον· Οὔ.» Πέπομφε μὲν γὰρ ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους, κηρύσσειν αὐτοῖς ἐπιτάξας τοῖς ἀνὰ πᾶσαν κώμην τε καὶ πόλιν τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· ἐκέλευσε δὲ βαδίζοντας μηδενὸς τῶν σωματικῶν ποιεῖσθαι φροντίδα· ἐπ᾽ αὐτῷ δὲ πᾶσαν ἔχοντας τοῦ ζῇν τὴν ἐλπίδα περινοστεῖν· ὃ δὴ καὶ πεπράχασιν. Ἀλλὰ νῦν, φησὶν, «Ὁ ἔχων βαλάντιον, ἀράτω καὶ πήραν ὁμοίως.» Καὶ τί δὴ τοῦτό ἐστιν, ἐροῦμεν· ἐσχηματίσθη μὲν ὁ λόγος ὡς πρὸς αὐτοὺς, βλέπει δὲ κατὰ τὸ ἀληθὲς εἰς τὸ παντὸς Ἰουδαίου πρόσωπον. Αὐτοῖς γὰρ μᾶλλον διαλέγεται Χριστός.

Εἴ τις γὰρ, φησὶν, εὐπορεῖ χρημάτων κατὰ τὴν τῶν Ἰουδαίων χώραν, ἅπαντα συνενεγκὼν, φευγέτω· εἰ δέ τις τούτων μὲν οὐκ εὐπορεῖ, πενίᾳ δὲ συζῶν ἐσχάτῃ τὴν χώραν οἰκεῖ, καὶ οὗτος ὅπερ ἔχει, φησὶ, πωλησάτω ἄμφιον, καὶ ἀγορασάτω μάχαιραν. Ἔστι γὰρ λοιπὸν ἅπασι τοῖς τὴν χώραν οἰκοῦσιν ὁ λόγος οὐ περί γε τοῦ ἔχειν τι ἢ μὴ, ἀλλὰ περὶ αὐτοῦ τοῦ εἶναι καὶ ζῇν. Κατασκήψει γὰρ εἰς αὐτοὺς ὁ πόλεμος ἀφορήτοις ὁρμαῖς, ὡς οὐδὲν ἀρκέσαι πρὸς ἀντίστασιν.

Εἶτα τὴν αἰτίαν τῶν τοιούτων κακῶν ἀπαγγέλλει, λέγων, ὅτι δεῖ μὲν αὐτὸν, κατὰ τὰς Γραφὰς, μετὰ τῶν ἀνόμων λογισθῆναι, συγκρεμάμενον δηλονότι τοῖς συσταυρωθεῖσιν αὐτῷ λῃσταῖς, καὶ τὴν τοῖς ἀνόμοις πρέπουσαν ὑπομείναντα δίκην· τέλος δὲ λοιπὸν τῷ μέχρι τούτων ἐλθεῖν ὁ τῆς οἰκονομίας λήψεται λόγος. «Τέλος γὰρ, φησὶν, ἔχει τὰ περὶ ἐμοῦ,» ἤτοι γεγραμμένα ἐν νόμῳ καὶ προφήταις, μέχρι δηλονότι τοῦ παθεῖν τὸν κατὰ σάρκα θάνατον· συμβήσεται δὲ τοῖς ἀπεκτονόσιν, ἃ καὶ πάλαι προείρηται διὰ τῶν ἁγίων προφητῶν. <Οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο.> (A f. 286, B f. 200 b) Ταυτὶ μὲν ὁ Κύριος περὶ τῶν συμβησομένων τῇ Ἰουδαίων χώρᾳ προκαταμεμήνυκεν.

Οἱ δέ γε μαθηταὶ οὐ συνῆκαν τῶν εἰρημένων τὸ βάθος· ᾠήθησαν δὲ μᾶλλον, ὅτι διὰ τὴν συμβησομένην ἔφοδον αὐτῷ παρὰ τοῦ προδότου καὶ τῶν συλληψομένων αὐτὸν, μαχαιρῶν εἶναι χρείαν διεβεβαιώσατο· ταύτῃτοί φασιν· «Ἰδοὺ μάχαιραι ὧδε δύο.» Καὶ τί πρὸς αὐτοὺς ὁ Σωτήρ; «Ἱκανόν ἐστι·» μονονουχὶ διαγελᾷ τὴν φωνήν· εὖ εἰδὼς ὅτι τῶν εἰρημένων τὴν δύναμιν οὐ συνιέντες οἱ μαθηταὶ ᾠήθησαν, ὡς ἔφην, μαχαιρῶν εἶναι χρείαν εἰς τὴν ἐσομένην ἔφοδον κατ᾽ αὐτοῦ. Πρὸς ἐκεῖνα τοίνυν ὁρῶν ὁ Σωτὴρ, ἃ συμβήσεσθαι ἔμελλον τοῖς Ἰουδαίοις, τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας, διαγελᾷ τὸ ὑπὸ τῶν μαθητῶν εἰρημένον, ὅτι «Ἰδοὺ ὧδέ εἰσι μάχαιραι δύο·» καί φησιν· «Ἱκανόν ἐστι.» Ναὶ, φησὶν, ἀρκέσουσι δύο ξίφη πρὸς ἀντίστασιν τοῦ πολέμου τοῦ μέλλοντος ἥξειν κατ᾽ αὐτῶν, πρὸς ὃν οὐδὲν ἃν ὠφέλησαν οὐδὲ πολλαὶ ξιφῶν χιλιάδες! <Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὅρος τῶν Ἐλαιῶν.> (A f. 287 b) Ἐν ἡμέρᾳ μὲν ὁ Σωτὴρ τὰς ἐν Ἱεροσολύμοις ἐποιεῖτο διατριβὰς, ἐπιλαβούσης δὲ τῆς ἑσπέρας, ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ὁμοῦ τοῖς ἁγίοις ηὐλίζετο μαθηταῖς, εἰς χωρίον λεγόμενον Γεθσημανῆ.

Ματθαῖος γὰρ οὕτω φησὶν ὁ σοφώτατος εὐαγγελιστής. Ἀφιγμένος δὴ οὖν ἐνταῦθα Χριστὸς, ὡς αὐτός που πάλιν ὁ Ματθαῖός φησι, παραλαβὼν τοὺς τρεῖς, τὸν Πέτρον, φημὶ, καὶ τοὺς τοῦ Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Ἐνταῦθά μοι βλέπε τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βάθος, καὶ τῆς ἀποῤῥήτου σοφίας τὸ ὕψος. Διὰ ποίαν αἰτίαν, ὦ Δέσποτα, ἀδημονεῖς;

Ἆρα δέδιας καὶ αὐτὸς τὸν θάνατον, καὶ δειλίᾳ κεκρατημένος παραιτῇ τὸ παθεῖν, καίτοι τοῖς μαθηταῖς εἰπών· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;» Ἀλλὰ κἂν εἴ τις λέγοι τῆς πνευματικῆς εὐανδρίας παρὰ σοῦ τοῖς ἐξειλεγμένοις δίδοσθαι τὴν χάριν, οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Ἰσχὺς γὰρ πᾶσα παρὰ σοῦ, καὶ ζωὴ κατὰ φύσιν ὑπάρχεις καὶ ζωοποιός. Πῶς οὖν λελύπησαι καὶ ἀδημονεῖς ἕως θανάτου; Καίτοι σαφῶς ἠπίστασο, Θεὸς ὢν φύσει, ὅτι τὸν κατὰ σάρκα θάνατον ὑπομείνας, ἀπαλλάξεις θανάτου τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τὸ τῆς νίκης τρόπαιον ἐγερεῖς κατὰ πάσης πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως, καὶ ὡς Θεὸς προσκυνηθήσῃ καὶ τῶν ὅλων Δημιουργός. Ἐπὶ τίσιν οὖν ἄρα λελύπησαι καὶ ἀδημονεῖς; Ναὶ, φησὶ, τὰ μὲν ἐκ τοῦ πάθους τῷ κόσμῳ ἀγαθὰ συμβησόμενα ἐπίσταμαι· λυπεῖ δέ με ὁ πρωτότοκος Ἰσραὴλ, ὅτι οὐδ᾽ ἐν δούλοις ἐστί· καὶ ὅτι ἡ τοῦ Κυρίου μερὶς, τὸ σχοίνισμα τῆς κληρονομίας, μερὶς ἀλωπέκων ἔσται, κατὰ τὸ γεγραμμένον.

Ὅτι δὲ, καίτοι τὸ ἐσόμενον εἰδὼς, κατηλέει τὴν Ἱερουσαλὴμ, ὡς τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας ἐσομένην ἐν παντὶ κακῷ, κἀντεῦθεν ἂν μάθοις. Ἀνῄει μὲν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα· ὡς δέ φησιν ὁ εὐαγγελιστὴς, «Ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ αὐτῇ,» ὡς ὅσον οὐδέπω ταῖς ἐσχάταις ταλαιπωρίαις καὶ ἀνηκέστοις συμφοραῖς ὁμιλήσουσαν βλέπων τὴν Ἱερουσαλήμ. Ἵνα δὲ μάθωμεν ταύτην ἐσχηκότα τὴν διάθεσιν ἐπ᾽ αὐτῇ, διαμεμήνυκε τοῖς μαθηταῖς ὅτι καὶ ἀκηδιᾷ καὶ λελύπηται. Οὐ γὰρ ἦν δυνατὸν μαθεῖν τὰ ἐν αὐτῷ κεκρυμμένα, μὴ διὰ λόγων ἐκφήναντος τὰ ἐν οἷς ἐστι. Κἀκεῖνο δὲ οἶμαι τοῖς εἰρημένοις προσεπενεγκεῖν ἀναγκαῖον. Τὸ γάρτοι τῆς λύπης πάθος ἤτοι τῆς ἀδημονίας οὐ περὶ αὐτὴν ἂν γένοιτο τὴν θείαν καὶ ἀκήρατον τοῦ Λόγου φύσιν· ἀμήχανον γὰρ, ὅτι παντὸς ἐπέκεινα πάθους ἐστίν· ἐθελῆσαι δέ φαμεν τὸν σαρκωθέντα Λόγον, καὶ ἐν τοῖς ἀνθρωπότητος καθικέσθαι μέτροις, διὰ τοῦ δοκεῖν ὑπομεῖναι τὰ αὐτῆς. Ὥσπερ οὖν πεινῆσαι λέγεται, καίτοι ζωὴ καὶ ζωοποιὸς, καὶ ἄρτος ὁ ζῶν ὑπάρχων αὐτὸς, κοπιάσαι τε ἐκ μακρᾶς ὁδοῦ, καίτοι τῶν δυνάμεων ὑπάρχων Κύριος, οὔτω καὶ ἀκηδιάσαι καὶ δοκεῖν εἰσδέξασθαι λύπην.

Οὐ γὰρ ἔδει τὸν καθιγμένον εἰς κένωσιν, καὶ τοῖς τῆς ἀνθρωπότητος ἐμβεβηκότα μέτροις, παραιτεῖσθαι δοκεῖν τὰ ἀνθρώπινα. <Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.> (A f. 287 b, B f. 201, D f. 75) Συνεβούλευσε μαθηταῖς τὰ τῷ καιρῷ πρέποντα, εἰπών· «Προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Ἀλλ᾽ ἵνα μὴ λόγοις αὐτοὺς ὠφελήσῃ μόνοις, παράδειξις δὲ καὶ αὐτοῦ τοῦ πράγματος εὑρεθῇ, βραχὺ προσελθὼν, πεσὼν ἐπὶ γόνυ, προσηύχετο. Καὶ τί δή ποτε τοῖς ἁγίοις οὐ συνηύχετο μαθηταῖς, ἀλλὰ καταμόνας;

Ἵνα μάθωμεν ἡμεῖς τῆς ἀρεσκούσης Θεῷ προσευχῆς τὸν τύπον. Ἔφη γὰρ ἑτέρωθι· «Σὺ δὲ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.» Πανταχοῦ γὰρ εὑρήσομεν καταμόνας εὐχόμενον, ἵνα καὶ σὺ μάθῃς, ὅτι σχολάζοντι νῷ καὶ γαληνιώσῃ καρδίᾳ διαλέγεσθαι χρὴ τῷ ἐπὶ πάντας Θεῷ. Καὶ οὐ δή που φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὅτι τῆς παρ᾽ ἑτέρου χειρὸς ἢ ἐπικουρίας ἐν χρείᾳ καθεστηκὼς, ἐποιεῖτο τὰς λιτάς. Αὐτὸς γάρ ἐστιν ἡ πανσθενεστάτη χεὶρ καὶ δύναμις τοῦ Πατρός· ἀλλ᾽ ἵνα ἡμεῖς διὰ τούτων μάθωμεν, μὴ νυστάζειν ἐν πειρασμοῖς, συντείνεσθαι δὲ μᾶλλον εἰς προσευχάς. Ἀμαθὲς δὲ λίαν, καὶ τὸ τῶν ἀγώνων καταθρασύνεσθαι· τῷ μετρίῳ δὲ φρονήματι χρῆναί φημι τὸ εὔτολμον καὶ τληπαθὲς ἀναπλέκειν. Ἴδωμεν δὲ καὶ προσευχῆς τὸν τρόπον. <Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.> (A f. 288, B f. 201 b, D f. 75) Ὁρᾷς ὅπως μετ᾽ εὐλαβείας ἀνθρωποπρεποῦς ἐποιεῖτο Χριστὸς τοῦ πειρασμοῦ τὴν παραίτησιν; Εἰ γὰρ βούλει, φησὶ, παρένεγκε. Ὡς γὰρ εἷς ὑπάρχων τῶν καθ᾽ ἡμᾶς, τοῖς τοῦ Πατρὸς θελήμασιν ἀπονέμει τῶν ἐκβησομένων τὸ πέρας· ἵνα καὶ ἡμεῖς αἰτῶμεν ἐκεῖνα κρατεῖν, ἅπερ ἂν αὐτὸς εἰδείη συμφέροντα ταῖς ἡμετέραις ψυχαῖς.

Πρὸς δ᾽ αὖ τούτοις, καὶ τῆς Ἰουδαίων ἀνοσιότητος τὸ χρῆμα κατηγορεῖ· ἦν μὲν γὰρ οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν, φορτικόν γε μὲν ἑτέρως, διά τε τὴν ἀδοξίαν καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὸν ὄλεθρον· οὐ γὰρ ἂν ἠθέλησε κυριοκτόνον γενέσθαι τὸν Ἰσραὴλ, ἵνα μὴ ταύτης ἕνεκα τῆς αἰτίας ταῖς ἐσχάταις δίκαις ὑπενεχθῇ. Ἐπειδὴ δὲ οὐκ ἦν μὴ ὑποστῆναι τὸ πάθος, εἵλετο αὐτὸ, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· ὡς εἶναι τῆς μὲν ἀνθρωπείας φύσεως τὸ εἰς θορύβους εὔκολον· τῆς δὲ θείας, τὸ ἐφ᾽ ἅπασιν ἄθραυστον. Ἡ μὲν γὰρ τοῦ θανάτου παρεισδῦσα μνήμη ταράττει τὸν Ἰησοῦν· ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος, καὶ μεταμορφοῖ πρὸς εὐτολμίαν. Κεκίνηται γὰρ καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, διὰ δύο τρόπους· ἔδει γὰρ καὶ διὰ τούτων αὐτὸν, οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα, φαίνεσθαι πάντα φέροντα τὰ ἀνθρώπινα, δίχα μόνης τῆς ἁμαρτίας. Φόβος δὲ καὶ δειλία, πάθη μὲν ἐν ἡμῖν φυσικὰ, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα. Ἔτι ἐκινεῖτο ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα κινηθέντα κρατύνηται, ἀλλ᾽ ἵνα τῇ δυνάμει τοῦ Λόγου διακόπτηται, πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ· ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως, καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον.

Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβὰν οὐχὶ πάντη τε καὶ πάντως θελητὸν ἦν αὐτῷ, ἀλλ᾽ οὖν τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς ἑκούσιον ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ πάθος· ᾔδει γὰρ τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου φύσιν ἀνακαινιεῖ, καὶ αἵματι τῷ οἰκείῳ κατακτήσεται. Εἰ γὰρ μὴ ἐποιήσατο θελητὸν, καίτοι λίαν ἀβούλητον ὂν τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν τοῦ προσεύχεσθαι ἡ πρόφασις, καὶ λέγειν· «Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο;» Γέγονε μέντοι ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ᾽ ἵνα πάντα τὰ αὐτοῦ ταῖς ἡμῶν ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν αὐτοῦ μεταποιήσῃ στεῤῥότητα.

Ὅταν οὖν φαίνηται δειλιῶν τὸν λόγον τὸν θάνατον, καὶ λέγων· «Παρένεγκε τὸ ποτήριον,» ἐννόει πάλιν, ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο, φορουμένη παρὰ τοῦ Θεοῦ Λόγου, μηκέτι τοῦτο πάσχειν· ἔλεγε δὲ πρὸς τὸν Πατέρα· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθ᾽ ὃ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ᾽ εἰς τέλος τὴν οἰκονομίαν διεξάγειν ἠπείγετο· τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς.

Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.» Διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθεὶς ἐν τῷ Ματθαίῳ· «Τὸ μὲν πνεῦμα πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.» Ἀτονοῦσα μὲν γὰρ ἡ ἀνθρώπου φύσις, καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς αὐτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου εἰς εὐτολμίαν θεοπρεπῆ. <Ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα.> (A f. 292 b, B f. 203) Διὰ τί δέ φησιν, «Ὁ λεγόμενος Ἰούδας;» Μὴ γὰρ οὐκ ᾔδει τὸν ἄνδρα τοῖς ἐξειλεγμένοις ἐναριθμούμενον; Ἀλλ᾽ ὡς ἤδη μεμισηκὼς αὐτοῦ καὶ τὸ ὄνομα, φησὶν,» Ὁ λεγόμενος Ἰούδας.» Προσεπάγει δὲ τούτῳ τὸ, «Εἷς τῶν δώδεκα,» πρὸς ἔνδειξιν καὶ διαβολὴν τῆς τοῦ προδότου φαυλότητος.

Ὁ γὰρ ἐν ἴσῳ τοῖς ἀποστόλοις τετιμημένος, τοῖς φονῶσι κατὰ Χριστοῦ γέγονε πρόφασις· δέδωκε γὰρ αὐτοῖς σημεῖον· «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν.» Ἐπελάθετο παντελῶς τῆς δόξης τοῦ Χριστοῦ· ᾠήθη τάχα που δύνασθαι λαθεῖν· φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. Οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ· δόλου καὶ ἀπάτης ὄργανον τὴν ἐξαίρετον ἀγάπην ἀποφῆναι προσδοκῶν. Ταύτῃτοι καὶ μάλα εἰκότως φορτικώτερον αὐτῷ τὸ κρῖμα ἐποίει, ὅτι οὐδὲ τὸ σχῆμα καὶ σύμβολον ᾐσχύνθη τῆς προδοσίας τὸ φίλημα. Ἐπάγει γοῦν ὁ εὐαγγελιστής· «Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» Εἰδέναι γὰρ ἀναγκαῖον καὶ τὰ τῷ Ἰωάννῃ περὶ τούτου εἰρημένα· ἔφη γοῦν, ὅτι οἱ μὲν τῶν Ἰουδαίων ὑπηρέται προῄεσαν συλληψόμενοι τὸν Ἰησοῦν· ὁ δὲ ὑπήντα αὐτοῖς, λέγων· «Τίνα ζητεῖτε;» Λεγόντων δὲ τῶν ὑπηρετῶν, «Ἰησοῦν τὸν Ναζωραῖον,» αὐτὸς ἑαυτὸν ταῖς τῶν φονώντων χερσὶ προσεκόμιζε, λέγων· «Ἐγώ εἰμι.» Οἱ δὲ ἀπῆλθον, φησὶν, εἰς τὰ ὀπίσω· καὶ τοῦτο γέγονε τρίς. Τίς οὖν ἡ οἰκονομία, καὶ τίνος ἕνεκεν προσκεκόμικεν ἑαυτὸν ὁ Σωτὴρ, οἱ δὲ κατέπιπτον ἀκούοντες τὸ, «Ἐγώ εἰμι;» Ἵνα δὴ μάθοιεν ὡς οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν· οὐ γὰρ τῆς ἐκείνων ἰσχύος γέγονεν ἀποτέλεσμα, τὸ συλλαβέσθαι Χριστὸν, καὶ προσαγαγεῖν τοῖς ἀνοσίοις καθηγηταῖς, ἀλλ᾽ αὐτὸς ἑαυτὸν δέδωκεν. (

A f. 293 b) Φέρε δὲ κἀκεῖνο ζητήσωμεν. Ἆρα ψῆφος τοῦ Θεοῦ καὶ Πατρὸς, θέλημα δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ κέκληκεν αὐτὸν ὡς ἐξ ἀνάγκης εἰς τὸ πάθος;

Εἶτα πῶς, εἴπερ ἐστὶν ἀληθὲς, οὐκ ἔδει πάντως καὶ προδότην γενέσθαι τινὰ, παρενεχθῆναι δὲ καὶ εἰς τοῦτο θράσους τὸν Ἰσραὴλ, ὡς καὶ ἀπειθῆσαι Χριστῷ καὶ ἀτιμάσαι πολυτρόπως, ἐξαρτίσαι δὲ καὶ τὸν ἐπὶ τοῦ ξύλου θάνατον αὐτῷ; Εἶτα, πῶς εὑρίσκεται λέγων· «Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται;» καὶ τὰ ἑξῆς. Διὰ τί δὲ καὶ ἀπόλωλεν ὁ Ἰσραήλ; Ἀλλ᾽ οὐκ ἀδίκως ὁ Θεὸς, αἰσίᾳ δὲ κρίσει ταλαντεύει τὰ καθ᾽ ἡμᾶς. Πῶς οὖν τὸ ἀβούλητον ἐποιήσατο θελητόν; Ἠλέησε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς πεπραχότας ἀθλίως, καὶ ἔπεμψεν ἐξ οὐρανοῦ τὸν Υἱὸν Σωτῆρα καὶ Λυτρωτὴν, ὃς καὶ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς· ἀλλὰ καί τοι προεγνωκὼς ἃ πείσεται, εἴλετο παθεῖν διὰ τὸ σῶσαι τὴν γῆν, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν.

Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς τὴν ἐκ τοῦ παθεῖν ἀδοξίαν, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ οὐκ ἐνεδέχετο μὴ παθεῖν, διὰ τὴν Ἰουδαίων ἐπ᾽ αὐτῷ γενομένην ὠμότητα καὶ ἀπείθειαν, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. <Ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.> (A f. 294) Ἰάσατο γὰρ θεοπρεπῶς τὸν ὑπομείναντα τὴν πληγὴν, τοῖς ἀφιγμένοις εἰς τὸ συλλαβεῖν αὐτὸν θεοπρεπὲς καὶ τοῦτο διδοὺς σημεῖον. <Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ.> (A f 294 b, B f. 204) Ἆρά γε αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; Οὐ τοῦτο βούλεται δηλοῦν· ἀλλ᾽ ὅτι Ἐξὸν ὑμῖν καθημέραν ἐν τῷ ἱερῷ διδάσκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε.

Ἐταμιευόμην γὰρ μᾶλλον τὸ παθεῖν ἐν καιρῷ τῷ καθήκοντι· καὶ οὗτός ἐστιν ὁ παρών. Μὴ γὰρ ἀγνοήσητε, φησὶν, ὅτι αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους· τουτέστιν, ὀλιγοστὸς ἐδόθη ὑμῖν καιρὸς τῆς κατ᾽ ἐμοῦ πλεονεξίας, συνευδοκήσαντος τοῖς ἐμοῖς θελήμασι τοῦ Πατρός. Οὐκοῦν μίαν ὥραν ἔχετε κατ᾽ ἐμοῦ, τουτέστιν ὀλίγον παντελῶς καὶ συνεσταλμένον καιρὸν, τὸν μεταξὺ δηλονότι τοῦ τιμίου σταυροῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· αὔτη δέ ἐστι καὶ ἡ δοθεῖσα ἐξουσία τῷ σκότει. Σκότος δὲ ὀνομάζει τὸν Σατανᾶν τοῖς Ἰουδαίοις ὁμοῦ κατεξαναστῆναι Χριστοῦ· ἵν᾽ ὁ μὲν σώσῃ διὰ τοῦ παθεῖν τὴν ὑπ᾽ οὐρανὸν, καὶ ἀναβιῴη τριήμερος, τὸ τοῦ θανάτου πατήσας κράτος, οἱ δὲ δίκην αἰώνιον τίσωσιν ὁμοῦ τῷ προδότῃ.—(A f. 294 b) Οὐ τὸ βράδος οὖν αἰτιᾶται τὸ πρὸς μιαιφονίαν, ἀλλὰ δείκνυσιν ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως, τὸ ἀβούλητον πάθος οἰκονομικῶς ποιησαμένου θελητὸν, καὶ τοῦτο καιρῷ τῷ προσήκοντι παραδεξαμένου. Οὐ γὰρ δὴ αἰτιᾶται αὐτοὺς, ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλὰ μᾶλλον ἐλέγχει αὐτοὺς ὡς οἰηθέντας ἀσυνέτως, ἄκοντος αὐτοῦ περιέσθαι. Τότε μὲν οὖν οὐκ ἐκρατήσατέ μου, φησὶν, οὐ γὰρ ἐβουλόμην· οὐκ ἃν δὲ οὐδὲ εἰς τὸ παρὸν ἰσχύσατε, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελοντὴς ὑπενήνεγμαι.

Ὥστε οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον· ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψοι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ, τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν· ἵνα πάντας ἐξέληται, καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ, παραστήσει τῷ Θεῷ καὶ Πατρί. <Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν.> (A f. 295, C f. 155) Ἠσθένησε κατὰ τὴν πρόῤῥησιν τοῦ Χριστοῦ ὁ μακάριος Πέτρος, καὶ ἠρνήσατο τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιήσατο τὴν ἄρνησιν· ἔφη γὰρ ὁ Ματθαῖος, ὅτι «Ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.» Τινὲς μὲν οὖν φασιν ὀμωμοκέναι τὸν μαθητὴν, Οὐκ οἶδα ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν· τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο, τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον; ᾔδει γὰρ καθ᾽ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον, τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, ὅτι «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐχ ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς υἱὸν αὐτὸν εἶναι Θεοῦ διαβεβαιούμενος τὰ τοιάδε φησὶν, ἀλλὰ καίτοι τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκότα θεωρῶν τὸν ἐπέκεινα παντὸς γενητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, οὐκ ἀπέσται τοῦ εἰδέναι καὶ ὁμολογεῖν ὡς ἔστιν αὐτὸς Υἱὸς Θεοῦ τοῦ ζῶντος.

Καὶ οὐ δήπου φαμὲν ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψεύσηται Χριστὸς, ἀλλ᾽ ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, ἀπήγγειλε τῷ μαθητῇ, Ὅτι γὰρ ἀνθρωπίνης μικροψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξει ἂν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώσει δάκρυον· «Ἐξελθὼν γὰρ ἔξω, φησὶν, ἔκλαυσε πικρῶς,» προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνησιν.

Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ· μεμένηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλουτηκὼς τῆς ἀφέσεως τοῦ πλημμελήματος. <Ἐνέπαιζον αὐτῷ, δέροντες.> (B f. 206, C f. 155) Πρέποι ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος.» Ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων Δημιουργὸς καὶ Τεχνίτης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται.—(A f. 295 b, C f. 155) Βαβαί! Ὁ γῆς καὶ οὐρανοῦ Κύριος ὡς εἷς ἐξ ἡμῶν διακαρτερεῖ τυπτόμενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας παρατιθείς· ὁ γὰρ ἐτάζων καρδίας, πῶς ἂν ἠγνόησε τίς ἐστιν ὁ παίσας αὐτόν; <Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, κ.τ.λ.> (A f. 295 b, B f. 206, C f. 155, D f. 76 b) Ἐπειδὴ ἀνισχούσης ἡμέρας, τὸ δυσσεβὲς αὐτῶν συναγήγερτο βουλευτήριον, παρεκομίζετο μὲν εἰς μέσον ἀθέσμως ἐξυβριζόμενος ὁ Μωϋσέως καὶ προφητῶν Δεσπότης· διεπυνθάνετο δὲ ὁ ὑβριστὴς Ἰουδαῖος, εἰ αὐτός ἐστιν ὁ Χριστός; Ἀλλ᾽ εἴποι τις ἂν πρὸς αὐτούς· Εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, πῶς οὐκ ἔδει πρὶν ἂν μάθῃς τὸ ἀληθὲς, κατὰ μηδένα λυπῆσαι τρόπον, μὴ ἄρα πως Θεῷ προσκρούσειας; Εἰ δὲ ὑποπλάττῃ τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσῃ λέγοντος ἱεροῦ Γράμματος· «Θεὸς οὐ μυκτηρίζεται.»

Διὸ καὶ ὁ Χριστὸς πρὸς αὐτούς· «Ἐὰν ὑμῖν εἴπω,» καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρωτώμενοι σεσιγήκατε; Τί δὲ, εἰπέ μοι, πολυπραγμονεῖς, καὶ παρ᾽ αὐτοῦ μανθάνειν ἀξιοῖς, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, καίτοι μετὸν εὐκόλως ἀπό τε νόμου καὶ προφητῶν τὴν ἐπ᾽ αὐτῷ γνῶσιν ἑλεῖν; Ἀλλ᾽ ἄπιστοι ὁμολογουμένως καὶ ἀσύνετοι παντελῶς, ὁμοῦ τοῖς ὑπὸ χεῖρα λαοῖς, οἱ τῶν Ἰουδαίων καθηγηταί. Ἐρομένοις τοίνυν εἴπερ ἐστὶν ἀληθῶς αὐτὸς ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τοῦτο μαθεῖν ἐθέλουσιν· «Ἐὰν εἴπω, φησὶν, οὐ μὴ πιστεύσητε· καὶ ἐὰν ἐρωτήσω ὑμᾶς, οὐ μὴ ἀποκριθῆτε.» Ποῦ τοιγαροῦν ἀκούοντες οὐ πεπιστεύκασι; Ποῦ δὲ σεσιγήκασιν ἐρωτώμενοι;

Ἀνελθὼν Χριστὸς εἰς Ἱεροσόλυμα, εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας πρόβατα, καὶ βόας, καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους· καὶ ποιήσας, φησὶν, ὡς φραγέλλιον ἐκ σχοινίων, ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, λέγων· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» Ἐπειδὴ τοίνυν ὠνόμαζε Πατέρα τὸν Θεὸν, πρὸς τοῦτο ἀσχάλλοντες οἱ τὰς ἐν τῷ ναῷ τελοῦντες θυσίας, ἐπεπήδων λέγοντες· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Καὶ πρός γε ταῦτα Χριστός· «Τὸ βάπτισμα Ἰωάννου, πόθεν ἧν;» Οἱ δὲ εἶπον· «Οὐκ οἴδαμεν.» Ἤρετο δὲ καὶ ἑτέρωθί που, λέγων· «Τί δοκεῖ ὑμῖν περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν· Οἱ δὲ εἶπον· Τοῦ Δαβίδ. Εἶτα πρὸς αὐτοὺς ὁ Κύριος ἔφη· Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ;» Καὶ πρὸς τοῦτο πάλιν σεσιγήκασι.

Καὶ ἑτέρωθι πάλιν εὑρήσεις πολυπραγμονῶν τὰ παραπλήσια ἐν τοῖς θείοις Εὐαγγελίοις. Διὰ τοῦτο οὐδὲν αὐτοῖς ὑποκρίνεται, ἐλέγχει δὲ ἀπίστους ὄντας καὶ ἀνηκόους· ἐχρῆν γὰρ, εἴπερ ἐβούλοντο, συνιέναι ὅτι καὶ Κύριός ἐστι τοῦ Δαβὶδ ὡς Θεὸς, καὶ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Πατρὸς Υἱὸς ὁμοούσιος, καὶ τοῦ Δαβὶδ υἱὸς κατὰ σάρκα, ἐπεὶ Θεὸς ὢν καὶ Κύριος ἐπέφανεν ἡμῖν καὶ γέγονε καθ᾽ ἡμᾶς ἄνθρωπος, ἐκ σπέρματος ὢν Δαβὶδ, ἐκ φυλῆς Ἰούδα, κατὰ τὰς Γραφάς. <Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν δυνάμεως τοῦ Θεοῦ.> (A f. 295 b) Ἵνα δὲ φορτικωτέραν Ἰουδαίοις ἐργάσηται τὴν ἐπὶ τῷ μὴ θέλειν πιστεῦσαι δίκην, ἐναργῆ τὴν αὑτοῦ καθίστησι δόξαν εἰπών· «Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.» Ἐμὲ, φησὶ, τὸν ἐν εἴδει τῷ καθ᾽ ὑμᾶς γεγονότα, Υἱὸν φύσει τοῦ Θεοῦ ὄντα, ἐν οὐδενὶ λόγῳ πεποίησθε. Ἐπεὶ οὖν εἰς τοῦτο ἀμαθίας καταβεβηκότες, τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖνό φημι, ὅτι τῆς κατ᾽ ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν ἐδόθη καιρὸς ὁ μέχρι τοῦ σταυροῦ· μετὰ γὰρ τοῦτο εὐθὺς εἰς τὴν ἐμαυτοῦ παλινδρομήσω τιμὴν, καὶ σύνεδρος ἔσομαι τῷ Θεῷ καὶ Πατρὶ μετὰ σαρκός.

Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τὸ τῶν Φαρισαίων ἀνεκαύθη στίφος εἰς ἀκαθέκτους ὀργάς· ἁρπάζουσι τὴν φωνὴν εἰς πρόφασιν δυσφημίας, οὐδὲ μιᾶς μαρτυρίας ἔτι δεῖσθαί φασιν, ὡς αὐτήκοοι γεγονότες τῶν λόγων αὐτοῦ. Ἀλλ᾽, ὦ πονηροὶ καὶ ἀνόητοι! Ἠξιοῦτε μαθεῖν εἴπερ ἐστὶν αὐτὸς ὁ Χριστός; Ἐδίδαξεν, ὡς φύσει καὶ ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ σὺν αὐτῷ τοὺς τῆς Θεότητος ἔχει θρόνους. Ἐντεῦθεν ἦν μάλιστα μαθεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τί δήποτε τὴν τῆς σωτηρίας ὁδὸν ὀλέθρου πρόφασιν ἑαυτοῖς ἀπεφήνατε;