Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η δίκη, η Σταύρωση και η ταφή του Κυρίου

Η προσαγωγή ενώπιον του Πιλάτου, η καταδίκη του Χριστού και η απόλυση του Βαραββά, η σταύρωση μεταξύ των ληστών, η συγχώρηση του ευγνώμονος ληστού, το θείο Πάθος και η ταφή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 21 από 22

ΚΕΦΑΛ. ΚΓʹ. <Ἤγαγον αὐτὸν ἐπὶ Πιλάτον.> (C f. 155 b) Ἐπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν, παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ᾽ αὐτοῖς προεπηγγελμένα· «Οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Ὁ δὲ, «Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Τί δὲ δὴ καὶ Πιλάτῳ φασί; Τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ συντιθέντες συκοφαντίας. <Τοῦτον εὕρομεν κωλύοντα Καίσαρι φόρους διδόναι.> (A f. 296, C f. 155 b, D f. 77) Καὶ ποῦ κεκώλυκε φόρους διδόναι Καίσαρι; Καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας, μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, πειράζοντάς τε καὶ λέγοντας· «Διδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἢ οὔ;» Εἶτα πρὸς τοῦτο Χριστός· «Ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κήνσου·» ἤρετό τε τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφὴν τὸ προσοισθὲν δηνάριον; Ὡς δὲ Καίσαρος ἔφασκον· «Ἀπόδοτε, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Ποῦ τοιγαροῦν κεκώλυκε φόρους διδόναι Καίσαρι; Ἀλλ᾽ εἷς ἦν αὐτοῖς ὁ σκοπὸς, τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωήν.

Πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάματος ἀπήλλαττε τὸν Ἰησοῦν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς. Οἱ δὲ ἐπίσχυον λέγοντες· «Ἀνασείει τὸν λαὸν,» συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶ, σεσιγήκασι δὲ τῆς διδασκαλίας τὸν τρόπον, δεδιότες μὴ ἄρα πως καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιος. Πλὴν ταῦτα λέγουσιν ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων· «Οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,» καὶ τὰ ἑξῆς. <Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.> (C f. 156) Τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν θανάτου, ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν. Ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.» Ἰδοὺ δὴ σαφῶς τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καθά φησιν ὁ μακάριος Πέτρος, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὑτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσωνται κοινωνοί· ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν.

Ἐπεφώνησαν γὰρ, φησὶ, λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ταύτην τὴν ἀνοσίαν καταβοὴν αἰτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· «Ἐγκατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα.»—(C f. 156 b) Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ὀσηέ [cod. Ἡσαΐας]· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ! Δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ.» Καὶ πάλιν· «Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν.» <Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.> (A f. 298, B f. 209 b, C f. 156 b). Ἐπέκρινε τοίνυν, φησὶν, ὁ Πιλάτος γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ νίκην νενικήκασιν ὀλέθρου μητέρα. Ἤνεγκε μὲν τὸν σταυρὸν ὁ Σωτὴρ ἐκ τοῦ πραιτωρίου, ὅτι καὶ Ἀβραὰμ ἀνιὼν ἐπὶ τὸ παραδειχθὲν αὐτῷ ὄρος, ἵνα θύσῃ τὸν Ἰσαὰκ, Θεοῦ γενέσθαι τὸ χρῆμα προστάττοντος, ἐπετίθει τῷ παιδίῳ τὰ ξύλα· καὶ ἦν εἰς τύπον Χριστοῦ, τὸν ἑαυτοῦ σταυρὸν εἰς ὤμους ἔχοντος.— (B f. 209 b) Καὶ ἄγεται μὲν ὁ Σωτὴρ ἐπὶ τὸ πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθεσαν τὸν σταυρὸν αὐτοῦ. Ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον.

Ἀληθὲς δὲ πάντως καὶ τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ σταυρὸν ὁ Σωτὴρ, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν, καὶ μετέθηκαν ἐπ᾽ αὐτῷ τὸ ξύλον. Ἀναγκαίως δέ πως ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν Σωτῆρα ἐπικομίσασθαι τὸν σταυρόν. Εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου· «Τὸ παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.» Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρὸς, δι᾽ οὗ βεβασίλευκε τῆς ὑπ᾽ οὐρανόν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι «Γέγονεν ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» <Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λάου καὶ γυναικῶν.> (A f. 298, D f. 79). Ἐβάδιζε μὲν οὖν ὁ Σωτὴρ ἐπὶ τὸν τοῦ σταυροῦ τόπον· εἵποντο δὲ κλαίουσαι αἱ γυναῖκες, σὺν ἑτέροις πολλοῖς. Φιλόδακρυ γάρ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυπτον ἔχον. Ἀλλ᾽, ὦ θυγατέρες, φησὶν, Ἱερουσαλὴμ, τὸ μὲν ἐπ᾽ ἐμοὶ δάκρυον στήσατε· κλαύσατε δὲ μᾶλλον ἐφ᾽ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.

Ἔρχονται γὰρ ἡμέραι, φησὶν, ἐν αἷς ἔσται γυναιξὶν ἀμείνων ἡ ἀπαιδία· ἐπισκήψαντος γὰρ τοῦ πολέμου τῇ Ἰουδαίων χώρᾳ, ἅπαντες ἄρδην ὀλώλασι μικροὶ καὶ μεγάλοι.

Τότε, φησὶ, τὸ ὑπὸ βουνοῖς καὶ ὄρεσι γενέσθαι, τοῦ παντὸς ἄξιον· «Εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ, φησὶ, ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;» Καὶ πέπλασται μὲν ὡς ἐν τάξει παραβολῆς ὁ λόγος, ἤγουν παραδείγματος, ὠδίνει δὲ νοητοῦ πράγματος δύναμιν· βούλεται γὰρ δηλοῦν ἐκεῖνο, οἶμαί που. Ὑγρὸν μὲν ξύλον ἑαυτὸν ὀνομάζει, τουτέστι χλωρὸν καὶ ἔγκαρπον καὶ εὐανθές· καρποὶ δὲ ἦσαν αὐτοῦ μυσταγωγίαι, καὶ παραινέσεις, καὶ θεοπρεποῦς ἐξουσίας ἐπιδείξεις, διὰ τῆς ὑπὲρ λόγον θεοσημείας. Ἀλλ᾽ ἐν τούτοις ὄντα ταῖς οὕτω δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥωμαίων στρατηγοὶ, ἤγουν ὁ κατακρίνας αὐτὸν Πιλάτος.

Ὅτε τοίνυν, φησὶ, τοιαῦτα πεπράχασιν εἰς ἐμὲ, τί δράσουσιν ὡς ξηρῷ καὶ ἀκάρπῳ προσπεπολεμηκότες τῷ Ἰσραήλ; Ὄψονται γὰρ ἐπ᾽ αὐτῷ οὐδὲν τῶν τεθαυμασμένων, ἐφ᾽ οἷς ἦν εἰκὸς τιμῆς καὶ φειδοῦς ἀξιωθῆναι τῆς παρ᾽ αὐτῶν· κατεμπρήσουσι γὰρ αὐτὸν, δηλονότι τῆς εἰς Χριστὸν δυσσεβείας εἰσπραττόμενοι δίκας. <Ἐκεῖ ἐσταύρωσαν αὐτόν.> (A f. 299 b) Πλὴν ἐσπούδασεν ὁ Κύριος, μήτε δι᾽ ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα, μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι· τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ὥστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας· ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ, μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. Ἐπειδὴ γὰρ ἔμελλεν αἵρεσις ἀνακύπτειν, ἡ λέγουσα ὅτι φάντασμα ἦν τὸ σῶμα, καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ᾽ ἂν κατεδέξατο ῥύπον, ἢ μολυσμὸν, ἢ σπῖλον, ἵνα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια.

Καὶ ἔδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως. <Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες.> (A f. 303 b) Μάτην μέν τοι αὐτοῦ κατειρωνεύονται οἱ τῆς Συναγωγῆς ἡγούμενοι, κατασείοντες τὰς κεφαλὰς, καὶ πικρὸν αὐτῷ μειδίαμα καταχέοντες· «Ἄλλους ἔσωσεν, ἑαυτὸν σωσάτω,» φασίν. Εἰ ἄλλους ἔσωσε (καὶ οἶσθα τοῦτο κατὰ ἀλήθειαν γεγονὸς), πῶς οὐκ ἂν ἴσχυσε τῶν σῶν ἑαυτὸν ἐξελέσθαι χειρῶν; <Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ, κ.τ.λ.> (D f. 79 b) Ἡ ἐν τῷ τίτλῳ προγραφὴ τῆς τοῦ Κυρίου αἰτίας, πρακτικῆς, καὶ φυσικῆς, καὶ θεολογικῆς φιλοσοφίας ὄντα βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἔδειξεν· Ῥωμαϊστὶ γὰρ, καὶ Ἑλληνιστὶ, καὶ Ἑβραϊστὶ φησὶν ἀναγεγράφθαι τῷ λόγῳ. Νοῶ δὲ διὰ μὲν τοῦ Ῥωμαϊστὶ τὴν πρακτικὴν, ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν Δανιὴλ ὁρισθείσης ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν· πρακτικῆς δὲ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία. Διὰ δὲ τοῦ Ἑλληνιστὶ, τὴν φυσικὴν θεωρίαν, ὡς μᾶλλον τοῦ Ἑλλήνων ἔθνους, παρὰ τοὺς ἄλλους ἀνθρώπους τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ. Διὰ δὲ τοῦ Ἑβραϊστὶ τὴν θεολογικὴν μυσταγωγίαν, ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ διὰ τοὺς πατέρας ἀνατεθέντος. (

A f. 304) Ὁ μὲν εἷς, φησὶ, τῶν λῃστῶν τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἠρεύγετο· ὅ γε μὴν ἕτερος, ταῖς τοῦ συγκρεμαμένου φωναῖς ἐπετίμα· ὡμολόγησε τὴν ἁμαρτίαν, μεμαρτύρηκε Χριστῷ τὸ ἀνυπαίτιον, πεπίστευκεν εἰς αὐτὸν, βασιλέα ἐκάλει καί τοι σταυρούμενον.

Ταύτῃτοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον. <Σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν.> (A f. 306) Ὁ παντὸς ἐπέκεινα γενητοῦ, ὁ σύνεδρος τῷ Πατρὶ, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἔλαβε δούλου μορφὴν, καὶ τῶν τῆς ἀνθρωπότητος ἠνέσχετο μέτρων, ἵνα πληρώσῃ τὴν ἐπαγγελίαν τὴν τοῖς πατράσι τῶν Ἑβραίων ἐπηγγελμένην παρὰ Θεοῦ. Οἱ δὲ γεγόνασιν οὕτω σκληροί τε καὶ ἀπειθεῖς ὥστε καὶ ἀντανίστασθαι Δεσπότῃ. Τὸν γὰρ ἀρχηγὸν τῆς ζωῆς θανάτῳ περιβαλεῖν ἐσπούδασαν, καὶ τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων Δεσπότην, ἔδυνεν ὁ ἥλιος ἐπ᾽ αὐτοῖς· συνεσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, κατὰ τὸν θεῖον Ἀμώς.

Γέγονε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης, ἕως ὥρας ἐνάτης· καὶ τοῦτο τοῖς Ἰουδαίοις σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ. Ἐπαρᾶται δὲ αὐτοῖς καὶ Δαβὶδ ἐκ φιλοθεΐας, λέγων· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ αὐτὴ δὲ ἡ κτίσις, τὸν ἑαυτῆς ἐπένθει Δεσπότην· ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιεῤῥηγνυμένου καταπετάσματος ἀπὸ ἄνωθεν ἕως κάτω. Καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, λέγων· «Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περιβόλαιον αὐτοῦ.» <Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεὸν, κ.τ.λ.> (A f. 309 b) Ἄθρει δή μοι πάλιν, ὅτι πεπονθὼς ὑπὲρ ἡμῶν τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας. Ὁ γὰρ ἑκατόνταρχος, φησὶν, ἰδὼν τὰ γεγενημένα, ἐδόξαζε τὸν Θεὸν, λέγων, ὅτι «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.» Ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινὲς, κατανυττόμενοί που πάντως, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς Κύριον, καὶ τάχα που τῆς κατὰ Χριστὸν δυσσεβείας ἀπαλλάττοντες ἑαυτοὺς, διὰ τοῦ τῶν σταυρωσάντων καταβοᾷν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα.

Οὐκοῦν ἀληθὴς ἦν λέγων ὁ Κύριος· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» <Κατηκολούθησαν δὲ καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, κ.τ.λ.> (A f. 310 b) Ἠκολούθουν σοφαὶ γυναῖκες τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, τὰ εἰς πίστιν τὴν ἐπ᾽ αὐτῷ χρήσιμά τε καὶ ἀναγκαῖα συλλέγουσαι.

Ἐπειδὴ δὲ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ἔδωκε σάρκα, ἔδραμον αἱ σοφαὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν· ᾠήθησαν γὰρ ὅτι ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ.