Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν

Κύριλλος Ἀλεξανδρείας

Διδασκαλία κατά της κενοδοξίας και του φθόνου

Η παρέμβαση του Κυρίου στη διαφωνία των μαθητών για τα πρωτεία, η προβολή της παιδικής ακακίας και η στάση απέναντι στον ξένο εξορκιστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 10

Zu Lk 9, 46f Μανθανέτω πάλιν ὁ ψιλὸν ἄνθρωπον νομίζων εἶναι τὸν Ἰησοῦν ὅτι πεπλάνηται καὶ τῆς ἀληθείας οἴχεται μακράν. ἴστω γὰρ ὅτι κἂν εἰ 〈γέγονε σὰρξ θεὸς ὢν ὁ λόγος,〉 ἀλλ᾽ οὖν ἀναπόβλητον ἔχει τὸ εἶναι ὃ ἦν καὶ μεμένηκε θεός. ἔνεστι μὲν γὰρ μόνῳ 〈τῷ〉 ἐπὶ πάντας 〈θεῷ τὸ ἐξετάζειν〉 δύνασθαι 〈καρδίας καὶ νεφροὺς〉 καὶ γινώσκειν τὰ κεκρυμμένα, ἑτέρῳ δὲ παρ᾽ αὐτὸν οὐδενὶ παντελῶς. ἀλλ᾽ ἰδοὺ τοὺς τῶν ἁγίων ἀποστόλων 〈διαλογισμοὺς〉 ἐξετάζει Χριστὸς καὶ τὸν τῆς θεότητος ὀφθαλμὸν καθίησιν εἰς τὰ κεκρυμμένα. θεὸς οὖν ἄρα ἐστὶν ὁ τοῖς οὕτω μεγάλοις καὶ θεοπρεπεστάτοις ἐμπρέπων ἀξιώμασι. πλὴν ἐκεῖνο διερευνήσωμεν· ἆρα γὰρ ἅπαντες οἱ μακάριοι μαθηταὶ κοινὴν ἐσχήκασι τὴν τοιάνδε νόσον; ἀλλ᾽ οἶμαι πολὺ τὸ ἀπίθανον ἔχει τὸ νομίζειν ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον. ἑνὸς δέ, ὥς γε οἶμαι, παθόντος αὐτήν, ἵνα μή τινα διαβολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐαγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνεται λέγων ὅτι 〈Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν.〉 πλὴν ὅτι δεινὸς ἄγαν εἰς κακουργίας ὁ σατανᾶς, ἔξεστι πάλιν καὶ διὰ τούτων ἰδεῖν· ἐπιβουλεύει γὰρ πολυτρόπως τοῖς τὴν παγκάλην ἠγαπηκόσι ζωήν. κἂν μὲν δύναιτο διὰ τῶν τῆς σαρκὸς ἡδονῶν τὸν τοῦδέ τινος ἐκπολιορκῆσαι νοῦν, ἀγρίως ἐπιπηδᾷ καὶ τῆς φιληδονίας ὀξύνει τὸ κέντρον.

εἰ δὲ δή τις εἴη νεανικὸς καὶ τῶν τοιούτων ἐπέκεινα φέροιτο βρόχων, μέτεισιν εὐκόλως ψυχικοῖς ἀρρωστήμασι τὰς κατ᾽ αὐτῶν ἀρτύων ἐπιβουλάς· ἐνσπείρει γάρ τι τῶν ἀπᾳδόντων θεῷ καὶ τὸ φιλόδοξον ἐγείρει πάθος κατὰ βραχὺ κατασείων εἰς ἐπάρατον ὑπεροψίαν. πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀποστόλων· τὸ γὰρ ὅλως 〈διαλογίζεσθαι τὸ τίς ἂν εἴη μείζων αὐτῶν,〉 φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ τὸν ἐπ᾽ αὐτῷ δὴ τούτῳ 〈διαλογισμὸν〉 ὥσπερ τινὰ 〈ῥίζαν πικρίας ἄνω φύουσαν〉 κατὰ τὸ γεγραμμένον, καὶ πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι ἐκ ῥίζης αὐτῆς ἀναβοθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾶται ῥαδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι καὶ οὐ μετρίως ἀναισχυντεῖ. πῶς οὖν ἄρα τὸ φιλόδοξον ἀποκείρει πάθος ὁ πνευμάτων ἰατρός; 〈ἐπελάβετο παιδίου,〉 φησί, καὶ 〈ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ.〉 ὠφελείας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις καὶ ἡμῖν δὲ τοῖς μετ᾽ ἐκείνους· παραβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους οἵπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἄρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον;

ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνόθευτον τὴν καρδίαν καί ἐστιν ἐν ἁπλότητι λογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδε τῆς καθ᾽ ὁτουοῦν ὑπεροχῆς τὸν τρόπον, ἀλλ᾽ οὐδὲ φεύγει τὸ μειονεκτεῖσθαι δοκεῖν. εὐδίαν ἔχει πολλὴν εἰς νοῦν καὶ καρδίαν ὡς ἐξ ἁπλότητός τε καὶ ἀκακίας. καὶ γοῦν αὐτὸς ὁ σωτὴρ ἔφασκέ ποτε τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ ἅπασι τοῖς ἀγαπῶσιν αὐτόν· 〈Ἀμήν, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλεῖαν τοῦ θεοῦ.〉 τί δὲ τὸ στραφῆναι καὶ τοῖς παιδίοις ἐξομοιωθῆναι, διασαφεῖ γράφων ὁ μακάριος Παῦλος· Μὴ 〈παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.〉 ποτὲ δὲ πάλιν προσαγουσῶν αὐτῷ βρέφη γυναικῶν, εἶτα κωλυόντων τῶν μαθητῶν ἔφη· 〈Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.〉 τοὺς ὄντας τοιούτους προσίεται καὶ ἀγαπᾷ καὶ οἷον ἐγγὺς ἔχειν ἀξιοῖ ὡς τὰ αὐτοῦ φρονεῖν ἑλομένους· ἔφη γὰρ ὅτι 〈Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.〉

Zu Lk 9, 48 Εἶτά φησιν· 〈Ὃς ἂν δέξηται τὸ παιδίον τοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με.〉 ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθός, κἂν εἴτε μικρὸς εἴη τυχὸν ἢ γοῦν ἐν ὑπερκειμένῃ τιμῇ τε καὶ δόξῃ—Χριστὸν γὰρ ὑποδέχεται καὶ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ τὸν πατέρα—, πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν καὶ τὸ προὔχειν ἑτέρων ἐπιζητεῖν; διατρανοῖ δὲ καὶ ἔτι μειζόνως τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν καί φησιν· 〈Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας,〉 τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι᾽ εὐλάβειαν. γέγραπται γὰρ ὅτι 〈Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.〉

Zu Lk 9, 49f Ἆρα φθόνου κέντρον τοὺς ἁγίους ἔτυψε μαθητάς; ἆρα τοῖς εὐδοκιμοῦσι βασκαίνουσι; 〈κωλύεις,〉 εἰπέ μοι, τὸν ἐν 〈ὀνόματι〉 Χριστοῦ συντρίβοντα πονηρὰ 〈δαιμόνια;〉 καίτοι πῶς οὐκ ἔδει μᾶλλον ἐννοεῖν ὡς οὐκ αὐτὸς ἐκεῖνος ἦν ὁ τῶν παραδόξων ἐργάτης, ἀλλ᾽ ἡ ἐν αὐτῷ χάρις ἀποπεραίνουσα τὸ παράδοξον ἐν δυνάμει δηλονότι Χριστοῦ; πῶς οὖν ἄρα κωλύεις τὸν ἐν Χριστῷ διαπρέποντα; Ναί, φησίν· οὐ γὰρ 〈ἀκολουθεῖ μεθ᾽ ἡμῶν.〉 τί γάρ, εἰ μὴ γέγονεν ἐναρίθμιος τοῖς ἁγίοις ἀποστόλοις ὁ τῇ παρὰ Χριστοῦ χάριτι στεφανούμενος; πλεῖσται τῶν παρὰ Χριστοῦ χαρισμάτων εἰσὶν αἱ διαφοραί. καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Παῦλος ὅτι 〈Ὧι μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων.〉 τί οὖν ἐστι τὸ Οὐ περιπατεῖ μεθ᾽ ἡμῶν; 〈δέδωκε〉 τοῖς ἁγίοις ἀποστόλοις 〈ἐξουσίαν〉 ὁ σωτὴρ κατὰ 〈πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν〉 ἐν τῷ λαῷ· καὶ δὴ καὶ ἐνηργήκασιν. 〈ὑπέστρεψαν γοῦν χαίροντες〉 καὶ 〈λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου.〉 ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτερον ἔξεστι τοῦτο δρᾶν. ἔχομέν τι τοιοῦτον καὶ ἐν τοῖς ἀρχαιοτέροις γράμμασιν.

ἔφη μὲν γάρ που θεὸς 〈πρὸς τὸν Μωυσέα· Ἐπίλεξαι σεαυτῷ ἑβδομήκοντα ἄνδρας ἐκ τῶν πρεσβυτέρων Ἰσραὴλ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ δώσω αὐτοῖς.〉 καὶ συνήχθησαν μὲν εἰς τὴν ἀρχαίαν ἐκείνην 〈σκηνὴν〉 οἱ ἐξειλεγμένοι πλὴν δύο τινῶν· ἀπέμειναν γὰρ ἐν τῇ συναγωγῇ. ἐπιπεσόντος δὲ αὐτοῖς τοῦ τῆς προφητείας 〈πνεύματος〉 οὐ μόνον προεφήτευον οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ συνδεδραμηκότες, ἀλλὰ καὶ οἱ ἀπομείναντες 〈ἐν τῇ παρεμβολῇ.〉 εἶπε δέ, φησίν, 〈Ἰησοῦς ὁ παρεστηκὼς Μωυσῇ· Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ, κύριε Μωυσῆ· κώλυσον αὐτούς. καὶ εἶπε,〉 φησί, 〈Μωυσῆς〉 πρὸς 〈Ἰησοῦν·〉 Μὴ 〈ζηλοῖς σὺ ἐμοί; τίς γὰρ δοίη πάντα τὸν λαὸν κυρίου〉 εἶναι 〈προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ᾽ αὐτούς.〉 ἀλλ᾽ ἦν καὶ τότε Χριστὸς ὁ ἐν ἁγίῳ πνεύματι ταῦτα λαλεῖν ἀναπείσας τὸν ἱεροφάντην Μωυσέα. καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις αὐτὸς δι᾽ ἑαυτοῦ φησι· Μὴ 〈κωλύετε〉 τὸν συντρίβοντα τὸν σατανᾶν ἐν τῷ ὀνόματι αὐτοῦ· 〈οὐ γάρ ἐστι καθ᾽ ὑμῶν,〉 φησί. 〈ὃς γὰρ οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν·〉 ὑπὲρ ὑμῶν γάρ εἰσι τῶν ἀγαπώντων τὸν Χριστόν, ὅτι τὰ εἰς δόξαν αὐτοῦ πληροῦν ἐθέλουσι τῇ παρ᾽ αὐτοῦ χάριτι στεφανούμενοι.