Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν
Η προαναγγελία του Πάθους
Η προαναγγελία του σταυρικού θανάτου από τον Χριστό και η αδυναμία των μαθητών να κατανοήσουν το μυστήριο της οικονομίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προαναγγελία του Πάθους
Η προαναγγελία του σταυρικού θανάτου από τον Χριστό και η αδυναμία των μαθητών να κατανοήσουν το μυστήριο της οικονομίας.
Zu Lk 9, 43f Πάντα ἃ ὁ Ἰησοῦς ἐποίει, θαυμασμοῦ ἄξια παρὰ πᾶσιν ἦν. ἐπέλαμπε γάρ τι ἐξαίρετον καὶ θεῖον πάσῃ τῇ ἐνεργείᾳ αὐτοῦ, ὡς ἀληθεύειν τὴν λέγουσαν γραφήν· 〈Δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.〉 εἰ καὶ 〈πάντες〉 μέντοιγε 〈ἐθαύμαζον ἐπὶ πᾶσιν οἷς ἐποίει〉 ὁ Ἰησοῦς, ἀλλ᾽ αὐτὸς τὰ ἐπιφερόμενα τούτοις οὐκ εἶπε πρὸς πάντας, ἀλλὰ 〈πρὸς τοὺς ἑαυτοῦ μαθητὰς〉 ὅτι Εἰ καὶ τοιαῦτά ἐστιν ἃ ποιῶ πάντα, ὡς πάντας ἐπ᾽ αὐτοῖς θαυμάζειν, ἀλλὰ κατανοήσατε, εἰς ὅσον ἐμαυτὸν 〈ταπεινοῦν μέλλω〉 ὑπὲρ πάντων 〈παραδιδόμενος,〉 ἵνα ἄρω τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵν᾽ οὖν εἰδεῖεν ἀκριβῶς τὸ περὶ αὐτοῦ μυστήριον οἱ τῆς οἰκουμένης μυσταγωγοί, χρησίμως καὶ ἀναγκαίως ποιεῖται τὴν προαγόρευσιν καί φησι· 〈Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.〉 καὶ ποία τίς ἐστιν ἡ πρόφασις ἡ ταῦτα εἰπεῖν παρασκευάσασα Χριστόν, ἀναγκαῖον ὡς οἶμαι λέγειν. οὐκοῦν ἀνεκόμισε μὲν 〈εἰς τὸ ὄρος Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος.〉 ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ᾽ ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα 〈κατελθὼν ἀπὸ τοῦ ὄρους〉 πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ᾽ ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος.
οὗ δὴ γεγονότος οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς κἀκεῖνό που τάχα καθ᾽ ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρ᾽ οὖν ἠπατήμεθα θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυστήριον· 〈Θέσθε〉 γάρ, φησίν, 〈ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν·〉 τὸ δὲ Ὑμεῖς ἐν τούτοις διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς· ἤθελε μὲν γὰρ αὐτοὺς εἰδέναι τὸ συμβησόμενον, οὐ μὴν ἔτι καὶ λαλεῖν ἑτέροις. οὐ γὰρ ἔδει μόνον τοὺς ἀγελαίους μαθεῖν ὅτι πείσεται, ἀλλ᾽ ἦν ἄμεινον πρὸς τούτῳ πεπληροφορημένους ὅτι καὶ ἀνεβίω θεοπρεπῶς 〈καταργήσας τὸν θάνατον,〉 διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. ὅταν τοίνυν ἐνστῇ, φησί, τοῦ παθεῖν ὁ καιρός, μὴ εἴπῃς· Πῶς ὁ τοσοῦτος ἐν δόξῃ καὶ σημείων τοσούτων ἀποτελεστὴς καθ᾽ ἕνα τῶν καθ᾽ ἡμᾶς οὐκ ἐνόησε πεσὼν εἰς χεῖρας ἐχθρῶν; ἴσθι δὲ μᾶλλον τὴν οἰκονομίαν ἐννοήσας ὅτι οὐ βεβίασμαι παρά τινων, ἀφῖγμαι δὲ εἰς τοῦτο ἑκών. τί γὰρ ἦν τὸ κωλύον τὸν προειδότα καὶ ἀπαγγείλαντα σαφῶς τὸ ἐσόμενον μὴ ἂν ἐθελῆσαι παθεῖν; ἀλλ᾽ ἵνα σώσω τὴν ὑπ᾽ οὐρανόν, ἐμαυτὸν ἐνῆκα τῷ παθεῖν.
τοῦτο διδάξει σαφῶς ἑτέρωθί που λέγων· 〈Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.〉
Zu Lk 9, 45 Εἶτα εἴποι τις ἄν· Καὶ πῶς 〈ἠγνόουν〉 οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον; ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, πλὴν οὐ ῥᾴθυμοι καὶ τῶν Μωυσέως γραμμάτων οὐκ ἀνεπιστήμονες· καὶ γοῦν ἀπόλεκτοι γεγόνασι διὰ τοῦτο παρὰ Χριστοῦ. εἶτα πῶς ἠγνόησαν τὸ Χριστοῦ μυστήριον καίτοι διὰ τῆς 〈τοῦ νόμου σκιᾶς〉 πλεισταχοῦ γραφόμενον; 〈ἀλλ᾽ ὡς ὁ〉 μακάριος γράφει Παῦλος· 〈Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ〉 καί· 〈Ἄχρι τῆς σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται.〉 χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· 〈Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.〉
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.