Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν
Η θεραπεία του δαιμονιζομένου νέου
Η προσέλευση του πατέρα του δαιμονιζομένου, ο έλεγχος της απιστίας του πλήθους και η ίαση του νέου από τον Χριστό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεραπεία του δαιμονιζομένου νέου
Η προσέλευση του πατέρα του δαιμονιζομένου, ο έλεγχος της απιστίας του πλήθους και η ίαση του νέου από τον Χριστό.
Zu Lk 9, 37—40 Ἀκηκόαμεν ὅτι προσδεδράμηκέ τις Χριστῷ τῶν ἀπὸ τοῦ πλήθους παιδὸς ἀρρωστίαν οὐ φορητὴν ἐξηγούμενος· ἔφη γὰρ 〈σπαράσσεσθαι〉 μὲν αὐτὸν ἀγρίως ὑπὸ 〈πνεύματος〉 πονηροῦ, παγχάλεπον δὲ τὴν 〈συντριβὴν〉 ὑπομένειν. πλὴν οὐκ ἀμώμητον ἐποιεῖτο τὴν πρόσοδον· 〈κατεβόησε〉 γὰρ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων, μὴ 〈ἰσχῦσαι〉 λέγων αὐτοὺς 〈ἐπιτιμῆσαι τῷ δαίμονι.〉 ἀλλ᾽ ἦν ἄμεινον τιμῶντα μᾶλλον τὸν Ἰησοῦν τὴν ἐπικουρίαν αἰτεῖν καὶ τὴν παρ᾽ αὐτοῦ ζητῆσαι χάριν. κατανεύει γὰρ τιμώμενος καὶ πιστευόμενος πρὸς ἡμῶν, ὅτι πάντα δύναται καὶ πρὸς οὐδὲν ὅλως ἀσθενεῖ—καὶ γάρ ἐστιν αὐτὸς 〈ὁ τῶν δυνάμεων κύριος〉 καὶ πᾶν εἴ τί πέρ ἐστιν ὅλως δυνάμεως δεκτικόν, τοῦτο πάντως ἔχει παρ᾽ αὐτοῦ τὸ εἶναι ὅ ἐστιν—, ὅταν δὲ ἀπιστῶμεν, ὑβρίζομεν αὐτοῦ τὴν δόξαν, ληψόμεθα δὲ παρ᾽ αὐτοῦ παντελῶς οὐδέν· προσεκόμισα γὰρ 〈αὐτόν,〉 φησί, 〈τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν.〉 καίτοι διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ᾽ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι πλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ. ταύτης ἕνεκα τῆς αἰτίας κατεβόησε δικαίως αὐτοῦ Χριστός. καὶ εἰ βούλει, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος·
Zu Lk 9, 41 〈Ἄπιστον γενεὰν〉 ἐκεῖνόν που πάντως καὶ τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει 〈καὶ διεστραμμένον〉 καὶ κατ᾽ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμα τὸ ἱερόν· 〈Ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν.〉 φεύγει τὴν νόσον ὁ μακάριος Δαβὶδ λέγων· 〈Οὐκ ἐκολλήθη μοι καρδία σκαμβὴ〉 τουτέστι τὴν εἰς εὐθὺ τρίβον βαδίσαι μὴ δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· 〈Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.〉 οὐκοῦν ὁ ἄπιστος ἔσται που πάντως καὶ διεστραμμένος. τοῖς οὕτως ἔχουσι γνώμης καὶ εἰς τοῦτο πεσοῦσιν ἀνοσιότητος οὐκ ἀξιοῖ συνεῖναι Χριστός, ἀλλ᾽—εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν —ὀλιγορεῖ καὶ ἀκηδιᾷ ὡσανεὶ διὰ τὴν κακίαν βαρούμενος τὴν μετ᾽ αὐτῶν διατριβήν. καὶ τοῦτο διδάξει λέγων· Ἕως τίνος ἔσομαι 〈πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν;〉 ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευμάτων πονηρῶν τοὺς διὰ τῶν αὐτοῦ νευμάτων ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ καὶ οὐχὶ τῶν λαβόντων αὐτήν. ὅτι γὰρ Χριστὸς ἦν ὁ ἐνεργῶν ἐν αὐτοῖς, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν. καὶ γοῦν τεθεράπευται μὲν ὁ ἐπὶ τῇ 〈ὡραίᾳ πύλῃ χωλός,〉 ἀνετίθει δὲ Πέτρος Χριστῷ τὸ παράδοξον τοῖς Ἰουδαίοις προσλαλῶν ὡς ἐν ταῖς Πράξεσι γέγραπται.
προσπεφώνηκε δέ που πάλιν ἑνὶ τῶν παρ᾽ αὐτοῦ τεθεραπευμένων· 〈Αἰνέα, ἰᾶταί σε ὁ Χριστός.〉 πανταχόθεν τοίνυν ἐστὶν ἐναργὲς ὅτι τῆς αὐτοῦ δυνάμεως κατηγόρησεν ἀνοσίως ὁ περὶ τῶν ἁγίων ἀποστόλων εἰπὼν ὅτι 〈οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν.〉 καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἀγανακτεῖ Χριστὸς συκοφαντουμένων ἁγίων, οἳ καὶ τὸν τῶν ἱερῶν κηρυγμάτων ἐθαρρήθησαν λόγον καὶ μυσταγωγοὶ τέθεινται τῆς ὑπ᾽ οὐρανὸν τῇ παρ᾽ αὐτοῦ χάριτι μαρτυρούμενοι ὅτι τε εἶεν αὐτοῦ μαθηταὶ καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐναπαστράπτουσι φῶς τοῖς ἁπανταχοῦ ταῖς παρ᾽ αὐτῶν διδασκαλίαις ἑπομένης χρησίμως καὶ τῆς παραδόξου μεγαλουργίας.
Zu Lk 9, 42 Ἄμεινον δὲ οἶμαι κατὰ τὴν πρώτην ἀπόδοσιν ἄπιστον νοεῖν τὸν τοῦ δαιμονῶντος πατέρα. διὸ καὶ ἔδει λυπούμενον ἀπελθεῖν. ἀλλ᾽ ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, 〈ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι〉 καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ νεανίας ἀπηλλάττετο.
Zu Lk 9, 42f Καλῶς εἴρηκεν ὅτι 〈Ἀπέδωκεν αὐτὸν τῷ πατρί·〉 οὐ γὰρ ἦν ἔτι τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος ἐπειδὴ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρός· Χριστοῦ δὲ τὸ δῶρον, ὃς καὶ τοῖς ἁγίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τοῦ δύνασθαι κατορθοῦν τὰς θεοσημείας καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἐπιτιμᾶν. 〈ἐκπλήττεσθαι〉 δέ φησιν τοὺς ὄχλους ὁ μακάριος εὐαγγελιστὴς 〈ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.〉
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.