Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν
Το μυστήριο της Μεταμορφώσεως στο όρος Θαβώρ
Αναφορά στη θεοφάνεια της Μεταμορφώσεως, την εμφάνιση του Μωυσή και του Ηλία, καθώς και τη μαρτυρία του Θεού Πατρός.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο της Μεταμορφώσεως στο όρος Θαβώρ
Αναφορά στη θεοφάνεια της Μεταμορφώσεως, την εμφάνιση του Μωυσή και του Ηλία, καθώς και τη μαρτυρία του Θεού Πατρός.
Zu Lk. 9, 27—29 Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦτον καθ᾽ ἑαυτοὺς ἐννενοηκότας εἰπεῖν· 〈Πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει πάλιν αὐτήν;〉 τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; ἢ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών φησι· 〈Λέγω δὲ ὑμῖν· εἰσί τινες τῶν αὐτοῦ ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ θεοῦ.〉 βασιλείαν δὲ θεοῦ λέγει αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται κατ᾽ ἐκεῖνο τοῦ καιροῦ, καθ᾽ ὃν ἐπιλάμψει τοῖς ἐπὶ γῆς· 〈ἥξει γὰρ ἐν δόξῃ τοῦ θεοῦ καὶ πατρὸς〉 καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ᾽ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ 〈τὸ ὄρος〉 τρεῖς ἀπ᾽ αὐτῶν τοὺς ἀπολέκτους ἔχων. εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα ὥστε καὶ 〈τὸν ἱματισμὸν αὐτοῦ〉 τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι καὶ οἷον ἀπαστράψαι δοκεῖν.
Zu Lk 9, 30f Πλὴν Μωυσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν, φησίν, ἀλλήλοις τὴν 〈ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ,〉 τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος, τὸ ἐπί γέ φημι τῷ τιμίῳ σταυρῷ· δόξαν γὰρ αὐτὸ καλοῦσιν ἀεί. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι ὁ διὰ Μωυσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό, οἱ δὲ πολυτρόπως προηγορευκότες ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς καὶ ὅτι τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωυσέως καὶ Ἠλίου παράστασις καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην, προκαταδειχθέντα δὲ παρ᾽ αὐτῶν, δι᾽ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν.
Zu Lk 9, 29 Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν οὐχὶ δή που τὸ σχῆμα τὸ ἀνθρώπινον μεταβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτὸ καὶ τὸν ἀτιμότατον τῆς σαρκὸς χαρακτῆρα μεταχρωννύσης ὥσπερ εἰς ὄψιν εὐκλεεστέραν κατὰ τὸ 〈Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ,〉 παρὰ τοῦ μακαρίου Παύλου καλῶς τε καὶ ὀρθῶς εἰρημένον. νυνὶ μὲν γὰρ αὐτὸ τοῦτο σάρξ ἐστι γυμνή, οὐ δόξῃ τινὶ κατακεχρωσμένη, οὐ λαμπρότητι φυσικῇ κατηγλαϊσμένη, ψιλὴν δὲ καὶ μόνην τὴν ἐκ φύσεως ἀδοξίαν καὶ ἀσθένειαν ἔχουσα, κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐξαλλαγή τις ἔσται θεοπρεπὴς καὶ δόξης, οὐ σχήματος, μεταβολή. θείας γὰρ δόξης ἐπιβλήματι περιαστράψει λοιπόν· 〈ἐκλάμψουσι〉 γὰρ 〈οἱ δίκαιοι〉 καθάπερ 〈ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς〉 κατὰ τὴν τοῦ σωτῆρος φωνήν.
Zu Lk 9, 32f Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· ἐπλήρου γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. εἶτα 〈διαγρηγορήσαντες〉 θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς, 〈σκηνὰς〉 δὲ δεῖν 〈τρεῖς〉 γενέσθαι φησί· Χριστῷ μὲν 〈μίαν,〉 τὰς ἑτέρας δὲ 〈Μωυσεῖ〉 καὶ 〈Ἠλίᾳ. ἀλλ᾽ οὐκ ᾔδει,〉 φησίν, 〈ὃ λέγει·〉 οὐ γὰρ ἦν καιρὸς 〈τῆς συντελείας τοῦς αἰῶνος,〉 οὔτε μὴν τοῦ χρῆναι λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. ὡς γὰρ ὁ Παῦλός φησι, 〈μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ,〉 Χριστὸς δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς 〈τὸν κόσμον ἀγάπης〉 ἀποφοιτήσαντα τοῦ παθεῖν ἐθέλειν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπ᾽ οὐρανὸν καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως 〈καταργήσας〉 αὐτόν.
Zu Lk 9, 35 Οὐκοῦν πρὸς τῇ ἀπορρήτῳ καὶ παραδόξῳ θέᾳ τῆς δόξης Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον εἰς βεβαίωσιν τῆς ἐπ᾽ αὐτῷ πίστεως καὶ οὐχὶ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς. 〈ἐκ νεφέλης〉 γὰρ ἄνωθεν ὡς ἐκ τοῦ θεοῦ καὶ πατρὸς κατεδόθη 〈φωνὴ〉 λέγοντος· 〈Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ὁ ἐκλελεγμένος.〉
Zu Lk 9, 36 〈Καὶ ἐν τῷ γενέσθαι,〉 φησί, 〈τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος.〉 ἑστῶτος Μωυσέως καὶ Ἠλίου 〈αὐτοῦ〉 μᾶλλον 〈ἀκούειν〉 αὐτοὺς ἐπιτάττει. ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων ὅτι Μωυσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ πατὴρ καὶ οὐ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, ἀναγκαίως ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων ὅτι 〈ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος.〉 αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε· καὶ γάρ ἐστιν αὐτὸς 〈τέλος νόμου〉 καὶ προφητῶν. διὰ τοῦτο καὶ τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων· 〈Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.〉
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.