Ἔφη γάρ που ὁ Χριστός “Ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ”ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται.” καίτοι, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν· οἱ γὰρ μὴ πιστεύοντες, εἰπέ μοι, μενοῦσι νεκροὶ, οὐκ ἀναβιώσονται δὲ τοῖς ἄλλοις ὁμοῦ; ποῖον οὖν ἄρα τοῖς πεπιστευκόσι τὸ περιττὸν, αὐτὸς ἡμῖν ὑπέδειξεν ὁ Σωτὴρ οὕτω λέγων “Ὁ κλέπτης οὐκ ἔρχεται ”εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ” ἐγὼ ἦλθον, “ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.” Οὐκοῦν, ἀναστήσονται μὲν ἅπαντες, πονηροί τε καὶ ἀγαθοί· ἀλλ᾽ οὐ πάντες ἔχουσι τὸ περιττόν. οἱ μὲν γὰρ οὐκ ὄντες Χριστοῦ, διὰ τὸ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἐνειλημμένους ὁρᾶσθαι, θανάτου χαλεπωτέραν τὴν ἐν τελευταίοις ἕξουσι ζωήν· ἀποτίσουσι γὰρ λόγους καὶ τῶν ἐπταισμένων καὶ τῆς ἀπειθείας. οἱ δέ γε ὄντες αὐτοῦ, καὶ διὰ τοῦ Πνεύματος οἰκειότητα τὴν πρὸς Θεὸν ἐκπεπλουτηκότες, καὶ ἀγαθοὶ τοὺς τρόπους, πρὸς τῇ ἀναστάσει τῇ κοινῇ, καὶ τῷ παλινδρομῆσαι πρὸς ζωὴν, πάντη τε καὶ πάντως ἕξουσι τὰ ἑπόμενα, τουτέστι τὰ δῶρα, τὰς τιμὰς, τοὺς στεφάνους, τὰς ἀμοιβὰς, τὴν λαμπρότητα. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, “Ἰδοὺ ”μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα· οἱ “πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ”τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθή- “σονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.”