Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς δώδεκα προφήτας
Υπόμνημα στον προφήτη Ιωνά
Η κλήση του προφήτη Ιωνά, η φυγή, η παραμονή στο κήτος ως προτύπωση της ταφής του Κυρίου, και η έμπρακτη μετάνοια της πόλεως της Νινευή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόμνημα στον προφήτη Ιωνά
Η κλήση του προφήτη Ιωνά, η φυγή, η παραμονή στο κήτος ως προτύπωση της ταφής του Κυρίου, και η έμπρακτη μετάνοια της πόλεως της Νινευή.
ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ. Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰουδαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ᾽ ἐκεῖνον τὸν καιρὸν, καθ᾽ ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ Ἀμὼς καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων δήμοις κατίδοι τις ἂν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ᾽ αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ τῇ τετάρτῃ τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ πρώτου καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσραὴλ, καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπείσας, ἀλλ᾽ ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ἰωνᾶς, διεσάφησε λέγον “Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ- ”ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, “κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ ”δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ “Γεθχοβέρ.
ὅτι ἐπεῖδε Κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ ”πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπα- “νισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν ”τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ “σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ ”χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς.” τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπολέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς Ἰουδαίων γῆς ὑφ᾽ ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προφητείας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ἰωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιάκουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πως ὡς ἐν σκιαῖς καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν “Γενεὰ πονηρὰ ”καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται “αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ ”ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς “νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ ”τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.”
Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πως ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἰωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεωρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώπου, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε καὶ ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ ἐλιπάρουν λέγοντες “Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω ”πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν.” ἀλλ᾽ ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου σαφῶς αὐτὸς ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Ὀρθῶς πάντα ”ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελ- “φῶν αὐτῶν ὥσπερ σὲ,” μεσιτεύοντα δηλονότι καὶ παριστάντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον βούλησιν. “Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα αὐ- ”τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι.”
παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, ἀλλ᾽ οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε γὰρ ὅτι “Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ ”εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ᾽ οὗ “ἤρξω λαλεῖν τῷ θεράποντί σου·” παρεκάλει δὲ λέγων· “Δέομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- ”λεῖς.” ἀλλ᾽ οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε μὴν ἰσχνόφωνος κατ᾽ ἐκεῖνον, ἀλλ᾽ ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι ”τῇ σάλπιγγι τῇ μεγάλῃ.” περιαγγέλλεται γὰρ τοῦ Σωτῆρος ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Δαυείδ “Θεὸς ”θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν “ἡλίου μέχρι δυσμῶν.” Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῷ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουὴλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχήμασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον.
ἀλλ᾽ οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ πάντα δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ᾽ εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ᾽ ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον.
Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῷ νοοῖτ᾽ ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ᾽ ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ᾽ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων “Ἄρατέ με καὶ ἐμβάλετε εἰς ”τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ὑμῶν·” κατεπόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν διακονίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν “πάντα ”τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς “καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.” πλὴν οὐ λελύπηται σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς. οὐκοῦν εἰ μὴ πάντα τῆς ἱστορίας τὸν λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκοπὸν, αἰτιάσθω μηδείς.
ὥσπερ γὰρ αἱ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιϊπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως. <Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.> Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐννενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον “Ἢ Ἰου- ”δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, “εἴπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ”ἀκροβυστίαν διὰ τῆς πίστεως.” πείρᾳ δὲ τοῦτο μεμαθηκὼς καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέγων “Ἐπ᾽ ἀλήθειας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι προσω- ”πολήπτης ὁ Θεὸς, ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος “αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.”
δεδημιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ᾽ ἰδίαν εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουργήμασι πεφενακισμένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “Ἀνακεφαλαιώσασθαι τὰ ”πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς.” ἀλλ᾽ ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ᾽ ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὑπέρ γε τῶν πεπλανημένων φροντίδα, καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προστέταχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. Περσικὴ δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας “Γῆ τῶν γλυπτῶν ”ἐστι.” πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. “
Τύρος ”τε γὰρ καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαῖα ἀλλοφύλων” προσεκύνουν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ᾽ αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη.
Τί οὖν, εἰπέ μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς “Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- ”μάκων.” οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιοτέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι᾽ ὧν ἂν γένοιτο σοφός. ἀκούσῃ δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι “Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ ”τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς·” ποτὲ δὲ αὖ “Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, ”καὶ ὡς πέλεκυς κόπτων πέτραν;” ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ᾽ ἵνα τις γένοιτο προαπόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησομένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανημένοις.
ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἰσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκότες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογήσαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι᾽ ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώσων τὴν ὑπ᾽ οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός “Ἄνδρες ”Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς “ταύτης καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ ”κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.” πῶς δὲ τὸ πλεῖον ἐν Χριστῷ παρὰ τὸν Ἰωνᾶν; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἀῤῥήτου τερατουργίας καταπλήττων ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀείπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν.
ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς τοῦ Καῒν μιαιφονίας τὸ Ἄβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης. <Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετ᾽ αὐτῶν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου.> Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ᾽ αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠώ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλαβών· προετέθειτο γὰρ τῇ νηῒ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν.
τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ᾽ Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἔστι μὲν ὁμολογουμένως παρ᾽ ἐκείνοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλουσιν ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ᾽ ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ᾽ ἠλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προφήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ.
Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ᾽ ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ᾽ ἑαυτὸν ἐννοήσειεν, ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάληψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῇ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι᾽ αὐτῆς, ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. ἔφασκέ τε διαναστάς “Ὅτι ἔστι Θεὸς ἐν τῷ τόπῳ τούτῳ, ”ἐγὼ δὲ οὐκ ᾔδειν.” οἶμαι δὴ οὖν, ὅτι τοιοῦτόν τι καθ᾽ ἑαυτὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέβηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, καὶ δὴ καὶ ἔφασκεν “Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ”ὄντος μου ἐν τῇ γῇ μου;
διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν “εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι 〈σὺ〉 εἶ ἐλεήμων καὶ οἰκτίρμων, ”μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· “καὶ νῦν, Δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ”ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.” οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν δι᾽ αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοήσωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστότητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῇ πονεῖν αὐτοὺς ἀναπεπεικότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον. <Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε συντριβῆναι. καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾽ αὐτῶν.> Κατεξανίσταται μὲν τῆς νεὼς τὸ κλυδώνιον, οἰκονομοῦντος Θεοῦ καὶ πνευμάτων ἀγρίαις ἐμβολαῖς διακυκῶντος τὴν θάλασσαν· ἐμπίπτει δὲ τοῖς πλωτῆρσι τὸ δεῖμα, καὶ ὁ λόγος ἦν ἤδη περὶ τῶν ἐσχάτων αὐτοῖς, ἀποτριζούσης μὲν, κατὰ τὸ εἰκὸς, τῆς ὁλκάδος, μονονουχὶ δὲ καὶ ἀπειλούσης ἤδη πως, ὅτι δὴ μέλλοι συνθραύεσθαι.
κέχρηται δὲ ταῖς ἐξ ἔθους ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκτενέστατα παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας. <Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρεγχε. καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, εἴπως διασώσει ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.> Ἁρμόσειεν ἂν ἥκιστά γε νήψεσι προφητικαῖς τὸ ῥᾴθυμον εἰς εὐχὰς, κινδύνων ἐπηρτημένων, καὶ τὸ ὑπτιοῦσθαι φιλεῖν, καλούντων εἰς πόνους καιροῦ καὶ πράγματος, ἐφ᾽ ᾧπερ ἂν πρέποι μᾶλλον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεόν. ὅθεν ἔστιν ἐννοεῖν, ὡς πρὸ χειμῶνος ὁ ὕπνος ἦν· εἰωθότος δὲ σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοίου τὴν κοίλην. φίλον γὰρ ἀεὶ τοῖς ἁγίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατελεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας “Ἀγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· ”καθίσεται κατὰ μόνας, ὅτι ἦρεν ἐφ᾽ ἑαυτῷ.”
ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος “Κύριε παντο- ”κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἀλλ᾽ “ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- ”μην, ὅτι πικρίας ἐνεπλήσθην.” τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάττεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμήκασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας τοῦ πρέποντος, ἀλλ᾽, ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ μᾶλλον εἰπὼν ἐπικαλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον. <Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.> Περιεργότατα μὲν οἱ πλωτῆρες καὶ ἀσύνηθές τι μελετῶσι καὶ ξένον, τὸ ἐπείγεσθαι κλήρῳ διαμαθεῖν τὸν ἐφ᾽ ᾧ λελύπηται ὁ Θεός. πλὴν οἰκονομεῖται καὶ τοῦτο χρησίμως, ὡς ἂν γένοιτο καταφανὴς ὁ νομίσας δύνασθαι φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ· πίπτει γὰρ ὁ κλῆρος ἐπ᾽ αὐτὸν, καὶ τὸν ἐκ τοῦ πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάῤῥησιν.
καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, τό “Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾽ ἁμαρτίαις σου.” <Καὶ εἶπαν πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν· τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; καὶ εἶπε πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἐπέγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.> Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες, οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημμελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποίων ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ᾽ αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης δοῦλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως;
ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφίζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πόλεσιν ἐμβάλλειν εἰδωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ᾽ αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδημοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ “Ἔτι μικρὸν χρόνον μεθ᾽ ”ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετέ με “καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ”ἐλθεῖν·” οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονειδίζοντες, ἔφασκον ἀμαθῶς “Ποῦ μέλλει οὗτος πορεύεσθαι ”ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν “τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς ”Ἕλληνας;” ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ συνηθείας ὡς ἀπωτάτω τοῖς παρ᾽ αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν. <Καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ἡμῶν;
ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι δι᾽ ἐμὲ ὁ κλύδων οὗτος ὁ μέγας ἐφ᾽ ὑμᾶς ἐστιν.> Δεδίασι μὲν ἀγριαίνουσαν κατ᾽ αὐτῶν οὐ φορητῶς τὴν θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί ἂν γένοιτο παρ᾽ αὐτῶν, καὶ κατευνασθήσεται μὲν ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης; ὁμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν. μονονουχὶ γὰρ τοῦ κατοκνῆσαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ᾽ αὐτῶν δεῖν ἔφη τὰς δίκας.
ᾔδει γὰρ ὅτι σπένδεταί πως τῇ νηῒ τὸ κλυδώνιον, εἰ λάβοι τὸν ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα. <Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ὑποστρέψαι εἰς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾽ αὐτούς. καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπον Μηδαμῶς Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σὺ Κύριε ὃν τρόπον ἐβούλου πεποίηκας. καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.> Ἑαυτοῦ μὲν τὸν θάνατον ὁ Προφήτης κατεψηφίζετο, καὶ τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς καταλύειν αὐτοὺς ἠξίου τὸ δεῖμα. οἱ δὲ ἦσαν ἔτι περιδεεῖς καὶ ὀκνηροὶ πρὸς μιαιφονίαν, δοῦλον δὲ ὄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι τῇ χέρσῳ· οὕτω δὲ μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ᾽ ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀγριωτέραις ὁρμαῖς καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γενέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ᾽ ὡς τοῖς αὐτοῦ παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῇ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν.
ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων. <Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίας τῷ Κυρίῳ καὶ ηὔξαντο εὐχάς.> Ὠφέληνται λίαν, ἕνα τε τὸν φύσει Θεὸν εἶναι πιστεύουσι, καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐῤῥῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαίμοσι. δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ᾽ ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς “Σὺ δε- ”σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν “κυμάτων αὐτῆς σὺ καταπραΰνεις. σοί εἰσιν οἱ οὐρανοὶ ”καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς “σὺ ἐθεμελίωσας.” <Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν.
καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.> Προστάττει τῷ κήτει ὁ Θεὸς ἐν τῷ κατανεῦσαι· τὸ γὰρ ἐθελῆσαί τι πρὸς πέρας ἐλθεῖν, τοῦτο καὶ νόμος ἐστὶ, καὶ πλήρωσις, καὶ νόμου δύναμιν ἔχει. οὐ γάρ που φαμὲν, καθάπερ ἀμέλει καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἁγίοις ἀγγέλοις, ἐντετάλθαι τῷ κήτει τὸν τῶν ὅλων Θεὸν, ἐνηχοῦντά πως εἰς νοῦν τὸ πρακτέον, καὶ καρδίαις ἐνιέντα τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. εὔηθες γὰρ κομιδῇ καὶ ἀποπληξίας οὐ μακρὰν τὸ καὶ κνωδάλοις ἡγεῖσθαι κατὰ τοιόνδε τινὰ τρόπον τὸν τῶν ὅλων προσφέρεσθαι Θεὸν, ἀλλ᾽ εἰ δή τι λέγοιτο προστάττειν ὅλως ἢ ζῴοις ἀλόγοις ἤγουν τοῖς στοιχείοις ἢ μέρει κτίσεως, νόμον εἶναί φαμεν καὶ πρόσταγμα τὸ αὐτῷ δοκοῦν. πάντα γὰρ εἴκει τοῖς αὐτοῦ νεύμασι, καὶ ἀπόῤῥητος μὲν ἡμῖν παντελῶς ὁ τῆς ὑπακοῆς τρόπος, ἐγνωσμένος δὲ πάντως αὐτῷ. καταπίνεται τοίνυν ὑπὸ τοῦ κήτους ἠδικημένος οὐδὲν, καὶ ἦν ἐν αὐτῷ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Δόξειε δ᾽ ἂν ἴσως τὸ χρῆμά τισιν ἀκαλλὲς εἶναί πως, καὶ πέρα λόγου τοῦ πρέποντος. ἀπιστήσουσι γὰρ καὶ πρό γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι δέ Πῶς ἂν διεσώθη γεγονὼς ἐν κήτει; πῶς δὲ οὐκ ἂν ἐφθάρη καταπινόμενος; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος; ὑγρότητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύϊ φημὶ, πῶς διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον εἰς καταφθορὰν τὸ σαρκίον. φαμὲν οὖν, ὅτι παράδοξον ἀληθῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ᾽ ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ᾽ εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπιστήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἂν ἕλοιτο, καὶ τοῖς ἀῤῥήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ Κτίσαντι δοκοῦν.
πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ Διὸς καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ᾽ αὐτοῖς λογάδων· ἔφη γὰρ περὶ αὐτοῦ, Τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων.
Ἀλλ᾽ οὐκ ἐκ τῶν παρ᾽ ἐκείνοις μυθολογουμένων τὰ θεῖα πιστούμεθα, διαμεμνήμεθα χρησίμως, τοὺς ἀπιστοῦντας ἐλέγχοντες, ὅτι καὶ τῆς παρ᾽ αὐτοῖς ἱστορίας ὁ λόγος οὐκ ἀπόβλητα ποιεῖται τὰ τοιάδε τῶν διηγημάτων. ἐπειδὴ δὲ τῷ παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βούλησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, φέρε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῇ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῇ τῆς κυοφορούσης νηδύϊ, καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῇ δὲ καὶ οὕτω, καὶ σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ᾽ οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ᾽ ἂν γένοιτό τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ “Τίς γὰρ ἔγνω νοῦν Κυρίου;” κατὰ τὸ γεγραμμένον· ἢ τίς ἂν εἰδείη τὰς τῶν παραδόξων ὁδούς; ἢ τίνος ὅλως οὐκ ἂν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἂν εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον.
Χρῆναι δέ φημι τῆς ἐν Χριστῷ νοουμένης διακονίας παραληφθέντος εἰς τύπον τοῦ μακαρίου Προφήτου, προσεπειπεῖν ἀναγκαίως, ὅτι κεκινδύνευκεν ἡ σύμπασα γῆ, κατεχειμάζετο τὰ ἀνθρώπινα, μονονουχὶ καταθρωσκόντων αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξανισταμένης τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥηγνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ᾽ αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν. ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, ἠλέησεν ὁ Δημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υἱὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κοπάσῃ μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, καταλήξῃ δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοηταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θάλασσαν.
εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύματος, ἀφορήτως κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα Χριστὸν, διαῤῥήδην ἀνακεκραγότες “Ἐπιστάτα σῶσον, ”ἀπολλύμεθα.” ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν τῇ θαλάσσῃ τό “Σιώπα, πεφίμωσο” μετ᾽ ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι᾽ αὐτοῦ γὰρ, ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρτίας καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακεχώρηκε δὲ πρὸς γαλήνην τὰ καθ᾽ ἡμᾶς. <Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.> Ἀδικηθεὶς μὲν οὐδὲν, οἴκῳ δὲ ὥσπερ τῷ κήτει χρησάμενος, ἔννους τε ὑπάρχων, καὶ κατ᾽ οὐδένα τρόπον ἢ σῶμα τυχὸν ἢ φρένας λελωβημένος, αἰσθάνεται τῆς ἐπικουρίας. οἶδε γεγονότα τὸν Θεὸν εὐμενῆ· οὐκ ἠγνοηκὼς δὲ τὸ συμβὰν ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστηρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς.
τὸ δὲ ἐκ κοιλίας ᾅδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταῤῥοφᾶν ἀγρίως τὸν ἁλισκομένον. <Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον. κἀγὼ εἶπον Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.> Ἐξηγεῖται πολυτρόπως τὸ συμβεβηκὸς, ἀνακομίζων ὥσπερ ὑψοῦ τὴν χάριν, καὶ τοῖς θείοις νεύμασιν ἐπιμαρτυρῶν τὸ καὶ ἐκ παντὸς δύνασθαι κακοῦ διασώζειν εὐκόλως. ἐν αὐτοῖς μὲν γὰρ γεγενῆσθαί φησι τοῖς τῆς θαλάσσης μυχοῖς, καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι.
Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ ὀμμάτων φημὶ γενέσθαι Θεοῦ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ”ἀπ᾽ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται τῆς ἀποστροφῆς ὁ θυμός. <Ἆρα προσθήσω ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;> Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐνδοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀληθῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην, ἐπιμαρτυρῶν τῷ Θεῷ. <Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων· κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου.> Ἀῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς.
ἀφηγεῖταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περίσχετος συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ᾽ ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἂν ἐξοίχοιτό τις, ὑπονοστήσειε δ᾽ ἂν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μοχλοὺς, οἷον ἀῤῥήκτους καὶ ὑπ᾽ οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου.
ἐκδοθῆναι γὰρ εἰς φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρός. <Ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην· καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν ἅγιόν σου.> Τοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ᾽ ἂν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·” ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν “Κύριε ἐν θλίψει ἐμνή- ”σθημέν σου.” ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύλῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλίψιν, τὴν ἐπ᾽ ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ “Ὅτι ἡ θλίψις ὑπομονὴν κατερ- ”γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ “ἐλπὶς οὐ καταισχύνει.” ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προφήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ᾽ ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκηδίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάῤῥησιν, ἀλλ᾽ ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν.
μέγα δὴ οὖν καὶ ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ᾽ αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν. <Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.> Ἕτεροι μὲν γὰρ, φησί, σε τὸν τῶν ὅλων ἠγνοηκότες Δεσπότην, τὸν Δημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνειλημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ᾽ ἐκείνοις δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ᾽ ἐκείνους· πόθεν; ἀλλ᾽ οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσπερ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς σωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων.
Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονονουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων “Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ ”τὸ ποτήριον τοῦτο,” γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συνεχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφαλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσνέμοντα τὰ διὰ φωνῆς τοῦ Δαυείδ “Διὰ τοῦτο οὐκ ἐγκατα- ”λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν “σου ἰδεῖν διαφθοράν.” ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν.
τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. <Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.> Προστάττεται πάλιν τὸ κῆτος θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δυνάμει Θεοῦ πρὸς τὸ αὐτῷ δοκοῦν κινούμενον· καὶ δὴ καὶ ἐκ λαγόνων ἀνίησι τὸν Προφήτην, οὐκ ἀκερδὲς ἔχοντα τὸ παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι. <Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.> Θερμοτέραις δὴ οὖν προθυμίαις ἤδη χρώμενος, διακελεύεται πάλιν Θεὸς ἰέναι μὲν εἰς τὴν Νινευὶ, κεχρῆσθαι δὲ τῷ αὐτῷ κηρύγματι, τῷ καὶ ἐν ἀρχαῖς πρὸς αὐτὸν εἰρημένῳ. τοῦτο δὲ ἦν “Ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.” ἔφην μὲν οὖν ἤδη τὰ ἐπὶ Χριστῷ, πλὴν ἐρῶ πάλιν, ὀκνήσας οὐδέν. γέγραπται γὰρ ὅτι “Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ”ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.” οὐκοῦν πρὸ μὲν τοῦ τιμίου σταυροῦ κατοκνοῦντά πως ἔτι Χριστὸν εὑρήσομεν, εἴς γε τὸ χρῆναί φημι καὶ τοῖς ἐξ ἐθνῶν τὸν τῶν εὐαγγελικῶν θεσπισμάτων προθεῖναι λόγον.
καὶ γοῦν ἐναργέστατά φησιν “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου ”Ἰσραὴλ,” καὶ αὐτοῖς δὲ τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς “Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν ”μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα “πρόβατα οἴκου Ἰσραήλ.” ἀλλὰ γέγονεν “ἐν τῇ καρδίᾳ τῆς ”γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας·” ἦλθε δὲ “ἐπὶ πηγὰς ”θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησεν.” ἔδυ δὲ ὥσπερ εἰς σχισμὰς ὀρέων, καὶ καταβέβηκεν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. εἶτα σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασι, καὶ τὰς ἀκινήτους πύλας ἀνεὶς, ἀνεβίω πάλιν. ἀναβέβηκε γὰρ ἐκ φθορᾶς ἡ ζωὴ αὐτοῦ, ὤφθη δὲ οὕτω καὶ πρό γε τῶν ἄλλων ταῖς ἐν τῷ κήπῳ ζητούσαις αὐτὸν γυναιξίν. εἶτα τὸ χαίρειν εἰπὼν, ἀπαγγέλλειν ἐκέλευσε τοῖς ἁγίοις μαθηταῖς, ὅτι προάγει αὐτοὺς εἰς τὴν Γαλιλαίαν· τότε γέγονε καὶ πρὸς τὰ ἔθνη λοιπὸν ὁ λόγος αὐτῷ διὰ τῶν μακαρίων Ἀποστόλων· τότε τοῖς πλανωμένοις ἐκήρυξε κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν.
οὐ γὰρ ἑτέραις μὲν ἐντολαῖς πεπαιδαγώκηκε πρὸ τοῦ θανάτου τὸν Ἰσραὴλ, ἑτέραις δὲ μετὰ τοῦτο τοὺς ἐξ ἐθνῶν· ἀλλ᾽ ἓν ἐπὶ πάντας τὸ Εὐαγγέλιον· καὶ τῶν θείων μαθητῶν ἡ γνῶσις μία πάντως, καὶ οὐχ ἑτέρα παρά γε τοῖς ἐξ Ἰσραὴλ καὶ ἡμῖν τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ πίστεως εἰς ἁγιασμόν. <Καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευὶ, καθὼς ἐλάλησε Κύριος. ἡ δὲ Νινευὶ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν. καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν, ὡσεὶ πορείας ὁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξε καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται.> Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διεζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέθους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τριῶν, εἴ τις ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μίαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενί που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδίζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς.
ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς διακηρύττειν ἐκέλευε περὶ τῆς Νινευί “Ὅτι ἀνέβη ἡ κραυγὴ ”τῆς κακίας αὐτῆς πρὸς μέ·” ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ καταστραφήσεται. τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος Κυρίου, κατά τινας; οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον· οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ᾽ αὐτῶν πρὸς Θεόν· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης “Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ καὶ κήρυξον ἐν αὐτῇ ”ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ,” σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέγοντα “Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ”ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- “σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων.” ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θεοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς;
οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα. <Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὶ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.> Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ᾽ ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ᾗ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόῤῥητα. γοήτειαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ᾽ αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπὸ μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατεῤῥιμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέχουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν.
Ἀλλ᾽ ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακάριον προφήτην Ἰεζεκιήλ “Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε ”πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς “ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ”ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς “τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. ὁ δὲ ”οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ “βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό- ”νεικοί εἰσι καὶ σκληροκάρδιοι.”
οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προφητῶν Δεσπότην. <Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευὶ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾽ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ· καὶ ἐκηρύχθη καὶ ἐῤῥέθη ἐν τῇ Νινευὶ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λεγόντων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;> Ἐπιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ καταθαυμάζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν.
ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐῤῥῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάκκον, τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἂν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ᾽ ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτῃ Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν ἀπαγγέλλειν αὐτοῖς, ὅτι “Οὐ ταύτην τὴν νηστείαν ἐξε- ”λεξάμην, λέγει Κύριος.” καὶ διὰ ποίαν αἰτίαν διαμεμήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς “Ἐν γὰρ ταῖς ἡμέραις ”τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ “πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ ”μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί “μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν ”φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ “ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.” οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν.
μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποστρέψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδῃ μεταφοιτήσαντας ἐκ φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῇ φύσει. πλὴν ἐπάγει τοῖς πλημμελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετατιθέντα πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες “Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ”ἐφ᾽ ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησό- “μεθα;” ἀλλ᾽ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς “Ἀπο- ”στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, “καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ;”
ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ᾽ εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἂν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν τὸν πόνον. <Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.> Ταχὺς εἰς ἔλεον ὁ Δεσπότης καὶ σώζει μεταγινώσκοντας. ἀπαλλάττει παραχρῆμα τῶν ἀρχαίων αἰτιαμάτων, καὶ καταληγούσης τῆς παρ᾽ αὐτοῖς ἁμαρτίας, ἀνίησι καὶ αὐτὸς τὴν ὀργὴν, καὶ μεταβουλεύεται τὰ χρηστά. ἐπειδὴ δὲ μεταθεμένους ὁρᾷ πρὸς τὸ ἀγαθὸν, μεταφοιτᾷ πρὸς τὸ ἥμερον, καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ.
καὶ γάρ ἐστιν ἀληθὴς ὅταν λέγῃ “Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος ”Ἰσραήλ; λέγει Κύριος· διότι οὐ θέλω τὸν θάνατον τοῦ “ἀποθνήσκοντος, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἀποστρέψαι ”αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ.” κακίαν δὲ ὅταν λέγῃ, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός. <Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη· καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. καὶ νῦν, Δέσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.> Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουομένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐνηνεγμένου τοῦ καιροῦ, μεθ᾽ ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκωμένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ᾽ ὅτι ψευδοεπὴς εἶναί τις καὶ βωμολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον.
οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ᾽ ἑτέραις τισὶ καὶ ἀποῤῥήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ, κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυγνάζει διολωλόσιν. ἀλλ᾽ ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς Θαρσεῖς· ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ὁ Δεσπότης, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιούμενος γῇ, ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον. εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ἐπιτιμήσειεν ἂν οὐδεὶς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειωδέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν;
ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα. <Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν αὐτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.> Οὐκ ἐᾷ ταῖς ἀκηδίαις καταπνίγεσθαι τοῦ Προφήτου τὸν νοῦν, ἀναῤῥώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπιπλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ᾽ ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις, πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατακεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους;
ταῦτα καθ᾽ ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυμούμενος, τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν τί ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν καταδονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώμενον ἦν. <Καὶ προσέταξεν Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ, τοῦ εἶναι εἰς σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.> Προστάττει δὴ πάλιν τῇ κολοκύνθῃ Θεὸς, καθὰ καὶ τῷ κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤῥεψε τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ᾽ αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγματι. ἄθρει δὴ οὖν κἀντεῦθεν τῆς ἐνούσης αὐτῷ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη δὲ αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόᾳ.
Εὔκολος δὲ λίαν ὁ ἄκακος νοῦς πρός τε λύπας καὶ θυμηδίας. ὄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ᾽ οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ᾽ ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ᾽ ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων. <Καὶ προσέταξεν Κύριος σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη. καὶ ἐγένετο “ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξε Κύριος ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε Καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με.> Σκώληκα μὲν ἑωθινὴν ὀνομάζει τὴν κάμπην, διάτοι τὸ ἐκ δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχάς. προστάττει γεμὴν αὐτῇ καὶ μέντοι καὶ τῷ καύσωνι Θεὸς ὡς ἂν νοοῖτο προστεταχὼς καὶ αὐτῇ τῇ κολοκύνθῃ καὶ τῷ κήτει, καθάπερ ἤδη προείπομεν.
καὶ ἡ μὲν ἀδοκήτως αὐαίνεται· πλήττει δὲ ὁ καύσων σφόδρα, καὶ θερμὸν ἐνίησιν ἀλύοντι σέλας, σκιᾶς δὲ ἔρημον εὑρὼν, ὅθεν αὐτῷ μάλιστα τὰ τῆς δυσθυμίας ἐπετείνετο. καθῖκτο δὲ ἤδη πρὸς τοῦτο μικροψυχίας, ὡς καὶ αὐτὸν πολύευκτον ποιεῖσθαι τὸν θάνατον. <Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.> Ἄθρει δὴ πάλιν τὸν τῶν ὅλων Θεὸν ἐξ ἀμετρήτου φιλανθρωπίας ταῖς ἀκάκοις μάλιστα τῶν ἁγίων ψυχαῖς μονονουχὶ προσαθύροντα, καὶ ταῖς τῶν πατέρων φιλοστοργίαις παραχωροῦντα μηδέν. κατασκιάζει μὲν γὰρ ἡ κολόκυνθα, καὶ ἐπιγάννυται λίαν ὁ Προφήτης αὐτῇ· ἐπιβουλεύει δὲ μετὰ τοῦτο οἰκονομικῶς ἡ κάμπη, πλήττει δὲ καὶ ὁ καύσων χρειωδεστάτην αὐτῷ καὶ ἀναγκαίαν εἰς ὄνησιν ἀποφαίνων τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερημένος· εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῇ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύϊ τῶν ἐνοικούντων μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτεχνῶς Εἰ σφόδρα λελύπηται, καὶ τοῦτο ἐπὶ λαχάνῳ.
ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ. <Καὶ εἶπε Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας εἰς αὐτὴν, καὶ οὐκ ἐξέθρεψας αὐτὴν, ἣ ὑπὸ νύκτα ἐγενήθη καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά.> Ὦ τῆς ἀσυγκρίτου καὶ ὑπὲρ νοῦν ἡμερότητος. ποῖος ἂν ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ᾽ οἷς ἦν εἰκὸς, ἀποφαίνει τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρεπῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς ἀγαθὸν τὸν Δεσπότην. εἰ γὰρ σὺ, φησὶν, ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύπην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἂν αὐτὸς ἀλογήσαιμι πολυανδρούσης πόλεως, ἐν ᾗ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία δὲ ἡ εὐώνυμος;
ἀδιάκριτα γάρ πως παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρίσασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἂν ἐνέχοιτο πλημμελήμασι; εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγάθως καὶ τοῦτο. εἰ γὰρ ”δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν “αὐτοῦ,” ἔστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων Δημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις;
Οὕτω δὴ πάντας διέσωσεν ὁ Χριστὸς, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ μικροῦ καὶ μεγάλου, σοφοῦ καὶ ἀσόφου, πλουσίου καὶ πένητος, Ἰουδαίου καὶ Ἕλληνος, ᾧ καὶ λέγοιτ᾽ ἂν εἰκότως “Ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε, ὡς ἐπλή- ”θυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν “σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν,” αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. 〈ΤΕΛΟΣ ΤΟΥ ΙΩΝΑ.〉
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.