Πᾶσα μὲν οὖν γραφὴ θεόπνευστος καταπλουτεῖ τὸ ἐπωφελές, ἀπευθύνει γὰρ εἰς τὸ τῷ Θεῷ δοκοῦν, καὶ τῆς ἐξαιρέτου ζωῆς ἀκριβῆ τὴν εἴδησιν ἐνεργάζεται· ἐξαιρέτως γε μὴν ἡ τῆς μελῳδίας συγγραφὴ μονονουχὶ καὶ καταμεθύει τοῖς περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ διηγήμασι, καὶ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον λεπτῶς τε καὶ κατερρινημένως προαναφωνεῖ παραλιμπάνουσα τῶν γεγονότων τὸ σύμπαν οὐδέν. πάντα γὰρ ἀφηγεῖται σαφῶς, τάς τε τοῦ Σωτῆρος διδασκαλίας καὶ αὐτὰς δὲ τὰς θεοσημείας, καὶ προσέτι τούτοις τὰς εἰς αὐτὸν γεγενημένας τῶν Ἰουδαίων παροινίας, τὸν σταυρὸν καὶ τὰ ἐν αὐτῷ, τοὺς ὀνειδισμοὺς καὶ τὸν μυκτηρισμόν, τὴν εἰς ᾅδου κάθοδον, τὴν λύτρωσιν τῶν κάτω πνευμάτων, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν, τὴν ἀπόστασιν τῶν ἐξ Ἰσραήλ, τὰς συμφοράς, τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ, τὴν ἐπὶ παντὶ τῷ ἔθνει γεγενημένην ἀποστροφήν, τὸ κατάλειμμα τὸ περισεσωσμένον, τῶν ἁγίων ἀποστόλων τὴν ἀνάρρησιν, τὴν πνευματικὴν ἱερουργίαν, τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν ἑπομένην μετὰ τοῦτο τοῦ Ἰσραὴλ διὰ πίστεως ἐπιστροφήν, τὰς εἰς ὕστερον τοῖς ἁγίοις ἐσομένας τιμάς, τὴν ἄνω πόλιν, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν τῶν ἀπὸ γῆς σωμάτων· καὶ ἅπαξ ἁπλῶς πᾶν ὅπερ ἐστὶν εἰς ὄνησίν τε καὶ σωτηρίαν τελοῦν τοῖς ἐντευξομένοις, τοῦτο σαφῶς τε καὶ ἀπλανῶς καὶ ὡς ἐξ ἁγίου Πνεύματος ἀφηγεῖσθαι σκοπὸς αὐτῇ.