Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς (Προοίμιον)

Κύριλλος Ἀλεξανδρείας

Συγγραφείς, επιγραφές και το ποικίλο περιεχόμενο των Ψαλμών

Εξέταση των συγγραφέων των Ψαλμών, της σημασίας του ονόματος του Δαβίδ ως τύπου του Χριστού, και των διαφόρων θεματικών κατηγοριών των ιερών ύμνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 4

Ὅτι δὲ ἀπόλεκτοί τινες ἦσαν τῶν ἐξ αἵματος Λευῒ τεταγμένοι πρὸς τὰς ᾠδάς, πιστώσεται πάλιν τὸ γράμμα τὸ ἱερόν, ἔχει γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις· «Καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺμ τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» ᾖδον μὲν οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ ῥυθμὸν οἶμαί που τὸν ἐγχώριον καὶ τοῖς Ἑβραίων δήμοις ἐντριβῆ συντεθειμένων αὐτοῖς τῶν ψαλμῶν. φασὶ δὲ τοὺς μὲν αὐτῶν συνθεῖναί τε καὶ ᾆσαι δι᾽ ἑαυτοῦ τὸ θεῖον καταλαβόντα νεὼν τὸν θεσπέσιον Δαυίδ, τινὰς δὲ δὴ πάλιν τοὺς ψαλμῳδοὺς ἱερέας ὄντας καὶ ἁγίους καὶ πνεῦμα χάριτος ἔχοντας τῆς προφητικῆς. ταύτῃ τοι καὶ γεγράφθατο σαφῶς οἱ μὲν τοῦ Δαυίδ, οἱ δὲ τῷ Δαυίδ, ἀνατιθέντων τάχα που τῶν γεγραφότων αὐτοὺς ὡς εὑρετῇ καὶ πρώτῳ τῆς ψαλμῳδίας τῷ μακαρίῳ Δαυίδ, ἢ καί (ὅπερ, ὥς γε οἶμαι, φαίνεται καὶ νοεῖν πρεπωδέστερον) τὴν τῆς ᾠδῆς δύναμιν ἀναφέροντες εἰς Χριστόν, ὠνόμασται γὰρ ἐν τοῖς ἱεροῖς γράμμασιν καὶ Δαυὶδ διά τοι τὸ ἐξ αἵματος κατὰ σάρκα γενέσθαι τοῦ μακαρίου Δαυίδ. καὶ γοῦν γέγραπται περὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν ἐσχάτοις καιροῖς μεταγνώσονται καὶ αὐτοί, καὶ κεκλήσονται διὰ πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. «

Καὶ μετὰ ταῦτα, γάρ φησιν, ἐπιστρέψουσιν υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν.» Ἰστέον δὲ ὅτι οἱ μὲν τῶν ψαλμῶν, ὡς ἤδη φθάσας προεῖπον, σαφῶς τε καὶ ἐναργῶς τὸ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ λαλοῦσι μυστήριον, οἱ δὲ προσωποποιΐας ἐπέχουσι δύναμιν. εἰσφέρεται γὰρ ὁ δέ τις τυχὸν τὰ ἐφ᾽ οἷς εὖ πέπονθεν ἀνατιθεὶς χαριστήρια καὶ τὴν τῆς αἰνέσεως ἀποπληρῶν θυσίαν· ὁ δὲ πάσχων ὑπὲρ εὐσεβείας διωγμούς τε καὶ θλίψεις καὶ πειρασμοὺς ὑπομένων καὶ τῆς ἄνωθεν ἐπικουρίας γλιχόμενος· ἕτερος δέ τις ἀνδρισάμενος καὶ νενικηκὼς καὶ τῆς τῶν ἀνθεστηκότων αὐτῷ κατευμεγεθήσας ἰσχύος· ὁ δὲ τοῖς τῆς ἁμαρτίας καὶ τοῖς τῶν παθῶν χειμῶσιν ἐνισχημένος καὶ παρὰ τοῦ σώζειν εἰδότος τὸν ἔλεον αἰτῶν. εἰσὶ δὲ καὶ οἳ ἀφήγησιν ἔχουσι καὶ διδασκαλίαν ἐννομωτάτης τε καὶ ἐπιεικοῦς πολιτείας, καὶ ὅπως ἄν τις διαβιῴη λαμπρῶς, ἀλλὰ καὶ πραγμάτων ἀρχαιοτέρων εἰς δόξαν Θεοῦ γεγονότων ποιοῦνται τὴν ἀνάμνησιν. ἅπαντα δὲ ταυτὶ πλείστην ὅσην τὴν ὄνησιν ἐνεργάσεται καὶ τεχνίτας ἀποφανεῖ πρὸς πᾶν ἔργον ἀγαθὸν τοὺς ἀκριβεῖ διανοίας ὄμματι τῆς εὐαγοῦς πολιτείας περιαθρεῖν ἐθέλοντας τὴν ὁδόν.