Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τοὺς Ψαλμούς

Κύριλλος Ἀλεξανδρείας

Ερμηνεία στον Ψαλμό ΛΖ΄

Υπομνηματισμός του τριακοστού εβδόμου ψαλμού, επικεντρωμένος στη μετάνοια, την εξομολόγηση, τα τραύματα της αμαρτίας και την αποδοχή της θείας παιδαγωγίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 10 από 23

ΨΑΛΜΟΣ ΛΖʹ. <Ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου.> (A f. 203 b, B f. 133 b) Ἀνατίθεται μὲν καὶ ὁ ἐν χερσὶ ψαλμὸς ὥσπερ τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ ἀλύοντος καὶ τεταραγμένου διὰ τὸ πλημμελείαις περιπεσεῖν, καὶ ἰδεῖν μὲν οὐχ ὁσίοις ὄμμασι τὴν Οὐρίου γαμετὴν, ἐπιβουλεῦσαι δὲ αὐτῷ καὶ θανάτου ψῆφον ἀδίκως ἐπενεγκεῖν· εἶτα ταύτης ἕνεκα τῆς αἰτίας παρὰ Θεοῦ παιδεύεσθαι, φροντίσι καὶ λύπαις κατατήκοντος αὐτοῦ τὴν καρδίαν, καὶ τοῖς ἐντεῦθεν πόνοις αὐτὴν διασμήχοντος. Γέγραπται γὰρ ὅτι Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ πάλιν· «Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Διόλωλε τοίνυν τῷ Δαβὶδ ὁ υἱὸς Ἀμνών· ὁ Ἀβεσσαλὼμ ἐπανέστη, οὐ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῇν ἐξελάσαι κρίνων τὸν γεγεννηκότα.

Τούτων δὴ εἰς αἴσθησιν ἐλθὼν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις καταπαιόμενος, ἐννενοηκὼς δὲ καὶ τὴν παναλκῆ τοῦ Θεοῦ χεῖρα μαχομένην αὐτῷ, προσάγει τὴν ἱκετηρίαν, ὁμολογεῖ τὸ πλημμέλημα. καὶ ὡς ἰατρῷ πνευμάτων τὸ τραῦμα γυμνοῖ, καὶ θεραπείας τυχεῖν ἀξιοῖ. Καί γε ᾄδει τὸν ψαλμὸν ἀναμιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, καὶ ἀξιοῖ δι᾽ ἑαυτοῦ τὸν Θεὸν, σαββατισμὸν αὐτῷ δοῦναι ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν· ἢ τάχα ἐπειδὴ τὸ Σάββατον ἐν διπλῷ τὰ τῆς θυσίας προσκομίζεσθαι δεῖν ὁ νόμος διεκελεύετο, ἀνεφέρετο δὲ πᾶσα θυσία παρὰ τῶν υἱῶν Ἰσραὴλ εἰς ἀνάμνησιν, τουτέστιν ἵνα ἐν μνήμῃ γένοιτο τῇ παρὰ Θεῷ πᾶς ὁ προσάγων αὐτὴν, διὰ τοῦτο πνευματικὸς ὢν Δαβὶδ, καὶ προεγνωκὼς ὅτι κατὰ καιροὺς ἡ σκιὰ παυθήσεται, εἰσκεκριμένης τῆς ἀληθοῦς λατρείας τῆς διὰ τοῦ Χριστοῦ, ἀντὶ τῆς κατὰ τὸν νόμον ἐν τοῖς Σάββασι διατεταγμένης θυσίας, ποιεῖται τὴν ἐξομολόγησιν. (A f. 204, B f. 133 b) Ἁρμόσει δὲ ἡ ᾠδὴ καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἀνθρώπῳ παντὶ πληττομένῳ μὲν ὑπὸ τοῦ συνειδότος ἐφ᾽ οἷς ἂν εἰδείη πεπαρῳνηκὼς εἰς τὸν τοῦ Θεοῦ νόμον, πολλὰ γὰρ πταίομεν ἅπαντες, αἰτοῦντι δὲ παρ᾽ αὐτοῦ τὸν ἔλεον, καὶ τὸ ἐκ μετανοίας δάκρυον τῶν ὀμμάτων ἐκθλίβοντι. Εἰ γὰρ μὴ οὕτως ἔχει, πῶς εἰς δεῦρο καὶ πρὸς ἡμῶν ὁ ψαλμὸς ἀναφέρεται;

Τί γὰρ πρὸς ἡμᾶς ἑτέρου τυχὸν ἐξομολόγησις, εἴπερ ἐκείνῳ μόνῳ, καὶ οὐδενὶ τῶν ἑτέρων, ἥρμοσε; Πρόκειται δὴ οὖν τοῖς ἐφ᾽ ἁμαρτίαις ταῖς ἑαυτῶν δακρυῤῥοεῖν ᾑρημένοις, τὸ προσάγειν Θεῷ τὸν προκείμενον ψαλμὸν ἤτοι τὴν ἐξομολόγησιν ὡς θυσίαν τὴν ἐν Σαββάτῳ, ἥτις ἦν ἐν διπλῷ, καὶ εἰς ἀνάμνησιν ἄγουσα τὴν παρὰ Θεῷ τοὺς προσάγοντας.

Τὰ μέν τοι τοῦ ἕκτου ψαλμοῦ ῥήματα, συγγενῆ τυγχάνει τοῖς ἐν τῷ προκειμένῳ φερομένοις. Ἀλλ᾽ ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν, «εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·» ἐν δὲ τῷ παρόντι, τούτων μὲν οὐδὲν, μόνον δὲ «Ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν» ἐπιγέγραπται. Καὶ ἔοικεν ἡ προσθήκη ἀναπέμπειν ἡμᾶς εἰς ἀνάμνησιν τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι καὶ τὰ παρόντα, εἰς τέλος καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Δοκεῖ δέ μοι ὁ Δαβὶδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφορίσαι εἰς ἀνάμνησιν ὡς ἀεὶ φέρειν αὐτὸν ἀνὰ στόμα· κεχρῆσθαι δὲ αὐτῷ ἀντ᾽ ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναφέρει τῷ Θεῷ, δι᾽ ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσιν ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ᾽ ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. <Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.> (A f. 204 b, B f. 133 b) Ὡς εἰ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκειμένου, λέγει· μὴ διὰ πυρός με θεραπεύσῃς, μὴ διὰ καυτῆρος καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πρᾳοτέρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος, οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Ὥστε ἀγάσαιτο ἂν, οἶμαι, τὶς καὶ σφόδρα εἰκότως τῆς τῶν ἁγίων ψυχῆς τὸ ἐπιεικές.

Ἐν γάρ τοι τοῖς ὀλισθήμασιν, ἅπερ ἂν αὐτοῖς συμβαίνει παθεῖν, ἅτε δὴ καὶ τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ εἰς ἅπαν ἀπηλλαγμένοις, οὔτε δυσφοροῦντας ἄγαν κατίδοι τις ἂν αὐτοὺς, οὔτε μὴν ὁλοτρόπως κατενηνεγμένους εἰς ἀδικίαν, ἀλλ᾽ οὐδὲ τὸ παιδεύεσθαι παρὰ Θεοῦ φεύγοντάς τε καὶ ἀποσειομένους, αἰτοῦντας δὲ μᾶλλον τὸ μὴ ἐν ὀργῇ τοῦτο παθεῖν, μήτε μὲν ἐλέγχεσθαι πικρῶς· τοῦτο γάρ ἐστι τὸ κολάζεσθαι. Ἅπασι μὲν γὰρ ἀνθρώποις καὶ ἀβουλήτως ἔσθ᾽ ὅτε συμβαίνει τοῦ τοῖς θείοις προσκρούειν νόμοις· ἀλλ᾽ ἔτι ἀνορθοῖ τὸ συμβὰν ὁ τῶν πνευμάτων ἰατρὸς συμμέτροις ἔσθ᾽ ὅτε κινήσεσιν. Γράφει γάρ που ὁ Σολομῶν· «Παίδευε υἱόν σου, οὕτω γὰρ ἔσται εὔελπις· σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, καὶ οὐ μὴ ἀποθάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.» <Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου.> (A f. 205 b, B f. 134 b) Ἐμπεπῆχθαι δὲ οὖν φησιν αὐτῷ τὰ βέλη τοῦ Θεοῦ, καὶ τὴν χεῖρα ἐπεστηρίχθαι αὐτῷ δηλονότι τὴν νύττουσαν, καὶ τοῦτο ἐνδελεχῶς καὶ ἀδιαστάτως· ἄλλο γὰρ ἐπ᾽ ἄλλῳ συμβαίνει πολλάκις τῶν καταλυπεῖν εἰωθότων τοῖς παιδευομένοις παρὰ Θεοῦ ἢ τοῖς πειραζομένοις· καθ᾽ ἃ καὶ τῷ Ἰὼβ συμβέβηκεν, ἄλλα γὰρ ἐπ᾽ ἄλλοις συχνῶς ἀπηγγέλλετο, εἰ καὶ ἀκλόνητος ἦν.

Εἰ δὲ δή τις ἕλοιτο νοεῖν τὸ Ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν, ἀντὶ τοῦ Βεβάρημαι σφόδρα καὶ δυσαχθεστάτην ἥγημαι τὴν πληγὴν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ὁ γὰρ ἐπιστηρίζων τὴν ἑαυτοῦ χεῖρά τινι, δυσδιακόμιστον ἄχθος ἐπιτίθησιν αὐτῷ.

Μὴ οὖν τῷ θυμῷ σου, φησὶ, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Διὰ τί; «Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι·» παραλαβόντα γὰρ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὰ παρὰ σοῦ καθικνούμενα βέλη, ἤγουν αἱ τιμωρητικαὶ δυνάμεις, ἱκανῶς με τιμωρεῖται· διὸ ἱκετεύω μὴ ὀργῆς ἑτέρας πειραθῶ. <Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου.> (A f. 206) Ἁπλούστερον δὲ ἐπιτείνει τὴν ἐξήγησιν τῆς ἐπενεχθείσης αὐτῷ πληγῆς ἀπὸ τῶν θείων βελῶν, καὶ τοῦ ἐπεστηρίχθαι αὐτῷ τὴν χεῖρα· καί φησιν ὅτι οὐδεὶς ἂν ἐπινοηθείη τρόπος ἰάσεως παντελῶς ἀρκέσαι δυνάμενος τῇ κακώσει τῆς σαρκὸς, ἤγουν τῇ κοπώσει τῶν μονονουχὶ καὶ ἐξαρμοσθέντων ὀστῶν. Τὸ γὰρ μὴ ἔχειν αὐτὰ πρὸς ἄλληλα τὴν εἰρήνην, δηλοῖ τὸ ἐξηρμόσθαι καὶ οἷον ἀποφοιτᾷν τῆς κατὰ φύσιν ἁρμονίας αὐτά. Ἐν δέ γε ταῖς σφοδροτέραις τῶν κακώσεων κατειθίσμεθά πως καὶ τοῦτο λέγειν, ὅτι Ἐξηρμόσθη τὰ ὀστᾶ μου. Οὐκοῦν ἐγγὺς ἀνιάτων αὐτῷ φησι γενέσθαι τὸ ἀῤῥώστημα τῆς σαρκὸς, ἢ φροντίσιν ἐκτρυχωμένης καὶ πικραῖς μερίμναις ἐκτηκομένης, ἢ καὶ καθ᾽ ἕτερον τρόπον μαραινομένης διά τε νηστείας καὶ μακρῶν ἀσιτιῶν καὶ ἀϋπνίας. Ἄτοπον δὲ οὐδὲν ὀστᾶ τοὺς οἰκείους ἀποκαλεῖν.

Εἰ γάρ ἐσμεν ἀλλήλων μέλη, καὶ ὡς ἓν οἱ πάντες κατελογίσθημεν σῶμα, τί τὸ ἀπεῖργον ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστάτους μάλιστα λέγειν; ὥστε δυσφοροτέρας εἶναι τοῦ παρ᾽ ἐχθρῶν πολέμου, τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς. <Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου.> (A f. 206 b, B f. 135) Διδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μήδε ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους.

Ὥσπερ γὰρ ἐπὶ τῶν πυρεττόντων, εἴσω μὲν κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργάζεται, προκόψας δὲ εἰς τὸ ἐμφανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ τοῦτο εἶναί φημι τὸ ὑπὸ τοῦ Σοφοῦ εἰρημένον· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾽ ἁμαρτίαις σου,» καὶ «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Καὶ γάρ ἐστιν τῶν ἀτοπωτάτων τοὺς μὲν τῶν ἰατρῶν ὀφθαλμοὺς μὴ αἰσχύνεσθαι, γυμνοῦν δὲ αὐτοῖς καὶ τὰ κεκρυμμένα τῶν παθῶν ὑπέρ γε τοῦ ἀλγῆσαι μειζόνως, ἀλλ᾽ ἐκκοπήν τινα σχεῖν τὴν εἰς τὸ πρόσω πάροδον τῶν παθῶν, μὴ ἀνέχεσθαι δὲ τῷ τῶν πνευμάτων ἰατρῷ τὰ ἐν ψυχαῖς γεγονότα δεικνύναι πάθη, καί τοι πάντα εἰδότι, κἂν μή τις ἕλοιτο τοῦτο δρᾷν.

Ὑπερῆρθαι τοίνυν φησὶ τῆς ἑαυτοῦ κεφαλῆς τὰς ἁμαρτίας· τοῦ ὑπερῆρθαι σημαίνοντος τὸ οἷον φορτίου δίκην ἐπενηνέχθαι δυσαχθεστάτου. Τουτὶ γὰρ ἡμῖν καὶ ὁ γείτων εὐθὺς διερμηνεύει στίχος, βεβαρύνθαι λέγων αὐτὰς ὡς φορτίον βαρύ· δυσδιακόμιστον γὰρ φορτίον νοῦ καὶ φρενὸς, ἔλεγχος ὁ ἐφ᾽ ἁμαρτίαις. Πλὴν ἀπαλλάττει τοῦ κακοῦ τοὺς ἠῤῥωστηκότας ὁ Κύριος, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ Δαβὶδ λέγων· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.» Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ, δι᾽ εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς. Ὁ μὲν γὰρ ἀτεράμων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ θησαυρίζει ἑαυτῷ ὀργὴν, αὔξων τὰ ἑαυτοῦ κακά· «Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθη κακῶν, καταφρονεῖ·» ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. «Ἐκ περισσεύματος γοῦν τῆς καρδίας τὸ στόμα λαλεῖ.» Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφῃνε τὰ συνέχοντα αὐτὸν, λέγων· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμὲ,» δηλονότι αἱ ἀνομίαι μου. Οὐκ ἔστι δὲ τοῦτο εἰπεῖν τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους.

Τινὲς γοῦν καὶ ἥδονται καὶ ἐγκαυχῶνται τοῖς αὐτῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βαστάζοντες. Κεφαλὴν δὲ λέγει τὸ ἡγεμονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς οὔσης καὶ βαρυτάτης ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς αἰσθάνεται. <Προσώζεσαν καὶ ἐσάπησαν οἱ μόλωπές μου.> (A f. 207 b, B f. 135) Πληγῶν δὲ καὶ τραυμάτων λείψανα φαίη τις ἂν εἶναι τοὺς ἐναπομένοντας τῇ σαρκὶ μώλωπας, εἰ συμβαίη πλήττεσθαι παρ᾽ ὁτουοῦν.

Πλὴν εἰ μὴ καὶ οὗτοι θεραπεύοιντο, καταλγύνουσιν οὐ μικρῶς· ἀνευρύνονται δὲ καὶ εἰς ἑλκώσεις ἔσθ᾽ ὅτε, καὶ παλινδρομοῦσιν εἰς τὸ ἐν ἀρχαῖς. Τοιοῦτον καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁρᾶται συμβαῖνον· πλήττει μὲν γὰρ ἡ ἁμαρτία, καὶ τραύματος δίκην αὐτοῖς ἐμφύεται τὸ κακὸν, εἰ διεξάγοιτό πως εἰς πέρας.

Ἀλλ᾽ εἰ καὶ παύσαιτό πως ἐνεργῶν τις τὸ πλημμέλημα, ἤγουν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς τὴν ἀπόλαυσιν, ἕως ἐστὶν ἐν αὐτῷ τῆς ἐπιθυμίας ἡ δύναμις κρατυνομένη τε καὶ ἰσχύουσα, εἰ καὶ ἀνακόπτοιτό πως τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς, τοὺς τῶν τραυμάτων μώλωπας ἔχει· εἰ δὲ δὴ συμβαίνοι καὶ ἐγχρονίζειν αὐτοὺς, μεταφοιτήσειεν ἂν ἴσως, ὡς ἔφην, καὶ εἰς ἑλκώσεις ἔσθ᾽ ὅτε, τῆς εἰς τὸ φαῦλον ἡδονῆς διεξαγομένης εἰς πέρας. Οἱ μὲν οὖν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ᾽ αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομένοις βορβόρῳ· ὁ δ᾽ εἰς ἄπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν, καὶ τὴν χοιρώδη ζωὴν καὶ, ἴν᾽ οὕτως ὀνομάσω, αἴσθησιν ἀποθέμενος, ἀναλαβὼν δὲ θείαν αἴσθησιν ὡς αἰσθάνεσθαι τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ Δαβὶδ ὑπὸ συναισθήσεως ὑγιοῦς, ὁμολογεῖ λέγων· Ὅσα πεποίηκα δι᾽ ἀφροσύνην, ταῦτά μοι ἐσάπη μὴ ἀνακαινιζόμενα παρ᾽ ἐμοῦ καὶ πάντα μοι ἥξει μετανοοῦντι.

Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι, ἐβαρύνθησαν ἐπ᾽ ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν, τούτου χάριν ἰατρεύων ἐμαυτόν. <Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἔως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.> (A f. 208, B f. 135) Ἐνταῦθα σαφῶς ἀπαριθμεῖται τὰ ὡς ἀπό γε τοῦ συνειδότος ἀνθρώπῳ παντὶ συμβαίνοντα, ὅταν ἔχῃ πολὺ τὸ κατηφὲς ἐφ᾽ ἁμαρτίαις δὲ δηλονότι καὶ πράξεσιν οὐκ ὀρθαῖς. Ἐπιπίπτει γὰρ καρδίαις φορτίου δίκην, καὶ ἀνανεύειν οὐκ ἐᾷ, ἀλλὰ τὴν ἐσχάτην αὐτὰς ὑπομένειν παρασκευάζει ταλαιπωρίαν, ὥστε καὶ κατάγχεσθαι [al. cod. κατεάγνυσθαι] δοκεῖν καὶ συγκαλύπτεσθαι, καὶ σκυθρωπάζειν ἀεὶ, καὶ οὐχ ἑκούσας καταβιάζεται· καὶ τοῦτο μέχρι παντὸς, τουτέστιν εἰς ἔσχατον τοῦ πάθους, ἄχρις ἂν ἐλεήσῃ Θεὸς καὶ ἀπαλλάξῃ τοῦ κακοῦ, κατανεύσας τὴν ἀμνηστίαν, καὶ διανευρώσας τὸν νοῦν εἰς τὸ ἀνακύψαι λοιπὸν, καὶ ἀποσείσασθαι μὲν τὸ κατηφὲς, ἀναθαρσῆσαι δὲ εἰς τὸ δύνασθαι κρατεῖν καὶ ἀντιφέρεσθαι γεννικῶς ταῖς τῆς ἁμαρτίας ἐφόδοις· ὑφ᾽ ἧς καὶ ἠνάγκασται ταλαιπωρῆσαί τε καὶ κατακαμφθῆναι, καὶ κατὰ πᾶσαν ἡμέραν σκυθρωπάζων πορεύεσθαι.

Καρδίας γὰρ, φησὶν, εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Εὐφραίνει δὲ πάντως ἐφ᾽ ἅπασι τοῖς ἀρίστοις τὸ συνειδὸς, μαρτυροῦν αὐτοῖς ἀστειότητα βίου λαμπρὰν καὶ εἰλικρινῆ καὶ ἀξιεπαινετάτην ζωήν· καταλγύνει δὲ οὐ μικρῶς καὶ σκυθρωπὸν αὐτοῖς ἀποφαίνει τὸ πρόσωπον, ὅταν ἐπὶ πταίσμασι κατηγορῇ καὶ πικροῖς ἐλέγχοις κατατιτρώσκῃ τὸν νοῦν. <Ὅτι αἱ ψύαι [marg. ψῶαι, et ψόαι] μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.> (A f. 208 b, B f. 135 b) Ἑτέραν τινὰ πρὸς τούτοις ἀθλιότητα δηλοῖ πλημμελοῦσι συμβαίνουσαν. Ἡ γὰρ ψυχή μου, φησὶν, ἐπλήσθη ἐμπαιγμῶν. Ἐμπαιγμὸν δέ φησιν ἡ θεόπνευστος Γραφὴ τὴν παρά τινων χλευασίαν, ἤτοι τὸν γέλωτα τὸν παρ᾽ ἐχθρῶν. Εἰσὶ γὰρ, εἰσί τινες τῶν ἐν ἡμῖν σκαιοί τε καὶ φιλοσκώμμονες, φιλεγκλήμονές τε καὶ δεινοί· καὶ τῶν μὲν ἰδίων πλημμελημάτων οὐδ᾽ ὅσον εἰπεῖν τίθενταί τινα λόγον, ἐπιτωθάζουσι δὲ τοῖς ἄλλοις, εἰ δήπου συμβαίνοι παρολισθεῖν καὶ ὑπενεχθῆναι. Διὰ τοῦτο ταῖς τῶν ἀθυροστομεῖν εἰωθότων συκοφαντίαις ἤγουν λοιδορίαις τῶν τοιούτων ἐμπαιγμῶν ἐμπεπλῆσθαί φησιν τὴν ἑαυτοῦ ψυχὴν, κατηγορούντων πάντως που τῶν ὠνομασμένων.

Καὶ τοῦτο, φησὶν, οὐκ οὔσης ἰάσεως ἐν τῇ ἐμῇ σαρκὶ, τουτέστιν ἀγρίως οὕτω δεδαμασμένης ὑπό γε τῶν τῆς ἀσκήσεως πόνων, ὡς πέρα γενέσθαι λαβεῖν τὴν ἴασιν. <Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.> (A f. 208 b) Κακοῦσθαί φησιν ὠρύεσθαί τε ἀπὸ στεναγμοῦ τῆς ἑαυτοῦ καρδίας. Μαστίζον γὰρ τὸ συνειδὸς τὴν καρδίαν στεναγμοὺς ἀφιέναι ποιεῖ. Ὁ γὰρ ἁλοὺς ὅλως ἐπὶ πταίσματι, καὶ ὑπὸ τοῦ συνειδότος κατηγορούμενος, συνεὶς δὲ ὅτι προσκέκρουκε τῷ Θεῷ, οὐ ῥᾳθυμεῖν ὀφείλει, λύπῃ δὲ μᾶλλον μονονουχὶ καταμεθύουσαν ἔχειν τὴν διάνοιαν, καὶ τὴν καρδίαν κεκακωμένην ὡς ἀπό γε πικρᾶς ὀδύνης, ὥστε καὶ ὠρύεσθαι δοκεῖν ἀνιεμένων ἐκ βάθους τῶν στεναγμῶν, καὶ ἐκ τῶν κατωτάτω τῆς καρδίας μυχῶν βαρείας καὶ ἀλαλήτου πεμπομένης ἠχῆς. Οὐ γὰρ ἵνα, φησὶ, τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι, ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὸ ὄμμα μύων σοι μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπεδείκνυον, ἐν ἐμαυτῷ ὠρυόμενος.

Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἧν πρὸς τὴν ἐξομολόγησιν, ἀλλ᾽ ἤρκουν πρὸς ταύτην οἱ τῆς καρδίας στεναγμοὶ, καὶ οἱ ἀπὸ βάθους τῆς ψυχῆς πρὸς τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. <Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.> (A f. 209) Ἡδοναὶ μὲν γὰρ αἱ πρὸς τὰ τῆς φαυλότητος ἔργα τὴν τοῦ ἀνθρώπου διάνοιαν καταφέρουσαι, ἐξ ὀφθαλμῶν εἰσι τοῦ πανάγνου Θεοῦ· οὐ γὰρ ἂν ἐπισκέψαιτο τὸ ἀπηχθημένον αὐτῷ. Ἐπιθυμία δὲ πᾶσα καλοῦσα πρὸς ἀρετὴν ἐφορᾶται παρ᾽ αὐτοῦ. Ἀναθετέον δὴ οὖν τῷ Θεῷ αὐτὴν, οἱονεί πως ἁπάσης ἡμῶν ἐπιθυμίας τὴν πηγὴν, ὥστε ὅλον τὸ ἐπιθυμητικὸν προσφέροντας δύνασθαι λέγειν· «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ὁ δὲ Δαβὶδ καὶ τοιοῦτόν τι λέγει· «Ὁ τῆς ἐμῆς πόθος μετανοίας, στήτω ἐναντίον σου.» <Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.> (A f. 209, B f. 136 b) Προστίθησι δὲ ὁ Ψάλλων ὅτι Οὐκ ἐκρύβη ἀπὸ σοῦ ὁ στεναγμός μου, ἵνα τι τοιοῦτον ἐννοῶμεν καταδηλοῦν αὐτόν· σὲ γὰρ, φησὶ, τὸν παντεπόπτην, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ποιοῦμαι μάρτυρα τῶν ἐμῶν στεναγμῶν. Οὐ γὰρ ἐφ᾽ ἑτέρῳ, φησὶ, πέπρακται παρ᾽ ἐμοῦ, πλὴν ὅτι ἐπὶ μόνῳ τῷ λελυπῆσθαι καὶ κλαίειν, ὅτι τοῖς σοῖς προσκέκρουκα νόμοις.

Ἔθος δὲ τοῖς ἀνατείνουσι λιτὰς τὸ ἀναβράττειν ἐκ βάθους, ὡς ἔφην, τοὺς στεναγμοὺς, Θεοῦ καὶ τοῦτο δόντος ἀνθρώποις εἰς ἄκεσιν καὶ ἀνακωχὴν τοῦ καταβρίθοντος πόνου. <Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου.> (A f. 209 b, B f. 136 b) Ἀπαριθμεῖται πάλιν τὰ συμβαίνειν εἰωθότα τοῖς ἔσθ᾽ ὅτε νενικημένοις ἐκ πικρᾶς ἡδονῆς, καὶ καταληϊζομένης τρόπον τινὰ τὸν νοῦν, καὶ ἐφ᾽ ἃ μὴ προσῆκε κατακομιζούσης αὐτόν.

Τίνα γὰρ τρόπον συμβέβηκεν αὐτῷ τὸ παρολισθεῖν, διαδείκνυσιν εὖ μάλα. Θόρυβος γὰρ ἤτοι ταραχὴ τὴν ἐμὴν εἰσέδυ καρδίαν, κατεσκοτίσθη δὲ καὶ ὁ νοῦς· ἕως μὲν γὰρ ἀνάλωτός ἐστι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς, καὶ ἱδρυμένην ἔχει τὴν στάσιν εἰς τὸ βούλεσθαι διὰ πάσης ἐπιεικείας τὴν εὐφυᾶ καὶ ἐξαίρετον διᾴττειν τοῦ βίου τρίβον εὐδίαν ἔχει καὶ γαλήνην καὶ πλείστην ὅσην ἐν ἑαυτῷ τὴν ἀταραξίαν· καὶ πρός γε τούτῳ, καθαρὸν αὐτῷ τῆς παρὰ Θεοῦ νήψεως ἐναστράπτει τὸ φῶς. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.» Ἐπὰν δὲ μονονουχὶ καὶ δορύληπτος ἡ καρδία γένηται, τῆς ἐκτόπου καὶ πονηρᾶς ἡδονῆς ἐπιχεομένης αὐτῇ, ἐμπίπλησι μὲν αὐτὴν θορύβων ὁ Σατανᾶς, καὶ λογισμοὺς ἐντίκτει πονηροὺς, καταθολοῖ δὲ, καὶ σκότους τοῦ νοητοῦ μεμεστωμένην εὐθὺς ἀποφαίνει, καὶ μονονουχὶ πολέμου καὶ μάχης ἀναμεστοῖ, τοῦτο μὲν λογισμῶν ἀγαθῶν ἀπεχόντων αὐτῆς εἴς γε τὸ δεῖν τῆς ἀρετῆς ἀντέχεσθαι, τοῦτο δὲ τοῦ τῆς ἁμαρτίας νόμου καθέλκοντος εἰς τὸ πλημμελές. Τάχα δὲ καὶ τοῦτο αἰνίττεται, ὅτι καὶ μεσούσης ἡμέρας, ὡς ἐν σκότῳ διῆγον ὑπὸ τῆς ἀθυμίας, καὶ τῷ πολλῷ θρήνῳ τὴν ἐμὴν ἰσχὺν ἀπολώλεκα. <Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, κ.τ.

λ.> (A f. 210) Ἕτερόν τί φησιν ἁγίοις εἰωθὸς ἐπισυμβαίνειν ἔσθ᾽ ὅτε, καὶ ἁπλῶς τοῖς ἐκ Θεοῦ δι᾽ ἁμαρτίας παιδευομένοις· ἀφίστησι γὰρ αὐτῶν τὴν ἑαυτοῦ χάριν, ὥστε καὶ εἰς τοῦτο ἀφικέσθαι ταλαιπωρίας αὐτοὺς, ὡς μηδένα παντελῶς εὑρεῖν δύνασθαι τὸν παραστάτην ἢ φιλαλλήλως συναλγοῦντα· ἐν τάξει δὲ μᾶλλον ἐχθρῶν γεγονότας, καὶ τοὺς ἐγγὺς κατὰ γένος ἢ κατὰ διάθεσιν ἢ καθ᾽ ἔτερόν τινα φιλίας καὶ οἰκειότητος τρόπον. Τῶν οὖν φίλων μου, φησὶ, καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν, τουτέστιν ἀντέστησάν μοι, ὡς ὁ Ἀβεσσαλὼμ καὶ ὁ Ἀχιτόφελ· οἱ δὲ τὸ φιλανθρωπότατον, ἀπὸ μακρόθεν ἔστησαν, τῆς πρὸς ἐμὲ διαθέσεως ὡς ἀπωτάτω δραμόντες. <Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου.> (A f. 210, B f. 137 b) Πρός γε τούτοις οἱ ζητοῦντές μου τὴν ψυχὴν ἐξεβιάσαντο· καὶ ἐθέλοντές μοι τὰ κακὰ, ματαιότητας ἐλάλησαν, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐπαμύνοντος γὰρ οὐδενὸς ἢ κατοικτείροντος ἤγουν συμπαρεστῶτος, οἱ ἐχθροὶ κατεβιάζοντο καὶ συνέτριβον, τοῦτο μὲν συκοφαντίαις, τοῦτο δὲ καταλαλιαῖς ταῖς κατεψευσμέναις, προσεπάγοντες καὶ δόλους, τουτέστι παγίδα ἀρτύοντες. Καὶ τί γὰρ οὐχὶ ποικίλως ἐκμηχανώμενοι τῶν κακοῦν εἰωθότων; Καὶ ταύτῃ μὲν πλείστοις τῶν ἁγίων συνέβη παθεῖν.

Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ταῦτα πρὸ ἡμῶν δι᾽ ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν ὑπομεμένηκεν ὁ Χριστός. <Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, κ.τ.λ.> (A f. 211, B f. 138) Ἐπεὶ οὖν εἰς σὲ ἤλπισα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὐκοῦν ἐγὼ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, γέγονα δὲ παραπλήσιος τοῖς μὴ λόγον ἔχουσιν ἐν γλώσσῃ, μήτε μὴν ἀκούουσιν ὅλως, ἢ γοῦν ἔχειν δυναμένοις ἐλέγχους ἐν τῷ στόματι. Οἱ γὰρ τοῖς συκοφαντοῦσιν ἀντιλέγειν ἐθέλοντες, ὡς ψεύστας ἐλέγχουσιν, ἐφ᾽ ἑκάστῃ τῶν λοιδοριῶν ἀπολογούμενοι δηλονότι, καὶ τὰ τῆς φιλοψογίας ἐγκλήματα παραλύοντες. Ἀλλ᾽ ἐγὼ, φησὶν, οὐ γέγονα τοιοῦτος· σεσίγηκα δὲ διακαρτερῶν, ἵνα μὴ κατ᾽ ἐμαυτοῦ πικροτέρους τοὺς μισοῦντας ἐργάσωμαι. Χρὴ γὰρ ἐν πειρασμοῖς εἴκειν μᾶλλον, ἀλλὰ μὴ ἐν ἴσῳ τρόπῳ τοῖς διώκουσιν ἀντιφέρεσθαι.

Ὅτι δὲ τὸ κεκωφῶσθαι δοκεῖν ἐν καιρῷ πειρασμῶν, καὶ ἀλάλους ἐοικέναι, οὐ κτηνοπρεποῦς ἀναισθησίας ἔργον ἐστὶ, καρτερίας δὲ μᾶλλον ἐπαινουμένης καρπὸς, ἐνταῦθα διαδείκνυσι· σεσίγηκα γὰρ, φησὶ, διὰ μόνον τὸ ἐπὶ σοὶ τὰς τῆς σωτηρίας ἔχειν ἐλπίδας, καὶ ὅτι σε τῶν ἁπάντων ἐπέκεινα ἐπεγραφόμην ἐκδικητὴν, ὃς καὶ τοῖς ἐπεμβαίνουσι τῷ Ἰὼβ φίλοις ἐπιτιμήσας, ὡς ἀπηνῶς προσλαλοῦσιν ἀνδρὶ δοκιμαζομένῳ καὶ πυρουμένῳ, ἔδειξας ὅτι ἀπήχθηταί σοι τὸ κατεπιφύεσθαί τινας τῶν ἐν περιστάσει καὶ πειρασμοῖς.

Σὺ μὲν οὖν, ὦ Δέσποτα, ἀκούσῃ τοὺς ἐπ᾽ ἐμοὶ γενομένους παρὰ τῶν ἐχθρῶν τωθασμοὺς, ἤγουν τὰ τῶν λοιδοριῶν εἴδη, ὄψει δὲ καὶ ἅπερ ἐξεμηχανήσαντο κατ᾽ ἐμοῦ· ἐγὼ δὲ καὶ λόγους καὶ θυμοὺς ἀνακόψας, καὶ μονονουχὶ κεκωφωμένος, ἐπὶ σοὶ πᾶσαν ἐθέμην τὴν ἐλπίδα, εἰδὼς ὅτι σὺ ἀκούεις, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ᾽ ἐμοῦ βλασφημίας. <Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ.τ.λ.> (A f. 211 b, B f. 138) Ἐγὼ, φησὶν, ἐπὶ σοὶ ἐλπίσας, τὰ μὲν ἄλλα κεκωφῶσθαι ἐδόκουν, πλὴν ἐκεῖνο μόνον ἐζήτουν, τὸ μὴ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, μήτε μὴν ἐφησθῆναί μοί τινας τῶν πολεμεῖν εἰωθότων, ὥς γε τὸν εἰς ἅπαν ὑπομείναντι κλόνον, καὶ ἀνατετραμμένῳ παντελῶς, καὶ ἐξωσθέντι παρὰ σοῦ, καὶ ἀλλοτρίωσιν ὑπομείναντι τὴν ἐξ ἀκράτου θυμοῦ. Ἐδεδίην δὲ πρὸς τούτῳ, μὴ ἄρα πως σεσαλευμένους ὁρῶντες τοὺς ἐμοὺς πόδας, ὑπέρκομπόν τι καὶ ἀπηχὲς, κατὰ τῆς σῆς λέγωσι δόξης. Τοῦτο γὰρ σημαίνει, καὶ ἕτερον οὐδὲν, τὸ μεγαλοῤῥημονῆσαί τινας δοκιμαζομένων ἁγίων. Οἴονται γὰρ ἔσθ᾽ ὅτε, μὴ διαρκέσειν δύνασθαι πρὸς σωτηρίαν αὐτοῖς τὴν τοῦ διασώζοντος χεῖρα, ὡς ἀτονήσαντος πρὸς τὰς παρ᾽ αὐτῶν ἐφόδους τοῦ ἐφ᾽ ᾧ πεποίηνται τὴν ἐλπίδα.

Καθάπερ ἀμέλει καὶ Ῥαψάκης ὁ Βαβυλώνιος ἀμετρήτῳ γλωσσαλγίᾳ κατὰ Θεοῦ χρώμενος ἔφασκεν· «Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;» <Ὅτι ἐγὼ εἰς μάστιγας ἔτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός.> (A f. 212) Ταύτην ἰάσασθαι καὶ Δαβὶδ φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγόρει διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων.

Διό φησιν· «Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός·» ἀλγηδόνα ἴσως τὴν τοῦ ἀλγεῖν ὀνομάζων πρόφασιν, τουτέστι τὴν ἁμαρτίαν ἢν καὶ τραῦμα νοῦ καὶ καρδίας πληγὴν, οὐκ ἄκομψον εἰπεῖν. Τό γε μὴν ἀεὶ μεμνῆσθαι τῆς ἰδίας ἁμαρτίας πρέποι ἂν ἁγίοις. Ἐνταῦθα μέν τοι σαφῶς ἐκεῖνό φησι, τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ἐν βίβλῳ Βασιλειῶν· «Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·» ὁ μὲν γάρ ἐστιν ἀγαθὸς καὶ φιλοικτίρμων καὶ θᾶττον μετανοῶν ἐπὶ ταῖς κακίαις, κατὰ τὴν Γραφὴν, οἱ δὲ τραχεῖς καὶ ἀνήμεροι, καὶ εἰς ἄμετρον πολλάκις ἐκτείνοντες τὰς ὀργάς. Φεύγει μὲν οὗν ὁ Δαβὶδ τὸ ἐπιχαρῆναί τινας τῶν ἐχθρῶν αὐτῷ σαλευομένῳ τε καὶ πίπτοντι· τοῦτο γὰρ ὑπεμφαίνει τὸ, σαλευθῆναι τοὺς πόδας. Τό γε μὴν Θεοῦ πλήττοντος ὑπενεχθῆναι τῇ μάστιγι, καὶ ἀσπαστὸν ἡγεῖται, καί τοι πικρὸν ὂν, διὰ τὸ ἐκ τοῦ παιδεύεσθαι χρήσιμον· ἑαυτὸν γὰρ ὑποφέρει τῇ μάστιγι, ἑτοιμότατά τε πρὸς τοῦτο ἰέναι διισχυρίζεται. Ἀποχρῶσα δὲ τοῦτο φιλαρέτου ψυχῆς ἀπόδειξις, δυσφορούσης μὲν λίαν ἐφ᾽ οἷς ἂν ἀῤῥωστήσειε παρενεχθεῖσα πρὸς ἃ μὴ θέμις, ἐνομιλούσης δὲ τοῖς ἀγαθοῖς σπουδάσμασιν ἥδιστά τε καὶ προθυμότατα.

Τουτὶ γὰρ, οἶμαι, καὶ μάλιστα σαφῶς ἐκδείξειε, τὸ ἑτοίμως ἔχειν εἰς μάστιγας, καὶ ἐν ὀφθαλμοῖς ἀεὶ τὴν ἀλγηδόνα φέρειν, τουτέστι τὴν ἁμαρτίαν τὴν τοῦ ἀλγεῖν αἰτίαν. <Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.> (A f. 212 b) Πιστῆς ψυχῆς καὶ ἀκριβῶς πεπεισμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Τὸ μέν τοι Ἀναγγελῶ τέθεικεν ἐνταῦθα ἀντὶ τοῦ Ἀνήγγειλα· ὁμοίως δὲ καὶ τὸ Μεριμνήσω, ἀντὶ τοῦ Ἐμερίμνησα ἤτοι Πεφρόντικα· ἀδιαφορεῖ γὰρ ἔσθ᾽ ὅτε περὶ τὴν τῶν χρόνων προφορὰν ἡ θεία Γραφή Οὐ γέγονα τοίνυν, φησὶ, μελλητὴς εἰς μετάγνωσιν, οὐ βραδὺς εἰς δάκρυον, οὐδὲ ὀκνηρὸς εἰς ἐξομολόγησιν, ἀλλ᾽ οἷον εὐθὺ κατ᾽ ἴχνος τῶν πεπλημμελημένων, ἡ ὑπὲρ αὐτῶν γέγονεν ἱκετεία πρὸς Θεόν. Ὀνίνησι δὲ καὶ τοῦτο ἡμᾶς οὐ μετρίως, τὸ εἰδέναι φημὶ τοὺς τῆς μεταγνώσεως τρόπους. <Οἱ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.> (A f. 213, B f. 138 b, 139) Εἰ δὲ τοὺς ἐχθροὺς αἰσθητοὺς νοήσεις, οὕτως ἐπιβαλεῖς· ὅτι Ἐγὼ μὲν οὗν, φησὶν, δεδάκρυκα καὶ πεφρόντικα, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι προσεκόμισα δάκρυον, ὅτι πεπαρῴνηκα μὲν, καὶ τοῖς ἱεροῖς προσκέκρουκα νόμοις· οἱ δὲ τὰ ἐχθρά μοι φρονοῦντες ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ.

Τὸ ζῶσιν ἐν τούτοις θετέον ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσιν τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν βούλοιντο κατ᾽ ἐμοῦ. Οὕτω καὶ ἡμεῖς αὐτοὶ κατειθίσμεθα πολλάκις περί τινος τῶν εὐζωνοτάτων καὶ εὐδρανὲς ἐχόντων τὸ κίνημα λέγειν, ὅτι ὁ δεῖνα τυχὸν ζῶν ἐστιν ἄνθρωπος· οὐ γὰρ ἂν ᾔτησεν ὁ δίκαιος παρὰ Θεοῦ θάνατον τῶν ἰδίων ἐχθρῶν, ἀπαθεῖ δὲ τοῦτο τῷ φιλαγάθῳ Θεῷ. Οὐκοῦν τὸ ζῶσιν ἐνταῦθα ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσι δυνάμεως καὶ εὐημερίας.

Ἐπιφέρει γοῦν εὐθὺς ὅτι καὶ κεκραταίωνται ὑπὲρ αὐτόν· πληθυνθῆναι δέ φησι τοὺς μισοῦντας αὐτὸν, καὶ τοῦτο ἀδίκως, ἐκ θείας ἀποστροφῆς δηλαδὴ καὶ τούτου συμβαίνοντος τοῖς πλημμελημάτων ἔνεκεν διασμηχομένοις, πόνοις τε ὁμιλοῦσι καὶ πειρασμοῖς.

Εἰ γὰρ γένοιτό τινα παθεῖν ἀποστροφὴν Θεοῦ, καὶ ἐξ ὀφθαλμῶν εὑρεθῆναι τοῦ πᾶσαν νέμειν εἰδότος ἀσφάλειαν καὶ ἐπικουρίαν, οὗτος ἔσται μεμισημένος καὶ τοῖς πάλαι φίλοις, κἂν μηδὲν εἴη τὸ διακόπτον τὴν φιλίαν, καὶ ποιοῦν τὴν διαφοράν· τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ μισεῖσθαι μάτην, ἤγουν ἀδίκως. Τίνες δ᾽ ἂν εἶεν οἱ μισοῦντες ἀδίκως, διαλευκαίνει πάλιν ἐν τούτοις· «Οἱ ἀνταποδιδόντες μοι γὰρ, φησὶν, ἀντὶ ἀγαθῶν κακὰ,» κατηγόρευόν μου, καὶ οὐκ ἐπί τινι τῶν ἀτόπων, ἀλλ᾽ ἐφ᾽ οἷς ἔδει καὶ ἐπαινεῖσθαι ὅτι γέγονα τῆς δικαιοσύνης ἐραστής. Οἱ γὰρ Θεῷ προσκρούοντες, ὡς ἔφην, καὶ τοὺς πάλαι φίλους εὑρίσκουσι πολεμίους, εἰκῆ κατατεθηγμένους καὶ ἐπ᾽ οὐδενὶ καὶ εἰς μάτην λελυττηκότας, πονηρά τε ἀντὶ ἀγαθῶν ἀποτιννύναι σπουδάζοντας. Ἀπογυμνώσας οὖν τὰ τραύματα τῷ τῶν ὅλων Θεῷ, λύσιν ἐπιζητεῖ τῶν συμβεβηκότων, καὶ μότωσιν αἰτεῖ τὴν ἀπὸ τοῦ πατάξαντος. Γέγραπται γὰρ, ὅτι «Ὁ πλήξας καὶ μοτώσει.» Ἡ δὲ μότωσις καὶ ἀπαλλαγὴ τῶν συμβεβηκότων, εἴη ἂν τὸ μὴ εἰς ἅπαν ἐγκαταλειφθῆναι παρὰ Θεοῦ, προσέχειν δὲ μᾶλλον εἰς τὸ στῆναί τε καὶ ἐπαμῦναι καὶ σώζειν αὐτόν. Κύριον δὲ τῆς σωτηρίας ἀποκαλεῖ τὸν Θεόν· τοῖς γὰρ αὐτοῦ νεύμασι, καὶ ἡ τῆς σωτηρίας ὁδὸς εὐήλατος ἔσται καὶ ὁμαλή.