Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΙΒ΄
Η ανάγκη πνευματικής ανδρείας, η καταδίκη της απόδοσης τιμών σε κτιστές δυνάμεις και αγγέλους. Ομολογία της ομοουσιότητας του Υιού και φιλοσοφικός έλεγχος των αιρέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΙΒ΄
Η ανάγκη πνευματικής ανδρείας, η καταδίκη της απόδοσης τιμών σε κτιστές δυνάμεις και αγγέλους. Ομολογία της ομοουσιότητας του Υιού και φιλοσοφικός έλεγχος των αιρέσεων.
ΛΟΓΟΣ ΙΒʹ. αʹ. Σκιὰν μὲν ὁ νόμος ἔχει τῶν μελλόντων ἀγαθῶν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας ὑποπλάττεται σχῆμα, διὰ τύπου καὶ αἰνιγμάτων, τῶν διὰ Χριστοῦ τεθεσπισμένων ὑποφαίνων ἡμῖν τὸ μυστήριον. Τοιγάρτοι διεκελεύετο τοῖς υἱοῖς Ἰσραὴλ λέγων· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» Ἡμεῖς δὲ τῶν τύπων ἰόντες ὡς ποῤῥωτάτω, τῶν ἀρχαίων σχημάτων τὴν τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἀπαλλάττοντες φύσιν, προὐργιαιτέραν ποιώμεθα τῶν θείων καὶ εὐαγγελικῶν ἐνταλμάτων τὴν παίδευσιν.
Καὶ ἐπείπερ ἡμῖν ἡ διαφανὴς καὶ εὐσημοτάτη πάλιν ἀνέλαμψεν ἑορτὴ, τοὺς ὑπὲρ τῆς εὐκοσμίας ἀγῶνας, καθάπερ τι τῶν ὡρίμων ἑαυτῇ συνεισάγουσα, δότε δὴ, δότε τὰς τῶν ἁγίων ἰχνηλατοῦντι φωνὰς, καθάπερ ἐξ ἱερᾶς ἡμῖν ἀναφωνῆσαι σάλπιγγος· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τὸ γὰρ οἶμαι ζῇν ἐπείγεσθαι φιλοθέως, καὶ τοῖς ἐξ ἐπιεικείας αὐχήμασι κατασεμνύνεσθαι φιλεῖν, ἔν γε τῷ παρόντι μάλιστα καιρῷ τὸ ἑτοιμάζειν ἐστὶ τὴν ὁδὸν Κυρίου, καὶ τὴν τοῖς ἑορτάζουσιν πρέπουσαν ἐξ ἀγαθοῦ συνειδότος εἰσδέχεσθαι θυμηδίαν. «Τοῖς μὲν γὰρ ἀσεβέσι οὐκ ἔστι χαίρειν, λέγει Κύριος.» Πῶς γὰρ ἂν ἢ πόθεν ἁρμόσαι τοῦτο αὐτοῖς, ἐπηρτημένην ἔχουσι τὴν ἐφ᾽ οἷς εὐθύνονται δίκην; Τό γε μὴν ἐν εὐπαθείαις εἶναι πνευματικαῖς, καὶ λιπαρωτάταις ἐλπίσι καταπιαίνεσθαι, πρέποι ἂν εἰκότως τοῖς ὅτι μάλιστα βεβιωκόσιν ὀρθῶς, καὶ ὥσπερ τινὰ κανόνα τῆς οἰκείας ζωῆς τὸν θεῖον ἀποφήνασι νόμον. Ὅθεν, ἅγιοι ἀδελφοὶ, κλήσεως οὐρανίου μέτοχοι, κατα[κ]ονῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, κατὰ τὸ γεγραμμένον, διαμεμνημένοι τοῦ λέγοντος· «Σίδηρος σίδηρον ὀξύναι, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.»
Ὅνπερ γὰρ τρόπον οἱ βαρβαρικαῖς ἐφόδοις ἀντεγειρόμενοι, καὶ ἀντεξάγειν θέλοντες ὡς ἔνι καλῶς, παραθήγουσι μὲν ἀλλήλοις εὐτολμίαν, καὶ παρακροτεῖν ἐπείγονται εἰς ἐπίδειξιν αὐτοῖς ῥώμης τε καὶ τέχνης, τὸν τοῦ πολέμου καιρὸν εὑρῆσθαι πιστεύοντες, οὕτω τε δεινοὶ καὶ δυσκίνητοι τοῖς δι᾽ ἐναντίας ἐμπίπτουσιν· ὄκνου μὲν ἤδη πως ἀμείνους ὄντες καὶ δείματος, καὶ τῶν ἀνωτάτω κινδύνων κατευμεγεθοῦντες, εἰ τύχοι· οὕτω δὴ χρῆναί φημι τοὺς οἷ[σ]περ ἂν εἶεν τῆς ὁσιότητος ἐρασταὶ, τοῖς τοῦ διαβόλου κακουργήμασιν ἀοκνότατα μὲν ἀντιφέρεσθαι φιλεῖν· εὐσθενεστάτην δὲ οὕτω ποιεῖσθαι τὴν ἀντίστασιν, ὡς αὐτό που λοιπὸν ἀληθεύοντας ἐκεῖνο φωνεῖν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
Θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἣ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Κατακομίσαι γὰρ ἂν εἰς δειλίαν ἡμᾶς τὸ σύμπαν οὐδὲν, εἰ τῆς τῶν ἁγίων ἀρετῆς κατ᾽ ἴχνος ἑπόμενοι, τὴν αὐτὴν ἐκείνοις ἔχομεν γνώμην, ἀνδριζομένοις τε καὶ λέγουσι· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;
Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;» —«Δεῦτε τοιγαροῦν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον, «ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.» Καλεῖ γὰρ ἡμᾶς καὶ νῦν ὁ καιρὸς εἰς τριπόθητον ἑορτήν. Καὶ ἐπείπερ ὁ πᾶσιν ἀπηχθημένος κατηργήθη θάνατος ἐν δυνάμει Χριστοῦ, καὶ ἡ πάλαι δεινὴ καὶ δυσάλωτος ἀνῃρέθη φθορὰ, διὰ τῆς ἀναστάσεως αὐτοῦ, φέρε τι μέγα καὶ διαπρύσιον ἱέντες κήρυγμα τοῖς ἁπανταχόσε λέγωμεν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Καὶ τίς ἂν γένοιτο πάλιν ὁ τῆς ἀγαλλιάσεως τρόπος τοῖς ἐν Χριστῷ τοῦτο δρακῆ ἑλομένοις; Ὅτι μάλιστα πρέπων, τὸ ἀποφοιτῆσαι μὲν ᾗ τάχος τῆς γεωδεστέρας καὶ χαμεῤῥιφοῦς ἡδονῆς, καὶ ἁπαξαπλῶς ἐπιθυμίας ἁπάσης σαρκικῆς· ἀνθελέσθαι δὲ μᾶλλον τὰ ἐν μοίρᾳ τῇ κρείττονι, καὶ τοῖς ἐκείνων ἀμείνοσιν ἐπιδιδόντας τὸν νοῦν, ἀποπληροῦν ἐπείγεσθαι, καὶ μάλα προθύμως, τὸ διὰ φωνῆς ἡμῖν τοῦ μακαρίου Παύλου καλῶς τε καὶ ὀρθῶς εἰρημένον· «Τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι.» Οὐκοῦν παχείᾳ μὲν ὥσπερ καταχωννύσθω λήθῃ τὰ παριππεύσαντα· καὶ δὴ τῆς ἀρχαιοτέρας ἀβουλίας ἀποφοιτήσαντες, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα· τουτέστιν, ἐπὶ τὸν ἐν φρονήσει τέλειον ἰέναι σπουδάζωμεν.
Λελατρεύκαμεν «τῇ κτίσει παρὰ τὸν κτίσαντα· καὶ ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν Χριστῷ,» κατὰ τὸ γεγραμμένον. Κεκλήμεθα γὰρ εἰς ἐπίγνωσιν Θεοῦ· καὶ ταῖς ἡμετέραις διανοίαις τὸ τῆς ἀληθείας ἤστραψε φῶς. Κρηπὶς γὰρ αὕτη παντὸς ἀγαθοῦ, καὶ ἁπάσης ἀρετῆς ἐν ἡμῖν θεμέλιος. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ἄνωθεν ὁ Θεὸς καὶ Πατὴρ, διὰ φωνῆς τῶν ἁγίων προφητῶν, αὐτὸ δὴ τουτὶ κατεσήμανε, λέγων· «Ἰδοὺ ἐγὼ τίθημι εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.» Ἄριστα δὲ τοῦτο συνεὶς καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει Παῦλος· «Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» Καὶ τίς ὁ θεμέλιος, ἢ ποία τις ἄρα τῶν καθ᾽ ἡμᾶς ἡ κρηπὶς, μαθήσῃ παρ᾽ αὐτοῦ βοῶντος ἀναφανδόν· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Οὐκοῦν ὑποβάθραν καὶ θεμέλιον ἔχοντες τῆς ἀληθοῦς θεογνωσίας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κρατῶμεν τῆς ὁμολογίας, ὥς που καὶ Γράμμα φησὶν ἱερὸν, καὶ τὴν ἑαυτῶν καρδίαν κατασκεπτώμεθα, μὴ ἅρα τι τῆς θεομισοῦς ἀπιστίας, οἷά τις ὄφις ἐν χειᾷ, διαλανθάνει λείψανον· μή τις «ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ,» κατὰ τὸ γεγραμμένον.
Πονηρὸν γὰρ τὸ χρῆμα, καὶ διαφόρητον νόσημα φαίη τις ἂν εἶναι νοῦ τὴν δυσγενῆ διψυχίαν, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τι τὰ πάντων αἴσχιστα περιέσται δήπου, καὶ οὐχ ἑκοῦσι παθεῖν τοῖς τῇδε διακειμένοις. Εὐκατάσειστον μὲν γὰρ κομιδῇ, καὶ εἰς ἄκρον ἥκουσαν τῆς ὅλης, ὡς ἔπος εἰπεῖν, ἀσθενείας, ἐπαθρήσαι τις ἂν οἰκίαν τῆς ἐν ἀρχαῖς ὑποβάθρας ἀπολισθήσασαν, εὐκαταγώνιστον δὲ παντελῶς. Κατὰ τὸν ἴσον τρόπον τῷ πειράζοντι Σατανᾷ τὴν τοῦ ἀνθρώπου ψυχὴν κατίδοι τις ἂν, εἰ τὸν οἰκεῖον ἀφεῖσα θεμέλιον, τουτέστι Χριστὸν, καὶ εἰς τὴν τῆς πίστεως ὑποβάθραν ταῖς διψυχίαις ὑβρίζουσα παραλόγως ἁλίσκοιτο. Καί μοι δοκεῖ περὶ τῶν τοιούτων εἰπεῖν ὀρθῶς τε καὶ ἀνεγκλήτως ὁ Χριστοῦ μαθητὴς, ὅτι «Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.»
Ὥσπερ γάρ ἐστι παμμόχθηρον, ἀδελφοὶ, τὴν ἀκάθαρτον κύνα τὸν ἴδιον ἔμετον ἀναῤῥοφοῦσαν ἰδεῖν· (βδέλυγμα γὰρ εὐθὺς ὁ τοῦτο παθὼν), πάντως δήπου καὶ ὁ τὴν ἕξιν ἀστεῖος καταστυγήσει βλέπων τὴν ὗν, ὅτι μακρά τε καὶ κάκοσμος, ἐκ πηγαίων εὐθὺς ἀναπηδῶσα ναμάτων, βορβόροις εἰσαῦθις καὶ τοῖς εἰς ἄκρον καταμιαίνουσιν ἑαυτὴν ἐγκαθίησι τέλμασιν· οὕτως, οἶμαι, πάναισχρόν τε καὶ ἀτοπώτατον, μᾶλλον δὲ ἁπάσης ἀτοπίας τρέχον ἐπέκεινα, ἀληθὲς εἰπεῖν τῆς διψυχίας τὸ ἔγκλημα, παλινδρομεῖν ἀναπεῖθον ἐπὶ τὴν ἐν ἀρχαῖς ἀβουλίαν, καὶ ἐπ᾽ ἐκείνης αὖθις ἰέναι κελεῦον τῆς ἀσεβείας τὴν νόσον, ἣν διὰ πίστεως τῆς εἰς Χριστὸν παραδόξως ἀποκρουσάμενοι, τῆς πνευματικῆς εὐρωστίας ἐπεδραξάμεθα, τὸν νοῦν ὑγιᾶ τε καὶ ἀσινῆ ἐσχήκαμεν.
Οὐκοῦν ἀκόλουθον ἐκεῖνο δὴ πάλιν ἡμᾶς διασκεψαμένους ἰδεῖν· Εἵ τι τῶν τοῦ σώματος ἡμῖν ἐπυρώθη μελῶν, καὶ νόσος αὐτὸ δεινὴ κατεβόσκετο· κατεκήλησε δέ τις τῶν ἰατρῶν τὸ πάθος, τοῖς ἐκ τῆς τέχνης εὑρήμασι παρατρέπων εἰς ἡμερότητα, καὶ οἱονεί πως ἀνασειράζων τοῦ κακοῦ τὸν ἐπέκεινα δρόμον, ἢ καὶ ἀνακόπτων εἰς τὸ παντελές, ἆρα τίς εἰς τοῦτο πεσὼν εὐηθείας ἁλώσεται, ὡς μὴ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸ χρῆμα, παλινδρομεῖν δὲ αὖθις ἐθελῆσαι πρὸς τὸ νοσεῖν; καὶ τίς ἄνους τε καὶ βραχυγνώμων ἀνὴρ εἴη ἂν εἴς γε τοσοῦτον, ὡς ἐνὸν ἑλέσθαι τὸ εὐρωστεῖν, τῶν ἐναντίων ἐρᾷν; Ἐπεὶ δὲ οὐχὶ τὸ σαρκίον ἡμῖν τὸ ἐκ γῆς, ἀλλ᾽ αὐτὸ τὸ κράτιστον, ψυχή τε καὶ νοῦς, ἀρχαίων καὶ μυσαρῶν ἀπήλλακται νοημάτων, καὶ τὴν τῆς πολιτείας διενηξάμεθα νόσον, οὐ τριπόθητον ἡγῇ τὸ ὑγιαίνειν ὦ τᾶν, ἥδυστον δέ σοι φαίνεται τὸ ἔτι νοσεῖν, καίτοι διακρούσασθαι παρὸν, ἂν ἐθελήσῃς μόνον; Ἀλλ᾽ ἐκεῖνό που πάντως ἀνακεκραγώς τις ὀφθήσεται, καὶ ψυχρὸν ἀπὸ καρδίας ἀνοίσει λόγον. Καὶ ποῖον ἂν ἡμῖν εἰσοίσει τὸ βλάβος, τὸ πιστεύειν μὲν, ἕνα τῶν ὅλων εἶναι πατέρα καὶ γενεσιουργὸν, ἀπονέμειν δὲ τὰς τιμὰς καὶ τοῖς ἐγκοσμίοις δαίμοσι, Θρόνους ἡμῖν καὶ Ἀρχὰς, καὶ Δυνάμεις, καὶ Κυριότητας, καὶ αὐτῆς ὀνομαζούσης τῆς ἱερᾶς τε καὶ θεοπνεύστου Γραφῆς;
Πρὸς δὴ τὸν εὐήθη καὶ γραώδη τουτονὶ λόγον πρέπειν οἶμαι πάλιν ἐκεῖνο εἰπεῖν, ὡς ἔστιν ἀπίθανον, ἀπηχές τε παντελῶς, μᾶλλον δὲ ἤδη καὶ σφαλερώτατον, ταῖς εἰς ἄκρον ἡκούσαις καὶ ἰσομέτροις τιμαῖς στεφανοῦν ἐπιχειρεῖν, καὶ τὸν τῆς ἐπιγείου βασιλείας ἐφιζάνοντα θώκοις, καὶ τοὺς ὑπὸ πόδα κειμένους, καὶ δοῦλον αὐτῷ τὸν αὐχένα ὑπεστρωκότας.
Ἦ γὰρ οὐχὶ τὸ μὲν τῶν ὅλων κρατεῖν τοῖς τοῦτο λαχοῦσιν ὡς ἐξαίρετον ἀνακείσεται; τό γε μὴν ὑπεζεῦχθαι φαίη τίς ἂν τοῖς ἄλλοις ἁρμοδιώτατον; Ἀλλ᾽ ἐνδοιάσειν οἶμαι μηδένα. Καὶ εἰ μέν τινες εἶεν τῶν τεταγμένων ἐν ὑπηκόοις εὔνοι τε καὶ γνησιώτατοι, καὶ γερῶν καὶ δόξης ἀξιωθήσονται· εἰ δὲ ἀπειθεῖς καὶ δυσήνιοι, καὶ ἀτιμαγέλαι τινὲς ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις κατατετάξονται· καὶ τῆς ἁπασῶν ἐσχάτης μεθέξουσι δίκης. Πλὴν ἐκεῖνο ἐν τούτοις κατασκέψασθαι δεῖ. Δοίην ἂν ἔγωγε τῆς ἀρίστης εἶναι φρενὸς, τὸ εὖ μάλα δύνασθαι κατιδεῖν, ὅτι καὶ τοῖς τῆς γνησιότητος λαχοῦσι τὴν δόξαν, καὶ μαρτυρουμένοις εἰς τοῦτο διὰ πραγμάτων, μέτεστι μὲν εὐκλείας καὶ τῆς ἀνωτάτω τιμῆς ἔσθ᾽ ὅτε, οὐ μὴν οἴκοθεν, οὐδ᾽ ἐξ οἰκείας αὐτοῖς ἐξουσίας πεπορισμένης, ἀλλ᾽ ἐκ τῆς τοῦ κρατοῦντος ἐθελουσίου ῥοπῆς. Καὶ πηγὴ μὲν ἅπασι τιμῆς τε καὶ δόξης ἡ βασιλέως θέλησις· οἱ δὲ εἰσὶν οὐκ ἐν τοῖς ἔχουσι φυσικῶς, ἀλλ᾽ ἐν τοῖς δεχομένοις τὰ γέρα· καὶ ἕως μὲν ἑστᾶσιν ὀρθῶς φρονοῦντες τὰ βασιλέως, ἐρησεισμένην ἔχουσι τὴν δυναστείαν, καὶ εἰσὶ τῆς δόξης ἐν καλῷ. Μετατετραμμένοι δὲ πρὸς τὸ ἐναντίον, ζηλωτοὶ μὲν οὐκ ἔτι, τρισάθλιοι δὲ καὶ παντὸς ἐπέκεινα κακοῦ πεσόντες ἁλώσονται.
Εἰ δὲ δήπου τις εἰς τοῦτο μοχθηρῶν καθήκοιτο βουλευμάτων, καὶ ἐξ ἀκράτου μανίας παρατεθη[γ]μένος εἰς ἀπόστασιν, καὶ ὅπλων αὐτῶν, καὶ τυραννικῶν ἐπιτηδευμάτων, ῥιψοκινδύνως ἁψάμενος, πόλεις τε καὶ χώρας ἐξαναστήσειε, καὶ τὸν ἐξ ἀνάγκης ζυγόν τισιν ἐπιῤῥίψας, τὴν τῆς βασιλείας ἐφ᾽ ἑαυτῷ παραβιάζοιτο δόξαν· εἴη ἂν παρά γε τοῖς σώφροσιν, οὐχὶ διὰ τοῦτο τιμᾶσθαι πρέπον, ἀλλ᾽ οὐδὲ τοῖς τῶν ὅλων κρατοῦσι συντετάξεται· πολλοῦ γε καὶ δεῖ. Πραχθεὶς δ᾽ ἂν μᾶλλον τῆς ἀπονοίας τοὺς λόγους, καὶ τῶν οὕτως ἀνοσίων ἐγχειρημάτων ἐξαιτοῖτο ἂν, καὶ μάλα εἰκότως, τὴν ἰσοπαλῆ καὶ, ἵν᾽ οὕτως εἴποιμεν, ἰσήλικα δίκην. Ἀλλὰ ταυτὶ μὲν ἡμῖν ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων, εἰρήσθω τε ἅμα καὶ ἀναπεπλάσθω χρησίμως, καθάπερ ἐν πίνακι γραφή. Φέρε δὴ οὖν ταῖς ἐπέκεινα τῶν αἰσθητῶν ἐννοίαις προβαλόντες, ὀξυωπέστερον τὸ θεῖον αὐτὸ κατασκεψώμεθα κάλλος, καὶ τὴν τῶν ὅλων βασιλίδα, κατά γε τὸ ἐγχωροῦν, καταθεώμενοι φύσιν, τήν τε ἄῤῥητον αὐτῆς δύναμιν καὶ ἐξουσίαν, ὡς ἔνι, καλῶς ἀναλογισάμενοι, τῶν παρ᾽ αὐτῆς γεγονότων καὶ ὑπ᾽ αὐτῇ κειμένων ἐννοήσωμεν τὴν δουλείαν.
Εἷς μὲν γὰρ ὁ πάντων ἐστὶ Δεσπότης, καὶ γενεσιουργὸς, καὶ τῶν ὅλων Κύριος· ἐπειδὴ δέ ἐστι κατὰ φύσιν ἀγαθὸς, ἵνα τοῦτο ὑπάρχων, καὶ οὐχὶ αὐτῷ καὶ μόνῳ γινώσκοιτο, μετάσχοιεν δὲ καὶ ἕτεροι τῆς ἐνούσης ἡμερότητος αὐτῷ, παρεκόμισεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· καὶ ἀριθμοῦ μὲν κρείττονα πνευμάτων ἁγίων ἔκτισε πληθύν· τάξιν δὲ τοῖς γεγονόσι τὴν ἀρίστην ἐπιτιθεὶς, τὸ μὲν ὠνόμασεν Ἀρχὴν, τὸ δὲ, Κυριότητα, Θρόνον δὲ ἕτερον, Ἀρχαγγέλους δέ τινας, καὶ μὴν καὶ Ἀγγέλους. Οὐ γὰρ ἕτερόν τι νοῶν ἢ ὅπερ ἔχει καλῶς τε καὶ ἀμωμήτως, πάντη τε καὶ πάντως, ἑκάστῳ τῶν γεγονότων, τὴν αὐτῷ καὶ μόνῳ δοκοῦσαν ἐπεμέτρησε τιμήν.
βʹ. Οὐκοῦν ἀναρίθμιος μὲν ἐν τοῖς οὐρανοῖς ἡ τῶν ἁγίων ἀγγέλων πληθὺς, Ἀρχαὶ δέ τινες, καὶ Ἐξουσίαι, καὶ Θρόνοι τέθεινται παρὰ Θεοῦ, οἱονεὶ τὴν πατρὸς ἢ καθηγητοῦ τινος τάξιν ἀποπληροῦσαι τοῖς ἄλλοις. Ἦν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, ἐξ οὐρίας ὥσπερ τοῖς γεγονόσιν ἰέναι τὰ πράγματα. Ὅταν τοίνυν τῶν ἱερῶν ἀκούσῃς Γραμμάτων, Δυνάμεις, καὶ Θρόνους, καὶ Κυριότητας ἀποκαλούντων τινὰς, μὴ πολύθεον ἐντεῦθεν διακηρύττεσθαι πλάνησιν ὑπολάβῃς, ἄνθρωπε· μηδὲ τῆς ἀμαθίας ἐπινηχόμενος λογισμοῖς, τῶν τῆς ἀληθείας παρακομίζου δογμάτων.
Ὃ γὰρ ἔφην φθάσας, ἐρῶ πάλιν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «ταυτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Εἷς ὁ πάντων ἐστὶ γενεσιουργὸς καὶ Κύριος· καὶ μυρίαι μὲν μυριάδες ἁγίων ἀγγέλων παρεστήκασιν αὐτῷ· καὶ οὐκ ἔστι τι τῶν παρ᾽ αὐτοῦ γεγονότων, ὃ μὴ τὸν τῆς δουλείας ἔχει ζυγόν. Εἰ δὲ ἀπεσκίρτησάν τινες, καὶ οἷον ἐπὶ τῆς ζεύγλης ἑλκύσαντες τὸν αὐχένα, τετιμώρηνται, καὶ πεπτώκασι· καὶ τῆς ἀνωτάτω πόλεως εὐλόγως ἀπολισθήσαντες, πεπλανήκασί τινας τῶν ἐπὶ γῆς, τὴν τοῦ Θεοῦ δόξαν εἰς ἑαυτοὺς ἁρπάζειν ἐπιχειρήσαντες, ὧν εἷς καὶ πρῶτος ὁ Σατανᾶς· οὐχὶ δήπου πάντως καὶ θεοὺς εἶναι κατὰ ἀλήθειαν ὑποτοπητέον αὐτούς. Μία μὲν γὰρ ἡ κατὰ ἀλήθειαν τῶν ὅλων δεσπόζουσα [φύσις].
Πάντα δὲ τὰ παρ᾽ αὐτῆς κεκλημένα εἰς γένεσιν κτίσματα λογικὰ, τὴν οἰκετικὴν ἐπέχοντα τάξιν, τοῖς φύσει πρεπωδεστάτοις ἐπισεμνύνεται μέτροις· καὶ τοῦτο αὐτοῖς ἀξίωμα καὶ ὑπεροχὴ, τὸ διασώζειν δύνασθαι τὴν τεταγμένην αὐτοῖς καὶ εἰσποίητον ἀρχήν.
Προσκυνεῖ δὲ σύμπαντα τὸν Δημιουργὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Δεσπότην καταγεραίροντα, διὰ πάσης ἄν τις ἴδοι τῆς θεοπνεύστου Γραφῆς. Καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἡσαΐας, «Εἶδον, φησὶ, τὸν Κύριον Σαββαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ Σαραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ, τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἀμοιβαδὸν ἀντηχοῦντα, φησὶν, ἀλλήλοις, ἅγιον ἐπεκάλουν τὸν τῶν δυνάμεων Κύριον.» Τοῦτο γὰρ σημαίνει τὸ Σαββαὼθ. Ἄθρει δὴ οὖν, ὅπως αἱ ἀνωτάτω δυνάμεις ἅγιαί τε καὶ λογικαὶ, τουτέστι τὰ Σεραφὶμ, μέτρον ἔχοντα τὸ δουλοπρεπὲς, τὸν θεῖον περι[ι]στᾶσι θρόνον, καθάπερ ἐν ὀφλήματος τάξει τὰς εὐφημίας ἀποτιννύοντα. Ἆρ᾽ οὖν ἐρήσομαι, ὦ γενναῖε, τίνι μὲν ἂν πρέποι τὸ ἐπὶ θρόνου καθίζειν ὑψηλοῦ καὶ ἐπηρμένου; τίνι δ᾽ ἂν τὸ παρεστάναι καὶ λειτουργεῖν; Ἀλλ᾽ οἶμαί που πάντως ἐκεῖνο ἐρεῖν, ἐξ αὐτοῦ τοῦ πράγματος ἀναπεπεισμένον· ὅτι τεκμηριοῖ μὲν ἡ κάθησις τὸ ἀξίωμα τὸ δεσποτικόν· μέτρον γε μὴν τὸ δουλοπρεπὲς, ἡ παράστασις. Σύνδρομον δὲ τοῖς Ἡσαΐου λόγοις, καὶ αὐτὸν εὑρήσομεν τὸν μακάριον Δαβίδ· «Κύριος γὰρ, φησὶν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει.»
Εἶτα τοῖς ἐπὶ τὰ σκῆπτρα διακελεύεται λέγων· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ.» Ἰδοὺ δὴ κἀν τούτῳ, τὸν μὲν θεῖον ἐν οὐρανῷ φησιν ηὐτρεπίσθαι θρόνον· χρῆναι δὲ ἅπαντας ἀκαταλήκτως δοξολογεῖν, ἀγγέλους ἡμῖν ὀνομάζων καὶ λειτουργοὺς, καὶ δυνάμεις· ἐπὶ τούτοις ἅπασιν ἐπενεγκὼν τὸ, «Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ.» Ἀμαθὲς ἄρα, μᾶλλον δὲ καὶ τῆς ἐσχάτης ἀσεβείας ἀνάμεστον τὸ ποιήμασι μὲν τοῖς ἰδίοις ἐναριθμεῖσθαι τὸν ποιητὴν, τὸν δὲ τῶν ὅλων Δεσπότην τοῖς οἰκετικοῖς περιβάλλειν μέτροις. Τὸ γὰρ ἀναφέρειν τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος δόξαν, οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰς τὴν τῶν ποιημάτων τάξιν κατακομίζειν τὸν ποιητήν. Ὅτι γὰρ ἀθέλητον αὐτῷ καὶ ἀπηχθημένον παντελῶς τὸ τοῖς παρ᾽ αὐτοῦ γεγονόσι συγκατατάττεσθαι, καὶ ὅτι πάνδεινος ἐπήρτηται δίκη τοῖς τὴν θείαν ἀνατιθεῖσι δόξαν τοῖς ἀκαθάρτοις δαίμοσι, συνήσεις εὖ μάλα τοῖς Μωσαϊκοῖς περιτυχὼν συγγράμμασιν· ἔχει γὰρ οὕτως· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.»
Προσεπιτάττει δὲ λέγων· «Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύεις ἐκεῖ, κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου· καὶ κατακληρονομήσεις αὐτοὺς, καὶ κατοικήσεις ἐν τῇ γῇ αὐτῶν, πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἀκολουθῆσαι αὐτοῖς, μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου, μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων· Πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὑτῶν, ποιήσω κἀγώ. Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου. Τὰ γὰρ βδελύγματα, ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν· ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.» Καὶ πάλιν· «Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης, ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε πρὸς σὲ λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε· καὶ ὁ προφήτης ἐκεῖνος, ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος, ἐκεῖνος ἀποθανεῖται. Ἐλάλησε γὰρ πλανῆσαι ἀπὸ Κυρίου τοῦ Θεοῦ σου.» Οὐκοῦν θάνατος μὲν ἡ δίκη τοῖς ἐφ᾽ ἃ μὴ προσῆκεν, ἀνοσιώτατα, παρατρέπουσι τῶν ἀκεραίων τὸν νοῦν.
Ὁ δὲ τοῖς εἰς τοῦτο πεσοῦσιν ἀνοίας ἐπιτιμῶν, δῆλος ἂν εἴη δήπουθεν, συμπροσκυνεῖσθαι μὲν ἑτέροις οὐκ ἀνεχόμενος, ἑαυτῷ δὲ καὶ μόνῳ τὴν τῶν ὅλων βασιλείαν ἐπιμαρτυρῶν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς ἁγίων· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ ἐμοῦ.» Ἕνα τοιγαροῦν τὸν ἐπὶ πάντων τε καὶ διὰ πάντων ὁμολογοῦντες εἶναι Θεὸν, ἕτερον ἐπ᾽ αὐτῷ μηδένα καταλογισώμεθα· μηδὲ μὴν τὸν τῆς βασιλείας στέφανον ἢ τοῖς ὁρωμένοις κτίσμασιν, ἤγουν ἑτέροις τισὶν ἀπονέμοντες, ἁλισκώμεθα· τὴν μὲν γὰρ τοῦ Θεοῦ δόξαν οὐ παραλύσομεν, καὶ εἰς τοῦτο δρᾷν ἐπιχειρήσαιμεν ἑαυτοὺς δὲ μᾶλλον τοῖς τῆς ἀπωλείας ἐνίεμεν βόθροις. Ἀλλ᾽ ἔστι τις ἴσως λαθραῖος μὲν ἔτι καὶ σκοτεινὸς τοῦ διαβόλου καὶ τῶν δαιμονίων προσκυνητὴς, ἐξωραΐζεται δὲ τοῖς εἰς εὐλάβειαν σχήμασι, καὶ ὅσον ἧκεν εἰς λόγους, τὸ γνήσιον ὑποπλάττεται.
Ἀκουέτω τοιγαροῦν τῆς θεοπνεύστου βοώσης Γραφῆς· «Ὅτι ὁ Θεὸς οὐ μυκτηρίζεται·» καὶ μὴν καὶ τοῦ θείου Δαβὶδ ἀναμέλποντος, καὶ λέγοντος· «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὗς, οὐκ εἰσακούει; Ὁ πλάσας τοὺς ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ; Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει;» γʹ. Ὡς οὖν ἅπαντα τὰ καθ᾽ ἡμᾶς εἰδότος τε ἅμα καὶ ἐφορῶντος Θεοῦ, ἀσφαλῆ καὶ ἱδρυμένην ἔχωμεν τὴν πίστιν· καὶ τὸ ἐκ τῆς διψυχίας αἶσχος ἀποτριψώμεθα, μνημονεύοντες τοῦ μακαρίου Παύλου γράφοντος· «Ὥστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε καὶ ἀμετακίνητοι· περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ πάντοτε.» Φέρε τοίνυν τὸ ἐν πίστει γνήσιον, ὡς θυσίαν πνευματικὴν προσκομίζοντες τῷ Θεῷ, λέγωμεν ἐξ ἀνυπόπτου καρδίας· «Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» Καὶ πάλιν· «Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.»
Πιστεῦσαι γὰρ δεῖ, τοὺς οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς, εἷς ὅτι καὶ μόνος ὁ ἐπὶ πάντων τε καὶ διὰ πάντων ἐστὶ Θεός· οὔτε αὐτὸς ὑφ᾽ ἑαυτοῦ πρὸς τὸ εἶναι παρακεκομισμένος, οὔτε μὴν παρ᾽ ἑτέρου τοῦτο λαχών· ἀλλ᾽ ὢν μὲν ἀεὶ καὶ ὑπάρχων, ἀϊδίως πρὸ παντὸς αἰῶνος καὶ χρόνων· ἄφθαρτος δὲ καὶ ἀνώλεθρος, φῶς ἀπρόσιτον οἰκῶν, πηγὴ σοφίας καὶ ζωῆς, καὶ αὐτὸ κατὰ φύσιν ἐννοούμενος καὶ ὑπάρχων, ὅπερ ἐστὶ τὸ ἀγαθὸν, ῥίζα πάσης ἰσχύος· καὶ ὅτι μὲν ἔστι γινωσκόμενος, τί δὲ κατὰ φύσιν ἐστὶν ἀγνοούμενος. Διακεῖσθαι γὰρ οὕτως ἡμᾶς, καὶ τοῦ Σωτῆρος ἡμῶν ἔφασκε δεῖν μαθητὴς, ὡδί πη λέγων· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ζητεῖν δὲ οὐκέτι. μὴ γὰρ δὴ κατὰ σαυτὸν ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ τοῖς ἐξ ἀμαθίας συνωθούμενος λογισμοῖς, εἰς περιεργίαν ἐπισφαλῆ τολμήσῃς εἰπεῖν· Μεμυσταγώγημαι καὶ πεπίστευκα, καὶ Θεὸν τὸν ἕνα δεδίδαγμαι προσκυνεῖν.
Ἀλλὰ τί μὴ μανθάνω τοῦ προσκυνουμένου τὴν φύσιν; Ἄπαγε τοῖς ὑπὲρ νοῦν καὶ λόγον τὴν ἄκαιρον ἐπιφέρων ζήτησιν. Τί γὰρ ὅλως ἡ ἀνθρώπου διάνοια, πρὸς τὴν ἄῤῥητον ἐκείνην καὶ ἀνέκφραστον φύσιν; ἢ τίς ἂν γένοιτο τοσοῦτος εἰς φρόνησιν, ὡς ἐκεῖνο δύνασθαι τὸ κάλλος ἐπιμετρεῖν; Ἄκουε τί φησιν ὁ θεσπέσιος προφήτης Ἡσαΐας αἰνιγματωδῶς αὐτό σοι τουτὶ παραδηλῶν· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;» Μηδὲν τοιγαροῦν πολυπραγμονήσας τῶν ὑπὲρ φύσιν, πρόσιθι διὰ πίστεως, ὅτι μὲν ἔστι καὶ ὑπάρχει, καὶ τῶν ὅλων κρατεῖ, συναινῶν τε καὶ συντιθέμενος· ἐπέκεινα δὲ ὥσπερ τῶν τῆς ἀνθρωπότητος μέτρων ἰέναι τὸν νοῦν σωφρόνως οὐκ ἐφιείς. Οὕτω παρεδέξατο τὴν πίστιν καὶ ὁ θεσπέσιος Μωσῆς· Θεοῦ γὰρ λέγοντος· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» διεπυνθάνετο, λέγων· «Ἰδοὺ ἐγὼ πορεύομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρῶ πρὸς αὐτοὺς, ὅτι Προσκέκληται Κύριος ὑμᾶς. Ἀλλ᾽ ἐρωτήσουσί με, φησί· Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;» Καὶ τί πρὸς ταῦτα Θεός; «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. Τοῦτό μού ἐστι τὸ ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Ἴδιον γὰρ τὸ εἶναι καὶ ὑπάρχειν ἀεὶ τῷ κατὰ φύσιν Θεῷ.
Τὸ δὲ ὂν καὶ ὑπάρχον ἀνάρχως τε καὶ ἀκαταλήκτως, καὶ τὸν ἐκ τοῦ πεποιῆσθαι διαφεύξεται μολυσμὸν, καὶ ὅτι μὴ παρ᾽ ἑτέρου τὴν ὕπαρξιν ἔχει, αὐτὸ δι᾽ ἑαυτοῦ μαρτυρηθήσεται. Ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος ὁ Θεὸς καὶ Πατὴρ, συμφυᾶ καὶ συναΐδιον ἔχων τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Υἱὸν, «δι᾽ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας,» καὶ τοῖς οὐκ οὖσί ποτε τὴν εἰς τὸ εἶναι δωρεῖται πάροδον, καὶ ζωογονεῖ μὲν ἅπαντα, ὅσα πάρεστι τοῦ ζῇν δεκτικά· φωτὶ δὲ τῷ θείῳ καὶ νοητῷ καταλαμπρύνει πάλιν τὰ φωτὸς ἐπιδεᾶ.
Καὶ τοῦτο εἰδὼς καὶ διδάσκων ὁ θεῖος ἡμῖν ἀναμέλπει Δαβὶδ, πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου· καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Καὶ μὴν ὁ σοφώτατος Ἰωάννης, «Ἦν, ἔφασκε, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Ἔστι γὰρ, ἔστιν ὁ μονογενὴς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαραποίητος χαρακτὴρ, ὅλον ἔχων ἐν ἰδίῳ κάλλει τὸν Γεννήτορα· καὶ ἐξ ὧν ἐστιν αὐτὸς, τὴν τοῦ τεκόντος φύσιν ἄριστα ζωγραφῶν.
Τοιγάρτοι καὶ ἔφασκεν, ὅτι «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι.» Πατέρα δὲ ὅταν ἀκούσῃς καὶ Υἱὸν, ἀναχώρει σωμάτων· καὶ τῆς περὶ τούτων ἐννοίας ἀποδραμὼν, φρόνησον ἃ δεῖ· σύνες τε ὅτι οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ λόγος ἡμῖν εἰς τὸ παρόν. Ἀσώματόν τι καὶ ὑπερούσιον ἡ τῶν ὅλων κατεξουσιάζουσα φύσις. Οὐκοῦν ἐξίτω σωμάτων ὁ νοῦς, ὅταν τι μανθάνῃ περὶ Θεοῦ. Τὸ δὲ οὐσίας ἁπάσης σωματικῆς ἐπέκεινά τε καὶ ἀνωτάτω νοούμενον, οὔτ᾽ ἂν εἴη τόπῳ περιληπτὸν, οὔτε μὴν ταῖς τῶν σχημάτων ἰδέαις ὑποκείμενον. Ἀλλὰ καὶ ὅταν λέγηται γεννᾷν, οὐκ ἀποῤῥοίαις τισὶν ἢ ἀποτομαῖς ὑποπίπτον ἁλώσεται· πολλοῦ γε καὶ δεῖ. Ἄνθρωποι μὲν γὰρ, ἤγουν ἕτερόν τι τῶν ἐνσωμάτων ζώων τίκτουσιν ἐξ ἑαυτῶν, καὶ προβολαῖς ταῖς εἰς ἕτερον ἰδικῶς ἔχει τὰ ἐξ ἑαυτῶν γεννήματα. Ὅ γε μὴν ἀσώματος, καὶ ἁπάσης ἐννοίας τῆς ἐν ἡμῖν ἐπέκεινα Θεὸς, τίκτει, μὴ μεριζόμενος· γεννᾷ, μὴ τεμνόμενος. Ἀλλ᾽ εἰ μέ τις βούλοιτο τὸν τῆς γεννήσεως τῆς θείας ἀφηγήσασθαι τρόπον, ἔροιτό τε προσιών· Πῶς οὖν ἡ θεία γεγέννηκε φύσις; οὐδὲν ἐρυθριάσας, ἐρῶ· Καὶ ποῖός σοι νοῦς νοήσει τὰ ὑπὲρ νοῦν; ἢ ποῖος ἂν ἡμῖν διερμην[ε]ύσει[ε] λόγος τὰ ὑπὲρ λόγον; Ὁ μὲν γὰρ μακάριος γράφει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν.»
Ἀνέκφραστα δὲ παντελῶς τὰ τοιαῦτα δεικνὺς καὶ ὁ σοφώτατος ἔφη Σολομών· «Δόξα Κυρίου κρύπτει λόγον.» Ὅτι δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, καίτοι τοσοῦτον ὄντας ὑπὲρ ἡμᾶς, ὁ τῆς τοῦ Υἱοῦ γεννήσεως τρόπος διαλανθάνει, ἀναπείθει λέγων ὁ μακάριος Ἡσαΐας· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Σαφέστερον δὲ πάλιν ὁ προφήτης Ἀββακοὺμ, ἐξηγεῖται λέγων· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ.» Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ, καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς τὴν ἀρετὴν τοῦ Υἱοῦ, εἰ μὴ ὅτι καὶ μείζων ἐστὶ καὶ αὐτῆς τῆς ἄνω πληθύος καὶ τῶν ἁγίων ταγμάτων ὁ περὶ αὐτοῦ λόγος; Οὐκοῦν ἄῤῥητος μὲν ἁπάσῃ τῇ κτίσει καὶ ἀπερινόητος παντελῶς ἡ τοῦ Χριστοῦ γέννησις. Ἑπόμενοι δὲ ταῖς θείαις Γραφαῖς, καὶ καθάπερ ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέποντες, καὶ γεννηθῆναί φαμεν, καὶ συνυπάρχειν αὐτὸν ἀϊδίως, κατὰ τοιούσδε τινὰς τρόπους· καὶ μικρὰ μὲν οἶδ᾽ ὅτι τὰ παραδείγματα, καὶ οὐ διαρκῶς ἡμῖν, ὅπως ἔχει, τὴν τοῦ Θεοῦ φύσιν καὶ τὸν τῆς γεννήσεως τρόπον κατασημῆναι δυνάμενα. Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς οὐδέν ἐστιν ἐν τοῖς γεγονόσιν, ὅνπερ ἄν τις ἴδοι τῆς τοῦ Θεοῦ δόξης οὐχ ἡττώμενον.
δʹ. Οὐκοῦν καθάπερ τινὰ τύπον αἰσθητὸν τοῖς θεωρήμασι προϋποτιθέντες τὸ παράδειγμα, ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν ἀναθρώσκωμεν, καὶ ὡς ἔνι μάλιστα καλῶς, κατά γε τὸ ἐφικτὸν, ἐπ᾽ αὐτὸ τῆς θείας φύσεως ἰόντες τὸ κάλλος, ἐννοῶμεν, ὅτι ὁ λόγος μὲν ὁ ἀνθρώπινος, καὶ μὴν καὶ τὸ εἶδος ὅπερ ἂν ἐννοοῖτο τυχὸν σώμασιν ἐνυπάρχειν, ἀνύπαρκτά τέ ἐστι, καὶ οὐδαμόθεν ἰδίως ὑφεστηκότα· τὸ δὲ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, τουτέστιν, ὁ Υἱὸς, ὑφέστηκεν, ἰδικῶς γεννηθεὶς ἐκ Πατρὸς τοῦ ἀγεννήτως ὑφεστηκότος. Θορυβείτω δὲ μηδένα τῶν λέξεων ἡ διαφορά. Οὐ γὰρ δὴ παραδεξώμεθα τάς τινων εἰκαιοβουλίας, τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον· οἷς ἀκόλουθον ἐπιφθέγξασθαι καὶ εἰπεῖν· «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν.» Ἢ τάχα που, μᾶλλον δὲ καὶ ὡς ἀληθῶς εἰπεῖν, τὰ καθ᾽ ἑαυτὰς οὐ γινώσκοντες, ἐπαίρουσι μὲν εἰς ὕψος τὸ κέρας, «λαλοῦσι δὲ κατὰ τοῦ Θεοῦ ἀδικίαν,» ὡς καὶ αὐτὸς ἡμῖν ὁ θεῖος ἀναμέλπει Δαβίδ. Συνείροντες γὰρ ἀσυνέτως τὰ ἐξ ἀνθρωπίνων ἐννοιῶν εὑρήματα, καὶ ἰσχνοῖς ὥσπερ τισὶ διαλογισμοῖς «ἱστὸν ἀράχνης ὑφαίνοντες,» κατὰ τὸ γεγραμμένον, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἀνοσίως καταληΐζονται, μετατιθέντες εἰς πλάνησιν, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις.
Ἀκουέτωσαν τοιγαροῦν τῆς θεοπνεύστου βοώσης Γραφῆς· «Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη,» ἀλλ᾽ ἐπίγειος, ψυχικὴ, δαιμονιώδης. Τί γὰρ δὴ καί φασιν οἱ τάλανες, τῆς πρὸς Πατέρα Θεὸν ὁμοουσιότητος, τὸ ὅσον ἐφ᾽ ἑαυτοῖς, ἐξέλκοντες τὸν Υἱόν; Καὶ πῶς ἂν δύναιτο τῷ ἀγεννήτῳ Πατρὶ ταυτὸν εἶναι κατὰ φύσιν τὸ γεννητόν;
Πλείστη γάρ ἐστι μεταξὺ τῶν λέξεων ἡ διαφορά. Φαίην γὰρ ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὅτι διάφορον μὲν ὁμολογουμένως τὸ ἐκ τῶν λέξεων ἡμῖν ὑποδηλούμενον, οὐ μὴν καὶ ἀποτεμεῖν τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος τὸν Υἱόν. Οὐδεὶς γὰρ ἡμᾶς ἀναπείθει λόγος, καθάπερ ἐξ ἀνάγκης ὁμολογεῖν ἑτεροφυὲς εἶναι πάντως τοῦ γεννῶντος τὸ γεννώμενον· ἀλλ᾽ ἔστ᾽ ἂν ὅλως γεγεννῆσθαι πιστεύηται, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον, ὁμοφυὲς ἔσται καὶ ὁμοούσιον τῷ γεγεννηκότι. Εἰ μὲν οὖν κατὰ τὸ ἀληθὲς γεγέννηκεν ὁ Πατὴρ, οὕτω τε ἔχειν καὶ αὐτοὶ τὴν τοῦ πράγματος ὁμολογοῦσι φύσιν, κατὰ τίνα δὴ τρόπον ὀθνεῖός τε ἔσται καὶ ἑτερογενὴς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ἀναλάμψας Υἱός; Ἐλεγχθήσεται γὰρ, εἴπερ οὕτως ἔχοι, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν, ἡ θεία παθοῦσα φύσις, ὃ μηδὲ αὐτὴ παθεῖν ἡ φύσις ἠνέσχετο. Ἀνθρώπου γὰρ ἄνθρωπος γέννημα· καὶ μὴν καὶ ἕκαστον τῶν ὅσα τὸν τοῦ δύνασθαι γεννᾷν παρεδέξατο νόμον, ὁμοειδῆ τε καὶ ὁμοούσιον, πάντως ἕξει τὰ ἐξ ἑαυτῶν· καὶ οὔτ᾽ ἂν ἄνθρωπος ἵππον, οὔτ᾽ ἂν ἵππος ἀποτέκοι κύνα. Ἐπειδὴ δὲ πολὺ τῶν καθ᾽ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν ἀμείνοσιν, ὑπερκείσεται δήπου καὶ κατὰ τοῦτο, καὶ ὁμοούσιον ἑαυτῷ τὸν ἴδιον ἔχων Υἱὸν νοηθήσεται· πάθοι γὰρ ἂν οὐδαμῶς, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἡ φύσις παθεῖν αἰσχύνεται.
Εἰ μὲν οὖν ἄριστα ἔχειν ἐδοκίμασεν ἐν ἀρχαῖς τὰ πάντα δημιουργῶν, τὸ δεῖν ἕκαστον τῶν πεποιημένων ὁμοούσιον ἑαυτῷ τὸ ἐξ αὐτοῦ τικτόμενον ἔχειν, τί τῶν καλλίστων ἑαυτὸν ἀποστερεῖ, μὴ οὕτως ἔχων αὐτός; Εἰ δὲ τοῦτο ἄτοπον νοεῖν, ἢ φράσαι (πάντα γὰρ αὐτῷ μετεῖναι πρέπει τὰ ἐξαίρετα), προσέσται δήπου καὶ τοῦτο. Εἰ δὲ οἴονται κατὰ ἀλήθειαν οὐ γεγεννηκέναι τὸν Θεὸν, τί τὸ τῶν λέξεων διάφορον ὡς ἀναγκαῖον προτείνουσι, καὶ παραλύειν ἐπιχειροῦσι τὴν τοῦ γεννήματος δόξαν, ἑτεροφυὲς εἶναι λέγοντες αὐτὸ παρὰ τὸν ἀγεννήτως ὄντα Πατέρα. Εἰ γὰρ μὴ γεγέννηκεν ὅλως ὁ Θεὸς καὶ Πατὴρ, οὐδὲ γεννητὸς ἔτι κατ᾽ αὐτούς ἐστιν ὁ Υἱός. Οὐκοῦν λελύσθω τὸ ζήτημα, καὶ παυέσθωσαν ἡμῖν ἐπιτειχίζοντες ὡς ἄμαχον πρόβλημα, τῶν λέξεων τὴν διαφοράν· καὶ εἰ μὴ γεγέννηκεν ὁ Πατὴρ, διδασκόντων αὐτοὶ τίς ἄρα ἐστὶν ὁ Μονογενὴς, περὶ οὖ φησιν ὁ Θεὸς καὶ Πατήρ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Φησὶ γὰρ τὸ ἐκ γαστρός· πεποίηται γὰρ ὡς ἐπ᾽ ἀνθρώπων ὁ περὶ τούτων λόγος· ἵν᾽ ἐκ τῶν καθ᾽ ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς ἐννοήσαντες, ἐξ αὐτῆς γεγεννῆσθαι τῆς τοῦ Πατρὸς οὐσίας πιστεύωμεν τὸν Υἱόν. Θαυμάζω δὲ ὅπως, καίτοι πικροὺς ὄντας λίαν, καὶ ὡς οἴονται σοφοὺς, κἀκεῖνο διέλαθεν.
Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος, καίτοι τῶν θείων ἡμῖν μυστηρίων ταμίας ὑπάρχων, καὶ εἰς τοῦτο κεχειροτονημένος (ἀφωρίσθη γὰρ εἰς Εὐαγγέλιον Θεοῦ), δεικνύων ὅτι πρῶτός τε καὶ μόνος καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς, καὶ καθ᾽ ὁμοιότητα τὴν πρὸς αὐτὸν τὰ γεγονότα παρ᾽ αὐτοῦ τῇ τοῦ Πατρὸς κλήσει τετίμηται, γράφει περὶ αὐτοῦ· «Ἐξ οὗ πᾶσα πατριὰ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.» Οἱ δὲ ἀκριβεῖς τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐνευνηταὶ, τὸν μὲν τῶν ὅλων Πατέρα Θεὸν, τῶν ἰδίων ἀποπέμποντες ἀγαθῶν, οὐ γεγεννηκέναι φασὶ κατὰ ἀλήθειαν τὸν Υἱὸν, ψευδώνυμον δὲ Πατέρα ὑπάρχειν, εἰσποίητον ἔχοντα τὸν Μονογενῆ. Οὐκοῦν, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς καὶ μάλα εἰκότως, εἰ μὴ φύσει καὶ ἀληθείᾳ Πατήρ ἐστιν ὁ Θεὸς, καὶ εἰ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ, τουτέστιν, ἐκ τῆς οὐσίας αὑτοῦ, τὸν ἴδιον Υἱόν· ἡμεῖς δέ ἐσμεν κατὰ ἀλήθειαν πατέρες, ἐξ ἑαυτῶν ἔχοντες τὰ ἴδια τέκνα, πῶς ἔτι παρ᾽ αὐτοῦ «πᾶσα πατριὰ,» κατὰ τὸ γεγραμμένον; Καθ᾽ ὁμοιότητα γὰρ αὐτὸς τὴν πρὸς ἡμᾶς κέκληται Πατὴρ, καὶ οὐχ ἡμεῖς ἔτι δι᾽ αὐτοῦ πατέρες. Ἅπας γὰρ, οἶμαι, καὶ μάλα ὀρθῶς ἀναγκάσει λόγος τοὺς δι᾽ ἐναντίας καὶ οὐχ ἑκόντας εἰπεῖν, ὡς ἀεί πως ἔστι· δεύτερον μὲν τοῦ φύσει τὸ κατὰ θέσιν· νεώτερον δὲ τοῦ κατὰ ἀλήθειαν τὸ κατὰ μίμησιν καὶ ὁμοιότητα τὴν πρὸς αὐτό.
Πρῶτοι τοιγαροῦν ἡμεῖς μὲν πατέρες, οἱ φύσει τοῦτο καὶ ἀληθείᾳ διὰ πραγμάτων ὁρώμενοι· δεύτερος δὲ καὶ μεθ᾽ ἡμᾶς καθ᾽ ὁμοιότητά τε καὶ μίμησιν ὁ Θεός.
Εἶτα πῶς ἔτι πᾶσα πατριὰ παρ᾽ αὐτοῦ λοιπὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται; Ἀλλ᾽ οὐ ταῖς ἐκείνων ἀθυρογλωττίαις, ταῖς δὲ τῶν ἁγίων προσεκτέον φωναῖς. Οὐκοῦν ψευδομυθήσει μὲν οὐδαμῶς ὁ θεσπέσιος Παῦλος· πρῶτος δὲ καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς δηλονότι, καὶ ὁμοούσιον ἔχει τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν· τοῦτο γὰρ ὁ τῆς ἀληθοῦς γεννήσεως κατασημαίνει τρόπος. Ἀλλ᾽ ἴσως ἡμῖν ἑτέρους ἀντεξάγοντες λογισμοὺς, καὶ προτιθέντες ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις, κατὰ τὸ γεγραμμένον, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας εἶναι σημαντικὸν τὸ ἀγέννητον ἐροῦσι· τῆς δὲ τοῦ Μονογενοῦς, τὸ γεννητόν· ὅμοιον δὲ οὐκ εἶναι κατὰ τὴν φύσιν τῷ γεννητῷ τὸ ἀγέννητον.
εʹ. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα μὲν τῆς ἐνούσης αὐτοῖς ἀποπληξίας τὸ μέγεθος. Ἐπιδείξω δὲ οὐκ εἰς μακρὰν μὴ εἰδότας ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ μήτε τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ μηδὲν γεννηθῆναι σημαίνει· μήτε μὴν τὸ γεννητὸν ἐφ᾽ Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, ἀλλ᾽ οὐσιῶν εἶναι σημαντικὰ τὰ ὀνόματά φασι· πόθεν ἄρα μεμαθήκασι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα διαφοράν;
Σημαινούσης γὰρ ἕτερον οὐδὲν τῆς λέξεως, ἢ ὅτι μόνον οὐσία ἐστὶ, τίς ἄρα διαμεμήνυκεν, ὡς ἔστιν ὀθνεῖος τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὸ ἐν οὐσίᾳ ταυτὸν, κατ᾽ οὐδένα τρόπον αὐτῷ συναπτόμενος; Οὐκοῦν εἰ μὴ βούλονται νοεῖν, τοῦ μὴ γεννηθῆναι, σημαντικὸν τὸ ἀγέννητον· μήτε μὴν τοῦ γεννηθῆναι, τὸ γεννητὸν, ἀλλ᾽ οὐσίας ἁπλῶς ἀμφότερα, μηδεμιᾶς ἐντεῦθεν ὁρωμένης διαφορᾶς· πόθεν ἡ ἑτερότης ἔσται διαφανής;
Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, καθὸ μόνον οὐσίαι νοοῦνται, οὐδὲν ἕξουσιν ἀλλήλαις τὸ ἐναντίον. Τί οὖν ἔτι κωλύσει τὸν Υἱὸν ὅμοιον εἶναι κατ᾽ οὐσίαν τῷ Πατρὶ, εἰ μὴ ἀλλήλοις ἀντίκειται τὰ ἐκ τῶν λέξεων σημαινόμενα;
Ἐπειδὴ δὲ, ἀφέντες τὸ ἐν ἁπλότητι πολιτεύεσθαι, καὶ πιστεύειν ἀζητήτως τοῖς Ἑλλήνων λογάσιν ἑαυτοὺς προσνέμουσι, κἀκεῖθεν ἡμῖν ἐξοπλίζονται κατὰ τὸν ἀλαζόνα Γολιὰθ, οὕτω τε ἐξονειδίζουσι τὴν συναγωγὴν Κυρίου καθάπερ ἐκεῖνος· φέρε καὶ ἡμεῖς, κοσμικῆς μὲν αἰτίας καὶ πολυπλόκων συλλογισμῶν ἑαυτοὺς ἀπαλλάττωμεν, κατὰ τὸν μακάριον λέγοντες Δαβίδ· «Οὐκ εἴθισμαι ἐν τούτοις·» ῥάβδον δὲ ὥσπερ δυνάμεως ἔχοντες τὸν Χριστὸν, καὶ λίθον ἐκλεκτὸν, ὡς ἐν βραχεῖ καδίῳ τῷ νῷ προσίωμεν ἀγριαίνουσι.
Καὶ δὴ καὶ βραχὺ τῆς ἐκκλησιαστικῆς ἁπλότητος διὰ τὴν χρείαν ἐνθέντες, ἐν οἷς εἶναι νομίζουσι δεινοὶ καὶ δυσάντητοι, παραφρονοῦντας ἐλέγχωμεν, ἵνα μήτε τὴν παρὰ Θεοῦ σύνεσιν ἔχοντες, μήτε μὴν τῆς ἔξω σοφίας ἐφικόμενοι κατὰ λόγον, δικαίως ἀκούσειαν· «Ἕως πότε χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; ἢ Βάαλ, Βάαλ· ἢ Θεῷ, Θεῷ.» Ὅτι γὰρ ἀμαθῶς οὐσίας εἶναι σημαντικόν φασι τὸ ἀγέννητον, κἀντεῦθεν ἔσται καταφανὲς, καί μοί τι δότε βραχὺ τῶν παρὰ πολλοῖς φιλοσοφουμένων εἰπεῖν.
ϛʹ. Ἐπυθόμην ὅτι ὅρους εἶναι φασί τε καὶ ὀνομάζουσι τὰ δι᾽ ὧν αἱ τῶν ὄντων οὐσίαι σημαίνονται· καὶ δοκεῖ τοὺς ὅρους ἀναπλέκειν αὐτοῖς ἐκ γένους καὶ διαφορᾶς ἢ διαφορῶν Γένος μὲν γὰρ εἶναί φασι τὴν σημαινομένην ἁπλῶς οὐσίαν, οἷον φέρε εἰπεῖν τὸ ζῶον· διαφορὰν δ᾽ αὖ τὸν παραδεικνύντα λόγον, ποταπὸν ἂν εἴη τὸ ζῶον, λογικὸν ἢ ἄλογον. Ἄνθρωπον μὲν γὰρ καὶ ἵππον εἴ τις ὁρίσασθαι βούλοιτο, ἐρεῖ μὲν ἁπλῶς ὅτι ζῶον. Ζῶον γὰρ ὁμοίως ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος. Ἐπιφέρων δὲ τῷ γένει τὴν διαφορὰν, περὶ μὲν ἀνθρώπου, πάντως ἐρεῖ, ὅτι ζῶον λογικὸν θνητόν· περὶ δὲ ἵππου, ὅτι τὸ χρεμετιστικόν. Οὐκοῦν εἰ τὸ ἀγέννητος ὄνομα τὴν οὐσίαν ἡμῖν ὁρίζει τοῦ Θεοῦ, καὶ ὅρου δύναμιν ἡ λέξις ἔχει, ὑπὸ γένος ἔστω καὶ διαφοράν. Εἶτα τί πρὸς τοῦτό φασι; ὑπὸ ποῖον ἔσται γένος ὁ ὑπὲρ πάντων Θεός; ἢ ποίαν παρ᾽ ἐκεῖνον ἐπιδέξαιτο τὴν διαφοράν; Ἄλλως τε σαφῶς τε καὶ ἀκολούθως αἱ οὐσίαι κατασημαίνονται, οὐκ ἀφ᾽ ὧν οὐκ εἰσὶν, ἀλλ᾽ ἐξ ὧν εἶναι πιστεύονται· οἷον εἴ τις ἔροιτο τί ἐστι πῦρ, ἀποκρίνεται καθηκόντως τὸ θερμὸν, καὶ ξηρὸν, καὶ καυστικὸν, καὶ φωτιστικόν· ἀφ᾽ ὧν γάρ ἐστι, ποιεῖται τὴν δήλωσιν. Εἰ δὲ λέγοι πῦρ εἶναι τὸ μὴ ψυχρὸν, οὐκ ἀφ᾽ ὧν ἐστιν, ἀλλ᾽ ἐξ ὧν οὐκ ἔστι δηλοῖ· ἀτεχνὲς δὲ τοῦτο καὶ ἀλογώτατον.
Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ ἀγέννητος ὄνομα, τὸ μὴ γεννηθῆναι δηλοῖ, οὐκ ἐξ ὧν ἐστιν ὁ Θεὸς, ἀλλ᾽ ἐξ ὧν οὐκ ἔστι, διαμεμένηκεν ὅτι γὰρ μὴ γεγέννηται, σημαίνει τὸ ὄνομα. Πῶς οὖν κατ᾽ αὐτοὺς ὅρου δύναμιν ἡ λέξις ἔχει, ὅπως οὐσίας ἔσται σημαντικὸν, καὶ οὐχὶ μᾶλλον τινὸς τῶν τῇ οὐσίᾳ προσμεῖναι πεπιστευμένων; Ἀλλὰ ταυτὶ μὲν ἡμῖν πρὸς ἐκείνους. Εἰρήσεται δὲ πρὸς ὑμᾶς ὡς ἔστιν ἁπλοῦν τῆς Ἐκκλησίας τὸ κήρυγμα.
Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ὁμοούσιον δὲ εἶναι τὴν ἁγίαν Τριάδα πιστεύοντες, μίαν ἐν αὐτῇ προσκυνοῦμεν θεότητα· εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας καὶ ζωῆς ἐξαπέστειλεν ἐξ οὐρανοῦ τὸν ἴδιον Υἱὸν, γενόμενον ἐκ γυναικὸς, καὶ τὴν καθ᾽ ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότα, καὶ ἀληθῶς γενόμενον ἄνθρωπον, ἵνα θριαμβεύσας τὰς Ἀρχὰς, καὶ τὰς Ἐξουσίας τῷ ἰδίῳ σταυρῷ προσηλώσῃ, κατὰ τὸ γεγραμμένον, τὸ καθ᾽ ἡμῶν χειρόγραφον, καὶ ἁπάσης μὲν ἡμᾶς αἰτίας ἀπηλλαγμένους, καθαροὺς ἀποφήνῃ, τῶν πάλαι πταισμάτων ἀπονίψας τὸν μολυσμόν· διακηρύξῃ δὲ «καὶ τοῖς ἐν ᾅδου πνεύμασιν, ἀπειθήσασί ποτε,» κατὰ τὸ γεγραμμένον, οὕτω δὲ λοιπὸν τὸν ἁπάντων ἐχθρὸν καταργήσῃ θάνατον, ἐγηγερμένος ἐκ νεκρῶν. Καὶ μὴν καὶ τὰς ἄνω τοῖς ἐπὶ γῆς ἀναπετάσας πύλας, οὐρανοῦ πολίτην ἐργάσηται τὸν πάλαι δραπέτην. Ἥξει γὰρ, ἥξει κατὰ καιροὺς, καὶ καθάπερ αὐτὸς ἔφη, παραλήψεται πάντας ἡμᾶς μετ᾽ αὐτοῦ τοὺς ὀρθῇ διαπρέποντας πίστει, καὶ πολιτείᾳ λελαμπρυσμένους εὐαγγελικῇ.
Καὶ τοῦτο εἰδότες, ἀγαπητοὶ, πάντα ῥύπον ἀπονιψάμενοι, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· καὶ γενώμεθα οἰκτίρμονες, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ἐπαμύνοντες δὲ κατὰ δύναμιν τοῖς ἐν ἐνδείᾳ, χήρας καὶ ὀρφανοὺς ἀνακτησώμεθα, γυμνοὺς καὶ ἀστέγους εἰς τὸν οἶκον εἰσάγωμεν· καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἐπιτηδεύσωμεν ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τριακάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ πέμπτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑνδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες εὐθὺς καὶ τὰς ἐπτὰ ἑβδομάδας τῆς Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΓʹ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.