Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Ἐπιστολαὶ ἑορταστικαί
Εορταστική επιστολή ΙΔ΄
Προτροπή σε προετοιμασία για την ουράνια εορτή, αποφυγή των κοσμικών επιθυμιών, και έντονος έλεγχος της αστρομαντείας, της μαντικής τέχνης και των ψευδοπροφητών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εορταστική επιστολή ΙΔ΄
Προτροπή σε προετοιμασία για την ουράνια εορτή, αποφυγή των κοσμικών επιθυμιών, και έντονος έλεγχος της αστρομαντείας, της μαντικής τέχνης και των ψευδοπροφητών.
ΛΟΓΟΣ ΙΔʹ. αʹ. Ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὰ συνθήματα· γεγωνὼς δὲ καὶ διαπρύσιος, ὅτι προσῆκεν ἀνακραγεῖν ἐπ᾽ αὐτῇ, θεσμοθετοῦσι, λέγοντες· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν.» Ἐξῃρημένης δὲ ἤδη τῆς κατὰ νόμον σκιᾶς, καὶ μὴν καὶ εἰς ἐναργῆ καὶ ἐμφανεστέραν πραγμάτων δήλωσιν μετεῤῥυκότος τοῦ γράμματος, παρέντες ὡς ἕωλον καὶ ἀχρεῖον ἤδη πως τὸ τοῖς ἀρχαίοις ἐξευρημένον ἐν σκιᾷ τε καὶ τύποις, τὴν ἀσημοτέραν φημὶ τῶν σαλπίγγων ἠχὴν, τὴν ἀκριβῆ τε καὶ εὔρυθμον τοῦ κηρύγματος χρείαν τοῖς τῆς ἑορτῆς συνθήμασιν ὑπηρετεῖν ἀναπείθωμεν. Νεομηνία γὰρ ἤδη φαίνεται, τουτέστιν, ὁ καινουργός τε καὶ νέος τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἀνίσχει καιρός. «Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,» κατὰ τὸ γεγραμμένον, «καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ πάντα γέγονε καινά.» Οὐκοῦν (ἰέναι γὰρ δὴ κατ᾽ εὐθὺς τοῦ πρέποντος οἰήσομαι δεῖν), «Ἁγιάσατε νηστείαν,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Τὸ δὲ ἁγιάζειν ἐστὶ τὸ καθιεροῦν, καὶ ὥσπερ τι τῶν ἐν λόγῳ προσκομίζειν ἀναθημάτων τῷ τῶν ὅλων κρατοῦντι Θεῷ.
Οἱ μὲν οὖν ἐμπειροπόλεμοι, καὶ ἐκμελετᾷν ἑτέρους εἰδότες τὰ τακτικὰ, καιροῦ καλοῦντος εἰς μάχην, ἐκπεριθέουσι μὲν τῶν σφετέρων τὰς φάλαγγας· προσεκπέμπειν δὲ τὸ δεῖμα τῆς διανοίας προστάττουσι, καὶ ὅτι προσήκει γενναίους προ[σ]αναφαίνεσθαι τῆς εἰς πόνους ἐμβολῆς, διὰ μυρίων ὅσον αὐτοὺς ἀναπείθουσι λόγων. Ἐγὼ δὲ δεῖν οἰήσομαι πάλιν τοῖς οὐκ ἀμελέτητον ἔχουσι τὴν ἀρετὴν, ἀλλ᾽ ἐν τοῖς ὅτι μάλιστα τετιμημένοις τὸ ἱδροῦν ὑπὲρ αὐτῆς εὖ μάλα πεποιημένοις, πρόκλησιν ὥσπερ τινὰ τῆς ἔν γε τούτῳ σπουδῆς, τὸν διαθήγειν εἰδότα καταθέσθαι λόγον. «Καιρὸς γὰρ ἤδη ποιῆσαι τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον. Ποιῆσαι δὲ τί; τὸ κατανδρίζεσθαι παθῶν· τὸ ἐκνεκροῦν ἡδονὰς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καταρυθμίζειν τὸν νοῦν, τῇ τῶν ἁγίων παντευχίᾳ χρωμένους· ἐφ᾽ ᾗ καὶ ὁ πανάριστος ἡμῖν κατεσεμνύνετο Παῦλος· «Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· μή πως τοῖς ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Χρῆμα μὲν γὰρ δυσαχθές τε καὶ δύσοιστον ὁμολογουμένως, ὁ ἐπὶ ταῖς ἀσκήσεσι πόνος· πλουτεῖ δὲ καρποῖς τοῖς εἰς ἀρετήν τε καὶ εὐκοσμίαν, καὶ τῇ τοῦ χείρονος ὀλίγῃ ζημίᾳ, τὸ ἀσυγκρίτως ἄμεινον ὠφελεῖν. Καὶ τοῦτο σαφὲς καταστήσει λέγων ὁ μακάριος Παῦλος· «Εἰ γὰρ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.»
Ἐπειδὴ γὰρ τῷ φρονήματι τοῦ πνεύματος τὸ μισαρὸν δὴ τοῦτο καὶ φιλήδονον ἀνταίρει σαρκίον, ἀῤῥωστοῦν ἐν ἑαυτῷ τῆς ἁμαρτίας τὸν νόμον, καὶ κατερεθίζον ἀεὶ πρὸς ἃ νενευκότας, τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ἀπεμπολᾷν ἀναγκαῖον· φέρε τῶν αἰσχιόνων προθέντες τὸ ὠφελοῦν καὶ ψήφῳ θείᾳ τετιμημένον, νήψει τε καὶ ἐπιεικείᾳ, τὸ μὲν ἀτίθασσον τῆς σαρκὸς κατευνάζωμεν κίνημα, φίλην δὲ ὥσπερ ποιώμεθα τὴν ἐγκράτειαν· καὶ τὰς ὁμόρους αὐτῇ καὶ γείτονας ἀρετὰς, τὴν ἀνδρίαν φημὶ, τὴν δικαιοσύνην, τὴν φρόνησιν, ὥσπερ τινὰ στέφανον ἠρινοῖς καὶ εὐοσμοτάτοις ἄνθεσιν εἰς εἶδος τὸ ἐκπρεπὲς εὖ μάλα συνειλεγμένον, ταῖς ἑαυτῶν ἀνάψωμεν κεφαλαῖς· καὶ πάντα ῥύπον ἀπονιψάμενοι, καθαροὶ καθαρῶς ὁμοῦ τῇ νηστείᾳ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην θεραπείαν ἐπιτελέσωμεν.
Τότε γὰρ, τότε, λαμπροῖς οἷάπερ ἐσθήμασι τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένοι, τῆς οὐρανίου συμμεθέξομεν ἑορτῆς· οὐ τὴν ἀπευκτὴν ἐκείνην ἀκούοντες φωνὴν, ἣν ἐπί τινι τῶν κεκλημένων εἴρηκεν ὁ Σωτήρ· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Καιρῷ γὰρ ἁρμόζεσθαι, σοφόν.
Γέγραπται δὲ, ὅτι «Καιρὸς παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν.» Καὶ πρός γε τούτοις ἐκεῖνο πῶς οὐκ ἄξιον ἐννοεῖν; Ἆρα εἴ τις ἡμᾶς τῶν ἐν δόξῃ περιφανεστέρᾳ, καὶ ταῖς εἰς ἄγαν ὑπεροχαῖς ἐκτετιμημένων, ὡς αὐτὸν παρελθεῖν ἐκέλευε ἑορτῆς αὐτῷ συμμεθέξοντας, ἣν ἂν ἕλοιτο τελεῖν ἐπί τισι τῶν γνωρίμων, οὐ λαμπροὶ καὶ εὐείμονες ἀφίκοντο ἂν ἐπὶ τὴν ἑστίαν οἱ δαιτυμόνες;
Δρῷεν γὰρ ἂν ὧδε τῆς τοῦ κεκληκότος φιλοτιμίας ἄξιον· Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅτε τοίνυν τὸ μὴ ἐσκευᾶσαι λαμπρῶς τοῖς ἑορτάζουσιν οὐκ ἀζήμιον, πῶς οὐκ ἀπόχρη πρὸς ἔλεγχόν τε καὶ δίκην τοῖς τὴν θείαν ἀτιμάζουσι κλῆσιν, τὸ τῆς κατὰ νοῦν φαιδρότητος ἀμοιρῆσαι δοκεῖν; Οἳ μονονουχὶ ῥυπῶντες ἔτι καὶ ὀδωδότες, καὶ ταῖς τῶν ἁγίων σπουδαῖς ἀσυμφυᾶ τε καὶ ἀσύμβατον ἐπιτηδεύοντες βίον, πῶς εἶεν αὐτοῖς ἐναρίθμιοι; καίτοι λέγοντος ἀναφανδὸν τοῦ Χριστοῦ περὶ τῆς κατὰ καιροὺς ἐσομένης οἰκονομίας· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν.» Ἐῤῥέτω δὴ οὖν ἡ τῶν ἐν κόσμῳ πραγμάτων ἀνοσία κοιλίς· καὶ συνοιχέσθω πορνεία, καὶ πλεονεξία, καὶ φθόνος, ψιθυρισμὸς καὶ καταλαλιὰ, καὶ ἀπάτη, καὶ δόλος. Συνθλᾶται γὰρ οὕτω τοῖς ἐκ φαυλότητος αἰτιάμασι καὶ ἡ παμμόχθηρος δίκη, ταῖς τῶν φιλαμαρτημόνων ἐφεδρεύουσα κεφαλαῖς· ἀνατελεῖ δὲ ὥσπερ τὰ ἐφ᾽ οἷς ἂν εἰκότως ἐπισεμνύνοιτό τις· συνεσόμεθά τε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· καὶ μώμου παντὸς ἐλευθέραν ἔχοντες δόξαν, τὸ ταῖς τῶν ἁγίων ἀγέλαις συναυλίζεσθαι δεῖν, ἀποκερδανοῦμεν εὐκόλως.
βʹ. Οὐκοῦν ἁρμοστὴν ὥσπερ τινὰ, καὶ τῶν ἀρίστων εἰσηγητὴν, εἰσδεξώμεθα πάλιν Ἰωάννην λέγοντα τὸν σοφόν· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μήτε τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τοὺς αἰῶνας.» Ὁρᾷς τοὺς ἁγίους σοφῇ καὶ ἀνεπιπλήκτῳ γνώμῃ συζῇν ἑλομένους, καὶ ὥσπερ εἴς τινα τῶν καθ᾽ ἡμᾶς πραγμάτων περιωπὴν ἀνδρωδῶς ἀναθρώσκοντας, καὶ τὸν τοῦ παρόντος βίου περισπασμὸν ἀναμετροῦντας ἀστείως, τίς τε καὶ πόσος καὶ ἐπὶ τίσιν ἂν γένοιτο μόλις χρήσιμος κατασημαίνοντας· «Πᾶν γὰρ, φησὶ, τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἢ γὰρ οὐ μέχρι τραπέζης καὶ ὑπογαστρίων ἡδονῶν παρά γε τοῖς ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίας κοσμικὰς τὰ εἰς ἡδονάς τε καὶ τρυφὴν διικνεῖται μέτρα; Ὀψοφαγίαι τε γὰρ αἱ πολυειδεῖς, καὶ ἡδύσματα, καὶ καρυκειῶν ἐξίτηλοι τρόποι, καὶ τράπεζα Συβαριτικὴ, τὰ πάντων, οἶμαι, ἔστι παρ᾽ αὐτοῖς τιμαλφέστατα.
Ἀποπεραίνοιτο δ᾽ ἂν, ὥς γέ μοι φαίνεται, καὶ «ἡ τῶν ὀμμάτων ἐπιθυμία» περί τε σωμάτων ὥρας καὶ ὕλης φαιδρότητα, καὶ ἐφ᾽ οἷς τῆς ὀπτικῆς ἐνεργείας ἡ χρῆσις, εἰς τὸ ἡδύτερον εὔχαρι καταγοητεύεσθαι φιλεῖ. Ἀλαζονεία δὲ καὶ φιλοδοξία πῶς ἂν φράσαιμι λοιπὸν εἰς ὅσον προήκουσι φαυλότητος μέτρον; Τὸν γάρ τι λίαν ὑπερτενῆ, καὶ ὑπέροφρυν ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις ποιεῖται Θεός. «Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται,» κατὰ τὸ γεγραμμένον.
Ταῦτ᾽ ἰδιωσάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιώσαντες λόγου, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ὁσίᾳ ψήφῳ τιμήσαντες, ζήσωμεν εὐαγγελικῶς, τὸ οἱονεὶ καὶ ἐκτεθνάναι τῷ κόσμῳ δοκεῖν, διά γε τοῦ μὴ βιοῦν ἀνέχεσθαι κοσμικῶς ἀστείως ἐπιτηδεύοντας. Τοιοῦτόν τι καὶ Παῦλος ὑπεμφαίνει λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ δὲ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Μεμνημένος δὲ, οἶμαι, λέγοντος αὐτοῦ· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε,» τὰ ἴσα φρονεῖν καὶ ἡμᾶς αὐτοὺς ἀναπείθει, λέγων· «Ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον τοῦ Κυρίου ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν, ἐρῶ δή τι τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ ταῖς τῶν ἁγίων φωναῖς ἀποκεχρήσομαι πάλιν· «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δείξατος ἐκ τῆς καλῆς ἀναστροφῆς, ἐν πραότητι σοφίας τὰ ἔργα αὐτοῦ.» Ἀναστροφὴν δὲ τὴν ἀξιάγαστον, οὐχ ἑτέραν ἔσεσθαι πρὸς ἡμῶν ὑπονοεῖν ἄξιον, ἢ δι᾽ ἧς ἂν ὀρθοῦσθαι συμβαίνοι, καὶ τὸ ὡς ἄριστα βιοῦν ἑλέσθαι τινὰς, καὶ τὸ ἐν πίστει γνήσιον. Τὸ γάρ τοι δοκεῖν προσήκασθαι μὲν τὴν πίστιν, ἐφ᾽ ἕτερα δὲ βλέπειν, καὶ τὸ ἐρηρεῖσθαι δὲ μισεῖν, δοίην ἂν ἔγωγε παντὸς εἰς λῆξιν ἰέναι κακοῦ.
Τοῖς γε μὴν ὧδε παραφθαρεῖσι τὸν νοῦν, ταυτί τε φρονεῖν καὶ δρᾷν ᾑρημένοις, καὶ θεῖος εὐθὺς ἐπαρᾶται λόγος· «Οὐαὶ γὰρ, φησὶ, καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.» Ψυχροῦ γὰρ ὡς ἀληθῶς ἀῤῥώστημα νοῦ, καὶ φρενὸς ἐκλύτου καὶ παρειμένης ἐπίκλημα καὶ γραφὴ, τὸ εὔκολον εἰς παραφορὰν, καὶ τὸ ἀγαπᾷν ἑτοίμως, μισεῖν ἑλομένους.
Ἆρα γὰρ εἴ τις ἔροιτό τινα, καὶ τῶν μετρίων εἰς νῆψιν, ἵνα μὴ λέγοιμι τῶν ἄγαν ἀσθενεστάτων, Πότερον, λέγων, ὦ τὰν, ἐν αἱρέσει κειμένων, τοῦτο [l. τοῦ τε] ὑγιαίνειν καὶ νοσεῖν, καὶ παρὸν εὐκόλως εἰσοικίσασθαι τὸ δοκοῦν, ἀῤῥωστεῖν ἂν ἕλοιο, μεθεὶς τὸ ἕτερον, ἢ τοῖς ἐναργῶς ἀμείνοσιν ἐπιδραμὼν, καὶ γέλωτος ἀξίαν ἡγήσῃ τὴν πεῦσιν; ἆρ᾽ οὖν εἰς τοῦτο φρενοβλαβείας κατώλισθεν ἄνθρωπος, ὡς μὴ διαῤῥήδην ἀνακραγεῖν, ὡς ἥκιστα μὲν εὐρωστοίη τὸ σῶμα· τό γε μὴν θατέρῳ προσομιλεῖν, ἥκιστα ἂν ἕλοιτό ποτε; Καὶ μὴν οὐκ ἔσθ᾽ ὅπως οὐκ εὖ βεβουλεῦσθαι τὸν τοιοῦτον φήσομεν. Τὰ γὰρ ὡς εἶεν ὀρθὰ, κἂν εἰ μή τις ἕλοιτο συνειπεῖν, οἴκοθέν τε καὶ ἐναργῆ πλουτοῦντα τὴν δόξαν, κακύνειν οὐκ ἀσφαλές. Εἰ δὴ τῶν ἀρίστων εἶναι λογιούμεθα, καὶ τῇ τῶν εὐκταιοτάτων ἐγγράψομεν μοίρᾳ τὴν τοῦ σώματος εὐρωστίαν, πῶς οὐκ ἀσύνετον κομιδῇ μὴ τὴν αὐτὴν ἡμᾶς ἔχοντας γνῶσιν ὁρᾶσθαι περὶ ψυχῆς, μᾶλλον δὲ καὶ σπουδῆς ἀξιοῦν τῆς προὐργιαιτέρας αὐτήν; Ὅσω γὰρ ἀμείνους σωμάτων ψυχαὶ, τοσούτῳ δεήσει φειδοῦς, οἶμαι, τῆς τελεωτέρας ἀπονέμειν αὐταῖς. Οὐκοῦν, ἀλοιφαὶ μὲν, καὶ τὰ ἐδώδιμα, καὶ τῆς ἔτι λοιπῆς θεραπείας ἡ διαρκὴς καὶ τοῦ περιττοῦ κατόπιν ἰοῦσα χρῆσις, τῶν ἀνθρωπίνων σωμάτων ἐξιστᾶσι τὸ νοσεῖν.
Τὸ δὲ εἰς ἔφεσιν μὲν ἀρετῆς ἀνακομίζειν τὸν νοῦν, φθορὰν δὲ ἡγεῖσθαι τὴν βέβηλον ἁμαρτίαν, καὶ πρὸς τούτοις ἔτι τῆς πρὸς Θεὸν ἀγάπης ἀπρὶξ ἡττῆσθαι φιλεῖν, καὶ ὁλοκλήρῳ πίστει τιμᾷν τὸν τῶν ὅλων Δημιουργὸν, φαίην ἂν ἔγωγε ψυχῆς εὐρωστίαν, καὶ νοῦ βλέποντος εἰς τὸ εὐσθενὲς ἀσύγκριτον νῆψιν.
Χρῆναι γὰρ οὕτω φρονεῖν τοῖς ἀρχαιοτέροις, καὶ αὐτὸς ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Ἐντολὴ γὰρ πρώτη καὶ ἀξιάγαστος ἥδε· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.» Τοῦτο εἶναί φημι τὸ ὁλοκλήρῳ τῇ πίστει τιμᾷν ἑλέσθαι τὸν Ποιητήν. Σκέψασθε γὰρ τὸ χρῆμα ὡδί· τοὺς τοῖς ἐπὶ γῆς κρατοῦσι παρεστηκότας, καὶ ἐν δορυφόρων τάξει κατειλεγμένους, πότερα τὰ αὐτοῖς δοκοῦντα φρονεῖν ἄξιον, καὶ τοῦτο δρᾷν ᾑρημένους ἀξιεπαινετάτους εἶναι λογιούμεθα, καὶ ψήφῳ λοιπὸν τῇ παγκάλῳ τιμήσομεν· ἢ ὡς ἦν δή που κρεῖττόν τε καὶ ἄμεινον οἴοιτ᾽ ἄν τις, οἶμαι, τυχὸν, σκήπτεσθαι μὲν λόγῳ τὴν διάνοιαν βαρβαρίζουσαν δὲ τὴν γνώμην καὶ τῶν αἰσχιόνων οὐκ ἐλευθέραν νοσοῦντας ἁλίσθεσθαι. Ἀλλ᾽, οἶμαι, φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι σοφὸν, ὡς εἴη τε καὶ ἔσται κακὸς κακῶς ἀπολέσθαι πρέπων, ὃς ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ, κατά γε τοὺς παρ᾽ Ἕλλησι ποιητάς.
Οἶμαι γὰρ δεῖν, ἀνεπίπληκτον μὲν παντελῶς τοῖς κρατοῦσι φυλάττειν τὴν εὔνοιαν· ὅλῃ δὲ γνώμῃ μισεῖν τὰ βαρβάρων. Ἀλλ᾽ εἴπερ ἐστὶ τὸ ἔν γε τούτοις εὐδοκιμεῖν περιφανές τε καὶ ἀξιόληπτον, πῶς οὐκ ἀναγκαῖον εἶναι λογιούμεθα τοὺς Θεῷ κατεζευγμένους, καὶ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν εὖ μάλα πεποιημένους, καὶ τοῦτο ἐπὶ πολλῶν καὶ ἁγίων μαρτύρων, αὐτῷ μονοτρόπως προ[σ]ερηρεῖσθαι φιλεῖν, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντας· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου;» Καταλογισθεῖεν γὰρ ἂν οὐχ ἑτέρως, ἢ οὕτως ἐν τοῖς ἀληθέσι προσκυνηταῖς. Τὸ δὲ, γλώττῃ μὲν ὁμολογεῖν ὅτι Θεὸς τῶν ὅλων ἐστὶν, ὅλῳ δὲ οὔπω ποδὶ τῆς τῶν δαιμονίων ἐξοίχεσθαι πλάνης, πῶς οὐκ ἂν εἴη, κατά γε τὸ εἰκὸς, ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, σκήπτεσθαι μὲν λόγῳ τὴν εὔνοιαν, βαρβαρίζουσαν δὲ τὴν διάνοιαν ἔχειν; Ἀλλ᾽ ἔστιν εἰπεῖν, ὡς δικαίαν μὲν ἂν κατ᾽ ἐκείνων ἐποιήσατο τὴν ἐπίπληξιν, ὁ δόξῃ τῇ ὑπερτάτῳ κατεστεμμένος, Ὦ στρατιώτα, λέγων, τοῖς ἐμοῖς ὅπλοις ἐσκευασμένος, φρονεῖς τὰ βαρβάρων; Ἐμὸς δὲ ὅτι, μόνον ὁρᾶσθαι φιλεῖς, ὅλος ὢν ἑτέρων. Φαίη δ᾽ ἂν, οἶμαι, καὶ Θεὸς περὶ τῶν ἐν πίστει μὴ ἱδρυμένων· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, τηροῦντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.» Μεταπλάττει δὲ ὁ καιρὸς τὴν λέξιν εἰς τὸ συμφέρον.
Εἰς τοῦτο γὰρ δὴ βδελυρίας προήκουσί τινες τῶν τελούντων ἐν ἡμῖν, ὡς προσέχειν πνεύμασι πλάνης, καὶ χρησμολόγων τινῶν φληνάφοις ψευδεπείαις ἐπιδοῦναι τὸν νοῦν. Οἳ τὰ ἐπέκεινα μὲν οὐρανοῦ, καὶ τὰ ὑπὸ γῆς εἰδέναι φαντάζονται· λελήθασι δὲ σφᾶς μὲν αὐτοὺς φρεναπατοῦντες οἱ δείλαιοι, συνολλύοντες δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν κεφαλαῖς.
Διακεῖσθαι γὰρ ἀναπείθουσιν, ὡς ἔστιν ἑτοίμη τοῖς ἐθέλουσιν ἐλεῖν τῶν ἐσομένων ἡ γνῶσις, καὶ τῆς θείας ὑπεροχῆς τὰ ἰδικῶς ἐξαίρετα, τῇ τῶν ἀστέρων κινήσει προσνέμοντες, τῆς ὑγιοῦς τε καὶ ἀπλανοῦς ἐξέλκουσι δόξης τοὺς οἵπερ ἂν εἶεν εὔκολοι πρὸς ἀποφορὰν, καὶ εἰς ἀπάτην εὐδιαῤῥίπιστοι. Καὶ δὴ καὶ γραῶν ἀθλίων ἐσμοὺς συναγείροντες, ψιθυρίζουσι τὸ δοκοῦν, ὡς τὸ θεῖον ὄντες αὐτοί. Τὰ δὲ οἴκαδε πάλιν ὑπονοστεῖ, ψευδηγορίαις τισὶν ἀνοήτως πεφενακισμένα, καὶ τὸ μόλις ἐρανίζεσθαι ἀργύριον ἐκλελῃστευμένα. Ψυχρῶν γὰρ ἐκείνοις, καὶ ἀνοσίων λημμάτων ἡ τέχνη προμνήστρια· καὶ τὴν ἐν πίνακι τῷ πανώλει γραφὴν, ψεῦδος ὥσπερ τι ποιοῦνται πωλητήριον.
Τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες, καὶ τῆς τοῦ πρέποντος θήρας ὀλιγωρήσαντες. Ἀλλὰ τί φησιν ὁ προφήτης Ἰεζεχιήλ; «Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ᾽ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ᾽ ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια.» Ἐπειδὴ δὲ καὶ γύναια μυσαρώτατα τὴν τῶν ἐσομένων εἴδησιν ὑπεπλάττοντο, πάλιν ἔφη τῷ προφήτῃ Θεός· «Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπ᾽ αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς.
Καὶ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ κλάσματος ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχὰς, ἃς οὐκ ἔδει ζῇν· ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.» Ἔχει γὰρ ὧδε τὸ ἀληθές.
Οὐ γάρ τοι θεοκλυτοῦντές ποθεν, διαπορθμεύουσιν εἰς ἑτέρους νόμῳ τῆς καθ᾽ ἡμᾶς προφητείας τὰ ὑπὲρ νοῦν· συνθέντες δὲ λόγους αὐτοὶ τοὺς ἐοικότας ἑκάστῳ τῶν φιλοπευστεῖν εἰωθότων, τῶν τῆς ἀπάτης ἐργαστηρίων ἐκπέμπουσι. Φάσκοντες δὲ εἶναι δεινοὶ καὶ σοφοὶ, καὶ προελθεῖν εἰς τοῦτο τέχνης τε καὶ ἀκριβείας, καὶ ὑποτοπήσαντες, ὡς ἀμογητί τε καὶ ἀπλανῶς τὰ ἑτέρων δύνασθαι συνιέναι πράγματα, περὶ τὰ σφῶν αὐτῶν διημαρτηκότες, τοσοῦτον ἁλοῖεν ἂν, ὡς ἐπταικότας εἰπεῖν, μὴ ἂν ἐλπίσαι παθεῖν τῶν συμβεβηκότων τὴν πεῖραν. Καίτοι μετὸν εὐκόλως τῷ προειδότι φυλάξασθαι, καὶ παρὸν διαφυγεῖν τὸ ὥς τε καὶ ἥξει προεγνωσμένον, τί μὴ ἑτέρων αὐτοὶ προεκτρέχουσι τῶν δεινῶν, καίτοι τῆς τέχνης ἐν καλῷ γενέσθαι πεπιστευκότες; Εἰκαίως οὖν ἄρα φενακισμὸς τὰ ἐκείνων εὑρήματα, δι᾽ αὐτῶν ἡμῖν ἐξελέγχεται τῶν πραγμάτων. Ἀλλ᾽ ἐκβέβηκε, φασὶ, τῶν εἰρημένων τινὰ πρὸς ἀλήθειαν. Καὶ μὴν, ὦ βέλτιστοι, τοῦτο ἐστιν ἡ γραφή· καὶ τὰ ἐφ᾽ οἷς ἂν ὑμᾶς εὐθύνεσθαι πρέποι. Εἶτα φεύγων τις, εἰπέ μοι, καὶ διωκόμενος, ἀπολογίαν ποιήσεται τὰ ἐγκλήματα; Οὐ γὰρ ὅτι πρὸς ἀλήθειαν ἐκβέβηκε τῶν εἰρημένων τινὰ ληροῦμεν ἡμεῖς, ἐκεῖ καταχέοντες τῶν οὐκ αἰσχρῶν τὴν κατάῤῥησιν.
Τὸ δ᾽ ὅτι μὴ πάντα πρὸς ἀλήθειαν βλέπει, τῆς ἐνούσης ὑμῖν βδελυρίας ἔλεγχος ἂν γένοιτο σαφὴς, καὶ πρός γε τούτοις διαδείξειεν ἂν ἁμαρτοεπὲς ἔτι τὸ ἐπιτήδευμα, καὶ ληρίας ἔμπλεως ἡ τέχνη, καὶ γέλως ἤδη τὸ μάθημα, καίτοι τὰ θεόθεν οὐκ ἂν διαψεύσαιτο Ἃ γὰρ οἶδεν ἐσόμενα, πάντη τε καὶ πάντως ὁ θεῖος καὶ ἀκήρατος νοῦς, ταῦτά τε λαλεῖν εἰ προέλοιτό τισιν, εἴτε ἐκεῖνοι πρὸς ἑτέρους, οὐ ψευδοεπές ἐστι διήγημα. Τὰ δέ γε τῶν ἀνθρωπίνων ἐννοιῶν εὑρήματα, στοχασμοῦ φορέσει μᾶλλον ἢ τῆς ἀληθείας τὴν δόξαν. Δοκεῖ δέ μοι τῶν τοιούτων ἕκαστος ἀνθρώπῳ προσεοικέναι τοῦ βλέπειν ὑπό του παρειμένῳ τῶν παθῶν, καὶ τὴν τοῦ σώματος ὄψιν ἐξεῤῥυηκότι, ὃς ἠρεμεῖν ἄμεινον καὶ τῇ τοῦ πάθους ἀνάγκῃ παραχωρεῖν, εἶτα δύνασθαι τοξεύειν οἴοιτο, καὶ μάλα σεμνῶς. Ἆρ᾽ οὐχὶ μανία τοῦτο, καὶ γραφή τις ὥσπερ ὕβρεως εἰς τὴν τέχνην; ἂν δ᾽ ἂν συμβαίνοι παθεῖν αὐτὸν, καταθρῆσαι ῥᾷον. Συχνὰ γὰρ ἱέντι βέλη, διοιχήσεται, καὶ ἀφαμαρτήσει μὲν εἰκότως τὰ πλεῖστα σκοποῦ. Τὸ δὲ ἀπεῖργον οὐδὲν ἔμπου καὶ μόλις ἰέναι τὴν ἐπ᾽ εὐθύ. Σεμνυνεῖται δὴ οὖν ἐφ᾽ ἑνὶ, καὶ τὸν ἐπὶ τοῖς ἑτέροις διακρούσεται γέλωτα. Ἀλλ᾽ ὅ γε τὴν ὄψιν ὑγιὴς, οὐκ ἐφ᾽ ἑνὶ τῷ δραμόντι τὴν ὀφρὺν ἀνασπάσει, καὶ φρονήσει μέγα, πολλοῦ γε καὶ δεῖ.
Αἰσχύνοιτο δ᾽ ἂν μᾶλλον ἐπὶ ταῖς τῶν ἄλλων παρατροπαῖς, εἰ τὸ ἐπαινεῖσθαι δεῖν ἐποιεῖτο πρὸς ἡμῶν, μὴ διαπιπτούσῃ πρὸς τὸ ἀκαλλὲς τῇ τέχνῃ. Ἢ τοίνυν ὁμολογείτωσαν ὡς ἐκ τυφλῆς διανοίας ποιοῦντες τοὺς λόγους, καὶ τὸν ἐπ᾽ ἐκείνῳ κρότον αἰτούντων· ὃς ἐπεί τοι τὴν ὄψιν ἔμπειρος ἦν, οὐ μακρὸν ὀφλήσει τῆς δι᾽ ἁμαρτίας τὸν γέλωτα· καταληϊσθείη δ᾽ ἂν οὐκ ἐκ τέχνης, ἀλλ᾽ ἐκ τοῦ παρατυχόντος τὸ ἐφ᾽ ἑνὸς ἐπίταγμα τυχόν.
Ἢ εἴπερ ἐροῦσι βλέπειν, καὶ εἰδέναι σαφῶς διαβεβαιώσονται τ᾽ ἀληθὲς, ἀπροφάσιστον παντελῶς εὑρήσουσι τὴν ἀπότευξιν, καὶ ψυχρὸν ἀπόβρασμα νοῦ τῆς μαντείας τὸν τρόπον. Ἅγιοι προφῆται γεγόνασι παρ᾽ ἡμῖν, οὐκ ἀστέρων κίνησιν καταμετρεῖν εἰωθότες, οὐ τὴν τῶν στοιχείων πολυπραγμονοῦντες χρείαν, καὶ εἰς ἃ μὴ προσῆκεν ἐκβιαζόμενοι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ φενακισμοῖς ἑώλοις ἐπιθαρσήσαντες· ἐξ ἀποκαλύψεως δὲ θείου Πνεύματος προαναθροῦντες τὰ μέλλοντα, καὶ ἐκ μακρῶν ἄνωθεν ἡμῖν διηγορευκότες καιρῶν. Διημάρτηκε δὲ τῶν εἰρημένων οὐδέν· ἀλλ᾽ ἕρπει κατὰ καιροὺς τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ λίαν ἐγγύς· μᾶλλον δὲ κατ᾽ ἴχνος τὸ ἀκριβὲς τῶν ἤδη προηγγελμένων. Θεὸς γὰρ ἦν ὁ λαλῶν. Ἔστι τοίνυν ἐκείνων αὐτῶν ἐπαΐειν σαφῶς, ὡς ὀλέθριον ἐκκεχυκότων τὴν φιλοψευδῆ καὶ ἀργυροκάπηλον ἀστρογοητείαν· δεῖν γὰρ οὕτω γέ φημι, καὶ ὀνομάτων τῇ τέχνῃ στωμύλως ἐξευρημένων· φασὶ τοιγαροῦν· «Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν, ὅτι τὰ νοήματα· τῶν ἐθνῶν μάταια.» Γεγόνασι μὲν εἰς φαῦσιν καὶ εἰς καιροὺς οἱ τόνδε τὸν οὐρανὸν τῇ πολυσχεδεῖ κατακαλ [λ] ύνοντες θέσει καὶ τῇ συμμέτρῳ φαιδρότητι στεφανοῦντες ἀστέρες.
Ἀλλ᾽ εἰσὶν αὐτοί σοι τοῖς τοῦ πεποιηκότος εἴκοντες νόμοις, καὶ ὡρῶν μεταβολὰς τοῖς ἐπὶ γῆς σημαίνουσιν, ἄλλοτε ἄλλος ἀνίσχων καὶ δυόμενος. Προσεκτέον τοιγαροῦν, οὐχὶ τοῖς ἐκείνων βωμολοχεύμασιν, ἀλλὰ ταῖς τῶν θεηγόρων φωναῖς, καὶ τὴν παντὸς ἐπέκεινα δόξαν Θεῷ κεκτῆσθαι παραχωρήσομεν, οὐχὶ τῇ τῶν ἄστρων χαριούμεθα φύσει. Ἦ γὰρ οὐχὶ θεοπρεπὲς ἀξίωμα, καὶ ὑπεροχὴ, τὸ τῶν ἐσομένων καταπλουτεῖν τὴν εἴδησιν; καὶ πῶς τοῦτο ἀμφίλογον; Ἀνακείσεται γὰρ ὥσπερ αὐτῷ καὶ οὐχ ἑτέρῳ τῶν ὄντων τινὶ, τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα παρενεγκεῖν ἰσχύσαι ῥᾳδίως, οὕτως, οἶμαι, καὶ παντὸς τοῦ τε ἤδη γεγονότος καὶ ἐνεστηκότος, ἔτι καὶ τῶν ἐσομένων, ἡ γνῶσις. Οὐκ ἀζήμιον δὲ τὸ προσκεῖσθαι φιλεῖν ταῖς ἑώλοις ψευδομαντείαις, ἀποφαίνει λέγων ὁ μακάριος Μωσῆς, μᾶλλον δὲ ὁ Θεὸς ὁ πάντων διὰ Μωσέως· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.» Καὶ πρὸς τούτῳ φησί· «Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.
Τὰ γὰρ ἔθνη ταῦτα οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται.
Σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.» Οὐκοῦν κατηγορημάτων αἴσχιστον ἡ ψευδομαντεία καὶ τὸ προσέχειν κληδονισμοῖς. Καὶ τό γε παράδοξον, ἐφίησι γὰρ ἔσθ᾽ ὅτε Θεὸς καί τι τῶν ἀληθῶν τοιούτοις εἰπεῖν, βάσανον ὥσπερ τινὰ τῆς εἰς πίστιν ἑδραιότητος τοῖς ἰδίοις προσκυνηταῖς τὸ χρῆμα τιθείς. Ἔφη δὲ οὕτω διὰ Μωσέως· «Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ οἴδατε, οὐκ ἀκούσεσθε τῶν λόγων του προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.» Ὅτε τοίνυν τὸ τῆς εἰς Θεὸν εὐθείας παρασημαίνεται κάλλος, εἰ θεοκλυτεῖν οἴοιτό τις τοὺς οὕτως αἰσχρῶς μεμισθαρνηκότας, κἂν εἴ τι τῶν ἀληθῶν συμβαίνει λέγειν αὐτοὺς, οὐ ταῖς ἐκείνων τερθρείαις ἐπιδώσομεν. Ἀλλ᾽ οἱ μὲν, οἶμον ἰόντων τὴν κατὰ σφᾶς αὐτοὺς, «πλανῶντές τε καὶ πλανώμενοι,» κατὰ τὸ γεγραμμένον· δοκεῖ γὰρ τοῦτο αὐτοῖς· ἡμεῖς δὲ τοῖς ἱεροῖς ἑψόμεθα λόγοις, μεμνημένοι τοῦ γράφοντος· «Ὀρθὰς τροχιὰς ποιήσεις σοῖς ποσὶ, καὶ τὰς ὁδούς σου κατεύθυνε.»
Τροχιὰ δὲ ὀρθή τε καὶ ἀδιάστροφος, κατ᾽ εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ, καὶ ταῖς μὲν ἐξιτήλοις ψευδομαντ[ε]ίαις τὸ ἐῤῥῶσθαι λέγειν, εἰδέναι καὶ ἁπλῶς τίς ὁ φύσει τε καὶ ἀληθῶς Θεὸς καὶ Κύριος. Ὧδε γὰρ χρῆναι φρονεῖν, καὶ ὁ πάλαι διὰ Μωσέως ἐτύπου νόμος· «Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. —Εἷς γὰρ ἐν ἡμῖν Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα. —Ἦν μὲν γὰρ ἐν ἀρχαῖς ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· γέγονε δὲ πάντα δι᾽ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν.» Καὶ οὐ δή πού φαμεν, ὡς ἐπί τοι δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο, κατὰ τὰς Γραφὰς, τάξιν ἔχει τὴν ὑπουργικὴν καὶ ὀργανικὴν, ὥσπερ τινὰ χρείαν συνεισενέγκαι τῷ Πατρὶ, δημιουργοῦντι τὰ πάντα. Ταυτὶ γὰρ ἂν εἶεν ἀνοσίου γνώμης ἀποβάσματα, καὶ τῆς τῶν ἑτεροδόξων μανίας εὑρήματα.
Ἐπειδὴ δέ ἐστιν αὐτὸς καὶ σοφία καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ αὐτοῦ τὰ πάντα καλεῖται πρὸς γένεσιν, καὶ κεκλημένα σώζεται πρὸς τὸ εὖ εἶναι διακρατούμενα. «Ὁ μὲν γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων·» γέγραπται γὰρ ὡδί· οὐδὲ ἔστι ᾅδου βασίλειον ἐπὶ γῆς· «Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Παρώλισθε γὰρ ἡ ἀνθρώπου φύσις, τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσασα, καὶ κατεκομίσθη πρὸς ἁμαρτίαν. Συνεισέδυ δὲ ὥσπερ τοῖς εἰς ἁμαρτίας ἐγκλήμασι τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ τῆς φθορᾶς εἰσδέχεσθαι κράτος. Ἤκουσε γὰρ εὐθύς· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀγαθῷ δὲ ὄντι, τῷ [f. τὸ] κατὰ φύσιν, τῷ πάντων Δημιουργῷ, μεταπλάττειν τὸ ζῶον πρὸς ἀφθαρσίαν ἐδόκει, καὶ ταῖς εἰς εὐσέβειαν ἀναμορφώσεσι ἀναστοιχειοῦν εὖ μάλα πρὸς τὸ ἐν ἀρχαῖς ἀκήρατον κάλλος. Ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· καὶ μορφὴν μὲν ὑπέδυ τὴν καθ᾽ ἡμᾶς, τό γε μὴν εἶναι Θεὸς ἀναπόβλητον ἔχει. Τροπὴν γὰρ οὐκ οἶδεν ἡ παντὸς ἐπέκεινα νοῦ καὶ ἀνωτάτω φύσις.
Μεμένηκε τοίνυν ὃ ἦν καὶ μετὰ σαρκὸς, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν οἰκονομικὴν, κατὰ τὸ γεγραμμένον, «Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη,» μεταρυθμίζων εἰς ἁγιασμὸν, δικαιῶν τῇ πίστει τὸν προσερχόμενον, τῆς τῶν οὐρανῶν βασιλείας ἀναπετάσας τὴν πύλην, εἰσηγούμενος τὰ συμφέροντα, παραδεικνὺς τὴν ἀλήθειαν. Καὶ φῶς μὲν τὸ θεῖον ἐνιεὶς, διὰ δὲ τῆς δρωμένων μεγαλουργίας, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, ἐμφανὲς τοῖς ἀντίφροσι καθιστάς. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετε μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἦν μὲν γὰρ ὁλκὸς εἰς εὐπείθειαν ὁ λόγος· καὶ ἡ τῆς θεοσημείας ἀποχρῶσα λίαν εἰς ἀπόδειξιν ἐναργῆ τοῦ κατὰ φύσιν Θεὸν αὐτὸν εἶναι. Ἀλλ᾽ οὐκ ἐδόκει φρονεῖν ὀρθὰ τοῖς ἐξ Ἰσραήλ· τὸν γάρ τοι Σωτῆρα τῶν ὅλων καὶ Λυτρωτὴν, ταῖς εἰς τὸ ἄγαν εὐπειθείαις ὑβρίζοντες, μακροὺς διατετελέκασι χρόνους, καὶ τελευτῶντες ἐσταύρωσαν, «πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες αὐτῷ,» κατὰ τὸ γεγραμμένον· καὶ τοῖς τοῦ διαβόλου νεύμασιν ἀμελλητὶ συνθέοντες.
Ἆρ᾽ οὖν ἀπομεμένηκεν ἐν νεκροῖς, καὶ μεθ᾽ ἡμῶν τὸν ἀνθρώπινον ὑπομείνας θάνατον, τοῖς τῆς ἐπεισάκτου φθορᾶς ἐνεσχέθη βρόχοις; Οὐμενοῦν. Ζωὴ γὰρ ἦν κατὰ φύσιν, καὶ ἀνεβίω τριήμερος, ἀρχὴ καὶ θύρα καὶ ὁδὸς τῇ ἀνθρώπου φύσει κἀν τούτῳ γενόμενος.
Ἐπειδὴ δὲ ἀνεβίω, σκυλεύσας τὸν ᾅδην, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα καὶ Θεόν· ἥξει τε κατὰ καιροὺς, καθὰ πιστεύομεν, μετὰ τῶν ἁγίων ἀγγέλων, καὶ καθιεῖται μὲν ἐπὶ θρόνου δόξης αὐτοῦ, διανεμεῖ δὲ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ἑορτάζωμεν, ἐξῃρημένου θανάτου, καὶ ἀναιρεθείσης φθορᾶς, προκαταργηθείσης δὲ τῆς ἁμαρτίας διὰ τῆς πίστεως, καὶ προκειμένης μὲν ἡμῖν οὐρανῶν βασιλείας· προσδοκωμένης καὶ οὕτως ἐλπίδος λαμπρᾶς.
Ἐπειδὴ δὲ παραστησόμεθα τῷ κριτῇ λόγους ἀποδώσοντες τῆς ἑαυτῶν ζωῆς, φροντίσωμεν ἐπιεικείας. Ἐπιμελησώμεθα δικαιοσύνης, ἀγάπης, φιλαλληλίας, πραότητος, ἐγκρατείας, καὶ ἁπαξαπλῶς ἁπάσης ἀρετῆς. Ἐπισκεψώμεθα χήρας, ὀρφανοὺς ἐλεήσωμεν, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ταῖς ἐνδεχομέναις ἀνακτησώμεθα θεραπείαις, ἐπισκεψώμεθα δεσμίους. Οὕτω γὰρ, οὕτω πᾶσαν ἀποβαλόντες κηλῖδα, καὶ ὀρθῇ διαπρέποντες πίστει, καθαρῶς ἑορτάσωμεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτου, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.